'ήθος' - search in All Authors, Showing 1 to 163 of 163 hits

1Aristoteles, De arte poetica, 6; 6 (auctor 384BC-322BC)
Ἐπεί δέ πράξεώς ἐστι μίμησις, πράττεται δέ ὑπό τινων πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τό ἦθος καί τήν διάνοιαν (διά γάρ τούτων καί τάς πράξεις εἶναί φαμεν ποιάς τινας,) πέφυκεν αἴτια δύο τῶν πράξεων εἶναι, διάνοια καί ἦθος, καί κατά ταύτας καί τυγχάνουσι καί ἀποτυγχάνουσι πάντες.
2Aristoteles, De arte poetica, 6; 10 (auctor 384BC-322BC)
Τούτοις μέν οὖν οὐκ ὀλίγοι αὐτῶν ὡς εἰπεῖν κέχρηνται τοῖς εἴδεσιν· καί γάρ ὄψεις ἔχει πᾶν καί ἦθος καί μῦθον καί λέξιν καί μέλος καί διάνοιαν ὡσαύτως.
3Aristoteles, De arte poetica, 6; 16 (auctor 384BC-322BC)
Αἱ γάρ τῶν νέων τῶν πλείστων ἀήθεις τραγῳδίαι εἰσί, καί ὅλως ποιηταί πολλοί τοιοῦτοι, οἷον καί τῶν γραφέων Ζεῦξις πρός Πολύγνωτον πέπονθεν· ὁ μέν γάρ Πολύγνωτος ἀγαθός ἠθογράφος, ἡ δέ Ζεύξιδος γραφή οὐδέν ἔχει ἦθος.
4Aristoteles, De arte poetica, 6; 25 (auctor 384BC-322BC)
Ἔστι δέ ἦθος μέν τό τοιοῦτον ὃ δηλοῖ τήν προαίρεσιν ὁποία τις· διόπερ οὐκ ἔχουσιν ἦθος τῶν λόγων ἐν οἷς μηδ᾿ ὅλως ἔστιν ὅ τι προαιρεῖται ἢ φεύγει ὁ λέγων.
5Aristoteles, De arte poetica, 15; 2 (auctor 384BC-322BC)
Ἕξει δέ ἦθος μέν, ἐάν ὥσπερ ἐλέχθη ποιῇ φανεράν ὁ λόγος ἢ ἡ πρᾶξις προαίρεσίν.
6Aristoteles, De arte poetica, 15; 5 (auctor 384BC-322BC)
Δεύτερον δέ τά ἁρμόττοντα· ἔστι γάρ ἀνδρεῖον μέν τό ἦθος, ἀλλ᾿ οὐχ ἁρμόττον γυναικί τό ἀνδρείαν ἢ δεινήν εἶναι.
7Aristoteles, De arte poetica, 15; 6 (auctor 384BC-322BC)
Τρίτον δέ τό ὅμοιον· τοῦτο γάρ ἕτερον τοῦ χρηστόν τό ἦθος καί ἁρμόττον ποιῆσαι, ὥσπερ εἴρηται.
8Aristoteles, De arte poetica, 15; 7 (auctor 384BC-322BC)
Τέταρτον δέ τό ὁμαλόν· κἂν γάρ ἀνώμαλός τις ᾖ ὁ τήν μίμησιν παρέχων καί τοιοῦτον ἦθος ὑποτιθείς, ὅμως ὁμαλῶς ἀνώμαλον δεῖ εἶναι.
9Aristoteles, De arte poetica, 24; 19 (auctor 384BC-322BC)
Οἱ μέν οὖν ἄλλοι αὐτοί μέν δι᾿ ὅλου ἀγωνίζονται, μιμοῦνται δέ ὀλίγα καί ὀλιγάκις· ὁ δέ ὀλίγα φροιμιασάμενος εὐθύς εἰσάγει ἄνδρα ἢ γυναῖκα ἢ ἄλλο τι ἦθος, καί οὐδέν ἄηθες, ἀλλ᾿ ἔχοντα ἤθη.
10Aristoteles, De partibus animalium, 2, 4, 4; 9 (auctor 384BC-322BC)
Τὰ δὲ πολλὰς ἔχοντα λίαν ἶνας καὶ παχείας γεωδέστερα τὴν φύσιν ἐστὶ καὶ θυμώδη τὸ ἦθος καὶ ἐκστατικὰ διὰ τὸν θυμόν.
11Aristoteles, De partibus animalium, 2, 4, 6; 16 (auctor 384BC-322BC)
Πολλῶν δ´ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ἦθος τοῖς ζῴοις καὶ κατὰ τὴν αἴσθησιν, εὐλόγως· ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος· ἡ γὰρ τροφὴ ὕλη, τὸ δ´ αἷμα ἡ ἐσχάτη τροφή.
12Aristoteles, De partibus animalium, 4, 11, 15; 46 (auctor 384BC-322BC)
Αἴτιον δὲ τὸ τῆς ψυχῆς ἦθός ἐστιν αὐτοῦ· διὰ γὰρ τὸν φόβον γίνεται πολύμορφος.
13Aristoteles, Ethica Eudemia, 2; 43 (auctor 384BC-322BC)
ἐπεὶ δ' αἱ διανοητικαὶ μετὰ λόγου, αἱ μὲν τοιαῦται τοῦ λόγον ἔχοντος, ὃ ἐπιτακτικόν ἐστι τῆς ψυχῆς ᾗ λόγον ἔχει, αἱ δ' ἠθικαὶ τοῦ ἀλόγου μέν, ἀκολουθητικοῦ δὲ κατὰ φύσιν τῷ λόγον ἔχοντι· οὐ γὰρ λέγομεν ποῖός τις τὸ ἦθος, ὅτι σοφὸς ἢ δεινός, ἀλλ' ὅτι πρᾶος ἢ θρασύς.
14Aristoteles, Ethica Eudemia, 2; 51 (auctor 384BC-322BC)
ὅτι μὲν τοίνυν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδέα καὶ λυπηρά ἐστι, δῆλον· ἐπεὶ δ' ἐστὶ τὸ ἦθος, ὥσπερ καὶ τὸ ὄνομα σημαίνει ὅτι ἀπὸ ἔθους ἔχει τὴν ἐπίδοσιν, ἐθίζεται δὲ τὸ ὑπ' ἀγωγῆς μὴ ἐμφύτου τῷ πολλάκις κινεῖσθαι πώς, οὕτως ἤδη τὸ ἐνεργητικόν, ὃ ἐν τοῖς ἀψύχοις οὐχ ὁρῶμεν (οὐδὲ γὰρ ἂν μυριάκις ῥίψῃς ἄνω τὸν λίθον, οὐδέποτε ποιήσει τοῦτο μὴ βίᾳ) , διὸ ἔστω τὸ ἦθος τοῦτο ψυχῆς κατὰ ἐπιτακτικὸν λόγον τοῦ ἀλόγου μέν, δυναμένου δ' ἀκολουθεῖν τῷ λόγῳ ποιότης.
15Aristoteles, Ethica Eudemia, 2; 94 (auctor 384BC-322BC)
εἰλημμένων δὲ τούτων, μετὰ ταῦτα λεκτέον ὅτι ἐπειδὴ δύο μέρη τῆς ψυχῆς, καὶ αἱ ἀρεταὶ κατὰ ταῦτα διῄρηνται, καὶ αἱ μὲν τοῦ λόγον ἔχοντος διανοητικαί, ὧν ἔργον ἀλήθεια, ἢ περὶ τοῦ πῶς ἔχει ἢ περὶ γενέσεως, αἱ δὲ τοῦ ἀλόγου, ἔχοντος δ' ὄρεξιν (οὐ γὰρ ὁτιοῦν μέρος ἔχει τῆς ψυχῆς ὄρεξιν, εἰ μεριστὴ ἐστίν) , ἀνάγκη δὴ φαῦλον τὸ ἦθος καὶ σπουδαῖον εἶναι τῷ διώκειν καὶ φεύγειν ἡδονάς τινας καὶ λύπας.
16Aristoteles, Ethica Eudemia, 2; 275 (auctor 384BC-322BC)
ἀνάγκη τοίνυν, ἐπειδὴ ἡ ἀρετὴ μὲν ἡ ἠθικὴ αὐτή τε μεσότης τίς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας πᾶσα, ἡ δὲ κακία ἐν ὑπερβολῇ καὶ ἐλλείψει καὶ περὶ ταὐτὰ τῇ ἀρετῇ, τὴν ἀρετὴν εἶναι τὴν ἠθικὴν ἕξιν προαιρετικὴν μεσότητος τῆς πρὸς ἡμᾶς ἐν ἡδέσι καὶ λυπηροῖς, καθ' ὅσα ποῖός τις λέγεται τὸ ἦθος, ἢ χαίρων ἢ λυπούμενος· ὁ γὰρ φιλόγλυκυς ἢ φιλόπικρος οὐ λέγεται ποῖός τις τὸ ἦθος.
17Aristoteles, Ethica Eudemia, 3; 163 (auctor 384BC-322BC)
σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δ' ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί.
18Aristoteles, Ethica Eudemia, 7; 186 (auctor 384BC-322BC)
τό τε γὰρ ἀγαθὸν ἁπλοῦν, τὸ δὲ κακὸν πολύμορφον· καὶ ὁ ἀγαθὸς μὲν ὅμοιος ἀεὶ καὶ οὐ μεταβάλλεται τὸ ἦθος, ὁ δὲ φαῦλος καὶ ὁ ἄφρων οὐθὲν ἔοικεν ἕωθεν καὶ ἑσπέρας.
19Aristoteles, Ethica Nicomachea, 1, 1; 21 (auctor 384BC-322BC)
διαφέρει δ' οὐδὲν νέος τὴν ἡλικίαν ἢ τὸ ἦθος νεαρός· οὐ γὰρ παρὰ τὸν χρόνον ἡ ἔλλειψις, ἀλλὰ διὰ τὸ κατὰ πάθος ζῆν καὶ διώκειν ἕκαστα.
20Aristoteles, Ethica Nicomachea, 4, 3; 8 (auctor 384BC-322BC)
διὸ καὶ δοκεῖ οὐκ εἶναι φαῦλος τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ οὐδ' ἀγεννοῦς τὸ ὑπερβάλλειν διδόντα καὶ μὴ λαμβάνοντα, ἠλιθίου δέ.
21Aristoteles, Ethica Nicomachea, 4, 13; 2 (auctor 384BC-322BC)
οὐ χεῖρον δὲ καὶ τὰς τοιαύτας ἐπελθεῖν· μᾶλλόν τε γὰρ ἂν εἰδείημεν τὰ περὶ τὸ ἦθος, καθ' ἕκαστον διελθόντες, καὶ μεσότητας εἶναι τὰς ἀρετὰς πιστεύσαιμεν ἄν, ἐπὶ πάντων οὕτως ἔχον συνιδόντες.
22Aristoteles, Ethica Nicomachea, 7, 11; 5 (auctor 384BC-322BC)
οὐδ' ἅμα φρόνιμον καὶ ἀκρατῆ ἐνδέχεται εἶναι τὸν αὐτόν· ἅμα γὰρ φρόνιμος καὶ σπουδαῖος τὸ ἦθος δέδεικται ὤν.
23Aristoteles, Ethica Nicomachea, 9, 3; 3 (auctor 384BC-322BC)
ἐγκαλέσειε δ' ἄν τις, εἰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδὺ ἀγαπῶν προσεποιεῖτο διὰ τὸ ἦθος.
24Aristoteles, Ethica Nicomachea, 9, 3; 5 (auctor 384BC-322BC)
ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος, ἑαυτὸν αἰτιῷτ' ἄν· ὅταν δ' ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τιμιώτερον ἡ κακουργία.
25Aristoteles, Ethica Nicomachea, 9, 3; 7 (auctor 384BC-322BC)
ἆρ' οὖν εὐθὺς διαλυτέον· ἢ οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀνιάτοις κατὰ τὴν μοχθηρίαν· ἐπανόρθωσιν δ' ἔχουσι μᾶλλον βοηθητέον εἰς τὸ ἦθος ἢ τὴν οὐσίαν, ὅσῳ βέλτιον καὶ τῆς φιλίας οἰκειότερον.
26Aristoteles, Ethica Nicomachea, 9, 11; 8 (auctor 384BC-322BC)
αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, ἄλλως τε καὶ ἀτυχοῦντι, καὶ γίνεταί τις ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι (παραμυθητικὸν γὰρ ὁ φίλος καὶ τῇ ὄψει καὶ τῷ λόγῳ, ἐὰν ᾖ ἐπιδέξιος· οἶδε γὰρ τὸ ἦθος καὶ ἐφ' οἷς ἥδεται καὶ λυπεῖται) · τὸ δὲ λυπούμενον αἰσθάνεσθαι ἐπὶ ταῖς αὑτοῦ ἀτυχίαις λυπηρόν· πᾶς γὰρ φεύγει λύπης αἴτιος εἶναι τοῖς φίλοις.
27Aristoteles, Ethica Nicomachea, 10, 10; 1 (auctor 384BC-322BC)
ἆρ' οὖν εἰ περί τε τούτων καὶ τῶν ἀρετῶν, ἔτι δὲ καὶ φιλίας καὶ ἡδονῆς, ἱκανῶς εἴρηται τοῖς τύποις, τέλος ἔχειν οἰητέον τὴν προαίρεσιν· ἢ καθάπερ λέγεται, οὐκ ἔστιν ἐν τοῖς πρακτοῖς τέλος τὸ θεωρῆσαι ἕκαστα καὶ γνῶναι, ἀλλὰ μᾶλλον τὸ πράττειν αὐτά· οὐδὲ δὴ περὶ ἀρετῆς ἱκανὸν τὸ εἰδέναι, ἀλλ' ἔχειν καὶ χρῆσθαι πειρατέον, ἢ εἴ πως ἄλλως ἀγαθοὶ γινόμεθα· εἰ μὲν οὖν ἦσαν οἱ λόγοι αὐτάρκεις πρὸς τὸ ποιῆσαι ἐπιεικεῖς, πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους δικαίως ἔφερον κατὰ τὸν Θέογνιν, καὶ ἔδει ἂν τούτους πορίσασθαι· νῦν δὲ φαίνονται προτρέψασθαι μὲν καὶ παρορμῆσαι τῶν νέων τοὺς ἐλευθερίους ἰσχύειν, ἦθός τ' εὐγενὲς καὶ ὡς ἀληθῶς φιλόκαλον ποιῆσαι ἂν κατοκώχιμον ἐκ τῆς ἀρετῆς, τοὺς δὲ πολλοὺς ἀδυνατεῖν πρὸς καλοκαγαθίαν προτρέψασθαι· οὐ γὰρ πεφύκασιν αἰδοῖ πειθαρχεῖν ἀλλὰ φόβῳ, οὐδ' ἀπέχεσθαι τῶν φαύλων διὰ τὸ αἰσχρὸν ἀλλὰ διὰ τὰς τιμωρίας· πάθει γὰρ ζῶντες τὰς οἰκείας ἡδονὰς διώκουσι καὶ δι' ὧν αὗται ἔσονται, φεύγουσι δὲ τὰς ἀντικειμένας λύπας, τοῦ δὲ καλοῦ καὶ ὡς ἀληθῶς ἡδέος οὐδ' ἔννοιαν ἔχουσιν, ἄγευστοι ὄντες.
28Aristoteles, Ethica Nicomachea, 10, 10; 6 (auctor 384BC-322BC)
δεῖ δὴ τὸ ἦθος προϋπάρχειν πως οἰκεῖον τῆς ἀρετῆς, στέργον τὸ καλὸν καὶ δυσχεραῖνον τὸ αἰσχρόν.
29Aristoteles, Historia animalium, 1, I 1; 61 (auctor 384BC-322BC)
Διαφέρουσι δέ καί ταῖς τοιαῖσδε διαφοραῖς κατά τό ἦθος.
30Aristoteles, Historia animalium, 1, I 11; 13 (auctor 384BC-322BC)
Ὤτων δέ τά μέν ψιλά, τά δέ δασέα, τά δέ μέσα· βέλτιστα δέ τά μέσα πρός ἀκοήν, ἦθος δ’ οὐδέν σημαίνει.
31Aristoteles, Historia animalium, 9, IX 1; 4 (auctor 384BC-322BC)
Ἐν πᾶσι δ’ ὅσοις ἐστί γένεσι τό θῆλυ καί τό ἄρρεν, σχεδόν ἡ φύσις ὁμοίως διέστησε τό ἦθος τῶν θηλειῶν πρός τό τῶν ἀρρένων.
32Aristoteles, Historia animalium, 9, IX 1; 5 (auctor 384BC-322BC)
Μάλιστα δέ φανερόν ἐπί τε τῶν ἀνθρώπων καί τῶν μέγεθος ἐχόντων καί τῶν ζῳοτόκων τετραπόδων· μαλακώτερον γάρ τό ἦθός ἐστι τό τῶν θηλειῶν, καί τιθασσεύεται θᾶττον, καί προσίεται τάς χεῖρας μᾶλλον, καί μαθητικώτερον, οἷον καί αἱ Λάκαιναι κύνες αἱ θήλειαι εὐφυέστεραι τῶν ἀρρένων εἰσίν.
33Aristoteles, Historia animalium, 9, IX 1; 10 (auctor 384BC-322BC)
Τούτων δ’ ἴχνη μέν τῶν ἠθῶν ἐστίν ἐν πᾶσιν ὡς εἰπεῖν, μᾶλλον δέ φανερώτερα ἐν τοῖς ἔχουσι μᾶλλον ἦθος καί μάλιστα ἐν ἀνθρώπῳ· τοῦτο γάρ ἔχει τήν φύσιν ἀποτετελεσμένην, ὥστε καί ταύτας τάς ἕξεις εἶναι φανερωτέρας ἐν αὐτοῖς.
34Aristoteles, Historia animalium, 9, IX 3; 2 (auctor 384BC-322BC)
Τό τε γάρ τῶν προβάτων ἦθος, ὥσπερ λέγεται, εὔηθες καί ἀνόητον· πάντων γάρ τῶν τετραπόδων κάκιστόν ἐστι, καί ἕρπει εἰς τάς ἐρημίας πρός οὐδέν, καί πολλάκις χειμῶνος ὄντος ἐξέρχεται ἔνδοθεν, καί ὅταν ὑπό νιφετοῦ ληφθῶσιν, ἂν μή κινήσῃ ὁ ποιμήν, οὐκ ἐθέλουσιν ἀπιέναι, ἀλλ’ ἀπόλλυνται καταλειπόμενα, ἐάν μή ἄρρενας κομίσωσιν οἱ ποιμένες· τότε δ’ ἀκολουθοῦσιν.
35Aristoteles, Historia animalium, 9, IX 11; 10 (auctor 384BC-322BC)
Ὁ δέ τροχίλος καί λόχμας καί τρώγλας οἰκεῖ· δυσάλωτος δέ καί δραπέτης καί τό ἦθος ἀσθενής, εὐβίοτος δέ καί τεχνικός.
36Aristoteles, Historia animalium, 9, IX 12; 2 (auctor 384BC-322BC)
Ἔστι δέ τό ἦθος ὁ κίγκλος πανοῦργος καί δυσθήρατος, ὅταν δέ ληφθῇ, τιθασσότατος.
37Aristoteles, Historia animalium, 9, IX 17; 1 (auctor 384BC-322BC)
Ἡ δέ κρέξ τό μέν ἦθος μάχιμος, τήν δέ διάνοιαν εὐμήχανος πρός τόν βίον, ἄλλως δέ κακόποτμος ὄρνις.
38Aristoteles, Historia animalium, 9, IX 17; 2 (auctor 384BC-322BC)
Ἡ δέ καλουμένη σίττη τό μέν ἦθος μάχιμος, τήν δέ διάνοιαν εὔθικτος καί εὐθήμων καί εὐβίοτος, καί λέγεται φαρμάκεια εἶναι διά τό πολύιδρις εἶναι· πολύγονος δέ καί εὔτεκνος, καί ζῇ ὑλοκοποῦσα.
39Aristoteles, Historia animalium, 9, IX 17; 4 (auctor 384BC-322BC)
Ἔστι δέ τι ὀρνίθιον μικρόν ὃ καλεῖται κέρθιος· οὗτος τό μέν ἦθος θρασύς, καί οἰκεῖ περί δένδρα, καί ἔστι θριποφάγος, τήν δέ διάνοιαν εὐβίοτος, καί τήν φωνήν ἔχει λαμπράν.
40Aristoteles, Historia animalium, 9, IX 30; 5 (auctor 384BC-322BC)
Τίκτει μέν οὖν ᾠά δύο ἢ τρία τό πλεῖστον, τό δέ ἦθός ἐστι βλακικός.
41Aristoteles, Historia animalium, 9, IX 44; 3 (auctor 384BC-322BC)
Ἔστι δέ τό ἦθος οὐχ ὑπόπτης οὐδενός οὐδ’ ὑφορώμενος οὐδέν, πρός τε τά σύντροφα καί συνήθη σφόδρα φιλοπαίγμων καί στερκτικός.
42Aristoteles, Historia animalium, 9, IX 50; 1 (auctor 384BC-322BC)
Μεταβάλλει δέ τά ζῷα οὐ μόνον τάς μορφάς ἔνια καί τό ἦθος κατά τάς ἡλικίας καί τάς ὥρας, ἀλλά καί ἐκτεμνόμενα.
43Aristoteles, Magna moralia, 1, 1, 1; 1 (auctor 384BC-322BC)
Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἂν εἴη σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος.
44Aristoteles, Magna moralia, 1, 1, 3; 3 (auctor 384BC-322BC)
ἔστι γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν τινα εἶναι, λέγω δ' οἷον σπουδαῖον τὸ δὲ σπουδαῖον εἶναί ἐστι τὸ τὰς ἀρετὰς ἔχειν δεῖ ἄρα, εἴ τις μέλλει ἐν τοῖς πολιτικοῖς πρακτικὸς εἶναι, τὸ ἦθος εἶναι σπουδαῖος μέρος ἐστὶν ἄρα, ὡς ἔοικε, καὶ ἀρχὴ ἡ περὶ τὰ ἤθη πραγματεία τῆς πολιτικῆς, τὸ δ' ὅλον καὶ τὴν ἐπωνυμίαν δικαίως δοκεῖ ἄν μοι ἔχειν ἡ πραγματεία οὐκ ἠθικὴν ἀλλὰ πολιτικήν.
45Aristoteles, Magna moralia, 1, 1, 7; 13 (auctor 384BC-322BC)
αἱ γὰρ ἐπιστῆμαι πᾶσαι μετὰ λόγου, λόγος δὲ ἐν τῷ διανοητικῷ τῆς ψυχῆς ἐγγίνεται μορίῳ γίνονται οὖν αἱ ἀρεταὶ πᾶσαι κατ' αὐτὸν ἐν τῷ λογιστικῷ τῆς ψυχῆς μορίῳ συμβαίνει οὖν αὐτῷ ἐπιστήμας ποιοῦντι τὰς ἀρετὰς ἀναιρεῖν τὸ ἄλογον μέρος τῆς ψυχῆς, τοῦτο δὲ ποιῶν ἀναιρεῖ καὶ πάθος καὶ ἦθος.
46Aristoteles, Magna moralia, 1, 6, 3; 5 (auctor 384BC-322BC)
τὸ γὰρ ἦθος ἀπὸ τοῦ ἔθους ἔχει τὴν ἐπωνυμίαν ἠθικὴ γὰρ καλεῖται διὰ τὸ ἐθίζεσθαι.
47Aristoteles, Magna moralia, 1, 9, 6; 12 (auctor 384BC-322BC)
γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλον μὲν γράψαι παντὸς ἐστί, τὸ δὲ μέσον τὸ ἐν αὐτῷ ἤδη λαβεῖν χαλεπόν, ὁμοίως δὲ καὶ ὀργισθῆναι μὲν ῥᾴδιον, καὶ τὸ ἐναντίον δὲ τούτῳ, τὸ δὲ μέσως ἔχειν χαλεπόν ἁπλῶς δὲ ἐν ἑκάστῳ τῶν παθῶν ἔστιν ἰδεῖν ὅτι τὸ ἐμπεριέχον τὸ μέσον ῥᾴδιον ἐστί, τὸ δὲ μέσον χαλεπόν, καθ' ὃ ἐπαινούμεθα διὸ καὶ σπάνιον τὸ σπουδαῖον).
48Aristoteles, Magna moralia, 2, 12, 10; 10 (auctor 384BC-322BC)
ἔστιν δ' ἡ εὔνοια τοῦ ἤθους καὶ πρὸς τὸ ἦθος οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλ' ἄν τις ᾖ τὸ ἦθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.
49Aristoteles, Politica, 4; 69 (auctor 384BC-322BC)
διότι καὶ τὸ ἦθος τὸ αὐτό, καὶ ἄμφω δεσποτικὰ τῶν βελτιόνων, καὶ τὰ ψηφίσματα ὥσπερ ἐκεῖ τὰ ἐπιτάγματα, καὶ ὁ δημαγωγὸς καὶ ὁ κόλαξ οἱ αὐτοὶ καὶ ἀνάλογον.
50Aristoteles, Politica, 5; 232 (auctor 384BC-322BC)
κοινὴ δὲ φυλακὴ πάσης μοναρχίας τὸ μηθένα ποιεῖν ἕνα μέγαν, ἀλλ' εἴπερ, πλείους (τηρήσουσι γὰρ ἀλλήλους) , ἐὰν δ' ἄρα τινὰ δέῃ ποιῆσαι μέγαν, μή τοι τό γε ἦθος θρασύν (ἐπιθετικώτατον γὰρ τὸ τοιοῦτον ἦθος περὶ πάσας τὰς πράξεις) , κἂν τῆς δυνάμεώς τινα δοκῇ παραλύειν, ἐκ προσαγωγῆς τοῦτο δρᾶν καὶ μὴ πᾶσαν ἀθρόαν ἀφαιρεῖσθαι τὴν ἐξουσίαν.
51Aristoteles, Politica, 5; 240 (auctor 384BC-322BC)
ἐκ γὰρ τούτων ἀναγκαῖον οὐ μόνον τὴν ἀρχὴν εἶναι καλλίω καὶ ζηλωτοτέραν τῷ βελτιόνων ἄρχειν καὶ μὴ τεταπεινωμένων μηδὲ μισούμενον καὶ φοβούμενον διατελεῖν, ἀλλὰ καὶ τὴν ἀρχὴν εἶναι πολυχρονιωτέραν, ἔτι δ' αὐτὸν διακεῖσθαι κατὰ τὸ ἦθος ἤτοι καλῶς πρὸς ἀρετὴν ἢ ἡμίχρηστον ὄντα, καὶ μὴ πονηρὸν ἀλλ' ἡμιπόνηρον.
52Aristoteles, Politica, 7, 1323B; 9 (auctor 384BC-322BC)
ἡμεῖς δὲ αὐτοῖς ἐροῦμεν ὅτι ῥᾴδιον μὲν περὶ τούτων καὶ διὰ τῶν ἔργων λαμβάνειν τὴν πίστιν, ὁρῶντας ὅτι κτῶνται καὶ φυλάττουσιν οὐ τὰς ἀρετὰς τοῖς ἐκτὸς ἀλλ' ἐκεῖνα ταύταις, καὶ τὸ ζῆν εὐδαιμόνως, εἴτ' ἐν τῷ χαίρειν ἐστὶν εἴτ' ἐν ἀρετῇ τοῖς ἀνθρώποις εἴτ' ἐν ἀμφοῖν, ὅτι μᾶλλον ὑπάρχει τοῖς τὸ ἦθος μὲν καὶ τὴν διάνοιαν κεκοσμημένοις εἰς ὑπερβολήν, περὶ δὲ τὴν ἔξω κτῆσιν τῶν ἀγαθῶν μετριάζουσιν, ἢ τοῖς ἐκεῖνα μὲν κεκτημένοις πλείω τῶν χρησίμων, ἐν δὲ τούτοις ἐλλείπουσιν· οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν λόγον σκοπουμένοις εὐσύνοπτόν ἐστιν.
53Aristoteles, Politica, 8, 1337A; 1 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν τῷ νομοθέτῃ μάλιστα πραγματευτέον περὶ τὴν τῶν νέων παιδείαν, οὐδεὶς ἂν ἀμφισβητήσειε· καὶ γὰρ ἐν ταῖς πόλεσιν οὐ γιγνόμενον τοῦτο βλάπτει τὰς πολιτείας· δεῖ γὰρ πρὸς ἑκάστην παιδεύεσθαι, τὸ γὰρ ἦθος τῆς πολιτείας ἑκάστης τὸ οἰκεῖον καὶ φυλάττειν εἴωθε τὴν πολιτείαν καὶ καθίστησιν ἐξ ἀρχῆς, οἷον τὸ μὲν δημοκρατικὸν δημοκρατίαν τὸ δ' ὀλιγαρχικὸν ὀλιγαρχίαν· ἀεὶ δὲ τὸ βέλτιον ἦθος βελτίονος αἴτιον πολιτείας.
54Aristoteles, Politica, 8, 1337B; 8 (auctor 384BC-322BC)
οὐ γὰρ ταὐτὰ πάντες ὑπολαμβάνουσι δεῖν μανθάνειν τοὺς νέους οὔτε πρὸς ἀρετὴν οὔτε πρὸς τὸν βίον τὸν ἄριστον, οὐδὲ φανερὸν πότερον πρὸς τὴν διάνοιαν πρέπει μᾶλλον ἢ πρὸς τὸ τῆς ψυχῆς ἦθος· ἔκ τε τῆς ἐμποδὼν παιδείας ταραχώδης ἡ σκέψις καὶ δῆλον οὐδὲν πότερον ἀσκεῖν δεῖ τὰ χρήσιμα πρὸς τὸν βίον ἢ τὰ τείνοντα πρὸς ἀρετὴν ἢ τὰ περιττά (πάντα γὰρ εἴληφε ταῦτα κριτάς τινας) · περί τε τῶν πρὸς ἀρετὴν οὐθέν ἐστιν ὁμολογούμενον (καὶ γὰρ τὴν ἀρετὴν οὐ τὴν αὐτὴν εὐθὺς πάντες τιμῶσιν, ὥστ' εὐλόγως διαφέρονται καὶ πρὸς τὴν ἄσκησιν αὐτῆς) .
55Aristoteles, Politica, 8; 45 (auctor 384BC-322BC)
οὔτε γὰρ τίνα ἔχει δύναμιν ῥᾴδιον περὶ αὐτῆς διελεῖν, οὔτε τίνος δεῖ χάριν μετέχειν αὐτῆς, πότερον παιδιᾶς ἕνεκα καὶ ἀναπαύσεως, καθάπερ ὕπνου καὶ μέθης (ταῦτα γὰρ καθ' αὑτὰ μὲν οὐδὲ τῶν σπουδαίων, ἀλλ' ἡδέα, καὶ ἀναπαύει μέριμναν, ὥς φησιν Εὐριπίδης· διὸ καὶ τάττουσιν αὐτὴν καὶ χρῶνται πᾶσι τούτοις ὁμοίως, ὕπνῳ καὶ μέθῃ καὶ μουσικῇ· τιθέασι δὲ καὶ τὴν ὄρχησιν ἐν τούτοις) , ἢ μᾶλλον οἰητέον πρὸς ἀρετήν τι τείνειν τὴν μουσικήν, ὡς δυναμένην, καθάπερ ἡ γυμναστικὴ τὸ σῶμα ποιόν τι παρασκευάζει, καὶ τὴν μουσικὴν τὸ ἦθος ποιόν τι ποιεῖν, ἐθίζουσαν δύνασθαι χαίρειν ὀρθῶς, ἢ πρὸς διαγωγήν τι συμβάλλεται καὶ πρὸς φρόνησιν (καὶ γὰρ τοῦτο τρίτον θετέον τῶν εἰρημένων) .
56Aristoteles, Politica, 8, 1340A; 59 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλὰ ζητητέον μή ποτε τοῦτο μὲν συμβέβηκε, τιμιωτέρα δ' αὐτῆς ἡ φύσις ἐστὶν ἢ κατὰ τὴν εἰρημένην χρείαν, καὶ δεῖ μὴ μόνον τῆς κοινῆς ἡδονῆς μετέχειν ἀπ' αὐτῆς, ἧς ἔχουσι πάντες αἴσθησιν (ἔχει γὰρ ἡ μουσική τιν' ἡδονὴν φυσικήν, διὸ πάσαις ἡλικίαις καὶ πᾶσιν ἤθεσιν ἡ χρῆσις αὐτῆς ἐστι προσφιλής) , ἀλλ' ὁρᾶν εἴ πῃ καὶ πρὸς τὸ ἦθος συντείνει καὶ πρὸς τὴν ψυχήν.
57Aristoteles, Politica, 8; 66 (auctor 384BC-322BC)
τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ τὰ περὶ τοὺς ῥυθμούς (οἱ μὲν γὰρ ἦθος ἔχουσι στασιμώτερον οἱ δὲ κινητικόν, καὶ τούτων οἱ μὲν φορτικωτέρας ἔχουσι τὰς κινήσεις οἱ δὲ ἐλευθεριωτέρας) .
58Aristoteles, Politica, 8; 67 (auctor 384BC-322BC)
ἐκ μὲν οὖν τούτων φανερὸν ὅτι δύναται ποιόν τι τὸ τῆς ψυχῆς ἦθος ἡ μουσικὴ παρασκευάζειν, εἰ δὲ τοῦτο δύναται ποιεῖν, δῆλον ὅτι προσακτέον καὶ παιδευτέον ἐν αὐτῇ τοὺς νέους.
59Aristoteles, Politica, 8; 101 (auctor 384BC-322BC)
περὶ δὲ τῆς δωριστὶ πάντες ὁμολογοῦσιν ὡς στασιμωτάτης οὔσης καὶ μάλιστα ἦθος ἐχούσης ἀνδρεῖον.
60Aristoteles, Problemata, 19; 30 (auctor 384BC-322BC)
μεταβάλλειν γὰρ πολλὰς μεταβολὰς τῷ ἑνὶ ῥᾷον ἢ τοῖς πολλοῖς, καὶ τῷ ἀγωνιστῇ ἢ τοῖς τὸ ἦθος φυλάττουσιν.
61Aristoteles, Problemata, 19; 55 (auctor 384BC-322BC)
Διὰ τί τὸ ἀκουστὸν μόνον ἦθος ἔχει τῶν αἰσθητῶν; καὶ γὰρ ἐὰν ᾖ ἄνευ λόγου μέλος, ὅμως ἔχει ἦθος· ἀλλ' οὐ τὸ χρῶμα οὐδὲ ἡ ὀσμὴ οὐδὲ ὁ χυμὸς ἔχει.
62Aristoteles, Problemata, 19; 58 (auctor 384BC-322BC)
ἀλλ' ἡ συμφωνία οὐκ ἔχει ἦθος.
63Aristoteles, Problemata, 19; 62 (auctor 384BC-322BC)
Διὰ τί οἱ ῥυθμοὶ καὶ τὰ μέλη φωνὴ οὖσα ἤθεσιν ἔοικεν, οἱ δὲ χυμοὶ οὔ, ἀλλ' οὐδὲ τὰ χρώματα καὶ αἱ ὀσμαί; ἢ ὅτι κινήσεις εἰσὶν ὥσπερ καὶ αἱ πράξεις; ἤδη δὲ ἡ μὲν ἐνέργεια ἠθικὸν καὶ ποιεῖ ἦθος, οἱ δὲ χυμοὶ καὶ τὰ χρώματα οὐ ποιοῦσιν ὁμοίως.
64Aristoteles, Problemata, 19; 131 (auctor 384BC-322BC)
ἢ ὅτι ἦν τοῦ μὲν ἄνω τετραχόρδου τελευτή, τοῦ δὲ κάτω ἀρχή, καὶ μέσον εἶχε λόγον τόνῳ τῶν ἄκρων; Διὰ τί οἱ ἐν τραγῳδίᾳ χοροὶ οὔθ' ὑποδωριστὶ οὔθ' ὑποφρυγιστὶ ᾄδουσιν; ἢ ὅτι μέλος ἥκιστα ἔχουσιν αὗται αἱ ἁρμονίαι, οὗ δεῖ μάλιστα τῷ χορῷ; ἦθος δὲ ἔχει ἡ μὲν ὑποφρυγιστὶ πρακτικόν, διὸ καὶ ἔν τε τῷ Γηρυόνῃ ἡ ἔξοδος καὶ ἡ ἐξόπλισις ἐν ταύτῃ πεποίηται, ἡ δὲ ὑποδωριστὶ μεγαλοπρεπὲς καὶ στάσιμον, διὸ καὶ κιθαρῳδικωτάτη ἐστὶ τῶν ἁρμονιῶν.
65Aristoteles, Problemata, 19; 134 (auctor 384BC-322BC)
διὸ καὶ ἁρμόζει αὐτῷ τὸ γοερὸν καὶ ἡσύχιον ἦθος καὶ μέλος· ἀνθρωπικὰ γάρ.
66Aristoteles, Problemata, 30; 14 (auctor 384BC-322BC)
ὥσπερ οὖν ὁ εἷς ἄνθρωπος μεταβάλλει τὸ ἦθος πίνων καὶ χρώμενος τῷ οἴνῳ ποσῷ τινί, οὕτω καθ' ἕκαστον τὸ ἦθος εἰσί τινες ἄνθρωποι.
67Aristoteles, Problemata, 30; 19 (auctor 384BC-322BC)
ὥστε δῆλον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου τὸ ἦθος· πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευόμενα.
68Aristoteles, Problemata, 30; 37 (auctor 384BC-322BC)
τοῖς μὲν οὖν πολλοῖς ἀπὸ τῆς καθ' ἡμέραν τροφῆς ἐγγινομένη οὐδὲν τὸ ἦθος ποιεῖ διαφόρους, ἀλλὰ μόνον νόσημά τι μελαγχολικὸν ἀπειργάσατο.
69Aristoteles, Problemata, 30; 71 (auctor 384BC-322BC)
διὰ δὲ τὸ ἠθοποιὸς εἶναι (ἠθοποιὸν γὰρ τὸ θερμὸν καὶ ψυχρὸν μάλιστα τῶν ἐν ἡμῖν ἐστίν) ὥσπερ ὁ οἶνος πλείων καὶ ἐλάττων κεραννύμενος τῷ σώματι ποιεῖ τὸ ἦθος ποιούς τινας ἡμᾶς.
70Aristoteles, Rhetorica, 1, 2, 4; 7 (auctor 384BC-322BC)
δεῖ δὲ καὶ τοῦτο συμβαίνειν διὰ τοῦ λόγου, ἀλλὰ μὴ διὰ τοῦ προδεδοξάσθαι ποιόν τινα εἶναι τὸν λέγοντα· οὐ γάρ, ὥσπερ ἔνιοι τῶν τεχνολογούντων, οὐ τίθεμεν ἐν τῇ τέχνῃ καὶ τὴν ἐπιείκειαν τοῦ λέγοντος, ὡς οὐδὲν συμβαλλομένην πρὸς τὸ πιθανόν, ἀλλὰ σχεδὸν ὡς εἰπεῖν κυριωτάτην ἔχει πίστιν τὸ ἦθος.
71Aristoteles, Rhetorica, 1, 8, 6; 12 (auctor 384BC-322BC)
ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεις γίνονται δι' ἀποδεικτικοῦ λόγου, ἀλλὰ καὶ δι' ἠθικοῦ (τῷ γὰρ ποιόν τινα φαίνεσθαι τὸν λέγοντα πιστεύομεν, τοῦτο δ' ἐστὶν ἂν ἀγαθὸς φαίνηται ἢ εὔνους ἢ ἄμφω) , δέοι ἂν τὰ ἤθη τῶν πολιτειῶν ἑκάστης ἔχειν ἡμᾶς· τὸ μὲν γὰρ ἑκάστης ἦθος πιθανώτατον ἀνάγκη πρὸς ἑκάστην εἶναι.
72Aristoteles, Rhetorica, 1, 9, 1; 1 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα λέγωμεν περὶ ἀρετῆς καὶ κακίας καὶ καλοῦ καὶ αἰσχροῦ· οὗτοι γὰρ σκοποὶ τῷ ἐπαινοῦντι καὶ ψέγοντι· συμβήσεται γὰρ ἅμα περὶ τούτων λέγοντας κἀκεῖνα δηλοῦν ἐξ ὧν ποιοί τινες ὑποληφθησόμεθα κατὰ τὸ ἦθος, ἥπερ ἦν δευτέρα πίστις· ἐκ τῶν αὐτῶν γὰρ ἡμᾶς τε καὶ ἄλλον ἀξιόπιστον δυνησόμεθα ποιεῖν πρὸς ἀρετήν.
73Aristoteles, Rhetorica, 2, 13, 1; 1 (auctor 384BC-322BC)
τὸ μὲν οὖν τῶν νέων τοιοῦτόν ἐστιν ἦθος, οἱ δὲ πρεσβύτεροι καὶ παρηκμακότες σχεδὸν ἐκ τῶν ἐναντίων τούτοις τὰ πλεῖστα ἔχουσιν ἤθη· διὰ γὰρ τὸ πολλὰ ἔτη βεβιωκέναι καὶ πλείω ἐξηπατῆσθαι καὶ ἐξημαρτηκέναι, καὶ τὰ πλείω φαῦλα εἶναι τῶν πραγμάτων, οὔτε διαβεβαιοῦνται οὐδέν, ἧττόν τε ἄγανται πάντα ἢ δεῖ.
74Aristoteles, Rhetorica, 2, 13, 14; 16 (auctor 384BC-322BC)
καὶ μᾶλλον ζῶσι κατὰ λογισμὸν ἢ κατὰ τὸ ἦθος· ὁ μὲν γὰρ λογισμὸς τοῦ συμφέροντος τὸ δ' ἦθος τῆς ἀρετῆς ἐστιν.
75Aristoteles, Rhetorica, 2, 14, 3; 1 (auctor 384BC-322BC)
οἱ δ' ἀκμάζοντες φανερὸν ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσονται ἑκατέρων, ἀφαιροῦντες τὴν ὑπερβολήν, καὶ οὔτε σφόδρα θαρροῦντες (θρασύτης γὰρ τὸ τοιοῦτον) οὔτε λίαν φοβούμενοι, καλῶς δὲ πρὸς ἄμφω ἔχοντες, οὔτε πᾶσι πιστεύοντες οὔτε πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον, καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον οὔτε πρὸς τὸ συμφέρον ἀλλὰ πρὸς ἄμφω, καὶ οὔτε πρὸς φειδὼ οὔτε πρὸς ἀσωτίαν ἀλλὰ πρὸς τὸ ἁρμόττον, ὁμοίως δὲ καὶ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίαν, καὶ σώφρονες μετ' ἀνδρείας καὶ ἀνδρεῖοι μετὰ σωφροσύνης.
76Aristoteles, Rhetorica, 2, 15, 2; 2 (auctor 384BC-322BC)
εὐγενείας μὲν οὖν ἦθός ἐστι τὸ φιλοτιμότερον εἶναι τὸν κεκτημένον αὐτήν· ἅπαντες γάρ, ὅταν ὑπάρχῃ τι, πρὸς τοῦτο σωρεύειν εἰώθασιν, ἡ δ' εὐγένεια ἐντιμότης προγόνων ἐστίν.
77Aristoteles, Rhetorica, 2, 16, 3; 4 (auctor 384BC-322BC)
καὶ ὡς ἐν κεφαλαίῳ, ἀνοήτου εὐδαίμονος ἦθος ἦθοσ πλούτου ἐστίν.
78Aristoteles, Rhetorica, 2, 17, 6; 4 (auctor 384BC-322BC)
ὑπερηφανώτεροι μὲν οὖν καὶ ἀλογιστότεροι διὰ τὴν εὐτυχίαν εἰσίν, ἓν δὲ ἀκολουθεῖ βέλτιστον ἦθος τῇ εὐτυχίᾳ, ὅτι φιλόθεοί εἰσι καὶ ἔχουσιν πρὸς τὸ θεῖόν πως, πιστεύοντες διὰ τὰ γιγνόμενα ἀπὸ τῆς τύχης.
79Aristoteles, Rhetorica, 2, 17, 6; 5 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῶν καθ' ἡλικίαν καὶ τύχην ἠθῶν εἴρηται· τὰ γὰρ ἐναντία τῶν εἰρημένων ἐκ τῶν ἐναντίων φανερά ἐστιν, οἷον πένητος καὶ ἀτυχοῦς ἦθος καὶ ἀδυνάτου.
80Aristoteles, Rhetorica, 2, 21, 13; 35 (auctor 384BC-322BC)
δεῖ δὲ τὰς γνώμας λέγειν καὶ παρὰ τὰ δεδημοσιευμένα (λέγω δὲ δεδημοσιευμένα οἷον τὸ « γνῶθι σαυτὸν » καὶ τὸ « μηδὲν ἄγαν » ) , ὅταν ἢ τὸ ἦθος φαίνεσθαι μέλλῃ βέλτιον ἢ παθητικῶς εἰρημένη.
81Aristoteles, Rhetorica, 2, 21, 13; 36 (auctor 384BC-322BC)
ἔστι δὲ παθητικὴ μὲν οἷον εἴ τις ὀργιζόμενος φαίη ψεῦδος εἶναι ὡς δεῖ γιγνώσκειν αὑτόν· οὗτος γοῦν εἰ ἐγίγνωσκεν ἑαυτόν, οὐκ ἄν ποτε στρατηγεῖν ἠξίωσε· τὸ δὲ ἦθος βέλτιον, ὅτι οὐ δεῖ, ὥσπερ φασίν, φιλεῖν ὡς μισήσοντας, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντας.
82Aristoteles, Rhetorica, 2, 21, 16; 42 (auctor 384BC-322BC)
ἦθος δὲ ἔχουσιν οἱ λόγοι ἐν ὅσοις δήλη ἡ προαίρεσις· αἱ δὲ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν διὰ τὸ ἀποφαίνεσθαι τὸν τὴν γνώμην λέγοντα καθόλου περὶ τῶν προαιρέσεων, ὥστε, ἂν χρησταὶ ὦσιν αἱ γνῶμαι, καὶ χρηστοήθη φαίνεσθαι ποιοῦσι τὸν λέγοντα.
83Aristoteles, Rhetorica, 3, 7, 7; 8 (auctor 384BC-322BC)
ἐὰν οὖν καὶ τὰ ὀνόματα οἰκεῖα λέγῃ τῇ ἕξει, ποιήσει τὸ ἦθος· οὐ γὰρ ταὐτὰ οὐδ' ὡσαύτως ἀγροῖκος ἂν καὶ πεπαιδευμένος εἴπειεν.
84Aristoteles, Rhetorica, 3, 16, 8; 10 (auctor 384BC-322BC)
ἠθικὴν δὲ χρὴ τὴν διήγησιν εἶναι· ἔσται δὲ τοῦτο, ἂν εἰδῶμεν τί ἦθος ποιεῖ.
85Aristoteles, Rhetorica, 3, 16, 8; 11 (auctor 384BC-322BC)
ἓν μὲν δὴ τὸ προαίρεσιν δηλοῦν, ποιὸν δὲ τὸ ἦθος τῷ ποιὰν ταύτην, ἡ δὲ προαίρεσις ποιὰ τῷ τέλει· διὰ τοῦτο δ' οὐκ ἔχουσιν οἱ μαθηματικοὶ λόγοι ἤθη, ὅτι οὐδὲ προαίρεσιν (τὸ γὰρ οὗ ἕνεκα οὐκ ἔχουσιν) , ἀλλ' οἱ Σωκρατικοί· περὶ τοιούτων γὰρ λέγουσιν.
86Aristoteles, Rhetorica, 3, 17, 8; 13 (auctor 384BC-322BC)
καὶ ὅταν πάθος ποιῇς, μὴ λέγε ἐνθύμημα (ἢ γὰρ ἐκκρούσει τὸ πάθος ἢ μάτην εἰρημένον ἔσται τὸ ἐνθύμημα· ἐκκρούουσι γὰρ αἱ κινήσεις ἀλλήλας αἱ ἅμα, καὶ ἢ ἀφανίζουσιν ἢ ἀσθενεῖς ποιοῦοιν) , οὐδ' ὅταν ἠθικὸν τὸν λόγον, οὐ δεῖ ἐνθύμημά τι ζητεῖν ἅμα· οὐ γὰρ ἔχει οὔτε ἦθος οὔτε προαίρεσιν ἡ ἀπόδειξις.
87Aristoteles, Rhetorica, 3, 17, 16; 31 (auctor 384BC-322BC)
εἰς δὲ τὸ ἦθος, ἐπειδὴ ἔνια περὶ αὑτοῦ λέγειν ἢ ἐπίφθονον ἢ μακρολογίαν ἢ ἀντιλογίαν ἔχει, καὶ περὶ ἄλλου ἢ λοιδορίαν ἢ ἀγροικίαν, ἕτερον χρὴ λέγοντα ποιεῖν, ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει, καὶ ὡς Ἀρχίλοχος ψέγει· ποιεῖ γὰρ τὸν πατέρα λέγοντα περὶ τῆς θυγατρὸς ἐν τῷ ἰάμβῳ χρημάτων δ' ἄελπτον οὐθέν ἐστιν οὐδ' ἀπώμοτον, αρξηιλοξηυς φρ.
88Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 20; 26
ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς.
89Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 2; 7
ἐπεὶ τίνα τις τρόπον μονοφάγος ὢν τὸ ἦθος καὶ γαστρίμαργος ἢ καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός;
90Boyer Carolus, Cursus philosophiae, ethic., intro.; 1 (opus 1952)
Ethica (a vocabulo ἦθος, quod morem seu modum agendi significat) est nomen vulgatum philosophiae moralis: est igitur scientia practica quae exsistentiam, fundamenta, praecepta moralitatis ut obiectum habet.
91Cassiodorus Vivariensis, De artibus et disciplinis liberalium litterarum, 70, 1159C (auctor 485-580)
Affectuum duae sunt species, quas Graeci ἦθος καὶ πάθος vocant, hoc est, quasi mores et affectus concitatos; et πάθος quidem affectus concitatos; ἦθος vero mites atque compositos; in illis vehementes motus, in his lenes: et πάθος quidem imperat, ἦθος persuadet; hi ad perturbationem, illi ad benevolentiam praevalent.
92Cassiodorus Vivariensis, De artibus et disciplinis liberalium litterarum, 70, 1159C (auctor 485-580)
Et est πάθος temporale, ἦθος vero perpetuum; utraque ex eadem natura; sed illud maius, hoc minus, ut amor πάθος, charitas ἦθος; πάθος concitat, ἦθος sedat.
93Cicero, De Fato, 1, 1; 1 (opus 44BC)
. . . . quia pertinet ad mores, quod ἦθος illi vocant, nos eam partem philosophiae de moribus appellare solemus, sed decet augentem linguam Latinam nominare moralem; explicandaque vis est ratioque enuntiationum, quae Graeci ἀξιώματα vocant; quae de re futura cum aliquid dicunt deque eo, quod possit fieri aut non possit, quam vim habeant, obscura quaestio est, quam περὶ δυνατῶν philosophi appellant, totaque est λογική , quam rationem disserendi voco.
94Cicero, Tusculanae disputationes, 6, 2, 121; 3 (opus 45BC)
adest et urget malum ) 332 1 adfectio ( διάθεσις) 302 22 320 23 325 17 368 2 375 16 – 26 377 25 387 7 19 422 27 (habitus aut adfectio ἕξις) 375 16 ( κατάστημα Metrodori) 417 8 adfectus animi ( ἦθος Plato Rep. 400d?) 42524 – 7 nihil adfirmare (Academicorum) 269 3 adflictatio ( ἄση) 398 1 * ἀδιάφορον v.
95Constantinus I, Conciones, 8, 0459B (auctor c.272–337)
τὴν ἠλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογράφων ἦθος.
96Desiderius Erasmus, Adagia, Chiliades, 2, 1162; 6 (opus 1508)
Aristoteles libro Moralium septimo: Σό τε γάρ ἀγαθόν ἁπλοῦν, τό δέ κακόν πολύμορφον· καί ἀγαθός μέν ὅμοιος ἀεί καί οὐ μεταβάλλεται τό ἦθος, ὁ δέ φαῦλος καί ὁ ἄφρων οὐδέν ἔοικεν ἕωθεν καί ἐσπέρας id est Siquidem, quod bonum, idem simplex, contra quod malum, id varium est ; et, qui bonus, is semper sui similis, neque unquam commutat mores, at quisquis improbus et stultus, haud quaquam idem esse videtur mane et vesperi.
97Desiderius Erasmus, Adagia, Chiliades, 2, 1213; 9 (opus 1508)
Rursum illud eiusdem: Ὑπερήφανόν που γίγνεται λίαν τρυφή, Ὅτε πλοῦτος ἐξώκειλε τόν κεκτημένον Εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τό πρόσθεν ἦν, id est Nimis insolens tum redditur lascivia, Quoties, opes qui possidet, mores repens Mutat in alienos, pristinis contrarios.
98Desiderius Erasmus, Adagia, Chiliades, 2, 1330; 8 (opus 1508)
Et apud eundem Heraclitus: Ἦθος ἀνθρώπου δαίμων, id est Mores hominis deus (sive fortuna).
99Desiderius Erasmus, Adagia, Chiliades, 2, 1614; 8 (opus 1508)
Pindarus in Olympiis hymno undecimo eamdem sententiam aliter extulit: Σό γάρ ἐμφυές οὔτ’ αἴθων ἀλώπηξ οὔτ’ ἐρίβρομοι λέοντες διαλλάξαιντο ἦθος, id est Nam ingenium nativamque indolem nec astuta vulpes neque praevalidi leones mutare quiverint.
100Desiderius Erasmus, Adagia, Chiliades, 2, 1614; 10 (opus 1508)
Idem in eodem opere hymno XIII: Ἄμαχον δέ κρύψαι τό συγγενές ἦθος, id est Difficile est occultare nativos mores.
101Desiderius Erasmus, Adagia, Chiliades, 3, 2095; 1 (opus 1508)
Προβάτων ἦθος, id est Ovium mores.
102Desiderius Erasmus, Adagia, Chiliades, 3, 2095; 4 (opus 1508)
Aristoteles libro De natura animalium nono, quamobrem ita proverbio dici consueverit, indicat: Διαφέρει κατά τε δειλίαν καί πραότητα καί ἀνδρείαν καί ἡμερότητα καί νοῦν τε καί ἄνοιαν· τό τε γάρ τῶν προβάτων ἦθος, ὥσπερ λέγεται, εὔηθες καί ἀνόητον.
103Desiderius Erasmus, Adagia, Chiliades, 4, 3435; 2 (opus 1508)
Platonis verba subscribam: Οὔτε γάρ γίνεται οὔτε γέγονεν οὐδ’ οὖν μή γένεται, ἀλλοῖον ἦθος πρός ἀρετήν παρά τήν τούτων παιδείαν πεπαιδευμένον, ἀνθρώπειον, ὧ ἑταῖρε.
104Desiderius Erasmus, Adagia, Chiliades, 4, 3565; 7 (opus 1508)
Plato libro De Republica III: Εὐλογία ἄρα καί εὐαρμοστία καί εὐσχημοσύνη καί εὐρυθμία εὐηθείᾳ ἀκολουθεῖ, οὐχ ἣν ἄνοιαν οὖσαν ὑποκοριζόμενοι καλοῦμεν ὡς εὐήθειαν, ἀλλά τήν ὡς ἀληθῶς εὖ τε καί καλῶς τό ἦθος κατεσκευασμένην διανοίαν, id est Ergo sermonis probitas, morum compositio, decus et concinnitas sequitur εὐήθειαν, non hanc inquam quam vitio blandientes vocamus eo nomine, quasi sit morum bonitas, cum sit amentia, sed mentem vere moribus bonis pulchrisque instructam.
105Hesiodus, Opera et dies, 59; 2 (auctor fl.c.700BC)
Ἥφαιστον δ' ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν· καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας· ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
106Hesiodus, Opera et dies, 59; 4 (auctor fl.c.700BC)
αὐτίκα δ' ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς· ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη· ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· [πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.] ἐν δ' ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης ψεύδεά θ' αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος [τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ' ἄρα φωνὴν] θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ' ἔχοντες δῶρον ἐδώρησαν, πῆμ' ἀνδράσιν ἀλφηστῇσιν.
107Hieronymus Stridonensis, Commentaria in Danielem, 25, 0501C (auctor 340-420)
Dei gratiam ad suam refert diligentiam, et invenisse se dicit, cum Daniel ultro se obtulerit, ut introduceretur ad regem; in quo ἦθος ostenditur nuntiorum, qui cum bona nuntiant, sua videri volunt.
108Isidorus Hispalensis, Etymologiae, 82, 0305C (auctor 565-636)
Mos enim ἦθος apud Graecos appellatur.
109Martianus Capella, De nuptiis Philologiae et Mercurii, IX, 947; 3 (auctor fl.c.450)
Sunt autem et aliae sonorum diuersitates: et prima quidem per intentionem, aut acumine aut grauitate dissentiat; secunda per spatiorum perceptionem, cum uni aut pluribus coniungitur spatiis; tertia per coniunctionem systematis, quos aut unum aut plura recipit; [...] et quod secundum morem dicitur, id est κατ’ ἦθος: alium quippe morem acuta significant, alium grauiora.
110Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 183; 10 (auctor 1606-1681)
Προβάτων ἦθος .
111Paschasius Radbertus, Expositio in Matthaeum, 120, 0247D (auctor 785-860)
Est namque προπάθεια, temporalis, vel subitaneus animi affectus, ut iratus sit aliquis, aut amans aliquid, πάθος vero, aut ἦθος, ut quidam aiunt, quaedam animi forma vel deliberatio ex consensu pene quasi naturalis habitus mentis; ut est dum dicimus iracundum, aut cuiusque amatorem.
112Plato, Convivium, p1, 195; 18 (auctor c.425BC-347BC)
ἐν γὰρ ἤθεσι καὶ ψυχαῖς θεῶν καὶ ἀνθρώπων τὴν οἴκησιν ἵδρυται, καὶ οὐκ αὖ ἑξῆς ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλ' ᾗτινι ἂν σκληρὸν ἦθος ἐχούσῃ ἐντύχῃ, ἀπέρχεται, ᾗ δ' ἂν μαλακόν, οἰκίζεται.
113Plato, Critias, p1, 121; 3 (auctor c.425BC-347BC)
ἐπεὶ δ' ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι.
114Plato, Epistolae, 1b, 316; 1 (auctor c.425BC-347BC)
πολιτικῶν ἐμὲ σοὶ κοινῇ πραγματευσάμενον ἑκόντα ὀλίγα δὴ κατ' ἀρχάς, ὅτε τι πλέον ποιεῖν ἂν ᾠήθην, ἄλλα τε βραχέα ἄττα καὶ τὰ περὶ τῶν νόμων προοίμια σπουδάσαντα μετρίως, χωρὶς ὧν σὺ προσέγραψας ἤ τις ἕτερος· ἀκούω γὰρ ὕστερον ὑμῶν τινας αὐτὰ διασκευωρεῖν, δῆλα μὴν ἑκάτερα ἔσται τοῖς τὸ ἐμὸν ἦθος δυναμένοις κρίνειν.
115Plato, Epistolae, 1e, 322; 3 (auctor c.425BC-347BC)
Ἑρμείᾳ μὲν γὰρ οὔτε ἵππων πλῆθος οὔτε ἄλλης πολεμικῆς συμμαχίας οὐδ' αὖ χρυσοῦ προσγενομένου γένοιτ' ἂν μείζων εἰς τὰ πάντα δύναμις, ἢ φίλων βεβαίων τε καὶ ἦθος ἐχόντων ὑγιές· Ἐράστῳ δὲ καὶ Κορίσκῳ, πρὸς τῇ τῶν εἰδῶν σοφίᾳ τῇ καλῇ ταύτῃ, φήμ' ἐγώ, καίπερ γέρων ὤν, προσδεῖν σοφίας τῆς περὶ τοὺς πονηροὺς καὶ ἀδίκους φυλακτικῆς καί τινος ἀμυντικῆς δυνάμεως.
116Plato, Epistolae, 1f, 328; 2 (auctor c.425BC-347BC)
τὰ μὲν δὴ παρακελεύματα ἦν ταῦτά τε καὶ τοιαῦτα ἕτερα πάμπολλα, τὴν δ' ἐμὴν δόξαν τὸ μὲν περὶ τῶν νέων, ὅπῃ ποτὲ γενήσοιτο, εἶχεν φόβος – αἱ γὰρ ἐπιθυμίαι τῶν τοιούτων ταχεῖαι καὶ πολλάκις ἑαυταῖς ἐναντίαι φερόμεναι – τὸ δὲ Δίωνος ἦθος ἠπιστάμην τῆς ψυχῆς πέρι φύσει τε ἐμβριθὲς ὂν ἡλικίας τε ἤδη μετρίως ἔχον.
117Plato, Epistolae, 1i, 358; 2 (auctor c.425BC-347BC)
ἀκούω Δίωνος ἐν τοῖς μάλιστα ἑταῖρον εἶναί τέ σε νῦν καὶ γεγονέναι διὰ παντός, τὸ σοφώτατον ἦθος τῶν εἰς φιλοσοφίαν παρεχόμενον· τὸ γὰρ βέβαιον καὶ πιστὸν καὶ ὑγιές, τοῦτο ἐγώ φημι εἶναι τὴν ἀληθινὴν φιλοσοφίαν, τὰς δὲ ἄλλας τε καὶ εἰς ἄλλα τεινούσας σοφίας τε καὶ δεινότητας κομψότητας οἶμαι προσαγορεύων ὀρθῶς ὀνομάζειν.
118Plato, Leges, 1, 650; 1 (auctor c.425BC-347BC)
αὐτῶν, σφαλερώτερον, ἢ συγγενόμενον μετὰ τῆς τοῦ Διονύσου θεωρίας· ἢ πρὸς τἀφροδίσια ἡττημένης τινὸς ψυχῆς βάσανον λαμβάνειν, ἐπιτρέποντα αὑτοῦ θυγατέρας τε καὶ ὑεῖς καὶ γυναῖκας, οὕτως, ἐν τοῖς φιλτάτοις κινδυνεύσαντες, ἦθος ψυχῆς θεάσασθαι· καὶ μυρία δὴ λέγων οὐκ ἄν τίς ποτε ἀνύσειεν ὅσῳ διαφέρει τὸ μετὰ παιδιᾶς τὴν ἄλλως ἄνευ μισθοῦ ζημιώδους θεωρεῖν.
119Plato, Leges, 1a, 666; 2 (auctor c.425BC-347BC)
Ἀθηναῖος πῶς οὖν αὐτοὺς παραμυθησόμεθα προθύμους εἶναι πρὸς τὰς ᾠδάς· ἆρ' οὐ νομοθετήσομεν πρῶτον μὲν τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι, διδάσκοντες ὡς οὐ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν εἴς τε τὸ σῶμα καὶ τὴν ψυχήν, πρὶν ἐπὶ τοὺς πόνους ἐγχειρεῖν πορεύεσθαι, τὴν ἐμμανῆ εὐλαβουμένους ἕξιν τῶν νέων· μετὰ δὲ τοῦτο οἴνου μὲν δὴ γεύεσθαι τοῦ μετρίου μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν, ἐν τοῖς συσσιτίοις εὐωχηθέντα, καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς, καὶ δυσθυμίας λήθῃ γίγνεσθαι μαλακώτερον ἐκ σκληροτέρου τὸ τῆς ψυχῆς ἦθος, καθάπερ εἰς πῦρ σίδηρον ἐντεθέντα γιγνόμενον, καὶ οὕτως εὐπλαστότερον εἶναι· πρῶτον μὲν δὴ διατεθεὶς οὕτως ἕκαστος ἆρ' οὐκ ἂν ἐθέλοι προθυμότερόν γε, ἧττον αἰσχυνόμενος, οὐκ ἐν πολλοῖς ἀλλὰ ἐν μετρίοις, καὶ οὐκ ἐν ἀλλοτρίοις ἀλλ' ἐν οἰκείοις, ᾄδειν τε καὶ ὃ πολλάκις εἰρήκαμεν ἐπᾴδειν· Κλεινίας καὶ πολύ γε.
120Plato, Leges, 1d, 741; 3 (auctor c.425BC-347BC)
ὅσον γὰρ δὴ τὸ νῦν ἐπιταττόμενον ἀγαθὸν ὂν τυγχάνει πάσαις ταῖς πειθομέναις πόλεσι, τὴν ἑπομένην κατασκευὴν προσλαβόν, κατὰ τὴν παλαιὰν παροιμίαν οὐδεὶς εἴσεταί ποτε κακὸς ὤν, ἀλλ' ἔμπειρός τε καὶ ἐπιεικὴς ἔθεσι γενόμενος· χρηματισμὸς γὰρ οὔτ' ἔνεστιν σφόδρα ἐν τῇ τοιαύτῃ κατασκευῇ, συνέπεταί τε αὐτῇ μηδὲ δεῖν μηδ' ἐξεῖναι χρηματίζεσθαι τῶν ἀνελευθέρων χρηματισμῶν μηδενὶ μηδένα, καθ' ὅσον ἐπονείδιστος λεγομένη βαναυσία ἦθος ἀποτρέπει ἐλεύθερον, μηδὲ τὸ παράπαν ἀξιοῦν ἐκ τῶν τοιούτων συλλέγειν χρήματα.
121Plato, Leges, 1e, 775; 6 (auctor c.425BC-347BC)
ὁ δὲ διῳνωμένος αὐτός τε φέρεται πάντῃ καὶ φέρει, λυττῶν κατά τε σῶμα καὶ ψυχήν· σπείρειν οὖν παράφορος ἅμα καὶ κακὸς ὁ μεθύων, ὥστ' ἀνώμαλα καὶ ἄπιστα καὶ οὐδὲν εὐθύπορον ἦθος οὐδὲ σῶμα ἐκ τῶν εἰκότων γεννῴη ποτ' ἄν.
122Plato, Leges, 1f, 792; 13 (auctor c.425BC-347BC)
ταύτην τὴν ἕξιν διώκειν φημὶ δεῖν ἡμῶν καὶ τὸν μέλλοντα ἔσεσθαι θεῖον, μήτ' οὖν αὐτὸν προπετῆ πρὸς τὰς ἡδονὰς γιγνόμενον ὅλως, ὡς οὐδ' ἐκτὸς λυπῶν ἐσόμενον, μήτε ἄλλον, γέροντα ἢ νέον, ἐᾶν πάσχειν ταὐτὸν τοῦθ' ἡμῖν, ἄρρενα ἢ θῆλυν, ἁπάντων δὲ ἥκιστα εἰς δύναμιν τὸν ἀρτίως νεογενῆ· κυριώτατον γὰρ οὖν ἐμφύεται πᾶσι τότε τὸ πᾶν ἦθος διὰ ἔθος.
123Plato, Leges, 1g, 832; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος μῶν οὐ λέγειν ἀλλὰ διατρίβειν δοκῶ δι' ἀπορίαν· Κλεινίας οὔκ, ἀλλὰ οἷον μισῶν δοκεῖς ἡμῖν κολάζειν τὸ τοιοῦτον ἦθος μᾶλλον τοῦ δέοντος τῷ παραπεπτωκότι λόγῳ.
124Plato, Leges, 1g, 836; 5 (auctor c.425BC-347BC)
ζητοῦμεν γὰρ ἀεὶ δὴ τί τῶν τιθεμένων πρὸς ἀρετὴν φέρει καὶ τί μή· φέρε δή, τοῦτο ἐὰν συγχωρῶμεν καλὸν ἢ μηδαμῶς αἰσχρὸν νομοθετεῖσθαι τὰ νῦν, τί μέρος ἡμῖν συμβάλλοιτ' ἂν πρὸς ἀρετήν· πότερον ἐν τῇ τοῦ πεισθέντος ψυχῇ γιγνόμενον ἐμφύσεται τὸ τῆς ἀνδρείας ἦθος, ἢ ἐν τῇ τοῦ πείσαντος τὸ τῆς σώφρονος ἰδέας γένος· ἢ ταῦτα μὲν οὐδεὶς ἂν πεισθείη ποτέ, μᾶλλον δὲ ἅπαν τούτου τοὐναντίον, τοῦ μὲν ταῖς ἡδοναῖς ὑπείκοντος καὶ καρτερεῖν οὐ δυναμένου ψέξει πᾶς τὴν μαλακίαν, τοῦ δ' εἰς μίμησιν τοῦ θήλεος ἰόντος τὴν τῆς εἰκόνος ὁμοιότητα ἆρ' οὐ μέμψεται· τίς οὖν ἀνθρώπων τοῦτο ὂν τοιοῦτον νομοθετήσει· σχεδὸν οὐδείς, ἔχων γε ἐν τῷ νῷ νόμον ἀληθῆ.
125Plato, Leges, 1h, 859; 9 (auctor c.425BC-347BC)
περὶ δικαιοσύνης ὅλως καὶ τῶν δικαίων ἀνθρώπων τε καὶ πραγμάτων καὶ πράξεων πάντες πως συνομολογοῦμεν πάντα εἶναι ταῦτα καλά, ὥστε οὐδ' εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους ἀνθρώπους, ἂν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατ' αὐτό γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειε λέγειν.
126Plato, Leges, 1i, 901; 3 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον, ὅ γέ τοι αὐτὸς μισεῖ, τῷ τέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον.
127Plato, Leges, 1i, 903; 9 (auctor c.425BC-347BC)
ἐπεὶ δὲ ἀεὶ ψυχὴ συντεταγμένη σώματι τοτὲ μὲν ἄλλῳ, τοτὲ δὲ ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς δι' ἑαυτὴν ἢ δι' ἑτέραν ψυχήν, οὐδὲν ἄλλο ἔργον τῷ πεττευτῇ λείπεται πλὴν μετατιθέναι τὸ μὲν ἄμεινον γιγνόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, κατὰ τὸ πρέπον αὐτῶν ἕκαστον, ἵνα τῆς προσηκούσης μοίρας λαγχάνῃ.
128Plato, Leges, 1i, 908; 2 (auctor c.425BC-347BC)
ᾧ γὰρ ἂν μὴ νομίζοντι θεοὺς εἶναι τὸ παράπαν ἦθος φύσει προσγένηται δίκαιον, μισοῦντές τε γίγνονται τοὺς κακούς, καὶ τῷ δυσχεραίνειν τὴν ἀδικίαν οὔτε τὰς τοιαύτας πράξεις προσίενται πράττειν, τούς τε μὴ δικαίους τῶν ἀνθρώπων φεύγουσι καὶ τοὺς δικαίους στέργουσιν· οἷς δ' ἂν πρὸς τῇ δόξῃ τῇ θεῶν ἔρημα εἶναι πάντα ἀκράτειαί τε ἡδονῶν καὶ λυπῶν προσπέσωσι, μνῆμαί τε ἰσχυραὶ καὶ μαθήσεις ὀξεῖαι παρῶσι, τὸ μὲν μὴ νομίζειν θεοὺς ἀμφοῖν ἂν ἐνυπάρχοι κοινὸν πάθος, τῇ δὲ τῶν ἄλλων ἀνθρώπων λώβῃ τὸ μὲν ἐλάττω, τὸ δὲ πλείω κακὰ ἐργάζοιτ' ἄν.
129Plato, Lysis, p1, 222; 1 (auctor c.425BC-347BC)
ὦ παῖδες, ἢ ἐρᾷ, οὐκ ἄν ποτε ἐπεθύμει οὐδὲ ἤρα οὐδὲ ἐφίλει, εἰ μὴ οἰκεῖός πῃ τῷ ἐρωμένῳ ἐτύγχανεν ὢν ἢ κατὰ τὴν ψυχὴν ἢ κατά τι τῆς ψυχῆς ἦθος ἢ τρόπους ἢ εἶδος.
130Plato, Phaedrus, p1, 243; 8 (auctor c.425BC-347BC)
εἰ γὰρ ἀκούων τις τύχοι ἡμῶν γεννάδας καὶ πρᾷος τὸ ἦθος, ἑτέρου δὲ τοιούτου ἐρῶν ἢ καὶ πρότερόν ποτε ἐρασθείς, λεγόντων ὡς διὰ σμικρὰ μεγάλας ἔχθρας οἱ ἐρασταὶ ἀναιροῦνται καὶ ἔχουσι πρὸς τὰ παιδικὰ φθονερῶς τε καὶ βλαβερῶς, πῶς οὐκ ἂν οἴει αὐτὸν ἡγεῖσθαι ἀκούειν ἐν ναύταις που τεθραμμένων καὶ οὐδένα ἐλεύθερον ἔρωτα ἑωρακότων, πολλοῦ δ' ἂν δεῖν ἡμῖν ὁμολογεῖν ἃ ψέγομεν τὸν ἔρωτα· Φαῖδρος ἴσως νὴ Δί', ὦ Σώκρατες.
131Plato, Politicus, p1, 308; 10 (auctor c.425BC-347BC)
Ξένος ταὐτὸν δή μοι τοῦθ' ἡ βασιλικὴ φαίνεται πᾶσι τοῖς κατὰ νόμον παιδευταῖς καὶ τροφεῦσιν, τὴν τῆς ἐπιστατικῆς αὐτὴ δύναμιν ἔχουσα, οὐκ ἐπιτρέψειν ἀσκεῖν ὅτι μή τις πρὸς τὴν αὑτῆς σύγκρασιν ἀπεργαζόμενος ἦθός τι πρέπον ἀποτελεῖ, ταῦτα δὲ μόνα παρακελεύεσθαι παιδεύειν· καὶ τοὺς μὲν μὴ δυναμένους κοινωνεῖν ἤθους ἀνδρείου καὶ σώφρονος ὅσα τε ἄλλα ἐστὶ τείνοντα πρὸς ἀρετήν, ἀλλ' εἰς
132Plato, Politicus, p1, 309; 5 (auctor c.425BC-347BC)
Ξένος τοὺς λοιποὺς τοίνυν, ὅσων αἱ φύσεις ἐπὶ τὸ γενναῖον ἱκαναὶ παιδείας τυγχάνουσαι καθίστασθαι καὶ δέξασθαι μετὰ τέχνης σύμμειξιν πρὸς ἀλλήλας, τούτων τὰς μὲν ἐπὶ τὴν ἀνδρείαν μᾶλλον συντεινούσας, οἷον στημονοφυὲς νομίσασ' αὐτῶν εἶναι τὸ στερεὸν ἦθος, τὰς δὲ ἐπὶ τὸ κόσμιον πίονί τε καὶ μαλακῷ καὶ κατὰ τὴν εἰκόνα κροκώδει διανήματι προσχρωμένας, ἐναντία δὲ τεινούσας ἀλλήλαις, πειρᾶται τοιόνδε τινὰ τρόπον συνδεῖν καὶ συμπλέκειν.
133Plato, Politicus, p1, 310; 10 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης πῶς· Ξένος οἱ μέν που κόσμιοι τὸ σφέτερον αὐτῶν ἦθος ζητοῦσι, καὶ κατὰ δύναμιν γαμοῦσί τε παρὰ τούτων καὶ τὰς ἐκδιδομένας παρ' αὑτῶν εἰς τούτους ἐκπέμπουσι πάλιν· ὡς δ' αὕτως τὸ περὶ τὴν ἀνδρείαν γένος δρᾷ, τὴν αὑτοῦ μεταδιῶκον φύσιν, δέον ποιεῖν ἀμφότερα τὰ γένη τούτων τοὐναντίον ἅπαν.
134Plato, Politicus, p1, 311; 7 (auctor c.425BC-347BC)
Νεώτερος Σωκράτης πῶς γὰρ οὔ· Ξένος τοῦτο δὴ τέλος ὑφάσματος εὐθυπλοκίᾳ συμπλακὲν γίγνεσθαι φῶμεν πολιτικῆς πράξεως τὸ τῶν ἀνδρείων καὶ σωφρόνων ἀνθρώπων ἦθος, ὁπόταν ὁμονοίᾳ καὶ φιλίᾳ κοινὸν συναγαγοῦσα αὐτῶν τὸν βίον ἡ βασιλικὴ τέχνη, πάντων μεγαλοπρεπέστατον ὑφασμάτων καὶ ἄριστον ἀποτελέσασα [ὥστ' εἶναι κοινόν] τούς τ' ἄλλους ἐν ταῖς πόλεσι πάντας δούλους καὶ ἐλευθέρους ἀμπίσχουσα, συνέχῃ τούτῳ τῷ πλέγματι, καὶ καθ' ὅσον εὐδαίμονι προσήκει γίγνεσθαι πόλει τούτου μηδαμῇ μηδὲν ἐλλείπουσα ἄρχῃ τε καὶ ἐπιστατῇ.
135Plato, Respublica, 1a, 375; 13 (auctor c.425BC-347BC)
τί οὖν, ἦν δ' ἐγώ, ποιήσομεν· πόθεν ἅμα πρᾷον καὶ μεγαλόθυμον ἦθος εὑρήσομεν· ἐναντία γάρ που θυμοειδεῖ πρᾳεῖα φύσις.
136Plato, Respublica, 1a, 375; 20 (auctor c.425BC-347BC)
οἶσθα γάρ που τῶν γενναίων κυνῶν, ὅτι τοῦτο φύσει αὐτῶν τὸ ἦθος, πρὸς μὲν τοὺς συνήθεις τε καὶ γνωρίμους ὡς οἷόν τε πρᾳοτάτους εἶναι, πρὸς δὲ τοὺς ἀγνῶτας τοὐναντίον.
137Plato, Respublica, 1b, 400; 11 (auctor c.425BC-347BC)
εὐλογία ἄρα καὶ εὐαρμοστία καὶ εὐσχημοσύνη καὶ εὐρυθμία εὐηθείᾳ ἀκολουθεῖ, οὐχ ἣν ἄνοιαν οὖσαν ὑποκοριζόμενοι καλοῦμεν [ὡς εὐήθειαν], ἀλλὰ τὴν ὡς ἀληθῶς εὖ τε καὶ καλῶς τὸ ἦθος κατεσκευασμένην διάνοιαν.
138Plato, Respublica, 1b, 409; 7 (auctor c.425BC-347BC)
ὁ δὲ δεινὸς ἐκεῖνος καὶ καχύποπτος, ὁ πολλὰ αὐτὸς ἠδικηκὼς καὶ πανοῦργός τε καὶ σοφὸς οἰόμενος εἶναι, ὅταν μὲν ὁμοίοις ὁμιλῇ, δεινὸς φαίνεται ἐξευλαβούμενος, πρὸς τὰ ἐν αὑτῷ παραδείγματα ἀποσκοπῶν· ὅταν δὲ ἀγαθοῖς καὶ πρεσβυτέροις ἤδη πλησιάσῃ, ἀβέλτερος αὖ φαίνεται, ἀπιστῶν παρὰ καιρὸν καὶ ἀγνοῶν ὑγιὲς ἦθος, ἅτε οὐκ ἔχων παράδειγμα τοῦ τοιούτου.
139Plato, Respublica, 1e, 490; 8 (auctor c.425BC-347BC)
πῶς γάρ· ἀλλ' ὑγιές τε καὶ δίκαιον ἦθος, ᾧ καὶ σωφροσύνην ἕπεσθαι.
140Plato, Respublica, 1e, 492; 11 (auctor c.425BC-347BC)
οὔτε γὰρ γίγνεται οὔτε γέγονεν οὐδὲ οὖν μὴ γένηται ἀλλοῖον ἦθος πρὸς ἀρετὴν παρὰ τὴν τούτων παιδείαν πεπαιδευμένον, ἀνθρώπειον, ὦ ἑταῖρε – θεῖον μέντοι κατὰ τὴν παροιμίαν ἐξαιρῶμεν λόγου· εὖ γὰρ χρὴ εἰδέναι, ὅτιπερ ἂν σωθῇ τε
141Plato, Respublica, 1e, 496; 4 (auctor c.425BC-347BC)
πάνσμικρον δή τι, ἔφην ἐγώ, ὦ Ἀδείμαντε, λείπεται τῶν κατ' ἀξίαν ὁμιλούντων φιλοσοφίᾳ, ἤ που ὑπὸ φυγῆς καταληφθὲν γενναῖον καὶ εὖ τεθραμμένον ἦθος, ἀπορίᾳ τῶν διαφθερούντων κατὰ φύσιν μεῖναν ἐπ' αὐτῇ, ἢ ἐν σμικρᾷ πόλει ὅταν μεγάλη ψυχὴ φυῇ καὶ ἀτιμάσασα τὰ τῆς πόλεως ὑπερίδῃ· βραχὺ δέ πού τι καὶ ἀπ' ἄλλης τέχνης δικαίως ἀτιμάσαν εὐφυὲς ἐπ' αὐτὴν ἂν ἔλθοι.
142Plato, Respublica, 1e, 497; 4 (auctor c.425BC-347BC)
ἀλλ' οὐδέν, ἦ δ' ὅς, ἔτι λέγω περὶ τούτου· ἀλλὰ τὴν προσήκουσαν αὐτῇ τίνα τῶν νῦν λέγεις πολιτειῶν· οὐδ' ἡντινοῦν, εἶπον, ἀλλὰ τοῦτο καὶ ἐπαιτιῶμαι, μηδεμίαν ἀξίαν εἶναι τῶν νῦν κατάστασιν πόλεως φιλοσόφου φύσεως· διὸ καὶ στρέφεσθαί τε καὶ ἀλλοιοῦσθαι αὐτήν, ὥσπερ ξενικὸν σπέρμα ἐν γῇ ἄλλῃ σπειρόμενον ἐξίτηλον εἰς τὸ ἐπιχώριον φιλεῖ κρατούμενον ἰέναι, οὕτω καὶ τοῦτο τὸ γένος νῦν μὲν οὐκ ἴσχειν τὴν αὑτοῦ δύναμιν, ἀλλ' εἰς ἀλλότριον ἦθος ἐκπίπτειν· εἰ δὲ λήψεται τὴν ἀρίστην πολιτείαν, ὥσπερ καὶ αὐτὸ ἄριστόν ἐστιν, τότε δηλώσει ὅτι τοῦτο μὲν τῷ ὄντι θεῖον ἦν, τὰ δὲ ἄλλα ἀνθρώπινα, τά τε τῶν φύσεων καὶ τῶν ἐπιτηδευμάτων.
143Plato, Respublica, 1g, 549; 3 (auctor c.425BC-347BC)
ἔστι γάρ, ἔφη, τοῦτο τὸ ἦθος ἐκείνης τῆς πολιτείας.
144Plato, Respublica, 1h, 577; 1 (auctor c.425BC-347BC)
προκαλούμενος ὀρθῶς ἂν προκαλοίμην, ἀξιῶν κρίνειν περὶ αὐτῶν ἐκεῖνον, ὃς δύναται τῇ διανοίᾳ εἰς ἀνδρὸς ἦθος ἐνδὺς διιδεῖν καὶ μὴ καθάπερ παῖς ἔξωθεν ὁρῶν ἐκπλήττεται ὑπὸ τῆς τῶν τυραννικῶν προστάσεως ἣν πρὸς τοὺς ἔξω σχηματίζονται, ἀλλ' ἱκανῶς διορᾷ· εἰ οὖν οἰοίμην δεῖν ἐκείνου πάντας ἡμᾶς ἀκούειν, τοῦ δυνατοῦ μὲν κρῖναι, συνῳκηκότος δὲ ἐν τῷ αὐτῷ καὶ παραγεγονότος ἔν τε ταῖς κατ' οἰκίαν πράξεσιν, ὡς πρὸς ἑκάστους τοὺς οἰκείους ἔχει, ἐν οἷς μάλιστα γυμνὸς ἂν ὀφθείη τῆς τραγικῆς σκευῆς, καὶ ἐν αὖ τοῖς δημοσίοις κινδύνοις, καὶ ταῦτα πάντα ἰδόντα κελεύοιμεν ἐξαγγέλλειν πῶς ἔχει εὐδαιμονίας καὶ ἀθλιότητος ὁ τύραννος πρὸς τοὺς ἄλλους· ὀρθότατ' ἄν, ἔφη, καὶ ταῦτα προκαλοῖο.
145Plato, Respublica, 1i, 604; 12 (auctor c.425BC-347BC)
οὐκοῦν τὸ μὲν πολλὴν μίμησιν καὶ ποικίλην ἔχει, τὸ ἀγανακτητικόν, τὸ δὲ φρόνιμόν τε καὶ ἡσύχιον ἦθος, παραπλήσιον ὂν ἀεὶ αὐτὸ αὑτῷ, οὔτε ῥᾴδιον μιμήσασθαι οὔτε μιμουμένου εὐπετὲς καταμαθεῖν, ἄλλως τε καὶ πανηγύρει καὶ παντοδαποῖς ἀνθρώποις εἰς θέατρα συλλεγομένοις· ἀλλοτρίου γάρ που πάθους ἡ μίμησις αὐτοῖς γίγνεται.
146Plato, Respublica, 1i, 605; 2 (auctor c.425BC-347BC)
ὁ δὴ μιμητικὸς ποιητὴς δῆλον ὅτι οὐ πρὸς τὸ τοιοῦτον τῆς ψυχῆς πέφυκέ τε καὶ ἡ σοφία αὐτοῦ τούτῳ ἀρέσκειν πέπηγεν, εἰ μέλλει εὐδοκιμήσειν ἐν τοῖς πολλοῖς, ἀλλὰ πρὸς τὸ ἀγανακτητικόν τε καὶ ποικίλον ἦθος διὰ τὸ εὐμίμητον εἶναι.
147Plotinus, Enneades, 1, 3, 6; 7 (auctor c.205-270)
Ἢ τῶν φυσικῶν οὐσῶν συναύξεται ἤδη ἄμφω καὶ συντελειοῦται; Ἢ προλαβοῦσα ἡ ἑτέρα τὴν ἑτέραν ἐτελείωσεν· ὅλως γὰρ ἡ φυσικὴ ἀρετὴ καὶ ὄμμα ἀτελὲς καὶ ἦθος ἔχει, καὶ αἱ ἀρχαὶ τὸ πλεῖστον ἀμφοτέραις, ἀφ᾽ ὧν ἔχομεν.
148Plotinus, Enneades, 1, 6, 5; 2 (auctor c.205-270)
Τί δέ ἐστι, περὶ ὃ ταῦτα πάσχουσιν; Οὐ σχῆμα, οὐ χρῶμα, οὐ μέγεθός τι, ἀλλὰ περὶ ψυχήν, ἀχρώματον μὲν αὐτήν, ἀχρώματον δὲ καὶ τὴν σωφροσύνην ἔχουσαν καὶ τὸ ἄλλο τῶν ἀρετῶν φέγγος, ὅταν ἢ ἐν αὐτοῖς ἴδητε, ἢ καὶ ἐν ἄλλῳ θεάσησθε μέγεθος ψυχῆς καὶ ἦθος δίκαιον καὶ σωφροσύνην καθαρὰν καὶ ἀνδρίαν βλοσυρὸν ἔχουσαν πρόσωπον καὶ σεμνότητα καὶ αἰδῶ ἐπιθέουσαν ἐν ἀτρεμεῖ καὶ ἀκύμονι καὶ ἀπαθεῖ διαθέσει, ἐπὶ πᾶσι δὲ τούτοις τὸν θεοειδῆ νοῦν ἐπιλάμποντα.
149Plotinus, Enneades, 2, 3, 7; 3 (auctor c.205-270)
Καὶ γὰρ καὶ ἦθος ἄν τις γνοίη εἰς ὀφθαλμούς τινος ἰδὼν ἤ τι ἄλλο μέρος τοῦ σώματος καὶ κινδύνους καὶ σωτηρίας.
150Plotinus, Enneades, 3, 4, 5; 2 (auctor c.205-270)
Ἀλλ᾽ εἰ ἡ προαίρεσις τῆς ψυχῆς κυρία καὶ τοῦτο κρατεῖ, ὃ ἂν πρόχειρον ἔχῃ μέρος ἐκ τῶν προβεβιωμένων, οὐκέτι τὸ σῶμα αἴτιον οὐδενὸς κακοῦ αὐτῷ· εἰ γὰρ προτερεῖ τὸ τῆς ψυχῆς ἦθος τοῦ σώματος καὶ τοῦτ᾽ ἔχει, ὃ εἵλετο, καὶ τὸν δαίμονα, φησίν, οὐκ ἀλλάττεται, οὐδὲ ὁ σπουδαῖος ἐνταῦθα γίγνεται οὐδ᾽ ὁ φαῦλος.
151Plotinus, Enneades, 3, 4, 5; 3 (auctor c.205-270)
Ἆρ᾽ οὖν δυνάμει ἐστὶν ἑκάτερος, ἐνεργείαι δὲ γίγνεται; Τί οὖν, εἰ φαύλου σώματος ὁ τὸ ἦθος σπουδαῖος τύχοι, ὁ δὲ τἀναντία; Ἢ δύναται μᾶλλον καὶ ἧττον τὰ τῆς ψυχῆς ἑκατέρας ἑκάτερα τὰ σώματα παρέχεσθαι, ἐπεὶ καὶ αἱ ἄλλαι ἔξωθεν τύχαι τὴν ὅλην προαίρεσιν οὐκ ἐκβιβάζουσιν.
152Plotinus, Enneades, 4, 4, 45; 9 (auctor c.205-270)
Οὐ τοίνυν ἄλογον οὐδὲ τὰς ψυχὰς μετατίθεσθαι μὴ τὸ αὐτὸ ἀεὶ ἦθος σῳζομένας, ταττομένας δὲ ἀνάλογον ὧν ἔπαθον καὶ ποιοῦσι, τάξιν οἷον κεφαλῆς, τὰς δὲ οἷον ποδῶν λαβούσας, πρὸς τὸ πᾶν σύμφωνον· ἔχει γὰρ καὶ αὐτὸ διαφορὰς πρὸς τὸ ἄμεινόν τε καὶ χεῖρον.
153Plotinus, Enneades, 6, 4, 15; 4 (auctor c.205-270)
Ἡ μὲν δὴ ἐκ τοῦ θείου ψυχὴ ἥσυχος ἦν κατὰ τὸ ἦθος τὸ ἑαυτῆς ἐφ᾽ ἑαυτῆς βεβῶσα, τὸ δὲ ὑπ᾽ ἀσθενείας τὸ σῶμα θορυβούμενον καὶ ῥέον τε αὐτὸ καὶ πληγαῖς κρουόμενον ταῖς ἔξω, πρῶτον αὐτὸ εἰς τὸ κοινὸν τοῦ ζώιου ἐφθέγγετο, καὶ τὴν αὐτοῦ ταραχὴν ἐδίδου τῷ ὅλῳ.
154Quintilianus, Institutio Oratoria, 6, 2, 8; 18 (auctor 35-c.96)
Horum autem, sicut antiquitus traditum accepimus, duae sunt species: alteram Graeci πάθος vocant, quod nos vertentes recte ac proprie adfectum dicimus, alteram ἤθος cuius nomine, ut ego quidem sentio, caret sermo Romanus; mores appellantur, atque inde pars quoque illa philosophiae ἠθική moralis est dicta.
155Quintilianus, Institutio Oratoria, 6, 2, 9; 21 (auctor 35-c.96)
Adfectus igitur πάθος concitatos, ἤθος mites atque compositos esse dixerunt; in altero vehementer commotos, in altero lenes; denique hos imperare, illos persuadere; hos ad perturbationem, illos ad benivolentiam praevalere.
156Quintilianus, Institutio Oratoria, 6, 2, 9; 23 (auctor 35-c.96)
ἤθος perpetuum, πάθος temporale esse.
157Quintilianus, Institutio Oratoria, 6, 2, 11; 27 (auctor 35-c.96)
Nam cum ex illo ethico loco nihil non ab oratore tractetur, quidquid de honestis et utilibus, denique faciendis et non faciendis dicitur, ἤθος vocari potest.
158Quintilianus, Institutio Oratoria, 6, 2, 12; 29 (auctor 35-c.96)
Quin illud adhuc adiicio, πάθος atque ἤθος esse interim ex eadem natura, ita ut illud maius sit, hoc minus, ut amor πάθος caritas ἤθος interdum diversa inter se, sicut in epilogis, nam quae πάθος concitavit, ἤθος solet mitigare.
159Quintilianus, Institutio Oratoria, 6, 2, 13; 31 (auctor 35-c.96)
ἤθος quod intelligimus quodque a dicentibus desideramus, id erit, quod ante omnia bonitate commendabitur, non solum mite ac placidum, sed plerumque blandum et humanum et audientibus amabile atque iucundum, in quo exprimendo summa virtus ea est, ut fluere omnia ex natura rerum hominumque videantur utque mores dicentis ex oratione perluceant et quodammodo agnoscantur.
160Quintilianus, Institutio Oratoria, 6, 2, 18; 42 (auctor 35-c.96)
Denique ἤθος omne bonum et comem virum poscit.
161Quintilianus, Institutio Oratoria, 6, 2, 18; 45 (auctor 35-c.96)
Nam qui, dum dicit, malus videtur, utique male dicit; non enim videtur iusta dicere, alioqui ἤθος videretur.
162Quintilianus, Institutio Oratoria, 6, 3, 93; 207 (auctor 35-c.96)
Quae ὑπὸ τὸ ἦθος vocant.
163Remigius Antissiodorensis, De musica, 131, 0941B (auctor c.841–908)
Et quod secundum morem dicitur, id est κατὰ ἦθος, id est secundum morem, scilicet per hoc fit discrepantia: secundum morem, id est, consuetudinem singularum nationum reperti sunt tropi; quibusdam enim sonus gravis convenit, quibusdam acutus, quibusdam medius.