'ένωσις' - search in All Authors, Showing 1 to 30 of 30 hits

1Agatho papa, Epistolae, 87, 1183D
Τοῦτο αὐτὸ καὶ ἡ ἁγία σύνοδος ἡ ἐπὶ τοῦ τῆς σεβασμίας μνήμης Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ, τῶν ὅρων κηρύττει· Εἴ τις ἐν δύο φύσεσι, λέγουσα, μὴ ὡς ἐν θεότητι, καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημαίνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν, οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης.
2Agatho papa, Epistolae, 87, 1198A
Εἰ τοίνυν δύο φύσεις εἰσὶν, ὧν ἡ ἕνωσις ἐν τῷ ἑνὶ Χριστῷ γέγονε, δύο δηλονότι εἰσὶ καὶ τούτων τῶν φύσεων αἱ ἐνέργειαι, αἵτινες σὺν ταῖς ἑαυτῶν φύσεσιν ἀσυγχύτως καὶ ἀχωρίστως συνῆλθον ἐν τῷ ἑνὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.
3Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0847A (auctor 340-397)
Δύο γὰρ φύσεων τελείων ἕνωσις γεγένηται ἀφράστως.
4Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609A
» Εἰ δὲ οἰκονομίας χάριν συναναιρεῖται τῇ κακοπιστίᾳ ἡ σωτὴριος πίστις, χωρισμὸς Θεοῦ παντελὴς, ἀλλ' οὐχ ἕνωσις Θεοῦ ἐστι τὸ τοιοῦτον εἶδος τῆς λέγομένης οἰκονομίας.
5Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621B
Πλὴν μάθω τὴν ὁμολογίαν, ἐφ' ἣν πασῶν τῶν Ἐκκλησιῶν γέγονεν ἡ ἕνωσις, καὶ τοῦ γενομένου καλῶς, οὐκ ἀλλοτριοῦμαι.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641C
Ἀλλ' ἵνα μὴ χρονοτριβῶμεν ἐνταῦθα, εἴ τι εἶπαν οἱ Πατέρες, λέγω, καὶ ἐγγράφως εὐθέως ποιῶ, δύο φύσεις, καὶ δύο θελήματα καὶ δύο ἐνεργείας· καὶ εἴσελθε μεθ· ἡμῶν κοινωνήσων, καὶ γενέσθω ἕνωσις.
7Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643D
Εἶ κελεύεις, δέσποτα, δέξαι μου περὶ τούτου δύο ῥήματα· εἰ διὰ τὴν ἕνωσιν μία τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, καθάπερ Σέργιος καὶ Πύῤῥος καὶ Παῦλος γεγράφασι, γέγονε θέλησις, ἑτεροθελὴς κατ' αὐτοὺς ἐσται ὁ Υἱὸς τῷ Πατρὶ, διά τὴν φύσιν, ἀλλ' οὐ διὰ τὴν ἕνωσιν, μίαν κατὰ τὸν Υἱὸν ἔχοντι θέλησιν, εἴπερ οὐ ταυτόν ἐστιν ἕνωσις καὶ φύσις.
8Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667B
Θεῷ δὲ ποιητῇ τῶν ὅλων ποιητὸν, ἀπείρῳ περατὸν, καὶ ἀπειρίᾳ πέρας, κατ' οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς, ἀλλ' οὐ συγκρίτικῶς ἀλλήλων διαφέροντα, κᾂν ἄῤῥητός τις καὶ ἄῤῥηκτος εἰς μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν.
9Aristoteles, Physica, 4, 15; 4
καὶ ᾗ μὲν τοιοῦτο, αἰεὶ ἕτερον τὸ νῦν, ᾗ δὲ συνδεῖ, αἰεὶ τὸ αὐτό, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν (οὐ γὰρ ἡ αὐτὴ αἰεὶ στιγμὴ τῇ νοήσει· διαιρούντων γὰρ ἄλλη καὶ ἄλλη· ᾗ δὲ μία, ἡ αὐτὴ πάντῃ) – οὕτω καὶ τὸ νῦν τὸ μὲν τοῦ χρόνου διαίρεσις κατὰ δύναμιν, τὸ δὲ πέρας ἀμφοῖν καὶ ἑνότης· ἔστι δὲ ταὐτὸ καὶ κατὰ ταὐτὸ ἡ διαί ρεσις καὶ ἡ ἕνωσις, τὸ δ' εἶναι οὐ ταὐτό.
10Aristoteles, De generatione et corruptione, 1, 8, 20; 82 (auctor 384BC-322BC)
Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων καὶ ὅτι ἔστι μίξις καὶ τί ἐστι καὶ διὰ τί, καὶ ποῖα μικτὰ τῶν ὄντων, ἐπείπερ ἐστὶν ἔνια τοιαῦτα οἷα παθητικά τε ὑπ´ ἀλλήλων καὶ εὐόριστα καὶ εὐδιαίρετα· ταῦτα γὰρ οὔτ´ ἐφθάρθαι ἀνάγκη μεμιγμένα οὔτ´ ἔτι ταὐτὰ ἁπλῶς εἶναι, οὔτε σύνθεσιν εἶναι τὴν μίξιν αὐτῶν, οὔτε πρὸς τὴν αἴσθησιν· ἀλλ´ ἔστι μικτὸν μὲν ὃ ἂν εὐόριστον ὂν παθητικὸν ᾖ καὶ ποιητικὸν καὶ τοιούτῳ μικτόν (πρὸς ὁμώνυμον γὰρ τὸ μικτόν), ἡ δὲ μίξις τῶν μικτῶν ἀλλοιωθέντων ἕνωσις.
11Aristoteles, Physica, 4, 13; 4 (auctor 384BC-322BC)
καὶ ᾗ μὲν τοιοῦτο, αἰεὶ ἕτερον τὸ νῦν, ᾗ δὲ συνδεῖ, αἰεὶ τὸ αὐτό, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν (οὐ γὰρ ἡ αὐτὴ αἰεὶ στιγμὴ τῇ νοήσει· διαιρούντων γὰρ ἄλλη καὶ ἄλλη· ᾗ δὲ μία, ἡ αὐτὴ πάντῃ) -οὕτω καὶ τὸ νῦν τὸ μὲν τοῦ χρόνου διαίρεσις κατὰ δύναμιν, τὸ δὲ πέρας ἀμφοῖν καὶ ἑνότης· ἔστι δὲ ταὐτὸ καὶ κατὰ ταὐτὸ ἡ διαίρεσις καὶ ἡ ἕνωσις, τὸ δ' εἶναι οὐ ταὐτό.
12Auctores varii 013, Epistolae et decreta, 13, 0560D
Οὐκ ἀπελείφθη τῆς τοῦ Χριστοῦ χάριτος ὁ αἰδεσιμώτατος ἐπίσκοπος Ἀθανάσιος· ἀλλὰ εἰ καὶ ἐν βραχεῖ χρόνῳ τῆ κατ' ἀνθρώπους δοκιμασίᾳ ὑπεβλήθη, ὅμως τὴν ὀφειλομένην παρὰ τῆς παντοφόρου προνοίας ὑπηνενεγκατο ψῆφον, ἀπολαβὼν βουλήσει τοῦ Κρείττονος, καὶ κρίσει τῇ ἡμετέρᾳ τὴν πατρίδα ὁμοῦ καὶ τὴν ἐκκλησίαν, ἧν θείῳ νεύματι προστάτης ἐτύγχανε, τούτῳ τὰ ἀκόλουθα ἔδει παρὰ τῆς ἡμετέρας ὑπᾶρξαι πρᾳότητος· ὥστε πάντα τὰ πρὸ τούτου κατὰ τῶν αὐτῶν κεκοινωνηκότων ὡρισμένα νῦν, ἀμνηστίᾳ παραδοθήσεται, πᾶσάν τε ὑποψίαν τοῦ κατ' αὐτοῦ χολάσαι τοῦ λοιποῦ τήν τε ἀτελείαν ἧς ἔτυχον πάλαι οἱ ἅμα αὐτῷ κληρικοὶ, τούτοις δὲ βεβαιωθῆναι προσηκόντως· ἀλλὰ μὴν καὶ τοῦτο τῇ εἰς αὐτὸν χάριτι προστεθῆναι ἐδικαιώσαμεν ὥστε πάντας τοὺς τοῦ ἱεροῦ καταλόγου γινώσκειν ἐκδεδόσθαι τὸ ἄφοβον πᾶσι τοῖς αὐτῷ προστεθεμένοις, εἴτε ἐπισκόποις, εἴτε κληρίκοις· ἱκανον δὲ γνώρισμα τῆς ἑκάστου ὀρθῆς προαιρέσεως, ἔσται ἡ πρὸς τοῦτον ἕνωσις· ὅσοι γὰρ ἂν τῆς καλλίονος ὁμοῦ κρίσεώς τε καὶ μοίρας γενόμενοι τὴν τούτου ἕλωνται κοινωνίαν, τούτους πάντας ἐκελεύσαμεν καθ' ὁμοιότητα τῆς φθανούσης προνοίας, καὶ νῦν τῇ ὑφ' ὑμῶν βουλήσει, τοῦ Κρείττονος παρασχεθείσης χάριτος ἀπολαύειν.
13Cyrillus Alexandrinus Marius Mercator, Apologeticus adversus Theodoretum, 48, 0976C
Superflua igitur per substantiam ἕνωσις, qua pro commixtione, ut opinor, utuntur; sufficit autem ἕνωσιν dicere, quae et naturarum proprietates ostendit, et unum adorandum praecipit Christum.
14Cyrillus Alexandrinus Marius Mercator, Apologeticus adversus Theodoretum, 48, 0978C
ἕνωσις porro de divisis accipitur, nam si nulla sit divisio, numquam ἕνωσις fiet, et qui admittit ἕνωσιν, admittit et divisionem praeviam [Baluz. om. praeviam]. Quare ergo dicit substantias sive naturas dividi non oportere, maxime cum sciat, quod perfecta erat Dei Verbi substantia, quodque perfecta ab eo assumpta forma servilis, ideoque substantias dixerit, et non substantiam?
15Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0939C
Nam si est ἕνωσις illa naturalis, ubi est gratia?
16Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0940B
Nam omnis ἕνωσις e multis unum quiddam facit; illud vero si fuerit substantiale aliquid, vera est simpliciterque dicta ἕνωσις; si qualitas aliqua, vel aliud quiddam praeter substantiam, non est vera, sed tantum κατά τι et σχετικὴ ἕνωσις, siquidem, ut ait Philosophus, substantia ut est ens ἁπλῶς, ita et ἓν ἁπλῶς.
17Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0940C
Quare omnis ἕνωσις, quae non est, ut aiunt in scholis, in unitatem substantiae, sive substantia pro natura sumatur, sive pro hypostasi, non est, secundum Cyrillum, κατὰ ἀλήθειαν, sed tantum κατὰ σχέσιν.
18Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0940C
Unde hoc in negotio synonymae sunt istae voces, ἕνωσις ἁπλῶς, ἕνωσις φυσικὴ, ἕνωσις καθ' ὑπόστασιν, ἕνωσις κατ' ἀλήθειαν, quemadmodum ex opposito ἕνωσις κατά τι, ἕνωσις σχετικὴ, ἕνωσις κατ' εὐδοκίαν, ἕνωσις κατὰ τὴν ὰξίαν, συνάφεια ἡ ἔξωθεν, etc.
19Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0945A
Quod vero ipsi quoque dictis nostris assentiant, conspicuum est ex his quae et sentire ipsi, et scribere studuerunt, quae se ita habent: Personis autem duabus, vel duabus substantiis, vel filiis duobus (unitatem dividentes sive unum filium) voces aptare non convenit: individua enim et inseparabilis summa illa ἕνωσις, et unus est filius, omni ratione, et omnibus modis; servata igitur summa unitate, unoque, et Filio, et Christo, et Domino, demonstrato, uni eidemque filio ea, quae dicuntur, oportet aptare.
20Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0945B
Ergo si summa illa ἕνωσις servanda est, quae iam divisionis ratio possit irrumpere [Baluz. interrumpere]? et si quis dividere audeat, procul a recta semita videtur errare, et a pietatis dogmatibus abhorrere.
21Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0957B
Filietas enim post ἕνωσιν communis est utrisque [Baluz. utriusque] naturis, quippe non separandis a se: neque enim post ἕνωσιν ulla est seiunctio, manet autem illa ἕνωσις sempiterna.
22Cyrillus Alexandrinus Marius Mercator, Apologeticus pro XII capitibus, 48, 0961D
Si naturae manent inconfusae, manet autem ἕνωσις; dicimus vero, et venerationem, et virtutem, et dignitatem, et auctoritatem uni Filio offerri debere, naturis ἐν τῇ ἑνώσει manentibus inconfusis: ostende, quid aliud desit, quod possit ἕνωσιν comprobare, et assentiemus, et dabimus, sine tamen confusione naturarum.
23Iustinianus I Augustus, Adversus Origenem, 69, 0229B (auctor c.482–565)
Ἡ δὲ καθ' ὑπόστασιν ἕνωσις δηλοῖ, ὅτι ὁ Θεὸς λόγος, τουτέστιν ἡ μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προϋποστάντι ἀνθρώπῳ ἡνώθη, ἀλλ' ἐν τῇ γαστρὶ τῆς ἁγίας παρθένου ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ἑψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ ἐστὶ φύσις ἀνθρωπίνη· ταύτην δὲ τὴν καθ' ὑπόστασιν τοῦ Θεοῦ λόγου πρὸς τὴν σάρκα ἕνωσιν διδάσκων ἡμᾶς καὶ ὁ Θεῖος ἀπόστολος, λέγει, « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.
24Iustinianus I Augustus, Adversus Origenem, 69, 0231C (auctor c.482–565)
Ἐπὶ γὰρ τοῦ κατὰ Χριστὸν μυστηρίου ἡ κατὰ σύνθεσιν ἕνωσις τὴν σύγχυσιν καὶ διαίρεσιν ἀποβάλλεται· καὶ φυλάττει μὲν τὴν ἑκατέρας φύσεως ἱδιότητα, μίαν δὲ ὑπόστασιν, ἤτοι πρόσωπον τοῦ Θεοῦ λόγου καὶ μετὰ τῆς σαρκὸς δείκνυσι, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι, οὐχ ὡς δυσὶν ὑποστάσεσιν ἤτοι προσώποις, ἀλλ' ἐν θείᾳ φύσει καὶ ἀνθρωπίνῃ γνωριζόμενος· ἵνα εἷς ᾖ καθ' ἑκάτερα, τέλειος Θεὸς, καὶ τέλειος ἄνθρωπος, ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ εἷς τῆς ἁγίας τριάδος συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι.
25Iustinianus I Augustus, Adversus Origenem, 69, 0271A (auctor c.482–565)
Δύο γὰρ φύσεων ἕνωσις γέγονεν· ὅθεν ἕνα Χριστὸν, ἕνα υἱὸν, ἕνα κύριον ὁμολογοῦμεν.
26Leo I, Epistolae, 54, 0746A (auctor 440-461)
Οὐδὲ γάρ ἡ ἕνωσις τῶν συνελθουσῶν ἐπὶ Χριστῷ δύο φύσεων, ὡς καὶ ἡ ὑμετέρα ἐπίσταται θεοσέβεια, τὰς ἰδιότητας αὐτῶν ἐν τῇ ἑνώσει συνέχεεν· ἀλλὰ μένουσι καὶ ἐν τῇ ἑνώσει ἀκέραιοι τῶν δύο φύσεων αἱ ἰδιότητες.
27Leo III, Epistolae 2, 102, 1056B
Ἡ ἐν Χριστῷ οὖν καθ' ὑπόστασιν ένωσις, ἄλλο μὲν πρὸς ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ, συνάγει· οἷον δὴ τὸν ἀόρατον καὶ ὁρώμενον, παθητὸν καὶ ἀκήρατον, οὐκ ἄλλον δὲ καὶ ἄλλον μὴ γένοιτο.
28Plotinus, Enneades, 4, 4, 18; 8 (auctor c.205-270)
Οἷον σῶμα μόνον τί ἂν πάθοι ἄψυχον ὄν; διαιρούμενόν τε γὰρ οὐκ αὐτό, ἀλλ᾽ ἡ ἐν αὐτῷ ἕνωσις.
29Plotinus, Enneades, 6, 1, 26; 13 (auctor c.205-270)
Ἔπειτα πόθεν ἡ ἕνωσις; Οὐ γὰρ δὴ αὐτὸ ἕν, ἀλλὰ μετοχῇ ἑνότητος.
30Tertullianus, Adversus Valentinianos, 2, 0527 (auctor 150-230)
XII. Henôsis ἕνωσις Unio.