'έτερος' - search in All Authors, Showing 1 to 316 of 316 hits

1Adrianus I, Epistolae, 96, 1223A
Καὶ μετὰ ταῦτα ὁ κύριος Ζαχαρίας, καὶ Στέφανος, καὶ Παῦλος, καὶ ἕτερος Στέφανος, οἱ προηγησάμενοι ἡμῶν ἁγιώτατοι ἀρχιερεῖς, τὸν πάππον καὶ τὸν πατέρα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας περὶ τῆς ἀποκαταστάσεως τῶν αὐτῶν ἱερῶν εἰκόνων ἐδυσώπησαν, ὁμοίως δὲ καὶ ἡ ἡμετέρα εὐτέλεια μετὰ μεγάλης ταπεινοφροσύνης τὴν ὑμετέραν βασιλείαν δυσωπεῖ, ἵνα καθὼς ἐκ τῶν ἁγιωτάτων τῶν προηγησαμένων ἡμῶν καὶ δοκιμωτάτων ἀρχιερέων ἐδεξάμεθα, ἐν ταῖς ἐκκλησίαις διὰ μνήμην τὰς ἱστορίας ἀναστηλώσωμεν, καὶ τὴν ἱερὰν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκωσιν τῆς αὐτοῦ ἀνθρωπομορφίας ἐν τῇ αὐλῇ τοῦ Θεοῦ καταστήσωμεν, ἅμα καὶ τῆς ἁγίας αὐτοῦ μητρὸς, καὶ τῶν ἁγίων καὶ μακαρίων ἀποστόλων, προφητῶν τε καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ διὰ τὸν πόθον σεβώμεθα.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569C
Ἕτερος γὰρ νόμος ἐν τοῖς μέλεσιν αὐτοῦ, ἢ θέλημα διάφορον ἢ ἐναντίον οὐ γέγονε τῷ Πατρὶ [f. Σωτῆρι], ἐντεῦθεν δεικνὺς, οὐχ ὡς οὐκ εἶχεν ἀνθρώπινον θέλημα καὶ φυσικόν· οὐ γὰρ λέξας φαίνεται τοῦτο, ἀλλ' ὅτιπερ ὡς ἄνθρωπος οὔτε κατὰ σῶμα διὰ τῶν μελῶν τὴν οἱανοῦν ἐκέκτητο παρὰ φύσιν ἐνέργειαν, οὔτε μὴν κατὰ ψυχὴν θελήματος ἐναντίαν ἢ παράλογον κίνησιν, ὥσπερ ἡμεῖς, ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης φύσεως ἐτέχθη.
3Aristoteles, Physica, 1, 9; 5
ὥστε παντελῶς ἕτερος ὁ τρό πος οὗτος τῆς τριάδος κἀκεῖνος.
4Aristoteles, Physica, 4, 2; 10
ᾗ μὲν οὖν χωριστὸς [ἐστι] τοῦ πρά γματος, ταύτῃ μὲν οὐκ ἔστι τὸ εἶδος· ᾗ δὲ περιέχει, ταύτῃ δ' ἕτερος τῆς ὕλης.
5Aristoteles, Physica, 4, 14; 6
καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα· πρότερον δὲ καὶ ὕστερον οὐχ ὁ αὐτός, ὅτι καὶ ἡ με ταβολὴ ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλ λουσα ἑτέρα, ὁ δὲ χρόνος ἀριθμός ἐστιν οὐχ ᾧ ἀριθμοῦμεν ἀλλ' ὁ ἀριθμούμενος, οὗτος δὲ συμβαίνει πρότερον καὶ ὕστε ρον ἀεὶ ἕτερος· τὰ γὰρ νῦν ἕτερα.
6Aristoteles, Physica, 4, 17; 12
ἕτερος οὖν χρόνος ἔστιν, καὶ ἅμα δύο ἴσοι χρόνοι ἂν εἶεν· ἢ οὔ;
7Aristoteles, Physica, 8, 1; 38
διόπερ βέλτιον ὡς Ἐμπεδοκλῆς, κἂν εἴ τις ἕτερος εἴρηκεν οὕτως ἔχειν, ἐν μέ ρει τὸ πᾶν ἠρεμεῖν καὶ κινεῖσθαι πάλιν· τάξιν γὰρ ἤδη τιν' ἔχει τὸ τοιοῦτον.
8Aristoteles, Physica, 8, 2; 9
τοῦτο μὲν γὰρ ἴσως ἀναγκαῖον, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς κίνησιν· λέγω δ' οἷον πότερον τῆς μιᾶς χορδῆς εἷς καὶ ὁ αὐτὸς φθόγγος, ἢ ἀεὶ ἕτερος, ὁμοίως ἐχούσης καὶ κινου μένης.
9Aristoteles, Analytica posteriora, 1, I 2; 3 (auctor 384BC-322BC)
Εἰ μέν οὖν καί ἕτερός ἐστι τοῦ ἐπίστασθαι τρόπος, ὕστερον ἐροῦμεν, φαμέν δέ καί δι᾿ ἀποδείξεως εἰδέναι.
10Aristoteles, Analytica posteriora, 2, II 10; 1 (auctor 384BC-322BC)
Ὁρισμός δ᾿ ἐπειδή λέγεται εἶναι λόγος τοῦ τί ἐστι, φανερόν ὅτι ὁ μέν τις ἔσται λόγος τοῦ τί σημαίνει τό ὄνομα ἢ λόγος ἕτερος ὀνοματώδης, οἷον τό τί σημαίνει, τί ἐστιν ᾗ τρίγωνον.
11Aristoteles, Analytica posteriora, 2, II 19; 15 (auctor 384BC-322BC)
Οὔτε δή ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις, οὔτ᾿ ἀπ᾿ ἄλλων ἕξεων γίνονται γνωστικωτέρων, ἀλλ᾿ ἀπό αἰσθήσεως, οἷον ἐν μάχῃ τροπῆς γενομένης ἑνός στάντος ἕτερος ἔστη, εἶθ᾿ ἕτερος, ἕως ἐπί ἀρχήν ἦλθεν.
12Aristoteles, Analytica priora, 1, I 8; 1 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἕτερόν ἐστιν ὑπάρχειν τε καί ἐξ ἀνάγκης ὑπάρχειν καί ἐνδέχεσθαι ὑπάρχειν (πολλά γάρ ὑπάρχει μέν, οὐ μέντοι ἐξ ἀνάγκης· τά δ᾿ οὔτ᾿ ἐξ ἀνάγκης οὔθ᾿ ὑπάρχει ὅλως, ἐνδέχεται δ᾿ ὑπάρχειν), δῆλον ὅτι καί συλλογισμός ἑκάστου τούτων ἕτερος ἔσται, καί οὐχ ὁμοίως ἐχόντων τῶν ὅρων, ἀλλ᾿ ὁ μέν ἐξ ἀναγκαίων, ὁ δ᾿ ἐξ ὑπαρχόντων, ὁ δ᾿ ἐξ ἐνδεχομένων.
13Aristoteles, Athenaion Politeia, p2, 37, 1; 1 (auctor 384BC-322BC)
ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἔγνωσαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηραμένην δὲ διαφθεῖραι τόνδε τὸν τρόπον· νόμους εἰσήνεγκαν εἰς τὴν βουλὴν δύο κελεύοντες ‖ ‖ ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς αὐτοκράτορας ἐποίει τοὺς τριάκοντα, τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχιλίων, ὁ δ' ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας, ὅσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες, ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες ἢ τοῖς κατασκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν ἐπικυρωθέντων τῶν νόμων, ἔξω τε γίγνεσθαι τῆς πολιτείας αὐτόν, καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας.
14Aristoteles, Athenaion Politeia, p2, 53, 2; 4 (auctor 384BC-322BC)
ἂν δ' ὁ ἕτερος ἐφῇ τῶν ἀντιδίκων εἰς τὸ δικαστήριον, ἐμβαλόντες τὰς μαρτυρίας καὶ τὰς προκλήσεις καὶ τοὺς νόμους εἰς ἐχίνους, χωρὶς μὲν τὰς τοῦ διώκοντος, χωρὶς δὲ τὰς τοῦ φεύγοντος, καὶ τούτους κατασημηνάμενοι, καὶ τὴν γνῶσιν τοῦ διαιτητοῦ γεγραμμένην ἐν γραμματείῳ προσαρτήσαντες, παραδιδόασι τοῖς δ # τοῖς τὴν φυλὴν τοῦ φεύγοντος δικάζουσιν.
15Aristoteles, Athenaion Politeia, p2, 67, 4; 5 (auctor 384BC-322BC)
ἐπειδὰν δὲ ᾖ πρὸς διαμεμετρημένην τὴν ἡμέραν̣ ὁ ἀγὼν, τότε δὲ οὐκ ἐπιλαμβάνει αὐτόν, ἀλλὰ δίδοται τὸ ἴσον ὕδωρ τῷ τε κατηγοροῦντι καὶ τῷ ἀπολογουμένῳ, διαμετρεῖται δὲ πρὸς τὰς ἡμέρας τοῦ Ποσιδεῶνος ................... α̣ρο̣...ντ̣α̣ι̣ χρῶνται ...............ια ...τενταις τα κλι.................π̣οτ̣ι̣..α̣σιν οἱ δικασ̣ταὶ ...............ολ.....ισον ἕκαστοι λ̣................τε... γὰρ ἔσπευδον .................πετ..ρος ἐξωθεῖν τοὺς ..................λει..ν ὕδωρ λαμβαν.............. εἰσιν ὁ μὲν ἕτ̣ερος τοῖς διώκουσιν, ὁ δ' ἕτερος τοῖς φεύγουσιν.
16Aristoteles, Categoriae, 1; 1 (auctor 384BC-322BC)
ὉΜΩΝΥΜΑ λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον.
17Aristoteles, Categoriae, 1; 2 (auctor 384BC-322BC)
Τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· ἂν γάρ τις ἀποδιδῷ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει.
18Aristoteles, Categoriae, 5; 59 (auctor 384BC-322BC)
Οἷον εἰ ἔστιν αὐτὴ ἡ οὐσία ἄνθρωπος, οὐκ ἔσται μᾶλλον καὶ ἦττον ἄνθρωπος, οὔτε αὐτὸς ἑαυτοῦ οὔτε ἕτερος ἑτέρου· οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον ἄνθρωπος, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλόν ἐστι καὶ ἧττον λευκόν, καὶ καλὸν ἕτερον ἑτέρου μᾶλλον καλὸν καὶ ἧττον λέγεται.
19Aristoteles, Categoriae, 6; 49 (auctor 384BC-322BC)
Οὐδὲ χρόνος ἕτερος ἑτέρου μᾶλλον χρόνος εἶναι λέγεται.
20Aristoteles, Categoriae, 8; 54 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὖν τά γε κατὰ ταύτας λεγόμενα ἀναμφισβητήτως ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· γραμματικώτερος γὰρ ἕτερος ἑτέρου λέγεται καὶ ὑγιεινότερος καὶ δικαιότερος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
21Aristoteles, Categoriae, 12; 10 (auctor 384BC-322BC)
Δόξειε δ᾿ ἂν παρὰ τοὺς εἰρημένους καὶ ἕτερος εἶναι προτέρου τρόπος· τῶν γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι πρότερον εἰκότως τῇ φύσει λέγοιτ᾿ ἄν.
22Aristoteles, De anima, 1, I 1; 11 (auctor 384BC-322BC)
Εὐλαβητέον δ’ ὅπως μή λανθάνῃ πότερον ἑἷς ὁ λόγος αὐτῆς ἐστί, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου, θεοῦ· τό δέ ζῷον τό καθόλου ἤτοι οὐθέν ἐστιν ἢ ὕστερον.
23Aristoteles, De anima, 1, I 1; 29 (auctor 384BC-322BC)
Ὁ μέν γάρ λόγος εἶδος τοῦ πράγματος, ἀνάγκη δ’ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται, ὥσπερ οἰκίας ὁ μέν λόγος τοιοῦτος, ὅτι σκέπασμα κωλυτικόν φθορᾶς ὑπ’ ἀνέμων καί ὄμβρων καί καυμάτων, ὁ δέ φήσει λίθους καί πλίνθους καί ξύλα, ἕτερος δ’ ἐν τούτοις τό εἶδος, ἕνεκα τωνδί.
24Aristoteles, De anima, 1, I 4; 14 (auctor 384BC-322BC)
Ποῖα δέ καί πῶς, ἕτερός ἐστι λόγος.
25Aristoteles, De anima, 2, II 3; 22 (auctor 384BC-322BC)
Περί δέ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος.
26Aristoteles, De anima, 2, II 8; 47 (auctor 384BC-322BC)
Δι’ ἣν μέν οὖν αἰτίαν, ἕτερός ἐστι λόγος.
27Aristoteles, De anima, 3, III 3; 11 (auctor 384BC-322BC)
Εἰσί δέ καί αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη καί δόξα καί φρόνησις καί τἀναντία τούτων, περί ὧν τῆς διαφορᾶς ἕτερος ἔστω λόγος.
28Aristoteles, De arte poetica, 11; 8 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἡ ἀναγνώρισις τινῶν ἐστίν ἀναγνώρισις, αἱ μέν θατέρου πρός τόν ἕτερον μόνον, ὅταν ᾖ δῆλος ἕτερος τίς ἐστιν, ὁτέ δ᾿ ἀμφοτέρους δεῖ ἀναγνωρίσαι, οἷον ἡ μέν Ἰφιγένεια τῷ Ὀρέστῃ ἀνεγνωρίσθη ἐκ τῆς πέμψεως τῆς ἐπιστολῆς, ἐκείνῳ δέ πρός τήν Ἰφιγένειαν ἄλλης ἔδει ἀναγνωρίσεως.
29Aristoteles, De caelo, 1, 1, 4; 14 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τῶν ἄλλων ἕτερος ἔστω λόγος· τοῖς δὲ τοῦτον τὸν τρόπον λέγουσι καὶ πάντα τὰ σώματα συνιστᾶσιν ἐξ ἐπιπέδων ὅσα μὲν ἄλλα συμβαίνει λέγειν ὑπεναντία τοῖς μαθήμασιν, ἐπιπολῆς ἰδεῖν· καίτοι δίκαιον ἢ μὴ κινεῖν ἢ πιστοτέροις αὐτὰ λόγοις κινεῖν τῶν ὑποθέσεων.
30Aristoteles, De caelo, 2, 14, 14; 35 (auctor 384BC-322BC)
Ἔτι δὲ διὰ τῆς τῶν ἄστρων φαντασίας οὐ μόνον φανερὸν ὅτι περιφερής, ἀλλὰ καὶ τὸ μέγεθος οὐκ οὖσα μεγάλη· μικρᾶς γὰρ γιγνομένης μεταστάσεως ἡμῖν πρὸς μεσημβρίαν καὶ ἄρκτον ἐπιδήλως ἕτερος γίγνεται ὁ ὁρίζων κύκλος, ὥστε τὰ ὑπὲρ κεφαλῆς ἄστρα μεγάλην ἔχειν τὴν μεταβολήν, καὶ μὴ ταὐτὰ φαίνεσθαι πρὸς ἄρκτον τε καὶ μεσημβρίαν μεταβαίνουσιν· ἔνιοι γὰρ ἐν Αἰγύπτῳ μὲν ἀστέρες ὁρῶνται καὶ περὶ Κύπρον, ἐν τοῖς πρὸς ἄρκτον δὲ χωρίοις οὐχ ὁρῶνται, καὶ τὰ διὰ παντὸς ἐν τοῖς πρὸς ἄρκτον φαινόμενα τῶν ἄστρων ἐν ἐκείνοις τοῖς τόποις ποιεῖται δύσιν.
31Aristoteles, De caelo, 2a, 1, 4; 14 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τῶν ἄλλων ἕτερος ἔστω λόγος· τοῖς δὲ τοῦτον τὸν τρόπον λέγουσι καὶ πάντα τὰ σώματα συνιστᾶσιν ἐξ ἐπιπέδων ὅσα μὲν ἄλλα συμβαίνει λέγειν ὑπεναντία τοῖς μαθήμασιν, ἐπιπολῆς ἰδεῖν· καίτοι δίκαιον ἢ μὴ κινεῖν ἢ πιστοτέροις αὐτὰ λόγοις κινεῖν τῶν ὑποθέσεων.
32Aristoteles, De generatione animalium, 1, 13; 1 (auctor 384BC-322BC)
Ἔστι δὲ καὶ ἕτερος ὁ πόρος δι' οὗ ἥ τε ξηρὰ περίττωσις ἐξέρχεται καὶ δι' οὗ ἡ ὑγρὰ τούτοις πᾶσιν.
33Aristoteles, De generatione animalium, 1, 20; 29 (auctor 384BC-322BC)
δι' ἣν δ' αἰτίαν μερίζεται ἔνθα μὲν εἰς πλείω ἔνθα δ' εἰς ἐλάττω ἔνθα δὲ μοναχῶς ἕτερος ἔσται λόγος.
34Aristoteles, De generatione animalium, 3, 2; 36 (auctor 384BC-322BC)
δι' ἀκριβείας μὲν οὖν, ὃν τρόπον ἔχουσι ταῦτα πρὸς ἄλληλα κατ' ἀρχάς τε τῆς γενέσεως καὶ συνισταμένων τῶν ζῴων, ἔτι δὲ περί τε ὑμένων καὶ περὶ ὀμφαλῶν ἐκ τῶν ἐκ ταῖς ἱστορίαις γεγραμμένων δεῖ θεωρεῖν· πρὸς δὲ τὴν παροῦσαν σκέψιν ἱκανὸν φανερὸν εἶναι τοσοῦτον, ὅτι συστάσης πρώτης τῆς καρδίας καὶ τῆς μεγάλης φλεβὸς ἀπὸ ταύτης ἀφορισθείσης δύο ὀμφαλοὶ ἀπὸ τῆς φλεβὸς τείνουσιν, ὁ μὲν εἰς τὸν ὑμένα τὸν περιέχοντα τὸ ὠχρόν, ὁ δ' ἕτερος εἰς τὸν ὑμένα τὸν χοριοειδῆ ὃς κύκλῳ περιέχει τὸ ζῷον· ἔστι δ' οὗτος περὶ τὸν ὑμένα τὸν τοῦ ὀστράκου.
35Aristoteles, De generatione animalium, 3, 2; 39 (auctor 384BC-322BC)
ὁ δ' ἕτερος ὀμφαλὸς τείνει εἰς τὸ περιέχον χόριον.
36Aristoteles, De generatione animalium, 4, 1; 10 (auctor 384BC-322BC)
ὥστε ταύτῃ γε βέλτιον ἂν λέγοι Δημόκριτος· ζητεῖ γὰρ ταύτης τῆς γενέσεως τὴν διαφορὰν καὶ πειρᾶται λέγειν-εἰ δὲ καλῶς ἢ μὴ καλῶς ἕτερος λόγος.
37Aristoteles, De iuventute et senectute De vita et morte, 2; 6 (auctor 384BC-322BC)
Δι’ ἢν δ’ αἰτίαν τὰ μὲν οὐ δύναται διαιρούμενα ζῆν, τὰ δ’ ἀποφυτεύεται τῶν φυτῶν, ἕτερος ἔσται λόγος.
38Aristoteles, De longitudine et brevitate vitae, 2; 3 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τῶν ἄλλων ἕτερος λόγος· εἰσὶ γὰρ ἴδιαι φθοραὶ πολλοῖς τῶν ὄντων, οἷον ἐπιστήμῃ καὶ ὑγιείᾳ καὶ νόσῳ· ταῦτα γὰρ φθείρεται καὶ μὴ φθειρομένων τῶν δεκτικῶν ἀλλὰ σωζομένων, οἷον ἀγνοίας μὲν φθορὰ ἀνάμνησις καὶ μάθησις, ἐπιστήμης δὲ λήθη καὶ ἀπάτη.
39Aristoteles, De motu animalium, 4; 6 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τῆς ἀπορίας ταύτης ἕτερος ἔστω λόγος· ἆρα δὲ δεῖ τι ἀκίνητον εἶναι καὶ ἠρεμοῦν ἔξω τοῦ κινουμένου, μηδὲν ὂν ἐκείνου μόριον, ἢ οὔ; καὶ τοῦτο πότερον καὶ ἐπὶ τοῦ παντὸς οὕτως ὑπάρχειν ἀναγκαῖον; ἴσως γὰρ ἂν δόξειεν ἄτοπον εἶναι, εἰ ἡ ἀρχὴ τῆς κινήσεως ἐντός.
40Aristoteles, De partibus animalium, 1, 1, 2; 4 (auctor 384BC-322BC)
Πλὴν τοῦτον μὲν περὶ πάντων ὡς εἰπεῖν κριτικόν τινα νομίζομεν εἶναι ἕνα τὸν ἀριθμὸν ὄντα, τὸν δὲ περί τινος φύσεως ἀφωρισμένης· εἴη γὰρ ἄν τις ἕτερος τὸν αὐτὸν τρόπον τῷ εἰρημένῳ διακείμενος περὶ μόριον.
41Aristoteles, De partibus animalium, 1, 1, 11; 20 (auctor 384BC-322BC)
Ἀλλ´ ὁ τρόπος τῆς ἀποδείξεως καὶ τῆς ἀνάγκης ἕτερος ἐπί τε τῆς φυσικῆς καὶ τῶν θεωρητικῶν ἐπιστημῶν.
42Aristoteles, De partibus animalium, 3, 14, 3; 4 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ τὴν εἰσελθοῦσαν ἕξει μόριον, τὸ δὲ τὸ περίττωμα τὸ ἄχρηστον· ὥσπερ δὲ χρόνος ἕτερος ἑκατέρου τούτων, ἀναγκαῖον διειλῆφθαι καὶ τοῖς τόποις.
43Aristoteles, De sophisticis elenchis, 5; 3 (auctor 384BC-322BC)
Οἷον εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτός αὑτοῦ ἕτερος· ἔστι γάρ ἄνθρωπος.
44Aristoteles, De sophisticis elenchis, 5; 4 (auctor 384BC-322BC)
Ἢ εἰ Σωκράτους ἕτερος, ὁ δέ Σωκράτης ἄνθρωπος, ἕτερον ἀνθρώπου φασίν ὡμολογηκέναι διά τό συμβεβηκέναι, οὗ ἔφησεν ἕτερον εἶναι, τοῦτον εἶναι ἄνθρωπον.
45Aristoteles, Ethica Eudemia, 7; 227 (auctor 384BC-322BC)
τοιοῦτος ὁ ἀγαθὸς καὶ ὁ κατ' ἀρετὴν φίλος, ἐπεὶ ὅ γε μοχθηρὸς οὐχ εἷς ἀλλὰ πολλοί, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερος καὶ ἔμπληκτος.
46Aristoteles, Ethica Eudemia, 7; 387 (auctor 384BC-322BC)
διέσπασται δὲ καὶ χαλεπὸν τὰ ἐφ' ἑνὸς γενέσθαι· ἀλλὰ κατὰ μὲν τὴν φύσιν τὸ συγγενέστατον, κατὰ δὲ τὸ σῶμα ὅμοιος ἕτερος, ἄλλος δὲ κατὰ τὴν ψυχήν, καὶ τούτων κατὰ μόριον ἕτερος ἕτερον.
47Aristoteles, Ethica Eudemia, 8; 65 (auctor 384BC-322BC)
οὗτος δέ ἐστιν ὁ κατὰ τὴν ὁρμὴν διορθωτικός, ὁ δ' ἕτερος ὁ παρὰ τὴν ὁρμήν· ἄλογοι δ' ἀμφότεροι.
48Aristoteles, Ethica Nicomachea, 3, 2; 2 (auctor 384BC-322BC)
τοῦ δὴ δι' ἄγνοιαν ὁ μὲν ἐν μεταμελείᾳ ἄκων δοκεῖ, ὁ δὲ μὴ μεταμελόμενος, ἐπεὶ ἕτερος, ἔστω οὐχ ἑκών· ἐπεὶ γὰρ διαφέρει, βέλτιον ὄνομα ἔχειν ἴδιον.
49Aristoteles, Ethica Nicomachea, 7, 4; 2 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν σκεπτέον πότερον εἰδότες ἢ οὔ, καὶ πῶς εἰδότες· εἶτα περὶ ποῖα τὸν ἀκρατῆ καὶ τὸν ἐγκρατῆ θετέον, λέγω δὲ πότερον περὶ πᾶσαν ἡδονὴν καὶ λύπην ἢ περί τινας ἀφωρισμένας, καὶ τὸν ἐγκρατῆ καὶ τὸν καρτερικόν, πότερον ὁ αὐτὸς ἢ ἕτερός ἐστιν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα συγγενῆ τῆς θεωρίας ἐστὶ ταύτης.
50Aristoteles, Ethica Nicomachea, 7, 6; 3 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐστὶ τὰ μὲν ἀναγκαῖα τῶν ποιούντων ἡδονήν, τὰ δ' αἱρετὰ μὲν καθ' αὑτὰ ἔχοντα δ' ὑπερβολήν, ἀναγκαῖα μὲν τὰ σωματικά (λέγω δὲ τὰ τοιαῦτα, τά τε περὶ τὴν τροφὴν καὶ τὴν τῶν ἀφροδισίων χρείαν, καὶ τὰ τοιαῦτα τῶν σωματικῶν περὶ ἃ τὴν ἀκολασίαν ἔθεμεν καὶ τὴν σωφροσύνην) , τὰ δ' ἀναγκαῖα μὲν οὐχί, αἱρετὰ δὲ καθ' αὑτά (λέγω δ' οἷον νίκην τιμὴν πλοῦτον καὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν καὶ ἡδέων) · τοὺς μὲν οὖν πρὸς ταῦτα παρὰ τὸν ὀρθὸν λόγον ὑπερβάλλοντας τὸν ἐν αὑτοῖς ἁπλῶς μὲν οὐ λέγομεν ἀκρατεῖς, προστιθέντες δὲ τὸ χρημάτων ἀκρατεῖς καὶ κέρδους καὶ τιμῆς καὶ θυμοῦ, ἁπλῶς δ' οὔ, ὡς ἑτέρους καὶ καθ' ὁμοιότητα λεγομένους, ὥσπερ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νικῶν· ἐκείνῳ γὰρ ὁ κοινὸς λόγος τοῦ ἰδίου μικρὸν διέφερεν, ἀλλ' ὅμως ἕτερος ἦν.
51Aristoteles, Ethica Nicomachea, 9, 9; 21 (auctor 384BC-322BC)
εἰ δ' αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ (ἔοικε δὲ καὶ ἐκ τοῦ πάντας ὀρέγεσθαι αὐτοῦ, καὶ μάλιστα τοὺς ἐπιεικεῖς καὶ μακαρίους· τούτοις γὰρ ὁ βίος αἱρετώτατος, καὶ ἡ τούτων μακαριωτάτη ζωή) , ὁ δ' ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι ἀκούει καὶ ὁ βαδίζων ὅτι βαδίζει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι τι τὸ αἰσθανόμενον ὅτι ἐνεργοῦμεν, ὥστε ἂν αἰσθανώμεθ', ὅτι αἰσθανόμεθα, κἂν νοῶμεν, ὅτι νοοῦμεν, τὸ δ' ὅτι αἰσθανόμεθα ἢ νοοῦμεν, ὅτι ἐσμέν (τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ νοεῖν) , τὸ δ' αἰσθάνεσθαι ὅτι ζῇ, τῶν ἡδέων καθ' αὑτό (φύσει γὰρ ἀγαθὸν ζωή, τὸ δ' ἀγαθὸν ὑπάρχον ἐν ἑαυτῷ αἰσθάνεσθαι ἡδύ) , αἱρετὸν δὲ τὸ ζῆν καὶ μάλιστα τοῖς ἀγαθοῖς, ὅτι τὸ εἶναι ἀγαθόν ἐστιν αὐτοῖς καὶ ἡδύ (συναισθανόμενοι γὰρ τοῦ καθ' αὑτὸ ἀγαθοῦ ἥδονται) , ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον (ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν) · καθάπερ οὖν τὸ αὐτὸν εἶναι αἱρετόν ἐστιν ἑκάστῳ, οὕτω καὶ τὸ τὸν φίλον, ἢ παραπλησίως.
52Aristoteles, Ethica Nicomachea, 10, 2; 34 (auctor 384BC-322BC)
ἐμφανίζειν δὲ δοκεῖ καὶ ὁ φίλος ἕτερος ὢν τοῦ κόλακος οὐκ οὖσαν ἀγαθὸν τὴν ἡδονὴν ἢ διαφόρους εἴδει· ὃ μὲν γὰρ πρὸς τἀγαθὸν ὁμιλεῖν δοκεῖ, ὃ δὲ πρὸς ἡδονήν, καὶ τῷ μὲν ὀνειδίζεται, τὸν δ' ἐπαινοῦσιν ὡς πρὸς ἕτερα ὁμιλοῦντα.
53Aristoteles, Historia animalium, 5, V 5; 13 (auctor 384BC-322BC)
Ἔστι δέ τοῖς μέν ζῳοτόκοις καί πεζοῖς ὁ αὐτός πόρος τοῦ τε σπέρματος καί τῆς τοῦ ὑγροῦ περιττώσεως ἔξωθεν, ἔσωθεν δ’ ἕτερος πόρος, ὥσπερ ἐλέχθη καί πρότερον ἐν τῇ διαφορᾷ τῇ τῶν μορίων.
54Aristoteles, Historia animalium, 5, V 21; 4 (auctor 384BC-322BC)
Τῶν δ’ ἡγεμόνων ἐστί γένη δύο, ὁ μέν βελτίων πυρρός, ὁ δ’ ἕτερος μέλας καί ποικιλώτερος, τό δέ μέγεθος διπλάσιος τῆς χρηστῆς μελίττης· καί τό κάτω τοῦ διαζώματος ἔχουσιν ἡμιόλιον μάλιστα τῷ μήκει, καί καλοῦνται ὑπό τινων μητέρες ὡς γεννῶντες.
55Aristoteles, Historia animalium, 6, VI 3; 25 (auctor 384BC-322BC)
Ἔχει δέ τήν κεφαλήν ὑπέρ τοῦ δεξιοῦ σκέλους ἐπί τῇ λαγόνι, τήν δέ πτέρυγα ὑπέρ τῆς κεφαλῆς· καί φανερός κατά τοῦτον τόν χρόνον ὅ τε χοριοειδής ὑμήν ὁ μετά τόν τοῦ ὀστράκου ὑμένα τόν ἔσχατον, εἰς ὃν ἔτεινεν ὁ ἕτερος τῶν ὀμφαλῶν (καί ὁ νεοττός ἐν τούτῳ δή γίνεται τότε ὅλος), καί ὁ ἕτερος ὑμήν χοριοειδής ὤν, ὁ περί τό ὠχρόν εἰς ὃ ἔτεινεν ὁ ἕτερος ὀμφαλός· ἄμφω δ’ ἤστην ἀπό τε τῆς καρδίας καί τῆς φλεβός τῆς μεγάλης.
56Aristoteles, Historia animalium, 8, VIII 3; 10 (auctor 384BC-322BC)
Ἔστι δέ τῶν αἰγιθαλῶν εἴδη τρία, ὁ μέν σπιζίτης μέγιστος (ἔστι γάρ ὅσον σπίζα), ἕτερος δ’ ὀρεινός διά τό διατρίβειν ἐν τοῖς ὄρεσιν, οὐραῖον μακρόν ἔχων· ὁ δέ τρίτος ὅμοιος μέν τούτοις, διαφέρει δέ κατά τό μέγεθος· ἔστι γάρ ἐλάχιστος.
57Aristoteles, Historia animalium, 9, IX 19; 1 (auctor 384BC-322BC)
Τῶν δέ κοττύφων δύο γένη ἐστίν, ὁ μέν ἕτερος μέλας καί πανταχοῦ ὤν, ὁ δ’ ἕτερος ἔκλευκος, τό δέ μέγεθος ἴσος ἐκείνῳ, καί ἡ φωνή παραπλησία ἐκείνῳ· ἔστι δ’ οὗτος ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, ἄλλοθι δ’ οὐδαμοῦ.
58Aristoteles, Historia animalium, 9, IX 32; 4 (auctor 384BC-322BC)
Ἕτερος δέ μέλας τήν χρόαν καί μέγεθος ἐλάχιστος, κράτιστος τούτων· οὗτος οἰκεῖ ὄρη καί ὕλας, καλεῖται δέ μελανάετος καί λαγωφόνος.
59Aristoteles, Historia animalium, 9, IX 40; 32 (auctor 384BC-322BC)
Εἰσί δέ γένη τῶν μελιττῶν πλείω, καθάπερ εἴρηται πρότερον, δύο μέν ἡγεμόνων, ὁ μέν βελτίων πυρρός, ὁ δ’ ἕτερος μέλας καί ποικιλώτερος, τό δέ μέγεθος διπλάσιος τῆς χρηστῆς μελίττης· ἡ δ’ ἀρίστη μικρά, στρογγύλη καί ποικίλη, ἄλλη μακρά, ὁμοία τῇ ἀνθρήνῃ.
60Aristoteles, Historia animalium, 9, IX 40; 33 (auctor 384BC-322BC)
Ἕτερος ὁ φώρ καλούμενος, μέλας, πλατυγάστωρ.
61Aristoteles, Historia animalium, 9, IX 41; 23 (auctor 384BC-322BC)
Καί τῶν ἀγρίων ὀχευόμενοι ὠμμένοι, καί ὁ ἕτερος ἔχων κέντρον· περί θατέρου δ’ οὐκ ὤφθη.
62Aristoteles, Magna moralia, 2, 6, 40; 88 (auctor 384BC-322BC)
Πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκόλαστος; ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; ὁ μὲν γὰρ ἀκρατής ἐστιν οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δ' ἀκόλαστος οὐ τοιοῦτος, ἀλλ' ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύμψηφον ἔχων οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθ' ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος.
63Aristoteles, Magna moralia, 2, 11, 19; 31 (auctor 384BC-322BC)
ὁ δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν.
64Aristoteles, Magna moralia, 2, 11, 49; 85 (auctor 384BC-322BC)
ἐπειδὴ γὰρ ἕτερος μὲν ὁ ἀδικῶν ἕτερος δὲ ὁ ἀδικούμενος, ὁ αὐτὸς δ' εἷς ἐστιν ἕκαστος, διὰ τὸ τοιοῦτον οὐκ ἐδόκει εἶναι πρὸς αὑτὸν ἀδικία ἔστι μέντοι, ὡς ἔφαμεν σκοποῦντες ἐπὶ τῶν τῆς ψυχῆς μερῶν, ἐπειδή ἐστι πλείω, ὅταν ταῦτα μὴ ὁμονοῶσιν, τότε εἶναι πρὸς αὑτὸν τὴν ἀδικίαν.
65Aristoteles, Magna moralia, 2, 15, 6; 13 (auctor 384BC-322BC)
Τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλ' ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ; εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖός τις ὁ φίλος, τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον "ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.
66Aristoteles, Magna moralia, 2, 15, 8; 14 (auctor 384BC-322BC)
" ἐπεὶ οὖν ἐστι καὶ χαλεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δ' αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ δὲ λανθάνομεν ταὐτὰ ποιοῦντες τοῦτο δὲ γίνεται δι' εὔνοιαν ἢ διὰ πάθος πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ πρὸς τὸ κρίνειν ὀρθῶς) ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν, ὁμοίως καὶ ὅταν αὐτοὶ αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν ἔστι γάρ, ὡς φαμέν, ὁ φίλος ἕτερος ἐγώ.
67Aristoteles, Metaphysica, 3, 3; 7 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ λόγος τῆς οὐσίας εἷς· ἕτερος δ' ἔσται ὁ διὰ τῶν γενῶν ὁρισμὸς καὶ ὁ λέγων ἐξ ὧν ἔστιν ἐνυπαρχόντων.
68Aristoteles, Metaphysica, 7, 15; 13 (auctor 384BC-322BC)
οὐ μόνον γὰρ διαμαρτάνουσι τῷ προστιθέναι τοιαῦτα ὧν ἀφαιρουμένων ἔτι ἔσται ἥλιος, ὥσπερ τὸ περὶ γῆν ἰὸν ἢ νυκτικρυφές (ἂν γὰρ στῇ ἢ φανῇ, οὐκέτι ἔσται ἥλιος· ἀλλ' ἄτοπον εἰ μή· ὁ γὰρ ἥλιος οὐσίαν τινὰ σημαίνει) · ἔτι ὅσα ἐπ' ἄλλου ἐνδέχεται, οἷον ἐὰν ἕτερος γένηται τοιοῦτος, δῆλον ὅτι ἥλιος ἔσται· κοινὸς ἄρα ὁ λόγος· ἀλλ' ἦν τῶν καθ' ἕκαστα ὁ ἥλιος, ὥσπερ Κλέων ἢ Σωκράτης· ἐπεὶ διὰ τί οὐδεὶς ὅρον ἐκφέρει αὐτῶν ἰδέας· γένοιτο γὰρ ἂν δῆλον πειρωμένων ὅτι ἀληθὲς τὸ νῦν εἰρημένον.
69Aristoteles, Metaphysica, 7, 17; 14 (auctor 384BC-322BC)
φανερὸν τοίνυν ὅτι ἐπὶ τῶν ἁπλῶν οὐκ ἔστι ζήτησις οὐδὲ δίδαξις, ἀλλ' ἕτερος τρόπος τῆς ζητήσεως τῶν τοιούτων.
70Aristoteles, Metaphysica, 8, 3; 12 (auctor 384BC-322BC)
καὶ ὥσπερ οὐδ' ἀπ' ἀριθμοῦ ἀφαιρεθέντος τινὸς ἢ προστεθέντος ἐξ ὧν ὁ ἀριθμός ἐστιν, οὐκέτι ὁ αὐτὸς ἀριθμός ἐστιν ἀλλ' ἕτερος, κἂν τοὐλάχιστον ἀφαιρεθῇ ἢ προστεθῇ, οὕτως οὐδὲ ὁ ὁρισμὸς οὐδὲ τὸ τί ἦν εἶναι οὐκέτι ἔσται ἀφαιρεθέντος τινὸς ἢ προστεθέντος.
71Aristoteles, Metaphysica, 10, 3; 11 (auctor 384BC-322BC)
καὶ τὸ μὲν ἄλλο ἀντικειμένως καὶ τὸ ταὐτό, διὸ ἅπαν πρὸς ἅπαν ἢ ταὐτὸ ἢ ἄλλο· τὸ δ' ἐὰν μὴ καὶ ἡ ὕλη καὶ ὁ λόγος εἷς, διὸ σὺ καὶ ὁ πλησίον ἕτερος· τὸ δὲ τρίτον ὡς τὰ ἐν τοῖς μαθηματικοῖς.
72Aristoteles, Metaphysica, 10, 9; 8 (auctor 384BC-322BC)
πότερον δ' ἡ ὕλη οὐ ποιεῖ ἕτερα τῷ εἴδει, οὖσά πως ἑτέρα, ἢ ἔστιν ὡς ποιεῖ· διὰ τί γὰρ ὁδὶ ὁ ἵππος τουδὶ τοῦ ἀνθρώπου ἕτερος τῷ εἴδει· καίτοι σὺν τῇ ὕλῃ οἱ λόγοι αὐτῶν.
73Aristoteles, Metaphysica, 13, 8; 44 (auctor 384BC-322BC)
ἔστι γάρ πως ἓν ἑκάτερον – τῇ μὲν ἀληθείᾳ δυνάμει (εἴ γε ὁ ἀριθμὸς ἕν τι καὶ μὴ ὡς σωρὸς ἀλλ' ἕτερος ἐξ ἑτέρων μονάδων, ὥσπερ φασίν) , ἐντελεχείᾳ δ' οὔ, ἔστι μονὰς ἑκατέρα· αἴτιον δὲ τῆς συμβαινούσης ἁμαρτίας ὅτι ἅμα ἐκ τῶν μαθημάτων ἐθήρευον καὶ ἐκ τῶν λόγων τῶν καθόλου, ὥστ' ἐξ ἐκείνων μὲν ὡς στιγμὴν τὸ ἓν καὶ τὴν ἀρχὴν ἔθηκαν (ἡ γὰρ μονὰς στιγμὴ ἄθετός ἐστιν· καθάπερ οὖν καὶ ἕτεροί τινες ἐκ τοῦ ἐλαχίστου τὰ ὄντα συνετίθεσαν, καὶ οὗτοι, ὥστε γίγνεται ἡ μονὰς ὕλη τῶν ἀριθμῶν, καὶ ἅμα προτέρα τῆς δυάδος, πάλιν δ' ὑστέρα ὡς ὅλου τινὸς καὶ ἑνὸς καὶ εἴδους τῆς δυάδος οὔσης) · διὰ δὲ τὸ καθόλου ζητεῖν τὸ κατηγορούμενον ἓν καὶ οὕτως ὡς μέρος ἔλεγον.
74Aristoteles, Oeconomica, 2; 182 (auctor 384BC-322BC)
Ἀντιμένης τούς τε θησαυροὺς τοὺς παρὰ τὰς ὁδοὺς τὰς βασιλικὰς ἀναπληροῦν ἐκέλευε τοὺς σατράπας κατὰ τὸν νόμον τὸν τῆς χώρας· ὁπότε δὲ διαπορεύοιτο στρατόπεδον ἢ ἕτερος ὄχλος ἄνευ τοῦ βασιλέως, πέμψας τινὰ παρ' αὑτοῦ ἐπώλει τὰ ἐκ τῶν θησαυρῶν.
75Aristoteles, Physica, 1, 9; 5 (auctor 384BC-322BC)
ὥστε παντελῶς ἕτερος ὁ τρόπος οὗτος τῆς τριάδος κἀκεῖνος.
76Aristoteles, Physica, 4, 2; 10 (auctor 384BC-322BC)
ᾗ μὲν οὖν χωριστὸς [ἐστι] τοῦ πράγματος, ταύτῃ μὲν οὐκ ἔστι τὸ εἶδος· ᾗ δὲ περιέχει, ταύτῃ δ' ἕτερος τῆς ὕλης.
77Aristoteles, Physica, 4, 12; 6 (auctor 384BC-322BC)
καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα· πρότερον δὲ καὶ ὕστερον οὐχ ὁ αὐτός, ὅτι καὶ ἡ μεταβολὴ ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλλουσα ἑτέρα, ὁ δὲ χρόνος ἀριθμός ἐστιν οὐχ ᾧ ἀριθμοῦμεν ἀλλ' ὁ ἀριθμούμενος, οὗτος δὲ συμβαίνει πρότερον καὶ ὕστερον ἀεὶ ἕτερος· τὰ γὰρ νῦν ἕτερα.
78Aristoteles, Physica, 4, 13; 13 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο δοκεῖ ἀεὶ ἕτερος· οὐ γὰρ τοῦ αὐτοῦ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· ἅμα γὰρ ἂν καὶ κατὰ τὸ αὐτὸ τἀναντία ἂν εἴη.
79Aristoteles, Physica, 4, 14; 15 (auctor 384BC-322BC)
ἕτερος οὖν χρόνος ἔστιν, καὶ ἅμα δύο ἴσοι χρόνοι ἂν εἶεν· ἢ οὔ; ὁ αὐτὸς γὰρ χρόνος καὶ εἷς ὁ ἴσος καὶ ἅμα· εἴδει δὲ καὶ οἱ μὴ ἅμα· εἰ γὰρ εἶεν κύνες, οἱ δ' ἵπποι, ἑκάτεροι δ' ἑπτά, ὁ αὐτὸς ἀριθμός.
80Aristoteles, Physica, 8, 1; 35 (auctor 384BC-322BC)
διόπερ βέλτιον ὡς Ἐμπεδοκλῆς, κἂν εἴ τις ἕτερος εἴρηκεν οὕτως ἔχειν, ἐν μέ ρει τὸ πᾶν ἠρεμεῖν καὶ κινεῖσθαι πάλιν· τάξιν γὰρ ἤδη τιν' ἔχει τὸ τοιοῦτον.
81Aristoteles, Physica, 8, 2; 9 (auctor 384BC-322BC)
τοῦτο μὲν γὰρ ἴσως ἀναγκαῖον, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς κίνησιν· λέγω δ' οἷον πότερον τῆς μιᾶς χορδῆς εἷς καὶ ὁ αὐτὸς φθόγγος, ἢ ἀεὶ ἕτερος, ὁμοίως ἐχούσης καὶ κινουμένης.
82Aristoteles, Politica, 2; 27 (auctor 384BC-322BC)
καίτοι πότερον οὕτω κρεῖττον τὸ ἐμὸν λέγειν ἕκαστον, τὸ αὐτὸ ἐμὸν προσαγορεύοντα δισχιλίων καὶ μυρίων, ἢ μᾶλλον ὡς νῦν ἐν ταῖς πόλεσι τὸ ἐμὸν λέγουσιν· ὁ μὲν γὰρ υἱὸν αὑτοῦ ὁ δὲ ἀδελφὸν αὑτοῦ προσαγορεύει τὸν αὐτόν, ὁ δ' ἀνεψιόν, ἢ κατ' ἄλλην τινὰ συγγένειαν [ἢ] πρὸς αἵματος ἢ κατ' οἰκειότητα καὶ κηδείαν αὑτοῦ πρῶτον ἢ τῶν αὑτοῦ, πρὸς δὲ τούτοις ἕτερος φράτορα φυλέτην.
83Aristoteles, Politica, 2; 94 (auctor 384BC-322BC)
τὸ μὲν οὖν περιττὸν ἔχουσι πάντες οἱ τοῦ Σωκράτους λόγοι καὶ τὸ κομψὸν καὶ τὸ καινοτόμον καὶ τὸ ζητητικόν, καλῶς δὲ πάντα ἴσως χαλεπόν, ἐπεὶ καὶ τὸ νῦν εἰρημένον πλῆθος δεῖ μὴ λανθάνειν ὅτι χώρας δεήσει τοῖς τοσούτοις Βαβυλωνίας ἤ τινος ἄλλης ἀπεράντου τὸ πλῆθος, ἐξ ἧς ἀργοὶ πεντακισχίλιοι θρέψονται, καὶ περὶ τούτους γυναικῶν καὶ θεραπόντων ἕτερος ὄχλος πολλαπλάσιος.
84Aristoteles, Politica, 2; 260 (auctor 384BC-322BC)
ἐν μὲν γὰρ Λακεδαίμονι κατὰ κεφαλὴν ἕκαστος εἰσφέρει τὸ τεταγμένον, εἰ δὲ μή, μετέχειν νόμος κωλύει τῆς πολιτείας, καθάπερ εἴρηται καὶ πρότερον, ἐν δὲ Κρήτῃ κοινοτέρως· ἀπὸ πάντων γὰρ τῶν γινομένων καρπῶν τε καὶ βοσκημάτων δημοσίων, καὶ ἐκ τῶν φόρων οὓς φέρουσιν οἱ περίοικοι, τέτακται μέρος τὸ μὲν πρὸς τοὺς θεοὺς καὶ τὰς κοινὰς λειτουργίας, τὸ δὲ τοῖς συσσιτίοις, ὥστ' ἐκ κοινοῦ τρέφεσθαι πάντας, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας· πρὸς δὲ τὴν ὀλιγοσιτίαν ὡς ὠφέλιμον πολλὰ πεφιλοσόφηκεν ὁ νομοθέτης, καὶ πρὸς τὴν διάζευξιν τῶν γυναικῶν, ἵνα μὴ πολυτεκνῶσι, τὴν πρὸς τοὺς ἄρρενας ποιήσας ὁμιλίαν, περὶ ἧς εἰ φαύλως ἢ μὴ φαύλως, ἕτερος ἔσται τοῦ διασκέψασθαι καιρός.
85Aristoteles, Politica, 3; 39 (auctor 384BC-322BC)
εἰ δὲ δίκαιον διαλύειν ἢ μὴ διαλύειν, ὅταν εἰς ἑτέραν μεταβάλῃ πολιτείαν ἡ πόλις, λόγος ἕτερος.
86Aristoteles, Politica, 3, 1278B; 93 (auctor 384BC-322BC)
πότερον μὲν οὖν ἑτέραν ἢ τὴν αὐτὴν θετέον, καθ' ἣν ἀνὴρ ἀγαθός ἐστι καὶ πολίτης σπουδαῖος, δῆλον ἐκ τῶν εἰρημένων, ὅτι τινὸς μὲν πόλεως ὁ αὐτὸς τινὸς δ' ἕτερος, κἀκεῖνος οὐ πᾶς ἀλλ' ὁ πολιτικὸς καὶ κύριος ἢ δυνάμενος εἶναι κύριος, ἢ καθ' αὑτὸν ἢ μετ' ἄλλων, τῆς τῶν κοινῶν ἐπιμελείας.
87Aristoteles, Politica, 3; 164 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τῶν ἄλλων ἔστω τις ἕτερος λόγος· ὅτι δὲ δεῖ κύριον εἶναι μᾶλλον τὸ πλῆθος ἢ τοὺς ἀρίστους μὲν ὀλίγους δέ, δόξειεν ἂν λύεσθαι καί τιν' ἔχειν ἀπορίαν, τάχα δὲ κἂν ἀλήθειαν.
88Aristoteles, Politica, 3, 1284A; 221 (auctor 384BC-322BC)
ἀποροῦσι γάρ τινες πότερον τῷ νομοθέτῃ νομοθετητέον, βουλομένῳ τίθεσθαι τοὺς ὀρθοτάτους νόμους, πρὸς τὸ τῶν βελτιόνων συμφέρον ἢ πρὸς τὸ τῶν πλειόνων, ὅταν συμβαίνῃ τὸ λεχθέν· τὸ δ' ὀρθὸν ληπτέον ἴσως· τὸ δ' ἴσως ὀρθὸν πρὸς τὸ τῆς πόλεως ὅλης συμφέρον καὶ πρὸς τὸ κοινὸν τὸ τῶν πολιτῶν· πολίτης δὲ κοινῇ μὲν ὁ μετέχων τοῦ ἄρχειν καὶ ἄρχεσθαί ἐστι, καθ' ἑκάστην δὲ πολιτείαν ἕτερος, πρὸς δὲ τὴν ἀρίστην ὁ δυνάμενος καὶ προαιρούμενος ἄρχεσθαι καὶ ἄρχειν πρὸς τὸν βίον τὸν κατ' ἀρετήν.
89Aristoteles, Politica, 4, 1294B; 119 (auctor 384BC-322BC)
ἢ γὰρ ἀμφότερα ληπτέον ἃ ἑκάτεροι νομοθετοῦσιν, οἷον περὶ τοῦ δικάζειν (ἐν μὲν γὰρ ταῖς ὀλιγαρχίαις τοῖς εὐπόροις ζημίαν τάττουσιν ἂν μὴ δικάζωσι, τοῖς δ' ἀπόροις οὐδένα μισθόν, ἐν δὲ ταῖς δημοκρατίαις τοῖς μὲν ἀπόροις μισθόν, τοῖς δ' εὐπόροις οὐδεμίαν ζημίαν· κοινὸν δὲ καὶ μέσον τούτων ἀμφότερα ταῦτα, διὸ καὶ πολιτικόν, μέμεικται γὰρ ἐξ ἀμφοῖν) · εἷς μὲν οὖν οὗτος τοῦ συνδυασμοῦ τρόπος, ἕτερος δὲ τὸ τὸ μέσον λαμβάνειν ὧν ἑκάτεροι τάττουσιν, οἷον ἐκκλησιάζειν οἱ μὲν ἀπὸ τιμήματος οὐθενὸς ἢ μικροῦ πάμπαν, οἱ δ' ἀπὸ μακροῦ τιμήματος, κοινὸν δέ γε οὐδέτερον, ἀλλὰ τὸ μέσον ἑκατέρου τίμημα τούτων.
90Aristoteles, Politica, 5; 52 (auctor 384BC-322BC)
ὅλως δὲ αἱ τῶν γνωρίμων στάσεις συναπολαύειν ποιοῦσι καὶ τὴν ὅλην πόλιν, οἷον ἐν Ἑστιαίᾳ συνέβη μετὰ τὰ Μηδικά, δύο ἀδελφῶν περὶ τῆς πατρῴας νομῆς διενεχθέντων· ὁ μὲν γὰρ ἀπορώτερος, ὡς οὐκ ἀποφαίνοντος τὴν οὐσίαν οὐδὲ τὸν θησαυρὸν ὃν εὗρεν ὁ πατήρ, προσηγάγετο τοὺς δημοτικούς, ὁ δ' ἕτερος ἔχων οὐσίαν πολλὴν τοὺς εὐπόρους.
91Aristoteles, Politica, 5; 190 (auctor 384BC-322BC)
τῶν δὲ διὰ φιλοτιμίαν ἐπιτιθεμένων ἕτερος τρόπος ἔστι τῆς αἰτίας παρὰ τοὺς εἰρημένους πρότερον.
92Aristoteles, Politica, 5; 226 (auctor 384BC-322BC)
ὁ μὲν οὖν εἷς τρόπος δι' οὗ γίγνεται σωτηρία ταῖς τυραννίσι τοιοῦτός ἐστιν· ὁ δ' ἕτερος σχεδὸν ἐξ ἐναντίας ἔχει τοῖς εἰρημένοις τὴν ἐπιμέλειαν.
93Aristoteles, Politica, 7; 3 (auctor 384BC-322BC)
διὸ δεῖ πρῶτον ὁμολογεῖσθαι τίς ὁ πᾶσιν ὡς εἰπεῖν αἱρετώτατος βίος, μετὰ δὲ τοῦτο πότερον κοινῇ καὶ χωρὶς ὁ αὐτὸς ἢ ἕτερος.
94Aristoteles, Problemata, 11; 21 (auctor 384BC-322BC)
ἐνταῦθα μὲν οὖν ἀεὶ τὸ αὐτὸ φέρεται σῶμα, ἕως ἂν καταπέσῃ, ἐκεῖ δὲ ἀεὶ ἕτερος ἀήρ.
95Aristoteles, Problemata, 14; 10 (auctor 384BC-322BC)
ἔτι δὲ ἐκεῖ μὲν διὰ τὴν κίνησιν ἀεὶ καθαρὸς ὁ ἀὴρ καὶ ἕτερος γίνεται, ἐν δὲ τοῖς ἑλώδεσι μένει.
96Aristoteles, Problemata, 19; 139 (auctor 384BC-322BC)
Διὰ τί ἴσων πίθων καὶ ὁμοίων ἐὰν μὲν ὁ ἕτερος κενὸς ᾖ, ὁ δὲ ἕτερος εἰς τὸ ἥμισυ διάμεστος, διὰ πασῶν συμφωνεῖ ἡ ἠχώ; ἢ ὅτι διπλασία γίνεται καὶ ἡ ἐκ τοῦ ἡμίσεος τῆς ἐκ τοῦ κενοῦ; τί γὰρ διαφέρει τοῦτο ἢ ἐπὶ τῶν συρίγγων; δοκεῖ γὰρ ἡ θάττων κίνησις ὀξυτέρα εἶναι, ἐν δὲ τοῖς μείζοσι βραδύτερον ὁ ἀὴρ ἀπαντᾷ, καὶ ἐν τοῖς διπλασίοις τοσούτῳ, καὶ ἐν τοῖς ἄλλοις ἀνάλογον.
97Aristoteles, Problemata, 26; 147 (auctor 384BC-322BC)
μήποτε δὲ καὶ ἐπὶ τῶν πνευμάτων τὸ αὐτὸ συμβαίνει, καὶ διὰ στενοῦ ἡ πρώτη κίνησις· εἶτ' ἐκεῖνον μὲν διήνεγκεν, ἕτερος δὲ ἀὴρ ἐπιρρεῖ.
98Aristoteles, Problemata, 31; 10 (auctor 384BC-322BC)
Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτενίζει μᾶλλον; ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν ὀφθαλμῶν; θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος.
99Aristoteles, Rhetorica, 3, 8, 6; 10 (auctor 384BC-322BC)
ἔστιν δὲ παιᾶνος δύο εἴδη ἀντικείμενα ἀλλήλοις, ὧν τὸ μὲν ἓν ἀρχῇ ἁρμόττει, ὥσπερ καὶ χρῶνται· οὗτος δ' ἐστὶν οὗ ἄρχει μὲν ἡ μακρά, τελευτῶσιν δὲ τρεῖς βραχεῖαι, Δαλογενὲς εἴτε Λυκίαν, καὶ Χρυσεοκόμα Ἕκατε παῖ Διός · ἕτερος δ' ἐξ ἐναντίας, οὗ βραχεῖαι ἄρχουσιν τρεῖς, ἡ δὲ μακρὰ τελευταία· μετὰ δὲ γᾶν ὕδατά τ' ὠκεανὸν ἠφάνισε νύξ.
100Aristoteles, Topica, 1, I 15; 38 (auctor 384BC-322BC)
Ἕτερος γάρ ὁ κατά τοὔνομα λόγος αὐτῶν· τό μέν γάρ ζῷον ποιόν τι ῥηθήσεται, τό δέ σκεῦος ποιόν τι.
101Aristoteles, Topica, 4, IV 6; 17 (auctor 384BC-322BC)
Οἷον εἰ ἡ ἀρετή δέχεται τό μᾶλλον, καί ἡ δικαιοσύνη καί ὁ δίκαιος· λέγεται γάρ δικαιότερος ἕτερος ἑτέρου.
102Aristoteles, Topica, 6, VI 4; 20 (auctor 384BC-322BC)
Ἔτι τοῖς κατ᾿ ἀλήθειαν τούς τοιούτους ὁρισμούς φάσκουσιν εἶναι, τούς ἐκ τῶν ἑκάστῳ γνωρίμων, πολλούς τοῦ αὐτοῦ συμβήσεται λέγειν ὁρισμούς εἶναι· ἕτερα γάρ ἑτέροις καί οὐ ταὐτά πᾶσι τυγχάνει γνωριμώτερα ὄντα, ὥστε πρός ἕκαστον ἕτερος ἂν εἴη ὁρισμός ἀποδοτέος, εἴπερ ἐκ τῶν ἑκάστοις γνωριμωτέρων τόν ὁρισμόν ποιεῖσθαι χρή.
103Aristoteles, Topica, 7, VII 3; 28 (auctor 384BC-322BC)
Καί εἰ ὁμοίως ὅδε τοῦδε καί ὅδε τοῦδε, εἰ ὁ ἕτερος τοῦ ἑτέρου, καί ὁ λοιπός τοῦ λοιποῦ.
104Aristoteles, Topica, 7, VII 5; 3 (auctor 384BC-322BC)
Ἄνευ δέ τούτων ἀδύνατον ὁρισμοῦ γένεσθαι συλλογισμόν· εἰ γάρ τινα καί ἄλλα ἐν τῷ τί ἐστι τοῦ πράγματος κατηγορεῖται, ἄδηλον πότερον ὁ ῥηθείς ἢ ἕτερος αὐτοῦ ὁρισμός ἐστιν, ἐπειδή ὁρισμός ἐστι λόγος ὁ τό τί ἦν εἶναι σημαίνων.
105Aristoteles, Topica, 8, VIII 14; 23 (auctor 384BC-322BC)
Ὅλως δ᾿ ἐκ τοῦ γυμνάζεσθαι διαλεγόμενον πειρατέον ἀποφέρεσθαι ἢ συλλογισμόν περί τινος ἢ λύσιν ἢ πρότασιν ἢ εἰ ὀρθῶς τις ἤρετο ἢ εἰ μή ὀρθῶς, ἢ αὐτός ἢ ἕτερος, καί παρά τί ἑκάτερον.
106Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 11; 34
Καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ ἦν αὕτη μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ.
107Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 13
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ’ ἀλλήλων·
108Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 2; 11
ὅτι ὁ λόγος, ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ’ ἢ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.
109Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 96
καὶ ἐγὼ ἐκτίθεμαι δόγμα Πᾶς λαός, φυλή, γλῶσσα, ἣ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως.
110Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 24
καὶ τὰ δέκα κέρατα αὐτοῦ, δέκα βασιλεῖς ἀναστήσονται, καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει·
111Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 31; 49
καὶ Ἡ ὅρασις, ἣν εἶπεν Ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου.
112Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 42; 13
οἱ δὲ εἶπαν Δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χανααν, καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, ὁ δὲ ἕτερος οὐχ ὑπάρχει.
113Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 1; 8
Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ιωσηφ.
114Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 16; 15
ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς Οὗτος ὁ ἄρτος, ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν·
115Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 4
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.
116Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 20; 5
καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες Τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν.
117Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 20; 6
καὶ τίς ὁ ἄνθρωπος, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ.
118Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 20; 7
καὶ τίς ὁ ἄνθρωπος, ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήμψεται αὐτήν.
119Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 28; 30
γυναῖκα λήμψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν·
120Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 18; 26
καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος.
121Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 3; 4
τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλύσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον
122Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 3; 11
ὁ ἕτερος ἔγραψεν Ὑπερισχύει ὁ βασιλεύς.
123Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 4
ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους.
124Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 6
καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ.
125Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 33
καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον.
126Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 12; 1
Καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστοῦ Αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ, καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ, καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ·
127Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 6; 15
καὶ νῦν φοβοῦμαι ἐγώ – ὅτι αὐτὴν οὐκ ἀδικεῖ, ἀλλ’ ὃς ἂν θελήσῃ ἐγγίσαι αὐτῆς, ἀποκτέννει αὐτόν· μονογενής εἰμι τῷ πατρί μου – μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ’ ὀδύνης ἐπ’ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ἵνα θάψῃ αὐτούς.
128Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 1; 16
Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
129Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 1; 17
Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ιωβ Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
130Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 108; 8
γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
131Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 14; 24
οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν, ἕτερος δ’ ἕτερον ἢ λοχῶν ἀναιρεῖ ἢ νοθεύων ὀδυνᾷ.
132Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 6; 3
καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος ἅγιος ἅγιος κύριος σαβαωθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.
133Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 13; 8
καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.
134Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 34; 14
καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν.
135Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 44; 5
οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ, καὶ ἕτερος ἐπιγράψει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ισραηλ.
136Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 44; 24
Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. τίς ἕτερος
137Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 24; 2
ὁ κάλαθος ὁ εἷς σύκων χρηστῶν σφόδρα ὡς τὰ σῦκα τὰ πρόιμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, ἃ οὐ βρωθήσεται ἀπὸ πονηρίας αὐτῶν.
138Biblia, Biblia graeca iuxta LXX interpretes, Bar, 3; 36
οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.
139Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 17; 7
καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.
140Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 31
καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε Σοὶ λέγεται, Ναβουχοδονοσορ βασιλεῦ, ἡ βασιλεία Βαβυλῶνος ἀφῄρηταί σου καὶ ἑτέρῳ δίδοται, ἐξουθενημένῳ ἀνθρώπῳ ἐν τῷ οἴκῳ σου· ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου, καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφήν σου παραλήψεται, ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν βούληται δώσει αὐτήν· ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου.
141Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 32
καὶ οἱ ἄγγελοι διώξονταί σε ἐπὶ ἔτη ἑπτά, καὶ οὐ μὴ ὀφθῇς οὐδ’ οὐ μὴ λαλήσῃς μετὰ παντὸς ἀνθρώπου· χόρτον ὡς βοῦν σε ψωμίσουσι, καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἔσται ἡ νομή σου· ἰδοὺ ἀντὶ τῆς δόξης σου δήσουσί σε, καὶ τὸν οἶκον τῆς τρυφῆς σου καὶ τὴν βασιλείαν σου ἕτερος ἕξει.
142Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 96
καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶσσαι, ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν Σεδραχ, Μισαχ, Αβδεναγω, διαμελισθήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευθήσεται, διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως.
143Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 8; 13
καὶ ἤκουον ἑτέρου ἁγίου λαλοῦντος, καὶ εἶπεν ὁ ἕτερος τῷ φελμουνι τῷ λαλοῦντι Ἕως τίνος τὸ ὅραμα στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὰ ἅγια ἐρημωθήσεται εἰς καταπάτημα;
144Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 2; 7
καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ
145Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 14; 31
συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα.
146Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 15; 5
ὁ δὲ ἕτερος Κἀγώ φησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα.
147Biblia, Biblia graeca iuxta LXX interpretes, Sus; 10
/11 καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδὲ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.
148Biblia, Biblia graeca iuxta LXX interpretes, Sus; 13
/14 καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με; καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ.
149Biblia, Novum testamentum graece, Mt, 8; 21
ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
150Biblia, Novum testamentum graece, Lc, 7; 41
δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
151Biblia, Novum testamentum graece, Lc, 9; 61
Εἶπεν δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
152Biblia, Novum testamentum graece, Lc, 14; 19
καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
153Biblia, Novum testamentum graece, Lc, 14; 20
καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
154Biblia, Novum testamentum graece, Lc, 17; 34
λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
155Biblia, Novum testamentum graece, Lc, 18; 10
Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
156Biblia, Novum testamentum graece, Lc, 19; 20
καὶ ὁ ἕτερος ἦλθεν λέγων, Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
157Biblia, Novum testamentum graece, Lc, 22; 58
καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἔφη, Ἄνθρωπε, οὐκ εἰμί.
158Biblia, Novum testamentum graece, Lc, 23; 40
ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη, Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
159Biblia, Novum testamentum graece, Act, 1; 20
Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί, Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
160Biblia, Novum testamentum graece, Act, 7; 18
ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ’ Αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
161Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 4
ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;
162Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 17
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
163Biblia, Novum testamentum graece, Hebr, 7; 15
καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
164Coelestinus I, Epistolae et decreta, 50, 0514C
Ὅμως μεθ' ἡμέραν ἐκκαιδεκάτην προέδραμόν τινες τῶν σὺν αὐτῷ ἐπισκόπων, μητροπολῖται δύο, Ἀλέξανδρος Ἀπαμείας, καὶ ἕτερος Ἀλέξανδρος Ἰεραπόλεως.
165Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0061A (auctor c.470–c.544)
Εἰ δὲ καταιρεθέντα διὰ ταύτην τὴν αἰτίαν δέχοιτο ἕτερος ἐπίσκοπος, κᾀκεῖνον ἐπιτιμίας τυγχάνειν ὑπὸ κοινῆς συνόδου, ὡς παραλύοντα τοὺς θεσμοὺς τοὺς ἐκκλησιαστικοὺς [τὸν θεσμὸν τῆς ἐκκλησίας]. πγ'.
166Constantinus I, Decreta et constitutiones, 8, 0107C (auctor c.272–337)
καὶ τοῦτο δὲ πρὸς τοῖς λοιποῖς εἰς τὸ πρόσωπον τῶν χριστιανῶν δογματίζομεν, ἵνα τοὺς τόπους αὐτῶν εἰς οὓς τὸ πρότερον συνέρχεσθαι ἔθος ἦν αὐτοῖς, περὶ ὧν καὶ τοῖς πρότερον δοθεῖσι πρὸς τὴν σὴν καθοσίωσιν γράμμασι, τύπος ἕτερος ἦν ὡρισμένος τῷ προτέρῳ χρόνῳ.
167Constantinus I, Decreta et constitutiones, 8, 0267C (auctor c.272–337)
XVII. Καὶ μὴν καὶ τοὺς τόπους αὐτοὺς οἳ τοῖς σώμασι τῶν μαρτύρων τετίμηνται, καὶ τῆς ἀναχωρήσεως τῆς ἐνδόξου ὑπομνήματα καθεστᾶσι, τίς ἂν ἀμφιβάλλοι μὴ οὐχὶ ταῖς ἐκκλησίαις προσήκειν, ἢ οὐχὶ καὶ προστάξειεν ἂν; ἡνίκα μήτε δῶρον ἄμεινον, μήτε κάματος χαριέστερος καὶ πολλὴν ἔχων τὴν ὠφέλειαν ἕτερος ἂν γένοιτο, ἢ τοῦ θείου προτρέποντος πνεύματος, τὴν περὶ τούτων ποιεῖσθαι σπουδὴν.
168Desiderius Erasmus, Adagia, Chiliades, 1, 2; 5 (opus 1508)
Idem eodem libro: Ἔστι γάρ, ὥς φαμεν, ὁ φίλος ἕτερος ἐγώ, id est Est enim, ut dicere solemus, amicus alter ego.
169Desiderius Erasmus, Adagia, Chiliades, 1, 663; 14 (opus 1508)
Carmen extat in Iliados ultimo libro, quod non ab re fuerit adscribere: Δοιοί γάρ τε πίθοι κατακείαται ἐν Διός οὔδει Δώρων, οἷα δίδωσι, κακών, ἕτερος δέ ἐάων· Ὧ μέν κ’ ἀμμίξας δώῃ Ζεύς τερπικέραυνος, Ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ, id est Dolia nanque Iovis duo stant in limine plena Muneribus quae is donat, in hoc mala sunt, bona in illo.
170Desiderius Erasmus, Adagia, Chiliades, 3, 2182; 5 (opus 1508)
Hesychius contra: Ἐφ’ ὃν ἕτερος ἄγει, οὐκ αὐθαίρετος, id est Ad quod alius adigit, non spontaneum.
171Desiderius Erasmus, Adagia, Chiliades, 3, 2378; 1 (opus 1508)
Λυσικράτης ἕτερος, id est Alter Lysicrates.
172Desiderius Erasmus, Adagia, Chiliades, 3, 2395; 1 (opus 1508)
Ἑνός χανόντος μετέσχηκεν ἕτερος, id est Cum oscitat unus, statim oscitat et alter.
173Desiderius Erasmus, Adagia, Chiliades, 3, 2671; 16 (opus 1508)
Σέλος δέ ὁ ἕτερος τόν ἕτερον παίει, ὡς πᾶσι δοκεῖν πεπληγέναι τόν ἄνδρα.
174Dionysius Alexandrinus, Epistola II, 5, 0122C (auctor 190-264)
7. Προείρηται μὲν οὖν, ὅτι πηγὴ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ὁ Θεός. ποταμὸς δὲ ὑπ' (for. ἀπ') αὐτοῦ προχεόμενος, ὁ Υἱὸς ἀναγέγραπται· ἀπόῤῥοια γὰρ νοῦ λόγος, καὶ ὡς ἐπ' ἀνθρώπων εἰπεῖν, ἀπο καρδίας διὰ στόματος ἐξοχετεύεται, ἕτερος γενόμενος τοῦ ἐν καρδίᾳ λόγου, ὁ διὰ γλώσσης νοῦς προπηδῶν.
175Dionysius Alexandrinus, Epistola II, 5, 0122C (auctor 190-264)
καὶ οὕτως ἐστὶν ἑκάτερος ἐν ἑκατέρῳ ἕτερος ὢν θατέρου· καὶ ἕν εἰσιν, ὄντες δύο.
176Dionysius Alexandrinus, Epistola II, 5, 0126C (auctor 190-264)
14. Ὡς γὰρ ὁ ἡμέτερος νοῦς ἐρεύγεται μὲν ἀφ' ἑαυτοῦ τὸν λόγον, ὡς εἶπεν ὁ προφήτης, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· καὶ ἔστι μὲν ἑκάτερος ἕτερος θατέρου, ἴδιον καὶ τοῦ λοιποῦ κεχωρισμένον εἰληχὼς τόπον, ὁ μὲν ἐν τῇ καρδίᾳ, ὁ δὲ ἐπὶ τῆς γλώττης καὶ τοῦ στόματος οἰκῶν τε καὶ κινούμενος· οὐ μὴν διεστήκασιν, οὐδὲ καθάπαξ ἀλλήλων στέρονται, οὐδέ ἐστιν οὔτε ὁ νοῦς ἄλογος οὔτε ἄνους ὁ λόγος· ἀλλ' ὅγε νοῦς ποιεῖ τὸν λόγον ἐν αὐτῷ φανεὶς, καὶ ὁ λόγος δείκνυσι τὸν νοῦν, ἐν αὐτῷ γενόμενος.
177Dositheus, Ars, p. 52, l. 4 (auctor c.350)
ἕτερος ἑτέρου καὶ ἑτέρα ἑτέρας καὶ ἕτερον ἑτέρου alter altera alterum.
178Euclides, Elementa, 7, prop., 5; 1 (auctor fl.300BC)
Ἐὰν ἀριθμός ἀριθμοῦ μέρος ᾖ, καὶ ἕτερος ἑτέρου τὸ αὐτὸ μέρος ᾖ, καὶ συναμφότερος συναμφοτέρου τὸ αὐτὸ μέρος ἔσται, ὅπερ ὁ εἷς τοῦ ἑνός.
179Euclides, Elementa, 7, prop., 5; 2 (auctor fl.300BC)
Ἀριθμὸς γὰρ ὁ Α [ἀριθμοῦ] τοῦ ΒΓ μέρος ἔστω, καὶ ἕτερος ὁ Δ ἑτέρου τοῦ ΕΖ τὸ αὐτὸ μέρος, ὅπερ ὁ Α τοῦ ΒΓ· λέγω, ὅτι καὶ συναμφότερος ὁ Α, Δ συναμφοτέρου τοῦ ΒΓ, ΕΖ τὸ αὐτὸ μέρος ἐστίν, ὅπερ ὁ Α τοῦ ΒΓ.
180Euclides, Elementa, 7, prop., 6; 1 (auctor fl.300BC)
Ἐὰν ἀριθμὸς ἀριθμοῦ μέρη ᾖ, καὶ ἕτερος ἑτέρου τὰ αὐτὰ μέρη ᾖ, καὶ συναμφότερος συναμφοτέρου τὰ αὐτὰ μέρη ἔσται, ὅπερ ὁ εἷς τοῦ ἑνός.
181Euclides, Elementa, 7, prop., 6; 2 (auctor fl.300BC)
Ἀριθμὸς γὰρ ὁ ΑΒ ἀριθμοῦ τοῦ Γ μέρη ἔστω, καὶ ἕτερος ὁ ΔΕ ἑτέρου τοῦ Ζ τὰ αὐτὰ μέρη, ἅπερ ὁ ΑΒ τοῦ Γ· λέγω, ὅτι καὶ συναμφότερος ὁ ΑΒ, ΔΕ συναμφοτέρου τοῦ Γ, Ζ τὰ αὐτὰ μέρη ἐστίν, ἅπερ ὁ ΑΒ τοῦ Γ.
182Euclides, Elementa, 7, prop., 9; 1 (auctor fl.300BC)
Ἐὰν ἀριθμὸς ἀριθμοῦ μέρος ᾖ, καὶ ἕτερος ἑτέρου τὸ αὐτὸ μέρος ᾖ, καὶ ἐναλλάξ, ὃ μέρος ἐστὶν ἢ μέρη ὁ πρῶτος τοῦ τρίτου, τὸ αὐτὸ μέρος ἔσται ἢ τὰ αὐτὰ μέρη καὶ ὁ δεύτερος τοῦ τετάρτου.
183Euclides, Elementa, 7, prop., 9; 2 (auctor fl.300BC)
Ἀριθμὸς γὰρ ὁ Α ἀριθμοῦ τοῦ ΒΓ μέρος ἔστω, καὶ ἕτερος ὁ Δ ἑτέρου τοῦ ΕΖ τὸ αὐτὸ μέρος, ὅπερ ὁ Α τοῦ ΒΓ· λέγω, ὅτι καὶ ἐναλλάξ, ὃ μέρος ἐστὶν ὁ Α τοῦ Δ ἢ μέρη, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ ΒΓ τοῦ ΕΖ ἢ μέρη.
184Euclides, Elementa, 7, prop., 10; 1 (auctor fl.300BC)
Ἐὰν ἀριθμὸς ἀριθμοῦ μέρη ᾖ, καὶ ἕτερος ἑτέρου τὰ αὐτὰ μέρη ᾖ, καὶ ἐναλλάξ, ἃ μέρη ἐστὶν ὁ πρῶτος τοῦ τρίτου ἢ μέρος, τὰ αὐτὰ μέρη ἔσται καὶ ὁ δεύτερος τοῦ τετάρτου ἢ τὸ αὐτὸ μέρος.
185Euclides, Elementa, 7, prop., 10; 2 (auctor fl.300BC)
Ἀριθμὸς γὰρ ὁ ΑΒ ἀριθμοῦ τοῦ Γ μέρη ἔστω, καὶ ἕτερος ὁ ΔΕ ἑτέρου τοῦ Ζ τὰ αὐτὰ μέρη· λέγω, ὅτι καὶ ἐναλλάξ, ἃ μέρη ἐστὶν ὁ ΑΒ τοῦ ΔΕ ἢ μέρος, τὰ αὐτὰ μέρη ἐστὶ καὶ ὁ Γ τοῦ Ζ ἢ τὸ αὐτὸ μέρος.
186Euclides, Elementa, 7, prop., 15; 1 (auctor fl.300BC)
Ἐὰν μονὰς ἀριθμόν τινα μετρῇ, ἰσάκις δὲ ἕτερος ἀριθμὸς ἄλλον τινὰ ἀριθμὸν μετρῇ, καὶ ἐναλλὰξ ἰσάκις ἡ μονὰς τὸν τρίτον ἀριθμὸν μετρήσει καὶ ὁ δεύτερος τὸν τέταρτον.
187Euclides, Elementa, 7, prop., 15; 2 (auctor fl.300BC)
Μονὰς γὰρ ἡ Α ἀριθμόν τινα τὸν ΒΓ μετρείτω, ἰσάκις δὲ ἕτερος ἀριθμὸς ὁ Δ ἄλλον τινὰ ἀριθμὸν τὸν ΕΖ μετρείτω· λέγω, ὅτι καὶ ἐναλλὰξ ἰσάκις ἡ Α μονὰς τὸν Δ ἀριθμὸν μετρεῖ καὶ ὁ ΒΓ τὸν ΕΖ.
188Euclides, Elementa, 7, prop., 31; 12 (auctor fl.300BC)
εἰ γὰρ οὐ ληφθήσεται, μετρήσουσι τὸν Α ἀριθμὸν ἄπειροι ἀριθμοί, ὧν ἕτερος ἑτέρου ἐλάσσων ἐστίν· ὅπερ ἐστὶν ἀδύνατον ἐν ἀριθμοῖς.
189Euclides, Elementa, 9, prop., 13; 21 (auctor fl.300BC)
εἰ γὰρ ἕτερός τις πρῶτος τὸν Ζ μετρεῖ, ὁ δὲ Ζ τὸν Δ μετρεῖ, κἀκεῖνος ἄρα τὸν Δ μετρήσει· ὥστε καὶ τὸν Α μετρήσει πρῶτον ὄντα μὴ ὢν αὐτῷ ὁ αὐτός· ὅπερ ἐστὶν ἀδύνατον.
190Euclides, Elementa, 10, prop2, 53; 2 (auctor fl.300BC)
Ἐκκείσθωσαν δύο ἀριθμοὶ οἱ ΑΓ, ΓΒ, ὥστε τὸν ΑΒ πρὸς ἑκάτερον αὐτῶν λόγον μὴ ἔχειν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ἔστω δὲ καὶ ἕτερος ἀριθμὸς ὁ Δ μὴ τετράγωνος ὢν μηδὲ πρὸς ἑκάτερον τῶν ΒΑ, ΑΓ λόγον ἔχων, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· καὶ ἐκκείσθω τις ῥητὴ εὐθεῖα ἡ Ε, καὶ γεγονέτω ὡς ὁ Δ πρὸς τὸν ΑΒ, οὕτως τὸ ἀπὸ τῆς Ε πρὸς τὸ ἀπὸ τῆς ΖΗ· σύμμετρον ἄρα τὸ ἀπὸ τῆς Ε τῷ ἀπὸ τῆς ΖΗ.
191Felix I, Fragmentum Confessionis fidei, 5, 0144D
Περὶ δὲ τῆς σαρκώσεως τοῦ Λόγου καὶ τῆς πίστεως, πιστεύομεν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ τῆς παρθένου Μαρίας γενηθέντα, ὅτι αὐτός ἐστιν ὁ τοῦ Θεοῦ ἀΐδιος, Υἱὸς καὶ Λόγος, καὶ οὐκ ἄνθρωπος ὑπὸ Θεοῦ ἀναληφθεὶς, ἵν' ἕτερος ᾖ παρ' ἐκεῖνον.
192Felix I, Fragmentum Confessionis fidei, 5, 0144D
οὑδὲ γὰρ ἄνθρωπον ἀνέλαβεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα ἕτερος παρ' αὐτόν· ἀλλὰ, Θεὸς ὢν τέλειος γέγονεν ἅμα καὶ τέλειος ἄνθρωπος, σαρκωθεὶς ἐκ παρθένου·
193Felix I Incertus, Epistolae dubiae, 5, 0156A
Περὶ δὲ τῆς σαρκώσεως τοῦ Λὸγου καὶ τῆς πίστεως, πιστεύομεν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐκ τῆς παρθένου Μαρίας γενηθέντα, ὅτι αὐτός ἐστιν ὁ τοῦ Θεοῦ ἀΐδιος Υἱὸς, καὶ Λόγος, καὶ οὐκ ἄνθρωπος ὑπὸ Θεοῦ ἀναληφθεὶς, ἵν' ἕτερος ᾖ παρ' ἐκεῖνον.
194Felix I Incertus, Epistolae dubiae, 5, 0156A
Οὐδὲ γὰρ ἄνθρωπον ἀνέλαβεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵν' ᾖ ἕτερος παρ' αὐτὸν· ἀλλὰ, Θεὸς ὢν τέλειος, γέγονεν ἅμα καὶ τέλειος ἄνθρωπος, σαρκωθεὶς ἐκ παρθένου.
195Felix III, Epistolae et decreta, 58, 0908A
Εἰ γὰρ Θεὸς ὁ ἀποθανὼν διαιρετῶς, καὶ οὐσιωδῶς, ὡσαύτως δὲ καὶ τὸ ἅγιον Πνεῦμα Θεὸς, καὶ αὐτὸ διαιρετῶς, καἰ οὐσιωδῶς· εὑρεθήσονται, ὡς κατὰ τὸν σὸν καὶ τὸν ἐκείνων λόγον, τρεῖς Θεοί, καὶ διὰ τοῦτο κρατυνθήσεται τῆς πολυθεΐας ἡ πλάνη, καὶ ὅσον ἐπὶ σοὶ, διεσκέδασται τό, Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι ( Δευτερ. IV) : καὶ ὅπερ ἔλεγεν ὁ Ἰερεμίας· Κύριος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν ( Βαρούχ. III) : ὁμοίως δὲ ὁ Κύριος, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν ( Ἰωάν. XVII) : καὶ τῆς θείας Γραφῆς, ἕνα Θεὸν τὴν ἁγίαν Τριάδα καὶ ἀδιαίρετον, κηρυττούσης, σὺ καὶ οἱ πρὸ σοῦ αἱρεσιάρχαι τρεῖς Θεοὺς ἐδογματίσατε· ἄλλον μὲν λέγοντες Θεὸν τὸν Πατέρα παρὰ τὸν Υἱόν, καὶ ἕτερον Θεὸν τὸν Υἱὸν παρὰ τὸν πατέρα· καὶ πάλιν ἄλλον Θεόν, τὸ Πνεῦμα τὸ ἅγιον, παρἀ τὸν Πατέρα καὶ τὸν Υἱὸν· καὶ τὸν μὲν θνητὸν, καὶ νεογενῆ, τὸν δὲ ἄναρχον, καὶ ἀθάνατον.
196Felix III, Epistolae et decreta, 58, 0908B
Ὁπότε οὖν γέγραπται, ὅτι ὁ Λόγος σάρξ γέγονε, καὶ Θεὸς ἦν ὁ Λόγος ( Ἰοάν. I) , οὐχ ἕτερος Θεὸς ὁ Λόγος παρὰ τὸν Πατέρα εὑρεθήσεται· Λόγος οὐχ ἁπλῶς, ἀλλὰ Λόγος ἐνυπόστατος· καὶ ὁ υἱὸς εἴρηται, ἵνα ἐκ τῆς ημῶν εὐτελείας γνῶμεν τὸ ταύτον τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου.
197Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p988, p1022; 18 (auctor 1520-1575)
Septuaginta verterunt ἕτερος .
198Fronto, Epistulae, ad M. Caesarem, 2, 3; 20 (auctor c.95-165)
ἐμοὶ δὲ οὐχ εἷς, δύο δὲ ἅμα Ἰαλύσω ἐγραφέσθην, οὐ δὴ τοῖν προσώποιν οὐδὲ ταῖν μορφαῖν μόνον, ἀλλὰ καὶ τοῖν τρόποιν καὶ ταῖν ἀρεταῖν οὐ μετρίω ὄντε ἄμφω οὐδὲ γράφεσθαι ῥᾳδίω, ἀλλ᾽ ὁ μέν ἐστιν μέγας βασιλεὺς ἄρχων πάσης τῆς γῆς καὶ θαλάττης, ὁ δὲ ἕτερος υἱὸς μεγάλου βασιλέως, ἐκείνου μὲν οὕτω παῖς ὥσπερ Ἀθάνα τοῦ Διός, σὸς δὲ υἱὸς ὡς τῆς Ἥρας ὁ Ἥφαιστος· ἀπέστω δὲ τὸ τῶν ποδῶν ταύτης τῆς τοῦ Ἡφαίστου εἰκόνος.
199Gregorius I, Dialogi, 77, 0250C (auctor 540-604)
Ἐξ ὧν, ὁ μὲν εἷς Εὐτύχιος, ὁ δὲ ἕτερος Φλορέντιος ὠνομάζοντο.
200Gregorius I, Dialogi, 77, 0279A (auctor 540-604)
Ἕτερός τις φύλαξ τῆς αὐτῆς ἐκκλησίας, οὐ πρὸ πολλῶν χρόνων, καθὼς οἱ πρεσβύται ἡμῶν διηγοῦνται, Ἀβούνδιος ὀνόματι, ἐν μεγίστῃ ταπεινοφροσύνῃ ὑπῆρχε, πιστῶς τῷ παντοδυνάμῳ Θεῷ δουλεύων.
201Gregorius I, Dialogi, 77, 0331C (auctor 540-604)
Παρὰ τῶν αὐτῶν τοίνυν μαθητῶν αὐτοῦ διηγουμένων μεμάθηκα, ὅτι δύο εὐγενεῖς ἄνδρες, καὶ τὴν ἔξω σοφίαν ἐξησκημένοι γνήσιοι ἀδελφοὶ ὑπάρχοντες, ὁ μὲν εἷς Σπεκιῶσος, ὁ δὲ ἕτερος Γρηγόριος λεγόμενοι, τῷ ἐκείνου κανόνι ἐν τῇ ἁγίᾳ ἀναστροφῇ ἑαυτοὺς παραδεδώκασι.
202Gregorius I, Dialogi, 77, 0342C (auctor 540-604)
Τούτῳ δὲ πρὸς ὑπηρεσίαν ἡ μήτηρ καὶ ἕτερος αὑτοῦ ἀδελφὸς παρίσταντο.
203Gregorius I, Dialogi, 77, 0351B (auctor 540-604)
Ἕτερος δέ τις τοῦτο γεγονὸς θεασάμενος, τῷ τοῦ Θεοῦ οἰκέτῃ δραμὼν ἐμήνυσε.
204Gregorius I, Dialogi, 77, 0355A (auctor 540-604)
Ἕτερος πάλιν ἐν τῇ χώρᾳ Μάρσῃ διάκονος, πάνυ τῇ πολιτείᾳ εὐλαβέστατος ὑπῆρχεν.
205Gregorius I, Dialogi, 77, 0363A (auctor 540-604)
Οὐδεὶς δὲ ἐν τῆ αὐτῇ τοῦ θανατικοῦ ἀνάγκῃ, ἐξ αὐτοῦ τοῦ οἴκου ἕτερος ἀπέθανεν εἰ μὴ οἱ τῆ φωνῇ ἐκείνου μηνυθέντες.
206Gregorius I, Dialogi, 77, 0379B (auctor 540-604)
Τοῦτο δὲ γέγονεν, ἵνα ἕτερος μέσον τῆς ὁδοῦ ἐν ὑπαντήσει τοῦ παιδὸς γένηται, καὶ οὕτως ὑποστρέψῃ, ἵνα ἐκ τοῦ μέτρου τοῦ διαστήματος δειχθῇ, ὅτι ἐν μιᾷ ῥοπῇ οἱ ἀμφότεροι αὐτῶν κληθέντες, ἐτελειώθησαν.
207Gregorius I, Dialogi, 77, 0407B (auctor 540-604)
Ἕτερος δὲ ἀδελφὸς ἐν τῷ αὐτῷ μοναστηρίῳ Μέρουλλος λεγόμενος, σφοδροτάτοις δάκρυσι καὶ τῇ ἐλεημοσύνῃ προσεκαρτέρει.
208Gregorius I, Dialogi, 77, 0407C (auctor 540-604)
Ἕτερος δὲ ἐν αὐτῷ τῷ μοναστηρίῳ Ἰωάννης λεγόμενος, νέαν ἄγων τὴν ἡλικίαν ἐν πολλῇ γνώσει καὶ γλυκύτητι ταπεινώσεως καὶ μεγαλοπόνου ἀσκήσεως ὑπῆρχεν, ὥστε ὑπερβαίνειν τοὺς ἀγῶνας τὴν κῆραν αὐτοῦ.
209Herodotus, Historiae, 1, 34, 2; 3 (auctor c.484BC-425BC)
ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες, τῶν οὕτερος μὲν διέφθαρτο, ἦν γὰρ δὴ κωφός, ὁ δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος· οὔνομα δέ οἱ ἦν Ἄτυς.
210Herodotus, Historiae, 1, 98, 4; 6 (auctor c.484BC-425BC)
μεμηχάνηται δὲ οὕτω τοῦτο τὸ τεῖχος ὥστε ὁ ἕτερος τοῦ ἑτέρου κύκλος τοῖσι προμαχεῶσι μούνοισι ἐστι ὑψηλότερος.
211Herodotus, Historiae, 1, 181, 3; 3 (auctor c.484BC-425BC)
ἐν μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται, σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος, καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε, καὶ ἕτερος μάλα ἐπὶ τούτῳ, μέχρι οὗ ὀκτὼ πύργων.
212Herodotus, Historiae, 2, 176, 2; 2 (auctor c.484BC-425BC)
ἔστι δὲ λίθινος ἕτερος τοσοῦτος καὶ ἐν Σάι, κείμενος κατὰ τὸν αὐτὸν τρόπον τῷ ἐν Μέμφι.
213Herodotus, Historiae, 3, 47, 3; 3 (auctor c.484BC-425BC)
τοιοῦτος ἕτερος ἐστὶ καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ Ἀθηναίῃ Ἄμασις.
214Herodotus, Historiae, 3, 78, 2; 5 (auctor c.484BC-425BC)
τῷ μὲν δὴ τὰ τόξα ἀναλαβόντι αὐτῶν, ἐόντων τε ἀγχοῦ τῶν πολεμίων καὶ προσκειμένων, ἦν χρηστὰ οὐδέν· ὁ δ' ἕτερος τῇ αἰχμῇ ἠμύνετο καὶ τοῦτο μὲν Ἀσπαθίνην παίει ἐς τὸν μηρόν, τοῦτο δὲ Ἰνταφρένεα ἐς τὸν ὀφθαλμόν· καὶ ἐστερήθη μὲν τοῦ ὀφθαλμοῦ ἐκ τοῦ τρώματος ὁ Ἰνταφρένης, οὐ μέντοι ἀπέθανέ γε.
215Herodotus, Historiae, 3, 78, 3; 6 (auctor c.484BC-425BC)
τῶν μὲν δὴ Μάγων οὕτερος τρωματίζει τούτους· ὁ δὲ ἕτερος, ἐπείτε οἱ τὰ τόξα οὐδὲν χρηστὰ ἐγίνετο, ἦν γὰρ δὴ θάλαμος ἐσέχων ἐς τὸν ἀνδρεῶνα, ἐς τοῦτον καταφεύγει, θέλων αὐτοῦ προσθεῖναι τὰς θύρας, καί οἱ συνεσπίπτουσι τῶν ἑπτὰ δύο, Δαρεῖός τε καὶ Γοβρύης.
216Herodotus, Historiae, 4, 183, 1; 1 (auctor c.484BC-425BC)
ἀπὸ δὲ Αὐγίλων διὰ δέκα ἡμερέων ἀλλέων ὁδοῦ ἕτερος ἁλὸς κολωνὸς καὶ ὕδωρ καὶ φοίνικες καρποφόροι πολλοί, κατά περ καὶ ἐν τοῖσι ἑτέροισι· καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντες ἐστί, ἔθνος μέγα ἰσχυρῶς, οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι.
217Herodotus, Historiae, 5, 60, 1; 1 (auctor c.484BC-425BC)
ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ λέγει Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
218Herodotus, Historiae, 7, 214, 1; 1 (auctor c.484BC-425BC)
Ἐπιάλτης μὲν οὕτω ὕστερον τούτων ἀπέθανε, ἔστι δὲ ἕτερος λεγόμενος λόγος, ὡς Ὀνήτης τε ὁ Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεὺς εἰσὶ οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι, οὐδαμῶς ἔμοιγε πιστός.
219Herodotus, Historiae, 9, 74, 2; 2 (auctor c.484BC-425BC)
οὗτος μὲν οὕτω λέγεται, ὁ δ' ἕτερος τῶν λόγων τῷ πρότερον λεχθέντι ἀμφισβατέων λέγεται, ὡς ἐπ' ἀσπίδος αἰεὶ περιθεούσης καὶ οὐδαμὰ ἀτρεμιζούσης ἐφόρεε ἄγκυραν, καὶ οὐκ ἐκ τοῦ θώρηκος δεδεμένην σιδηρέην.
220Hesiodus, Opera et dies, 174; 6 (auctor fl.c.700BC)
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· μέμψονται δ' ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν χειροδίκαι· ἕτερος δ' ἑτέρου πόλιν ἐξαλαπάξει.
221Hesiodus, Theogonia, 729; 10 (auctor fl.c.700BC)
τῶν δ' ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι, τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ νηλεὲς ἐν στήθεσσιν· ἔχει δ' ὃν πρῶτα λάβῃσιν ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
222Hieronymus Stridonensis, De viris illustribus, 23, 0654A (auctor 340-420)
Ἐπίσημά τε τεύχη, παιδεύσεως καὶ εὐγλωττίας ἀνάμεστα συνέταξε, τοῦτο μὲν τῶν θείων, τοῦτο δὲ καὶ κοσμικῶν, ἀφ' ὧν ἐστι τάδε· Στρωματεῖς ὀκτὼ, Ὑποτυπώσεων λόγοι ὀκτὼ, κατὰ τῶν Ἐθνῶν, Παιδαγωγοὶ τρεῖς, περὶ τοῦ Πάσχα εἷς, περὶ Νηστείας διάλεξις, καὶ ἕτερος ἐπιγραφόμενος Τίς ἄρα πλούσιος σωθήσεται, περὶ Κακολογίας λόγος εἷς, περὶ Κανόνων ἐκκλησιαστικῶν, καὶ κατὰ ἀκολουθούντων τῇ τῶν Ἰουδαίων πλάνῃ λόγον, ὅντινα ἰδικῶς Ἀλεξάνδρῳ ἐπισκόπῳ Ἱεροσολύμων προσεφώνησε.
223Hieronymus Stridonensis, De viris illustribus, 23, 0670B (auctor 340-420)
Μινούκιος Φῆλιξ, ἐν Ῥώμῃ ἐπίσημος δικολόγος ὢν, συνέγραψε διάλογον Χριστιανοῦ καὶ ἐθνικοῦ, ὃν ἐπέγραψεν Ὁκτάβιον, καὶ ἕτερος δὲ λόγος ἐξ ὀνόματος αὐτοῦ φέρεται, περὶ Μοίρας, ἤτοι κατὰ τῶν μαθηματικῶν, ὅστις λόγος εἰ καὶ ἐλλογίμου ἀνδρὸς φαίνεται, ἐμοὶ δὲ οὐ δοκεῖ συνᾴδειν τῷ χαρακτῆρι τοῦ προειρημένου λόγου.
224Hieronymus Stridonensis, De viris illustribus, 23, 0700B (auctor 340-420)
Ἱλάριος, Πικταβίων Ἀκοιτανίας ἐπίσκοπος, συσκευῇ Σατουρνίνου τῆς Ἀρελατῶν ἐπισκόπου, ἀπὸ τῆς συνόδου &sb;Βιτερισσίων εἰς Φρυγίαν ἐξορισθηὶς, δέκα καὶ δύο κατὰ Ἀρειανῶν συνέταξε λόγους, καὶ ἔτερον περὶ τῶν Συνόδων, ὅντινα πρὸς Γαλλιῶν Ἐπισκόπους ἔγραψε, καὶ εἰς ψαλμοὺς ὑπομνήματα, πρῶτον λέγω δὲ καὶ δεύτερον, ἀπὸ πεντηκοστοῦ πρώτου ἔως ἑξηκοστοῦ δευτέρου, καὶ ἀπὸ ἑκατοστοῦ ὀκτοκαιδεκάτου ἕως τοῦ ἐσχάτου, ἐν ᾗ συντάξει Ὠριγένην ἐμιμήσατο, τινὰ ἐξ ἰδίων προσθείς· Ἔστιν αὐτοῦ καὶ πρὸς Κωνστάντιον λίβελλος, ὅντινα περιόντι ἐν Κωνσταντινουπόλει ἐπέδωκε, καὶ ἕτερος εἰς Κωνστάντιον, ὅντινα μετὰ τὴν αὐτοῦ ἀποβίωσιν συνέταξε, καὶ βίβλοι κατὰ Οὐάλεντος καὶ Οὐρσακίου, τὴν ἱστοριαν τῆς Ἀριμησίου καὶ Σελευκείας συνόδου περιέχουσαι, καὶ πρὸς Σαλούστιον ἔπαρχον, ἤτοι κατὰ Διοσκόρου, καὶ τῶν Λιβερτίνων, καὶ ἕτερος λόγος Μυστηρίων, καὶ ὑπομνήματα εἰς Ματθαῖον, καὶ εἰς τὸν Ἰὼβ ὁμιλίαι, ἃς ἁπὸ τοῦ Ἑλληνικοῦ Ὠριγένους μετέφρασε, καὶ ἕτερος εὐφυέστατος λίβελλος κατὰ Αὐξεντίου, καὶ πολλαὶ πρὸς διαφόρους Ἐπιστολαί.
225Hilarius Pictaviensis, Collectanea antiariana parisina (Fragmenta historica) [CSEL], 2, 2, 1, 5; 27 (auctor 315-367)
ἐξ wv εlς ϰατηχούμενος ἐϱωτώμενος ἔϕασϰεν ἔνδον εἵναι, ὅτε O Μαϰάϱιος ἐπέστη τω̣̄ τόπω̣, xai ἕτεϱος ἐϱωτώμενος ἔλεγε τόν ϑϱυλούμενον παϱ’αὐτω̄ν ’Ισχύϱαν vooovvra τότε ϰαταϰει̃σϑαι iv ϰελλίω̣, ὡς ἀπό τούtου ϕαίνεσϑαι, μη̣δ’ὅλως γεγενη̄σϑαί zt τω̄ν μυστηϱίων διὰ τό τοὺς ϰατηχουμένους bdov εἱναι xai τόν ’Ισχύϱαν μὴ παϱει̃ναι, ἀλλὰ νοσοῡντα ϰαταϰεῑσϑαι.
226Homerus, Ilias, 5, 239; 6 (auctor fl.700BC)
τούτω δ' οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ἄμφω ἀφ' ἡμείων, εἴ γ' οὖν ἕτερός γε φύγῃσιν.
227Homerus, Ilias, 24, 507; 6 (auctor fl.700BC)
δοιοί γάρ τε πίθοι κατακείαται ἐν Διός οὔδει δώρων οἷα δίδωσι κακῶν, ἕτερος δέ ἑάων· ᾧ μέν κ' ἀμμίξας δώῃ Ζεύς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλῷ· ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητόν ἔθηκε, καί ἑ κακή βούβρωστις ἐπί χθόνα δῖαν ἐλαύνει, φοιτᾷ δ' οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
228Homerus, Odyssea, 8, 343; 12 (auctor fl.700BC)
οἱ δ' ἐπεί οὖν σφαῖραν καλήν μετά χερσίν ἕλοντο, πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων, τήν ἕτερος ῥίπτασκε ποτί νέφεα σκιόεντα ἰδνωθείς ὀπίσω, ὁ δ' ἀπό χθονός ὑψόσ' ἀερθείς ῥηιδίως μεθέλεσκε, πάρος ποσίν οὖδας ἱκέσθαι.
229Homerus, Odyssea, 9, 281; 6 (auctor fl.700BC)
τόν μέν ἐγώ βούλευσα κατά μεγαλήτορα θυμόν ἆσσον ἰών, ξίφος ὀξύ ἐρυσσάμενος παρά μηροῦ, οὐτάμεναι πρός στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι, χείρ' ἐπιμασσάμενος· ἕτερος δέ με θυμός ἔρυκεν.
230Hormisdas I, Epistolae et decreta, 63, 0419B
Οὗτός ἐστιν ἐκεῖνος, ὃν ἐν τῷ Ἀποστόλῳ ἀνέγνωμεν, θεμέλιος, ἐν ᾧ ἑαυτόν τις παραλογίζεται, εἴ τις ξύλα, χόρτον, καλάμην καταναλισκόμενα τῷ πυρὶ ἐποικοδομῆσαι πειρασθῇ· ἐν ταύταις ἀνῃρήθη τὰ Εὐτυχοῦς καὶ Νεστορίου ταῖς συνόδοις δηλητήρια, οἵτινες ἐξ ἐναντίας τῆς δεσποτικῆς τοῦ σωτηριώδους μυστηρίου οἰκονομίας, ἐν ὅσῳ ἐναντίῳ μεταξὺ ἑαυτῶν συλλογισμῷ φιλονεικοῦσιν, ὑπό τινι τῆς ἱεροσυλίας ἰσότητι συμφωνοῦσιν, ἄνισοι ταῖς γνώμαις, καὶ ὁμόψυχοι τῇ ἀσεβείᾳ· ὧν ὁ ἕτερος μὴ θέλων τὴν παρθένον Μαρίαν Θεοῦ εἶναι γεννήτριαν, ἅπερ ἐν τῷ κυρίῳ ἡμῶν εἰσιν ἡνωμένα διαιρεῖ, ὁ δὲ ἕτερος, ἐν ὅσῳ ἴδια τῶν συνελθουσῶν φύσεων, καὶ τὰ ἀληθῆ συγχεῖ, τὸ μυστήριον τῆς ἡμετέρας λυτρώσεως σβέννυσιν· ἄλλος Φωτεινοῦ τὴν θρησκείαν, ἕτερος τοῦ Μάνεντος τὴν ἀφροσύνην ἀσεβεῖ συγγενείᾳ συνάπτων.
231Isidorus Hispalensis, Etymologiae, 82, 0508A (auctor 565-636)
22. Etruria pars Italiae dicta, quod eius fines tendebantur usque ad ripam Tiberis, quasi ἕτερος ὅρος.
232Isidorus Hispalensis, Etymologiae, 82, 0508A (auctor 565-636)
Nam ἕτερος alter, ὅρος finis vocatur.
233Iulius I Incertus, Appendix, 8, 0958A
τέλειος θεὸς ἐν σαρκὶ καὶ τέλειος ἄνθρωπος ἐν πνεύματι, οὐ δύο υἱοὶ, εἷς μὲν γνήσιος υἱὸς ἀναλαβὼν ἄνθρωπον, ἕτερος δὲ θνητὸς ἄνθρωπος ἀναληφθεὶς ὑπὸ θεοῦ.
234Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 10; 10 (auctor c.482-565)
Ἐὰν ἀπελεύθερος δοθῇ ἀφῆλιξ ὑπὸ πάτρωνος ἐπίτροπος τοῖς τέκνοις αὐτοῦ, ἢ καὶ ἕτερος οἱοσδήποτε ἐλάττων τῶν εἴκοσι πέντε ἐνιαυτῶν, ἕως μὲν ἀφῆλιξ ᾖ, οὐκ ἐνοχληθήσεται.
235Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 10; 11 (auctor c.482-565)
ἐν τοσούτῳ δὲ ἕτερος εἰς τόπον αὐτοῦ χειροτονηθήσεται κηδεμών.
236Iustinianus I Augustus, Adversus Origenem, 69, 0227C (auctor c.482–565)
Οὔτε γὰρ ἕτερός τίς ἐστι παρὰ τὸν Θεὸν λόγον ὁ τὸ πάθος καὶ τὸν θάνατον ἀναδεδεγμένος· ἀλλ' αὐτὸς ὀ ἀπαθὴς καὶ ἀΐδιος τοῦ Θεοῦ λόγος γεννήσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος, τὰ πάντα πεπλήρωκε.
237Iustinianus I Augustus, Adversus Origenem, 69, 0243A (auctor c.482–565)
Ἐπειδὴ ὁ τοῦ Θεοῦ υἱὸς κατὰ τὴν ὑπόστασιν ἕτερος ὢν παρὰ τὸν πατέρα, τῆς αὐτῆς δὲ φύσεως ὢν τῷ πατρὶ, ἐν τῇ ἰδίᾳ ὑποστάσει ἐδημιούργησεν ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ, ὅπερ δηλοῖ ἀνθρωπίνῃ φύσει ἑνωθῆναι τὸν τοῦ Θεοῦ λόγον, καὶ οὐχ ὑποστάσει ἤτοι προσώπῳ τοῦδέ τινος· ἔστι τοίνυν ὁ τοῦ Θεοῦ λόγος καὶ σαρκωθεὶς μία ὑπόστασις ἐν ἑκατέρᾳ φύσει γνωριζόμενος, ἐν δὲ τῇ θείᾳ, ἐν ᾗ ὑπῆρχε κατὰ τὸ, - Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, - καὶ ἐν τῇ ἀνθρωπίνῃ κατὰ τὸ, - Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος.
238Iustinianus I Augustus, Epistola, 69, 0279B (auctor c.482–565)
Διὰ τούτων γὰρ τῶν λόγων οὐ μόνον τὸν ἐν ἁγίοις Κύριλλον μέμφεται, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν τὸν λέγοντα, ὅτι « ὁ λόγος σὰρξ ἐγένετο, » καὶ πάντας τοὺς προφήτας τὴν διὰ σαρκὸς ἐπιδημίαν αὐτοῦ τοῦ Θεοῦ λόγου κηρύξαντας, καὶ μάλιστα Ἱερεμίαν τὸν λέγοντα « Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· » καὶ πάλιν Ἡσαΐαν λέγοντα, « Τὸ παιδίον Θεὸν ἰσχυρόν (Ἡσαΐ. IX, 6): » καὶ πρὸ τούτοις τὸν ἀπόστολον Παῦλον λέγοντα ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ, « Ὁ καταβὰς αὐτός ἐστι, καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώῃ τὰ πάντα.
239Leo I, Epistolae, 54, 0806B (auctor 440-461)
Οὔτε οὖν ὁ λόγος εἰς σῶμα, ὡς εἴπομεν, οὔτε εἰς λόγον τὸ σῶμα ἠλλοίωται· ἀλλ' ἑκάτερον ἐν ἑνὶ, καὶ ἐν ἀμφοτέροις ὁ εἷς· οὐ διαφορᾷ διῃρημένος, οὐ τῷ μεμίχθαι συγκεχυμένος· ὥστε ἕτερος μὲν ἐκ πατρὸς, ἕτερος δὲ ἐκ μητρός· ἀλλ' ὁ αὐτὸς ἄλλως μὲν ἐκ πατρὸς πρὸ πάσης ἀρχῆς.
240Leo I, Epistolae, 54, 0819 (auctor 440-461)
Canon vero ad Venetos codices exactus sic effertur: Γαυδέντιος ἐπίσκοπος εἶπεν· Εἰ ἀρέσκει προστεθῆναι ταύτῃ τῇ ἀποφάσει, ἥν τινα πλήρη ἅγιότητος προσενέγκατε, ὁπηνίκα ἄλλος ἐπίσκοπος καθρρέθη κρίσει ἐπισκόπων καὶ διεμαρτύρατο ἐν πόλει τῶν Καινῶν κινηθῆναι τὰ τοῦ πράγματος, ὁ δὲ ἕτερος ἐπίσκοπος ἐν ταύτῃ τῇ καθέδρᾳ μετὰ την αἴτησιν τοῦ φαινομένου καθῃρῆσθαι, παντελῶς ἐν ἑτέρῳ τόπῳ τυπωθῆναι τὰ τοῦ πράγματος μὴ δύνασθαι, εἰ μὴ παρὰ τῶν ἐκεῖσε κριτῶν δέξηται τὸν ὅρον.
241Liberius papa, Epistolae et dicta, 8, 1359B
οἱ δὲ τὰ Αρείου φρονοῦντες ἐκβάλλωνται, καὶ ἡ αἴρεσις αὐτῶν ἀναθεματισθῇ· καὶ τότε λοιπὸν κρίσεως γενομένης περὶ ὧν Ἀθανάσιος, καὶ εἴ τίς ἔτερος ἐγκαλεῖται, καὶ περὶ ὧν ἐγκελεύονται καὶ αὐτοὶ οἱ μὲν ὑπεύθυνοι ἐκβάλλωνται.
242Plato, Amatores, p1, 132; 5 (auctor c.425BC-347BC)
καὶ ἐγὼ θαυμάσας αὐτοῦ τὴν ἀπόκρισιν εἶπον· ὦ νεανία, αἰσχρὸν δοκεῖ σοι εἶναι τὸ φιλοσοφεῖν· ἢ τί οὕτως χαλεπῶς λέγεις· καὶ ὁ ἕτερος – πλησίον γὰρ καθήμενος ἐτύγχανεν αὐτοῦ, ἀντεραστὴς ὤν – ἀκούσας ἐμοῦ τε ἐρομένου κἀκείνου ἀποκρινομένου, οὐ πρὸς σοῦ γε, ἔφη, ὦ Σώκρατες, ποιεῖς τὸ καὶ ἀνερέσθαι τοῦτον εἰ αἰσχρὸν ἡγεῖται φιλοσοφίαν εἶναι.
243Plato, Amatores, p1, 132; 6 (auctor c.425BC-347BC)
ἢ οὐκ οἶσθα τοῦτον ὅτι τραχηλιζόμενος καὶ ἐμπιμπλάμενος καὶ καθεύδων πάντα τὸν βίον διατετέλεκεν· ὥστε σὺ τί αὐτὸν ᾤου ἀποκρινεῖσθαι ἀλλ' ἢ ὅτι αἰσχρόν ἐστι φιλοσοφία· ἦν δὲ οὗτος μὲν τοῖν ἐρασταῖν περὶ μουσικὴν διατετριφώς, ὁ δ' ἕτερος, ὃν ἐλοιδόρει, περὶ γυμναστικήν.
244Plato, Amatores, p1, 133; 3 (auctor c.425BC-347BC)
ἐδόκει μέντοι μοι καὶ ὁ ἕτερος οὐχ ἧττον ἐμοῦ ἀγωνιᾶν· οὐ μὴν ἀλλ' ἀπεκρίνατό γέ μοι καὶ μάλα φιλοτίμως.
245Plato, Amatores, p1, 134; 1 (auctor c.425BC-347BC)
πῶς γὰρ ἄν, ἔφη, ἀπό γε ὀλίγων πόνων τὸ σῶμά τις εὖ ἔχοι· καί μοι ἔδοξεν ἤδη ἐνταῦθα κινητέος εἶναι ὁ φιλογυμναστής, ἵνα μοι βοηθήσῃ διὰ τὴν ἐμπειρίαν τῆς γυμναστικῆς· κἄπειτα ἠρόμην αὐτόν, σὺ δὲ δὴ τί σιγᾷς ἡμῖν, ὦ λῷστε, τούτου ταῦτα λέγοντος· ἢ καὶ σοὶ δοκοῦσιν οἱ ἄνθρωποι εὖ τὰ σώματα ἔχειν ἀπὸ τῶν πολλῶν πόνων, ἢ ἀπὸ τῶν μετρίων· ἐγὼ μέν, ὦ Σώκρατες, ἔφη, ᾤμην τὸ λεγόμενον δὴ τοῦτο κἂν ὗν γνῶναι ὅτι οἱ μέτριοι πόνοι εὖ ποιοῦσιν ἔχειν τὰ σώματα, πόθεν δὴ οὐχὶ ἄνδρα γε ἄγρυπνόν τε καὶ ἄσιτον καὶ ἀτριβῆ τὸν τράχηλον ἔχοντα καὶ λεπτὸν ὑπὸ μεριμνῶν· καὶ αὐτοῦ ταῦτα εἰπόντος ἥσθη τὰ μειράκια καὶ ἐπεγέλασεν, ὁ δ' ἕτερος ἠρυθρίασε.
246Plato, Clitophon, p1, 409; 8 (auctor c.425BC-347BC)
» οὗτος μέν, ὡς οἶμαι, τὸ συμφέρον ἀπεκρίνατο, ἄλλος δὲ τὸ δέον, ἕτερος δὲ τὸ ὠφέλιμον, ὁ δὲ τὸ λυσιτελοῦν.
247Plato, Convivium, p1, 192; 8 (auctor c.425BC-347BC)
οὐδενὶ γὰρ ἂν δόξειεν τοῦτ' εἶναι ἡ τῶν ἀφροδισίων συνουσία, ὡς ἄρα τούτου ἕνεκα ἕτερος ἑτέρῳ χαίρει συνὼν οὕτως ἐπὶ μεγάλης σπουδῆς· ἀλλ' ἄλλο τι βουλομένη ἑκατέρου ἡ ψυχὴ δήλη ἐστίν, ὃ οὐ δύναται εἰπεῖν, ἀλλὰ μαντεύεται ὃ βούλεται, καὶ αἰνίττεται.
248Plato, Cratylos, p1, 386; 7 (auctor c.425BC-347BC)
Σωκράτης καὶ ταῦτά γε, ὡς ἐγᾦμαι, σοὶ πάνυ δοκεῖ, φρονήσεως οὔσης καὶ ἀφροσύνης μὴ πάνυ δυνατὸν εἶναι Πρωταγόραν ἀληθῆ λέγειν· οὐδὲν γὰρ ἄν που τῇ ἀληθείᾳ ὁ ἕτερος τοῦ ἑτέρου φρονιμώτερος εἴη, εἴπερ ἃ ἂν ἑκάστῳ δοκῇ ἑκάστῳ ἀληθῆ ἔσται.
249Plato, Cratylos, p1, 432; 3 (auctor c.425BC-347BC)
Κρατύλος πῶς δή· Σωκράτης ἴσως ὅσα ἔκ τινος ἀριθμοῦ ἀναγκαῖον εἶναι ἢ μὴ εἶναι πάσχοι ἂν τοῦτο ὃ σὺ λέγεις, ὥσπερ καὶ αὐτὰ τὰ δέκα ἢ ὅστις βούλει ἄλλος ἀριθμός, ἐὰν ἀφέλῃς τι ἢ προσθῇς, ἕτερος εὐθὺς γέγονε· τοῦ δὲ ποιοῦ τινος καὶ συμπάσης εἰκόνος μὴ οὐχ αὕτη ᾖ ἡ ὀρθότης, ἀλλὰ τὸ ἐναντίον οὐδὲ τὸ παράπαν δέῃ πάντα ἀποδοῦναι οἷόν ἐστιν ᾧ εἰκάζει, εἰ μέλλει εἰκὼν εἶναι.
250Plato, Critias, p1, 115; 5 (auctor c.425BC-347BC)
τὰ δὲ βασίλεια ἐν ταύτῃ τῇ τοῦ θεοῦ καὶ τῶν προγόνων κατοικήσει κατ' ἀρχὰς ἐποιήσαντο εὐθύς, ἕτερος δὲ παρ' ἑτέρου δεχόμενος, κεκοσμημένα κοσμῶν, ὑπερεβάλλετο εἰς δύναμιν ἀεὶ τὸν ἔμπροσθεν, ἕως εἰς ἔκπληξιν μεγέθεσιν κάλλεσίν τε ἔργων ἰδεῖν τὴν οἴκησιν ἀπηργάσαντο.
251Plato, Epistolae, 1b, 316; 1 (auctor c.425BC-347BC)
πολιτικῶν ἐμὲ σοὶ κοινῇ πραγματευσάμενον ἑκόντα ὀλίγα δὴ κατ' ἀρχάς, ὅτε τι πλέον ποιεῖν ἂν ᾠήθην, ἄλλα τε βραχέα ἄττα καὶ τὰ περὶ τῶν νόμων προοίμια σπουδάσαντα μετρίως, χωρὶς ὧν σὺ προσέγραψας ἤ τις ἕτερος· ἀκούω γὰρ ὕστερον ὑμῶν τινας αὐτὰ διασκευωρεῖν, δῆλα μὴν ἑκάτερα ἔσται τοῖς τὸ ἐμὸν ἦθος δυναμένοις κρίνειν.
252Plato, Euthydemus, p1, 298; 2 (auctor c.425BC-347BC)
οὐκοῦν, ἦ δ' ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός· τοὐμοῦ γ', ἔφην ἐγώ.
253Plato, Euthydemus, p1, 298; 3 (auctor c.425BC-347BC)
ἆρ' οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός· ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ· δέδοικα μὲν ἔγωγ', ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.
254Plato, Euthydemus, p1, 298; 4 (auctor c.425BC-347BC)
οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου· ἕτερος μέντοι.
255Plato, Euthydemus, p1, 298; 5 (auctor c.425BC-347BC)
ἄλλο τι οὖν ἕτερος, ἦ δ' ὅς, ὢν λίθου οὐ λίθος εἶ· καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ· ἔστι ταῦτα.
256Plato, Euthydemus, p1, 298; 6 (auctor c.425BC-347BC)
οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς [οὐκ ἂν] πατήρ ἐστιν.
257Plato, Euthydemus, p1, 298; 8 (auctor c.425BC-347BC)
εἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ.
258Plato, Euthydemus, p1, 298; 9 (auctor c.425BC-347BC)
καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν· ἕτερός ἐστιν τοὐμοῦ πατρός· πολλοῦ γ', ἔφη, δεῖ, ὁ Εὐθύδημος.
259Plato, Euthyphro, p1, 8; 8 (auctor c.425BC-347BC)
ὥστε, ὦ Εὐθύφρων, ὃ σὺ νῦν ποιεῖς τὸν πατέρα κολάζων, οὐδὲν θαυμαστὸν εἰ τοῦτο δρῶν τῷ μὲν Διὶ προσφιλὲς ποιεῖς, τῷ δὲ Κρόνῳ καὶ τῷ Οὐρανῷ ἐχθρόν, καὶ τῷ μὲν Ἡφαίστῳ φίλον, τῇ δὲ Ἥρᾳ ἐχθρόν, καὶ εἴ τις ἄλλος τῶν θεῶν ἕτερος ἑτέρῳ διαφέρεται περὶ αὐτοῦ, καὶ ἐκείνοις κατὰ τὰ αὐτά.
260Plato, Gorgias, p1, 457; 8 (auctor c.425BC-347BC)
Σωκράτης οἶμαι, ὦ Γοργία, καὶ σὲ ἔμπειρον εἶναι πολλῶν λόγων καὶ καθεωρακέναι ἐν αὐτοῖς τὸ τοιόνδε, ὅτι οὐ ῥᾳδίως δύνανται περὶ ὧν ἂν ἐπιχειρήσωσιν διαλέγεσθαι διορισάμενοι πρὸς ἀλλήλους καὶ μαθόντες καὶ διδάξαντες ἑαυτούς, οὕτω διαλύεσθαι τὰς συνουσίας, ἀλλ' ἐὰν περί του ἀμφισβητήσωσιν καὶ μὴ φῇ ὁ ἕτερος τὸν ἕτερον ὀρθῶς λέγειν ἢ μὴ σαφῶς, χαλεπαίνουσί τε καὶ κατὰ φθόνον οἴονται τὸν ἑαυτῶν λέγειν, φιλονικοῦντας ἀλλ' οὐ ζητοῦντας τὸ προκείμενον ἐν τῷ λόγῳ· καὶ ἔνιοί γε τελευτῶντες αἴσχιστα ἀπαλλάττονται, λοιδορηθέντες τε καὶ εἰπόντες καὶ ἀκούσαντες περὶ σφῶν αὐτῶν τοιαῦτα οἷα καὶ τοὺς παρόντας ἄχθεσθαι ὑπὲρ σφῶν αὐτῶν, ὅτι τοιούτων ἀνθρώπων ἠξίωσαν ἀκροαταὶ γενέσθαι.
261Plato, Gorgias, p1, 493; 7 (auctor c.425BC-347BC)
σκόπει γὰρ εἰ τοιόνδε λέγεις περὶ τοῦ βίου ἑκατέρου, τοῦ τε σώφρονος καὶ τοῦ ἀκολάστου, οἷον εἰ δυοῖν ἀνδροῖν ἑκατέρῳ πίθοι πολλοὶ εἶεν καὶ τῷ μὲν ἑτέρῳ ὑγιεῖς καὶ πλήρεις, ὁ μὲν οἴνου, ὁ δὲ μέλιτος, ὁ δὲ γάλακτος, καὶ ἄλλοι πολλοὶ πολλῶν, νάματα δὲ σπάνια καὶ χαλεπὰ ἑκάστου τούτων εἴη καὶ μετὰ πολλῶν πόνων καὶ χαλεπῶν ἐκποριζόμενα· ὁ μὲν οὖν ἕτερος πληρωσάμενος μήτ' ἐποχετεύοι μήτε τι φροντίζοι, ἀλλ' ἕνεκα τούτων ἡσυχίαν ἔχοι· τῷ δ' ἑτέρῳ τὰ μὲν νάματα, ὥσπερ καὶ ἐκείνῳ, δυνατὰ μὲν πορίζεσθαι, χαλεπὰ δέ, τὰ δ' ἀγγεῖα τετρημένα καὶ σαθρά, ἀναγκάζοιτο δ' ἀεὶ καὶ νύκτα καὶ
262Plato, Hippias, p3, 365; 8 (auctor c.425BC-347BC)
Σωκράτης ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλ' οὐχ ὁ αὐτός.
263Plato, Hippias, p3, 369; 8 (auctor c.425BC-347BC)
εἰ δὲ βούλει, σὺ αὖ ἀντιπαράβαλλε λόγον παρὰ λόγον, ὡς ὁ ἕτερος ἀμείνων ἐστί· καὶ μᾶλλον εἴσονται οὗτοι ὁπότερος ἄμεινον λέγει.
264Plato, Ion, p1, 531; 15 (auctor c.425BC-347BC)
Σωκράτης τί δ'· ὅταν πολλῶν λεγόντων περὶ ὑγιεινῶν σιτίων ὁποῖά ἐστιν, εἷς τις ἄριστα λέγῃ, πότερον ἕτερος μέν τις τὸν ἄριστα λέγοντα γνώσεται ὅτι ἄριστα λέγει, ἕτερος δὲ τὸν κάκιον ὅτι κάκιον, ἢ ὁ αὐτός· Ἴων δῆλον δήπου, ὁ αὐτός.
265Plato, Laches, p1, 200; 2 (auctor c.425BC-347BC)
Νικίας εὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι ὅτι αὐτὸς ἄρτι ἐφάνης ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλ' εἰ καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις, καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετ' ἐμοῦ μηδὲν εἰδέναι ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι.
266Plato, Leges, 1, 634; 10 (auctor c.425BC-347BC)
Ἀθηναῖος εἰ μὲν τοίνυν ὀρθῶς ἢ μή τις ἐπιτιμᾷ τῇ τε Λακωνικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη· τὰ δ' οὖν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ' ἂν ὑμῶν ἀμφοτέρων λέγειν.
267Plato, Leges, 1, 637; 3 (auctor c.425BC-347BC)
ἅπασιν δὴ τοῖς τοιούτοις, καὶ ἐν Τάραντι καὶ παρ' ἡμῖν καὶ παρ' ὑμῖν δέ, μία ἀπόκρισις ἀπολύεσθαι δοκεῖ τοῦ μὴ κακῶς ἔχειν ἀλλ' ὀρθῶς· πᾶς γὰρ ἀποκρινόμενος ἐρεῖ θαυμάζοντι ξένῳ, τὴν παρ' αὐτοῖς ἀήθειαν ὁρῶντι, «μὴ θαύμαζε, ὦ ξένε· νόμος ἔσθ' ἡμῖν οὗτος, ἴσως δ' ὑμῖν περὶ αὐτῶν τούτων ἕτερος.
268Plato, Leges, 1, 647; 2 (auctor c.425BC-347BC)
Κλεινίας τί δ' οὔ· Ἀθηναῖος τούτους δὴ δύο ἔλεγον φόβους· ὧν ὁ ἕτερος ἐναντίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος δ' ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς.
269Plato, Leges, 1a, 662; 5 (auctor c.425BC-347BC)
φέρε γάρ, ὦ πρὸς Διός τε καὶ Ἀπόλλωνος, ὦ ἄριστοι τῶν ἀνδρῶν, εἰ τοὺς νομοθετήσαντας ὑμῖν αὐτοὺς τούτους ἐροίμεθα θεούς· «ἆρ' ὁ δικαιότατός ἐστιν βίος ἥδιστος, ἢ δύ' ἐστόν τινε βίω, οἷν ὁ μὲν ἥδιστος ὢν τυγχάνει, δικαιότατος δ' ἕτερος·» εἰ δὴ δύο φαῖεν, ἐροίμεθ' ἂν ἴσως αὐτοὺς πάλιν, εἴπερ ὀρθῶς ἐπανερωτῷμεν· «ποτέρους δὲ εὐδαιμονεστέρους χρὴ λέγειν, τοὺς τὸν δικαιότατον ἢ τοὺς τὸν ἥδιστον διαβιοῦντας βίον·» εἰ μὲν δὴ φαῖεν τοὺς τὸν ἥδιστον, ἄτοπος αὐτῶν ὁ λόγος ἂν γίγνοιτο.
270Plato, Leges, 1b, 693; 3 (auctor c.425BC-347BC)
μὴ θαυμάσωμεν δὲ εἰ πολλάκις ἤδη προθέμενοι ἄττα, εἰρήκαμεν ὅτι πρὸς ταῦτα δεῖ νομοθετεῖν βλέποντα τὸν νομοθέτην, τὰ δὲ προτεθέντα οὐ ταὐτὰ ἡμῖν φαίνεται ἑκάστοτε· ἀλλὰ ἀναλογίζεσθαι χρή, ὅταν πρὸς τὸ σωφρονεῖν φῶμεν δεῖν βλέπειν, ἢ πρὸς φρόνησιν ἢ φιλίαν, ὡς ἔσθ' οὗτος ὁ σκοπὸς οὐχ ἕτερος ἀλλ' ὁ αὐτός, καὶ ἄλλα δὴ πολλὰ ἡμᾶς τοιαῦτα ἂν γίγνηται ῥήματα μὴ διαταραττέτω.
271Plato, Leges, 1e, 761; 5 (auctor c.425BC-347BC)
τοὺς ἑξήκοντα ἑκάστους τὸν αὑτῶν τόπον φυλάττειν, μὴ μόνον πολεμίων ἕνεκα ἀλλὰ καὶ τῶν φίλων φασκόντων εἶναι· γειτόνων δὲ καὶ τῶν ἄλλων πολιτῶν ἢν ἄλλος ἄλλον ἀδικῇ, δοῦλος ἢ ἐλεύθερος, δικάζοντας τῷ ἀδικεῖσθαι φάσκοντι, τὰ μὲν σμικρὰ αὐτοὺς τοὺς πέντε ἄρχοντας, τὰ δὲ μείζονα μετὰ τῶν δώδεκα τοὺς ἑπτακαίδεκα δικάζειν μέχρι τριῶν μνῶν, ὅσα ἂν ἕτερος ἑτέρῳ ἐπικαλῇ.
272Plato, Leges, 1g, 847; 3 (auctor c.425BC-347BC)
μισθῶν δὲ αὐτοῖς πέρι καὶ τῶν ἀναιρέσεων τῶν ἔργων, καὶ ἐάν τις αὐτοὺς ἕτερος ἢ 'κεῖνοί τινα ἄλλον ἀδικῶσι, μέχρι δραχμῶν πεντήκοντα ἀστυνόμοι διαδικαζόντων, τὸ δὲ πλέον τούτου τὰ κοινὰ δικαστήρια διακρινόντων κατὰ νόμον.
273Plato, Leges, 1h, 865; 3 (auctor c.425BC-347BC)
ἐὰν δὲ αὐτόχειρ μέν, ἄκων δὲ ἀποκτείνῃ τις ἕτερος ἕτερον, εἴτε τῷ ἑαυτοῦ σώματι ψιλῷ εἴτε ὀργάνῳ ἢ βέλει ἢ πώματος ἢ σίτου δόσει ἢ πυρὸς ἢ χειμῶνος προσβολῇ ἢ στερήσει πνεύματος, αὐτὸς τῷ ἑαυτοῦ σώματι ἢ δι' ἑτέρων σωμάτων, πάντως ἔστω μὲν ὡς αὐτόχειρ, δίκας δὲ τινέτω τὰς τοιάσδε· ἐὰν μὲν δοῦλον κτείνῃ, νομίζων τὸν ἑαυτοῦ διειργάσθαι τὸν τοῦ τελευτήσαντος δεσπότην ἀβλαβῆ παρεχέτω καὶ ἀζήμιον, ἢ δίκην εἰς τὴν ἀξίαν τοῦ τελευτήσαντος ὑπεχέτω διπλῆν, τῆς δὲ ἀξίας οἱ δικασταὶ διάγνωσιν ποιείσθωσαν, καθαρμοῖς δὲ χρήσασθαι μείζοσίν τε καὶ πλείοσι τῶν περὶ τὰ ἆθλα ἀποκτεινάντων, τούτων δ' ἐξηγητὰς εἶναι κυρίους οὓς ἂν ὁ θεὸς ἀνέλῃ· ἐὰν δὲ αὑτοῦ δοῦλον, καθηράμενος ἀπαλλαττέσθω τοῦ φόνου κατὰ νόμον.
274Plato, Leges, 1j, 915; 8 (auctor c.425BC-347BC)
ὅσα δὲ διά τινος ὠνῆς ἢ καὶ πράσεως ἀλλάττηταί τις ἕτερος ἄλλῳ, διδόντα ἐν χώρᾳ τῇ τεταγμένῃ ἑκάστοις κατ' ἀγορὰν καὶ δεχόμενον ἐν τῷ παραχρῆμα τιμήν, οὕτως ἀλλάττεσθαι, ἄλλοθι δὲ μηδαμοῦ, μηδ' ἐπὶ ἀναβολῇ πρᾶσιν μηδὲ ὠνὴν ποιεῖσθαι μηδενός· ἐὰν δὲ ἄλλως ἢ ἐν ἄλλοις τόποις ὁτιοῦν ἀνθ' ὁτουοῦν διαμείβηται ἕτερος ἄλλῳ, πιστεύων πρὸς ὃν ἂν ἀλλάττηται, ποιείτω ταῦτα ὡς οὐκ οὐσῶν δικῶν κατὰ νόμον περὶ τῶν μὴ πραθέντων κατὰ τὰ νῦν λεγόμενα.
275Plato, Leges, 1j, 931; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος Οἰδίπους, φαμέν, ἀτιμασθεὶς ἐπηύξατο τοῖς αὑτοῦ τέκνοις ἃ δὴ καὶ πᾶς ὑμνεῖ τέλεα καὶ ἐπήκοα γενέσθαι παρὰ θεῶν, Ἀμύντορά τε Φοίνικι τῷ ἑαυτοῦ ἐπαρᾶσθαι παιδὶ θυμωθέντα καὶ Ἱππολύτῳ Θησέα καὶ ἑτέρους ἄλλοις μυρίους μυρίοις, ὧν γέγονε σαφὲς ἐπηκόους εἶναι γονεῦσι πρὸς τέκνα θεούς· ἀραῖος γὰρ γονεὺς ἐκγόνοις ὡς οὐδεὶς ἕτερος ἄλλοις, δικαιότατα.
276Plato, Leges, 1j, 933; 6 (auctor c.425BC-347BC)
ὅσα τις ἂν ἕτερος ἄλλον πημήνῃ κλέπτων ἢ βιαζόμενος, ἂν μὲν μείζω, μείζονα τὴν ἔκτισιν τῷ πημανθέντι τινέτω, ἐλάττω δὲ ζημιώσας σμικροτέραν, παρὰ πάντα δὲ τοσαύτην ἡλίκα ἂν ἑκάστοτε ζημιώσῃ τίς τινα, μέχριπερ ἂν ἰάσηται τὸ βλαβέν· δίκην δὲ ἕκαστος πρὸς ἑκάστῳ τῷ κακουργήματι
277Plato, Leges, 1k, 953; 6 (auctor c.425BC-347BC)
ἴτω μὲν νῦν πᾶς ἀκέλευστος ὁ τοιοῦτος ἐπὶ τὰς τῶν πλουσίων καὶ σοφῶν θύρας, τοιοῦτος ἕτερος αὐτὸς ὤν· ἐπὶ γὰρ τὴν τοῦ τῆς παιδείας ἐπιμελουμένου πάσης οἴκησιν ἴτω πιστεύων ἱκανῶς εἶναι ξένος τῷ τοιούτῳ ξένῳ, ἢ τὴν τῶν νικηφόρων τινὸς ἐπ' ἀρετῇ, συνὼν δὲ τούτων τισὶν τὸ μὲν διδάξας, τὸ δὲ μαθὼν ἀπαλλαττέσθω, φίλος παρὰ φίλων δώροις καὶ τιμαῖς πρεπούσαις τιμηθείς.
278Plato, Lysis, p1, 212; 1 (auctor c.425BC-347BC)
οὖν ὁρῶν, σέ τε καὶ λύσιν, ἐκπέπληγμαι καὶ εὐδαιμονίζω ὅτι οὕτω νέοι ὄντες οἷοι τ' ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι, καὶ σύ τε τοῦτον οὕτω φίλον ἐκτήσω ταχύ τε καὶ σφόδρα, καὶ αὖ οὗτος σέ· ἐγὼ δὲ οὕτω πόρρω εἰμὶ τοῦ κτήματος, ὥστε οὐδ' ὅντινα τρόπον γίγνεται φίλος ἕτερος ἑτέρου οἶδα, ἀλλὰ ταῦτα δὴ αὐτά σε βούλομαι ἐρέσθαι ἅτε ἔμπειρον.
279Plato, Lysis, p1, 212; 3 (auctor c.425BC-347BC)
πῶς λέγεις· ἦν δ' ἐγώ· ἀμφότεροι ἄρα ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον φιλῇ· ἔμοιγε, ἔφη, δοκεῖ.
280Plato, Lysis, p1, 212; 10 (auctor c.425BC-347BC)
τότε μὲν γάρ, εἰ ὁ ἕτερος φιλοῖ, φίλω εἶναι ἄμφω· νῦν δέ, ἂν μὴ ἀμφότεροι φιλῶσιν, οὐδέτερος φίλος.
281Plato, Lysis, p1, 221; 25 (auctor c.425BC-347BC)
καὶ εἰ ἄρα τις ἕτερος ἑτέρου ἐπιθυμεῖ, ἦν δ' ἐγώ,
282Plato, Menon, p1, 78; 8 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν τοῦ λεχθέντος τὸ μὲν βούλεσθαι πᾶσιν ὑπάρχει, καὶ ταύτῃ γε οὐδὲν ὁ ἕτερος τοῦ ἑτέρου βελτίων· Μένων φαίνεται.
283Plato, Menon, p1, 97; 7 (auctor c.425BC-347BC)
Σωκράτης καὶ ἕως γ' ἄν που ὀρθὴν δόξαν ἔχῃ περὶ ὧν ὁ ἕτερος ἐπιστήμην, οὐδὲν χείρων ἡγεμὼν ἔσται, οἰόμενος μὲν ἀληθῆ, φρονῶν δὲ μή, τοῦ τοῦτο φρονοῦντος.
284Plato, Phaedo, p1, 90; 6 (auctor c.425BC-347BC)
ἀλλὰ ταύτῃ μὲν οὐχ ὅμοιοι οἱ λόγοι τοῖς ἀνθρώποις, ἀλλὰ σοῦ νυνδὴ προάγοντος ἐγὼ ἐφεσπόμην, ἀλλ' ἐκείνῃ, ᾗ, ἐπειδάν τις πιστεύσῃ λόγῳ τινὶ ἀληθεῖ εἶναι ἄνευ τῆς περὶ τοὺς λόγους τέχνης, κἄπειτα ὀλίγον ὕστερον αὐτῷ δόξῃ ψευδὴς εἶναι, ἐνίοτε μὲν ὤν, ἐνίοτε δ' οὐκ ὤν, καὶ αὖθις ἕτερος καὶ ἕτερος· – καὶ μάλιστα δὴ οἱ περὶ τοὺς ἀντιλογικοὺς λόγους διατρίψαντες οἶσθ' ὅτι τελευτῶντες οἴονται σοφώτατοι γεγονέναι καὶ κατανενοηκέναι μόνοι ὅτι οὔτε τῶν πραγμάτων οὐδενὸς οὐδὲν ὑγιὲς οὐδὲ βέβαιον οὔτε τῶν λόγων, ἀλλὰ πάντα τὰ ὄντα ἀτεχνῶς ὥσπερ ἐν Εὐρίπῳ ἄνω κάτω στρέφεται καὶ χρόνον οὐδένα ἐν οὐδενὶ μένει.
285Plato, Phaedo, p1, 104; 3 (auctor c.425BC-347BC)
ἆρα οὐ δοκεῖ σοι τῷ τε αὑτῆς ὀνόματι ἀεὶ προσαγορευτέα εἶναι καὶ τῷ τοῦ περιττοῦ, ὄντος οὐχ ὅπερ τῆς τριάδος· ἀλλ' ὅμως οὕτως πέφυκε καὶ ἡ τριὰς καὶ ἡ πεμπτὰς καὶ ὁ ἥμισυς τοῦ ἀριθμοῦ ἅπας, ὥστε οὐκ ὢν ὅπερ τὸ περιττὸν ἀεὶ ἕκαστος αὐτῶν ἐστι περιττός· καὶ αὖ τὰ δύο καὶ [τὰ] τέτταρα καὶ ἅπας ὁ ἕτερος αὖ στίχος τοῦ ἀριθμοῦ οὐκ ὢν ὅπερ τὸ ἄρτιον ὅμως ἕκαστος αὐτῶν ἄρτιός ἐστιν ἀεί· συγχωρεῖς ἢ οὔ· πῶς γὰρ οὔκ· ἔφη.
286Plato, Politicus, p1, 295; 12 (auctor c.425BC-347BC)
Ξένος τῷ δὲ τὰ δίκαια δὴ καὶ ἄδικα καὶ καλὰ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακὰ γράψαντι καὶ ἄγραφα νομοθετήσαντι ταῖς τῶν ἀνθρώπων ἀγέλαις, ὁπόσαι κατὰ πόλιν ἐν ἑκάσταις νομεύονται κατὰ τοὺς τῶν γραψάντων νόμους, ἂν ὁ μετὰ τέχνης γράψας ἤ τις ἕτερος ὅμοιος ἀφίκηται, μὴ ἐξέστω δὴ
287Plato, Protagoras, p1, 315; 1 (auctor c.425BC-347BC)
ὁ ὁμομήτριος, Πάραλος ὁ Περικλέους, καὶ Χαρμίδης ὁ Γλαύκωνος, ἐκ δὲ τοῦ ἐπὶ θάτερα ὁ ἕτερος τῶν Περικλέους Ξάνθιππος, καὶ Φιλιππίδης ὁ Φιλομήλου καὶ Ἀντίμοιρος ὁ Μενδαῖος, ὅσπερ εὐδοκιμεῖ μάλιστα τῶν Πρωταγόρου μαθητῶν καὶ ἐπὶ τέχνῃ μανθάνει, ὡς σοφιστὴς ἐσόμενος.
288Plato, Respublica, 1, 345; 3 (auctor c.425BC-347BC)
ταῦτ' οὖν καὶ ἕτερος ἴσως τις ἡμῶν πέπονθεν, οὐ μόνος ἐγώ· πεῖσον οὖν, ὦ μακάριε, ἱκανῶς ἡμᾶς ὅτι οὐκ ὀρθῶς βουλευόμεθα δικαιοσύνην ἀδικίας περὶ πλείονος ποιούμενοι.
289Plato, Respublica, 1a, 363; 5 (auctor c.425BC-347BC)
παραπλήσια δὲ καὶ ὁ ἕτερος· ὥς τέ τευ γάρ φησιν . . . ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, τίκτῃ δ' ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς.
290Plato, Respublica, 1a, 378; 7 (auctor c.425BC-347BC)
οὐδέ γε, ἦν δ' ἐγώ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται – οὐδὲ γὰρ ἀληθῆ – εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι – πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον, καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν – ἀλλ' εἴ πως μέλλομεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ' ἔστιν τοῦτο ὅσιον, τοιαῦτα λεκτέα μᾶλλον πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσί, καὶ πρεσβυτέροις γιγνομένοις καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.
291Plato, Sophistes, p1, 242; 14 (auctor c.425BC-347BC)
Θεαίτητος πῇ· Ξένος μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι· τὸ δὲ παρ' ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις.
292Plato, Theaetetus, p1, 161; 7 (auctor c.425BC-347BC)
ἢ πῶς λέγωμεν, ὦ Θεόδωρε· εἰ γὰρ δὴ ἑκάστῳ ἀληθὲς ἔσται ὃ ἂν δι' αἰσθήσεως δοξάζῃ, καὶ μήτε τὸ ἄλλου πάθος ἄλλος βέλτιον διακρινεῖ, μήτε τὴν δόξαν κυριώτερος ἔσται ἐπισκέψασθαι ἕτερος τὴν ἑτέρου ὀρθὴ ἢ ψευδής, ἀλλ' ὃ πολλάκις εἴρηται, αὐτὸς τὰ αὑτοῦ ἕκαστος μόνος δοξάσει, ταῦτα δὲ πάντα ὀρθὰ καὶ ἀληθῆ, τί δή ποτε, ὦ ἑταῖρε, Πρωταγόρας μὲν σοφός, ὥστε καὶ ἄλλων διδάσκαλος ἀξιοῦσθαι δικαίως μετὰ μεγάλων μισθῶν, ἡμεῖς δὲ ἀμαθέστεροί τε καὶ φοιτητέον ἡμῖν ἦν παρ' ἐκεῖνον, μέτρῳ ὄντι αὐτῷ ἑκάστῳ τῆς αὑτοῦ σοφίας· ταῦτα πῶς μὴ φῶμεν δημούμενον λέγειν τὸν Πρωταγόραν· τὸ δὲ δὴ ἐμόν τε καὶ τῆς ἐμῆς τέχνης τῆς μαιευτικῆς σιγῶ ὅσον γέλωτα ὀφλισκάνομεν, οἶμαι δὲ καὶ σύμπασα ἡ τοῦ διαλέγεσθαι πραγματεία.
293Plato, Theaetetus, p1, 170; 6 (auctor c.425BC-347BC)
σκόπει γάρ, ὦ Θεόδωρε, εἰ ἐθέλοι ἄν τις τῶν ἀμφὶ Πρωταγόραν ἢ σὺ αὐτὸς διαμάχεσθαι ὡς οὐδεὶς ἡγεῖται ἕτερος ἕτερον ἀμαθῆ τε εἶναι καὶ ψευδῆ δοξάζειν.
294Plato, Theaetetus, p1, 178; 8 (auctor c.425BC-347BC)
Σωκράτης ἦ καὶ τῶν μελλόντων ἔσεσθαι, φήσομεν, ὦ Πρωταγόρα, ἔχει τὸ κριτήριον ἐν αὑτῷ, καὶ οἷα ἂν οἰηθῇ ἔσεσθαι, ταῦτα καὶ γίγνεται ἐκείνῳ τῷ οἰηθέντι· οἷον θερμή· ἆρ' ὅταν τις οἰηθῇ ἰδιώτης αὑτὸν πυρετὸν λήψεσθαι καὶ ἔσεσθαι ταύτην τὴν θερμότητα, καὶ ἕτερος, ἰατρὸς δέ, ἀντοιηθῇ, κατὰ τὴν ποτέρου δόξαν φῶμεν τὸ μέλλον ἀποβήσεσθαι, ἢ κατὰ τὴν ἀμφοτέρων, καὶ τῷ μὲν ἰατρῷ οὐ θερμὸς οὐδὲ πυρέττων γενήσεται, ἑαυτῷ δὲ ἀμφότερα· Θεόδωρος γελοῖον μεντἂν εἴη.
295Plato, Theaetetus, p1, 180; 6 (auctor c.425BC-347BC)
Θεόδωρος ποίοις μαθηταῖς, ὦ δαιμόνιε· οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ' αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι.
296Plotinus, Enneades, 1, 4, 15; 2 (auctor c.205-270)
Εἰ δὲ καλὸς τὸ σῶμα ὁ ἕτερος καὶ πάντα τὰ ἄλλα ὅσα μὴ πρὸς σοφίαν μηδὲ ὅλως πρὸς ἀρετὴν καὶ τοῦ ἀρίστου θέαν καὶ τὸ ἄριστον εἶναι, τί τοῦτο ἂν εἴη; ᾿Επεὶ οὐδὲ αὐτὸς ὁ ταῦτα ἔχων σεμνυνεῖται ὡς μᾶλλον εὐδαίμων τοῦ μὴ ἔχοντος· οὐδὲ γὰρ ἂν πρὸς αὐλητικὸν τέλος ἡ τούτων πλεονεξία συμβάλλοιτο.
297Plotinus, Enneades, 2, 3, 4; 1 (auctor c.205-270)
Κἀκεῖνο δὲ ἄλογον, τόνδε μὲν τόνδε ὁρῶντα χαίρειν, τόνδε δὲ τόνδε τοὐναντίον· τίς γὰρ αὐτοῖς ἔχθρα ἢ περὶ τίνων; Διὰ τί δὲ τρίγωνος μὲν ὁρῶν ἄλλως, ἐξ ἐναντίας δὲ ἢ τετράγωνος ἄλλως; Διὰ τί δὲ ὡδὶ μὲν ἐσχηματισμένος ὁρᾷ, κατὰ δὲ τὸ ἑξῆς ζώιδιον ἐγγυτέρω ὢν μᾶλλον οὐχ ὁρᾷ; Ὅλως δὲ τίς καὶ ὁ τρόπος ἔσται τοῦ ποιεῖν ἃ λέγονται ποιεῖν; Πῶς τε χωρὶς ἕκαστος καὶ ἔτι πῶς ὁμοῦ πάντες ἄλλο ἐκ πάντων; Οὐ γὰρ δὴ συνθέμενοι πρὸς ἀλλήλους οὕτω ποιοῦσιν εἰς ἡμᾶς τὰ δόξαντα ὑφεὶς ἕκαστός τι τῶν ἀφ᾽ αὑτοῦ, οὐδ᾽ αὖ ἄλλος ἐκώλυσε τὴν τοῦ ἑτέρου δόσιν γενέσθαι βιασάμενος, οὐδ᾽ αὖ ὁ ἕτερος παρεχώρησε τῷ ἑτέρῳ πεισθεὶς αὐτῷ πράττειν.
298Plotinus, Enneades, 2, 4, 12; 13 (auctor c.205-270)
Ἀλλ᾽ οὐδὲ σωματότης περὶ αὐτήν· εἰ μὲν λόγος ἡ σωματότης, ἕτερος αὐτῆς· αὕτη οὖν ἄλλο· εἰ δ᾽ ἤδη ποιήσασα καὶ οἷον κραθεῖσα, σῶμα φανερῶς ἂν εἴη καὶ οὐχ ὕλη μόνον.
299Plotinus, Enneades, 3, 3, 4; 3 (auctor c.205-270)
Οὐ γὰρ μόνον ὃ πεποίηταί ἐστιν, ἀλλ᾽ ἔχει ἀρχὴν ἄλλην ἐλευθέραν οὐκ ἔξω τῆς προνοίας οὖσαν οὐδὲ τοῦ λόγου τοῦ ὅλου· οὐ γὰρ ἀπήρτηται ἐκεῖνα τούτων, ἀλλ᾽ ἐπιλάμπει τὰ κρείττω τοῖς χείροσι καὶ ἡ τελεία πρόνοια τοῦτο· καὶ λόγος ὁ μὲν ποιητικός, ὁ δὲ συνάπτων τὰ κρείττω τοῖς γενομένοις, κἀκεῖνα πρόνοια ἡ ἄνωθεν, ἡ δὲ ἀπὸ τῆς ἄνω, ὁ ἕτερος λόγος συνημμένος ἐκείνῳ, καὶ γίνεται ἐξ ἀμφοῖν πᾶν πλέγμα καὶ πρόνοια ἡ πᾶσα.
300Plotinus, Enneades, 3, 6, 1; 3 (auctor c.205-270)
Ἦν δ᾽ ὅμως λέγειν καὶ περὶ τῶν καλουμένων τυπώσεων, ὡς ὁ τρόπος ὅλως ἕτερος ἢ ὡς ὑπείληπται, ὁποῖος καὶ ἐπὶ τῶν νοήσεων ἐνεργειῶν καὶ τούτων οὐσῶν γινώσκειν ἄνευ τοῦ παθεῖν τι δυναμένων· καὶ ὅλως ὁ λόγος ἡμῖν καὶ τὸ βούλημα μὴ ὑποβαλεῖν τροπαῖς καὶ ἀλλοιώσεσι τὴν ψυχὴν τοιαύταις, ὁποῖαι αἱ θερμάνσεις καὶ ψύξεις σωμάτων.
301Plotinus, Enneades, 3, 6, 11; 6 (auctor c.205-270)
Εἰ τοίνυν αἰσχρὰ οὖσα ἡ ὕλη καλὴ ἐγένετο, ὃ ἦν πρότερον τὸ αἰσχρὰ εἶναι οὐκέτ᾽ ἐστίν· ὥστε ἐν τῷ οὕτω κεκοσμῆσθαι ἀπολεῖ τὸ ὕλην εἶναι καὶ μάλιστα, εἰ μὴ κατὰ συμβεβηκὸς αἰσχρά· εἰ δ᾽ οὕτως αἰσχρὰ ὡς αἶσχος εἶναι, οὐδ᾽ ἂν μεταλάβοι κόσμου, καὶ εἰ οὕτω κακὴ ὡς κακὸν εἶναι, οὐδ᾽ ἂν μεταλάβοι ἀγαθοῦ· ὥστε οὐχ οὕτως ἡ μετάληψις ὡς οἴονται παθούσης, ἀλλ᾽ ἕτερος τρόπος οἷον δοκεῖν.
302Plotinus, Enneades, 4, 3, 21; 4 (auctor c.205-270)
Εἰ οὖν κατὰ τὸ παράδειγμα τὸ τοῦ κυβερνήτου τοῦ ἐνδύντος πρὸς τὸν οἴακα θείμεθα τὴν ψυχὴν ἐν τῷ σώματι εἶναι ὡς ἐν ὀργάνῳ φυσικῷ – κινεῖ γὰρ οὕτως αὐτὸ ἐν οἷς ἂν ἐθέλῃ ποιεῖν – ἆρ᾽ ἄν τι πλέον ἡμῖν πρὸς τὸ ζητούμενον γένοιτο; Ἢ πάλιν ἀπορήσομεν πῶς ἐστιν ἐν τῷ ὀργάνῳ, καίτοι τρόπος οὗτος ἕτερος τῶν πρόσθεν· ἀλλ᾽ ὅμως ἔτι ποθοῦμεν ἐξευρεῖν καὶ ἐγγυτέρω προσελθεῖν.
303Plotinus, Enneades, 4, 4, 28; 7 (auctor c.205-270)
Ὅτι μὲν οὖν οὐχ ὑπὲρ ὧν ἂν πάσχῃ τὸ σῶμα μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν ἂν καὶ ἕτερός τις τῶν προσηκόντων, καὶ ὅλως ὑπὲρ ὧν ἄν τις παρὰ τὸ προσῆκον ποιῇ, ὀργιζόμεθα, δῆλόν που· ὅθεν καὶ αἰσθήσεως δεῖ καὶ συνέσεώς τινος ἐν τῷ ὀργίζεσθαι.
304Plotinus, Enneades, 5, 3, 5; 12 (auctor c.205-270)
Ἀλλ᾽ εἰ ἡ νόησις καὶ τὸ νοητὸν ταὐτόν – ἐνέργεια γάρ τις τὸ νοητόν· οὐ γὰρ δὴ δύναμις οὐδέ γ᾽ ἀνόητον οὐδὲ ζωῆς χωρὶς οὐδ᾽ αὖ ἐπακτὸν τὸ ζῆν οὐδὲ τὸ νοεῖν ἄλλῳ ὄντι, οἷον λίθῳ ἢ ἀψύχῳ τινί – καὶ οὐσία ἡ πρώτη τὸ νοητόν· εἰ οὖν ἐνέργεια καὶ ἡ πρώτη ἐνέργεια καὶ καλλίστη δή, νόησις ἂν εἴη καὶ οὐσιώδης νόησις· καὶ γὰρ ἀληθεστάτη· νόησις δὴ τοιαύτη καὶ πρώτη οὖσα καὶ πρώτως νοῦς ἂν εἴη ὁ πρῶτος· οὐδὲ γὰρ ὁ νοῦς οὗτος δυνάμει οὐδ᾽ ἕτερος μὲν αὐτός, ἡ δὲ νόησις ἄλλο· οὕτω γὰρ ἂν πάλιν τὸ οὐσιῶδες αὐτοῦ δυνάμει.
305Plotinus, Enneades, 5, 8, 1; 2 (auctor c.205-270)
Κειμένων τοίνυν ἀλλήλων ἐγγύς, ἔστω δέ, εἰ βούλει, [δύο] λίθων ἐν ὄγκῳ, τοῦ μὲν ἀρρυθμίστου καὶ τέχνης ἀμοίρου, τοῦ δὲ ἤδη τέχνῃ κεκρατημένου εἰς ἄγαλμα θεοῦ ἢ καί τινος ἀνθρώπου, θεοῦ μὲν Χάριτος ἤ τινος Μούσης, ἀνθρώπου δὲ μή τινος, ἀλλ᾽ ὃν ἐκ πάντων καλῶν πεποίηκεν ἡ τέχνη, φανείη μὲν ἂν ὁ ὑπὸ τῆς τέχνης γεγενημένος εἰς εἴδους κάλλος καλὸς οὐ παρὰ τὸ εἶναι λίθος – ἦν γὰρ ἂν καὶ ὁ ἕτερος ὁμοίως καλός – ἀλλὰ παρὰ τοῦ εἴδους, ὃ ἐνῆκεν ἡ τέχνη.
306Plotinus, Enneades, 5, 8, 11; 1 (auctor c.205-270)
Εἰ δέ τις ἡμῶν ἀδυνατῶν ἑαυτὸν ὁρᾶν, ὑπ᾽ ἐκείνου τοῦ θεοῦ ἐπὰν καταληφθεὶς εἰς τὸ ἰδεῖν προφέρῃ τὸ θέαμα, ἑαυτὸν προφέρει καὶ εἰκόνα αὐτοῦ καλλωπισθεῖσαν βλέπει, ἀφεὶς δὲ τὴν εἰκόνα καίπερ καλὴν οὖσαν εἰς ἓν αὑτῷ ἐλθὼν καὶ μηκέτι σχίσας ἓν ὁμοῦ πάντα ἐστὶ μετ᾽ ἐκείνου τοῦ θεοῦ ἀψοφητὶ παρόντος, καὶ ἔστι μετ᾽ αὐτοῦ ὅσον δύναται καὶ θέλει, εἰ δ᾽ ἐπιστραφείη εἰς δύο, καθαρὸς μένων ἐφεξῆς ἐστιν αὐτῷ, ὥστε αὐτῷ παρεῖναι ἐκείνως πάλιν, εἰ πάλιν ἐπ᾽ αὐτὸν στρέφοι, ἐν δὲ τῇ ἐπιστροφῇ κέρδος τοῦτ᾽ ἔχει· ἀρχόμενος αἰσθάνεται αὑτοῦ, ἕως ἕτερός ἐστι· δραμὼν δὲ εἰς τὸ εἴσω ἔχει πᾶν, καὶ ἀφεὶς τὴν αἴσθησιν εἰς τοὐπίσω τοῦ ἕτερος εἶναι φόβῳ εἷς ἐστιν ἐκεῖ· κἂν ἐπιθυμήσῃ ὡς ἕτερον ὂν ἰδεῖν, ἔξω αὑτὸν ποιεῖ.
307Plotinus, Enneades, 5, 8, 12; 1 (auctor c.205-270)
Ἀλλὰ εἴρηται, πῶς ὡς ἕτερος δύναται τοῦτο ποιεῖν, καὶ πῶς ὡς αὐτός.
308Plotinus, Enneades, 5, 8, 12; 2 (auctor c.205-270)
Ἰδὼν δή, εἴτε ὡς ἕτερος, εἴτε ὡς μείνας αὐτός, τί ἀπαγγέλλει; Ἢ θεὸν ἑωρακέναι τόκον ὠδίνοντα καλὸν καὶ πάντα δὴ ἐν αὑτῷ γεγεννηκότα καὶ ἄλυπον ἔχοντα τὴν ὠδῖνα ἐν αὑτῷ· ἡσθεὶς γὰρ οἷς ἐγέννα καὶ ἀγασθεὶς τῶν τόκων κατέσχε πάντα παρ᾽ αὐτῷ τὴν αὐτοῦ καὶ τὴν αὐτῶν ἀγλαίαν ἀσμενίσας· ὁ δὲ καλῶν ὄντων καὶ καλλιόνων τῶν εἰς τὸ εἴσω μεμενηκότων μόνος ἐκ τῶν ἄλλων [Ζεὺς] παῖς ἐξεφάνη εἰς τὸ ἔξω.
309Plotinus, Enneades, 5, 9, 6; 6 (auctor c.205-270)
Καὶ αἱ τῶν σπερμάτων δὲ δυνάμεις εἰκόνα φέρουσι τοῦ λεγομένου· ἐν γὰρ τῷ ὅλῳ ἀδιάκριτα πάντα, καὶ οἱ λόγοι ὥσπερ ἐν ἑνὶ κέντρῳ· καὶ ὧς ἐστιν ἄλλος ὀφθαλμοῦ, ἄλλος δὲ χειρῶν λόγος τὸ ἕτερος εἶναι παρὰ τοῦ γενομένου ὑπ᾽ αὐτοῦ αἰσθητοῦ γνωσθείς.
310Plotinus, Enneades, 5, 9, 8; 9 (auctor c.205-270)
Ἕτερος γὰρ ὁ μερίζων νοῦς, ὁ δὲ ἀμέριστος καὶ μὴ μερίζων τὸ ὂν καὶ τὰ πάντα.
311Plotinus, Enneades, 5, 9, 13; 1 (auctor c.205-270)
Λοιπὸν δὲ εἰπεῖν, εἰ μόνα τὰ ἐν αἰσθητῷ ἐκεῖ, ἢ καί, ὥσπερ ἀνθρώπου ὁ αὐτοάνθρωπος ἕτερος, εἰ καὶ ψυχῆς αὐτοψυχὴ ἐκεῖ ἑτέρα καὶ νοῦ αὐτονοῦς.
312Plotinus, Enneades, 6, 1, 30; 7 (auctor c.205-270)
Τὸ δὲ πρός τι, εἰ μὲν μὴ ὑφ᾽ ἓν τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων εἴ τινα διδόασιν ὑπόστασιν ταῖς τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων.
313Plotinus, Enneades, 6, 7, 4; 4 (auctor c.205-270)
Ἀρχὴ δὲ τῆς σκέψεως ἐντεῦθεν· ἆρα ὁ ἄνθρωπος οὗτος λόγος ἐστὶ ψυχῆς ἕτερος τῆς τὸν ἄνθρωπον τοῦτον ποιούσης καὶ ζῆν αὐτὸν καὶ λογίζεσθαι παρεχομένης; Ἢ ἡ ψυχὴ ἡ τοιαύτη ὁ ἄνθρωπός ἐστιν; Ἢ ἡ τῷ σώματι τῷ τοιῷδε ψυχὴ προσχρωμένη; Ἀλλ᾽ εἰ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος, ζῷον δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, οὐκ ἂν εἴη ὁ λόγος οὗτος τῇ ψυχῇ ὁ αὐτός.
314Plotinus, Enneades, 6, 8, 14; 1 (auctor c.205-270)
Ἔτι δὲ ὁρᾶν δεῖ καὶ ταύτῃ· ἕκαστον τῶν λεγομένων εἶναι ἢ ταὐτόν ἐστι τῷ εἶναι αὐτοῦ, ἢ ἕτερον· οἷον ἄνθρωπος ὅδε ἕτερος, καὶ τὸ ἀνθρώπῳ εἶναι ἄλλο· μετέχει γε μὴν ὁ ἄνθρωπος τοῦ ὅ ἐστιν ἀνθρώπῳ εἶναι.
315Ps Aristoteles, Mechanica, p1; 23
εἰ γὰρ εἴη τοῦ AB κύκλου ἁπτόμενος ἕτερος κύκλος ἐφ᾿ οὗ ΓΔ, τοῦ κύκλου τοῦ ἐφ᾿ οὗ AB κινουμένης τῆς διαμέτρου εἰς τοὔμπροσθεν, κινηθήσεται ἡ ΓΔ εἰς τοὔπισθεν τοῦ κύκλου τοῦ ἐφ᾿ οὗ AB,1 κινουμένης τῆς διαμέτρου 30μέτρου περὶ τὸ αὐτό.
316Ps Aristoteles, Mechanica, 24; 30
τὸ δ' ἔστιν, εἰ ὁ ἕτερος ὑπὸ τοῦ ἑτέρου κινεῖται οὐχ ἣν πέφυκεν, οὐδὲ τὴν αὑτοῦ κίνησιν.