'έργω' - search in All Authors, Showing 1 to 191 of 191 hits

1Aristoteles, De anima, 2, II 4; 25 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἡ αὐτή δύναμις τῆς ψυχῆς θρεπτική καί γεννητική, περί τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον· ἀφορίζεται γάρ πρός τάς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ.
2Aristoteles, De arte poetica, 26; 20 (auctor 384BC-322BC)
Εἰ οὖν τούτοις τε διαφέρει πᾶσι καί ἔτι τῷ τῆς τέχνης ἔργῳ (δεῖ γάρ οὐ τήν τυχοῦσαν ἡδονήν ποιεῖν αὐτάς ἀλλά τήν εἰρημένην), φανερόν ὅτι κρείττων ἂν εἴη μᾶλλον τοῦ τέλους τυγχάνουσα τῆς ἐποποιίας.
3Aristoteles, De generatione animalium, 1, 2; 7 (auctor 384BC-322BC)
ἐπεὶ δὲ δυνάμει διώρισται καὶ ἔργῳ τινί, δεῖται δὲ πρὸς πᾶσαν ἐργασίαν ὀργάνων, ὄργανα δὲ ταῖς δυνάμεσι τὰ μέρη τοῦ σώματος, ἀναγκαῖον εἶναι καὶ πρὸς τὴν τέκνωσιν καὶ πρὸς τὸν συνδυασμὸν μόρια, καὶ ταῦτα διαφέροντ' ἀλλήλων καθὸ τὸ ἄρρεν διοίσει τοῦ θήλεος.
4Aristoteles, De incessu animalium, 4, 1; 3 (auctor 384BC-322BC)
Διείληπται δ' ἔργῳ, καὶ οὐ θέσει μόνον τῇ πρός τε τὴν γῆν καὶ τὸν οὐρανόν.
5Aristoteles, De incessu animalium, 4, 5; 11 (auctor 384BC-322BC)
Ὅσα δὲ τῶν ζῴων μὴ μόνον αἰσθήσεως κοινωνεῖ, ἀλλὰ δύναται ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ δι' αὑτῶν, ἐν τούτοις δὴ διώρισται πρὸς τοῖς λεχθεῖσι τό τ' ἀριστερὸν καὶ τὸ δεξιὸν ὁμοίως τοῖς πρότερον εἰρημένοις, ἔργῳ τινὶ καὶ οὐ θέσει διωρισμένον ἑκάτερον αὐτῶν· ὅθεν μὲν γάρ ἐστι τοῦ σώματος ἡ τῆς κατὰ τόπον μεταβολῆς ἀρχὴ φύσει, τοῦτο μὲν δεξιὸν ἑκάστων, τὸ δ' ἀντικείμενον καὶ τούτῳ πεφυκὸς ἀκολουθεῖν ἀριστερόν.
6Aristoteles, De sensu et sensibilibus, 1; 185 (auctor 384BC-322BC)
Κατακέχρηται δ’ ἡ φύσις τῇ ἀναπνοῇ ἐπὶ δύο, ὡς ἔργῳ μὲν ἐπὶ τὴν εἰς τὸν θώρακα βοήθειαν, ὡς παρέργῳ δ’ ἐπὶ τὴν ὀσμήν· ἀναπνέοντος γὰρ ὥσπερ ἐκ παρόδου ποιεῖται διὰ τῶν μυκτήρων τὴν κίνησιν.
7Aristoteles, Ethica Eudemia, 7; 358 (auctor 384BC-322BC)
καὶ γὰρ ὁ καθ' ὑπεροχὴν καὶ ποιήσας εὖ βούλεται τῷ ἔργῳ τῷ αὑτοῦ ὑπάρχειν, καὶ τῷ δόντι τὸ εἶναι δεῖ καὶ ἀνταποδιδόναι, ἀλλὰ συζῆν οὐ τούτῳ, ἀλλὰ τῷ ἡδεῖ.
8Aristoteles, Ethica Nicomachea, 1, 6; 3 (auctor 384BC-322BC)
ὥσπερ γὰρ αὐλητῇ καὶ ἀγαλματοποιῷ καὶ παντὶ τεχνίτῃ, καὶ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις, ἐν τῷ ἔργῳ δοκεῖ τἀγαθὸν εἶναι καὶ τὸ εὖ, οὕτω δόξειεν ἂν καὶ ἀνθρώπῳ, εἴπερ ἔστι τι ἔργον αὐτοῦ.
9Aristoteles, Ethica Nicomachea, 4, 4; 12 (auctor 384BC-322BC)
τοιαῦτα δὴ καὶ τὰ ἔργα· οὕτω γὰρ ἔσται μέγα δαπάνημα καὶ πρέπον τῷ ἔργῳ.
10Aristoteles, Ethica Nicomachea, 4, 5; 2 (auctor 384BC-322BC)
ἐν ἅπασι δ' ὥσπερ εἴρηται, καὶ πρὸς τὸν πράττοντα ἀναφέρεται τὸ τίς ὢν καὶ τίνων ὑπαρχόντων· ἄξια γὰρ δεῖ τούτων εἶναι, καὶ μὴ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ ποιοῦντι πρέπειν.
11Aristoteles, Ethica Nicomachea, 4, 5; 7 (auctor 384BC-322BC)
καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον ἁπλῶσ μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον· διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐυπέρβλητον) καὶ ἔχον κατ' ἀξίαν τοῦ δαπανήματος.
12Aristoteles, Magna moralia, 2, 10, 6; 10 (auctor 384BC-322BC)
Ἐπιζητήσειε δ' ἄν τις ἴσως καὶ τὸ τοιοῦτον ἆρά γε ἔργῳ εἰδήσας ταῦτα καὶ δὴ εὐδαίμων ἔσομαι; οἴονται γάρ.
13Aristoteles, Metaphysica, 12, 1; 5 (auctor 384BC-322BC)
μαρτυροῦσι δὲ καὶ οἱ ἀρχαῖοι ἔργῳ· τῆς γὰρ οὐσίας ἐζήτουν ἀρχὰς καὶ στοιχεῖα καὶ αἴτια.
14Aristoteles, Metaphysica, 12, 7; 1 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὕτω τ' ἐνδέχεται, καὶ εἰ μὴ οὕτως, ἐκ νυκτὸς ἔσται καὶ ὁμοῦ πάντων καὶ ἐκ μὴ ὄντος, λύοιτ' ἂν ταῦτα, καὶ ἔστι τι ἀεὶ κινούμενον κίνησιν ἄπαυστον, αὕτη δ' ἡ κύκλῳ (καὶ τοῦτο οὐ λόγῳ μόνον ἀλλ' ἔργῳ δῆλον) , ὥστ' ἀΐδιος ἂν εἴη ὁ πρῶτος οὐρανός.
15Aristoteles, Metaphysica, 13, 9; 21 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ τὰ μαθηματικὰ μόνον ποιοῦντες παρὰ τὰ αἰσθητά, ὁρῶντες τὴν περὶ τὰ εἴδη δυσχέρειαν καὶ πλάσιν, ἀπέστησαν ἀπὸ τοῦ εἰδητικοῦ ἀριθμοῦ καὶ τὸν μαθηματικὸν ἐποίησαν· οἱ δὲ τὰ εἴδη βουλόμενοι ἅμα καὶ ἀριθμοὺς ποιεῖν, οὐχ ὁρῶντες δέ, εἰ τὰς ἀρχάς τις ταύτας θήσεται, πῶς ἔσται ὁ μαθηματικὸς ἀριθμὸς παρὰ τὸν εἰδητικόν, τὸν αὐτὸν εἰδητικὸν καὶ μαθηματικὸν ἐποίησαν ἀριθμὸν τῷ λόγῳ, ἐπεὶ ἔργῳ γε ἀνῄρηται ὁ μαθηματικός (ἰδίας γὰρ καὶ οὐ μαθηματικὰς ὑποθέσεις λέγουσιν) · ὁ δὲ πρῶτος θέμενος τὰ εἴδη εἶναι καὶ ἀριθμοὺς τὰ εἴδη καὶ τὰ μαθηματικὰ εἶναι εὐλόγως ἐχώρισεν· ὥστε πάντας συμβαίνει κατὰ μέν τι λέγειν ὀρθῶς, ὅλως δ' οὐκ ὀρθῶς.
16Aristoteles, Meteorologica, 4, IV 9; 57 (auctor 384BC-322BC)
Ἔστι δ’ ὀνόματι οἶνος, ἔργῳ δ’ οὐκ ἔστιν· οὐ γάρ οἰνώδης ὁ χυμός, διό καί οὐ μεθύσκει.
17Aristoteles, Meteorologica, 4, IV 12; 9 (auctor 384BC-322BC)
Ἅπαντα δ’ ἐστίν ὡρισμένα τῷ ἔργῳ· τά μέν γάρ δυνάμενα ποιεῖν τό αὐτῶν ἔργον ἀληθῶς ἐστίν ἕκαστα, οἷον ὁ ὀφθαλμός εἰ ὁρᾷ, τό δέ μή δυνάμενον ὁμωνύμως, οἷον ὁ τεθνεώς ἢ ὁ λίθινος· οὐδέ γάρ πρίων ὁ ξύλινος, ἀλλ’ ἢ ὡς εἰκών.
18Aristoteles, Oeconomica, 1; 46 (auctor 384BC-322BC)
διόπερ δεῖ ποιεῖσθαι σκέψιν καὶ διανέμειν τε καὶ ἀνιέναι κατ' ἀξίαν ἕκαστα, καὶ τροφὴν καὶ ἐσθῆτα καὶ ἀργίαν καὶ κολάσεις, λόγῳ καὶ ἔργῳ μιμουμένους τὴν τῶν ἰατρῶν δύναμιν ἐν φαρμάκου λόγῳ, προσθεωροῦντας ὅτι ἡ τροφὴ οὐ φάρμακον διὰ τὸ συνεχές.
19Aristoteles, Politica, 1; 32 (auctor 384BC-322BC)
τὸ γὰρ ὅλον πρότερον ἀναγκαῖον εἶναι τοῦ μέρους· ἀναιρουμένου γὰρ τοῦ ὅλου οὐκ ἔσται ποὺς οὐδὲ χείρ, εἰ μὴ ὁμωνύμως, ὥσπερ εἴ τις λέγοι τὴν λιθίνην (διαφθαρεῖσα γὰρ ἔσται τοιαύτη) , πάντα δὲ τῷ ἔργῳ ὥρισται καὶ τῇ δυνάμει, ὥστε μηκέτι τοιαῦτα ὄντα οὐ λεκτέον τὰ αὐτὰ εἶναι ἀλλ' ὁμώνυμα.
20Aristoteles, Politica, 7; 167 (auctor 384BC-322BC)
περὶ δὲ τειχῶν, οἱ μὴ φάσκοντες δεῖν ἔχειν τὰς τῆς ἀρετῆς ἀντιποιουμένας πόλεις λίαν ἀρχαίως ὑπολαμβάνουσιν, καὶ ταῦθ' ὁρῶντες ἐλεγχομένας ἔργῳ τὰς ἐκείνως καλλωπισαμένας.
21Aristoteles, Rhetorica, 1, 13, 18; 25 (auctor 384BC-322BC)
καὶ τὸ μᾶλλον λόγῳ ἐθέλειν κρίνεσθαι ἢ ἔργῳ.
22Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 27; 4
καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ἐπὶ τὰ τέσσαρα κλίτη.
23Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 31; 3
καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ
24Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 35; 33
καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·
25Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 2; 7
ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος.
26Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 16; 15
ἑπτὰ ἡμέρας ἑορτάσεις κυρίῳ τῷ θεῷ σου ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ· ἐὰν δὲ εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς γενήμασίν σου καὶ ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, καὶ ἔσῃ εὐφραινόμενος. –
27Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 30; 9
καὶ πολυωρήσει σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου· ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου,
28Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 22; 15
καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ.
29Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 31; 21
καὶ ἐν παντὶ ἔργῳ, ἐν ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησεν καὶ εὐοδώθη.
30Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 15; 16
καὶ ἐν ἔργῳ τοῦ τείχους τούτων οὐκ ἐκράτησα, ἀγρὸν οὐκ ἐκτησάμην· καὶ πάντες οἱ συνηγμένοι ἐκεῖ ἐπὶ τὸ ἔργον.
31Biblia, Biblia graeca iuxta LXX interpretes, Ct, 7; 2
Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ Ναδαβ; ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου·
32Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 3; 8
ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτοῦ·
33Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 11; 20
Στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
34Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 32; 23
ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου· καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
35Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 29
οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·
36Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 31
Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται·
37Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 45; 10
στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου,
38Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 45; 11
λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ’ ἀριθμὸν φυλῶν Ισραηλ·
39Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 47; 8
ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.
40Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 49; 1
Μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.
41Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 58; 13
ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ’ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,
42Biblia, Novum testamentum graece, Lc, 24; 19
καὶ εἶπεν αὐτοῖς, Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
43Biblia, Novum testamentum graece, Rom, 13; 3
οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
44Biblia, Novum testamentum graece, Rom, 15; 18
οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
45Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 58
Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
46Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 11
τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
47Biblia, Novum testamentum graece, Col, 1; 10
περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ,
48Biblia, Novum testamentum graece, Col, 3; 17
καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι’ αὐτοῦ.
49Biblia, Novum testamentum graece, 2Thess, 2Thess; 17
παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.
50Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 10
ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
51Biblia, Novum testamentum graece, 1Io, 1Io; 18
Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
52Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0045A (auctor c.470–c.544)
Ὅσοι μὲν γὰρ καὶ φόβῳ καὶ δάκρυσι καὶ ὑπομονῇ καὶ ἀγαθοεργίαις, τὴν ἐπιστροφὴν ἔργῳ καὶ οὐ σχήματι ἐπιδείκνυνται, οὗτοι πληρώσαντες τὸν χρόνον τὸν ὡρισμένον τῆς ἀκροάσεως, εἰκότως τῶν εὐχῶν κοινωνήσουσι, μετὰ τοῦ ἐξεῖναι τῷ ἐπισκόπῳ καὶ φιλᾳνθρωπότερόν τι περὶ αὐτῶν βουλεύσασθαι· ὅσοι δὲ ἀδιαφόρως ἤνεγκαν, καὶ τὸ σχῆμα τοῦ εἰσιέναι εἰς τὴν ἐκκλησίαν ἀρκεῖν αὐτοῖς ἡγήσαντο πρὸς τὴν ἐπιστρέφειαν [ἐπιστροφήν], ἐξ ἅπαντος πληρούτωσαν τὸν χρόνον.
53Constantinus I, Epistolae, 8, 0493 (auctor c.272–337)
Διπλῆν μοι γεγενῆσθαι πρόφασιν τούτων ὧν ἔργῳ τὴν χρείαν ὑπέστην, αὐτὸν ὡς εἰκὸς τὸν τῶν ἐμῶν ἐγχειρημάτων βοηθὸν καὶ Σωτῆρα τῶν ὅλων Θεὸν, ποιοῦμαι μάρτυρα.
54Desiderius Erasmus, Adagia, Chiliades, 2, 1050; 29 (opus 1508)
Molestum est enim quicquid perpetuum, vel Pindaro teste in Nemeis: Ἀλλά γάρ ἀνάπαυσις ἐν παντί γλυκεῖα ἔργῳ.
55Desiderius Erasmus, Adagia, Chiliades, 3, 2257; 7 (opus 1508)
Rursum alibi: Μή μοι ἀνήρ εἴη γλώσσῃ φίλος, ἀλλά καί ἔργῳ, id est Ne lingua mihi quis sit amicus, sed magis facto.
56Desiderius Erasmus, Adagia, Chiliades, 3, 2585; 12 (opus 1508)
Praecessit enim: Πράσσει γάρ ἔργῳ μέν σθένος, βουλῆσι δέ σφήν, id est Agit enim facto quidem robur, consiliis autem mens.
57Desiderius Erasmus, Adagia, Chiliades, 4, 3954; 1 (opus 1508)
Addam et illud ex eodem: ἔργον ἐπί ἔργῳ, quo nullum operae finem significamus.
58Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0442D (auctor c.470–c.544)
Μετ' ὀλίγον δὲ καὶ ναὸν τῷ Βαπτιστῆ ἀνεγείρας, πολλῶν τῷ ἔργῳ συναραμένων, ἐκεῖσε τὸ δῶρον μετακομίζει.
59Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 294 (auctor 1533-1589)
δι’ ὀλίγου γὰρ οὔσης τῆς θέας καὶ οὐ πάντων ἅμα ἐς τὸ αὐτὸ σκοπούντων, εἰ μέν  τινες ἴδοιέν πῃ τοὺς σφετέρους ἐπικρατοῦντας, ἀνεθάρσησάν τε ἂν καὶ πρὸς  ἀνάκλησιν θεῶν μὴ στερῆσαι σφᾶς τῆς σωτηρίας ἐτρέποντο, οἱ δ’ ἐπὶ τὸ ἡσσώμενον  βλέψαντες ὀλοφυρμῷ τε ἅμα μετὰ βοῆς ἐχρῶντο καὶ ἀπὸ τῶν δρωμένων τῆς ὄψεως καὶ τὴν γνώμηνμᾶλλον τῶν ἐν τῷ ἔργῳ ἐδουλοῦντο· ἄλλοι δὲ καὶ πρὸς ἀντίπαλόν τι τῆς ναυμαχίας ἀπιδόντες, διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες ἐν τοῖς χαλεπώτατα διῆγον· αἰεὶ γὰρ παρ’ ὀλίγον ἢ  διέφευγον ἢ ἀπώλλυντο.
60Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 436 (auctor 1533-1589)
 τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥττους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν: οἱ  δὲ κατα φρονοῦντες κἂν προαισθέσθαι, καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν, ἃ γνώμῃ ἔξεστιν, ἄφρακτοι μᾶλλον  διεφθείροντο.
61Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 569 (auctor 1533-1589)
πολλοῖς γὰρ προορωμένοις ἔτι ἐς οἷα φέρονται τὸ αἰσχρὸν καλούμενον ὀνόματος ἐπαγωγοῦ δυνάμεις ἐπεσπάσατο ἡσσηθεῖσι τοῦ ῥήματος ἔργῳ συμφοραῖς ἀνηκέστοις ὁρῶντας περιπεσεῖν.
62Duditius Andreas, Andreas Dudithius. Lectori S.P.d., 5; 674 (auctor 1533-1589)
Quibus epiphonema addit, quod ne puero quidem conveniat: λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις, ἔργῳ δὲ τὴν ἑαυτοῦ σωτηρίαν.
63Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars secunda, 6, p171; 180 (auctor 1520-1575)
πάντα δέ τῷ ἐργῳ ὥρησται καί τῇ δυνάμει, ὥστε μηκέτε τοιαῦτα ὄντα, οὐ λεκτέον τά αὖτα εἶναι, ἀλλ' ὁμώνυμα .
64Fulgentius Ruspensis, Instrumenta fidei, 65, 0753A (auctor 462-527)
Ille igitur locus in Graeco sic continetur eloquio: Αὐτὸς δὲ ὁ Κύριος ὑμῶν (in Bibl. ἡμῶν) Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ διδοὺς (in Bibl. δοὺς) παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν πάντι λογῷ καὶ ἔργῳ ἀγαθῷ.
65Gregorius I, Dialogi, 77, 0211C (auctor 540-604)
Θεωρήσας δὲ, ὅτι ὀλίγον ἦν ἐναπομείνας ἐν τῷ ἔργῳ αὐτοῦ, συνεῖδε μικρὸν προσκαρτερῆσαι, ὅπως πληρώσῃ αὐτό.
66Gregorius I, Dialogi, 77, 0314B (auctor 540-604)
Καὶ ὅστις οὐδέ ποτε πολλάκις ἀνέγνω ὅπερ Ἰωάννης ὁ ἀπόστολος περὶ τοῦ λυτρωτοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εἶπεν, ὅτι ὥσπερ αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν, ὀφείλομεν καὶ ἡμεῖς περὶ τῶν ἀδελφῶν ἡμῶν τὰς ψυχὰς τιθέναι, οὕτω τὸ ἀποστολικὸν καὶ ὑψηλὸν τοῦτο πρόσταγμα ἔργῳ ἐπλήρωσεν, ἤπερ μᾶλλον διὰ γνώσεως αὐτὸ ἠπίστατο.
67Gregorius I, Dialogi, 77, 0313B (auctor 540-604)
Ἐκεῖνος δὲ ἔργῳ τοῦ καρποῦ δράξασθαι ἐγίνωσκεν, ὅστις διὰ ῥημάτων ὀσφραίνεσθαι οὐκ ἠπίστατο.
68Herodotus, Historiae, 1, 31, 4; 6 (auctor c.484BC-425BC)
Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησε· ἡ δὲ μήτηρ περιχαρής ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι, οἵ μιν ἐτίμησαν μεγάλως, τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί.
69Herodotus, Historiae, 2, 4, 2; 3 (auctor c.484BC-425BC)
καὶ τούτων μέν νυν τὰ πλέω ἔργῳ ἐδήλουν οὕτω γενόμενα.
70Herodotus, Historiae, 2, 78, 1; 1 (auctor c.484BC-425BC)
ἐν δὲ τῇσι συνουσίῃσι τοῖσι εὐδαίμοσι αὐτῶν, ἐπεὰν ἀπὸ δείπνου γένωνται, περιφέρει ἀνὴρ νεκρὸν ἐν σορῷ ξύλινον πεποιημένον, μεμιμημένον ἐς τὰ μάλιστα καὶ γραφῇ καὶ ἔργῳ, μέγαθος ὅσον τε πηχυαῖον 1 ἢ δίπηχυν, δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτέων λέγει « ἐς τοῦτον ὁρέων πῖνέ τε καὶ τέρπευ· ἔσεαι γὰρ ἀποθανὼν τοιοῦτος.
71Herodotus, Historiae, 2, 175, 5; 6 (auctor c.484BC-425BC)
αὕτη τοῦ ἱροῦ κέεται παρὰ τὴν ἔσοδον· ἔσω γάρ μιν ἐς τὸ ἱρόν φασι τῶνδε εἵνεκα οὐκ ἐσελκύσαι· τὸν ἀρχιτέκτονα αὐτῆς ἑλκομένης τῆς στέγης ἀναστενάξαι, οἷά τε χρόνου ἐγγεγονότος πολλοῦ καὶ ἀχθόμενον τῷ ἔργῳ, τὸν δὲ Ἄμασιν ἐνθύμιον ποιησάμενον οὐκ ἐᾶν ἔτι προσωτέρω ἑλκύσαι.
72Herodotus, Historiae, 3, 72, 2; 3 (auctor c.484BC-425BC)
« Ὀτάνη, ἦ πολλά ἐστι τὰ λόγῳ μὲν οὐκ οἷά τε δηλῶσαι, ἔργῳ δέ· ἄλλα δ' ἐστὶ τὰ λόγῳ μὲν οἷά τε, ἔργον δὲ οὐδὲν ἀπ' αὐτῶν λαμπρὸν γίνεται.
73Herodotus, Historiae, 3, 154, 2; 3 (auctor c.484BC-425BC)
ἄλλῳ μέν νυν οὐκ ἐφράζετο ἔργῳ δυνατὸς εἶναί μιν ὑποχειρίην ποιῆσαι, εἰ δ' ἑωυτὸν λωβησάμενος αὐτομολήσειε ἐς αὐτούς.
74Herodotus, Historiae, 3, 155, 3; 3 (auctor c.484BC-425BC)
» ὃ δ' ἀμείβετο « ὦ σχετλιώτατε ἀνδρῶν, ἔργῳ τῷ αἰσχίστῳ οὔνομα τὸ κάλλιστον ἔθευ, φὰς διὰ τοὺς πολιορκεομένους σεωυτὸν ἀνηκέστως διαθεῖναι.
75Herodotus, Historiae, 4, 8, 2; 4 (auctor c.484BC-425BC)
τὸν δὲ Ὠκεανὸν λόγῳ μὲν λέγουσι ἀπὸ ἡλίου ἀνατολέων ἀρξάμενον γῆν περὶ πᾶσαν ῥέειν, ἔργῳ δὲ οὐκ ἀποδεικνῦσι.
76Herodotus, Historiae, 4, 154, 2; 4 (auctor c.484BC-425BC)
ἣ δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ, παρέχουσα τε κακὰ καὶ πᾶν ἐπ' αὐτῇ μηχανωμένη, καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω.
77Herodotus, Historiae, 6, 38, 2; 3 (auctor c.484BC-425BC)
πολέμου δὲ ἐόντος πρὸς Λαμψακηνοὺς καὶ Στησαγόρεα κατέλαβε ἀποθανεῖν ἄπαιδα, πληγέντα τὴν κεφαλὴν πελέκεϊ ἐν τῷ πρυτανηίῳ πρὸς ἀνδρὸς αὐτομόλου μὲν τῷ λόγῳ πολεμίου δὲ καὶ ὑποθερμοτέρου τῷ ἔργῳ.
78Herodotus, Historiae, 7, 49, 5; 9 (auctor c.484BC-425BC)
ἀνὴρ δὲ οὕτω ἂν εἴη ἄριστος, εἰ βουλευόμενος μὲν ἀρρωδέοι, πᾶν ἐπιλεγόμενος πείσεσθαι χρῆμα, ἐν δὲ τῷ ἔργῳ θρασὺς εἴη.
79Herodotus, Historiae, 7, 155, 1; 1 (auctor c.484BC-425BC)
ὡς δὲ καὶ Ἱπποκράτεα τυραννεύσαντα ἴσα ἔτεα τῷ ἀδελφεῷ Κλεάνδρῳ κατέλαβε ἀποθανεῖν πρὸς πόλι Ὕβλῃ στρατευσάμενον ἐπὶ τοὺς Σικελούς, οὕτω δὴ ὁ Γέλων τῷ λόγῳ τιμωρέων τοῖσι Ἱπποκράτεος παισὶ Εὐκλείδῃ τε καὶ Κλεάνδρῳ, οὐ βουλομένων τῶν πολιητέων κατηκόων ἔτι εἶναι, τῷ ἔργῳ, ὡς ἐπεκράτησε μάχῃ τῶν Γελῴων, ἦρχε αὐτὸς ἀποστερήσας τοὺς Ἱπποκράτεος παῖδας.
80Herodotus, Historiae, 8, 22, 2; 6 (auctor c.484BC-425BC)
εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι, ἀλλ' ὑπ' ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι, ὑμεῖς δὲ ἐν τῷ ἔργῳ, ἐπεὰν συμμίσγωμεν, ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπ' ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸς τὸν βάρβαρον ἀπ' ὑμέων ἡμῖν γέγονε.
81Herodotus, Historiae, 9, 27, 5; 7 (auctor c.484BC-425BC)
παλαιῶν μέν νυν ἔργων ἅλις ἔστω· ἡμῖν δὲ εἰ μηδὲν ἄλλο ἐστὶ ἀποδεδεγμένον, ὥσπερ ἐστὶ πολλά τε καὶ εὖ ἔχοντα εἰ τεοῖσι καὶ ἄλλοισι Ἑλλήνων, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐν Μαραθῶνι ἔργου ἄξιοι εἰμὲν τοῦτο τὸ γέρας ἔχειν καὶ ἄλλα πρὸς τούτῳ, οἵτινες μοῦνοι Ἑλλήνων δὴ μουνομαχήσαντες τῷ Πέρσῃ καὶ ἔργῳ τοσούτῳ ἐπιχειρήσαντες περιεγενόμεθα καὶ ἐνικήσαμεν ἔθνεα ἕξ τε καὶ τεσσεράκοντα.
82Hesiodus, Opera et dies, 370; 10 (auctor fl.c.700BC)
σοὶ δ' εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν, ὧδ' ἔρδειν, καὶ ἔργον ἐπ' ἔργῳ ἐργάζεσθαι.
83Hesiodus, Opera et dies, 405; 10 (auctor fl.c.700BC)
τοῖς δ' ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον, ὃς ἔργου μελετῶν ἰθεῖάν κ' αὔλακ' ἐλαύνοι, μηκέτι παπταίνων μεθ' ὁμήλικας, ἀλλ' ἐπὶ ἔργῳ θυμὸν ἔχων· τοῦ δ' οὔτι νεώτερος ἄλλος ἀμείνων σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
84Hesiodus, Theogonia, 139; 6 (auctor fl.c.700BC)
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, δεινότατοι παίδων, σφετέρῳ δ' ἤχθοντο τοκῆι ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δ' ἐπετέρπετο ἔργῳ Οὐρανός.
85Homerus, Ilias, 1, 386; 2 (auctor fl.700BC)
ἀλλά σύ εἰ δύνασαί γε περίσχεο παιδός ἑῆος· ἐλθοῦσ' Οὔλυμπον δέ Δία λίσαι, εἴ ποτε δή τι ἢ ἔπει ὤνησας κραδίην Διός ἠέ καί ἔργῳ.
86Homerus, Ilias, 1, 493; 3 (auctor fl.700BC)
εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθ' αὐτοῖο καθέζετο, καί λάβε γούνων σκαιῇ, δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· Ζεῦ πάτερ εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱόν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετ'· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλών γάρ ἔχει γέρας αὐτός ἀπούρας.
87Homerus, Ilias, 4, 127; 12 (auctor fl.700BC)
καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γάρ μνήσονται Ἀχαιοί πατρίδος αἴης· κάδ δέ κεν εὐχωλήν Πριάμῳ καί Τρωσί λίποιμεν Ἀργείην Ἑλένην· σέο δ' ὀστέα πύσει ἄρουρα κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπί ἔργῳ.
88Homerus, Ilias, 4, 223; 6 (auctor fl.700BC)
τούς δέ ἰδών γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, αὐτίκα δ' Ἰδομενῆα προσηύδα μειλιχίοισιν· Ἰδομενεῦ περί μέν σε τίω Δαναῶν ταχυπώλων ἠμέν ἐνί πτολέμῳ ἠδ' ἀλλοίῳ ἐπί ἔργῳ ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἳ ἄριστοι ἐνί κρητῆρι κέρωνται.
89Homerus, Ilias, 5, 864; 4 (auctor fl.700BC)
ἄλλοι μέν γάρ πάντες ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ σοί τ' ἐπιπείθονται καί δεδμήμεσθα ἕκαστος· ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ, ἀλλ' ἀνιεῖς, ἐπεί αὐτός ἐγείναο παῖδ' ἀΐδηλον· ἣ νῦν Τυδέος υἱόν ὑπερφίαλον Διομήδεα μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοῖσι.
90Homerus, Odyssea, 16, 90; 4 (auctor fl.700BC)
εἰ δ' αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν ἢ τάδε γ' αἰέν ἀεικέα ἔργ' ὁράασθαι, ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατά δώματα καλά, καί οἶνον διαφυσσόμενον, καί σῖτον ἔδοντας μάψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπί ἔργῳ.
91Homerus, Odyssea, 21, 205; 9 (auctor fl.700BC)
ἀλλά προμνηστῖνοι ἐσέλθετε, μηδ' ἅμα πάντες, πρῶτος ἐγώ, μετά δ' ὔμμες· ἀτάρ τόδε σῆμα τετύχθω· ἄλλοι μέν γάρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, οὐκ ἐάσουσιν ἐμοί δόμεναι βιόν ἠδέ φαρέτρην· ἀλλά σύ, δῖ' Εὔμαιε, φέρων ἀνά δώματα τόξον ἐν χείρεσσιν ἐμοί θέμεναι, εἰπεῖν τε γυναιξί κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, ἢν δέ τις ἢ στοναχῆς ἠέ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκήν ἔμεναι παρά ἔργῳ.
92Homerus, Odyssea, 21, 354; 9 (auctor fl.700BC)
ἢν δέ τις ἤ στοναχῆς ἠέ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκήν ἔμεναι παρά ἔργῳ.
93Incertus 014, Vita et institutum, 14, 0048C
Ὁ θεῖος τοίνυν Ἀμβρόσιος ἐν τῂ Ῥωμαίων διαπρέπων συγκλήτῳ, μετὰ πολλὰς καὶ ἄλλας ἀξιωμάτων ἀρχὰς, τὴν Ἰταλῶν κατ' ἐκεῖνο καιροῦ ἡγεμονίαν, παρὰ Κωνσταντίνου καὶ Κώνσταντος τῶν εὐσεβῶν βασιλέων πεπίστευτο, ἀνὴρ καθαρὸς μὲν τὸν βίον, καὶ ἀρετῆς ἐραστὴς εὐδόκιμος δὲ καὶ λόγοις καὶ ἔργῳ· σοφίας δὲ τῆς τῶν θείων γραφῶν τρόφιμος, εἰ καὶ ἀμύητος ἦν ἔτι, ἀλλὰ καὶ πειθοῖ τῇ ἑλληνικῇ καὶ μούσῃ γεγυμνασμένος, δικαίως τε κρίνων καὶ ὑγιῶς, καὶ πράξεως πονηρᾶς ἁπάσης ἀκριβὴς ἔλεγχος.
94Iustinianus, Digesta Iustiniani Augusti, 48, 5, 24; 3 (auctor c.482-565)
Labeo quoque ita probat, et Pomponius scripsit in ipsis rebus Ueneris deprehensum occidi: et hoc est quod Solo et Draco dicunt ἐν ἔργῳ.
95Iustinianus I Augustus, Adversus Origenem, 69, 0211C (auctor c.482–565)
Ταῦτα δὲ αὐτὰ γεγραφήκαμεν οὐ μόνον πρὸς τὴν σὴν ἁγιωσύνην, ἀλλὰ καὶ πρὸς τὸν ἁγιώτατον, καὶ μακαριώτατον πάπαν τῆς πρεσβυτέρας Ῥώμης, καὶ πατριάρχην Βιγίλιον, καὶ τοὺς λοιποὺς ἅπαντας ἁγιωτάτους ἐπισκόπους καὶ πατριάρχας, τουτέστιν Ἀλεξανδρείας, Θεουπόλεως, καὶ Ἱεροσολύμων, ὥστε καὶ αὐτοὺς πρόνοιαν θέσθαι τῷ ἔργῳ, καὶ πέρατι ταῦτα παραδοθῆναι.
96Leo I, Epistolae, 54, 0992C (auctor 440-461)
Ἐν ᾧ ἔργῳ ἀξίως, καὶ δικαίως μεγαλαυχεῖ ἡ ὑμετέρα μεγαλειότης, ἥτις πιστῶς, καὶ κυρίως προενόησεν, ὅπως τὰς ἀνατολικὰς ἐκκλησίας ἡ τοῦ διαβόλου ἐπιβουλὴ μὴ βλάψῃ, ἀλλ' εἰς τὸ ἐξιλεώσασθαι τὸν Θεὸν δεκτὰ πανταχοῦ προσενεχθεῖεν ὁλοκαυτώματα· ὁπότε διὰ τοῦ μεσίτου Θεοῦ καὶ ἀνθρώπων Ἰησοῦ Χριστοῦ ἡ αὐτὴ ἐξομολόγησις τῶν δήμων, καὶ αὐτὴ τῶν ἱερέων ἡ αὐτὴ τῶν βασιλέων, γαληνότατε υἱὲ, καὶ αὐτόκρατορ αὔγουστε.
97Leo I, Epistolae, 54, 0996B (auctor 440-461)
Ἐν ᾧπερ ἔργῳ ἐπαμύνοντος τοῦ Χριστοῦ πιστῶς ἐκβιβασθησομένῳ, ἀναγκαῖόν ἐστιν ἐπίμονον παρασχεῖν με σπουδήν.
98Leo I, Epistolae, 54, 1008B (auctor 440-461)
Καὶ γὰρ εἰ μὴ τὰ συγκεχωρημένα ζητήσειας, αὐτὸς σεαυτὸν τῷ σῷ ἔργῳ, καὶ τῇ σῇ κρίσει τῆς εἰρήνης πάσης τῆς ἐκκλησίας ἀποστερήσειας.
99Leo I, Epistolae, 54, 1034B (auctor 440-461)
Καὶ γὰρ ὁπότε ἐξαιρὲτῳ ὑμῶν ἔργῳ γεγένηται, ὥστε συνόδου κατακεκριμένων τῶν ἐκδικούντων τὸ δυσσεβὲς δόγμα πάσας τὰς δυνάμεις ἡ ἱερόσυλος πλάνη ἀπολέσει, εἰς νίκην τῆς αὐτῆς ἀνῆκε διαθέσεως, εἰ τὸ κακὸν, ὅπερ ἐν τοῖς ἰδίοις ἡγεμόσιν εὑρίσκεται, καὶ παρ' οἵοις δήποτε ἑτέροις ἐξαλειφθείη· ὅπερ εὐχερέστερον ἡ σὴ γαληνότης ὑπολαμβάνει πληροῦν, εἰ ἀνὰ πάσας τὰς ἐκκλησίας τοὺς τύπους τῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι τῷ ἀποστολικῷ θρόνῳ ἀρέσαι διδαχθείη· περὶ οὗ οὐδὲ ὑπόνοια ἐγένετο ἀμφιβολίας, ὁπότε τῇ πίστει ταύτῃ πάντων ὑπογραψάντων ἡ σύνεσις προτέθειται, ἥτις παρ' ἐμοῦ κατὰ τὸν τύπον τῆς ἀποστολικῆς διδασκαλίας καί τῆς πατρικῆς παραδόσεως ἐξεπέμφθη, καὶ διὰ τοῦ ἐμοῦ ἀδελφοῦ Λουκιανοῦ τοῦ ἐπισκόπου τοιαῦτα καὶ πρὸς τὴν σὴν ἐνδοξότητα, καὶ πρὸς τὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον ἰξαπέσταλται γράμματα, δι' ὧν ἐναργέστατα δείκνυται ἐμὲ τῶν περὶ τῆς καθολικῆς πίστεως ἐν τῇ προλεχθείσῃ συνόδῳ τυπωθέντων ἔχεσθαι.
100Leo I, Epistolae, 54, 0954B (auctor 440-461)
Καὶ ἔδει μέν αὐτὸν εὐθὺς ἐφ' ἧς ἐαυτὸν ἔταξε, καταλεῖψαι μερίδος Ἐπειδὴ δὲ τοῦ σωτῆρος τὴν μαθητείαν ἐπαγγελλόμεθα, ὃς, πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἔργῳ ταύτην ἐπ' αὐτῷ κυρῶσαι τὴν φιλανθρωπίαν ἐσπεύσαμεν· καὶ πρὸς κρίσιν ἀδελφικῶς ἐκαλοῦμεν, οὐχ ὡς ἀποτέμνειν πειρώμενοι, ἀλλ' ἀπολογίας αὐτῷ χώραν πρὸς ἰατρείαν παρέχοντες.
101Markos monachos, Florilegium et opuscula, Florilegium, 6; 13 (auctor fl.1260)
Ἀπρόσιτον σεαυτὴν φύλαττε καὶ ἔργῳ καὶ λόγῳ καὶ βίῳ καὶ διανοήματι καὶ κινήματι.
102Markos monachos, Florilegium et opuscula, Florilegium, 14; 2 (auctor fl.1260)
Ῥίψαντες πᾶσαν ἀφορμὴν καὶ πᾶσαν ὀκνηρίαν ἀκηδίαν τε καὶ ὀλιγωρίαν, τῷ μεγάλῳ ἔργῳ τῆς προσευχῆς νηφόντως καὶ θερμῶς σχολάσωμεν.
103Markos monachos, Florilegium et opuscula, Florilegium, 22; 9 (auctor fl.1260)
Οἱ μὲν θεῖοι ἀπόστολοι καὶ θεῖοι πατέρες καὶ ἔργῳ πράττοντες καὶ λόγῳ διδάσκοντες τὴν νηστείαν ἀδιαλείπτως ἦσαν σχολάζοντες, παρεκτὸς τῶν κεκωλυμένων· ἡμεῖς δὲ μὴ δυνάμενοι – μᾶλλον δὲ μὴ προαιρούμενοι – οὕτως πολιτεύεσθαι, κἂν τὸν κίνδυνον ἀποφυγεῖν σπουδάσωμεν, καὶ τὰς παραδεδομένας νηστείας ὡς δυνατὸν φυλάξωμεν.
104Markos monachos, Florilegium et opuscula, Florilegium, 25; 4 (auctor fl.1260)
Διὰ τοῦτο ἐν αὐτῷ πολλοὶ τὴν σπουδὴν ἐπιτείνουσιν, οἱ μὲν τὴν νηστείαν αὔξουσιν, οἱ δὲ τὰς ἱερὰς ἀγρυπνίας, ἕτεροι ἐλεημοσύνην δαψιλεστέραν ἐργάζονται, τῇ περὶ τὰς ἀγαθὰς πράξεις σπουδῇ καὶ τῇ συντεταγμένῃ περὶ τὸν βίον εὐλαβείᾳ ἑορτάζοντες ἐν αὐτῇ τῇ ἁγίᾳ ἑβδομάδι τὰ σεπτὰ καὶ σωτήρια πάθη ἔργῳ καὶ λόγῳ.
105Markos monachos, Florilegium et opuscula, Florilegium, 42; 5 (auctor fl.1260)
Καὶ ἴσως ἄν τι φανείη χρήσιμον τῇ σῇ θεοφιλίᾳ ἐξ αὐτῶν ἀνακαλυπτόμενον, τοῦτο καὶ ἔργῳ σπούδασον τελειῶσαι.
106Markos monachos, Florilegium et opuscula, Sermo C, 21; 8 (auctor fl.1260)
Ἀπρόσιτον σεαυτὸν φύλαττε καὶ ἔργῳ καὶ λόγῳ καὶ βίῳ καὶ διανοήματι καὶ κινήματι.
107Markos monachos, Florilegium et opuscula, Sermo A, 8; 15 (auctor fl.1260)
Τοῦ αὐτοῦ Οἱ μὲν οὖν ἅγιοι ἀπόστολοι καὶ οἱ θεῖοι πατέρες ἔργῳ πράττοντες καὶ λόγῳ διδάσκοντες, τῇ νηστείᾳ ἀδιαλείπτως ἦσαν σχολάζοντες παρεκτὸς τῶν κεκωλυμένων· ἡμεῖς δὲ μὴ δυνάμενοι – μᾶλλον δὲ μὴ προαιρούμενοι – οὕτως πολιτεύεσθαι, κἂν τὸν κίνδυνον ἀποφυγεῖν σπουδάσωμεν, καὶ τὰς παραδεδομένας νηστείας ὡς δυνατὸν φυλάξομεν.
108Martinus I, Epistolae, 87, 0165B
Τὸ μὲν κλαπῆναι κοινὸν καὶ τῆς ἀνθρωπίνης ἴδιον ἀσθενείας, τὸ δὲ πρὸς τὸ κρεῖττον μεταβληθῆναι, μόνης τῆς χάριτος, τοὺς καθ' ὑμᾶς ἀξίους ἔν τε λόγῳ παντὶ καὶ ἔργῳ τῷ παναγάθῳ προσοικειούσης Θεῷ, καὶ τὸ πανάγιον αὐτοῖς ἀμεταθέτως παρεχομένης πνεῦμα τῆς ἀρίστης κατ' αὐτῶν πολιτείας.
109Martinus I, Epistolae, 87, 0168C
Φέρεις γὰρ τῆς τοιαύτης πνευματικῆς ἰσχύος ἐναργεῖς τοὺς χαρακτῆρας, ὧν ἐπίσημός ἐστι καὶ ἐξαίρετος ὁ τῆς ἀγάπης ἀνυπόκριτος πόθος, δι' οὗ παρέστησας ὅτι οὐκ ἀγαπᾷς λόγῳ, οὔτε γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου· περισωσάμενος ἡμῖν διὰ τῶν οἰκείων μοναχῶν, τὸν ἐκ τῆς ἡμετέρας Ἀποστολικῆς καθέδρας αὐτόθι σταλέντα Στέφανον, τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς τῶν Δωρητῶν πόλεως, ὑπὲρ οὗ μισθὸν ἔχοντες παρὰ Κυρίου, σπουδάσατε τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι προθυμότερον ἐπεκτείνεσθαι, καὶ τὴν ἡγεμονίδα τῶν ἀρετῶν, λέγω δὴ τὴν ἁγιωτάτην ἡμῶν πίστιν, εὐζηλώτως διεκδικεῖν.
110Plato, Apologia, p1, 17; 4 (auctor c.425BC-347BC)
τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπ' ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδ' ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα· εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ.
111Plato, Apologia, p1, 32; 8 (auctor c.425BC-347BC)
τότε μέντοι ἐγὼ οὐ λόγῳ ἀλλ' ἔργῳ αὖ ἐνεδειξάμην ὅτι ἐμοὶ θανάτου μὲν μέλει, εἰ μὴ ἀγροικότερον ἦν εἰπεῖν, οὐδ' ὁτιοῦν, τοῦ δὲ μηδὲν ἄδικον μηδ' ἀνόσιον ἐργάζεσθαι, τούτου δὲ τὸ πᾶν μέλει.
112Plato, Apologia, p1, 40; 5 (auctor c.425BC-347BC)
καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με ἐπέσχε λέγοντα μεταξύ· νῦν δὲ οὐδαμοῦ περὶ ταύτην τὴν πρᾶξιν οὔτ' ἐν ἔργῳ οὐδενὶ οὔτ' ἐν λόγῳ ἠναντίωταί μοι.
113Plato, Convivium, p1, 179; 9 (auctor c.425BC-347BC)
τούτου δὲ καὶ ἡ Πελίου θυγάτηρ Ἄλκηστις ἱκανὴν μαρτυρίαν παρέχεται ὑπὲρ τοῦδε τοῦ λόγου εἰς τοὺς Ἕλληνας, ἐθελήσασα μόνη ὑπὲρ τοῦ αὑτῆς ἀνδρὸς ἀποθανεῖν, ὄντων αὐτῷ πατρός τε καὶ μητρός, οὓς ἐκείνη τοσοῦτον ὑπερεβάλετο τῇ φιλίᾳ διὰ τὸν ἔρωτα, ὥστε ἀποδεῖξαι αὐτοὺς ἀλλοτρίους ὄντας τῷ ὑεῖ καὶ ὀνόματι μόνον προσήκοντας, καὶ τοῦτ' ἐργασαμένη τὸ ἔργον οὕτω καλὸν ἔδοξεν ἐργάσασθαι οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θεοῖς, ὥστε πολλῶν πολλὰ καὶ καλὰ ἐργασαμένων εὐαριθμήτοις δή τισιν ἔδοσαν τοῦτο γέρας οἱ θεοί, ἐξ Ἅιδου ἀνεῖναι πάλιν τὴν ψυχήν, ἀλλὰ τὴν ἐκείνης ἀνεῖσαν ἀγασθέντες τῷ ἔργῳ· οὕτω καὶ θεοὶ τὴν περὶ τὸν ἔρωτα σπουδήν τε καὶ ἀρετὴν μάλιστα τιμῶσιν.
114Plato, Convivium, p1, 182; 6 (auctor c.425BC-347BC)
ἔργῳ δὲ τοῦτο ἔμαθον καὶ οἱ ἐνθάδε τύραννοι· ὁ γὰρ Ἀριστογείτονος ἔρως καὶ ἡ Ἁρμοδίου φιλία βέβαιος γενομένη κατέλυσεν αὐτῶν τὴν ἀρχήν.
115Plato, Convivium, p1, 188; 5 (auctor c.425BC-347BC)
πᾶσα γὰρ ἀσέβεια φιλεῖ γίγνεσθαι ἐὰν μή τις τῷ κοσμίῳ Ἔρωτι χαρίζηται μηδὲ τιμᾷ τε αὐτὸν καὶ πρεσβεύῃ ἐν παντὶ ἔργῳ, ἀλλὰ τὸν ἕτερον, καὶ περὶ γονέας καὶ ζῶντας καὶ τετελευτηκότας καὶ περὶ θεούς· ἃ δὴ προστέτακται τῇ μαντικῇ ἐπισκοπεῖν τοὺς ἐρῶντας καὶ ἰατρεύειν, καὶ ἔστιν αὖ ἡ μαντικὴ φιλίας θεῶν καὶ ἀνθρώπων δημιουργὸς τῷ ἐπίστασθαι τὰ κατὰ ἀνθρώπους ἐρωτικά, ὅσα τείνει πρὸς θέμιν καὶ εὐσέβειαν.
116Plato, Cratylos, p1, 388; 17 (auctor c.425BC-347BC)
Σωκράτης τῷ τίνος οὖν ἔργῳ ὁ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται· Ἑρμογένης τῷ τοῦ τέκτονος.
117Plato, Cratylos, p1, 388; 19 (auctor c.425BC-347BC)
Σωκράτης τῷ τίνος δὲ ἔργῳ ὁ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται· Ἑρμογένης τῷ τοῦ χαλκέως.
118Plato, Cratylos, p1, 388; 22 (auctor c.425BC-347BC)
τῷ δὲ τίνος ἔργῳ ὁ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται· Ἑρμογένης οὐδὲ τοῦτ' ἔχω.
119Plato, Cratylos, p1, 388; 25 (auctor c.425BC-347BC)
Σωκράτης νομοθέτου ἄρα ἔργῳ χρήσεται ὁ διδασκαλικὸς ὅταν ὀνόματι χρῆται· Ἑρμογένης δοκεῖ μοι.
120Plato, Cratylos, p1, 390; 5 (auctor c.425BC-347BC)
Σωκράτης τίς οὖν ὁ τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος· ἆρ' οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτ' εὖ εἴργασται εἴτε μή· Ἑρμογένης πάνυ γε.
121Plato, Cratylos, p1, 390; 8 (auctor c.425BC-347BC)
Σωκράτης τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέ τ' ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις· ἆρ' οὐχ ὅσπερ χρήσεται· Ἑρμογένης ναί.
122Plato, Critias, p1, 106; 2 (auctor c.425BC-347BC)
τῷ δὲ πρὶν μὲν πάλαι ποτ' ἔργῳ, νῦν δὲ λόγοις ἄρτι θεῷ γεγονότι προσεύχομαι, τῶν ῥηθέντων ὅσα μὲν ἐρρήθη μετρίως, σωτηρίαν ἡμῖν αὐτὸν αὐτῶν διδόναι, παρὰ μέλος δὲ εἴ τι περὶ αὐτῶν ἄκοντες εἴπομεν, δίκην τὴν πρέπουσαν ἐπιτιθέναι.
123Plato, Crito, p1, 50; 3 (auctor c.425BC-347BC)
εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ' ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καὶ τὸ κοινὸν τῆς πόλεως ἐπιστάντες ἔροιντο· «εἰπέ μοι, ὦ Σώκρατες, τί ἐν νῷ ἔχεις ποιεῖν· ἄλλο τι ἢ τούτῳ τῷ ἔργῳ ᾧ ἐπιχειρεῖς διανοῇ τούς τε νόμους ἡμᾶς ἀπολέσαι καὶ σύμπασαν τὴν πόλιν τὸ σὸν μέρος· ἢ δοκεῖ σοι οἷόν τε ἔτι ἐκείνην τὴν πόλιν εἶναι καὶ μὴ ἀνατετράφθαι, ἐν ᾗ ἂν αἱ γενόμεναι δίκαι μηδὲν ἰσχύωσιν ἀλλὰ ὑπὸ ἰδιωτῶν ἄκυροί τε γίγνωνται καὶ διαφθείρωνται·» τί ἐροῦμεν, ὦ Κρίτων, πρὸς ταῦτα καὶ ἄλλα τοιαῦτα· πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι.
124Plato, Crito, p1, 51; 5 (auctor c.425BC-347BC)
ὃς δ' ἂν ὑμῶν παραμείνῃ, ὁρῶν ὃν τρόπον ἡμεῖς τάς τε δίκας δικάζομεν καὶ τἆλλα τὴν πόλιν διοικοῦμεν, ἤδη φαμὲν τοῦτον ὡμολογηκέναι ἔργῳ ἡμῖν ἃ ἂν ἡμεῖς κελεύωμεν ποιήσειν ταῦτα, καὶ τὸν μὴ πειθόμενον τριχῇ φαμεν ἀδικεῖν, ὅτι τε γεννηταῖς οὖσιν ἡμῖν οὐ πείθεται, καὶ ὅτι τροφεῦσι, καὶ ὅτι ὁμολογήσας ἡμῖν πείσεσθαι οὔτε πείθεται οὔτε πείθει ἡμᾶς, εἰ μὴ καλῶς τι ποιοῦμεν,
125Plato, Crito, p1, 52; 7 (auctor c.425BC-347BC)
πρῶτον μὲν οὖν ἡμῖν τοῦτ' αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύσεσθαι καθ' ἡμᾶς ἔργῳ ἀλλ' οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ.
126Plato, Epistolae, 1a, 311; 8 (auctor c.425BC-347BC)
τοῦτο οὖν ἡμῖν ἔτι, σὺν θεῷ εἰπεῖν, ἔξεστιν, εἴ τι ἄρα μὴ καλῶς πέπρακται κατὰ τὴν ἔμπροσθεν συνουσίαν, ἐπανορθώσασθαι καὶ ἔργῳ καὶ λόγῳ· περὶ γὰρ φιλοσοφίαν φημὶ ἐγὼ τὴν ἀληθινὴν δόξαν ἔσεσθαι καὶ λόγον ἡμῶν μὲν ὄντων ἐπιεικῶν βελτίω, φαύλων δέ, τοὐναντίον.
127Plato, Epistolae, 1f, 324; 1 (auctor c.425BC-347BC)
μοι, καθ' ὅσον οἷός τέ εἰμι ἔργῳ καὶ λόγῳ.
128Plato, Epistolae, 1f, 333; 2 (auctor c.425BC-347BC)
ταῦτα ἦν τὰ λεγόμενα καὶ παρακελευόμενα ὑφ' ἡμῶν τῶν ἐπιβουλευόντων Διονυσίῳ, ὡς πολλαχόθεν ἐχώρουν οἱ τοιοῦτοι λόγοι, οἳ δὴ καὶ κρατήσαντες παρὰ Διονυσίῳ ἐξέβαλον μὲν Δίωνα, ἡμᾶς δ' εἰς φόβον κατέβαλον· ἵνα δ' ἐκπεράνωμεν οὐκ ὀλίγα πράγματα τὰ ἐν ὀλίγῳ χρόνῳ, ἐλθὼν ἐκ Πελοποννήσου καὶ Ἀθηνῶν δίων ἔργῳ τὸν Διονύσιον ἐνουθέτησεν.
129Plato, Epistolae, 1g, 354; 3 (auctor c.425BC-347BC)
δυνατὸν δέ, ὡς ἔδειξεν ἔργῳ σοφὸς ἀνὴρ καὶ ἀγαθὸς Λυκοῦργος, ὃς ἰδὼν τὸ τῶν οἰκείων γένος ἐν Ἄργει καὶ Μεσσήνῃ ἐκ βασιλέων εἰς τυράννων δύναμιν ἀφικομένους καὶ διαφθείραντας ἑαυτούς τε καὶ τὴν πόλιν ἑκατέρους ἑκατέραν, δείσας περὶ τῆς αὑτοῦ πόλεως ἅμα καὶ γένους, φάρμακον ἐπήνεγκεν τὴν τῶν γερόντων ἀρχὴν καὶ τὸν τῶν ἐφόρων δεσμὸν τῆς βασιλικῆς ἀρχῆς σωτήριον, ὥστε γενεὰς τοσαύτας ἤδη μετ' εὐκλείας σῴζεσθαι, νόμος ἐπειδὴ κύριος ἐγένετο βασιλεὺς τῶν ἀνθρώπων, ἀλλ' οὐκ ἄνθρωποι τύραννοι νόμων.
130Plato, Epistolae, 1g, 355; 6 (auctor c.425BC-347BC)
ὅτι δ' ἀληθῆ ταῦτ' ἐγὼ παρακελεύομαι, ἐὰν γεύσησθε τῶν νῦν λεγομένων περὶ νόμων, ἔργῳ γνώσεσθε· ἣ δὴ βάσανος ἀληθεστάτη δοκεῖ γίγνεσθαι τῶν πάντων πέρι.
131Plato, Epistolae, 1l, 362; 13 (auctor c.425BC-347BC)
τὰ δὲ ἄλλα περὶ σὲ καὶ λόγῳ καὶ ἔργῳ μέτριός μοι δοκεῖ εἶναι δίων.
132Plato, Gorgias, p1, 516; 15 (auctor c.425BC-347BC)
οὔκουν οἵ γε ἀγαθοὶ ἡνίοχοι κατ' ἀρχὰς μὲν οὐκ ἐκπίπτουσιν ἐκ τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσιν τοὺς ἵππους καὶ αὐτοὶ ἀμείνους γένωνται ἡνίοχοι, τότ' ἐκπίπτουσιν· οὐκ ἔστι ταῦτ' οὔτ' ἐν ἡνιοχείᾳ οὔτ' ἐν ἄλλῳ ἔργῳ οὐδενί· ἢ δοκεῖ σοι· Καλλίκλης οὐκ ἔμοιγε.
133Plato, Laches, p1, 183; 4 (auctor c.425BC-347BC)
ἔπειτα, ὦ Λυσίμαχε, οὐ πάνυ ὀλίγοις ἐγὼ τούτων παραγέγονα ἐν αὐτῷ τῷ ἔργῳ, καὶ ὁρῶ οἷοί εἰσιν.
134Plato, Laches, p1, 193; 9 (auctor c.425BC-347BC)
Σωκράτης καὶ ὅσοι ἂν ἐθέλωσιν εἰς φρέαρ καταβαίνοντες καὶ κολυμβῶντες καρτερεῖν ἐν τούτῳ τῷ ἔργῳ, μὴ ὄντες δεινοί, ἢ ἔν τινι ἄλλῳ τοιούτῳ, ἀνδρειοτέρους φήσεις τῶν ταῦτα δεινῶν.
135Plato, Laches, p1, 193; 21 (auctor c.425BC-347BC)
ἔργῳ μὲν γάρ, ὡς ἔοικε, φαίη ἄν τις ἡμᾶς ἀνδρείας μετέχειν, λόγῳ δ', ὡς ἐγᾦμαι, οὐκ ἄν, εἰ νῦν ἡμῶν ἀκούσειε διαλεγομένων.
136Plato, Leges, 1, 626; 2 (auctor c.425BC-347BC)
ἣν γὰρ καλοῦσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων εἰρήνην, τοῦτ' εἶναι μόνον ὄνομα, τῷ δ' ἔργῳ πάσαις πρὸς πάσας τὰς πόλεις ἀεὶ πόλεμον ἀκήρυκτον κατὰ φύσιν εἶναι.
137Plato, Leges, 1, 636; 2 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἔοικεν δῆτα, ὦ ξένοι, χαλεπὸν εἶναι τὸ περὶ τὰς πολιτείας ἀναμφισβητήτως ὁμοίως ἔργῳ καὶ λόγῳ γίγνεσθαι· κινδυνεύει γάρ, καθάπερ ἐν τοῖς σώμασιν, οὐ δυνατὸν εἶναι προστάξαι τι πρὸς ἓν σῶμα ἓν ἐπιτήδευμα, ἐν ᾧ οὐκ ἂν φανείη ταὐτὸν τοῦτο τὰ μὲν βλάπτον τὰ ἡμῶν σώματα, τὰ δὲ καὶ ὠφελοῦν.
138Plato, Leges, 1b, 677; 11 (auctor c.425BC-347BC)
Κλεινίας μῶν φράζεις Ἐπιμενίδην· Ἀθηναῖος ναί, τοῦτον· πολὺ γὰρ ὑμῖν ὑπερεπήδησε τῷ μηχανήματι τοὺς σύμπαντας, ὦ φίλε, ὃ λόγῳ μὲν Ἡσίοδος ἐμαντεύετο πάλαι, τῷ δὲ ἔργῳ ἐκεῖνος ἀπετέλεσεν, ὡς ὑμεῖς φατε.
139Plato, Leges, 1b, 688; 5 (auctor c.425BC-347BC)
Κλεινίας λόγῳ μὲν τοίνυν σε, ὦ ξένε, ἐπαινεῖν ἐπαχθέστερον, ἔργῳ δὲ σφόδρα ἐπαινεσόμεθα· προθύμως γὰρ τοῖς λεγομένοις ἐπακολουθήσομεν, ἐν οἷς ὅ γε ἐλεύθερος ἐπαινῶν καὶ μὴ μάλιστ' ἐστὶν καταφανής.
140Plato, Leges, 1d, 736; 4 (auctor c.425BC-347BC)
τὰ δ' ἐπείπερ λόγῳ γ' ἐστὶν τὰ νῦν ἀλλ' οὐκ ἔργῳ πραττόμενα, πεπεράνθω τε ἡμῖν ἡ συλλογὴ καὶ κατὰ νοῦν ἡ καθαρότης αὐτῆς ἔστω συμβεβηκυῖα· τοὺς γὰρ κακοὺς τῶν ἐπιχειρούντων εἰς τὴν νῦν πόλιν ὡς πολιτευσομένους συνιέναι πειθοῖ πάσῃ καὶ ἱκανῷ χρόνῳ διαβασανίσαντες, διακωλύσωμεν ἀφικνεῖσθαι, τοὺς δ' ἀγαθοὺς εἰς δύναμιν εὐμενεῖς ἵλεῴ τε προσαγώμεθα.
141Plato, Leges, 1d, 737; 7 (auctor c.425BC-347BC)
ταῦτα δέ, ἰδόντες τὴν χώραν καὶ τοὺς γείτονας, ὁριούμεθα ἔργῳ καὶ λόγοις· νῦν δὲ σχήματος ἕνεκα καὶ ὑπογραφῆς, ἵνα περαίνηται, πρὸς τὴν νομοθεσίαν ὁ λόγος ἴτω.
142Plato, Leges, 1e, 757; 3 (auctor c.425BC-347BC)
δυοῖν γὰρ ἰσοτήτοιν οὔσαιν, ὁμωνύμοιν μέν, ἔργῳ δὲ εἰς πολλὰ σχεδὸν ἐναντίαιν, τὴν μὲν ἑτέραν εἰς τὰς τιμὰς πᾶσα πόλις ἱκανὴ παραγαγεῖν καὶ πᾶς νομοθέτης, τὴν μέτρῳ ἴσην καὶ σταθμῷ καὶ ἀριθμῷ, κλήρῳ ἀπευθύνων εἰς τὰς διανομὰς αὐτήν· τὴν δὲ ἀληθεστάτην καὶ ἀρίστην ἰσότητα οὐκέτι ῥᾴδιον παντὶ ἰδεῖν.
143Plato, Leges, 1e, 769; 8 (auctor c.425BC-347BC)
Ἀθηναῖος τί οὖν· ἆρ' οὐ τοιοῦτον δοκεῖ σοι τὸ τοῦ νομοθέτου βούλημ' εἶναι· πρῶτον μὲν γράψαι τοὺς νόμους πρὸς τὴν ἀκρίβειαν κατὰ δύναμιν ἱκανῶς· ἔπειτα προϊόντος τοῦ χρόνου καὶ τῶν δοξάντων ἔργῳ πειρώμενον, ἆρ' οἴει τινὰ οὕτως ἄφρονα γεγονέναι νομοθέτην, ὥστ' ἀγνοεῖν ὅτι πάμπολλα ἀνάγκη παραλείπεσθαι τοιαῦτα, ἃ δεῖ τινα συνεπόμενον ἐπανορθοῦν, ἵνα μηδαμῇ χείρων, βελτίων δὲ ἡ πολιτεία καὶ ὁ κόσμος ἀεὶ γίγνηται περὶ τὴν ᾠκισμένην αὐτῷ πόλιν· Κλεινίας εἰκός – πῶς γὰρ οὔ· – βούλεσθαι πάντα ὁντινοῦν τὸ τοιοῦτον.
144Plato, Leges, 1e, 769; 9 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν εἴ τίς τινα μηχανὴν ἔχοι πρὸς τοῦτο, ἔργῳ καὶ λόγοις τίνα τρόπον διδάξειεν ἂν ἕτερον εἴτε μείζονα εἴτε ἐλάττω περὶ τοῦτ' ἔχειν ἔννοιαν, ὅπως χρὴ φυλάττειν καὶ ἐπανορθοῦν νόμους, οὐκ ἄν ποτε λέγων ἀπείποι τὸ τοιοῦτον πρὶν ἐπὶ τέλος ἐλθεῖν·
145Plato, Leges, 1e, 777; 7 (auctor c.425BC-347BC)
Μέγιλλος τί μήν· Κλεινίας τί οὖν δὴ χρὴ ποιεῖν, τούτων, ὦ ξένε, διαφερομένων οὕτω, περὶ τῆς ἡμετέρας αὖ χώρας ἡμᾶς, τῆς τε κτήσεως ἅμα καὶ κολάσεως τῶν δούλων πέρι· Ἀθηναῖος τί δ', ὦ Κλεινία· δῆλον ὡς ἐπειδὴ δύσκολόν ἐστι τὸ θρέμμα ἄνθρωπος, καὶ πρὸς τὴν ἀναγκαίαν διόρισιν, τὸ δοῦλόν τε ἔργῳ διορίζεσθαι καὶ ἐλεύθερον καὶ δεσπότην, οὐδαμῶς εὔχρηστον ἐθέλειν εἶναί τε καὶ γίγνεσθαι φαίνεται, χαλεπὸν δὴ τὸ κτῆμα· ἔργῳ γὰρ πολλάκις ἐπιδέδεικται περὶ τὰς Μεσσηνίων συχνὰς εἰωθυίας ἀποστάσεις γίγνεσθαι, καὶ περί γε τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις, ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων τῶν περὶ τὴν Ἰταλίαν γιγνομένων παντοδαπὰ κλωπῶν ἔργα τε καὶ παθήματα.
146Plato, Leges, 1e, 778; 5 (auctor c.425BC-347BC)
γάμων δ' ἦν ἔμπροσθεν ταῦτα, ὦ Κλεινία, νῦν δ' ἔπειπερ λόγῳ γίγνεται, καὶ μάλ' ἐγχωρεῖ ταύτῃ γίγνεσθαι τὰ νῦν· ἔργῳ μὴν ὅταν γίγνηται, ταῦτ' ἔμπροσθεν τῶν γάμων, ἐὰν θεὸς ἐθέλῃ, ποιήσαντες, ἐκεῖνα ἤδη τότε ἐπὶ πᾶσιν τοῖς τοιούτοις ἀποτελοῦμεν.
147Plato, Leges, 1e, 781; 4 (auctor c.425BC-347BC)
πόθεν δή τίς γε ἔργῳ μὴ καταγελάστως ἐπιχειρήσει γυναῖκας προσβιάζεσθαι τὴν σίτων καὶ ποτῶν ἀνάλωσιν φανερὰν θεωρεῖσθαι· τούτου γὰρ οὐκ ἔστιν ὅτι χαλεπώτερον ἂν ὑπομείνειεν τοῦτο τὸ γένος· εἰθισμένον γὰρ δεδυκὸς καὶ σκοτεινὸν ζῆν, ἀγόμενον δ' εἰς φῶς βίᾳ πᾶσαν ἀντίτασιν ἀντιτεῖνον, πολὺ κρατήσει τοῦ νομοθέτου.
148Plato, Leges, 1f, 814; 5 (auctor c.425BC-347BC)
τοῦτ' οὖν τότε κρινοῦμεν, ὅταν ἔργῳ λόγος ἀκολουθήσας μηνύσῃ τι σαφὲς τῶν τε ἄλλων ὧν εἴρηκεν πέρι, καὶ ὅτι τῇ πολεμικῇ μάχῃ πασῶν κινήσεων ὄντως ἐστὶ συγγενὴς πολὺ μάλισθ' ἡμῖν ἡ τοιαύτη πάλη, καὶ δὴ καὶ ὅτι δεῖ ταύτην ἐκείνης χάριν ἐπιτηδεύειν, ἀλλ' οὐκ ἐκείνην ταύτης ἕνεκα μανθάνειν.
149Plato, Leges, 1g, 839; 5 (auctor c.425BC-347BC)
νοῆσαι μὲν γὰρ δὴ ῥᾷστον ὡς δυνατόν τέ ἐστιν καὶ ὅπῃ – φαμὲν γὰρ δὴ καθιερωθὲν τοῦτο ἱκανῶς τὸ νόμιμον πᾶσαν ψυχὴν δουλώσεσθαι καὶ παντάπασιν μετὰ φόβου ποιήσειν πείθεσθαι τοῖς τεθεῖσιν νόμοις – ἀλλὰ γὰρ εἰς τοῦτο προβέβηκε νῦν, ὥστ' οὐδ' ἂν τότε γενέσθαι δοκεῖ, καθάπερ τὸ τῶν συσσιτίων ἐπιτήδευμα ἀπιστεῖται μὴ δυνατὸν εἶναι δύνασθαι διὰ βίου πόλιν ὅλην ζῆν πράττουσαν τοῦτο, ἐλεγχθὲν δ' ἔργῳ καὶ γενόμενον παρ' ὑμῖν, ὅμως ἔτι τό γε γυναικῶν οὐδὲ ἐν ταῖς ὑμετέραις πόλεσιν δοκεῖ φύσιν ἔχειν γίγνεσθαι.
150Plato, Leges, 1h, 879; 8 (auctor c.425BC-347BC)
ὧδε οὖν ἔστω· πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον ἔργῳ τε καὶ ἔπει· τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν, ἄρρενα ἢ θῆλυν, νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω, καὶ πάσης τῆς δυνατῆς ἡλικίας αὐτὸν φιτῦσαι καὶ τεκεῖν ἀπέχοιτο ἀεὶ θεῶν γενεθλίων χάριν.
151Plato, Leges, 1i, 885; 4 (auctor c.425BC-347BC)
ἱεροσυλία μὲν γὰρ εἴρηται συλλήβδην, βίαιός τε καὶ λάθρᾳ ἐὰν γίγνηται, τί χρὴ πάσχειν· ὅσα δὲ λόγῳ καὶ ὅσα ἔργῳ περὶ θεοὺς ὑβρίζει τις λέγων ἢ πράττων, τὸ παραμύθιον ὑποθεμένῳ ῥητέον ἃ δεῖ πάσχειν.
152Plato, Leges, 1i, 909; 5 (auctor c.425BC-347BC)
κοινὸν δ' ἐπὶ τούτοις πᾶσιν νόμον κεῖσθαι χρεών, ὃς ἐλάττω τε εἰς θεοὺς αὐτῶν τοὺς πολλοὺς ἔργῳ καὶ λόγῳ πλημμελεῖν ἂν ποιοῖ, καὶ δὴ καὶ ἀνοήτους ἧττον γίγνεσθαι, διὰ τὸ μὴ ἐξεῖναι θεοπολεῖν παρὰ νόμον.
153Plato, Leges, 1j, 917; 1 (auctor c.425BC-347BC)
ἔργῳ πράξειεν, ὁ μὴ θεομισέστατος ἔσεσθαι μέλλων· οὗτος δ' ἐστὶν ὃς ἂν ὅρκους ὀμνὺς ψευδεῖς μηδὲν φροντίζῃ θεῶν, δεύτερος δὲ ὃς ἂν ἐναντίον τῶν κρειττόνων αὑτοῦ ψεύδηται.
154Plato, Leges, 1j, 935; 1 (auctor c.425BC-347BC)
ὀνομάτων ἐπιφέρειν γυναικείους ἑαυτοῖς φήμας, πρῶτον μὲν ἐκ λόγων, κούφου πράγματος, ἔργῳ μίση τε καὶ ἔχθραι βαρύταται γίγνονται· πράγματι γὰρ ἀχαρίστῳ, θυμῷ, χαριζόμενος ὁ λέγων, ἐμπιμπλὰς ὀργὴν κακῶν ἑστιαμάτων, ὅσον ὑπὸ παιδείας ἡμερώθη ποτέ, πάλιν ἐξαγριῶν τῆς ψυχῆς τὸ τοιοῦτον, θηριούμενος ἐν δυσκολίᾳ ζῶν γίγνεται, πικρὰν τοῦ θυμοῦ χάριν ἀποδεχόμενος.
155Plato, Leges, 1k, 964; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος μεῖζον δή τι νομοθέτῃ τε καὶ νομοφύλακι, καὶ ὃς ἀρετῇ πάντων διαφέρειν οἴεται καὶ νικητήρια τούτων αὐτῶν εἴληφεν, ἢ ταῦτα αὐτὰ περὶ ὧν νῦν λέγομεν, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, φρόνησις· Κλεινίας καὶ πῶς· Ἀθηναῖος τούτων δὴ πέρι τοὺς ἐξηγητάς, τοὺς διδασκάλους, τοὺς νομοθέτας, τῶν ἄλλων τοὺς φύλακας, τῷ δεομένῳ γνῶναί τε καὶ εἰδέναι, ἢ τῷ δεομένῳ κολάζεσθαί τε καὶ ἐπιπλῆξαι ἁμαρτάνοντι, πότερον οὐ διδάσκοντα ἣν δύναμιν ἔχει κακία τε καὶ ἀρετὴ καὶ πάντως δηλοῦντα, διαφέρειν τῶν ἄλλων, ἀλλ' ἢ ποιητήν τινα ἐλθόντα εἰς τὴν πόλιν ἢ παιδευτὴν νέων φάσκοντ' εἶναι βελτίω φαίνεσθαι τοῦ πᾶσαν ἀρετὴν νενικηκότος· εἶτα ἐν τῇ τοιαύτῃ πόλει ὅπου μὴ λόγῳ ἔργῳ τε ἱκανοὶ φύλακες εἶεν, ἀρετῆς πέρι γιγνώσκοντες ἱκανῶς, θαυμαστόν τι ταύτην τὴν πόλιν ἀφύλακτον οὖσαν πάσχειν ἃ πολλαὶ πάσχουσι τῶν νῦν πόλεων· Κλεινίας οὐδέν γε, ὡς εἰκός.
156Plato, Leges, 1k, 964; 6 (auctor c.425BC-347BC)
Ἀθηναῖος τί οὖν· ὃ λέγομεν νῦν ποιητέον ἡμῖν, ἢ πῶς· τοὺς φύλακας ἀκριβεστέρους τῶν πολλῶν περὶ ἀρετῆς ἔργῳ καὶ λόγῳ κατασκευαστέον· ἢ τίνα τρόπον τῇ τῶν ἐμφρόνων κεφαλῇ τε καὶ αἰσθήσεσιν ὁμοιωθήσεται ἡμῖν ἡ πόλις, ὡς τοιαύτην τινὰ φυλακὴν κεκτημένη ἐν αὑτῇ· Κλεινίας πῶς οὖν δὴ καὶ τίνα τρόπον, ὦ ξένε, ἀπεικάζοντες αὐτὸ τοιούτῳ τινὶ λέγομεν· Ἀθηναῖος δῆλον ὡς αὐτῆς μὲν τῆς πόλεως οὔσης τοῦ κύτους, τῶν δὲ φυλάκων τοὺς μὲν νέους οἷον ἐν ἄκρᾳ κορυφῇ, ἀπειλεγμένους τοὺς εὐφυεστάτους, ὀξύτητας ἐν πάσῃ τῇ ψυχῇ ἔχοντας, περὶ ὅλην κύκλῳ τὴν πόλιν ὁρᾶν, φρουροῦντας δὲ παραδιδόναι μὲν τὰς αἰσθήσεις ταῖς μνήμαις, τοῖς πρεσβυτέροις δὲ ἐξαγγέλους γίγνεσθαι πάντων τῶν κατὰ πόλιν,
157Plato, Menexenus, p1, 236; 13 (auctor c.425BC-347BC)
ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσιν τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν, προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων· λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει ἀποδοῦναι τοῖς ἀνδράσιν καὶ χρή.
158Plato, Menexenus, p1, 244; 1 (auctor c.425BC-347BC)
πόλεμον ὡς μετρίως ἔθεντο· καὶ τούτων ἁπάντων οὐδὲν ἄλλ' αἴτιον ἢ ἡ τῷ ὄντι συγγένεια, φιλίαν βέβαιον καὶ ὁμόφυλον οὐ λόγῳ ἀλλ' ἔργῳ παρεχομένη.
159Plato, Menexenus, p1, 247; 9 (auctor c.425BC-347BC)
καὶ φέροντες μὲν ἀνδρείως τὰς συμφορὰς δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δὲ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι· χρὴ δὲ οὐδέτερα τούτων, ἀλλ' ἐκείνους μάλιστα ἡμῶν ἐπαινέτας εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν.
160Plato, Menon, p1, 86; 7 (auctor c.425BC-347BC)
καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δ' οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ.
161Plato, Minos, p1, 318; 24 (auctor c.425BC-347BC)
οὐ γὰρ ἔσθ' ὅτι τούτου ἀσεβέστερόν ἐστιν οὐδ' ὅτι χρὴ μᾶλλον εὐλαβεῖσθαι, πλὴν εἰς θεοὺς καὶ λόγῳ καὶ ἔργῳ ἐξαμαρτάνειν, δεύτερον δὲ εἰς τοὺς θείους ἀνθρώπους· ἀλλὰ πάνυ πολλὴν χρὴ προμήθειαν ποιεῖσθαι ἀεί, ὅταν μέλλῃς
162Plato, Phaedo, p1, 71; 5 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ διακρίνεσθαι καὶ συγκρίνεσθαι, καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι, καὶ πάντα οὕτω, κἂν εἰ μὴ χρώμεθα τοῖς ὀνόμασιν ἐνιαχοῦ, ἀλλ' ἔργῳ γοῦν πανταχοῦ οὕτως ἔχειν ἀναγκαῖον, γίγνεσθαί τε αὐτὰ ἐξ ἀλλήλων γένεσίν τε εἶναι ἑκατέρου εἰς ἄλληλα· πάνυ μὲν οὖν, ἦ δ' ὅς.
163Plato, Phaedrus, p1, 240; 7 (auctor c.425BC-347BC)
νεωτέρῳ γὰρ πρεσβύτερος συνὼν οὔθ' ἡμέρας οὔτε νυκτὸς ἑκὼν ἀπολείπεται, ἀλλ' ὑπ' ἀνάγκης τε καὶ οἴστρου ἐλαύνεται, ὃς ἐκείνῳ μὲν ἡδονὰς ἀεὶ διδοὺς ἄγει, ὁρῶντι, ἀκούοντι, ἁπτομένῳ, καὶ πᾶσαν αἴσθησιν αἰσθανομένῳ τοῦ ἐρωμένου, ὥστε μεθ' ἡδονῆς ἀραρότως αὐτῷ ὑπηρετεῖν· τῷ δὲ δὴ ἐρωμένῳ ποῖον παραμύθιον ἢ τίνας ἡδονὰς διδοὺς ποιήσει τὸν ἴσον χρόνον συνόντα μὴ οὐχὶ ἐπ' ἔσχατον ἐλθεῖν ἀηδίας – ὁρῶντι μὲν ὄψιν πρεσβυτέραν καὶ οὐκ ἐν ὥρᾳ, ἑπομένων δὲ τῶν ἄλλων ταύτῃ, ἃ καὶ λόγῳ ἐστὶν ἀκούειν οὐκ ἐπιτερπές, μὴ ὅτι δὴ ἔργῳ ἀνάγκης ἀεὶ προσκειμένης μεταχειρίζεσθαι, φυλακάς τε δὴ καχυποτόπους φυλαττομένῳ διὰ παντὸς καὶ πρὸς ἅπαντας, ἀκαίρους τε ἐπαίνους καὶ ὑπερβάλλοντας ἀκούοντι, ὡς δ' αὕτως ψόγους νήφοντος μὲν οὐκ ἀνεκτούς, εἰς δὲ μέθην ἰόντος πρὸς τῷ μὴ ἀνεκτῷ ἐπαισχεῖς, παρρησίᾳ κατακορεῖ καὶ ἀναπεπταμένῃ χρωμένου· καὶ ἐρῶν μὲν βλαβερός τε καὶ ἀηδής, λήξας δὲ τοῦ ἔρωτος εἰς τὸν ἔπειτα χρόνον ἄπιστος, εἰς ὃν πολλὰ καὶ μετὰ πολλῶν ὅρκων τε καὶ δεήσεων ὑπισχνούμενος μόγις
164Plato, Phaedrus, p1, 272; 1 (auctor c.425BC-347BC)
οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δ' ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δ' οὔ· ἀλλ' ὅτι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ.
165Plato, Respublica, 1a, 382; 1 (auctor c.425BC-347BC)
τί δέ· ἦν δ' ἐγώ· ψεύδεσθαι θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φάντασμα προτείνων· οὐκ οἶδα, ἦ δ' ὅς.
166Plato, Respublica, 1a, 382; 20 (auctor c.425BC-347BC)
κομιδῇ ἄρα ὁ θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τε ἔργῳ καὶ λόγῳ, καὶ οὔτε αὐτὸς μεθίσταται οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπάς, οὔθ' ὕπαρ οὐδ' ὄναρ.
167Plato, Respublica, 1a, 383; 2 (auctor c.425BC-347BC)
συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήτε ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ· συγχωρῶ.
168Plato, Respublica, 1d, 473; 2 (auctor c.425BC-347BC)
τοῦτο μὲν δὴ μὴ ἀνάγκαζέ με, οἷα τῷ λόγῳ διήλθομεν, τοιαῦτα παντάπασι καὶ τῷ ἔργῳ δεῖν γιγνόμενα ἂν ἀποφαίνειν· ἀλλ', ἐὰν οἷοί τε γενώμεθα εὑρεῖν ὡς ἂν ἐγγύτατα τῶν εἰρημένων πόλις οἰκήσειεν, φάναι ἡμᾶς ἐξηυρηκέναι ὡς δυνατὰ ταῦτα γίγνεσθαι ἃ σὺ ἐπιτάττεις.
169Plato, Respublica, 1e, 487; 6 (auctor c.425BC-347BC)
νῦν γὰρ φαίη ἄν τίς σοι λόγῳ μὲν οὐκ ἔχειν καθ' ἕκαστον τὸ ἐρωτώμενον ἐναντιοῦσθαι, ἔργῳ δὲ ὁρᾶν, ὅσοι ἂν ἐπὶ φιλοσοφίαν ὁρμήσαντες μὴ τοῦ πεπαιδεῦσθαι ἕνεκα ἁψάμενοι νέοι ὄντες ἀπαλλάττωνται, ἀλλὰ μακρότερον ἐνδιατρίψωσιν, τοὺς μὲν πλείστους καὶ πάνυ ἀλλοκότους γιγνομένους, ἵνα μὴ παμπονήρους εἴπωμεν, τοὺς δ' ἐπιεικεστάτους δοκοῦντας ὅμως τοῦτό γε ὑπὸ τοῦ ἐπιτηδεύματος οὗ σὺ ἐπαινεῖς πάσχοντας, ἀχρήστους ταῖς πόλεσι γιγνομένους.
170Plato, Respublica, 1e, 492; 7 (auctor c.425BC-347BC)
ἣν ἔργῳ προστιθέασι λόγῳ μὴ πείθοντες οὗτοι οἱ παιδευταί τε καὶ σοφισταί.
171Plato, Respublica, 1e, 498; 10 (auctor c.425BC-347BC)
ἄνδρα δὲ ἀρετῇ παρισωμένον καὶ ὡμοιωμένον μέχρι τοῦ δυνατοῦ τελέως ἔργῳ τε καὶ λόγῳ, δυναστεύοντα
172Plato, Respublica, 1e, 501; 11 (auctor c.425BC-347BC)
ἔτι οὖν ἀγριανοῦσι λεγόντων ἡμῶν ὅτι πρὶν ἂν πόλεως τὸ φιλόσοφον γένος ἐγκρατὲς γένηται, οὔτε πόλει οὔτε πολίταις κακῶν παῦλα ἔσται, οὐδὲ ἡ πολιτεία ἣν μυθολογοῦμεν λόγῳ ἔργῳ τέλος λήψεται· ἴσως, ἔφη, ἧττον.
173Plato, Respublica, 1f, 534; 4 (auctor c.425BC-347BC)
ἀλλὰ μὴν τούς γε σαυτοῦ παῖδας, οὓς τῷ λόγῳ τρέφεις τε καὶ παιδεύεις, εἴ ποτε ἔργῳ τρέφοις, οὐκ ἂν ἐάσαις, ὡς ἐγᾦμαι, ἀλόγους ὄντας ὥσπερ γραμμάς, ἄρχοντας ἐν τῇ πόλει κυρίους τῶν μεγίστων εἶναι.
174Plato, Sophistes, p1, 234; 6 (auctor c.425BC-347BC)
Ξένος οὐκοῦν τόν γ' ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ.
175Plato, Sophistes, p1, 246; 13 (auctor c.425BC-347BC)
Θεαίτητος πῶς· Ξένος μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι.
176Plato, Theaetetus, p1, 173; 1 (auctor c.425BC-347BC)
ὁ δρόμος· ὥστ' ἐξ ἁπάντων τούτων ἔντονοι καὶ δριμεῖς γίγνονται, ἐπιστάμενοι τὸν δεσπότην λόγῳ τε θωπεῦσαι καὶ ἔργῳ ὑπελθεῖν, σμικροὶ δὲ καὶ οὐκ ὀρθοὶ τὰς ψυχάς.
177Plato, Timaeus, p1, 19; 8 (auctor c.425BC-347BC)
τὸ δὲ τῶν σοφιστῶν γένος αὖ πολλῶν μὲν λόγων καὶ καλῶν ἄλλων μάλ' ἔμπειρον ἥγημαι, φοβοῦμαι δὲ μή πως, ἅτε πλανητὸν ὂν κατὰ πόλεις οἰκήσεις τε ἰδίας οὐδαμῇ διῳκηκός, ἄστοχον ἅμα φιλοσόφων ἀνδρῶν ᾖ καὶ πολιτικῶν, ὅσ' ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες ἔργῳ καὶ λόγῳ προσομιλοῦντες ἑκάστοις πράττοιεν καὶ λέγοιεν.
178Plato, Timaeus, p1, 68; 8 (auctor c.425BC-347BC)
εἰ δέ τις τούτων ἔργῳ σκοπούμενος βάσανον λαμβάνοι, τὸ τῆς ἀνθρωπίνης καὶ θείας φύσεως ἠγνοηκὼς ἂν εἴη διάφορον, ὅτι θεὸς μὲν τὰ πολλὰ εἰς ἓν συγκεραννύναι καὶ πάλιν ἐξ ἑνὸς εἰς πολλὰ διαλύειν ἱκανῶς ἐπιστάμενος ἅμα καὶ δυνατός, ἀνθρώπων δὲ οὐδεὶς οὐδέτερα τούτων ἱκανὸς οὔτε ἔστι νῦν οὔτε εἰς αὖθίς ποτε ἔσται.
179Plotinus, Enneades, 1, 4, 1; 1 (auctor c.205-270)
Τὸ εὖ ζῆν καὶ τὸ εὐδαιμονεῖν ἐν τῷ αὐτῷ τιθέμενοι καὶ τοῖς ἄλλοις ζώιοις ἆρα τούτων μεταδώσομεν; Εἰ γὰρ ἔστιν αὐτοῖς ἧι πεφύκασιν ἀνεμποδίστως διεξάγειν, κἀκεῖνα τί κωλύει ἐν εὐζωίαι λέγειν εἶναι; Καὶ γὰρ εἴτε ἐν εὐπαθείαι τὴν εὐζωίαν τις θήσεται, εἴτε ἐν ἔργῳ οἰκείῳ τελειουμένῳ, κατ᾽ ἄμφω καὶ τοῖς ἄλλοις ζώιοις ὑπάρξει.
180Plotinus, Enneades, 1, 4, 1; 2 (auctor c.205-270)
Καὶ γὰρ εὐπαθεῖν ἐνδέχοιτο ἂν καὶ ἐν τῷ κατὰ φύσιν ἔργῳ εἶναι· οἷον καὶ τὰ μουσικὰ τῶν ζώιων ὅσα τοῖς τε ἄλλοις εὐπαθεῖ καὶ δὴ καὶ ἄιδοντα ἧι πέφυκε καὶ ταύτῃ αἱρετὴν αὐτοῖς τὴν ζωὴν ἔχει.
181Plotinus, Enneades, 2, 3, 16; 4 (auctor c.205-270)
Συνορῶσα οὖν ἀεὶ ἄλλα, τὰ δ᾽ ἄλλα, καὶ παρακολουθοῦσα τοῖς τῶν αὐτῆς ἔργων παθήμασι τὸν βίον τοιοῦτον ἔχει καὶ οὐκ ἀπήλλακται τῆς ἐπὶ τῷ ἔργῳ φροντίδος τέλος ἐπιθεῖσα τῷ ποιήματι καὶ ὅπως ἕξει καλῶς καὶ εἰς ἀεὶ ἅπαξ μηχανησαμένη, οἷα δέ τις γεωργὸς σπείρας ἢ καὶ φυτεύσας ἀεὶ διορθοῦται, ὅσα χειμῶνες ἔβλαψαν ὑέτιοι ἢ κρυμῶν συνέχεια ἢ ἀνέμων ζάλαι.
182Plotinus, Enneades, 4, 4, 8; 1 (auctor c.205-270)
Ἢ οὐκ ἀνάγκη οὔτε ὅσα τις θεωρεῖ ἐν μνήμῃ τίθεσθαι, οὔτε τῶν πάντη κατὰ συμβεβηκὸς ἐπακολουθούντων ἐν φαντασίαι γίγνεσθαι, ὧν τε ἡ νόησις καὶ ἡ γνῶσις ἐνεργεστέρα, εἰ ταῦτα αἰσθητῶς γίγνοιτο, οὐκ ἀνάγκη παρέντα τὴν γνῶσιν αὐτῶν τῷ κατὰ μέρος αἰσθητῷ τὴν ἐπιβολὴν ποιεῖσθαι, εἰ μή τις ἔργῳ οἰκονομοῖτό τι, τῶν ἐν μέρει τῇ γνώσει τοῦ ὅλου ἐμπεριεχομένων.
183Plotinus, Enneades, 4, 4, 9; 4 (auctor c.205-270)
Ἢ ὅτι ἕν, εἰδήσει, καὶ μία ζωὴ ἀεὶ – οὕτως γὰρ ἄπειρος – καὶ τὸ ἓν οὐ γνώσει ἔξωθεν, ἀλλ᾽ ἔργῳ, συνόντος ἀεὶ τοῦ οὕτως ἀπείρου, μᾶλλον δὲ παρεπομένου καὶ θεωρουμένου οὐκ ἐπακτῷ γνώσει.
184Plotinus, Enneades, 4, 8, 7; 3 (auctor c.205-270)
Ὥσπερ δὲ ἡ νοερὰ διέξοδος κατάβασίς ἐστιν εἰς ἔσχατον τὸ χεῖρον – οὐ γὰρ ἔνι εἰς τὸ ἐπέκεινα ἀναβῆναι, ἀλλ᾽ ἀνάγκη ἐνεργήσασαν ἐξ ἑαυτῆς καὶ μὴ δυνηθεῖσαν μεῖναι ἐφ᾽ ἑαυτῆς φύσεως δὴ ἀνάγκῃ καὶ νόμῳ μέχρι ψυχῆς ἐλθεῖν· τέλος γὰρ αὐτῇ τοῦτο· ταύτῃ δὲ τὸ ἐφεξῆς παραδοῦναι αὐτὴν πάλιν ἀναδραμοῦσαν – οὕτως καὶ ψυχῆς ἐνέργεια· τὸ μὲν μετ᾽ αὐτὴν τὰ τῇδε, τὸ δὲ πρὸ αὐτῆς ἡ θέα τῶν ὄντων, ταῖς μὲν παρὰ μέρος καὶ χρόνῳ γιγνομένου τοῦ τοιούτου καὶ ἐν τῷ χείρονι γιγνομένης ἐπιστροφῆς πρὸς τὰ ἀμείνω, τῇ δὲ λεγομένῃ τοῦ παντὸς εἶναι τὸ μηδ᾽ ἐν τῷ χείρονι ἔργῳ γεγονέναι, ἀπαθεῖ δὲ κακῶν οὔσῃ θεωρίαι τε περινοεῖν τὰ ὑπ᾽ αὐτὴν ἐξηρτῆσθαί τε τῶν πρὸ αὐτῆς ἀεί· ἢ ἅμα δυνατὸν καὶ ἄμφω, λαμβανούσῃ μὲν ἐκεῖθεν, χορηγούσῃ δὲ ἅμα ἐνταῦθα, ἐπείπερ ἀμήχανον ἦν μὴ καὶ τούτων ἐφάπτεσθαι ψυχῇ οὔσῃ.
185Plotinus, Enneades, 5, 8, 3; 5 (auctor c.205-270)
Ἀλλὰ γὰρ δεῖ τὴν εἰκόνα ἐκ νοῦ γενέσθαι, ὥστε μὴ δι᾽ εἰκόνος, ἀλλ᾽ οἷον χρυσοῦ παντὸς χρυσόν τινα δεῖγμα λαβεῖν, καὶ εἰ μὴ καθαρὸς εἴη ὁ ληφθείς, καθαίρειν αὐτὸν ἢ ἔργῳ ἢ λόγῳ δεικνύντας, ὡς οὐ πᾶν τοῦτό ἐστι χρυσός, ἀλλὰ τουτὶ τὸ ἐν τῷ ὄγκῳ μόνον· οὕτω καὶ ἐνταῦθα ἀπὸ νοῦ τοῦ ἐν ἡμῖν κεκαθαρμένου, εἰ δὲ βούλει, ἀπὸ τῶν θεῶν, οἷός ἐστιν ὁ ἐν αὐτοῖς νοῦς.
186Plotinus, Enneades, 5, 8, 7; 1 (auctor c.205-270)
τοῦτο δὴ τὸ πᾶν, ἐπείπερ συγχωροῦμεν παρ᾽ ἄλλου αὐτὸ εἶναι καὶ τοιοῦτον εἶναι, ἆρα οἰόμεθα τὸν ποιητὴν αὐτοῦ ἐπινοῆσαι παρ᾽ αὑτῷ γῆν καὶ ταύτην ἐν μέσῳ δεῖν στῆναι, εἶτα ὕδωρ καὶ ἐπὶ τῇ γῇ τοῦτο, καὶ τὰ ἄλλα ἐν τάξει μέχρι τοῦ οὐρανοῦ, εἶτα ζῷα πάντα καὶ τούτοις μορφὰς τοιαύτας ἑκάστῳ, ὅσαι νῦν εἰσι, καὶ τὰ ἔνδον ἑκάστοις σπλάγχνα καὶ τὰ ἔξω μέρη, εἶτα διατεθέντα ἕκαστα παρ᾽ αὑτῷ οὕτως ἐπιχειρεῖν τῷ ἔργῳ; Ἀλλ᾽ οὔτε ἡ ἐπίνοια δυνατὴ ἡ τοιαύτη – πόθεν γὰρ ἐπῆλθεν οὐπώποτε ἑωρακότι; – οὔτε ἐξ ἄλλου λαβόντι δυνατὸν ἦν ἐργάσασθαι, ὅπως νῦν οἱ δημιουργοὶ ποιοῦσι χερσὶ καὶ ὀργάνοις χρώμενοι· ὕστερον γὰρ καὶ χεῖρες καὶ πόδες.
187Plotinus, Enneades, 5, 8, 9; 1 (auctor c.205-270)
Τοῦτον τοίνυν τὸν κόσμον, ἑκάστου τῶν μερῶν μένοντος ὅ ἐστι καὶ μὴ συγχεομένου, λάβωμεν τῇ διανοίαι, εἰς ἓν ὁμοῦ πάντα, ὡς οἷόν τε, ὥστε ἑνὸς ὁτουοῦν προφαινομένου, οἷον τῆς ἔξω σφαίρας οὔσης, ἀκολουθεῖν εὐθὺς καὶ τὴν ἡλίου καὶ ὁμοῦ τῶν ἄλλων ἄστρων τὴν φαντασίαν, καὶ γῆν καὶ θάλασσαν καὶ πάντα τὰ ζῷα ὁρᾶσθαι, οἷον ἐπὶ σφαίρας διαφανοῦς καὶ ἔργῳ ἂν γένοιτο πάντα ἐνορᾶσθαι.
188Priscianus Caesarensis, Ars Prisciani, p. 304 (vol. 2), l. 20 (auctor c.500)
Xenophon Ἱέρωνι· ἐπεὶ δὴ ταῦτα αὐτοῦ ἤκουσεν, ὁ Σιμωνίδης εἶπεν· ἔοικεν τῷ ἔργῳ μέγα τι εἶναι ἡ τιμή, ἧς ὀρεγόμενοι οἱ ἄνθρωποι, ἀντὶ τοῦ ὀρέγονται.
189Priscianus Caesarensis, Ars Prisciani, p. 345 (vol. 2), l. 15 (auctor c.500)
Θουκυδίδης in IIII: βουλόμενος τῷ μὲν λόγῳ, καὶ ἅμα, εἰ δύναται, ἔργῳ τῆς Νισαίας πειρᾶσαι.
190Ps Aristoteles, De mundo, 6; 8
Τοῦτο μὲν γὰρ οὐδὲ ἀνθρώπων ἡγεμόσιν ἁρμόττει, παντὶ καὶ τῷ τυχόντι ἐφίστασθαι ἔργῳ, οἷον στρατιᾶς ἄρχοντι ἢ πόλεως ἢ οἴκου καὶ εἰ χρεὼν στρωματόδεσμον εἴη δῆσαι, καὶ εἴ τι φαυλότερον ἀποτελεῖν ἔργον, ὃ ἐπὶ τοῦ μεγάλου βασιλέως οὐκ ἂν τὸ τυχὸν ἀνδράποδον ποιήσειεν· ἀλλ’ οἷον ἱστορεῖτο Καμβύσου Ξέρξου τε καὶ Δαρείου πρόσχημα, εἰς σεμνότητος καὶ ὑπεροχῆς ὕψος μεγαλοπρεπῶς διεκεκόσμητο.
191Vossius Gerardus Iohannes, De Arte Grammatica Libri Septem., 1b, 6; 35 (auctor 1577-1649)
καθ' ὑπόνοιαν , [Index lib. 3-4] I. XXXII. 126. Ergo igitur, per pleonasmum, [Index lib. 7] LXVIII. 268. Ergo omissum per ellipsin, LXVIII. 271. Ergo ablativus, sive dativus, ab ἔργον , [Index lib. 7] LXIV. 247. Ergo an interdum idem valeat, quod Graecum ἔργῳ , vel Latinum reapse, [Index lib. 5-6] IV. XXVI. 240. Ergo producit ultimam Virgilio et Horatio, deque illo Festi, et Victorini iudicium, [Index lib. 1-2] II. XXVII. 264. Erinnys accusativus contractus ex Erinnyes, sive Erinnyas, [Index lib. 3-4] II. XVI. 328. Erixo eques a populo Romano graphiis aetate Senecae occisus, [Index lib. 1-2] I. XXXV. 124. Erratus, [Index lib. 5-6] IV. XIII. 200. Erubescere fortunae, [Index lib. 7] XXVII. 101. Erubesco genitivo iungitur a Curtio; sed cum accusativo usitatius est, [Index lib. 7] XXVII. 102. Eruditio Latinis, quae Graecis φιλολογία et πολυμάθεια , [Index lib. 1-2] I. VI. 28. Erumpere se, vel stomachum, [Index lib. 7] XXII. 89. Erumpo, prorumpo, transitive accepta, [Index lib. 5-6] III. IV. 16. Erumpor, et prorumpor, pro erumpo, et prorumpo, [Index lib. 5-6] III. V. 20. Ervilla, [Index lib. 3-4] II. XXIX. 381. Erythraeus refellitur de modulo terminatorum in A, [Index lib. 1-2] II. XXIV. 247. ES ex Graeco nominativo in ης , posterioribus correptum, [Index lib. 1-2] II. XXXV. 290. ES finita quaedam primae et tertiae sunt declinationis, [Index lib. 3-4] II. III. 251. ES primae Graeca, ac masculina sunt, [Index lib. 3-4] I. XXVIII. 104. aut κατ' ἔλλειψιν , vel σύνθεσιν , nunc masculina, nunc feminina, ibid.