'Απόλλων' - search in All Authors, Showing 1 to 151 of 151 hits

1Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 23 (auctor c.330–c.391)
– καὶ Ἀπόλλων κρατερὸς φιλαλήθης υἱὸς Ἥρωνος θεογέννητος κτίστης τῆς οἰκουμένης, ὃν Ἥλιος προέκρινεν, ἄλκιμος Ἄρεως βασιλεὺς Ῥαμέσθτης.
2Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 26 (auctor c.330–c.391)
ΣΤΙΧΟΣ ΔΕΥΤΕΡΟΣ Ἀπόλλων κρατερός, ὁ ἑστὼς ἐπ᾽ἀληθείας δεσπότης διαδήματος, τὴν Αἴγυπτον δοξάσας κεκτημένος, ὁ ἀγλαοποιήσας Ἡλίου πόλιν καὶ κτίσας τὴν λοιπὴν οἰκουμένην καὶ πολυτιμήσας τοὺς ἐν Ἡλίου πόλει θεοὺς ἀνιδρυμένους, ὃν Ἥλιος φιλεῖ.
3Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 27 (auctor c.330–c.391)
ΤΡΙΤΟΣ ΣΤΙΧΟΣ Ἀπόλλων κρατερὸς Ἡλίου παῖς παμφεγγής, ὃν Ἥλιος προέκρινεν καὶ Ἄρης ἄλκιμος ἐδωρήσατο.
4Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 30 (auctor c.330–c.391)
Ἀπόλλων κρατερὸς υἱὸς Ἥρωνος, βασιλεὺς οἰκουμένης Ῥαμέστης, ὃς ἐφύλαξεν Αἴγυπτον τοὺς ἀλλοθνεῖς νικήσας, ὃν Ἥλιος φιλεῖ, ᾧ πολὺν χρόνον ζωῆς ἐδωρήσαντο θεοί.
5Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 34 (auctor c.330–c.391)
Ἀπόλλων κρατερὸς κύριος διαδήματος ἀνείκαστος, ὃς τῶν θεῶν ἀνδριάντας ἀνέθηκεν ἐν τῇδε τῇ βασιλείᾳ, δεσπότης Αἰγύπτου, καὶ ἐκόσμησεν ‘Ηλίου πόλιν ὁμοίως καὶ αὐτὸν Ἥλιον δεσπότην οὐρανοῦ.
6Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 38 (auctor c.330–c.391)
ὃν Ἀπόλλων φιλαλήθης δεσπότης χρόνων καὶ Ἥφαιστος ὁ τῶν θεῶν πατὴρ προέκρινεν διὰ τὸν Ἄρεα.
7Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 40 (auctor c.330–c.391)
ΑΦΗΛΙΩΤΟΥ ΠΡΩΤΟΣ ΣΤΙΧΟΣ Ὁ ἀφ’ ‘Ηλίου πόλεως μέγας θεὸς ἐνουράνιος Ἀπόλλων κρατερός, Ἥρωνος υἱός, ὃν Ἥλιος ἠγάπησεν, ὃν οἱ θεοὶ ἐτίμησαν, ὁ πάσης γῆς βασιλεύων, ὃν Ἥλιος προέκρινεν, ὁ ἄλκιμος διὰ τὸν Ἄρεα βασιλεύς, ὃν Ἄμμων φιλεῖ, καὶ ὁ παμφεγγής, συγκρίνας αἰώνιον βασιλέα et reliqua.
8Ammianus Marcellinus, Res gestae, 17, 4, 18; 28 (auctor c.330–c.391)
— [καὶ] ἀπόλλων κρατερὸς φιλαλήθης υἱὸς ἥρωνος, θεογέννητος κτιστὴς τῆς οἰκουμένης, ὃν ἥλιος προέκρινεν, ἄλκιμος ἄρεως βασιλεὺς (παμέστης.
9Ammianus Marcellinus, Res gestae, 17, 4, 19; 31 (auctor c.330–c.391)
στιχος δευτερος ἀπόλλων κρατερός, ὁ ἑστὼς ἐπ' ἀληθείας, δεσπότης διαδήματος, τὴν αἴγυπτον δοξάσας κεκτημένος, ὁ ἀγλαοποιήσας ἥλίου πόλιν, καὶ κτίσας τὴν λοιπὴν οἰκουμένην, καὶ πολυτιμήσας τοὺς ἐν ἡλίου πόλει θεοὺς ἀνιδρυμένους, ὃν ἥλιος φιλεῖ.
10Ammianus Marcellinus, Res gestae, 17, 4, 20; 32 (auctor c.330–c.391)
τριτος στιχος ἀπόλλων κρατερὸς ἡλίου παῖς παμφεγγὴς, ὃν ἥλιος προέκρινεν καὶ ἄρης ἄλκιμος ἐδωρήσατο.
11Ammianus Marcellinus, Res gestae, 17, 4, 20; 36 (auctor c.330–c.391)
ἀπόλλων κρατερὸς υἱὸς ἥρωνος βασιλεὺς οἰκουμένης (ραμέστης, ὃς ἐφύλαξεν αἴγυπτον τοὺς ἀλλοεθνεῖς νικήσας, ὃν ἥλιος φιλεῖ, ᾧ πολὺν χρόνον ζωῆς ἐδωρήσαντο θεοὶ.
12Ammianus Marcellinus, Res gestae, 17, 4, 21; 40 (auctor c.330–c.391)
ἀπόλλων κρατερὸς κύριος διαδήματος ἀνείκαστος, ὃς τῶν φεῶν ἀνδριάντας ἀνέθηκεν ἐν τῇδε τῇ βασιλείᾳ, δεσπότης αἰγύπτου, καὶ ἐκόσμησεν ἡλίου πόλιν ὁμοίως καὶ αυτὸν ἥλιον δεσπότην οὐρανοῦ.
13Ammianus Marcellinus, Res gestae, 17, 4, 22; 44 (auctor c.330–c.391)
ὃν ἀπόλλων φιλαλήθης δεσπότης χρόνων καὶ ἥφαιστος ὁ τῶν φεῶν πατὴρ προέκρινεν διὰ τὸν ἄρεα.
14Ammianus Marcellinus, Res gestae, 17, 4, 23; 47 (auctor c.330–c.391)
πρωτος στιχος (ὁ αὐ ἡλίου πόλεως μέγας θεὸς ἐνουράνιος ἀπόλλων κρατερός, ἥρωνος υἱὸς, ὃν ἥλιος ἠγάπησεν, ὃν οἱ θεοὶ ἐτιμησαν, ὁ πάσης γῆς βασιλεύων, ὃν ἥλιος προέκρινεν, ὁ ἄλκιμος διὰ τὸν ἀρεα βασιλεύς, ὅν ἄμμων φιλεῖ.
15Aristoteles, Athenaion Politeia, Frag., 1; 6 (auctor 384BC-322BC)
Ἀπόλλων πατρῷος .
16Aristoteles, Athenaion Politeia, p2, 55, 3; 5 (auctor 384BC-322BC)
ἐπερωτῶσιν δ', ὅταν δοκιμάζωσιν, πρῶτον μὲν 'τίς ‖ ‖ σοι πατὴρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ, καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων'· μετὰ δὲ ταῦτα εἰ ἔστιν αὐτῷ Ἀπόλλων Πατρῷος καὶ Ζεὺς Ἑρκεῖος, καὶ ποῦ ταῦτα τὰ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, καὶ τὰ τέλη εἰ τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται.
17Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 6
Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
18Biblia, Novum testamentum graece, Tit, 3; 13
Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
19Desiderius Erasmus, Adagia, Chiliades, 2, 1716; 1 (opus 1508)
Σί σοι Ἀπόλλων κεκιθάρειν; id est Quid tibi Apollo cecinit cithara ?
20Desiderius Erasmus, Adagia, Chiliades, 2, 1716; 6 (opus 1508)
Conveniet, ubi quis a principe redeuntem percunctabitur, quid responsi tulerit: Σί σοι Ἀπόλλων κεκιθάρειν;
21Desiderius Erasmus, Adagia, Chiliades, 4, 3478; 3 (opus 1508)
Adducit inibi senarium ex Antiphane: Σαυτί δ’ ὅτ’ ἐστίν οὐδ’ ἅν Ἀπόλλων μάθοι, id est Nec Apollo quid sibi haec velint intelligat.
22Dositheus, Hermeneumata Leidensia, II, 1; 1 (auctor c.350)
θεῶν ὀνόματα deorum nomina θεοὶ ἵλεοι dii propitii οὐράνιοι caelestes ἐπίγειοι terrestres θαλάσσιοι marini θεοὶ καταχθόνιοι dei inferni Δαίμονες Daemones Σκιά Vmbra Κρόνος Saturnus Ζεύς Iovis Ζεύς βροντῶν Iovis tonans Ζεύς ἀστράπτων Iovis coruscans Ζεύς κεραύνιος Iovis fulminans Ζεύς μέγιστος Iovis maximus Ζεύς κτήσιος Iovis peculiarius Πύλαιος Ianus geminus Ὀρθώσιος Stator Στρόφιος Vulturnus Ποσειδῶν Neptunus Ἥλιος Sol Χάρων Orcus Πλούτων Ditis Pater Σέραπις Serapis Διόνυσος Liber Pater Ἀπόλλων Apollo Ἀσκληπιός Aesculapius Ἡρακλῆς Hercules Ἡρμῆς Mercurius Πάν Silvanus Διόσκοροι Castores Πρίαπος Priapus Ἄρης Mars Βαίτυλος Abaddir Ἔρως Cupido Καρποφόρος Frugifer Ἐφιάλτης Incubus Αἰών Aeternus Δαίμων Genius Σιληνός Nysigena θεάων ὀνόματα dearum nomina Ῥέα Opis Ἥρα Iuno Ἀθηνᾶ Minerva Ἀφροδίτη Venus Γῆ Terra Τύχη Fortuna Ἄρτεμις Diana Σελήνη Luna Δημήτρα Ceres Λητώ Latona Ἶσις Isis Κόρη Proserpina Μοῦσαι Musae Ἑκάτη Trivia Μνήμη Memoria Ἠώς Aurora Νίκη Victoria Χάριτες Gratiae Μοῖραι Fata Ἐρινύες Furiae Ἀνθοφόρος Flora Ἐλπίς Spes Ἐνυώ Bellona Ἑστία Vesta Εὐσέβεια Pietas Εὐτυχία Felicitas Ὁμόνοια Concordia Ὑγεία Salus Ἡμέρα Dies Δι’ ἡμέρας Interdies Νύξ Nox Χθών Tellus Εἰλήθυια Nixa Ἀνδρεία Virtus Περσεφόνη Proserpina Μήτηρ θεῶν Mater deum Ἀμφιτρίτη Salacia Δικαιοσύνη Iustitia Νηρείδες Nereidae Πραξιδίκη Laverna Λευκοθέα Mater Matuta Πολυστέφανος Feronia Πίστις Fides Ἀξία Dignitas Πρόνοια Providentia Ἠώς Aurora Ἥβη Iuventas Μαῖα Maia Σωφροσύνη Pudicitia Ἐντροπή Reverentia Χαρά Gaudium Φήμη Fama
23Dositheus, Hermeneumata Leidensia, III, 4; 30 (auctor c.350)
Θεῶν ὀνόματα ιβ’ Ἥρα, Ἑστία, Ποσειδῶν, Ἄρης, Δημήτρα, Ἀφροδίτη, Ἀθηνᾶ, Ἄρτεμις, Λητώ, Ἑρμῆς, Ἀπόλλων, Ζεύς.
24Dositheus, Hermeneumata Leidensia, III, 5; 113 (auctor c.350)
Ἑν οἷς ἐβοήθουν τοῖς μὲν Ἕλλησιν Ἥρα καὶ Ἀθηνᾶ, Ποσειδῶν καὶ Ἑρμῆς καὶ Ἥφαιστος, Τρωσὶν δὲ Μὰρς καὶ Ἀπόλλων, Λητὼ καὶ Ἄρτεμις, Ἀφροδίτη καὶ Ξάνθος ποταμός.
25Dositheus, Hermeneumata Leidensia, III, 5; 114 (auctor c.350)
Τότε οὖν Ἀπόλλων μεταμορφωθεὶς εἰς Λυκάονα, πείθει Αἰνείαν, ἵνα κατέναντι Ἀχιλλέως πυκτεύσῃ, κἀκεῖνος πεισθεὶς ἐπύκτευσεν, καὶ κινδυνεύοντα αὐτὸν σφαγῆναι ὑπὸ Ἀχιλλέως ἥρπασεν Ποσειδῶν˙ καὶ Ἕκτορα ὡς εἶδεν Ἀπόλλων ἄνισον ὄντα νεφέλῃ περιβαλὼν ἐκ τοῦ πολέμου ἐρύσατο.
26Dositheus, Hermeneumata Leidensia, III, 5; 124 (auctor c.350)
Οἱ θεοὶ δὲ ἄλλος ἄλλῳ συνεπολέμησαν ἀλλήλοις, ἐν οἷς Ἄρην Ἀθηνᾶ πέτρῳ ὑπέστρωσεν καὶ Ἀφροδίτην ἐρράπισεν, Ποσειδῶν δὲ καὶ Ἀπόλλων μετὰ συμφωνίας ἀπένευσαν, Ἄρτεμιν δὲ Ἥρα τόξῳ τραυματίζει, Λητὼ δὲ καὶ Ἑρμῆς πολεμικώτατα ἐπύκτευσαν.
27Dositheus, Hermeneumata Leidensia, III, 5; 146 (auctor c.350)
Καὶ τότε Ἀχιλλεὺς τὸ τοῦ Ἕκτορος πτῶμα περὶ τὸν τοῦ Πατρόκλου τάφον τρὶς περιέσυρεν, καὶ τότε Ἀπόλλων παρὰ τοῖς λοιποῖς θεοῖς Ἥραν ἐμέμψατο, ὅτι τοῦτο αὐτῇ ἤρεσκεν˙ ἤρεσεν δὲ τοῖς λοιποῖς, ἵνα δι’ Ἑρμοῦ τὸ τοῦ Ἕκτορος σῶμα ἀφελκύσωσιν [...] XXIV.
28Fortunatianus, Ars metrica, p. 298, l. 16 (auctor c.350)
quorum alteri deest Φοῖβος Ἀπόλλων, alteri fama salutem, quae si adicere Flacciano et Archilochio uolueris, implebuntur et fient solidi heroi sic, soluitur acris hiems grata uice fama salutem, οὐκέθ᾽ ὁμῶς θάλλεις ἁπαλὸν χρόα Φοῖβος Ἀπόλλων.
29Gregorius I, Prolegomena, 66, 0151B (auctor 540-604)
Ἐν ᾧ παλαιότατον ἱερὸν ἑλληνικὸν ὑπὸ τῶν ἀρχαίων ᾠκοδομημένον ὑπῆρχεν· ἐν τούτῳ ὑπὸ τῶν τοῦ λαοῦ ἁπλουστέρων ὁ Ἀπόλλων ἐσέβετο.
30Herodotus, Historiae, 2, 156, 5; 6 (auctor c.484BC-425BC)
Αἰγυπτιστὶ δὲ Ἀπόλλων μὲν Ὦρος, Δημήτηρ δὲ Ἶσις, Ἄρτεμις δὲ Βούβαστις.
31Herodotus, Historiae, 4, 59, 2; 5 (auctor c.484BC-425BC)
Ἀπόλλων δὲ Γοιτόσυρος, οὐρανίη δὲ Ἀφροδίτη Ἀργίμπασα, Ποσειδέων δὲ Θαγιμασάδας.
32Herodotus, Historiae, 4, 155, 3; 6 (auctor c.484BC-425BC)
ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα, ὥσπερ εἰ εἴποι Ἑλλάδι γλώσσῃ χρεωμένη « ὦ βασιλεῦ, ἐπὶ φωνὴν ἦλθες.
33Homerus, Ilias, 1, 33; 2 (auctor fl.700BC)
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων, βῆ δέ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ, τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· ἔκλαγξαν δ' ἄρ' ὀϊστοί ἐπ' ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος· ὃ δ' ἤϊε νυκτί ἐοικώς.
34Homerus, Ilias, 1, 33; 5 (auctor fl.700BC)
οἳ δ' ἐπεί οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκύς Ἀχιλλεύς· Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, εἰ δή ὁμοῦ πόλεμός τε δαμᾷ καί λοιμός Ἀχαιούς· ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καί ὀνειροπόλον, καί γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, ὅς κ' εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, εἴτ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται ἠδ' ἑκατόμβης, αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας ἡμῖν ἀπό λοιγόν ἀμῦναι.
35Homerus, Ilias, 1, 68; 1 (auctor fl.700BC)
ἤτοι ὅ γ' ὣς εἰπών κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστος, ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, καί νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω ἣν διά μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· ὅ σφιν ἐύ φρονέων ἀγορήσατο καί μετέειπεν· ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· τοί γάρ ἐγών ἐρέω· σύ δέ σύνθεο καί μοι ὄμοσσον ἦ μέν μοι πρόφρων ἔπεσιν καί χερσίν ἀρήξειν· ἦ γάρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· κρείσσων γάρ βασιλεύς ὅτε χώσεται ἀνδρί χέρηϊ· εἴ περ γάρ τε χόλον γε καί αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καί μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι· σύ δέ φράσαι εἴ με σαώσεις.
36Homerus, Ilias, 1, 172; 2 (auctor fl.700BC)
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· αἰεί γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· εἰ μάλα καρτερός ἐσσι, θεός που σοί τό γ' ἔδωκεν· οἴκαδ' ἰών σύν νηυσί τε σῇς καί σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγώ οὐκ ἀλεγίζω, οὐδ' ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· ὡς ἔμ' ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, τήν μέν ἐγώ σύν νηΐ τ' ἐμῇ καί ἐμοῖς ἑτάροισι πέμψω, ἐγώ δέ κ' ἄγω Βρισηΐδα καλλιπάρῃον αὐτός ἰών κλισίην δέ τό σόν γέρας ὄφρ' ἐῢ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δέ καί ἄλλος ἶσον ἐμοί φάσθαι καί ὁμοιωθήμεναι ἄντην.
37Homerus, Ilias, 1, 345; 5 (auctor fl.700BC)
ἔνθ' ἄλλοι μέν πάντες ἐπευφήμησαν Ἀχαιοί αἰδεῖσθαί θ' ἱερῆα καί ἀγλαά δέχθαι ἄποινα· ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλά κακῶς ἀφίει, κρατερόν δ' ἐπί μῦθον ἔτελλε· χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ' Ἀπόλλων εὐξαμένου ἤκουσεν, ἐπεί μάλα οἱ φίλος ἦεν, ἧκε δ' ἐπ' Ἀργείοισι κακόν βέλος· οἳ δέ νυ λαοί θνῇσκον ἐπασσύτεροι, τά δ' ἐπῴχετο κῆλα θεοῖο πάντῃ ἀνά στρατόν εὐρύν Ἀχαιῶν· ἄμμι δέ μάντις εὖ εἰδώς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
38Homerus, Ilias, 1, 428; 7 (auctor fl.700BC)
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.
39Homerus, Ilias, 1, 458; 5 (auctor fl.700BC)
ἦμος δ' ἠέλιος κατέδυ καί ἐπί κνέφας ἦλθε, δή τότε κοιμήσαντο παρά πρυμνήσια νηός· ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καί τότ' ἔπειτ' ἀνάγοντο μετά στρατόν εὐρύν Ἀχαιῶν· τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· οἳ δ' ἱστόν στήσαντ' ἀνά θ' ἱστία λευκά πέτασσαν, ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφί δέ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηός ἰούσης· ἣ δ' ἔθεεν κατά κῦμα διαπρήσσουσα κέλευθον.
40Homerus, Ilias, 1, 568; 7 (auctor fl.700BC)
ὣς τότε μέν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντ', οὐδέ τι θυμός ἐδεύετο δαιτός ἐΐσης, οὐ μέν φόρμιγγος περικαλλέος ἣν ἔχ' Ἀπόλλων, Μουσάων θ' αἳ ἄειδον ἀμειβόμεναι ὀπί καλῇ.
41Homerus, Ilias, 2, 734; 6 (auctor fl.700BC)
ἵπποι μέν μέγ' ἄρισται ἔσαν Φηρητιάδαο, τάς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς ὄτριχας οἰέτεας σταφύλῇ ἐπί νῶτον ἐΐσας· τάς ἐν Πηρείῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
42Homerus, Ilias, 2, 819; 2 (auctor fl.700BC)
οἳ δέ Ζέλειαν ἔναιον ὑπαί πόδα νείατον Ἴδης ἀφνειοί πίνοντες ὕδωρ μέλαν Αἰσήποιο Τρῶες, τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαός υἱός Πάνδαρος, ᾧ καί τόξον Ἀπόλλων αὐτός ἔδωκεν.
43Homerus, Ilias, 4, 488; 5 (auctor fl.700BC)
χώρησαν δ' ὑπό τε πρόμαχοι καί φαίδιμος Ἕκτωρ· Ἀργεῖοι δέ μέγα ἴαχον, ἐρύσαντο δέ νεκρούς, ἴθυσαν δέ πολύ προτέρω· νεμέσησε δ' Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δέ κέκλετ' ἀΰσας· ὄρνυσθ' ἱππόδαμοι Τρῶες μηδ' εἴκετε χάρμης Ἀργείοις, ἐπεί οὔ σφι λίθος χρώς οὐδέ σίδηρος χαλκόν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· οὐ μάν οὐδ' Ἀχιλεύς Θέτιδος πάϊς ἠϋκόμοιο μάρναται, ἀλλ' ἐπί νηυσί χόλον θυμαλγέα πέσσει.
44Homerus, Ilias, 5, 318; 4 (auctor fl.700BC)
ἣ δέ μέγα ἰάχουσα ἀπό ἕο κάββαλεν υἱόν· καί τόν μέν μετά χερσίν ἐρύσατο Φοῖβος Ἀπόλλων κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων χαλκόν ἐνί στήθεσσι βαλών ἐκ θυμόν ἕλοιτο· τῇ δ' ἐπί μακρόν ἄϋσε βοήν ἀγαθός Διομήδης· εἶκε Διός θύγατερ πολέμου καί δηϊοτῆτος· ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις· εἰ δέ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω ῥιγήσειν πόλεμόν γε καί εἴ χ' ἑτέρωθι πύθηαι.
45Homerus, Ilias, 5, 416; 5 (auctor fl.700BC)
ὣς οἳ μέν τοιαῦτα πρός ἀλλήλους ἀγόρευον, Αἰνείᾳ δ' ἐπόρουσε βοήν ἀγαθός Διομήδης, γιγνώσκων ὅ οἱ αὐτός ὑπείρεχε χεῖρας Ἀπόλλων· ἀλλ' ὅ γ' ἄρ' οὐδέ θεόν μέγαν ἅζετο, ἵετο δ' αἰεί Αἰνείαν κτεῖναι καί ἀπό κλυτά τεύχεα δῦσαι.
46Homerus, Ilias, 5, 416; 6 (auctor fl.700BC)
τρίς μέν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων, τρίς δέ οἱ ἐστυφέλιξε φαεινήν ἀσπίδ' Ἀπόλλων· ἀλλ' ὅτε δή τό τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινά δ' ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων· φράζεο Τυδεΐδη καί χάζεο, μηδέ θεοῖσιν ἶσ' ἔθελε φρονέειν, ἐπεί οὔ ποτε φῦλον ὁμοῖον ἀθανάτων τε θεῶν χαμαί ἐρχομένων τ' ἀνθρώπων.
47Homerus, Ilias, 5, 416; 8 (auctor fl.700BC)
Αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
48Homerus, Ilias, 5, 416; 9 (auctor fl.700BC)
ἤτοι τόν Λητώ τε καί Ἄρτεμις ἰοχέαιρα ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· αὐτάρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων αὐτῷ τ' Αἰνείᾳ ἴκελον καί τεύχεσι τοῖον, ἀμφί δ' ἄρ' εἰδώλῳ Τρῶες καί δῖοι Ἀχαιοί δῄουν ἀλλήλων ἀμφί στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
49Homerus, Ilias, 5, 416; 10 (auctor fl.700BC)
δή τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· Ἆρες Ἄρες βροτολοιγέ μιαιφόνε τειχεσιπλῆτα, οὐκ ἂν δή τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθών Τυδεΐδην, ὃς νῦν γε καί ἂν Διί πατρί μάχοιτο· Κύπριδα μέν πρῶτα σχεδόν οὔτασε χεῖρ' ἐπί καρπῷ, αὐτάρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
50Homerus, Ilias, 5, 711; 12 (auctor fl.700BC)
ἔνθ' ἵππους στήσασα θεά λευκώλενος Ἥρη Ζῆν' ὕπατον Κρονίδην ἐξείρετο καί προσέειπε· Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερά ἔργα ὁσσάτιόν τε καί οἷον ἀπώλεσε λαόν Ἀχαιῶν μάψ ἀτάρ οὐ κατά κόσμον ἐμοί δ' ἄχος, οἳ δέ ἕκηλοι τέρπονται Κύπρίς τε καί ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα· Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι·
51Homerus, Ilias, 7, 1; 5 (auctor fl.700BC)
τούς δ' ὡς οὖν ἐνόησε θεά γλαυκῶπις Ἀθήνη Ἀργείους ὀλέκοντας ἐνί κρατερῇ ὑσμίνῃ, βῆ ῥα κατ' Οὐλύμποιο καρήνων ἀΐξασα Ἴλιον εἰς ἱερήν· τῇ δ' ἀντίος ὄρνυτ' Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δέ βούλετο νίκην· ἀλλήλοισι δέ τώ γε συναντέσθην παρά φηγῷ.
52Homerus, Ilias, 7, 1; 6 (auctor fl.700BC)
τήν πρότερος προσέειπεν ἄναξ Διός υἱός Ἀπόλλων· τίπτε σύ δ' αὖ μεμαυῖα Διός θύγατερ μεγάλοιο ἦλθες ἀπ' Οὐλύμποιο, μέγας δέ σε θυμός ἀνῆκεν· ἦ ἵνα δή Δαναοῖσι μάχης ἑτεραλκέα νίκην δῷς· ἐπεί οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
53Homerus, Ilias, 7, 1; 9 (auctor fl.700BC)
ἀλλ' ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν· τήν δ' αὖτε προσέειπεν ἄναξ Διός υἱός Ἀπόλλων· Ἕκτορος ὄρσωμεν κρατερόν μένος ἱπποδάμοιο, ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, οἳ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοί οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
54Homerus, Ilias, 7, 43; 4 (auctor fl.700BC)
κάδ δ' Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· κάδ δ' ἄρ' Ἀθηναίη τε καί ἀργυρότοξος Ἀπόλλων ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι φηγῷ ἐφ' ὑψηλῇ πατρός Διός αἰγιόχοιο ἀνδράσι τερπόμενοι· τῶν δέ στίχες εἵατο πυκναί ἀσπίσι καί κορύθεσσι καί ἔγχεσι πεφρικυῖαι.
55Homerus, Ilias, 7, 43; 9 (auctor fl.700BC)
εἰ δέ κ' ἐγώ τόν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, τεύχεα σύλησας οἴσω προτί Ἴλιον ἱρήν, καί κρεμόω προτί νηόν Ἀπόλλωνος ἑκάτοιο, τόν δέ νέκυν ἐπί νῆας ἐϋσσέλμους ἀποδώσω, ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, σῆμά τέ οἱ χεύωσιν ἐπί πλατεῖ Ἑλλησπόντῳ.
56Homerus, Ilias, 7, 244; 7 (auctor fl.700BC)
δεύτερος αὖτ' Αἴας πολύ μείζονα λᾶαν ἀείρας ἧκ' ἐπιδινήσας, ἐπέρεισε δέ ἶν' ἀπέλεθρον, εἴσω δ' ἀσπίδ' ἔαξε βαλών μυλοειδέϊ πέτρῳ, βλάψε δέ οἱ φίλα γούναθ'· ὃ δ' ὕπτιος ἐξετανύσθη ἀσπίδι ἐγχριμφθείς· τόν δ' αἶψ' ὤρθωσεν Ἀπόλλων.
57Homerus, Ilias, 7, 442; 2 (auctor fl.700BC)
τοῖσι δέ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν ὅς τις ἔτ' ἀθανάτοισι νόον καί μῆτιν ἐνίψει· οὐχ ὁράᾳς ὅτι δ' αὖτε κάρη κομόωντες Ἀχαιοί τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφί δέ τάφρον ἤλασαν, οὐδέ θεοῖσι δόσαν κλειτάς ἑκατόμβας· τοῦ δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς· τοῦ δ' ἐπιλήσονται τό ἐγώ καί Φοῖβος Ἀπόλλων ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
58Homerus, Ilias, 8, 292; 6 (auctor fl.700BC)
ἀλλ' ὅ γε καί τόθ' ἅμαρτε· παρέσφηλεν γάρ Ἀπόλλων· ἀλλ' Ἀρχεπτόλεμον θρασύν Ἕκτορος ἡνιοχῆα ἱέμενον πόλεμον δέ βάλε στῆθος παρά μαζόν· ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε.
59Homerus, Ilias, 8, 512; 7 (auctor fl.700BC)
αὔριον ἣν ἀρετήν διαείσεται, εἴ κ' ἐμόν ἔγχος μείνῃ ἐπερχόμενον· ἀλλ' ἐν πρώτοισιν ὀΐω κείσεται οὐτηθείς, πολέες δ' ἀμφ' αὐτόν ἑταῖροι ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γάρ ἐγών ὣς εἴην ἀθάνατος καί ἀγήρως ἤματα πάντα, τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καί Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακόν φέρει Ἀργείοισιν.
60Homerus, Ilias, 9, 538; 4 (auctor fl.700BC)
ὄφρα μέν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, τόφρα δέ Κουρήτεσσι κακῶς ἦν, οὐδέ δύναντο τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· ἀλλ' ὅτε δή Μελέαγρον ἔδυ χόλος, ὅς τε καί ἄλλων οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, ἤτοι ὃ μητρί φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ κεῖτο παρά μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης Ἴδεώ θ', ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, τήν δέ τότ' ἐν μεγάροισι πατήρ καί πότνια μήτηρ Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ' ἄρ' αὐτῆς μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων ἐξ ἀρέων μητρός κεχολωμένος, ἥ ῥα θεοῖσι πόλλ' ἀχέουσ' ἠρᾶτο κασιγνήτοιο φόνοιο, πολλά δέ καί γαῖαν πολυφόρβην χερσίν ἀλοία κικλήσκουσ' Ἀΐδην καί ἐπαινήν Περσεφόνειαν πρόχνυ καθεζομένη, δεύοντο δέ δάκρυσι κόλποι, παιδί δόμεν θάνατον· τῆς δ' ἠεροφοῖτις Ἐρινύς ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
61Homerus, Ilias, 10, 503; 4 (auctor fl.700BC)
οὐδ' ἀλαοσκοπιήν εἶχ' ἀργυρότοξος Ἀπόλλων ὡς ἴδ' Ἀθηναίην μετά Τυδέος υἱόν ἕπουσαν· τῇ κοτέων Τρώων κατεδύσετο πουλύν ὅμιλον, ὦρσεν δέ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα Ῥήσου ἀνεψιόν ἐσθλόν· ὃ δ' ἐξ ὕπνου ἀνορούσας ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ' ἕστασαν ὠκέες ἵπποι, ἄνδράς τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, ᾤμωξέν τ' ἄρ' ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον.
62Homerus, Ilias, 11, 336; 6 (auctor fl.700BC)
ἦ ῥα, καί ἀμπεπαλών προΐει δολιχόσκιον ἔγχος καί βάλεν, οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, ἄκρην κάκ κόρυθα· πλάγχθη δ' ἀπό χαλκόφι χαλκός, οὐδ' ἵκετο χρόα καλόν· ἐρύκακε γάρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
63Homerus, Ilias, 11, 336; 9 (auctor fl.700BC)
δουρί δ' ἐπαΐσσων προσέφη κρατερός Διομήδης· ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων ᾧ μέλλεις εὔχεσθαι ἰών ἐς δοῦπον ἀκόντων.
64Homerus, Ilias, 12, 1; 3 (auctor fl.700BC)
αὐτάρ ἐπεί κατά μέν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοί δ' Ἀργείων οἳ μέν δάμεν, οἳ δέ λίποντο, πέρθετο δέ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, Ἀργεῖοι δ' ἐν νηυσί φίλην ἐς πατρίδ' ἔβησαν, δή τότε μητιόωντο Ποσειδάων καί Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
65Homerus, Ilias, 12, 1; 4 (auctor fl.700BC)
ὅσσοι ἀπ' Ἰδαίων ὀρέων ἅλα δέ προρέουσι, Ῥῆσός θ' Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καί Αἴσηπος δῖός τε Σκάμανδρος καί Σιμόεις, ὅθι πολλά βοάγρια καί τρυφάλειαι κάππεσον ἐν κονίῃσι καί ἡμιθέων γένος ἀνδρῶν· τῶν πάντων ὁμόσε στόματ' ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον· ὗε δ' ἄρα Ζεύς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
66Homerus, Ilias, 12, 34; 1 (auctor fl.700BC)
ὣς ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καί Ἀπόλλων θησέμεναι· τότε δ' ἀμφί μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δέ δούρατα πύργων βαλλόμεν'· Ἀργεῖοι δέ Διός μάστιγι δαμέντες νηυσίν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερόν μήστωρα φόβοιο· αὐτάρ ὅ γ' ὡς τό πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· ὡς δ' ὅτ' ἂν ἔν τε κύνεσσι καί ἀνδράσι θηρευτῇσι κάπριος ἠέ λέων στρέφεται σθένεϊ βλεμεαίνων· οἳ δέ τε πυργηδόν σφέας αὐτούς ἀρτύναντες ἀντίον ἵστανται καί ἀκοντίζουσι θαμειάς αἰχμάς ἐκ χειρῶν· τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδέ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· ὅππῃ τ' ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰών ἐλλίσσεθ' ἑταίρους τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δέ χρεμέτιζον ἐπ' ἄκρῳ χείλει ἐφεσταότες· ἀπό γάρ δειδίσσετο τάφρος εὐρεῖ', οὔτ' ἄρ' ὑπερθορέειν σχεδόν οὔτε περῆσαι ῥηϊδίη· κρημνοί γάρ ἐπηρεφέες περί πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δέ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τούς ἵστασαν υἷες Ἀχαιῶν πυκνούς καί μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
67Homerus, Ilias, 13, 821; 1 (auctor fl.700BC)
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιός ὄρνις αἰετός ὑψιπέτης· ἐπί δ' ἴαχε λαός Ἀχαιῶν θάρσυνος οἰωνῷ· ὃ δ' ἀμείβετο φαίδιμος Ἕκτωρ· Αἶαν ἁμαρτοεπές βουγάϊε ποῖον ἔειπες· εἰ γάρ ἐγών οὕτω γε Διός πάϊς αἰγιόχοιο εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καί Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακόν φέρει Ἀργείοισι πᾶσι μάλ', ἐν δέ σύ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς μεῖναι ἐμόν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα δάψει· ἀτάρ Τρώων κορέεις κύνας ἠδ' οἰωνούς δημῷ καί σάρκεσσι πεσών ἐπί νηυσίν Ἀχαιῶν.
68Homerus, Ilias, 15, 34; 4 (auctor fl.700BC)
ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καί ἀτρεκέως ἀγορεύεις, ἔρχεο νῦν μετά φῦλα θεῶν, καί δεῦρο κάλεσσον Ἶρίν τ' ἐλθέμεναι καί Ἀπόλλωνα κλυτότοξον, ὄφρ' ἣ μέν μετά λαόν Ἀχαιῶν χαλκοχιτώνων ἔλθῃ, καί εἴπῃσι Ποσειδάωνι ἄνακτι παυσάμενον πολέμοιο τά ἃ πρός δώμαθ' ἱκέσθαι, Ἕκτορα δ' ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων αἳ νῦν μιν τείρουσι κατά φρένας, αὐτάρ Ἀχαιούς αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, φεύγοντες δ' ἐν νηυσί πολυκλήϊσι πέσωσι Πηλεΐδεω Ἀχιλῆος· ὃ δ' ἀνστήσει ὃν ἑταῖρον Πάτροκλον· τόν δέ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ἰλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηούς τούς ἄλλους, μετά δ' υἱόν ἐμόν Σαρπηδόνα δῖον.
69Homerus, Ilias, 15, 220; 5 (auctor fl.700BC)
ὣς ἔφατ', οὐδ' ἄρα πατρός ἀνηκούστησεν Ἀπόλλων, βῆ δέ κατ' Ἰδαίων ὀρέων ἴρηκι ἐοικώς ὠκέϊ φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν.
70Homerus, Ilias, 15, 220; 7 (auctor fl.700BC)
ἀγχοῦ δ' ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· Ἕκτορ υἱέ Πριάμοιο, τί ἢ δέ σύ νόσφιν ἀπ' ἄλλων ἧσ' ὀλιγηπελέων· ἦ πού τί σε κῆδος ἱκάνει· τόν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· τίς δέ σύ ἐσσι φέριστε θεῶν ὅς μ' εἴρεαι ἄντην· οὐκ ἀΐεις ὅ με νηυσίν ἔπι πρυμνῇσιν Ἀχαιῶν οὓς ἑτάρους ὀλέκοντα βοήν ἀγαθός βάλεν Αἴας χερμαδίῳ πρός στῆθος, ἔπαυσε δέ θούριδος ἀλκῆς· καί δή ἔγωγ' ἐφάμην νέκυας καί δῶμ' Ἀΐδαο ἤματι τῷδ' ἵξεσθαι, ἐπεί φίλον ἄϊον ἦτορ.
71Homerus, Ilias, 15, 253; 1 (auctor fl.700BC)
τόν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων ἐξ Ἴδης προέηκε παρεστάμεναι καί ἀμύνειν Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ ῥύομ', ὁμῶς αὐτόν τε καί αἰπεινόν πτολίεθρον.
72Homerus, Ilias, 15, 281; 7 (auctor fl.700BC)
Τρῶες δέ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ' Ἕκτωρ μακρά βιβάς· πρόσθεν δέ κί' αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ' αἰγίδα θοῦριν δεινήν ἀμφιδάσειαν ἀριπρεπέ', ἣν ἄρα χαλκεύς Ἥφαιστος Διί δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· τήν ἄρ' ὅ γ' ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
73Homerus, Ilias, 15, 312; 2 (auctor fl.700BC)
ὄφρα μέν αἰγίδα χερσίν ἔχ' ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δέ λαός.
74Homerus, Ilias, 15, 312; 4 (auctor fl.700BC)
οἳ δ' ὥς τ' ἠέ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν θῆρε δύω κλονέωσι μελαίνης νυκτός ἀμολγῷ ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντος, ὣς ἐφόβηθεν Ἀχαιοί ἀνάλκιδες· ἐν γάρ Ἀπόλλων ἧκε φόβον, Τρωσίν δέ καί Ἕκτορι κῦδος ὄπαζεν.
75Homerus, Ilias, 15, 343; 3 (auctor fl.700BC)
ὣς εἰπών μάστιγι κατωμαδόν ἤλασεν ἵππους κεκλόμενος Τρώεσσι κατά στίχας· οἳ δέ σύν αὐτῷ πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους ἠχῇ θεσπεσίῃ· προπάροιθε δέ Φοῖβος Ἀπόλλων ῥεῖ' ὄχθας καπέτοιο βαθείης ποσσίν ἐρείπων ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δέ κέλευθον μακρήν ἠδ' εὐρεῖαν, ὅσον τ' ἐπί δουρός ἐρωή γίγνεται, ὁππότ' ἀνήρ σθένεος πειρώμενος ᾗσι.
76Homerus, Ilias, 15, 343; 4 (auctor fl.700BC)
τῇ ῥ' οἵ γε προχέοντο φαλαγγηδόν, πρό δ' Ἀπόλλων αἰγίδ' ἔχων ἐρίτιμον· ἔρειπε δέ τεῖχος Ἀχαιῶν ῥεῖα μάλ', ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, ὅς τ' ἐπεί οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ἂψ αὖτις συνέχευε ποσίν καί χερσίν ἀθύρων.
77Homerus, Ilias, 15, 405; 10 (auctor fl.700BC)
ποῦ νύ τοι ἰοί ὠκύμοροι καί τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων·
78Homerus, Ilias, 15, 514; 3 (auctor fl.700BC)
τῷ δέ Μέγης ἐπόρουσεν ἰδών· ὃ δ' ὕπαιθα λιάσθη Πουλυδάμας· καί τοῦ μέν ἀπήμβροτεν· οὐ γάρ Ἀπόλλων εἴα Πάνθου υἱόν ἐνί προμάχοισι δαμῆναι· αὐτάρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
79Homerus, Ilias, 16, 74; 4 (auctor fl.700BC)
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, μή σύ γ' ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν Τρωσί φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις· μή δ' ἐπαγαλλόμενος πολέμῳ καί δηϊοτῆτι Τρῶας ἐναιρόμενος προτί Ἴλιον ἡγεμονεύειν, μή τις ἀπ' Οὐλύμποιο θεῶν αἰειγενετάων ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων· ἀλλά πάλιν τρωπᾶσθαι, ἐπήν φάος ἐν νήεσσι θήῃς, τούς δ' ἔτ' ἐᾶν πεδίον κάτα δηριάασθαι.
80Homerus, Ilias, 16, 508; 7 (auctor fl.700BC)
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.
81Homerus, Ilias, 16, 659; 4 (auctor fl.700BC)
ὣς ἔφατ', οὐδ' ἄρα πατρός ἀνηκούστησεν Ἀπόλλων.
82Homerus, Ilias, 16, 698; 1 (auctor fl.700BC)
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν Πατρόκλου ὑπό χερσί, περί πρό γάρ ἔγχεϊ θῦεν, εἰ μή Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπί πύργου ἔστη τῷ ὀλοά φρονέων, Τρώεσσι δ' ἀρήγων.
83Homerus, Ilias, 16, 698; 2 (auctor fl.700BC)
τρίς μέν ἐπ' ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο Πάτροκλος, τρίς δ' αὐτόν ἀπεστυφέλιξεν Ἀπόλλων χείρεσσ' ἀθανάτῃσι φαεινήν ἀσπίδα νύσσων.
84Homerus, Ilias, 16, 698; 6 (auctor fl.700BC)
ταῦτ' ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο αὐτοκασίγνητος Ἑκάβης, υἱός δέ Δύμαντος, ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· τῷ μιν ἐεισάμενος προσέφη Διός υἱός Ἀπόλλων· Ἕκτορ τίπτε μάχης ἀποπαύεαι· οὐδέ τί σε χρή.
85Homerus, Ilias, 16, 698; 8 (auctor fl.700BC)
ἀλλ' ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
86Homerus, Ilias, 16, 726; 2 (auctor fl.700BC)
αὐτάρ Ἀπόλλων δύσεθ' ὅμιλον ἰών, ἐν δέ κλόνον Ἀργείοισιν ἧκε κακόν, Τρωσίν δέ καί Ἕκτορι κῦδος ὄπαζεν.
87Homerus, Ilias, 16, 777; 5 (auctor fl.700BC)
τοῦ δ' ἀπό μέν κρατός κυνέην βάλε Φοῖβος Ἀπόλλων· ἣ δέ κυλινδομένη καναχήν ἔχε ποσσίν ὑφ' ἵππων αὐλῶπις τρυφάλεια, μιάνθησαν δέ ἔθειραι αἵματι καί κονίῃσι· πάρος γε μέν οὐ θέμις ἦεν ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, ἀλλ' ἀνδρός θείοιο κάρη χαρίεν τε μέτωπον ῥύετ' Ἀχιλλῆος· τότε δέ Ζεύς Ἕκτορι δῶκεν ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
88Homerus, Ilias, 16, 777; 7 (auctor fl.700BC)
λῦσε δέ οἱ θώρηκα ἄναξ Διός υἱός Ἀπόλλων.
89Homerus, Ilias, 16, 818; 4 (auctor fl.700BC)
τόν δ' ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ· ἤδη νῦν Ἕκτορ μεγάλ' εὔχεο· σοί γάρ ἔδωκε νίκην Ζεύς Κρονίδης καί Ἀπόλλων, οἵ με δάμασσαν ῥηιδίως· αὐτοί γάρ ἀπ' ὤμων τεύχε' ἕλοντο.
90Homerus, Ilias, 17, 44; 5 (auctor fl.700BC)
ἔνθά κε ῥεῖα φέροι κλυτά τεύχεα Πανθοΐδαο Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ Ἕκτορ' ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν σύ μέν ὧδε θέεις ἀκίχητα διώκων ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ' ἀλεγεινοί ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τόν ἀθανάτη τέκε μήτηρ.
91Homerus, Ilias, 17, 106; 4 (auctor fl.700BC)
τόν δέ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερά πάσης θαρσύνονθ' ἑτάρους καί ἐποτρύνοντα μάχεσθαι· θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· βῆ δέ θέειν, εἶθαρ δέ παριστάμενος ἔπος ηὔδα.
92Homerus, Ilias, 17, 319; 1 (auctor fl.700BC)
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, Ἀργεῖοι δέ κε κῦδος ἕλον καί ὑπέρ Διός αἶσαν κάρτεϊ καί σθένεϊ σφετέρῳ· ἀλλ' αὐτός Ἀπόλλων Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικώς κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρά πατρί γέροντι κηρύσσων γήρασκε φίλα φρεσί μήδεα εἰδώς· τῷ μιν ἐεισάμενος προσέφη Διός υἱός Ἀπόλλων· Αἰνεία πῶς ἂν καί ὑπέρ θεόν εἰρύσσαισθε Ἴλιον αἰπεινήν· ὡς δή ἴδον ἀνέρας ἄλλους κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε πλήθεΐ τε σφετέρῳ καί ὑπερδέα δῆμον ἔχοντας· ἡμῖν δέ Ζεύς μέν πολύ βούλεται ἢ Δαναοῖσι νίκην· ἀλλ' αὐτοί τρεῖτ' ἄσπετον οὐδέ μάχεσθε.
93Homerus, Ilias, 17, 567; 4 (auctor fl.700BC)
Ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· Ἕκτορ τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν· οἷον δή Μενέλαον ὑπέτρεσας, ὃς τό πάρος γε μαλθακός αἰχμητής· νῦν δ' οἴχεται οἶος ἀείρας νεκρόν ὑπ' ἐκ Τρώων, σόν δ' ἔκτανε πιστόν ἑταῖρον ἐσθλόν ἐνί προμάχοισι Ποδῆν υἱόν Ἠετίωνος.
94Homerus, Ilias, 18, 428; 7 (auctor fl.700BC)
πᾶν δ' ἦμαρ μάρναντο περί Σκαιῇσι πύλῃσι· καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μή Ἀπόλλων πολλά κακά ῥέξαντα Μενοιτίου ἄλκιμον υἱόν ἔκταν' ἐνί προμάχοισι καί Ἕκτορι κῦδος ἔδωκε.
95Homerus, Ilias, 20, 54; 4 (auctor fl.700BC)
ἤτοι μέν γάρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατ' Ἀπόλλων Φοῖβος ἔχων ἰά πτερόεντα, ἄντα δ' Ἐνυαλίοιο θεά γλαυκῶπις Ἀθήνη· Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινή Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ἄντα δ' ἄρ' Ἡφαίστοιο μέγας ποταμός βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δέ Σκάμανδρον.
96Homerus, Ilias, 20, 54; 6 (auctor fl.700BC)
Αἰνείαν δ' ἰθύς λαοσσόος ὦρσεν Ἀπόλλων ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· υἱέϊ δέ Πριάμοιο Λυκάονι εἴσατο φωνήν· τῷ μιν ἐεισάμενος προσέφη Διός υἱός Ἀπόλλων· Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαί ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν·
97Homerus, Ilias, 20, 86; 6 (auctor fl.700BC)
τόν δ' αὖτε προσέειπεν ἄναξ Διός υἱός Ἀπόλλων· ἥρως ἀλλ' ἄγε καί σύ θεοῖς αἰειγενέτῃσιν εὔχεο· καί δέ σέ φασι Διός κούρης Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δέ χερείονος ἐκ θεοῦ ἐστίν· ἣ μέν γάρ Διός ἐσθ', ἣ δ' ἐξ ἁλίοιο γέροντος.
98Homerus, Ilias, 20, 110; 3 (auctor fl.700BC)
Αἰνείας ὅδ' ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ ἀντία Πηλεΐωνος, ἀνῆκε δέ Φοῖβος Ἀπόλλων.
99Homerus, Ilias, 20, 110; 9 (auctor fl.700BC)
εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, ἢ Ἀχιλῆ' ἴσχωσι καί οὐκ εἰῶσι μάχεσθαι, αὐτίκ' ἔπειτα καί ἄμμι παρ' αὐτόθι νεῖκος ὀρεῖται φυλόπιδος· μάλα δ' ὦκα διακρινθέντας ὀΐω ἂψ ἴμεν Οὔλυμπον δέ θεῶν μεθ' ὁμήγυριν ἄλλων ἡμετέρῃς ὑπό χερσίν ἀναγκαίηφι δαμέντας.
100Homerus, Ilias, 20, 373; 2 (auctor fl.700BC)
καί τότ' ἄρ' Ἕκτορα εἶπε παραστάς Φοῖβος Ἀπόλλων· Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, ἀλλά κατά πληθύν τε καί ἐκ φλοίσβοιο δέδεξο, μή πώς σ' ἠέ βάλῃ ἠέ σχεδόν ἄορι τύψῃ.
101Homerus, Ilias, 20, 419; 7 (auctor fl.700BC)
αὐτάρ Ἀχιλλεύς ἐμμεμαώς ἐπόρουσε κατακτάμεναι μενεαίνων, σμερδαλέα ἰάχων· τόν δ' ἐξήρπαξεν Ἀπόλλων ῥεῖα μάλ' ὥς τε θεός, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ.
102Homerus, Ilias, 20, 419; 9 (auctor fl.700BC)
ἀλλ' ὅτε δή τό τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινά δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων, ᾧ μέλλεις εὔχεσθαι ἰών ἐς δοῦπον ἀκόντων.
103Homerus, Ilias, 21, 434; 9 (auctor fl.700BC)
τοῦ δή νῦν λαοῖσι φέρεις χάριν, οὐδέ μεθ' ἡμέων πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σύν παισί καί αἰδοίῃς ἀλόχοισι τόν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ἐννοσίγαι' οὐκ ἄν με σαόφρονα μυθήσαιο ἔμμεναι, εἰ δή σοί γε βροτῶν ἕνεκα πτολεμίξω δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπόν ἔδοντες, ἄλλοτε δέ φθινύθουσιν ἀκήριοι.
104Homerus, Ilias, 21, 468; 3 (auctor fl.700BC)
ὣς φάτο, τήν δ' οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, ἀλλά χολωσαμένη Διός αἰδοίη παράκοιτις νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· πῶς δέ σύ νῦν μέμονας κύον ἀδεές ἀντί' ἐμεῖο στήσεσθαι· χαλεπή τοι ἐγώ μένος ἀντιφέρεσθαι τοξοφόρῳ περ ἐούσῃ, ἐπεί σέ λέοντα γυναιξί Ζεύς θῆκεν, καί ἔδωκε κατακτάμεν ἥν κ' ἐθέλῃσθα.
105Homerus, Ilias, 21, 502; 3 (auctor fl.700BC)
ὣς οἳ μέν τοιαῦτα πρός ἀλλήλους ἀγόρευον· αὐτάρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος μή Δαναοί πέρσειαν ὑπέρ μόρον ἤματι κείνῳ.
106Homerus, Ilias, 21, 537; 1 (auctor fl.700BC)
ὣς ἔφαθ', οἳ δ' ἄνεσάν τε πύλας καί ἀπῶσαν ὀχῆας· αἳ δέ πετασθεῖσαι τεῦξαν φάος· αὐτάρ Ἀπόλλων ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγόν ἀλάλκοι.
107Homerus, Ilias, 21, 537; 3 (auctor fl.700BC)
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, εἰ μή Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε φῶτ' Ἀντήνορος υἱόν ἀμύμονά τε κρατερόν τε.
108Homerus, Ilias, 21, 571; 7 (auctor fl.700BC)
Πηλεΐδης δ' ὁρμήσατ' Ἀγήνορος ἀντιθέοιο δεύτερος· οὐδ' ἔτ' ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ' ἄρ' ἠέρι πολλῇ, ἡσύχιον δ' ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
109Homerus, Ilias, 21, 571; 8 (auctor fl.700BC)
αὐτάρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· αὐτῷ γάρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικώς ἔστη πρόσθε ποδῶν, ὃ δ' ἐπέσσυτο ποσσί διώκειν· εἷος ὃ τόν πεδίοιο διώκετο πυροφόροιο τρέψας πάρ ποταμόν βαθυδινήεντα Σκάμανδρον τυτθόν ὑπεκπροθέοντα· δόλῳ δ' ἄρ' ἔθελγεν Ἀπόλλων ὡς αἰεί ἔλποιτο κιχήσεσθαι ποσίν οἷσι· τόφρ' ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ἀσπάσιοι προτί ἄστυ, πόλις δ' ἔμπλητο ἀλέντων.
110Homerus, Ilias, 22, 1; 3 (auctor fl.700BC)
αὐτάρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· τίπτέ με Πηλέος υἱέ ποσίν ταχέεσσι διώκεις αὐτός θνητός ἐών θεόν ἄμβροτον· οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι, σύ δ' ἀσπερχές μενεαίνεις.
111Homerus, Ilias, 22, 177; 8 (auctor fl.700BC)
πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, εἰ μή οἱ πύματόν τε καί ὕστατον ἤντετ' Ἀπόλλων ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα· λαοῖσιν δ' ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, οὐδ' ἔα ἱέμεναι ἐπί Ἕκτορι πικρά βέλεμνα, μή τις κῦδος ἄροιτο βαλών, ὃ δέ δεύτερος ἔλθοι.
112Homerus, Ilias, 22, 177; 9 (auctor fl.700BC)
ἀλλ' ὅτε δή τό τέταρτον ἐπί κρουνούς ἀφίκοντο, καί τότε δή χρύσεια πατήρ ἐτίταινε τάλαντα, ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τήν μέν Ἀχιλλῆος, τήν δ' Ἕκτορος ἱπποδάμοιο, ἕλκε δέ μέσσα λαβών· ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δ' εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
113Homerus, Ilias, 22, 177; 11 (auctor fl.700BC)
οὔ οἱ νῦν ἔτι γ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι, οὐδ' εἴ κεν μάλα πολλά πάθοι ἑκάεργος Ἀπόλλων προπροκυλινδόμενος πατρός Διός αἰγιόχοιο.
114Homerus, Ilias, 22, 337; 4 (auctor fl.700BC)
φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι ἤματι τῷ ὅτε κέν σε Πάρις καί Φοῖβος Ἀπόλλων ἐσθλόν ἐόντ' ὀλέσωσιν ἐνί Σκαιῇσι πύλῃσιν.
115Homerus, Ilias, 23, 161; 7 (auctor fl.700BC)
τῷ δ' ἐπί κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων οὐρανόθεν πεδίον δέ, κάλυψε δέ χῶρον ἅπαντα ὅσσον ἐπεῖχε νέκυς, μή πρίν μένος ἠελίοιο σκήλει' ἀμφί περί χρόα ἴνεσιν ἠδέ μέλεσσιν.
116Homerus, Ilias, 23, 287; 2 (auctor fl.700BC)
ὦρτο πολύ πρῶτος μέν ἄναξ ἀνδρῶν Εὔμηλος Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· τῷ δ' ἐπί Τυδεΐδης ὦρτο κρατερός Διομήδης, ἵππους δέ Τρῳούς ὕπαγε ζυγόν, οὕς ποτ' ἀπηύρα Αἰνείαν, ἀτάρ αὐτόν ὑπεξεσάωσεν Ἀπόλλων.
117Homerus, Ilias, 23, 351; 8 (auctor fl.700BC)
καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν, εἰ μή Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
118Homerus, Ilias, 23, 388; 1 (auctor fl.700BC)
οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων Τυδεΐδην, μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν, δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνῆκεν· ἣ δέ μετ' Ἀδμήτου υἱόν κοτέουσ' ἐβεβήκει, ἵππειον δέ οἱ ἦξε θεά ζυγόν· αἳ δέ οἱ ἵπποι ἀμφίς ὁδοῦ δραμέτην, ῥυμός δ' ἐπί γαῖαν ἐλύσθη.
119Homerus, Ilias, 23, 624; 12 (auctor fl.700BC)
στῆ δ' ὀρθός καί μῦθον ἐν Ἀργείοισιν ἔειπεν· Ἀτρεΐδη τε καί ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί ἄνδρε δύω περί τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, πύξ μάλ' ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ' Ἀπόλλων δώῃ καμμονίην, γνώωσι δέ πάντες Ἀχαιοί, ἡμίονον ταλαεργόν ἄγων κλισίην δέ νεέσθω· αὐτάρ ὃ νικηθείς δέπας οἴσεται ἀμφικύπελλον.
120Homerus, Ilias, 23, 859; 3 (auctor fl.700BC)
ὄρνιθος μέν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ' Ἀπόλλων· αὐτάρ ὃ μήρινθον βάλε πάρ πόδα, τῇ δέδετ' ὄρνις· ἀντικρύ δ' ἀπό μήρινθον τάμε πικρός ὀϊστός.
121Homerus, Ilias, 24, 1; 3 (auctor fl.700BC)
ἀλλ' ὅ γ' ἐπεί ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους, Ἕκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, τρίς δ' ἐρύσας περί σῆμα Μενοιτιάδαο θανόντος αὖτις ἐνί κλισίῃ παυέσκετο, τόν δέ τ' ἔασκεν ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ' Ἀπόλλων πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ' ἐλεαίρων καί τεθνηότα περ· περί δ' αἰγίδι πάντα κάλυπτε χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
122Homerus, Ilias, 24, 22; 3 (auctor fl.700BC)
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς, καί τότ' ἄρ' ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ' ὑμῖν Ἕκτωρ μηρί' ἔκηε βοῶν αἰγῶν τε τελείων· τόν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι ᾗ τ' ἀλόχῳ ἰδέειν καί μητέρι καί τέκεϊ ᾧ καί πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα ἐν πυρί κήαιεν καί ἐπί κτέρεα κτερίσαιεν.
123Homerus, Ilias, 24, 596; 3 (auctor fl.700BC)
τούς μέν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο χωόμενος Νιόβῃ, τάς δ' Ἄρτεμις ἰοχέαιρα, οὕνεκ' ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· φῆ δοιώ τεκέειν, ἣ δ' αὐτή γείνατο πολλούς· τώ δ' ἄρα καί δοιώ περ ἐόντ' ἀπό πάντας ὄλεσσαν.
124Homerus, Ilias, 24, 746; 4 (auctor fl.700BC)
νῦν δέ μοι ἑρσήεις καί πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τ' ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
125Homerus, Odyssea, 3, 276; 1 (auctor fl.700BC)
" ἡμεῖς μέν γάρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, Ἀτρεΐδης καί ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν· ἀλλ' ὅτε Σούνιον ἱρόν ἀφικόμεθ', ἄκρον Ἀθηνέων, ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, πηδάλιον μετά χερσί θεούσης νηός ἔχοντα, Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ' ἀνθρώπων νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
126Homerus, Odyssea, 7, 37; 8 (auctor fl.700BC)
τόν μέν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος Ἀπόλλων νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα Ἀρήτην· τήν δ' Ἀλκίνοος ποιήσατ' ἄκοιτιν, καί μιν ἔτισ', ὡς οὔ τις ἐπί χθονί τίεται ἄλλη, ὅσσαι νῦν γε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν.
127Homerus, Odyssea, 8, 46; 11 (auctor fl.700BC)
ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ' ὑπέρβη λάινον οὐδόν χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχή Τρωσί τε καί Δαναοῖσι Διός μεγάλου διά βουλάς.
128Homerus, Odyssea, 8, 199; 11 (auctor fl.700BC)
τῷ ῥα καί αἶψ' ἔθανεν μέγας Εὔρυτος, οὐδ' ἐπί γῆρας ἵκετ' ἐνί μεγάροισι· χολωσάμενος γάρ Ἀπόλλων ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
129Homerus, Odyssea, 8, 295; 9 (auctor fl.700BC)
" ὣς ἔφαθ', οἱ δ' ἀγέροντο θεοί ποτί χαλκοβατές δῶ· ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ' ἐριούνης Ἑρμείας, ἦλθεν δέ ἄναξ ἑκάεργος Ἀπόλλων.
130Homerus, Odyssea, 8, 295; 13 (auctor fl.700BC)
" ὣς οἱ μέν τοιαῦτα πρός ἀλλήλους ἀγόρευον· Ἑρμῆν δέ προσέειπεν ἄναξ Διός υἱός Ἀπόλλων· " Ἑρμεία, Διός υἱέ, διάκτορε, δῶτορ ἑάων, ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθείς εὕδειν ἐν λέκτροισι παρά χρυσέῃ Ἀφροδίτῃ· " τόν δ' ἠμείβετ' ἔπειτα διάκτορος ἀργεϊφόντης· " αἲ γάρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ' Ἄπολλον· δεσμοί μέν τρίς τόσσοι ἀπείρονες ἀμφίς ἔχοιεν, ὑμεῖς δ' εἰσορόῳτε θεοί πᾶσαί τε θέαιναι, αὐτάρ ἐγών εὕδοιμι παρά χρυσέῃ Ἀφροδίτῃ.
131Homerus, Odyssea, 8, 469; 7 (auctor fl.700BC)
ἢ σέ γε μοῦσ' ἐδίδαξε, Διός πάϊς, ἢ σέ γ' Ἀπόλλων· λίην γάρ κατά κόσμον Ἀχαιῶν οἶτον ἀείδεις, ὅσσ' ἔρξαν τ' ἔπαθόν τε καί ὅσσ' ἐμόγησαν Ἀχαιοί, ὥς τέ που ἢ αὐτός παρεών ἢ ἄλλου ἀκούσας.
132Homerus, Odyssea, 15, 222; 5 (auctor fl.700BC)
Ἀντιφάτης μέν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, αὐτάρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, ὃν περί κῆρι φίλει Ζεύς τ' αἰγίοχος καί Ἀπόλλων παντοίην φιλότητ'· οὐδ' ἵκετο γήραος οὐδόν, ἀλλ' ὄλετ' ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
133Homerus, Odyssea, 15, 222; 7 (auctor fl.700BC)
Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· ἀλλ' ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠώς κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη· αὐτάρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχ' ἄριστον, ἐπεί θάνεν Ἀμφιάραος· ὅς ῥ' Ὑπερησίηνδ' ἀπενάσσατο πατρί χολωθείς, ἔνθ' ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
134Homerus, Odyssea, 15, 380; 9 (auctor fl.700BC)
πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη νοῦσος ἐπί στυγερή πέλεται δειλοῖσι βροτοῖσιν· ἀλλ' ὅτε γηράσκωσι πόλιν κάτα φῦλ' ἀνθρώπων, ἐλθών ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
135Homerus, Odyssea, 17, 247; 2 (auctor fl.700BC)
αἲ γάρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπό μνηστῆρσι δαμείη, ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
136Homerus, Odyssea, 17, 462; 10 (auctor fl.700BC)
τοῦ δ' ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια βλημένου ἐν μεγάρῳ, μετ' ἄρα δμῳῇσιν ἔειπεν· " αἴθ' οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
137Homerus, Odyssea, 21, 311; 6 (auctor fl.700BC)
ὧδε γάρ ἐξερέω, τό δέ καί τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δ' ὀξύν ἄκοντα, κυνῶν ἀλκτῆρα καί ἀνδρῶν, καί ξίφος ἄμφηκες· δώσω δ' ὑπό ποσσί πέδιλα, πέμψω δ' ὅππη μιν κραδίη θυμός τε κελεύει.
138Homerus, Odyssea, 21, 354; 3 (auctor fl.700BC)
αὐτάρ ὁ τόξα λαβών φέρε καμπύλα δῖος ὑφορβός· μνηστῆρες δ' ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· " πῆ δή καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα, πλαγκτέ· τάχ' αὖ σ' ἐφ' ὕεσσι κύνες ταχέες κατέδονται οἶον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων ἡμῖν ἱλήκῃσι καί ἀθάνατοι θεοί ἄλλοι.
139Homerus, Odyssea, 22, 1; 1 (auctor fl.700BC)
αὐτάρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, ἆλτο δ' ἐπί μέγαν οὐδόν, ἔχων βιόν ἠδέ φαρέτρην ἰῶν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀϊστούς αὐτοῦ πρόσθε ποδῶν, μετά δέ μνηστῆρσιν ἔειπεν· " οὗτος μέν δή ἄεθλος ἀάατος ἐκτετέλεσται· νῦν αὖτε σκοπόν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ, εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
140Macrobius Theodosius, Saturnalia, p1, 17; 16 (auctor c.420)
Alii cognominatum Apollinem putant ὡς ἀπολλύντα τὰ ζῶα, exanimat enim et perimit animantes cum pestem intemperie caloris immittit, ut Euripides in Phaethonte, ὦ χρυσοφεγγὲς ἥλι᾽, ὡς μ᾽ ἀπώλεσας, ὅθεν σ᾽ Ἀπόλλων ἐμφανῶς κλῄζει βροτός, item Archilochus, ἄναξ Ἄπολλον, καὶ σὺ τοὺς μὲν αἰτίους σήμαινε καὶ σφας ὄλλυ᾽ ὥσπερ ὀλλύεις.
141Macrobius Theodosius, Saturnalia, p1, 17; 79 (auctor c.420)
Vnde non unius generis sed omnium pecorum pastor canitur ut apud Homerum Neptuno dicente Φοῖβε, σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες, atque idem apud eundem poetam equarum pastor significatur, ut ait, τὰς ἐν Φηρίῃ θρέψ᾽ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
142Macrobius Theodosius, Saturnalia, p1, 17; 86 (auctor c.420)
Item Ἀπόλλων Κιλλαῖος, ὅτι τὰς κινήσεις λαιὰς ποιεῖ, semper nobis ab austro currens.
143Macrobius Theodosius, Saturnalia, p1, 17; 87 (auctor c.420)
Θυμβραῖος Ἀπόλλων ὁ τοὺς ὄμβρους θείς, quod est deus imbricitor; Ἀπόλλων Φιλήσιος, quod lumen eius exoriens amabile amicissima veneratione consalutamus.
144Macrobius Theodosius, Saturnalia, p1, 17; 88 (auctor c.420)
Ἀπόλλων Πύθιος οὐκ ἀπὸ τῆς πεύσεως, id est non a consultatione oraculorum dictus a physicis aestimatur, sed ἀπὸ τοῦ πύθειν, id est σήπειν, quod numquam sine vi caloris efficitur.
145Macrobius Theodosius, Saturnalia, p1, 18; 9 (auctor c.420)
Ad eandem sententiam Aeschylus, ὁ κισσεὺς Ἀπόλλων ὁ Βακχεῖος ὁ μάντις.
146Macrobius Theodosius, Saturnalia, p6, 14; 14 (auctor c.420)
Item ne ignoraremus quo duce classis Graecorum ignotum sibi Troiae litus invenerit, cum de Calchante quaereretur, ait: καὶ νήεσσ᾽ ἡγήσατ᾽ Ἀχαιῶν Ἴλιον εἴσω ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων, et ipse Calchas narrat omen quod Graecis navigantibus de serpente passerum populatore contigerit, ex quo denuntiatum est exercitum annos decem in hostico futurum.
147Plato, Convivium, p1, 197; 1 (auctor c.425BC-347BC)
μὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα· ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δ' ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός· τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος, ὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων υνκνοων .
148Plato, Euthydemus, p1, 302; 8 (auctor c.425BC-347BC)
εἶτα τοῖς ἄλλοις, ἔφη, Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος· οὐκ ἔστιν, ἦν δ' ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθ' ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθ' ἡμῖν, ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν· Ζεὺς δ' ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.
149Plato, Euthydemus, p1, 302; 9 (auctor c.425BC-347BC)
ἀλλ' ἀρκεῖ γ', ἔφη ὁ Διονυσόδωρος· ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ.
150Servius, Commentarius in Vergilii Aeneidos libros, p12, 603; 1 (auctor fl.c.400)
TARCHO ET TYRRHENI Tarco Latinus nominativus est de Graeco veniens, ab eo quod est Tarchon, perdito ‘n’ et ‘ω’ in ‘o’ mutata, ut Apollo Ἀπόλλων: aliter versus non stat.
151Servius, In Vergilii Aeneide comentarii, 8, 603; 1 (auctor fl.c.400)
Tarcho et Tyrrheni Tarcho, sic legitur, et Latinus nominativus est de Graeco veniens, ab eo quod est Tarchon, perdito 'n' et ' ω ' in ' ο ' mutata, ut Apollo Ἀπόλλων : aliter versus non stat.