'έως' - search in All Authors, Showing 1 to 500 of 2120 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1218B
Εἴθε μὴ λογισθείη αὐτοῖς ἡ ἁμαρτία ἐκείνη· κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐμβαλεῖν χεῖρας αὐτῶν εἰς τὴν Ἐκκλησίαν· ὅτι πᾶς ὁ λαὸς ὁ ὢν ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐπλανήθησαν, καὶ ἐν τῇ ἰδίᾳ βουλήσει, ὡς ἔδοξεν ἑκάστῳ, ἐχρήσαντο αὐταῖς, ἕως οὗ ὁ Θεὸς ἤγειρεν ὑμᾶς βασιλεύειν, τοὺς ἐν ἀληθείᾳ ζητοῦντας τὴν δόξαν αὐτοῦ, καὶ τὰ παραδοθόντα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πάντων διδασκάλων κρατεῖν, καὶ τιμᾷν τὰς σεβασμίας εἰκόνας, τὰς διὰ τῆς ἀνοίας τῶν αἱρετικῶν κατενεχθείσας.
2Adrianus I, Epistolae, 96, 1219A
Αὐτοὶ γὰρ οἱ ἅγιοι καὶ κορυφαῖοι τῶν ἀποστόλων, οἱ τὴν καθολικὴν καὶ ὀρθόδοξον πίστιν ἐναρξάμενοι, ἐγγράφως ἐθεσμοθέτησαν τὴν αὐτῶν πίστιν κρατεῖν πάντας τοὺς μετ' αὐτοὺς διαδόχους μέλλοντας γίνεσθαι τῶν θρόνων αὐτῶν, ἐν αὐτῇ διαμένειν ἕως τῆς συντελείας· Καὶ οὕτως κρατεῖ ἡ ἡμετέρα Ἐκκλησία, καὶ τιμᾷ τοὺς ἁγίους χαρακτῆρας αὐτῶν.
3Adrianus I, Epistolae, 96, 1219B
Ὅθεν καὶ ἕως τῆς σήμερόν εἰσι περικεκοσμημέναι καὶ κεκαλλωπισμέναι αἱ Ἐκκλησίαι ἡμῶν ἐκ τῶν σεβασμίων εἰκόνων αὐτῶν, καθὼς καὶ ὁ μακαριώτατος καὶ ἁγιώτατος πάπας Σίλβεστρος μαρτυρεῖ ἐν ἀρχῇ τῆς ὁρθοδοξίας ἡμῶν τῶν Χριστιανῶν, ὅτε ὁ ἐν θείᾳ τῇ λήξει πάλαι Κωνσταντῖνος ὁ βασιλεὺς εἰς τὴν πίστιν ἐπέστρεψεν.
4Adrianus I, Epistolae, 96, 1222C
], καὶ ἀλήθειαν καὶ πόθον τοῦ θεΐκοῦ σεβάσματος, καὶ ἀπαλλαγῆναι πάντας ἐκ τῆς τῶν ἐθνῶν εἰδωλολατρείας καὶ δαιμόνων πλάνης· καθὼς ὁ ἅγιος Γρηγόριος ὁ διάδοχος τῶν ἀποστόλων ἐκήρυξε, τοῦ πάντας ἀνθρώπους ἀγραμματίστους καὶ μὴ δυναμένους ἀναγνῶναι, θεωρεῖν τὰς εὐαγγελικὰς ἱστορίας, καὶ δι' αὐτῶν ἀνάγεσθαι πρὸς δόξαν καὶ ἀνάμνησιν τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες οἱ ὀρθόδοξοι καὶ χριστιανικώτατοι βασιλεῖς σὺν πᾶσι τοῖς ἱερεῦσι καὶ ἐντίμοις ἀνδράσι τοῖς θεραπεύουσι τὸν Θεὸν ἅμα παντὶ τῷ χριστιανικωτάτῳ λαῷ, κατὰ τὴν ἀρχαίαν παράδοσιν τῶν ἁγίων Πατέρων καὶ ἐδέξαντο, καὶ ἐκράτησαν, καὶ ἔχουσι τὰς αὐτὰς σεβασμίας εἰκόνας εἰς ἀνάμνησιν καὶ κατάνυξιν καρδίας, καὶ μέχρι τοῦ παρόντος σέβονται αὐτὰς, καὶ ἐν τοῖς μέρεσι δὲ αὐτοῖς ἕως τοῦ προπάππου ὑμῶν ὀρθοδόξως ἐσεβάσθησαν.
5Agapetus I, Epistolae, 66, 0051D
Τί τοίνυν οὐκ ἂν ἔπραξε κατὰ τοῦ ὀρθοδόξου βασιλέως, εἰ τοῦτον μετ' ἐξουσίας ἐν χερσὶν εἶχεν ὁ βίαιος οὗτος καὶ ἀλόγιστος ἀνὴρ, ὅπουγε τῆς ἐν σινδόνι γφαφῆς ἀψύχου οὐκ ἐφείσατο; καὶ δὴ τὸ τοῦ προφήτου πρὸς τὸν Θεὸν καὶ πρὸς ὑμᾶς, καὶ πρὸς τὸν εὐσεβέστατον βασιλέα ἡμῶν ἀπολεγομένους, ἁρμόδιον λέγειν, « Ἕως τίνος κεκραξόμεθα, καὶ οὐ μὴ εἰσακούσητε; βοηθησόμεθα πρὸς ὑμᾶς ἀδικούμενοι, καὶ οὐ σώσητε; » Εἱ γὰρ ταῦτα φρονοῦντες, καὶ ποιοῦντες, ὁμοτίμως συνδιάγειν ἡμῖν κατὰ πάντα καιρὸν καὶ τρόπον ἐπιτρέπονται, σκοπεῖτε, μακαριώτατοι, ὅτι μὴ συμβαινόντων ἡμῶν οἷς ἐκεῖνοι φρονοῦσι μηδὴ ἀναστελλομένης τῆς τούτων παροινίας, τὸ λαβεῖν αὐτοὺς ἐξουσίαν συνάξεως, ἣ τὸ συγχωρηθῆναι αὐτοὺς τοιαῦτα τολμᾷν οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀληθεστέρους τοῦ καθ' ἡμᾶς δόγματος νομισθῆναι, καὶ ἀδικωτέρους, καὶ βιαιοτέρους ἀπεργασθῆναι καθ' ἡμῶν.
6Agapetus I, Epistolae, 66, 0071C
Ἐν γὰρ καταγωγίῳ τινὶ τιμίας εἰκόνος ἀνακειμένης τοῦ τῶν εὐσεβῶν ἐπὶ τοῦ παρόντος σκέπτρων κρατοῦντος, ὥσπερ ἁμιλλώμενος ὁ προλεχθεὶς δείλαιος, καὶ ἀλάστωρ ἀνὴρ, εἰ μὴ καὶ κατὰ τὸν ῥηθησόμενον νεώτερον τρόπον βλασφημήσοι τὸ θεῖον, ἀνατείνας τὴν βακτηρίαν, ἐν ᾗ τὸ ἄτιμον αὐτιῦ σχηματίζεται γῆρας στηρίζειν, πληρῶν τὴν πεπλανημένην ἐπίθεσιν, ἔμπροσθεν τῶν ὑπ' αὐτοῦ καταγινομένων ἀπάγεσθαι, ἔτυπτεν ἀφειδῶς τὸ τοῦ φιλοχρίστου βασιλέως ὁμοίωμα, αἱρετικὸν ἀποκαλῶν τὸν ἡνωμένον οὕτω Θεῷ καὶ φρουρούμενον ὑπ' αὐτοῦ, τὸ τῆς ἀληθείας φυλάττοντα κήρυγμα, καὶ οὐκ ἔπαυσε τὸν θυμὸν μέχρι τοσούτου, ἕως οὗ καὶ τὴν φέρουσαν τὸ περιφανὲς ἐκτύπωμα σινδόνα διέῤῥηξε, καὶ μέρος κατέαξεν ἐξ αὐτοῦ, ὃ καὶ πυρὶ παραδέδωκε.
7Agatho papa, Epistolae, 87, 1178A
Ἐκεῖ γὰρ εἶπε· « Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.
8Agatho papa, Epistolae, 87, 1211C
Ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν, καὶ αἰωνίζουσα μνήμη, καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως, καὶ τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ Δεσπότου Χρίστοῦ, οὗτινος καὶ τὸ πρᾶγμα ἐστιν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκηπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινωθέντες ὑποστρώσωσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κραταιωθῇ ἡ δυναστεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς οὐρανίου [ἀιδίου] διαδέξηται βασιλείας.
9Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629C
Ἀρθῶσι τὰ προσκόμματα τὰ τεθέντα ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, μετ' αὐτῶν ἐκείνων τῶν θεμένων αὐτὰ, καθὼς εἶπεν ὁ Θεὸς· « Καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, » καὶ τὴν λείαν καὶ τετριμμένην, καὶ πάσης ἀκανθώδους αἱρετικῆς κακίας ἐλευθέραν ὁδὸν τοῦ Εὐαγγελίου, καθάπερ καὶ ἦν εὑρίσκων, ὁδεύω πάσης δίχα προτροπῆς ἀνθρωπίνης Ἔως δὲ ἂν τοῖς τεθεῖσι προσκόμμασι, καὶ τοῖς τεθεικόσιν αὐτὰ σεμνύνωνται οἱ πρόεδροί Κωνσταντινουπόλεως, οὐδείς ἐστιν ὁ πείθων με λόγος ἢ τρόπος κοινωνεῖν αὐτοῖς.
10Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647B
Πάντως ποιεῖ, ἐὰν θέλῃ μιμητὴς εἶναι τοῦ Θεοῦ, καὶ συνταπεινωθῆναι αὐτῷ, διὰ τὴν κοινὴν πάντων ἡμῶν σωτηρίαν, λογιζόμενος ὡς εἴπερ ὁ φύσει σώζων Θεὸς, οὐκ ἔσωσεν ἕως ἐταπεινώθη θέλων, πῶς ὁ φύσει σωζόμενος ἄνθρωπος ἢ σωθήσεται, ἡ σώσει μὴ ταπεινούμενος; Καὶ εἶπε ΘΕΟΔ.
11Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651A
Τί γὰρ ἀπολογήσομαι, οὐ λέγω· τῷ Θεῷ, ἀλλὰ τῷ εμῷ συνειδότι, ὅτι διὰ δόξαν ἀνθρώπων, τῷ κατ' αὐτὴν λόγῳ μηδεμίαν ἔχουσαν ὕπαρξιν, τὴν σώζουσαν τοὺς στέργοντας αὐτὴν πίστιν ἐξωμοσάμην; Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ἀναστάντες, θυμοῦ στρατηγήσαντος πᾶσιν αὐτοῖς, τελμοῖς καὶ ὠθισμοῖς καὶ σφαιρισμοῖς παρέλυσαν αὐτὸν, ἀπὸ κεφαλῆς ἕως ὀνύχων κατακλύσαντες αὐτὸν πτύσμασιν· Ὧνπερ, μέχρις ἄν ἐπλύθησαν ἅπερ ἐβίβλητο ἱμάτια, διεπνέετο ὁ βρόμος.
12Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653D
Πλὴν ἵνα εἶδες, κῦρι Ἀββᾶ, ὅτι μικρὰν ἄνεσιν ἐὰν λάβωμεν ἐκ τῆς συγχύσεως τῶν ἐθνῶν, ἁρμόσασθαι ὑμῖν ἔχομεν μὰ τὴν ἁγίαν τριάδα, καὶ τὸν πάπαν τὸν νῦν ἀπαιρόμενον, καὶ πάντας τοὺς ἐκεῖσε λαλοῦντας, καὶ τοὺς λοιποὺς σου παθητάς, καὶ πάντας ὑμᾶς χωνεύομεν ἕκαστον ἐν τῷ ἐπιτηδείῳ αὐτοῦ τόπω, ὡς ἐχωνεύθη Μαρτῖνος· καὶ λαβὼν αὐτὸν ὁ ῥηθεὶς ὕπατος Θεοδόσιος, παρέδωκεν αὐτὸν στρατιώταις, καὶ ἤγαγον αὐτὸν ἕως Σαλεμβρίας.
13Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653D
Κγὶ ἔμειναν ἐκεῖ δύο ἡμέρας, ἕως οὐ ἀπῆλθεν εἰς τὸ φοσσᾶτον ὁ εἷς τῶν στρατιωτῶν, καὶ εἶπεν ὅλῳ τῷ στρατῷ, ὅτι ὁ μοναχὸς βλασφημῶν τὴν Θεοτόκον ᾧδε ἔρχεται, ἵνα κινήσωσι τὸν στρατὸν κατὰ τοῦ ῥηθέντος ἀββᾶ Μαξίμου, ὡς βλασφημοῦντος τὴν Θεοτόκον.
14Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655C
Καὶ τούτων εἰρημένων, ἠθροίσθησαν πολλοὶ στρατιῶται, πολλῶν καλῶν κινηθέντων λόγων ἀκροώμενοι· καὶ θεωρήσας τις τῶν δομεστίκων τοῦ στρατηγοῦ, ὃτι πολὺς ἐπισωρεύεται στρατὸς, καὶ οἰκοδομεῖται, καὶ καταγινώσκει τῶν εἰς αὐτὸν γινομένων· Τί ὑπονοήσας ὁ Θεὸς οἷδεν· ἐπέτρεψεν ἀνάρπαστον αὐτὸν γενέσθαι, καὶ βληθῆναι ἀπὸ δύο μιλίων τοῦ φωσάτου, ἕως ἂν τὴν σύναξιν ποιήσωσι, καὶ ἔλθωσιν οἱ ὀφείλοντες ἀπαγαγεῖν αὐτὸν ἐν Περβέροις.
15Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Οὐ γὰρ πέφυκε περιγράφεσθαι γενητῇ φύσει τὸ κατὰ φύσιν ἀγέννητον, κᾂν συνέφυ αὐτῷ κατὰ σύλληψιν πάντα περιγράφουσαν νοῦν· οὔτε μὴν εἰς ταὐτὸν αὐτῷ φέρεσθαι φύσεώς ποτε καὶ φυσικῆς ἐνεργείας, ἕως ἂν ἑκάτερον τῆς ἰδίας ἐντὸς μένει φυσικῆς ἀτρεψίας· Ὀμοφυῶν γὰρ μόνων ἡ ταὐτουργός ἐστι κίνησις, σημαίνουσα τὴν οὐσίαν, ἧς φυσικὴ καθέστηκε δύναμις, ἑτεροφυοῦς οὐσίας εἶναι κατουδένα λὸγον, ἢ γενέσθαι δίχα τροπῆς δυναμένης.
16Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Ἕως ἄν οὐχ εἷς κατὰ τὴν οὐσίαν γνωρίζεται λόγος μιᾶς ἐνεργείας, οὐδέποτε καθ' ὁτιοῦν ἀμφοτέρων γνωσθήσεται κίνεσις.
17Apuleius, Apologia, 82, 26; 3 (auctor c.125–c.180)
ἐλθέ τοίνυν πρός ἐμέ, ἕως ἔτι σωφρονῶ.
18Apuleius, Apologia, 83, 26; 3 (auctor c.125–c.180)
ἐλθέ τοίνυν πρός ἐμέ, ἕως ἔτι σωφρονῶ.
19Apuleius, Apologia, 87, 26; 8 (auctor c.125–c.180)
Sed iam de epistulis satis dictum habebo, si hoc unum addidero: Pudentillam, quae scribserat dissimulamenti causa et deridiculi: ἐλθέ τοίνυν, ἕως ἔτι σωφρονῶ, post hasce litteras euocasse ad se filios et nurum, cum his ferme duobus mensibus conuersatam.
20Aristoteles, Physica, 7, 2; 6
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δ' ἄπω σις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφο δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φο ρᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
21Aristoteles, Analytica posteriora, 1, I 14; 6 (auctor 384BC-322BC)
Ἔτι τοῦτο μέν ἐκείνων οὐδέν προσδεῖται, ἐκεῖνα δέ διά τούτου καταπυκνοῦται καί αὔξεται, ἕως ἂν εἰς τά ἄμεσα ἔλθῃ.
22Aristoteles, Analytica posteriora, 1, I 23; 16 (auctor 384BC-322BC)
Καί οὕτως ἀεί βαδίζοντι οὐδέποτ᾿ ἐξωτέρω πρότασις οὐδ᾿ ὑπάρχον λαμβάνεται τοῦ Α ἐν τῷ δεικνύναι, ἀλλ᾿ ἀεί τό μέσον πυκνοῦται, ἕως ἀδιαίρετα γένηται καί ἕν.
23Aristoteles, Analytica posteriora, 1, I 33; 10 (auctor 384BC-322BC)
Πῶς οὖν ἔστι τό αὐτό δοξάσαι καί ἐπίστασθαι, καί διά τί οὐκ ἔστιν ἡ δόξα ἐπιστήμη, εἴ τις θήσει ἅπαν ὃ οἶδεν ἐνδέχεσθαι δοξάζειν; ἀκολουθήσει γάρ ὁ μέν εἰδώς ὁ δέ δοξάζων διά τῶν μέσων, ἕως εἰς τά ἄμεσα ἔλθῃ, ὥστ᾿ εἴπερ ἐκεῖνος οἶδε, καί ὁ δοξάζων οἶδεν.
24Aristoteles, Analytica posteriora, 2, II 13; 7 (auctor 384BC-322BC)
Τά δή τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον, ὧν ἕκαστον μέν ἐπί πλεῖον ὑπάρξει, ἅπαντα δέ μή ἐπί πλέον· ταύτην γάρ ἀνάγκη οὐσίαν εἶναι τοῦ πράγματος.
25Aristoteles, Analytica posteriora, 2, II 13; 49 (auctor 384BC-322BC)
Ὅταν δ᾿ ἐπί τούτων ληφθῇ τι πάντα ταὐτόν, καί ἐπί τῶν ἄλλων ὁμοίως, ἐπί τῶν εἰλημμένων πάλιν σκοπεῖν εἰ ταὐτόν, ἕως ἂν εἰς ἕνα ἔλθῃ λόγον· οὗτος γάρ ἔσται τοῦ πράγματος ὁρισμός.
26Aristoteles, Analytica posteriora, 2, II 19; 15 (auctor 384BC-322BC)
Οὔτε δή ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις, οὔτ᾿ ἀπ᾿ ἄλλων ἕξεων γίνονται γνωστικωτέρων, ἀλλ᾿ ἀπό αἰσθήσεως, οἷον ἐν μάχῃ τροπῆς γενομένης ἑνός στάντος ἕτερος ἔστη, εἶθ᾿ ἕτερος, ἕως ἐπί ἀρχήν ἦλθεν.
27Aristoteles, Analytica posteriora, 2, II 19; 18 (auctor 384BC-322BC)
Στάντος γάρ τῶν ἀδιαφόρων ἑνός, πρῶτον μέν ἐν τῇ ψυχῇ καθόλου (καί γάρ αἰσθάνεται μέν τό καθ᾿ ἕκαστον, ἡ δ᾿ αἴσθησις τοῦ καθόλου ἐστίν, οἷον ἀνθρώπου, ἀλλ᾿ οὐ Καλλίου ἀνθρώπου) πάλιν ἐν τούτοις ἵσταται, ἕως ἂν τά ἀμερῆ στῇ καί τά καθόλου, οἷον τοιονδί ζῷον, ἕως ζῷον· καί ἐν τούτῳ ὡσαύτως.
28Aristoteles, Analytica priora, 1, I 10; 17 (auctor 384BC-322BC)
Οὐχ ὑπάρξει δή οὐδ᾿ ὁ ἄνθρωπος οὐδενί λευκῷ, ἀλλ᾿ οὐκ ἐξ ἀνάγκης· ἐνδέχεται γάρ ἄνθρωπον γενέσθαι λευκόν, οὐ μέντοι ἕως ἂν ζῷον μηδενί λευκῷ ὑπάρχῃ.
29Aristoteles, Analytica priora, 1, I 32; 6 (auctor 384BC-322BC)
Σκεπτέον οὖν εἴ τι περίεργον εἴληπται καί τι τῶν ἀναγκαίων παραλέλειπται, καί τό μέν θετέον τό δ᾿ ἀφαιρετέον, ἕως ἂν ἔλθῃ τις εἰς τάς δύο προτάσεις· ἄνευ γάρ τούτων οὐκ ἔστιν ἀγαγεῖν τούς οὕτως ἠρωτημένους λόγους.
30Aristoteles, Athenaion Politeia, Frag., 7; 3 (auctor 384BC-322BC)
Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπώσασθαι τὴν διαβολήν, λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμώνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας μετὰ τῆς θυγατρὸς τῷ ἅρματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἕως ἀπώλετο.
31Aristoteles, Athenaion Politeia, p2, 13, 2; 3 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων Δαμασίας αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν, ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς.
32Aristoteles, Athenaion Politeia, p2, 19, 4; 7 (auctor 384BC-322BC)
ἡ δὲ Πυθία προέφερεν αἰεὶ τοῖς Λακεδαιμονίοις χρηστηριαζομένοις ἐλευθεροῦν τὰς Ἀθήνας, εἰς τοῦθ' ἕως προύτρεψε τοὺς Σπαρτιάτας, καίπερ ὄντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν· συνεβάλλετο δὲ οὐκ ἐλάττω μοῖραν τῆς ὁρμῆς τοῖς Λάκωσιν ἡ πρὸς τοὺς Ἀργείους τοῖς Πεισιστρατίδαις ὑπάρχουσα φιλία.
33Aristoteles, Athenaion Politeia, p2, 25, 4; 10 (auctor 384BC-322BC)
θαυμασάντων δὲ πάντων τὸ γεγονός, καὶ μετὰ ταῦτα συναθροισθείσης τῆς βουλῆς τῶν πεντακοσίων, κατηγόρουν τῶν Ἀρεοπαγιτῶν ὅ τ' Ἐφιάλτης καὶ ὁ Θεμιστοκλῆς, καὶ πάλιν ἐν τῷ δήμῳ τὸν αὐτὸν τρόπον, ἕως περιείλοντο αὐτῶν τὴν δύναμιν.
34Aristoteles, Athenaion Politeia, p2, 28, 1; 1 (auctor 384BC-322BC)
ἕως μὲν οὖν Περικλῆς προειστήκει τοῦ δήμου, βελτίω τὰ κατὰ τὴν πολιτείαν ἦν, τελευτήσαντος δὲ Περικλέους πολὺ χείρω.
35Aristoteles, Athenaion Politeia, p2, 28, 5; 11 (auctor 384BC-322BC)
δοκεῖ μέντοι μὴ παρέργως ἀποφαινομένοις οὐχ ὥσπερ αὐτὸν διαβάλλουσι πάσας τὰς πολιτείας καταλύειν, ἀλλὰ πάσας προάγειν ἕως μηδὲν παρανομοῖεν, ὡς δυνάμενος πολιτεύεσθαι κατὰ πάσας, ὅπερ ἐστὶν ἀγαθοῦ πολίτου ἔργον, παρανομούσαις δὲ οὐ συγχωρῶν, ἀλλ' ἀπεχθανόμενος.
36Aristoteles, Athenaion Politeia, p2, 29, 1; 1 (auctor 384BC-322BC)
ἕως μὲν οὖν ἰσόρροπα τὰ πράγματα κατὰ τὸν πόλεμον ἦν, διεφύλαττον τὴν δημοκρατίαν.
37Aristoteles, Athenaion Politeia, p2, 29, 5; 8 (auctor 384BC-322BC)
τὰ μὲν χρήματα τὰ προσιόντα μὴ ἐξεῖναι ἄλλοσε δαπανῆσαι ἢ εἰς τὸν πόλεμον, τὰς δ' ἀρχὰς ἀμίσθους ἄρχειν ἁπάσας ἕως ἂν ὁ πόλεμος ᾖ, πλὴν τῶν ἐννέα ἀρχόντων καὶ τῶν πρυτάνεων οἳ ἂν ὦσιν· τούτους δὲ φέρειν τρεῖς ὀβολοὺς ἕκαστον τῆς ἡμέρας.
38Aristoteles, Athenaion Politeia, p2, 29, 5; 9 (auctor 384BC-322BC)
τὴν δ' ἄλλην πολιτείαν ἐπιτρέψαι πᾶσαν Ἀθηναίων τοῖς δυνατωτάτοις καὶ τοῖς σώμασιν καὶ τοῖς χρήμασιν λῃτουργεῖν, μὴ ἔλαττον ἢ πεντακισχιλίοις, ἕως ἂν ὁ πόλεμος ᾖ.
39Aristoteles, Athenaion Politeia, p2, 40, 1; 1 (auctor 384BC-322BC)
γενομένων δὲ τοιούτων τῶν διαλύσεων, καὶ φοβουμένων, ὅσοι μετὰ τῶν τριάκοντα συνεπολέμησαν, καὶ πολλῶν μὲν ἐπινοούντων ἐξοικεῖν, ἀναβαλλομένων δὲ τὴν ἀπογραφὴν εἰς τὰς ἐσχάτας ἡμέρας, ὅπερ εἰώθασιν ποιεῖν ἅπαντες, Ἀρχῖνος συνιδὼν τὸ πλῆθος καὶ βουλόμενος κατασχεῖν αὐτούς, ὑφεῖλε τὰς ὑπολοίπους ἡμέρας τῆς ἀπογραφῆς, ὥστε συναναγκασθῆναι μένειν πολλοὺς ἄκοντας, ἕως ἐθάρρησαν.
40Aristoteles, Athenaion Politeia, p2, 56, 7; 13 (auctor 384BC-322BC)
μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων, ἕως ἄν τις τετταρακαιδεκέτις γένηται, καὶ τὰ ἀποτιμήματα λαμβάνει, καὶ τοὺς ἐπιτρόπους, ἐὰν μὴ διδῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει.
41Aristoteles, Athenaion Politeia, p2, 63, 3; 6 (auctor 384BC-322BC)
ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσθαι, ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ' ᾧ ἐνεδείχθη, καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τὸ δικαστήριον.
42Aristoteles, De anima, 1, I 2; 9 (auctor 384BC-322BC)
Διό καί τοῦ ζῆν ὅρον εἶναι τήν ἀναπνοήν· συνάγοντος γάρ τοῦ περιέχοντος τά σώματα, καί ἐκθλίβοντος τῶν σχημάτων τά παρέχοντα τοῖς ζῴοις τήν κίνησιν διά τό μηδ’ αὐτά ἠρεμεῖν μηδέποτε, βοήθειαν γίγνεσθαι θύραθεν ἐπεισιόντων ἄλλων τοιούτων ἐν τῷ ἀναπνεῖν· κωλύειν γάρ αὐτά καί τά ἐνυπάρχοντα ἐν τοῖς ζῴοις ἐκκρίνεσθαι, συνανείργοντα τό συνάγον καί πηγνύον· καί ζῆν δέ ἕως ἂν δύνωνται τοῦτο ποιεῖν.
43Aristoteles, De anima, 2, II 2; 7 (auctor 384BC-322BC)
Διό καί τά φυόμενα πάντα δοκεῖ ζῆν· φαίνεται γάρ ἐν αὑτοῖς ἔχοντα δύναμιν καί ἀρχήν τοιαύτην, δι’ ἧς αὔξησίν τε καί φθίσιν λαμβάνουσι κατά τούς ἐναντίους τόπους· οὐ γάρ ἄνω μέν αὔξεται, κάτω δ’ οὔ, ἀλλ’ ὁμοίως ἐπ’ ἄμφω καί πάντοσε καί τρέφεται καί ζῇ διά τέλους, ἕως ἂν δύνηται λαμβάνειν τροφήν.
44Aristoteles, De anima, 2, II 4; 24 (auctor 384BC-322BC)
Τό δέ συναίτιον μέν πώς ἐστιν, οὐ μήν ἁπλῶς γε αἴτιον, ἀλλά μᾶλλον ἡ ψυχή· ἡ μέν γάρ τοῦ πυρός αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τό καυστόν, τῶν δέ φύσει συνισταμένων πάντων ἐστί πέρας καί λόγος μεγέθους τε καί αὐξήσεως· ταῦτα δέ ψυχῆς, ἀλλ’ οὐ πυρός, καί λόγου μᾶλλον ἢ ὕλης.
45Aristoteles, De anima, 2, II 4; 35 (auctor 384BC-322BC)
Ἔστι δ’ ἕτερον τροφῇ καί αὐξητικῷ εἶναι· ᾗ μέν γάρ ποσόν τι τό ἔμψυχον, αὐξητικόν, ᾗ δέ τόδε τι καί οὐσία, τροφή· σώζει γάρ τήν οὐσίαν, καί μέχρι τούτου ἐστίν ἕως ἂν καί τρέφηται· καί γενέσεως ποιητικόν οὐ τοῦ τρεφομένου, ἀλλ’ οἷον τό τρεφόμενον· ἤδη γάρ ἐστιν αὐτή ἡ οὐσία, γεννᾷ δ’ οὐθέν αὐτό ἑαυτό, ἀλλά σώζει.
46Aristoteles, De anima, 3, III 12; 21 (auctor 384BC-322BC)
Ὥσ περ γάρ τό κινοῦν κατά τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ, καί τό ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν, καί ἔστι διά μέσου ἡ κίνησις, καί δή τό μέν πρῶτον κινοῦν ὠθεῖ οὐκ ὠθούμενον, τό δ’ ἔσχατον μόνον ὠθεῖται οὐκ ὦσαν, τό δέ μέσον ἄμφω, πολλά δέ μέσα, οὕτως ἐπ’ ἀλλοιώσεως, πλήν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ, οἷον εἰ εἰς κηρόν βάψειέ τις, μέχρι τούτου ἐκινήθη, ἕως ἔβαψεν· λίθος δέ οὐδέν, ἀλλ’ ὕδωρ μέχρι πόρρω.
47Aristoteles, De caelo, 2, 4, 10; 27 (auctor 384BC-322BC)
Ὥστε περιρρεύσεται τὸ ὕδωρ, ἕως ἂν ἰσασθῇ.
48Aristoteles, De caelo, 2, 14, 8; 17 (auctor 384BC-322BC)
Σχῆμα δ´ ἔχειν σφαιροειδὲς ἀναγκαῖον αὐτήν· ἕκαστον γὰρ τῶν μορίων βάρος ἔχει μέχρι πρὸς τὸ μέσον, καὶ τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος ὠθούμενον οὐχ οἷόν τε κυμαίνειν, ἀλλὰ συμπιέζεσθαι μᾶλλον καὶ συγχωρεῖν ἕτερον ἑτέρῳ, ἕως ἂν ἔλθῃ ἐπὶ τὸ μέσον.
49Aristoteles, De caelo, 2, 14, 11; 27 (auctor 384BC-322BC)
Δῆλον γὰρ ὡς οὐχὶ μέχρι τοῦ ἅψασθαι τοῦ κέντρου τὸ ἔσχατον, ἀλλὰ δεῖ κρατεῖν τὸ πλέον ἕως ἂν λάβῃ τῷ αὑτοῦ μέσῳ τὸ μέσον· μέχρι τούτου γὰρ ἔχει τὴν ῥοπήν.
50Aristoteles, De caelo, 2, 14, 11; 29 (auctor 384BC-322BC)
Ὥστε εἴτε ὅλη ποθὲν ἐφέρετο εἴτε κατὰ μέρος, ἀναγκαῖον μέχρι τούτου φέρεσθαι ἕως ἂν πανταχόθεν ὁμοίως λάβῃ τὸ μέσον, ἀνισαζομένων τῶν ἐλαττόνων ὑπὸ τῶν μειζόνων τῇ προώσει τῆς ῥοπῆς.
51Aristoteles, De generatione animalium, 1, 8; 6 (auctor 384BC-322BC)
οἱ δ' ὄρνιθες καὶ τὰ τετράποδα τῶν ᾠοτόκων τέλεια ᾠὰ τίκτουσιν, ἃ δεῖ πρὸς τὸ σώζεσθαι σκληρόδερμα εἶναι (μαλακόδερμα γὰρ ἕως ἂν αὔξησιν ἔχῃ ἐστίν), τὸ δ' ὄστρακον γίγνεται ὑπὸ θερμότητος ἐξικμαζούσης τὸ ὑγρὸν ἐκ τοῦ γεώδους.
52Aristoteles, De generatione animalium, 1, 21; 17 (auctor 384BC-322BC)
τοῦτο γὰρ ἐνδέχεται ποιεῖν τὸ ὕστερον ἐπεισελθὸν ἐκ τοῦ θερμᾶναι καὶ πέψαι· λαμβάνει γὰρ τροφὴν τὸ ᾠὸν ἕως ἂν αὐξάνηται.
53Aristoteles, De generatione animalium, 1, 23; 6 (auctor 384BC-322BC)
Καὶ τὰ μὲν μὴ προϊέμενα σπέρμα πολὺν χρόνον συμπεπλέχθαι πέφυκεν ἕως ἂν συστήσῃ τὸ κύημα, οἷον τὰ συνδυαζόμενα τῶν ἐντόμων· τὰ δ' ἕως ἂν ἀποπέμψῃ τι τῶν ἐπεισάκτων αὐτοῦ μορίων, ὃ συστήσει τὸ κύημα ἐν πλείονι χρόνῳ, οἷον ἐπὶ τῶν ἐναίμων.
54Aristoteles, De generatione animalium, 2, 4; 62 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ δυνάμει μὲν ἤδη ζῷον ἀτελὲς δέ, ἄλλοθεν ἀναγκαῖον λαμβάνειν τὴν τροφήν· διὸ χρῆται τῇ ὑστέρᾳ καὶ τῇ ἐχούσῃ ὥσπερ γῇ φυτόν, τοῦ λαμβάνειν τροφὴν ἕως ἂν τελεωθῇ πρὸς τὸ εἶναι ἤδη ζῷον δυνάμει πορευτικόν.
55Aristoteles, De generatione animalium, 2, 6; 83 (auctor 384BC-322BC)
εἰ γὰρ ταῦτ' εἶχεν αὔξησιν ἀεὶ καὶ τῶν ζῴων ὅσα ἔχει ὀστοῦν ἢ τὸ ἀνάλογον ηὐξάνετ' ἂν ἕως ἔζη· τοῦ γὰρ μεγέθους ὅρος ἐστὶ ταῦτα τοῖς ζῴοις.
56Aristoteles, De generatione animalium, 2, 6; 84 (auctor 384BC-322BC)
δι' ἣν μὲν οὖν αἰτίαν οὐκ ἀεὶ λαμβάνουσιν αὔξησιν λεκτέον ὕστερον· τρίχες δὲ καὶ τὰ συγγενῆ τούτοις ἕως ἂν ὑπάρχωσιν αὐξάνονται, καὶ μᾶλλον ἐν νόσοις καὶ τῶν σωμάτων γηρασκόντων καὶ φθινόντων διὰ τὸ λείπεσθαι περίττωμα πλεῖον, ἐλάττονος εἰς τὰ κύρια δαπανωμένου διὰ τὸ γῆρας καὶ τὰς νόσους, ἐπεί γ' ὅταν ὑπολείπῃ καὶ τοῦτο διὰ τὴν ἡλικίαν καὶ αἱ τρίχες ὑπολείπουσιν.
57Aristoteles, De generatione animalium, 2, 7; 9 (auctor 384BC-322BC)
ἕως μὲν ἂν οὖν ἔλαττον ᾖ τὸ ἔμβρυον, οὐ δυνάμενον πολλὴν λαμβάνειν τροφήν, δῆλαί εἰσι καὶ μείζονες, αὐξηθέντος δὲ συμπίπτουσιν.
58Aristoteles, De generatione animalium, 3, 1; 25 (auctor 384BC-322BC)
αἴτιον δὲ τὸ τοιοῦτον πάθος καὶ τῷ λέοντι τῆς ἀγονίας τῆς ὕστερον· τὸ μὲν γὰρ πρῶτον τίκτει πέντε ἢ ἕξ, εἶτα τῷ ὑστέρῳ ἔτει τέτταρας, πάλιν δὲ τρεῖς σκύμνους, εἶτα τὸν ἐχόμενον ἀριθμὸν ἕως ἑνός, εἶτ' οὐθέν, ὡς ἐξαναλισκομένου τοῦ περιττώματος καὶ ἅμα τῆς ἡλικίας ληγούσης φθίνοντος τοῦ σπέρματος.
59Aristoteles, De generatione animalium, 3, 9; 16 (auctor 384BC-322BC)
καὶ γὰρ ἡ τῶν ᾠῶν φύσις ὅταν λάβῃ τέλος ἀναυξής ἐστι, τὸ δὲ πρῶτον αὐξάνεται καὶ λαμβάνει τροφὴν ἕως ἂν διορισθῇ καὶ γένηται τέλειον ᾠόν.
60Aristoteles, De generatione animalium, 4, 7; 3 (auctor 384BC-322BC)
ἤδη γὰρ συνέβη τινὶ γυναικὶ συγγενομένῃ τῷ ἀνδρὶ καὶ δοξάσῃ συλλαβεῖν, τὸ μὲν πρῶτον ὅ τε ὄγκος ηὐξάνετο τῆς γαστρὸς καὶ τἆλλα ἐγίγνετο κατὰ λόγον, ἐπεὶ δὲ ὁ χρόνος ἦν τοῦ τόκου οὔτ' ἔτικτεν οὔτε ὁ ὄγκος ἐλάττων ἐγίγνετο, ἀλλ' ἔτη τρία ἢ τέτταρα οὕτω διετέλει ἕως δυσεντερίας γενομένης καὶ κινδυνεύσασα ὑπ' αὐτῆς ἔτεκε σάρκα ἣν καλοῦσι μύλην.
61Aristoteles, De generatione et corruptione, 1, 5, 17; 58 (auctor 384BC-322BC)
Διὸ τρέφεται μὲν ἕως ἂν σώζηται καὶ φθῖνον, αὐξάνεται δὲ οὐκ ἀεί, καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ δ´ εἶναι ἄλλο· ᾗ μὲν γάρ ἐστι τὸ προσιὸν δυνάμει ποσὴ σάρξ, ταύτῃ μὲν αὐξητικὸν σαρκός, ᾗ δὲ μόνον δυνάμει σάρξ, τροφή.
62Aristoteles, De insomniis, 2; 5 (auctor 384BC-322BC)
Καὶ τοῦτον δὴ τὸν τρόπον, ἕως ἂν στῇ, ποιεῖται τὴν κίνησιν καὶ ἐν ἀέρι καὶ ἐν τοῖς ὑγροῖς.
63Aristoteles, De insomniis, 2; 6 (auctor 384BC-322BC)
Ὁμοίως δ’ ὑπολαβεῖν τοῦτο δεῖ καὶ ἐπ’ ἀλλοιώσεως· τὸ γὰρ θερμανθὲν ὑπὸ τοῦ θερμοῦ τὸ πλησίον θερμαίνει, καὶ τοῦτο διαδίδωσιν ἕως τῆς ἀρχῆς.
64Aristoteles, De insomniis, 2; 11 (auctor 384BC-322BC)
Κἂν πρὸς τὸν ἥλιον βλέψαντες ἢ ἄλλο τι λαμπρὸν μύσωμεν, παρατηρήσασι φαίνεται κατ’ εὐθυωρίαν, ᾗ συμβαίνει τὴν ὄψιν ὁρᾶν, πρῶτον μὲν τοιοῦτον τὴν χρόαν, εἶτα μεταβάλλει εἰς φοινικοῦν κἄπειτα πορφυροῦν, ἕως ἂν εἰς τὴν μέλαιναν ἔλθῃ χρόαν καὶ ἀφανισθῇ.
65Aristoteles, De iuventute et senectute De vita et morte, 6; 2 (auctor 384BC-322BC)
Καὶ γὰρ ἡ τροφὴ ποιεῖ κατάψυξιν εἰσιοῦσα, καθάπερ καὶ τοῖς ἀνθρώποις τὸ πρῶτον προσενεγκαμένοις· αἱ δὲ νηστεῖαι θερμαίνουσι καὶ δίψας ποιοῦσιν· ἀκίνητος γὰρ ὢν ὁ ἀὴρ ἀεὶ θερμαίνεται, τῆς δὲ τροφῆς εἰσιούσης καταψύχει κινούμενος, ἕως ἂν λάβῃ τὴν πέψιν.
66Aristoteles, De memoria et reminiscentia, 2; 13 (auctor 384BC-322BC)
Ὅταν οὖν ἀναμιμνησκώμεθα, κινούμεθα τῶν προτέρων τινὰ κινήσεων, ἕως ἂν κινηθῶμεν μεθ’ ἣν ἐκείνη εἴωθεν.
67Aristoteles, De memoria et reminiscentia, 2; 25 (auctor 384BC-322BC)
Τοῦτο δὲ γίνεται κινοῦντι πολλά, ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν ᾗ ἀκολουθήσει τὸ πρᾶγμα.
68Aristoteles, De memoria et reminiscentia, 2; 59 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἐνοχλοῦνται οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύεται κινηθεῖσα, ἕως ἂν ἐπέλθῃ τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις.
69Aristoteles, De partibus animalium, 1, 3, 7; 15 (auctor 384BC-322BC)
Ὄντος γὰρ τοῦδέ τινος γένους, οὗ διαφοραὶ πρῶται τὰ λευκά, τούτων δ´ ἑκατέρου ἄλλαι, καὶ οὕτως εἰς τὸ πρόσω ἕως τῶν ἀτόμων, αἱ τελευταῖαι τέτταρες ἔσονται ἢ ἄλλο τι πλῆθος τῶν ἀφ´ ἑνὸς διπλασιαζομένων· τοσαῦτα δὲ καὶ τὰ εἴδη.
70Aristoteles, De partibus animalium, 2, 2, 2; 1 (auctor 384BC-322BC)
Τῶν δ´ ὁμοιομερῶν μορίων ἐν τοῖς ζῴοις ἐστὶ τὰ μὲν μαλακὰ καὶ ὑγρά, τὰ δὲ σκληρὰ καὶ στερεά, ὑγρὰ μὲν ἢ ὅλως ἢ ἕως ἂν ᾖ ἐν τῇ φύσει, οἷον αἷμα, ἰχώρ, πιμελή, στέαρ, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι, σάρξ, καὶ τὰ τούτοις ἀνάλογον· οὐ γὰρ ἅπαντα τὰ ζῷα τούτων τῶν μορίων τέτευχεν, ἀλλ´ ἔνια τῶν ἀνάλογον τούτων τισίν.
71Aristoteles, De partibus animalium, 2, 3, 9; 15 (auctor 384BC-322BC)
Ὥσπερ δὲ καὶ τὸ στόμα τῆς ἀκατεργάστου τροφῆς πόρος ἐστί, καὶ τὸ συνεχὲς αὐτῷ μόριον ὃ καλοῦσιν οἰσοφάγον, ὅσα τῶν ζῴων ἔχει τοῦτο τὸ μόριον, ἕως εἰς τὴν κοιλίαν, οὕτως καὶ ἄλλας ἀρχὰς δεῖ πλείους εἶναι, δι´ ὧν ἅπαν λήψεται τὸ σῶμα τὴν τροφήν, ὥσπερ ἐκ φάτνης, ἐκ τῆς κοιλίας καὶ τῆς τῶν ἐντέρων φύσεως.
72Aristoteles, De partibus animalium, 2, 3, 10; 16 (auctor 384BC-322BC)
Τὰ μὲν γὰρ φυτὰ λαμβάνει τὴν τροφὴν κατειργασμένην ἐκ τῆς γῆς ταῖς ῥίζαις (διὸ καὶ περίττωμα οὐ γίνεται τοῖς φυτοῖς· τῇ γὰρ γῇ καὶ τῇ ἐν αὐτῇ θερμότητι χρῆται ὥσπερ κοιλίᾳ), τὰ δὲ ζῷα πάντα μὲν σχεδόν, τὰ δὲ πορευτικὰ φανερῶς, οἷον γῆν ἐν αὑτοῖς ἔχει τὸ τῆς κοιλίας κύτος, ἐξ ἧς, ὥσπερ ἐκεῖνα ταῖς ῥίζαις, ταῦτα δεῖ τινι τὴν τροφὴν λαμβάνειν, ἕως τὸ τῆς ἐχομένης πέψεως λάβῃ τέλος.
73Aristoteles, De partibus animalium, 3, 5, 9; 17 (auctor 384BC-322BC)
Ἐκ μειζόνων δ´ εἰς ἐλάσσους αἱ φλέβες ἀεὶ προέρχονται, ἕως τοῦ γενέσθαι τοὺς πόρους ἐλάσσους τῆς τοῦ αἵματος παχύτητος· δι´ ὧν τῷ μὲν αἵματι δίοδος οὐκ ἔστι, τῷ δὲ περιττώματι τῆς ὑγρᾶς ἰκμάδος, ὃν καλοῦμεν ἱδρῶτα, καὶ τοῦτο διαθερμανθέντος τοῦ σώματος καὶ τῶν φλεβίων ἀναστομωθέντων.
74Aristoteles, De sensu et sensibilibus, 1; 179 (auctor 384BC-322BC)
Οἱ δὲ νῦν μιγνύντες εἰς τὰ πόματα τὰς τοιαύτας δυνάμεις βιάζονται τῇ συνηθείᾳ τὴν ἡδονήν, ἕως ἂν ἐκ δύ’ αἰσθήσεων γένηται τὸ ἡδὺ ὡς ἓν καὶ ἀπὸ μιᾶς.
75Aristoteles, De somno et vigilia, 3; 36 (auctor 384BC-322BC)
Πότερον οὖν τοῦτο συμβαίνει ὅτι ὥσπερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν, ἡ δὲ πλήρωσις αὐτὴν καταψύχει διὰ τὴν κίνησιν, οὕτω καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καὶ τόποι καταψύχονται ἀναφερομένης τῆς ἀναθυμιάσεως; Ἢ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίνεται, κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ψυχρὸν καταψύχει, καὶ τὸ κατὰ φύσιν θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ ὑποχωρεῖν; Ἔτι δὲ πολλῆς ἐμπιπτούσης τροφῆς, ἣν ἀνάγει τὸ θερμόν, ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων, καταψύχεται, ἕως ἂν καταπεφθῇ.
76Aristoteles, De somno et vigilia, 3; 50 (auctor 384BC-322BC)
Διὰ δὲ τὸ γίνεσθαι ἀδιακριτώτερον τὸ αἷμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὁ ὕπνος γίνεται, ἕως ἂν διακριθῇ τοῦ αἵματος τὸ μὲν καθαρώτερον εἰς τὰ ἄνω, τὸ δὲ θολερώτερον εἰς τὰ κάτω· ὅταν δὲ τοῦτο συμβῇ, ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς τροφῆς βάρους.
77Aristoteles, Ethica Eudemia, 2; 250 (auctor 384BC-322BC)
βουλευόμεθα δὲ τοῦτο πάντες, ἕως ἂν εἰς ἡμᾶς ἀναγάγωμεν τῆς γενέσεως τὴν ἀρχήν.
78Aristoteles, Ethica Eudemia, 7; 236 (auctor 384BC-322BC)
ἔοικε δ' ἡ φιλία ἡ πρὸς αὑτὸν τῇ κατὰ συγγένειαν· οὐθέτερον γὰρ ἐφ' αὑτοῖς λῦσαι, ἀλλὰ κἂν διαφέρωνται, ὅμως οὗτοι μὲν ἔτι συγγενεῖς, ὃ δὲ ἔτι εἷς, ἕως ἂν ζῇ.
79Aristoteles, Ethica Nicomachea, 1, 11; 1 (auctor 384BC-322BC)
πότερον οὖν οὐδ' ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονιστέον ἕως ἂν ζῇ, κατὰ Σόλωνα δὲ χρεὼν τέλος ὁρᾶν· εἰ δὲ δὴ καὶ θετέον οὕτως, ἆρά γε καὶ ἔστιν εὐδαίμων τότε ἐπειδὰν ἀποθάνῃ· ἢ τοῦτό γε παντελῶς ἄτοπον, ἄλλως τε καὶ τοῖς λέγουσιν ἡμῖν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν· εἰ δὲ μὴ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα, μηδὲ Σόλων τοῦτο βούλεται, ἀλλ' ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ τῶν δυστυχημάτων, ἔχει μὲν καὶ τοῦτ' ἀμφισβήτησίν τινα· δοκεῖ γὰρ εἶναί τι τῷ τεθνεῶτι καὶ κακὸν καὶ ἀγαθόν, εἴπερ καὶ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, οἷον τιμαὶ καὶ ἀτιμίαι καὶ τέκνων καὶ ὅλως ἀπογόνων εὐπραξίαι τε καὶ δυστυχίαι.
80Aristoteles, Ethica Nicomachea, 3, 5; 15 (auctor 384BC-322BC)
οὔτε γὰρ ἰατρὸς βουλεύεται εἰ ὑγιάσει, οὔτε ῥήτωρ εἰ πείσει, οὔτε πολιτικὸς εἰ εὐνομίαν ποιήσει, οὐδὲ τῶν λοιπῶν οὐδεὶς περὶ τοῦ τέλους· ἀλλὰ θέμενοι τὸ τέλος τὸ πῶς καὶ διὰ τίνων ἔσται σκοποῦσι· καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα ἐπισκοποῦσι, δι' ἑνὸς δ' ἐπιτελουμένου πῶς διὰ τούτου ἔσται κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωσιν ἐπὶ τὸ πρῶτον αἴτιον, ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν.
81Aristoteles, Ethica Nicomachea, 3, 13; 21 (auctor 384BC-322BC)
ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ ἐφ' ἕν, ἐπὶ τὸ πλεῖον· τὸ γὰρ ἐσθίειν τὰ τυχόντα ἢ πίνειν ἕως ἂν ὑπερπλησθῇ, ὑπερβάλλειν ἐστὶ τὸ κατὰ φύσιν τῷ πλήθει· ἀναπλήρωσις γὰρ τῆς ἐνδείας ἡ φυσικὴ ἐπιθυμία.
82Aristoteles, Ethica Nicomachea, 5, 10; 10 (auctor 384BC-322BC)
τὸ δὲ δεσποτικὸν δίκαιον καὶ τὸ πατρικὸν οὐ ταὐτὸν τούτοις ἀλλ' ὅμοιον· οὐ γὰρ ἔστιν ἀδικία πρὸς τὰ αὑτοῦ ἁπλῶς, τὸ δὲ κτῆμα καὶ τὸ τέκνον, ἕως ἂν ᾖ πηλίκον καὶ χωρισθῇ, ὥσπερ μέρος αὑτοῦ, αὑτὸν δ' οὐδεὶς προαιρεῖται βλάπτειν· διὸ οὐκ ἔστιν ἀδικία πρὸς αὑτόν· οὐδ' ἄρα ἄδικον οὐδὲ δίκαιον τὸ πολιτικόν· κατὰ νόμον γὰρ ἦν, καὶ ἐν οἷς ἐπεφύκει εἶναι νόμος, οὗτοι δ' ἦσαν οἷς ὑπάρχει ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι.
83Aristoteles, Ethica Nicomachea, 8, 4; 2 (auctor 384BC-322BC)
οἱ δὲ βουλόμενοι τἀγαθὰ τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι· δι' αὑτοὺς γὰρ οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός· διαμένει οὖν ἡ τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δ' ἀρετὴ μόνιμον.
84Aristoteles, Ethica Nicomachea, 8, 9; 5 (auctor 384BC-322BC)
ἀκριβὴς μὲν οὖν ἐν τοῖς τοιούτοις οὐκ ἔστιν ὁρισμός, ἕως τίνος οἱ φίλοι· πολλῶν γὰρ ἀφαιρουμένων ἔτι μένει, πολὺ δὲ χωρισθέντος, οἷον τοῦ θεοῦ, οὐκέτι.
85Aristoteles, Ethica Nicomachea, 8, 10; 5 (auctor 384BC-322BC)
οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς ἐπὶ πλεῖον διαμένουσιν· ἕως γὰρ ἂν πορίζωσιν ἡδονὰς ἢ ὠφελείας ἀλλήλοις.
86Aristoteles, Ethica Nicomachea, 10, 2; 19 (auctor 384BC-322BC)
καὶ τί κωλύει, καθάπερ ὑγίεια ὡρισμένη οὖσα δέχεται τὸ μᾶλλον καὶ [τὸ] ἧττον, οὕτω καὶ τὴν ἡδονήν· οὐ γὰρ ἡ αὐτὴ συμμετρία ἐν πᾶσίν ἐστιν, οὐδ' ἐν τῷ αὐτῷ μία τις ἀεί, ἀλλ' ἀνιεμένη διαμένει ἕως τινός, καὶ διαφέρει τῷ μᾶλλον καὶ ἧττον.
87Aristoteles, Ethica Nicomachea, 10, 4; 7 (auctor 384BC-322BC)
ἕως ἂν οὖν τό τε νοητὸν ἢ αἰσθητὸν ᾖ οἷον δεῖ καὶ τὸ κρῖνον ἢ θεωροῦν, ἔσται ἐν τῇ ἐνεργείᾳ ἡ ἡδονή· ὁμοίων γὰρ ὄντων καὶ πρὸς ἄλληλα τὸν αὐτὸν τρόπον ἐχόντων τοῦ τε παθητικοῦ καὶ τοῦ ποιητικοῦ ταὐτὸ πέφυκε γίνεσθαι.
88Aristoteles, Historia animalium, 1, I 1; 15 (auctor 384BC-322BC)
Ἔστι δέ τῶν ὁμοιομερῶν τά μέν μαλακά καί ὑγρά, τά δέ ξηρά καί στερεά, ὑγρά μέν, ἢ ὅλως ἢ ἕως ἂν ᾖ ἐν τῇ φύσει, οἷον αἷμα, ἰχώρ, πιμελή, στέαρ, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι, σάρξ τε καί τά τούτοις ἀνάλογον, ἔτι ἄλλον τρόπον τά περιττώματα, οἷον φλέγμα, καί τά ὑποστήματα τῆς κοιλίας καί κύστεως· ξηρά δέ καί στερεά οἷον νεῦρον, δέρμα, φλέψ, θρίξ, ὀστοῦν, χόνδρος, ὄνυξ, κέρας (ὁμώνυμον γάρ πρός τό γένος, ὅταν τῷ σχήματι καί τό ὅλον λέγηται κέρας), ἔτι ὅσα ἀνάλογον τούτοις.
89Aristoteles, Historia animalium, 1, I 16; 30 (auctor 384BC-322BC)
Ἡ μέν οὖν ἀρτηρία τοῦτον ἔχει τόν τρόπον, καί δέχεται μόνον τό πνεῦμα καί ἀφίησιν, ἄλλο δ’ οὐθέν οὔτε ξηρόν οὔθ’ ὑγρόν, ἢ πόνον παρέχει, ἕως ἂν ἐκβήξῃ τό κατελθόν.
90Aristoteles, Historia animalium, 3, III 2; 23 (auctor 384BC-322BC)
Αἱ δέ φλέβες αἱ μέν πρῶται ἐκ τῆς κοιλίας εὐρύτεραί εἰσιν, ἔπειτα λεπτότεραι γίγνονται, ἕως ἂν μεταβάλωσιν ἐκ τῶν δεξιῶν εἰς τά ἀριστερά καί ἐκ τούτων εἰς τά δεξιά· αὗται δέ σπερματίτιδες καλοῦνται.
91Aristoteles, Historia animalium, 3, III 3; 5 (auctor 384BC-322BC)
Αἱ δέ τέταρται ἀπό τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καί τῶν ὀφθαλμῶν ὑπό τόν αὐχένα καί τάς κλεῖς· ἐντεῦθεν δέ τείνουσι διά τῶν βραχιόνων ἄνωθεν εἰς τάς καμπάς, εἶτα διά τῶν πήχεων ἐπί τούς καρπούς καί τάς συγκαμπάς, καί διά τῶν βραχιόνων τοῦ κάτωθεν μορίου εἰς τάς μασχάλας, καί ἐπί τῶν πλευρῶν ἄνωθεν, ἕως ἡ μέν ἐπί τόν σπλῆνα ἡ δ’ ἐπί τό ἧπαρ ἀφίκηται· εἶθ’ ὑπέρ τῆς γαστρός εἰς τό αἰδοῖον ἄμφω τελευτῶσιν.
92Aristoteles, Historia animalium, 3, III 19; 14 (auctor 384BC-322BC)
Σφύζει δέ τό αἷμα ἐν ταῖς φλεψίν ἐν ἅπασι πάντῃ ἅμα τοῖς ζῴοις, καί ἔστι τῶν ὑγρῶν μόνον καθ’ ἅπαν τε τό σῶμα τοῖς ζῴοις καί ἀεί, ἕως ἂν ζῇ, τό αἷμα μόνον.
93Aristoteles, Historia animalium, 4, IV 1; 19 (auctor 384BC-322BC)
Τήν δέ κεφαλήν, ἕως ἂν ζῇ, σκληράν ἔχει καθάπερ ἐμπεφυσημένην.
94Aristoteles, Historia animalium, 5, V 15; 19 (auctor 384BC-322BC)
Σπουδάζουσι δέ ζώσας κόπτειν· ἐάν γάρ πρότερον ἀποθάνῃ, συνεξεμεῖ τό ἄνθος· διό καί φυλάττουσιν ἐν τοῖς κύρτοις, ἕως ἂν ἀθροίσωσι καί σχολάσωσιν.
95Aristoteles, Historia animalium, 5, V 19; 12 (auctor 384BC-322BC)
Καί γάρ οἱ τῶν μελιττῶν καί ἀνθρηνῶν καί σφηκῶν ὅταν μέν νέοι σκώληκες ὦσι, τρέφονταί τε καί κόπρον ἔχοντες φαίνονται· ὅταν δ’ ἐκ τῶν σκωλήκων εἰς τήν διατύπωσιν ἔλθωσι, καλοῦνται μέν νύμφαι τότε, οὐ λαμβάνουσι δέ τροφήν οὐδέ κόπρον ἔτ’ ἔχουσιν, ἀλλά περιειργμένοι ἀκινητίζουσιν ἕως ἂν αὐξηθῶσιν· τότε δ’ ἐξέρχονται διακόψαντες ᾧ καταλήλειπται ὁ κύτταρος.
96Aristoteles, Historia animalium, 5, V 19; 23 (auctor 384BC-322BC)
Μεθ’ ἡμέρας δ’ ὀλίγας ἵστανται ὀρθαί ἐπί τοῦ ὕδατος ἀκινητίζουσαι καί σκληραί, κἄπειτα περιρραγέντος τοῦ κελύφους ἡ ἐμπίς ἄνω ἐπικάθηται, ἕως ἂν ἥλιος ἢ πνεῦμα κινήσῃ· τότε δ’ ἤδη πέτεται.
97Aristoteles, Historia animalium, 5, V 22; 22 (auctor 384BC-322BC)
Κόπρον δέ προΐεται, ἕως ἂν ᾖ σκωλήκιον, ὕστερον δ’ οὐκέτι, πλήν ἐάν μή ἐξέλθῃ, ὥσπερ ἐλέχθη πρότερον.
98Aristoteles, Historia animalium, 5, V 33; 9 (auctor 384BC-322BC)
Λέγουσι δέ τινες ὅτι καί αὐξάνεται ἕως ἂν ζῇ.
99Aristoteles, Historia animalium, 6, VI 2; 6 (auctor 384BC-322BC)
Ἐκπέττεται μέν οὖν ἐπῳαζόντων τῶν ὀρνίθων, οὐ μήν ἀλλά καί αὐτόματα ἐν τῇ γῇ ὥσπερ ἐν Αἰγύπτῳ, κατορυττόντων εἰς τήν κόπρον· καί ἐν Συρακούσαις δέ φιλοπότης τις ὑποτιθέμενος ὑπό τήν ψίαθον εἰς τήν γῆν τοσοῦτον ἔπινεν, ὡς φασί, χρόνον συνεχῶς, ἕως ἐκλέποι τά ᾠά.
100Aristoteles, Historia animalium, 6, VI 8; 5 (auctor 384BC-322BC)
Τῶν δέ φαβῶν ἡ μέν θήλεια ἀπό δείλης ἀρξαμένη τήν τε νύχθ’ ὅλην ἐπῳάζει καί ἕως ἀκρατίσματος ὥρας, ὁ δ’ ἄρρην τό λοιπόν τοῦ χρόνου.
101Aristoteles, Historia animalium, 6, VI 10; 10 (auctor 384BC-322BC)
Ἔστι δέ νέοις μέν οὖσιν ὁ ὀμφαλός μακρός, αὐξανομένοις δ’ ἐλάττων, καί τέλος μικρός, ἕως ἂν εἰσέλθῃ, καθάπερ ἐλέχθη ἐπί τῶν ὀρνίθων.
102Aristoteles, Historia animalium, 6, VI 13; 20 (auctor 384BC-322BC)
Ὅταν δ’ ἀναλωθῇ τό ᾠόν, γίνονται γυρινώδεις, καί τό μέν πρῶτον οὐδεμίαν τροφήν λαμβάνοντα αὐξάνονται ἐκ τῆς ἀπό τοῦ ᾠοῦ ἐγγιγνομένης ὑγρότητος, ὕστερον δέ τρέφονται ἕως ἂν αὐξηθῶσι τοῖς ποταμίοις ὕδασιν.
103Aristoteles, Historia animalium, 6, VI 17; 7 (auctor 384BC-322BC)
Καί ὅλως ἐν κινήσει περί τόν χρόνον τοῦτον διατελοῦσιν ὄντες, ἕως ἂν ἐκτέκωσιν· καί μάλιστα ὁ κεστρεύς τοῦτο ποιεῖ τῶν ἰχθύων· ὅταν δ’ ἐκτέκωσιν, ἡσυχάζουσιν.
104Aristoteles, Historia animalium, 6, VI 18; 19 (auctor 384BC-322BC)
Ὅταν δ’ ἐμπέσῃ τό πάθος, οὐδένα ἐῶσι πλησιάζειν, ἕως ἂν ἢ ἀπείπωσι διά τόν πόνον ἢ πρός θάλατταν ἔλθωσιν· τότε δ’ ἐκβάλλουσί τι.
105Aristoteles, Historia animalium, 6, VI 19; 7 (auctor 384BC-322BC)
Ὀχεύει δέ καί ὀχεύεται, ἕως ἂν ζῇ, καί πρόβατον καί αἴξ.
106Aristoteles, Historia animalium, 6, VI 20; 22 (auctor 384BC-322BC)
Ὀχεύονται δ’ αἱ θήλειαι καί ὀχεύουσιν οἱ ἄρρενες ἕως ἂν ζῶσιν.
107Aristoteles, Historia animalium, 6, VI 21; 8 (auctor 384BC-322BC)
Τίκτει δ’ ἓν τά πλεῖστα, ὀλιγάκις δέ δύο· καί τίκτει καί ὀχεύει ἕως ἂν ζῇ.
108Aristoteles, Historia animalium, 6, VI 22; 27 (auctor 384BC-322BC)
Ὀχεύει δ’ ὁ μέν ἄρρην πᾶσάν τε ὥραν καί ἕως ζῇ· καί ἡ θήλεια δ’ ὀχεύεται ἕως ἂν ζῇ, οὔπω δέ πᾶσαν ὥραν, ἐάν μή τις δεσμόν ἢ ἄλλην τινά προσενέγκῃ ἀνάγκην· ὥρα δ’ οὐκ ἀφαιρεῖται οὐδεμία τεταγμένη τοῦ ὀχεύεσθαι καί ὀχεύειν.
109Aristoteles, Historia animalium, 6, VI 29; 14 (auctor 384BC-322BC)
Οὕτω δέ διάγουσιν, ἕως ἂν ὕδωρ γένηται· μετά δέ ταῦτα τρέπονται πρός τήν νομήν.
110Aristoteles, Historia animalium, 6, VI 29; 18 (auctor 384BC-322BC)
Ἐν δέ τῷ φεύγειν ἀνάπαυσιν ποιοῦνται τῶν δρόμων, καί ὑφιστάμενοι μένουσιν ἕως ἂν πλησίον ἔλθῃ ὁ διώκων· τότε δέ πάλιν φεύγουσιν.
111Aristoteles, Historia animalium, 7, VII 1; 18 (auctor 384BC-322BC)
Ὡς ἐπί τό πολύ δέ συμβαίνει τοῦτο, ὅσαι ἂν παῖδες οὖσαι περιττωματικαί ὦσιν· μελλόντων γάρ καί οὔπω γινομένων τῶν γυναικείων, ὅσῳ ἂν πλείων ἡ ὑγρότης ᾖ, τοσούτῳ μᾶλλον ἀναγκάζει αἴρεσθαι ἄνω, ἕως ἂν καταρραγῇ· ὥστε τότε λαβόντες ὄγκον οἱ μαστοί διαμένουσι καί εἰς τό ὕστερον.
112Aristoteles, Historia animalium, 7, VII 2; 4 (auctor 384BC-322BC)
Πονοῦσι γάρ τάς ἡμέρας τάς ἡμέρας ταύτας· ταῖς μέν γάρ ἀθρόα ἡ κάθαρσις γίνεται ταῖς δέ κατ’ ὀλίγον, τό δέ σῶμα βαρύνεται πάσαις, ἕως ἂν ἐξέλθῃ.
113Aristoteles, Historia animalium, 7, VII 2; 5 (auctor 384BC-322BC)
Πολλαῖς δέ καί ὅταν ὁρμᾷ τά καταμήνια καί μέλλῃ ῥήγνυσθαι, πνιγμοί γίνονται καί ψόφος ἐν ταῖς ὑστέραις, ἕως ἂν ῥαγῇ.
114Aristoteles, Historia animalium, 7, VII 2; 10 (auctor 384BC-322BC)
Πολλαῖς δέ καί διά τό δεῖσθαι τῆς συνουσίας ἢ διά τήν νεότητα καί τήν ἡλικίαν, ἢ διά τό χρόνον ἀπέχεσθαι πολύν, καταβαίνουσιν αἱ ὑστέραι κάτω, καί τά γυναικεῖα γίνεται πολλάκις τρίς τοῦ μηνός, ἕως ἂν συλλάβωσιν· τότε δ’ ἀπέρχονται πάλιν εἰς τόν ἄνω τόπον τόν οἰκεῖον.
115Aristoteles, Historia animalium, 7, VII 11; 1 (auctor 384BC-322BC)
Μετά δέ τούς τόκους καί τάς καθάρσεις ταῖς γυναιξί τό γάλα πληθύνεται, καί ἐνίαις ῥεῖ οὐ μόνον κατά τάς θηλάς ἀλλά πολλαχῇ τοῦ μαστοῦ, ἐνίαις δέ καί κατά τάς μασχάλας· καί διαμένουσιν εἰς τόν ὕστερον χρόνον στραγγαλίδες, ὅταν μή ἐκπεφθῇ μηδέ ἐξέλθῃ ὑγρότης, ἀλλά πληρωθῇ· ἅπας γάρ ὁ μαστός σομφός ἐστιν οὕτως, ὥστε κἂν ἐν τῷ πόματι λάβωσι τρίχα, πόνος ἐγγίνεται ἐν τοῖς μαστοῖς (ὃ καλοῦσι τριχιᾶν), ἕως ἂν ἢ αὐτομάτη ἐξέλθῃ θλιβομένη ἢ μετά γάλακτος ἐκθηλασθῇ.
116Aristoteles, Historia animalium, 7, VII 11; 2 (auctor 384BC-322BC)
Τό δέ γάλα ἔχουσιν ἕως ἂν πάλιν συλλάβωσιν· τότε δέ παύεται καί σβέννυται ὁμοίως ἐπ’ ἀνθρώπων καί τῶν ἄλλων ζῳοτόκων καί τετραπόδων.
117Aristoteles, Historia animalium, 8, VIII 4; 7 (auctor 384BC-322BC)
Λαμβάνει μέν οὖν ὁ ὄφις ὅθεν ἂν τύχῃ τό διδόμενον (ἐσθίει γάρ καί ὀρνίθια καί θηρία, καί ᾠά καταπίνει), λαβών δ’ ἐπανάγει, ἕως ἂν ἐπί τό ἄκρον ἐλθών εἰς εὐθύ καταστήσῃ, κἄπειθ’ οὕτω συνάγει ἑαυτόν καί συστέλλει εἰς μικρόν ὥστ’ ἐκταθέντος κάτω γίνεσθαι τό καταποθέν.
118Aristoteles, Historia animalium, 8, VIII 17; 4 (auctor 384BC-322BC)
Ἡ δέ θήλεια καί τίκτει περί τοῦτον τόν καιρόν, καί φωλεῖ ἕως ἂν ἐζάγειν ὥρα ᾖ τούς σκύμνους· τοῦτο δέ ποιεῖ τοῦ ἔαρος περί τρίτον μῆνα ἀπό τροπῶν.
119Aristoteles, Historia animalium, 8, VIII 21; 3 (auctor 384BC-322BC)
Γίνεται δέ σαπρόν εὐθύς καί τό ἐχόμενον, ἕως ἂν ἔλθῃ πρός τόν πλεύμονα· τότε δ’ ἀποθνήσκει.
120Aristoteles, Historia animalium, 8, VIII 21; 12 (auctor 384BC-322BC)
Οὐκ ἔχουσι δέ χαλάζας, ἕως ἂν ὦσι γαλαθηναί μόνον.
121Aristoteles, Historia animalium, 8, VIII 24; 10 (auctor 384BC-322BC)
Τό τε νυμφιᾶν καλούμενον, ἐν ᾧ συμβαίνει κατέχεσθαι ὅταν αὐλῇ τις, καί κατωπιᾶν· καί ὅταν ἀναβῇ τις, τροχάζει, ἕως ἂν μέλλῃ κατά τινας θεῖν· κατηφεῖ δ’ ἀεί, κἂν λυττήσῃ.
122Aristoteles, Historia animalium, 9, IX 1; 13 (auctor 384BC-322BC)
Πόλεμος μέν οὖν πρός ἄλληλα τοῖς ζῴοις ἐστίν, ὅσα τούς αὐτούς τε κατέχει τόπους καί ἀπό τῶν αὐτῶν ποιεῖται τήν ζωήν· ἐάν γάρ ᾖ σπάνιος ἡ τροφή, καί πρός ἄλληλα τά ὁμόφυλα μάχεται, ἐπεί καί τάς φώκας φασί πολεμεῖν τάς περί τόν αὐτόν τόπον, καί ἄρρενι ἄρρενα καί θηλείᾳ θήλειαν, ἕως ἂν ἀποκτείνῃ ἢ ἐκβληθῇ θάτερον ὑπό θατέρου· καί τά σκυμνία ὡσαύτως πάντα.
123Aristoteles, Historia animalium, 9, IX 1; 61 (auctor 384BC-322BC)
Τούς δέ τοίχους καταβάλλει ὁ ἐλέφας τούς ὀδόντας τούς μεγάλους προσβάλλων· τούς δέ φοίνικας τῷ μετώπῳ, ἕως ἂν κατακλίνῃ, ἔπειτα τοῖς ποσίν ἐπιβαίνων κατατείνει ἐπί τῆς γῆς.
124Aristoteles, Historia animalium, 9, IX 1; 62 (auctor 384BC-322BC)
Ἔστι δέ καί ἡ θήρα τῶν ἐλεφάντων τοιάδε· ἀναβάντες ἐπί τινας τῶν τιθασσῶν καί ἀνδρείων διώκουσι, καί ὅταν καταλάβωσι, τύπτειν προστάττουσι τούτοις, ἕως ἂν ἐκλύσωσιν· τότε δ’ ὁ ἐλεφαντιστής ἐπιπηδήσας κατευθύνει τῷ δρεπάνῳ.
125Aristoteles, Historia animalium, 9, IX 8; 5 (auctor 384BC-322BC)
Ὅταν δέ τις θηρεύῃ περιπεσών τῇ νεοττιᾷ, προκυλινδεῖται ἡ πέρδιξ τοῦ θηρεύοντος ὡς ἐπίληπτος οὖσα, καί ἐπισπᾶται ὡς ληψόμενον ἐφ’ ἑαυτήν, ἕως ἂν διαδράσῃ τῶν νεοττῶν ἕκαστος· μετά δέ ταῦτα ἀναπτᾶσα αὐτή ἀνακαλεῖται πάλιν.
126Aristoteles, Historia animalium, 9, IX 8; 9 (auctor 384BC-322BC)
Καί ἐάν ὑπ’ ἀνθρώπου ὀφθῇ, ὥσπερ περί τούς νεοττούς, οὕτω καί ἀπό τῶν ᾠῶν ὑπάγει, πρό ποδῶν φαινομένη τοῦ ἀνθρώπου, ἕως ἂν ἀπαγάγῃ.
127Aristoteles, Historia animalium, 9, IX 32; 21 (auctor 384BC-322BC)
Τρέφουσι δέ τούς νεοττούς ἕως ἂν δυνατοί γένωνται πέτεσθαι· τότε δ’ ἐκ τῆς νεοττιᾶς αὐτούς ἐκβάλλουσι καί ἐκ τοῦ τόπου τοῦ περί αὐτήν παντός ἀπελαύνουσιν.
128Aristoteles, Historia animalium, 9, IX 34; 11 (auctor 384BC-322BC)
Ὅταν δ’ ἴδῃ ὁ ὄρνις ἀνακύπτων τόν ἁλιάετον, πάλιν φοβηθείς καταδύεται ὡς ἑτέρᾳ ἀνακύψων· ὁ δέ διά τό ὀξύ ὁρᾶν ἀεί πέτεται, ἕως ἂν ἀποπνίξῃ ἢ λάβῃ μετέωρον.
129Aristoteles, Historia animalium, 9, IX 37; 11 (auctor 384BC-322BC)
Ἣν δέ καλοῦσι σκολόπενδραν, ὅταν καταπίῃ τό ἄγκιστρον, ἐκτρέπεται τά ἐντός ἐκτός, ἕως ἂν ἐκβάλῃ τό ἄγκιστρον· εἶθ’ οὕτως εἰστρέπεται πάλιν ἐντός.
130Aristoteles, Historia animalium, 9, IX 37; 16 (auctor 384BC-322BC)
Τῶν δέ ποταμίων ὁ γλάνις ὁ ἄρρην περί τά τέκνα ποιεῖται ἐπιμέλειαν πολλήν· ἡ μέν γάρ θήλεια τεκοῦσα ἀπαλλάττεται, ὁ δ’ ἄρρην, οὗ ἂν πλεῖστον συστῇ τοῦ κυήματος, ᾠοφυλακεῖ παραμένων, οὐδεμίαν ὠφέλειαν ἄλλην παρεχόμενος πλήν ἐρύκων τἆλλα ἰχθύδια μή διαρπάσωσι τόν γόνον· καί τοῦτο ποιεῖ ἡμέρας καί τετταράκοντα καί πεντήκοντα, ἕως ἂν αὐξηθείς ὁ γόνος δύνηται διαφεύγειν ἀπό τῶν ἄλλων ἰχθύων.
131Aristoteles, Historia animalium, 9, IX 39; 4 (auctor 384BC-322BC)
Τοῦτο μέν οὖν τό μικρόν οὐχ ὑφαίνει ἀράχνιον, τό δέ μεῖζον τραχύ καί φαῦλον πρός τῇ γῇ· καί ταῖς αἱμασιαῖς· ἐπί τοῖς στομίοις δ’ ἀεί ποιεῖ τό ἀράχνιον, καί ἔνδον ἔχον τάς ἀρχάς τηρεῖ, ἕως ἂν ἐμπεσόν τι κινηθῇ· ἔπειτα προσέρχεται.
132Aristoteles, Historia animalium, 9, IX 39; 7 (auctor 384BC-322BC)
Τήν μέν οὖν κοίτην καί τήν ἀπόθεσιν τῆς θήρας ἄλλοθι ποιεῖται, τήν δέ θήραν ἐπί τοῦ μέσου τηροῦσα· κἄπειθ’ ὅταν ἐμπέσῃ τι, κινηθέντος τοῦ μέσου πρῶτον μέν περιδεῖ καί περιελίττει τοῖς ἀραχνίοις, ἕως ἂν ἀχρεῖον ποιήσῃ, μετά δέ ταῦτ’ ἀπήνεγκεν ἀραμένη, καί ἐάν μέν τύχῃ πεινῶσα, ἐξεχύλισεν (αὕτη γάρ ἡ ἀπόλαυσις), εἰ δέ μή, πάλιν ὁρμᾷ πρός τήν θήραν, ἀκεσαμένη πρῶτον τό διερρωγός· ἐάν δέ τι μεταξύ ἐμπέσῃ, πρῶτον ἐπί τό μέσον βαδίζει, κἀκεῖθεν ἐπανέρχεται πρός τό ἐμπεσόν ὥσπερ ἀπ’ ἀρχῆς.
133Aristoteles, Historia animalium, 9, IX 39; 13 (auctor 384BC-322BC)
Περιτίθεται δέ καί περιελίττεται καί τοῖς μείζοσι ζῴοις, ἐπεί καί ταῖς σαύραις ταῖς μικραῖς ἐπιβάλλον περί τό στόμα περιθέον ἀφίησιν, ἕως ἂν συλλάβῃ τό στόμα· τότε δ’ ἤδη δάκνει προσελθόν.
134Aristoteles, Historia animalium, 9, IX 40; 14 (auctor 384BC-322BC)
Ἄρχονται δέ τῶν ἱστῶν ἄνωθεν ἀπό τῆς ὀροφῆς τοῦ σμήνους, καί κάτω συνυφεῖς ποιοῦσιν ἕως τοῦ ἐδάφους ἱστούς πολλούς.
135Aristoteles, Historia animalium, 9, IX 40; 21 (auctor 384BC-322BC)
Φασί δέ καί ἐάν ἀποπλανηθῇ ὁ ἀφεσμός, ἀνιχνευούσας μεταθεῖν ἕως ἂν εὕρωσι τόν ἡγεμόνα τῇ ὀσμῇ.
136Aristoteles, Historia animalium, 9, IX 40; 24 (auctor 384BC-322BC)
Καθ’ ἑκάστην δέ πτῆσιν οὐ βαδίζει ἡ μέλιττα ἐφ’ ἕτερα τῷ εἴδει ἄνθη, οἷον ἀπό ἴου ἐπί ἴον, καί οὐ θιγγάνει ἄλλου γε, ἕως ἂν εἰς τό σμῆνος εἰσπετασθῇ.
137Aristoteles, Historia animalium, 9, IX 40; 104 (auctor 384BC-322BC)
Ὄρθριαι δέ σιωπῶσιν, ἕως ἂν μία ἐγείρῃ βομβήσασα δίς ἢ τρίς· τότε δ’ ἐπ’ ἔργον ἀθρόαι πέτονται, καί ἐλθοῦσαι πάλιν θορυβοῦσι τό πρῶτον, κατά μικρόν δ’ ἧττον, ἕως ἂν μία περιπετομένη βομβήσῃ, ὥσπερ σημαίνουσα καθεύδειν· εἶτ’ ἐξαπίνης σιωπῶσιν.
138Aristoteles, Historia animalium, 9, IX 44; 4 (auctor 384BC-322BC)
Ἐν δέ ταῖς θήραις ὁρώμενος μέν οὐδέποτε φεύγει οὐδέ πτήσσει, ἀλλ’ ἐάν καί διά πλῆθος ἀναγκασθῇ τῶν θηρευόντων ὑπαγαγεῖν βάδην ὑποχωρεῖ καί κατά σκέλος, κατά βραχύ ἐπιστρεφόμενος· ἐάν μέντοι ἐπιλάβηται δασέος, φεύγει ταχέως, ἕως ἂν καταστῇ εἰς φανερόν· τότε δέ πάλιν ὑπάγει βάδην.
139Aristoteles, Historia animalium, 9, IX 46; 6 (auctor 384BC-322BC)
Ποιεῖται δέ καί διά τοῦ ὕδατος τήν πορείαν, ἕως τούτου δέ προέρχεται ἕως ἂν ὁ μυκτήρ ὑπερέχῃ αὐτοῦ· ἀναφυσᾷ γάρ διά τούτου καί τήν ἀναπνοήν ποιεῖται.
140Aristoteles, Historia animalium, 10, X 3; 29 (auctor 384BC-322BC)
Καί ὅταν μέν τοῦτο σφόδρα πάθῃ ἡ ὑστέρα καί γένηται ὑπέρξηρος, ταχύ τε ἀπέβαλε καί ταχύ δῆλον γίνεται ὅτι οὐ κύει· ἐάν δέ μή σφόδρα ταχέως ταῦτα ποιῇ, ἐν τῷ μεταξύ χρόνῳ δοκεῖ κύειν, ὃ ἂν ἔχῃ αὐτή πρός αὑτήν, ἕως ἂν ἀποβάλῃ.
141Aristoteles, Historia animalium, 10, X 3; 30 (auctor 384BC-322BC)
Καί ὅμοια συμβαίνει ταχύ ταύταις πάθη οἷα ταῖς ὀρθῶς κυούσαις, καί ἐάν γίγνηται πολύς χρόνος, αἴρεται ἡ ὑστέρα, ὥστε φανερῶς δοκεῖ κύειν, ἕως ἂν ἀποπέσῃ· τότε δ’ ὁμοία ἐγένετο οἵα πρό τοῦ ἦν.
142Aristoteles, Historia animalium, 10, X 7; 5 (auctor 384BC-322BC)
Ἐπεί δ’ ὁ χρόνος ἦν τοῦ τόκου, οὔτε ἔτικτεν οὔτε ὁ ὄγκος ἐλάττων ἐγίγνετο, ἀλλ’ ἔτη τρία ἢ τέτταρα οὕτω διετέλεσεν, ἕως δυσεντερίας γενομένης καί κινδυνευσάσης αὐτῆς ἔτεκε σάρκα εὐμεγέθη, ἣν καλοῦσι μύλην.
143Aristoteles, Metaphysica, 5, 28; 1 (auctor 384BC-322BC)
γένος λέγεται τὸ μὲν ἐὰν ᾖ ἡ γένεσις συνεχὴς τῶν τὸ εἶδος ἐχόντων τὸ αὐτό, οἷον λέγεται ἕως ἂν ἀνθρώπων γένος ᾖ, ὅτι ἕως ἂν ᾖ ἡ γένεσις συνεχὴς αὐτῶν· τὸ δὲ ἀφ' οὗ ἂν ὦσι πρώτου κινήσαντος εἰς τὸ εἶναι· οὕτω γὰρ λέγονται Ἕλληνες τὸ γένος οἱ δὲ Ἴωνες, τῷ οἱ μὲν ἀπὸ Ἕλληνος οἱ δὲ ἀπὸ Ἴωνος εἶναι πρώτου γεννήσαντος· καὶ μᾶλλον οἱ ἀπὸ τοῦ γεννήσαντος ἢ τῆς ὕλης (λέγονται γὰρ καὶ ἀπὸ τοῦ θήλεος τὸ γένος, οἷον οἱ ἀπὸ Πύρρας) .
144Aristoteles, Metaphysica, 7, 7; 6 (auctor 384BC-322BC)
γίγνεται δὲ τὸ ὑγιὲς νοήσαντος οὕτως· ἐπειδὴ τοδὶ ὑγίεια, ἀνάγκη εἰ ὑγιὲς ἔσται τοδὶ ὑπάρξαι, οἷον ὁμαλότητα, εἰ δὲ τοῦτο, θερμότητα· καὶ οὕτως ἀεὶ νοεῖ, ἕως ἂν ἀγάγῃ εἰς τοῦτο ὃ αὐτὸς δύναται ἔσχατον ποιεῖν.
145Aristoteles, Metaphysica, 7, 12; 12 (auctor 384BC-322BC)
καὶ οὕτως ἀεὶ βούλεται βαδίζειν ἕως ἂν ἔλθῃ εἰς τὰ ἀδιάφορα· τότε δ' ἔσονται τοσαῦτα εἴδη ποδὸς ὅσαιπερ αἱ διαφοραί, καὶ τὰ ὑπόποδα ζῷα ἴσα ταῖς διαφοραῖς.
146Aristoteles, Metaphysica, 9, 8; 21 (auctor 384BC-322BC)
κατά τε δὴ τοῦτον τὸν λόγον φανερὸν ὅτι πρότερον τῇ οὐσίᾳ ἐνέργεια δυνάμεως, καὶ ὥσπερ εἴπομεν, τοῦ χρόνου ἀεὶ προλαμβάνει ἐνέργεια ἑτέρα πρὸ ἑτέρας ἕως τῆς τοῦ ἀεὶ κινοῦντος πρώτως.
147Aristoteles, Metaphysica, 11, 8; 7 (auctor 384BC-322BC)
εἰ γὰρ τόδε μὲν ἔστι τοῦδε ὄντος τόδε δὲ τοῦδε, τοῦτο δὲ μὴ ὅπως ἔτυχεν ἀλλ' ἐξ ἀνάγκης, ἐξ ἀνάγκης ἔσται καὶ οὗ τοῦτ' ἦν αἴτιον ἕως τοῦ τελευταίου λεγομένου αἰτιατοῦ (τοῦτο δ' ἦν κατὰ συμβεβηκός) , ὥστ' ἐξ ἀνάγκης ἅπαντ' ἔσται, καὶ τὸ ὁποτέρως ἔτυχε καὶ τὸ ἐνδέχεσθαι καὶ γενέσθαι καὶ μὴ παντελῶς ἐκ τῶν γιγνομένων ἀναιρεῖται.
148Aristoteles, Meteorologica, 1, I 13; 4 (auctor 384BC-322BC)
Διό βέλτιον οἱ πολλοί λέγουσιν ἄνευ ζητήσεως τῶν μετά ζητήσεως οὕτω λεγόντων· εἰ μέν γάρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τά πνεύματα τόν αὐτόν τρόπον, τάχ’ ἄν τι λέγοιεν οἱ λέγοντες οὕτως· εἰ δ’ ὁμοίως ἐνταῦθα κἀκεῖ, δῆλον ὅτι τό κόμψευμα ἂν εἴη τοῦτο ψεῦδος, ἐπεί τοῦτό γε προσήκουσαν ἔχει σκέψιν, τί τ’ ἐστίν ὁ ἄνεμος, καί γίνεται πῶς, καί τί τό κινοῦν, καί ἡ ἀρχή πόθεν αὐτῶν, καί πότερον ἄρ’ ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῥέοντα τόν ἄνεμον, καί μέχρι τούτου ῥεῖν ἕως ἂν κενωθῇ τό ἀγγεῖον, οἷον ἐξ ἀσκῶν ἀφιέμενον, ἢ καθάπερ καί οἱ γραφεῖς γράφουσιν, ἐξ αὑτῶν τήν ἀρχήν ἀφιέντας.
149Aristoteles, Meteorologica, 1, I 14; 25 (auctor 384BC-322BC)
Τῷ χρόνῳ δέ ταῦτα ξηραίνεται γιγνόμενα μᾶλλον, θάτερα δ’ ἐλάττω τά ἔφυδρα, ἕως ἂν ἔλθῃ πάλιν ἡ καταβολή τῆς περιόδου τῆς αὐτῆς.
150Aristoteles, Meteorologica, 2, II 2; 14 (auctor 384BC-322BC)
Ἀναγκαῖον δ’ εἶναι τοῦτο συμβαίνειν περί αὐτόν ἢ φθείρεσθαι· καί γάρ τό φανερόν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῆν, τό δ’ ὑγρόν τῷ πυρί τροφήν εἶναι μόνον, ὥσπερ ἀφικνούμενον μέχρι πρός τόν ἥλιον τό ἀναγόμενον τοῦ ὑγροῦ, ἢ τήν ἄνοδον τοιαύτην οὖσαν οἵανπερ τῇ γιγνομένῃ φλογί, δι’ ἧς τό εἰκός λαβόντες οὕτω καί περί τοῦ ἡλίου ὑπέλαβον· Τό δ’ οὐκ ἔστιν ὅμοιον· ἡ μέν γάρ φλόξ διά συνεχοῦς ὑγροῦ καί ξηροῦ μεταβαλλόντων γίγνεται καί οὐ τρέφεται (οὐ γάρ ἡ αὐτή οὖσα διαμένει οὐθένα χρόνον ὡς εἰπεῖν), περί δέ τόν ἥλιον ἀδύνατον τοῦτο συμβαίνειν, ἐπεί τρεφομένου γε τόν αὐτόν τρόπον, ὥσπερ ἐκεῖνοί φασι, δῆλον ὅτι καί ὁ ἥλιος οὐ μόνον καθάπερ ὁ Ἡράκλειτός φησι, νέος ἐφ’ ἡμέρῃ ἐστίν, ἀλλ’ ἀεί νέος συνεχῶς.
151Aristoteles, Meteorologica, 2, II 5; 16 (auctor 384BC-322BC)
Διό διαλείποντες οὗτοι πνέουσιν, ἕως ἂν ἐπί τροπαῖς πάλιν ταῖς θεριναῖς πνέωσιν οἱ ἐτησίαι, ἐπεί θέλει γ’ ὅτι μάλιστα συνεχῶς ἐντεῦθεν ἀεί πνεῖν ἄνεμος.
152Aristoteles, Meteorologica, 2, II 5; 26 (auctor 384BC-322BC)
Ἐπεί δ’ ὁμοίως ἔχειν ἀνάγκη τόπον τινά πρός τόν ἕτερον πόλον ὥσπερ ὃν ἡμεῖς οἰκοῦμεν πρός τόν ὑπέρ ἡμῶν, δῆλον ὡς ἀνάλογον ἕξει τά τ’ ἄλλα καί τῶν πνευμάτων ἡ στάσις· ὥστε καθάπερ ἐνταῦθα βορέας ἐστί, κἀκείνοις ἀπό τῆς ἐκεῖ ἄρκτου τις ἄνεμος οὕτως ὤν, ὃν οὐθέν δυνατόν διήκειν δεῦρο, ἐπεί οὐδ’ ὁ βορέας οὗτος εἰς τήν ἐνταῦθα οἰκουμένην πᾶσάν ἐστιν· ἔστι γάρ ὥσπερ ἀπόγειον τό πνεῦμα τό βόρειον, ἕως ὁ βορέας οὗτος εἰς τήν ἐνταῦθα οἰκουμένην πνεῖ.
153Aristoteles, Meteorologica, 2, II 8; 43 (auctor 384BC-322BC)
Ἕως ἂν οὖν ἀναλωθῇ τά ὑπόλοιπα τούτων, ἀνάγκη σείειν, ἠρεμαίτερον δέ καί μέχρι τούτου ἕως ἂν ἔλαττον ᾖ τό ἀναθυμιώμενον ἢ ὥστε δύνασθαι κινεῖν ἐπιδήλως.
154Aristoteles, Meteorologica, 3, III 1; 6 (auctor 384BC-322BC)
Ὅταν δέ τό ἐκκρινόμενον πνεῦμα τό ἐν τῷ νέφει ἑτέρῳ ἀντιτυπήσῃ οὕτως, ὥσπερ ὅταν ἐξ εὐρέος εἰς στενόν βιάζηται ὁ ἄνεμος ἐν πύλαις ἢ ὁδοῖς· συμβαίνει γάρ πολλάκις ἐν τοῖς τοιούτοις ἀπωσθέντος τοῦ πρώτου μορίου τοῦ ῥέοντος σώματος διά τό μή ὑπείκειν, ἢ διά στενότητα ἢ διά τό ἀντιπνεῖν, κύκλον καί δίνην γίνεσθαι τοῦ πνεύματος· τό μέν γάρ εἰς τό πρόσθεν κωλύει προϊέναι, τό δ’ ὄπισθεν ἐπωθεῖ, ὥστ’ ἀναγκάζεται εἰς τό πλάγιον, ᾗ οὐ κωλύεται, φέρεσθαι, καί οὕτως ἀεί τό ἐχόμενον, ἕως ἂν ἓν γένηται, τοῦτο δ’ ἐστί κύκλος· οὗ γάρ μία φορά σχήματος, τοῦτο καί αὐτό ἀνάγκη κύκλον εἶναι.
155Aristoteles, Meteorologica, 4, IV 2; 11 (auctor 384BC-322BC)
Ἕως γάρ ἂν ἐνῇ ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτ’ ἔστιν.
156Aristoteles, Oeconomica, 2; 45 (auctor 384BC-322BC)
πρότερον οὖν συνελέγη ἀργύριον ἤ ἐδίδοσαν οἱ στρατηγοὶ πάλιν τὸν μισθόν, ὥστε συνέβαινε ταὐτὸ [τὸ] ἀργύριον δίδοσθαι ἕως εἰς οἶκον ἀπῆλθον.
157Aristoteles, Oeconomica, 2; 54 (auctor 384BC-322BC)
Χῖοι δέ, νόμου ὄντος αὐτοῖς ἀπογράφεσθαι τὰ χρέα εἰς τὸ δημόσιον, δεηθέντες χρημάτων ἐψηφίσαντο τοὺς ὀφείλοντας μὲν ἀποδοῦναι τῇ πόλει τὰ δάνεια, τὴν δὲ πόλιν ἐκ τῶν προσόδων τοὺς τόκους τοῖς δεδανεικόσι καταφέρειν, ἕως ἂν καὶ τὸ ἀρχαῖον εὐπορήσωσιν.
158Aristoteles, Oeconomica, 2; 61 (auctor 384BC-322BC)
Κόνδαλος Μαυσώλου ὕπαρχος, ὁπότε διαπορευομένῳ αὐτῷ διὰ τῆς χώρας προσενέγκοι τις πρόβατον ἢ ὗν ἢ μόσχον, ἀπογραψάμενος τὸν δόντα καὶ τὸν χρόνον, ἀπαγαγόντα εἰς οἶκον ἐκέλευε τρέφειν ἕως ἂν ἐπανέλθοι· ὁπότε δὲ δοκοίη χρόνος ἱκανὸς εἶναι, αὐτό τε τὸ τραφὲν καὶ τὴν ἐπικαρπίαν λογισάμενος ἀπῄτει.
159Aristoteles, Oeconomica, 2; 98 (auctor 384BC-322BC)
ἀπογραψαμένων δὲ ἄλλων τὰ τούτων χρήματα ἀπεχρᾶτο, ἕως ἕκαστος εἰς ἡλικίαν ἔλθοι.
160Aristoteles, Oeconomica, 2; 113 (auctor 384BC-322BC)
περὶ Κέρκυραν δὲ πολεμῶν καὶ ἀπόρως διακείμενος καὶ τῶν στρατιωτῶν αἰτούντων τοὺς μισθοὺς καὶ ἀπειθούντων αὐτῷ καὶ πρὸς τοὺς ὑπεναντίους φασκόντων ἀποπορεύεσθαι, ἐκκλησίαν συναγαγὼν ἔφησεν οὐ δύνασθαι διὰ τοὺς χειμῶνας παραγενέσθαι αὑτῷ ἀργύριον, ἐπεὶ τοσαύτην εἶναι περὶ αὑτὸν εὐπορίαν, ὥστε τὴν προδεδομένην τριμήνου σιταρχίαν δωρεὰν αὐτοῖς διδόναι· οἱ δὲ ὑπολαβόντες οὐκ ἄν ποτε προέσθαι τοσαῦτα χρήματα τὸν Τιμόθεον αὐτοῖς, εἰ μὴ τῇ ἀληθείᾳ προσδόκιμα ἦν τὰ χρήματα πρὸς αὐτόν, ἡσυχίαν εἶχον ὑπὲρ τῶν μισθῶν ἕως ἐκεῖνος διῳκήσατο ἃ ἐβούλετο.
161Aristoteles, Oeconomica, 2; 126 (auctor 384BC-322BC)
ἐπεὶ δὲ παρὰ πάντων εἰλήφει, προστάξαι αὐτοῖς ἐκέλευσεν εἰς μὲν τὸ ἱερὸν καὶ εἰς αὑτὸν τῆς δαπάνης ἧς πρότερον ἐποιοῦντο τὸ δέκατον μέρος ποιεῖσθαι, τὰ δὲ λοιπὰ αὑτῷ δανεῖσαι, ἕως ὁ πόλεμος ὁ πρὸς βασιλέα διαλυθῇ.
162Aristoteles, Oeconomica, 2; 142 (auctor 384BC-322BC)
τοῦτον δὲ τὸν τρόπον προῆγεν, ἕως εἰς τὴν τριακάδα ἦλθεν.
163Aristoteles, Oeconomica, 2; 152 (auctor 384BC-322BC)
ὁ δὲ παρὰ τούτων λαβὼν ὃ ἐδίδοσαν ἑτέρους κατέγραψεν, ἕως ἔλαβε παρὰ τούτων ἃ ἐβούλετο καὶ προσῆν παρ' ἑκάστοις.
164Aristoteles, Oeconomica, 2; 166 (auctor 384BC-322BC)
οἱ δὲ ταῦτα ἀκούοντες οὐκ ἔφασαν δεῖν πιστεύειν αὐτὸν τοῖς λέγουσί τι κατ' ἐκείνου, ἕως αὐτὸς παραγενόμενος τὸν λόγον αὐτῷ δῷ.
165Aristoteles, Oeconomica, 2; 183 (auctor 384BC-322BC)
Κλεομένης προσπορευομένης τε τῆς νουμηνίας καὶ δέον τοῖς στρατιώταις σιταρχίαν δοῦναι, κατέπλευσεν ἐξεπίτηδες· προπορευομένου δὲ τοῦ μηνὸς ἀναπλεύσας διέδωκε τὴν σιταρχίαν, εἶτα τοῦ εἰσιόντος μηνὸς διέλιπεν ἕως τῆς νουμηνίας.
166Aristoteles, Physica, 7, 2; 6 (auctor 384BC-322BC)
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δ' ἄπωσις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφο δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φορᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
167Aristoteles, Politica, 2, 1267B; 148 (auctor 384BC-322BC)
καὶ γὰρ [ἂν] οἱ χαρίεντες ἀγανακτοῖεν ὡς οὐκ ἴσων ὄντες ἄξιοι, διὸ καὶ φαίνονται πολλάκις ἐπιτιθέμενοι καὶ στασιάζοντες· ἔτι δ' ἡ πονηρία τῶν ἀνθρώπων ἄπληστον, καὶ τὸ πρῶτον μὲν ἱκανὸν διωβελία μόνον, ὅταν δ' ἤδη τοῦτ' ᾖ πάτριον, ἀεὶ δέονται τοῦ πλείονος, ἕως εἰς ἄπειρον ἔλθωσιν.
168Aristoteles, Politica, 3, 1276B; 37 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας εἰς ἄλλον καιρὸν χρήσιμος ἡ σκέψις (περὶ γὰρ μεγέθους τῆς πόλεως, τό τε πόσον καὶ πότερον ἔθνος ἓν ἢ πλείω συμφέρει, δεῖ μὴ λανθάνειν τὸν πολιτικόν) · ἀλλὰ τῶν αὐτῶν κατοικούντων τὸν αὐτὸν τόπον, πότερον ἕως ἂν ᾖ τὸ γένος ταὐτὸ τῶν κατοικούντων, τὴν αὐτὴν εἶναι φατέον πόλιν, καίπερ αἰεὶ τῶν μὲν φθειρομένων τῶν δὲ γινομένων, ὥσπερ καὶ ποταμοὺς εἰώθαμεν λέγειν τοὺς αὐτοὺς καὶ κρήνας τὰς αὐτάς, καίπερ αἰεὶ τοῦ μὲν ἐπιγινομένου νάματος τοῦ δ' ὑπεξιόντος, ἢ τοὺς μὲν ἀνθρώπους φατέον εἶναι τοὺς αὐτοὺς διὰ τὴν τοιαύτην αἰτίαν, τὴν δὲ πόλιν ἑτέραν· εἴπερ γάρ ἐστι κοινωνία τις ἡ πόλις, ἔστι δὲ κοινωνία πολιτῶν πολιτείας, γινομένης ἑτέρας τῷ εἴδει καὶ διαφερούσης τῆς πολιτείας ἀναγκαῖον εἶναι δόξειεν ἂν καὶ τὴν πόλιν εἶναι μὴ τὴν αὐτήν, ὥσπερ γε καὶ χορὸν ὁτὲ μὲν κωμικὸν ὁτὲ δὲ τραγικὸν ἕτερον εἶναί φαμεν, τῶν αὐτῶν πολλάκις ἀνθρώπων ὄντων, ὁμοίως δὲ καὶ πᾶσαν ἄλλην κοινωνίαν καὶ σύνθεσιν ἑτέραν, ἂν εἶδος ἕτερον ᾖ τῆς συνθέσεως, οἷον ἁρμονίαν τῶν αὐτῶν φθόγγων ἑτέραν εἶναι λέγομεν, ἂν ὁτὲ μὲν ᾖ Δώριος ὁτὲ δὲ Φρύγιος.
169Aristoteles, Politica, 4; 196 (auctor 384BC-322BC)
εἰσὶ δὲ οἱ τρόποι τοῦ πάντας πλείους, εἷς μὲν τὸ κατὰ μέρος ἀλλὰ μὴ πάντας ἀθρόους (ὥσπερ ἐν τῇ πολιτείᾳ τῇ Τηλεκλέους ἐστὶ τοῦ Μιλησίου· καὶ ἐν ἄλλαις δὲ πολιτείαις βουλεύονται αἱ συναρχίαι συνιοῦσαι, εἰς δὲ τὰς ἀρχὰς βαδίζουσι πάντες κατὰ μέρος ἐκ τῶν φυλῶν καὶ τῶν μορίων τῶν ἐλαχίστων παντελῶς, ἕως ἂν διεξέλθῃ διὰ πάντων) , συνιέναι δὲ μόνον περί τε νόμων θέσεως καὶ τῶν περὶ τῆς πολιτείας, καὶ τὰ παραγγελλόμενα ἀκουσομένους ὑπὸ τῶν ἀρχόντων· ἄλλος δὲ τρόπος τὸ πάντας ἀθρόους, συνιέναι δὲ μόνον πρός τε τὰς ἀρχαιρεσίας [αἱρησομένους] καὶ πρὸς τὰς νομοθεσίας καὶ περὶ πολέμου καὶ εἰρήνης καὶ πρὸς εὐθύνας, τὰ δ' ἄλλα τὰς ἀρχὰς βουλεύεσθαι τὰς ἐφ' ἑκάστοις τεταγμένας, αἱρετὰς οὔσας ἐξ ἁπάντων ἢ κληρωτάς· ἄλλος δὲ τρόπος τὸ περὶ τὰς ἀρχὰς καὶ τὰς εὐθύνας ἀπαντᾶν τοὺς πολίτας, καὶ περὶ πολέμου βουλευσομένους καὶ συμμαχίας, τὰ δ' ἄλλα τὰς ἀρχὰς διοικεῖν αἱρετὰς οὔσας, ὅσας ἐνδέχεται, τοιαῦται δ' εἰσὶν ὅσας ἄρχειν ἀναγκαῖον τοὺς ἐπισταμένους· τέταρτος δὲ τρόπος τὸ πάντας περὶ πάντων βουλεύεσθαι συνιόντας, τὰς δ' ἀρχὰς περὶ μηθενὸς κρίνειν ἀλλὰ μόνον προανακρίνειν, ὅνπερ ἡ τελευταία δημοκρατία νῦν διοικεῖται τρόπον, ἣν ἀνάλογόν φαμεν εἶναι ὀλιγαρχίᾳ τε δυναστευτικῇ καὶ μοναρχίᾳ τυραννικῇ.
170Aristoteles, Politica, 4; 231 (auctor 384BC-322BC)
ἢ γὰρ πάντες ἐκ πάντων αἱρέσει, ἢ πάντες ἐκ πάντων κλήρῳ – καί ἢ ἐξ ἁπάντων, ἢ ὡς ἀνὰ μέρος, οἷον κατὰ φυλὰς καὶ δήμους καὶ φατρίας, ἕως ἂν διέλθῃ διὰ πάντων τῶν πολιτῶν, ἢ ἀεὶ ἐξ ἁπάντων, – ἢ καὶ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως· πάλιν εἰ τινὲς οἱ καθιστάντες, ἢ ἐκ πάντων αἱρέσει ἢ ἐκ πάντων κλήρῳ, ἢ ἐκ τινῶν αἱρέσει ἢ ἐκ τινῶν κλήρῳ, ἢ τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως, λέγω δὲ τὰ μὲν [ἐκ πάντων] αἱρέσει τὰ δὲ κληρῷ καὶ τὰ μὲν ἐκ τινῶν αἱρέσει τὰ δὲ κληρῷ· ὥστε δώδεκα οἱ τρόποι γίνονται χωρὶς τῶν δύο συνδυασμῶν.
171Aristoteles, Politica, 5, 1303B; 42 (auctor 384BC-322BC)
στασιωτικὸν δὲ καὶ τὸ μὴ ὁμόφυλον, ἕως ἂν συμπνεύσῃ· ὥσπερ γὰρ οὐδ' ἐκ τοῦ τυχόντος πλήθους πόλις γίγνεται, οὕτως οὐδ' ἐν τῷ τυχόντι χρόνῳ· διὸ ὅσοι ἤδη συνοίκους ἐδέξαντο ἢ ἐποίκους, οἱ πλεῖστοι διεστασίασαν· οἷον Τροιζηνίοις Ἀχαιοὶ συνῴκησαν Σύβαριν, εἶτα πλείους οἱ Ἀχαιοὶ γενόμενοι ἐξέβαλον τοὺς Τροιζηνίους, ὅθεν τὸ ἄγος συνέβη τοῖς Συβαρίταις· καὶ ἐν Θουρίοις Συβαρῖται τοῖς συνοικήσασιν (πλεονεκτεῖν γὰρ ἀξιοῦντες ὡς σφετέρας τῆς χώρας ἐξέπεσον) · καὶ Βυζαντίοις οἱ ἔποικοι ἐπιβουλεύοντες φωραθέντες ἐξέπεσον διὰ μάχης· καὶ Ἀντισσαῖοι τοὺς Χίων φυγάδας εἰσδεξάμενοι διὰ μάχης ἐξέβαλον· Ζαγκλαῖοι δὲ Σαμίους ὑποδεξάμενοι ἐξέπεσον αὐτοί· καὶ Ἀπολλωνιᾶται οἱ ἐν τῷ Εὐξείνῳ πόντῳ ἐποίκους ἐπαγαγόμενοι ἐστασίασαν· καὶ Συρακούσιοι μετὰ τὰ τυραννικὰ τοὺς ξένους καὶ τοὺς μισθοφόρους πολίτας ποιησάμενοι ἐστασίασαν καὶ εἰς μάχην ἦλθον· καὶ Ἀμφιπολῖται δεξάμενοι Χαλκιδέων ἐποίκους ἐξέπεσον ὑπὸ τούτων οἱ πλεῖστοι αὐτῶν.
172Aristoteles, Politica, 5; 70 (auctor 384BC-322BC)
παραπλησίως δὲ καὶ ἡ ἐν Μεγάροις κατελύθη δημοκρατία· οἱ γὰρ δημαγωγοί, ἵνα χρήματα ἔχωσι δημεύειν, ἐξέβαλον πολλοὺς τῶν γνωρίμων, ἕως πολλοὺς ἐποίησαν τοὺς φεύγοντας, οἱ δὲ κατιόντες ἐνίκησαν μαχόμενοι τὸν δῆμον καὶ κατέστησαν τὴν ὀλιγαρχίαν.
173Aristoteles, Politica, 5; 84 (auctor 384BC-322BC)
ὁτὲ μὲν γὰρ ἐξ αὐτῶν τῶν εὐπόρων, οὐ τῶν ὄντων δ' ἐν ταῖς ἀρχαῖς, γίγνεται κατάλυσις, ὅταν ὀλίγοι σφόδρα ὦσιν οἱ ἐν ταῖς τιμαῖς, οἷον ἐν Μασσαλίᾳ καὶ ἐν Ἴστρῳ καὶ ἐν Ἡρακλείᾳ καὶ ἐν ἄλλαις πόλεσι συμβέβηκεν· οἱ γὰρ μὴ μετέχοντες τῶν ἀρχῶν ἐκίνουν, ἕως μετέλαβον οἱ πρεσβύτεροι πρότερον τῶν ἀδελφῶν, ὕστερον δ' οἱ νεώτεροι πάλιν· οὐ γὰρ ἄρχουσιν ἐνιαχοῦ μὲν ἅμα πατήρ τε καὶ υἱός, ἐνιαχοῦ δὲ ὁ πρεσβύτερος καὶ ὁ νεώτερος ἀδελφός· καὶ ἔνθα μὲν πολιτικωτέρα ἐγένετο ἡ ὀλιγαρχία, ἐν Ἴστρῳ δ' εἰς δῆμον ἀπετελεύτησεν, ἐν Ἡρακλείᾳ δ' ἐξ ἐλαττόνων εἰς ἑξακοσίους ἦλθεν· μετέβαλε δὲ καὶ ἐν Κνίδῳ ἡ ὀλιγαρχία στασιασάντων τῶν γνωρίμων αὐτῶν πρὸς αὑτοὺς διὰ τὸ ὀλίγους μετέχειν καί, καθάπερ εἴρηται, εἰ πατήρ, υἱὸν μὴ μετέχειν, μηδ' εἰ πλείους ἀδελφοί, ἀλλ' ἢ τὸν πρεσβύτατον· ἐπιλαβόμενος γὰρ στασιαζόντων ὁ δῆμος, καὶ λαβὼν προστάτην ἐκ τῶν γνωρίμων, ἐπιθέμενος ἐκράτησεν, ἀσθενὲς γὰρ τὸ στασιάζον· καὶ ἐν Ἐρυθραῖς δὲ ἐπὶ τῆς τῶν Βασιλιδῶν ὀλιγαρχίας ἐν τοῖς ἀρχαίοις χρόνοις, καίπερ καλῶς ἐπιμελομένων τῶν ἐν τῇ πολιτείᾳ, ὅμως διὰ τὸ ὑπ' ὀλίγων ἄρχεσθαι ἀγανακτῶν ὁ δῆμος μετέβαλε τὴν πολιτείαν.
174Aristoteles, Politica, 5; 104 (auctor 384BC-322BC)
διὰ μὲν γὰρ τὸ ἀπὸ πλείονος τιμήματος εἶναι τὰς ἀρχὰς εἰς ἔλαττον μετέβη καὶ εἰς ἀρχεῖα πλείω, διὰ δὲ τὸ τὴν χώραν ὅλην τοὺς γνωρίμους συγκτήσασθαι παρὰ τὸν νόμον (ἡ γὰρ πολιτεία ὀλιγαρχικωτέρα ἦν, ὥστε ἐδύναντο πλεονεκτεῖν) ὁ δὲ δῆμος γυμνασθεὶς ἐν τῷ πολέμῳ τῶν φρουρῶν ἐγένετο κρείττων, ἕως ἀφεῖσαν τῆς χώρας ὅσοι πλείω ἦσαν ἔχοντες.
175Aristoteles, Politica, 5, 1307B; 106 (auctor 384BC-322BC)
μάλιστα δὲ λανθάνουσιν αἱ ἀριστοκρατίαι μεταβάλλουσαι τῷ λύεσθαι κατὰ μικρόν, ὅπερ εἴρηται ἐν τοῖς πρότερον καθόλου κατὰ πασῶν τῶν πολιτειῶν, ὅτι αἴτιον τῶν μεταβολῶν καὶ τὸ μικρόν ἐστιν· ὅταν γάρ τι προῶνται τῶν πρὸς τὴν πολιτείαν, μετὰ τοῦτο καὶ ἄλλο μικρῷ μεῖζον εὐχερέστερον κινοῦσιν, ἕως ἂν πάντα κινήσωσι τὸν κόσμον.
176Aristoteles, Politica, 8; 40 (auctor 384BC-322BC)
ἔτι δ' αὐτοὺς τοὺς Λάκωνας ἴσμεν, ἕως μὲν αὐτοὶ προσήδρευον ταῖς φιλοπονίαις, ὑπερέχοντας τῶν ἄλλων, νῦν δὲ κἀν τοῖς γυμνικοῖς ἀγῶσι κἀν τοῖς πολεμικοῖς λειπομένους ἑτέρων· οὐ γὰρ τῷ τοὺς νέους γυμνάζειν τὸν τρόπον τοῦτον διέφερον, ἀλλὰ μόνον τῷ πρὸς μὴ ἀσκοῦντας ἀσκεῖν.
177Aristoteles, Problemata, 1, 29; 3 (auctor 384BC-322BC)
καταμάθοι δ´ ἄν τις τοῦτο ἀκριβέστερον ἐπὶ τῶν ψυχρολουτρούντων τοῦ χειμῶνος καὶ τῶν τοῦ χειμῶνος λουομένων τῷ θερμῷ, ὅτι οἱ μὲν τῷ ψυχρῷ λουόμενοι, ἀπορριγώσαντες ὀλίγον χρόνον ἕως λούονται, τὴν λοιπὴν ἡμέραν οὐδὲν πάσχουσιν ὑπὸ τοῦ ψυχροῦ, οἱ δὲ τῷ θερμῷ ὕδατι χρησάμενοι δυσριγοτέρως διάγουσι.
178Aristoteles, Problemata, 1, 29; 4 (auctor 384BC-322BC)
Τῶν μὲν γὰρ τῷ ψυχρῷ λουομένων πυκνοῦται ἡ σὰρξ καὶ συστέλλεται εἴσω τὸ θερμόν, τῶν δὲ θερμολουτρούντων ἡ σὰρξ ἀραιοῦται καὶ τὸ θερμὸν ἕως τοῦ ἔξω τόπου περισπᾶται.
179Aristoteles, Problemata, 1, 33; 2 (auctor 384BC-322BC)
Μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξηρὸν δὲ ὂν συμφύσεται· ἕως δ´ ἂν ὑγρορροῇ, οὐ συμφύσεται.
180Aristoteles, Problemata, 1, 56; 8 (auctor 384BC-322BC)
Καὶ τὰ ἱμάτια μὴ ἀπογυμνούσθω, ἕως ἂν νοτὶς ἐγγένηται· τὸ φανερὸν γὰρ πῦρ τὸ ὑγρὸν σβέννυσιν.
181Aristoteles, Problemata, 4, 7; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ἥκιστα ἐκπονεῖ τὴν τροφὴν καὶ φύσει ὑγρὸν καὶ θερμόν ἐστι τῶν ζῴων μάλιστα; ὧν τὸ μὲν ποιεῖ σπέρμα πολύ, τὸ δὲ τὴν φύσιν σπερματικὴν ποιεῖ· καὶ γὰρ τὸ σπέρμα τοιοῦτόν ἐστιν, ἕως ἂν σώζηται.
182Aristoteles, Problemata, 4, 27; 10 (auctor 384BC-322BC)
Ἐὰν δὲ μηδέτερον τούτων πάθῃ, ἐπιθυμεῖ ἕως ἄν τι τούτων συμβῇ.
183Aristoteles, Problemata, 5, 30; 1 (auctor 384BC-322BC)
Πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ; ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ; ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας; πάντα γὰρ συμβαίνει ταῦτα.
184Aristoteles, Problemata, 10; 58 (auctor 384BC-322BC)
διὸ τέλος μὲν συμβαίνει γίνεσθαι τοῖς τιλλομένοις· ἕως δ' ἂν ἀνίωσι τρίχες, σκληρὰς ἀνιέναι διὰ τὸ τὴν μὲν τροφώδη τῆς σαρκὸς ἐκλελοιπέναι πᾶσαν τροφήν, ἐκ περιττωμάτων δ' αὐτὰς γίνεσθαι.
185Aristoteles, Problemata, 11; 19 (auctor 384BC-322BC)
διὸ ὁ ψόφος συνεχής, ὅτι ἀεὶ ἐκδέχεται κινοῦντα κινῶν, ἕως ἂν ἀπομαρανθῇ, ὃ ἐπὶ τῶν σωμάτων ἐστὶ τὸ πεσεῖν, ὅταν μηκέτι δύνηται ὠθεῖν ὁ ἀὴρ ἔνθα μὲν τὸ βέλος ἔνθα δὲ τὸν ἀέρα.
186Aristoteles, Problemata, 11; 21 (auctor 384BC-322BC)
ἐνταῦθα μὲν οὖν ἀεὶ τὸ αὐτὸ φέρεται σῶμα, ἕως ἂν καταπέσῃ, ἐκεῖ δὲ ἀεὶ ἕτερος ἀήρ.
187Aristoteles, Problemata, 11; 94 (auctor 384BC-322BC)
Διὰ τί ποτε τῶν παιδίων ἔνια, πρὶν ἥκειν τὴν ἡλικίαν ἐν ᾗ σαφηνίζειν ὥρα αὐτοῖς, φθεγξάμενα καὶ σαφῶς εἰπόντα πάλιν ὁμοίως διάγουσιν, ἕως ἂν ἔλθῃ ὁ εἰωθὼς χρόνος; ἃ δὴ πολλοὶ τέρατα νομίζουσιν εἶναι.
188Aristoteles, Problemata, 11; 102 (auctor 384BC-322BC)
οὕτω καὶ τοῖς παιδίοις, ὅταν συμβῇ τοῦτο λεπτόν, εἶτα πάλιν καταστῇ εἰς τὴν φύσιν ἐκεῖνο τὸ μόριον, ἕως ἂν ἡ ὥρα ἔλθῃ ἰσχῦσαι αὐτὸ καὶ ἀποκριθῆναι.
189Aristoteles, Problemata, 16; 39 (auctor 384BC-322BC)
ἐπισπώμενον δὲ καὶ συνεχὲς ὂν αὑτῷ πᾶν τὸ ὕδωρ μένει πιεζούμενον ὑπὸ τοῦ ἀέρος, ἕως ἂν ἀπωσθῇ πάλιν ὑπ' αὐτοῦ.
190Aristoteles, Problemata, 16; 43 (auctor 384BC-322BC)
Διὰ τί, ἐὰν κύκλος ῥιφθῇ, τὸ μὲν πρῶτον εὐθεῖαν γράφει, παυόμενος δὲ ἕλικα, ἕως ἂν πέσῃ; ἢ εὐθεῖαν μὲν τὸ πρῶτον, ὅτι ὁμοίως ἔνθεν καὶ ἔνθεν ὁ ἀὴρ ἀπορθοῖ; ἴσης οὖν οὔσης τῆς ῥοπῆς ἔνθεν καὶ ἔνθεν, ἀνάγκη καὶ τὴν γραμμὴν τοιαύτην εἶναι, ἣ ἴσον διαιρεῖ τὸν τόπον ἔνθεν καὶ ἔνθεν· τοιαύτη δέ ἐστιν εὐθεῖα.
191Aristoteles, Problemata, 20; 9 (auctor 384BC-322BC)
Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλούμενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει; καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξαυαίνεται; ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ; ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει ὁτὲ δὲ τῇ παχύτητι.
192Aristoteles, Problemata, 23; 94 (auctor 384BC-322BC)
διὰ μὲν οὖν τὸ τὰ μικρότατα μὴ πόρρω δύνασθαι πηδᾶν, ἐκ μικρῶν σφόδρα συντέθειται· διὰ δὲ τὸ πολλάκις κινεῖσθαι συνεχὲς γίνεται πιπτούσης ἄμμου, ἕως ἂν συναρμόσῃ· διὰ δὲ τὸ κῦμα τὸ τελευταῖον ἐδαφίζεται, καὶ τὸ ἠρέμα ὑγρὸν συγκολλᾷ.
193Aristoteles, Problemata, 24; 11 (auctor 384BC-322BC)
Διὰ τί τῶν ἀγγείων οἱ πυθμένες θερμαινομένου τοῦ ὕδατος, ἕως ἂν ᾖ ψυχρὸν τὸ ὕδωρ, θερμότεροί εἰσιν; ἢ διότι ψυχροῦ μὲν ἔτι ὄντος τοῦ ὕδατος ἐγκατακλείεται τὸ θερμὸν καὶ ἀντιπεριίσταται εἴσω, κωλυόμενον ἐξιέναι, ὅταν δὲ διαθερμανθῇ τὸ ἐνὸν ὕδωρ, οὐκέτι ἀποστέγοντος ἀλλὰ διαπνέοντος καὶ ἐλάττονος γινομένου τοῦ πυρὸς ψυχρότερος γίνεται ὁ πυθμήν, ὁμοίως ὥσπερ καὶ τὰ βαλανεῖα· καὶ γὰρ ταῦτα τοῦ χειμῶνος θερμότερα ἢ τοῦ θέρους διὰ τὸ ἐγκατακλείεσθαι τὸ θερμὸν ἐν τῷ χειμῶνι μᾶλλον ἢ ἐν τῷ θέρει ὑπὸ τοῦ περιέχοντος ἀέρος ὄντος ψυχροῦ.
194Aristoteles, Problemata, 24; 15 (auctor 384BC-322BC)
τὰ δὲ ἔχοντα ἐν αὑτοῖς σῶμα, οἷον τὰ ῥοφήματα ἢ ὁ ἄργυρος, διὰ βάρος τὸ σωματοειδὲς ἔχοντα πολύ, καὶ ἀνταπωθοῦντα διὰ τὸ ἀποβιάζεσθαι βίᾳ, ἐξιόντος ἀποσφαιρίζεται ᾗ ἂν κρατήσῃ τὸ θερμόν· οὐ γὰρ δίεισι διὰ πυκνότητα, ἀλλὰ κρατεῖ, ἕως ἂν ὑπὸ τοῦ ἐπιρρέοντος θερμοῦ ἀπορριφθῇ.
195Aristoteles, Problemata, 28; 1 (auctor 384BC-322BC)
Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν μὴ ἀκολάστως διαιτῶνται, οἷον Διονύσιος ὁ τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν.
196Aristoteles, Problemata, 29; 32 (auctor 384BC-322BC)
ἔτι δὲ ἐὰν ὁ μὲν τύχῃ ἐγκαλῶν ὁ δὲ ἀμφισβητῶν ὑπὲρ ὁτουοῦν, οὐκ εὐθὺς οἰόμεθα δεῖν ἀποδοῦναι τῷ ἐγκαλοῦντι, ἀλλὰ νέμεσθαι τὸν κεκτημένον, ἕως ἂν κριθῇ.
197Aristoteles, Problemata, 29; 33 (auctor 384BC-322BC)
τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειόνων, ὅταν ἰσάζῃ τὸ πλῆθος τῶν τε φασκόντων ἀδικεῖν καὶ τῶν μὴ ὁμολογούντων, ὥσπερ ὅτε ἐξ ἀρχῆς ὁ μὲν ἐνεκάλει ὁ δὲ ἀπηρνεῖτο, οὐκ οἰόμεθα δεῖν τὸν νομοθέτην προςτιθέναι τῷ ἐγκαλοῦντι, ἀλλὰ τὸν φεύγοντα κύριον εἶναι, ἕως ἂν ὑπεροχήν τινα ἔχῃ ὁ ἀδικῶν.
198Aristoteles, Problemata, 30; 18 (auctor 384BC-322BC)
ὁ μὲν οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλ' ὀλίγον, ἡ δὲ φύσις ἀεί, ἕως τις ἂν ᾖ· οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπηλοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει.
199Aristoteles, Problemata, 30; 96 (auctor 384BC-322BC)
ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ μεταξύ.
200Aristoteles, Rhetorica, 1, 4, 3; 3 (auctor 384BC-322BC)
τοιαῦτα δ' ἐστὶν ὅσα πέφυκεν ἀνάγεσθαι εἰς ἡμᾶς, καὶ ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐφ' ἡμῖν ἐστιν· μέχρι γὰρ τούτου σκοποῦμεν, ἕως ἂν εὕρωμεν εἰ ἡμῖν δυνατὰ ἢ ἀδύνατα πρᾶξαι.
201Aristoteles, Rhetorica, 2, 3, 10; 12 (auctor 384BC-322BC)
καὶ οὓς φοβοῦνται ἢ αἰσχύνονται, ἕως ἂν οὕτως ἔχωσιν, οὐκ ὀργίζονται· ἀδύνατον γὰρ ἅμα φοβεῖσθαι καὶ ὀργίζεσθαι.
202Aristoteles, Rhetorica, 3, 5, 2; 2 (auctor 384BC-322BC)
δεῖ δὲ ἕως μέμνηται ἀνταποδιδόναι ἀλήλλοις, καὶ μήτε μακρὰν ἀπαρτᾶν μήτε σύνδεσμον πρὸ συνδέσμου ἀποδιδόναι τοῦ ἀναγκαίου· ὀλιγαχοῦ γὰρ ἁρμόττει.
203Aristoteles, Topica, 1, I 14; 15 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον καί ταύτας πάλιν διαιρετέον, ἕως ἂν ἐνδέχηται διαιρεῖν, οἷον ὅτι ἀγαθοῦ καί κακοῦ, καί λευκοῦ καί μέλανος, καί ψυχροῦ καί θερμοῦ.
204Aristoteles, Topica, 2, II 2; 9 (auctor 384BC-322BC)
Δεῖ δέ σκοπεῖν καί ἄρχεσθαι ἀπό τῶν πρώτων, εἶτ᾿ ἐφεξῆς ἕως τῶν ἀτόμων, οἷον εἰ τῶν ἀντικειμένων τήν αὐτήν ἐπιστήμην ἔφησεν εἶναι, σκεπτέον εἰ τῶν πρός τι καί τῶν ἐναντίων καί τῶν κατά στέρησιν καί ἕξιν καί τῶν κατ᾿ ἀντίφασιν λεγομένων ἡ αὐτή ἐπιστήμη· κἂν ἐπί τοῦτων μήπω φανερόν ᾖ, πάλιν ταῦτα διαιρετέον μέχρι τῶν ἀτόμων, οἷον εἰ τῶν δικαίων καί ἀδίκων, ἢ τοῦ διπλασίου καί ἡμίσεος, ἢ τυφλότητος καί ὄψεως, ἢ τοῦ εἶναι καί μή εἶναι.
205Aristoteles, Topica, 2, II 2; 17 (auctor 384BC-322BC)
Λαμβάνειν δέ καί ἀντί τῶν ἐν τοῖς λόγοις ὀνομάτων λόγους, καί μή ἀφίστασθαι ἕως ἂν εἰς γνώριμον ἔλθῃ· πολλάκις γάρ ὅλου μέν τοῦ λόγου ἀποδοθέντος οὔπω δῆλον τό ζητούμενον, ἀντί δέ τινος τῶν ἐν τῷ λόγῳ ὀνομάτων λόγου ῥηθέντος κατάδηλον γίνεται.
206Aristoteles, Topica, 4, IV 2; 47 (auctor 384BC-322BC)
Ἔτι εἰ ἐνδέχεται ἀπολιπεῖν τό εἰρημένον γένος ἢ τήν διαφοράν, οἷον ψυχήν τό κινεῖσθαι ἢ δόξαν τό ἀληθές καί ψεῦδος, οὐκ ἂν εἴη τῶν εἰρημένων οὐδέτερον γένος οὐδέ διαφορά· δοκεῖ γάρ τό γένος καί ἡ διαφορά παρακολουθεῖν, ἕως ἂν ᾖ τό εἶδος.
207Aristoteles, Topica, 8, VIII 2; 9 (auctor 384BC-322BC)
Ἐάν δέ μή ἐν τῷ ὁμωνύμῳ ἀλλ᾿ ἐν αὐτῷ ἐνιστάμενος κωλύῃ τήν ἐρώτησιν, ἀφαιροῦντα δεῖ ἐν ᾧ ἡ ἔνστασις προτείνειν τό λοιπόν καθόλου ποιοῦντα, ἕως ἂν λάβῃ τό χρήσιμον.
208Auctores varii 013, Epistolae et decreta, 13, 0572B
Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην, τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέροὺς πρέσβεις θεωρῆσαι· ἡμᾶς δὲ κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον ἕως ἂν τὰ παρ' ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ' αὐτῶν ἡ σὴ εὐλάβεια· ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα, μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα· ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει, τάτε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσεις ἀναγνωσθῆναι· ἀλλὰ γὰρ κᾀκεῖνα ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα ἡδέως ὑπόδεξαι· ἐκεῖνο μέντοι συνορᾷ μεθ' ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσι· καὶ διὰ τοῦτο πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοφιλέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσεις ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν, ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι Θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας, τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ἐχόμενοι.
209Augustinus Hipponensis, Quaestiones in Heptateuchum [CSEL], 6, 4; 4 (auctor 354-430)
quamuis possit quod in graeco est: ἕως τοῦ αἰῶνος, dici latine et "usque in saeculum", quod non est consequens ut intellegatur aeternum.
210Augustinus Hipponensis, Enarrationes in Psalmos [2], 37, 1715 (auctor 354-430)
» Quod enim scriptum est graece, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, hoc expositum est, «ex hoc nunc et usque in saeculum.
211Augustinus Hipponensis, Epistolae, 33, 0902 (auctor 354-430)
Et in Daniele: « Quoadusque interfecta est bestia, et periit, et corpus eius datum est ut comburatur; et reliquarum bestiarum regnum translatum est, et magnitudo vitae data est eis usque ad tempus et tempus; » quod graece dicitur, ἕως χρόνου καὶ καιροῦ.
212Augustinus Hipponensis, Quaestiones in Heptateuchum, 34, 0777 (auctor 354-430)
Quamvis possit quod in graeco est, ἕως τοῦ αἰῶνος, dici latine, et usque in seculum, quod non est consequens ut intelligatur aeternum.
213Aurelius Carthaginensis, Synodica, 20, 1013B (auctor fl. 400)
Καὶ κανόνας ἱεροὺς ἐκθεμένη καὶ θείους, ἕως καιρῶν τοῦ μικροῦ Θεοδοσίου διήρκεσε.
214Beda, De orthographia, p. 55, l. 1198 (auctor 672-735)
usquequaque omnimodo significat, pro quo in psalmis in Graeco ἕως σφόδρα legimus, quod significantius Latine potest usque ualde interpretari.
215Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 1; 21
καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ταύτης.
216Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 1; 26
καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττιιν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα· τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.
217Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 3; 3
τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Αερμων ἕως Λαβωεμαθ.
218Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 3; 25
καὶ ὑπέμειναν, ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.
219Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 3; 26
καὶ Αωδ διεσώθη, ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετιρωθα.
220Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 3; 30
καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ισραηλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέθανεν.
221Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 4; 11
καὶ Χαβερ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδες.
222Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 4; 16
καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Αρισωθ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
223Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 4; 24
καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν, ἕως οὗ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν.
224Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 5; 7
ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ, ἐξέλιπον, ἕως οὗ ἀναστῇ Δεββωρα, ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ισραηλ.
225Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 6; 4
καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ισραηλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον·
226Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 6; 18
μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθίομαι ἕως τοῦ ἐπιστρέψαι σε.
227Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 6; 24
καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εσδρι.
228Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 6; 31
καὶ εἶπεν Ιωας τοῖς ἀνδράσιν πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ Μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βααλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωί· εἰ θεός ἐστιν, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ.
229Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 7; 13
καὶ ἦλθεν Γεδεων, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν Ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσεν, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή.
230Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 7; 22
καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις, καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ, καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ.
231Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 7; 24
Καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων Κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην· καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην.
232Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 9; 21
καὶ ἔφυγεν Ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιηρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ ἀδελφοῦ αὐτοῦ.
233Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 9; 40
καὶ ἐδίωξεν αὐτὸν Αβιμελεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης.
234Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 9; 52
καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
235Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 10; 4
καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς Ἐπαύλεις Ιαιρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλααδ.
236Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 11; 13
καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε Ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορεύσομαι.
237Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 11; 16
ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σιφ καὶ ἦλθεν εἰς Καδης.
238Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 11; 19
καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα τοῦ Αμορραίου βασιλέα Εσεβων, καὶ εἶπεν αὐτῷ Ισραηλ Παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν.
239Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 11; 22
ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ιορδάνου.
240Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 11; 33
καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθεῖν ἄχρις Αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα, καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ.
241Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 13; 7
καὶ εἶπέν μοι Ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.
242Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 13; 20
καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου, καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.
243Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 14; 5
καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθα. καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθα, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ·
244Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 15; 5
καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων, καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
245Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 15; 14
καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον, ὃ ἐξεκαύθη ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.
246Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 15; 19
καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ, καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ, καὶ ἔζησεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σιαγόνι, ἕως τῆς ἡμέρας ταύτης.
247Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 16; 2
καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες Ἥκει Σαμψων ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ’ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες Ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν.
248Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 16; 3
καὶ ἐκοιμήθη Σαμψων ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.
249Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 16; 16
καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν·
250Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 17; 8
καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεεμ τῆς πόλεως Ιουδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Εφραιμ καὶ ἕως οἴκου Μιχαια τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.
251Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 18; 1
Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δαν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία.
252Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 18; 2
καὶ ἀπέστειλαν οἱ υἱοὶ Δαν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Εφραιμ ἕως οἴκου Μιχαια καὶ ηὐλίσθησαν ἐκεῖ.
253Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 18; 12
καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαριμ ἐν Ιουδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαριμ.
254Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 18; 13
καὶ παρῆλθον ἐκεῖθεν ὄρος Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχαια.
255Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 18; 30
καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δαν τὸ γλυπτόν· καὶ Ιωναθαμ υἱὸς Γηρσομ υἱὸς Μανασση, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως ἡμέρας ἀποικίας τῆς γῆς.
256Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 8
καὶ ὤρθρισεν τὸ πρωῒ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο.
257Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 10
καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἦλθεν ἕως ἀπέναντι Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ μετ’ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ’ αὐτοῦ.
258Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 11
καὶ ἤλθοσαν ἕως Ιεβους, καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα· καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ιεβουσι ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ.
259Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 12
καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ Οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν Ισραηλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαα.
260Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 18
καὶ εἶπεν πρὸς αὐτόν Παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεεμ Ιουδα ἕως μηρῶν ὄρους Εφραιμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
261Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 25
καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὅλην τὴν νύκτα ἕως πρωί· καὶ ἐξαπέστειλαν αὐτήν, ὡς ἀνέβη τὸ πρωί.
262Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 26
καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου, οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως τοῦ διαφῶσαι.
263Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 19; 30
καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν Οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης· θέσθε ὑμῖν αὐτοὶ ἐπ’ αὐτὴν βουλὴν καὶ λαλήσατε.
264Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 1
Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ τοῦ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα.
265Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 23
καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμῶν; καὶ εἶπεν κύριος Ἀνάβητε πρὸς αὐτούς.
266Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 26
καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου·
267Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 40
καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ.
268Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 43
καὶ κατέκοπτον τὸν Βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουα κατὰ πόδα αὐτοῦ ἕως ἀπέναντι Γαβαα πρὸς ἀνατολὰς ἡλίου.
269Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 45
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ Ρεμμων, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ισραηλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ισραηλ ἕως Γεδαν καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.
270Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 20; 48
καὶ οἱ υἱοὶ Ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί.
271Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 21; 2
καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
272Biblia, Biblia graeca iuxta LXX interpretes, p5, 1; 2
εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά, μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ’ εἰρήνης.
273Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 1; 21
καὶ ἐγένετο Δανιηλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως.
274Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 2; 9
ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.
275Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 2; 20
Δανιηλ καὶ εἶπεν Εἴη τὸ ὄνομα τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν·
276Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 2; 34
ἐθεώρεις, ἕως οὗ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος.
277Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 19
τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδραχ, Μισαχ καὶ Αβδεναγω, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ·
278Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 8
ἕως οὗ ἦλθεν Δανιηλ, οὗ τὸ ὄνομα Βαλτασαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει, καὶ τὸ ἐνύπνιον ἐνώπιον αὐτοῦ εἶπα
279Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 11
ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ εἰς τὰ πέρατα πάσης τῆς γῆς·
280Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 23
καὶ ὅτι εἶδεν ὁ βασιλεὺς ιρ καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ, καὶ εἶπεν Ἐκτίλατε τὸ δένδρον καὶ διαφθείρατε αὐτό, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐάσατε ἐν τῇ γῇ καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπ’ αὐτόν,
281Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 25
καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν.
282Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 32
καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώξουσιν, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσίν σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν.
283Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 33
αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονοσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέων.
284Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 5; 21
καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ, δώσει αὐτήν.
285Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 8
συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατράπαι, ὕπατοι καὶ τοπάρχαι τοῦ στῆσαι στάσει βασιλικῇ καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἂν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων·
286Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 13
καὶ προσελθόντες λέγουσιν τῷ βασιλεῖ Βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνθρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων; καὶ εἶπεν ὁ βασιλεύς Ἀληθινὸς ὁ λόγος, καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται.
287Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 15
τότε ὁ βασιλεύς, ὡς τὸ ῥῆμα ἤκουσεν, πολὺ ἐλυπήθη ἐπ’ αὐτῷ καὶ περὶ τοῦ Δανιηλ ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν καὶ ἕως ἑσπέρας ἦν ἀγωνιζόμενος τοῦ ἐξελέσθαι αὐτόν.
288Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 25
καὶ εἶπεν ὁ βασιλεύς, καὶ ἠγάγοσαν τοὺς ἄνδρας τοὺς διαβαλόντας τὸν Δανιηλ, καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλήθησαν, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν· καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν.
289Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 27
ἐκ προσώπου μου ἐτέθη δόγμα τοῦ ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου εἶναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ θεοῦ Δανιηλ, ὅτι αὐτός ἐστιν θεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ ἡ κυριεία αὐτοῦ ἕως τέλους·
290Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 4
τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ.
291Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 9
ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον·
292Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 11
ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.
293Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 12
καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη, καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ.
294Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 13
ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη.
295Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 18
καὶ παραλήμψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος τῶν αἰώνων.
296Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 22
ἕως οὗ ἦλθεν ὁ παλαιὸς τῶν ἡμερῶν καὶ τὸ κρίμα ἔδωκεν ἁγίοις ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασεν καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι.
297Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 25
καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους ὑψίστου παλαιώσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἥμισυ καιροῦ.
298Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 26
καὶ τὸ κριτήριον καθίσει καὶ τὴν ἀρχὴν μεταστήσουσιν τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους.
299Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 28
ἕως ὧδε τὸ πέρας τοῦ λόγου. ἐγὼ Δανιηλ, ἐπὶ πολὺ οἱ διαλογισμοί μου συνετάρασσόν με, καὶ ἡ μορφή μου ἠλλοιώθη ἐπ’ ἐμοί, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου συνετήρησα.
300Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 8; 6
καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον, ἑστῶτος ἐνώπιον τοῦ Ουβαλ καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.
301Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 8; 7
καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριάνθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ.
302Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 8; 8
καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα, καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
303Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 8; 10
ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ καὶ ἀπὸ τῶν ἄστρων, καὶ συνεπάτησεν αὐτά,
304Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 8; 11
καὶ ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν, καὶ δι’ αὐτὸν θυσία ἐρράχθη, καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται·
305Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 8; 13
καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνι τῷ λαλοῦντι Ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται;
306Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 8; 14
καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.
307Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 9; 25
καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ιερουσαλημ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ ἐκκενωθήσονται οἱ καιροί.
308Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 9; 26
καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολεθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοῖς.
309Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 9; 27
καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.
310Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 10; 3
ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.
311Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 11; 10
καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν, καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων· καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ.
312Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 11; 24
καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ’ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ.
313Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 11; 35
καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι, ἕως καιροῦ πέρας· ὅτι ἔτι εἰς καιρόν.
314Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 11; 45
καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.
315Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 12; 1
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαηλ ὁ ἄρχων ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις οἵα οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ.
316Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 12; 4
καὶ σύ, Δανιηλ, ἔμφραξον τοὺς λόγους καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως διδαχθῶσιν πολλοὶ καὶ πληθυνθῇ ἡ γνῶσις.
317Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 12; 6
καὶ εἶπεν τῷ ἀνδρὶ τῷ ἐνδεδυμένῳ τὰ βαδδιν, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ Ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυμασίων;
318Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 12; 9
καὶ εἶπεν Δεῦρο, Δανιηλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι, ἕως καιροῦ πέρας·
319Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 3; 19
ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήμφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
320Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 6; 7
καὶ εἶπεν ὁ θεός Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς.
321Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 7; 23
καὶ ἐξήλειψεν πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νωε καὶ οἱ μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ.
322Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 8; 5
τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός· ἐν δὲ τῷ ἑνδεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων.
323Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 8; 7
καὶ ἀπέστειλεν τὸν κόρακα τοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ· καὶ ἐξελθὼν οὐχ ὑπέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς.
324Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 8; 17
καὶ πάντα τὰ θηρία, ὅσα ἐστὶν μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ· καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.
325Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 10; 19
καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρα καὶ Γάζαν, ἕως ἐλθεῖν Σοδομων καὶ Γομορρας, Αδαμα καὶ Σεβωιμ, ἕως Λασα.
326Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 10; 30
καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασση ἕως ἐλθεῖν εἰς Σωφηρα, ὄρος ἀνατολῶν.
327Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 11; 4
καὶ εἶπαν Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς.
328Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 11; 31
καὶ ἔλαβεν Θαρα τὸν Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λωτ υἱὸν Αρραν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καὶ τὴν Σαραν τὴν νύμφην αὐτοῦ γυναῖκα Αβραμ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς τὴν γῆν Χανααν καὶ ἦλθεν ἕως Χαρραν καὶ κατῴκησεν ἐκεῖ.
329Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 12; 6
καὶ διώδευσεν Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχεμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
330Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 13; 3
καὶ ἐπορεύθη ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βαιθηλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Αγγαι,
331Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 13; 10
καὶ ἐπάρας Λωτ τοὺς ὀφθαλμοὺς αὐτοῦ εἶδεν πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου ὅτι πᾶσα ἦν ποτιζομένη – πρὸ τοῦ καταστρέψαι τὸν θεὸν Σοδομα καὶ Γομορρα – ὡς ὁ παράδεισος τοῦ θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου ἕως ἐλθεῖν εἰς Ζογορα.
332Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 13; 15
ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος.
333Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 14; 6
καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν Σηιρ ἕως τῆς τερεμίνθου τῆς Φαραν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
334Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 14; 14
ἀκούσας δὲ Αβραμ ὅτι ᾐχμαλώτευται Λωτ ὁ ἀδελφὸς αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δαν.
335Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 14; 15
καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβα, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
336Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 14; 23
εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Αβραμ·
337Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 15; 16
τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Αμορραίων ἕως τοῦ νῦν.
338Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 15; 18
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Αβραμ διαθήκην λέγων Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
339Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 18; 12
ἐγέλασεν δὲ Σαρρα ἐν ἑαυτῇ λέγουσα Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.
340Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 4
πρὸ τοῦ κοιμηθῆναι καὶ οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περιεκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα,
341Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 11
τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.
342Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 22
σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σε εἰσελθεῖν ἐκεῖ. διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγωρ.
343Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 37
καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Μωαβ λέγουσα Ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.
344Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 38
ἔτεκεν δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αμμαν υἱὸς τοῦ γένους μου· οὗτος πατὴρ Αμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.
345Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 22; 5
καὶ εἶπεν Αβρααμ τοῖς παισὶν αὐτοῦ Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς.
346Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 24; 14
καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω Ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ισαακ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Αβρααμ.
347Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 24; 19
ἕως ἐπαύσατο πίνων. καὶ εἶπεν Καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσιν.
348Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 24; 33
καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν Οὐ μὴ φάγω ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν Λάλησον.
349Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 25; 18
κατῴκησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ, ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.
350Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 26; 13
καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·
351Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 26; 33
καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος· διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.
352Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 44
καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν
353Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 28; 15
καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα, ὅσα ἐλάλησά σοι.
354Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 29; 8
οἱ δὲ εἶπαν Οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα.
355Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 5
καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ησαυ Οὕτως λέγει ὁ παῖς σου Ιακωβ Μετὰ Λαβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν,
356Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 25
ὑπελείφθη δὲ Ιακωβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωί.
357Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 33
ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ισραηλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ιακωβ τοῦ νεύρου καὶ ἐνάρκησεν.
358Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 3
αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ.
359Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 14
προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηιρ.
360Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 34; 5
Ιακωβ δὲ ἤκουσεν ὅτι ἐμίανεν ὁ υἱὸς Εμμωρ Διναν τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ, παρεσιώπησεν δὲ Ιακωβ ἕως τοῦ ἐλθεῖν αὐτούς.
361Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 35; 4
καὶ ἔδωκαν τῷ Ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν Σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.
362Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 35; 20
καὶ ἔστησεν Ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν στήλη μνημείου Ραχηλ ἕως τῆς σήμερον ἡμέρας.
363Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 38; 1
Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Ιουδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα Οδολλαμίτην, ᾧ ὄνομα Ιρας.
364Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 38; 11
εἶπεν δὲ Ιουδας Θαμαρ τῇ νύμφῃ αὐτοῦ Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλωμ ὁ υἱός μου· εἶπεν γάρ Μήποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θαμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
365Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 38; 17
ὁ δὲ εἶπεν Ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων. ἡ δὲ εἶπεν Ἐὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε.
366Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 39; 16
καὶ καταλιμπάνει τὰ ἱμάτια παρ’ ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ.
367Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 41; 49
καὶ συνήγαγεν Ιωσηφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα, ἕως οὐκ ἠδύναντο ἀριθμῆσαι, οὐ γὰρ ἦν ἀριθμός.
368Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 42; 16
ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν, ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μή, νὴ τὴν ὑγίειαν Φαραω, ἦ μὴν κατάσκοποί ἐστε.
369Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 43; 25
ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν Ιωσηφ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.
370Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 12
ἠρεύνα δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρεν τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τῷ Βενιαμιν.
371Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 46; 34
ἐρεῖτε Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσεμ Ἀραβίᾳ· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.
372Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 21
καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ’ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων,
373Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 26
καὶ ἔθετο αὐτοῖς Ιωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Αἰγύπτου τῷ Φαραω ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραω.
374Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 48; 15
καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν Ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Αβρααμ καὶ Ισαακ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
375Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 49; 10
οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
376Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 49; 13
Ζαβουλων παράλιος κατοικήσει, καὶ αὐτὸς παρ’ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος.
377Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 50; 23
καὶ εἶδεν Ιωσηφ Εφραιμ παιδία ἕως τρίτης γενεᾶς, καὶ υἱοὶ Μαχιρ τοῦ υἱοῦ Μανασση ἐτέχθησαν ἐπὶ μηρῶν Ιωσηφ.
378Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 2; 16
τῷ δὲ ἱερεῖ Μαδιαμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ· παραγενόμεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ.
379Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 7; 16
καὶ ἐρεῖς πρὸς αὐτόν Κύριος ὁ θεὸς τῶν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου.
380Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 18
ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης.
381Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 25
ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα·
382Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 3
εἰσῆλθεν δὲ Μωϋσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι.
383Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 6
καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ’ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωϋσῆς ἐξῆλθεν ἀπὸ Φαραω.
384Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 7
καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος;
385Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 26
καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ’ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν, τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ.
386Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 5
καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους,
387Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 7
καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ.
388Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 6
καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ισραηλ πρὸς ἑσπέραν.
389Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 10
οὐκ ἀπολείψετε ἀπ’ αὐτοῦ ἕως πρωῒ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ’ αὐτοῦ ἕως πρωῒ ἐν πυρὶ κατακαύσετε.
390Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 12
καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ κύριος.
391Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 15
ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς, ὃς ἂν φάγῃ ζύμην, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης.
392Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 18
ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ’ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνὸς ἕως ἑσπέρας.
393Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 22
λήμψεσθε δὲ δεσμὴν ὑσσώπου καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ’ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστιν παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωί.
394Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 24
καὶ φυλάξεσθε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος.
395Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 29
Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους.
396Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 13; 2
Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν.
397Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 13; 15
ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι.
398Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 15; 16
ἐπιπέσοι ἐπ’ αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.
399Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 16; 28
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;
400Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 16; 35
οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην· τὸ μαν ἐφάγοσαν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης.
401Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 17; 12
αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ’ αὐτόν, καὶ ἐκάθητο ἐπ’ αὐτοῦ, καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου.
402Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 18; 13
Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν Μωϋσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσεῖ ἀπὸ πρωίθεν ἕως ἑσπέρας.
403Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 18; 14
καὶ ἰδὼν Ιοθορ πάντα, ὅσα ἐποίει τῷ λαῷ, λέγει Τί τοῦτο, ὃ σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης;
404Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 20; 5
οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσίν με
405Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 22; 3
ἐὰν δὲ καταλημφθῇ, καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτείσει.
406Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 23; 18
ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου, οὐδὲ μὴ κοιμηθῇ στέαρ τῆς ἑορτῆς μου ἕως πρωί.
407Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 23; 30
κατὰ μικρὸν μικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ κληρονομήσῃς τὴν γῆν.
408Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 23; 31
καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς Φυλιστιιμ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐγκαθημένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.
409Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 24; 14
καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ααρων καὶ Ωρ μεθ’ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς.
410Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 27; 5
καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου.
411Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 27; 21
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ’ ἑσπέρας ἕως πρωῒ ἐναντίον κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ισραηλ.
412Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 28; 42
καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται.
413Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 29; 34
ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ βρωθήσεται, ἁγίασμα γάρ ἐστιν.
414Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 8
ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωϋσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν.
415Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 22
ἡνίκα δ’ ἂν παρέλθῃ μου ἡ δόξα, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω·
416Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 34; 34
ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωϋσῆς ἔναντι κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι. καὶ ἐξελθὼν ἐλάλει πᾶσιν τοῖς υἱοῖς Ισραηλ ὅσα ἐνετείλατο αὐτῷ κύριος,
417Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 34; 35
καὶ εἶδον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυσῆ ὅτι δεδόξασται, καὶ περιέθηκεν Μωϋσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ.
418Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 38; 24
οὗτος ἐποίησεν τῷ θυσιαστηρίῳ παράθεμα, ἔργον δικτυωτόν, κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς, τοῖς μοχλοῖς εὐρεῖς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοῖς.
419Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 40; 37
εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡμέρας, ἧς ἀνέβη ἡ νεφέλη·
420Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 6; 2
Ἔντειλαι Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ’ αὐτοῦ, οὐ σβεσθήσεται.
421Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 7; 17
καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται.
422Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 8; 33
καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν.
423Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 24
καὶ ἐν τούτοις μιανθήσεσθε, πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,
424Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 25
καὶ πᾶς ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
425Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 26
ἐν πᾶσιν τοῖς κτήνεσιν ὅ ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάθαρτα ἔσονται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
426Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 27
καὶ πᾶς, ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς θηρίοις, ἃ πορεύεται ἐπὶ τέσσαρα, ἀκάθαρτα ἔσται ὑμῖν· πᾶς ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
427Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 28
καὶ ὁ αἴρων τῶν θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν.
428Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 31
ταῦτα ἀκάθαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ὁ ἁπτόμενος αὐτῶν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
429Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 32
καὶ πᾶν, ἐφ’ ὃ ἂν ἐπιπέσῃ ἀπ’ αὐτῶν τεθνηκότων αὐτῶν, ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου· πᾶν σκεῦος, ὃ ἐὰν ποιηθῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσται.
430Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 39
Ἐὰν δὲ ἀποθάνῃ τῶν κτηνῶν ὅ ἐστιν ὑμῖν τοῦτο φαγεῖν, ὁ ἁπτόμενος τῶν θνησιμαίων αὐτῶν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
431Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 11; 40
καὶ ὁ ἐσθίων ἀπὸ τῶν θνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
432Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 12; 4
καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς, παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς.
433Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 12
ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ ἡ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ’ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως,
434Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 14; 46
καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας, ἃς ἀφωρισμένη ἐστίν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
435Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 14; 47
καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ ἔσθων ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
436Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 5
καὶ ἄνθρωπος, ὃς ἂν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
437Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 6
καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ’ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
438Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 7
καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
439Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 8
ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
440Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 9
καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ’ ὃ ἂν ἐπιβῇ ἐπ’ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
441Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 10
καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἐὰν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
442Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 11
καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χεῖρας οὐ νένιπται, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
443Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 16
Καὶ ἄνθρωπος, ᾧ ἐὰν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·
444Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 17
καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἐφ’ ὃ ἐὰν ᾖ ἐπ’ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
445Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 18
καὶ γυνή, ἐὰν κοιμηθῇ ἀνὴρ μετ’ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας.
446Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 19
Καὶ γυνή, ἥτις ἐὰν ᾖ ῥέουσα αἵματι, ἔσται ἡ ῥύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας,
447Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 21
καὶ πᾶς, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
448Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 22
καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
449Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 23
ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ’ αὐτῷ, ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
450Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 27
πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
451Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 16; 17
καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ.
452Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 17; 15
Καὶ πᾶσα ψυχή, ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται·
453Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 19; 6
ᾗ ἂν ἡμέρᾳ θύσητε, βρωθήσεται καὶ τῇ αὔριον· καὶ ἐὰν καταλειφθῇ ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται.
454Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 19; 13
οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις, καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς τοῦ μισθωτοῦ παρὰ σοὶ ἕως πρωί.
455Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 22; 4
καὶ ἄνθρωπος ἐκ τοῦ σπέρματος Ααρων τοῦ ἱερέως καὶ οὗτος λεπρᾷ ἢ γονορρυής, τῶν ἁγίων οὐκ ἔδεται, ἕως ἂν καθαρισθῇ· καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχῆς ἢ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος,
456Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 22; 6
ψυχή, ἥτις ἂν ἅψηται αὐτῶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα αὐτοῦ ὕδατι·
457Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 23; 14
καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
458Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 23; 16
ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τῷ κυρίῳ.
459Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 23; 32
σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν.
460Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 24; 3
ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωῒ ἐνώπιον κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.
461Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 24; 4
ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί.
462Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 22
καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιά· ἕως τοῦ ἔτους τοῦ ἐνάτου, ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν.
463Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 28
ἐὰν δὲ μὴ εὐπορηθῇ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως· καὶ ἐξελεύσεται τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.
464Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 29
Ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ ἐνιαυτὸς ἡμερῶν, ἔσται ἡ λύτρωσις αὐτῆς.
465Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 30
ἐὰν δὲ μὴ λυτρωθῇ, ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει.
466Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 40
ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι, ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί.
467Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 50
καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους, οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ, ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως, καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετ’ αὐτοῦ.
468Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 26; 18
καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου, καὶ προσθήσω τοῦ παιδεῦσαι ὑμᾶς ἑπτάκις ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν
469Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 3
ἔσται ἡ τιμὴ τοῦ ἄρσενος ἀπὸ εἰκοσαετοῦς ἕως ἑξηκονταετοῦς, ἔσται αὐτοῦ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τῷ σταθμῷ τῷ ἁγίῳ,
470Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 5
ἐὰν δὲ ἀπὸ πενταετοῦς ἕως εἴκοσι ἐτῶν, ἔσται ἡ τιμὴ τοῦ ἄρσενος εἴκοσι δίδραχμα, τῆς δὲ θηλείας δέκα δίδραχμα.
471Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 6
ἀπὸ δὲ μηνιαίου ἕως πενταετοῦς ἔσται ἡ τιμὴ τοῦ ἄρσενος πέντε δίδραχμα ἀργυρίου, τῆς δὲ θηλείας τρία δίδραχμα.
472Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 18
ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάσῃ τὸν ἀγρὸν αὐτοῦ, προσλογιεῖται αὐτῷ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τῆς συντιμήσεως αὐτοῦ.
473Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 28
πᾶν δὲ ἀνάθεμα, ὃ ἐὰν ἀναθῇ ἄνθρωπος τῷ κυρίῳ ἀπὸ πάντων, ὅσα αὐτῷ ἐστιν, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγροῦ κατασχέσεως αὐτοῦ, οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται· πᾶν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τῷ κυρίῳ.
474Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 3; 13
ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται, ἐγὼ κύριος.
475Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 3
ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
476Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 23
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
477Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 30
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
478Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 35
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
479Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 39
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
480Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 43
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
481Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 47
ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,
482Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 5; 3
ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
483Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 6; 4
πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ ἀπὸ πάντων, ὅσα γίνεται ἐξ ἀμπέλου, οἶνον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται.
484Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 6; 5
πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι, ὅσας ηὔξατο κυρίῳ, ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς.
485Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 8; 17
ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἡγίασα αὐτοὺς ἐμοὶ
486Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 15
Καὶ τῇ ἡμέρᾳ, ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί.
487Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 21
καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ’ ἑσπέρας ἕως πρωῒ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωί, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός·
488Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 10; 21
καὶ ἐξαροῦσιν οἱ υἱοὶ Κααθ αἴροντες τὰ ἅγια καὶ στήσουσιν τὴν σκηνήν, ἕως παραγένωνται.
489Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 11; 20
ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες Ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;
490Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 12; 15
καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως ἐκαθαρίσθη Μαριαμ.
491Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 13; 21
καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ.
492Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 13; 22
καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρων, καὶ ἐκεῖ Αχιμαν καὶ Σεσσι καὶ Θελαμιν γενεαὶ Εναχ· καὶ Χεβρων ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου.
493Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 13; 23
καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ’ αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ’ ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν.
494Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 11
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις, οἷς ἐποίησα ἐν αὐτοῖς;
495Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 18
Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης.
496Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 19
ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ’ Αἰγύπτου ἕως τοῦ νῦν.
497Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 27
Ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ, τὴν γόγγυσιν τῶν υἱῶν Ισραηλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.
498Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 33
οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν, ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ.
499Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 45
καὶ κατέβη ὁ Αμαληκ καὶ ὁ Χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ερμαν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν.
500Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 17; 28
πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;