'ίδιον' - search in All Authors, Showing 1 to 500 of 592 hits      Show next 92

1Agatho papa, Epistolae, 87, 1222D
Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε ὁ Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε ἡ σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
2Agatho papa, Epistolae, 87, 1175A
Ἐμὸν ἦν τοῦτο τὸ βούλημα, ὅπερ ἴδιον ἔλεγεν· ἐπειδήπερ ὡς ἄνθρωπος τὰ τῆς ἐμῆς στυγνότητος ἔλαβεν, ὡς ἄνθρωπος καὶ ἐλάλησεν.
3Agatho papa, Epistolae, 87, 1178A
» Οὗτινος θείου λόγου τὸν σκοπὸν ὁ μακάριος Αὐγουστῖνος ὁ ἐξοχώτατος διδάσκαλος οὕτω κατὰ Μαξίμου [L., Μαξιμὸν] τοῦ Ἀρειανοῦ φράζει, καὶ λέγει· Ὅπου δὲ εἶπεν ὁ Υἱὸς τῷ Πατρί· « Πλὴν οὐχ ὅπερ ἐγὼ θέλω, ἀλλ' ὅπερ σὺ θέλεις· » τί σοι βοηθεῖ, ὅτι τὰ σὰ ῥήματα ὑποβάλλεις, καὶ λέγεις· Ἔδειξεν ἀληθῶς τὸ ἴδιον θέλημα ὑποτεταγμένον τῷ ἰδίῳ γεννήτορι, ὡς ἂν εἰ ἡμεῖς ἠρνούμεθα τὸ θέλημα τοῦ ἀνθρώπου τῷ τοῦ Θεοῦ θελήματι ὀφείλειν εἶναι ὑποτεταγμένον; καὶ γὰρ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου τοῦτο εἰρηκέναι τὸν Κύριον ταχέως θεωρεῖ, ὅστις εἰς τὸν τόπον αὐτοῦ τοῦ ἁγίου Εὐαγγελίου μικρῷ προσεχέστερον ἐπισκύψει.
4Agatho papa, Epistolae, 87, 1178C
Δι' ἧς διαλέξεως ὁ σεβάσμιος οὗτος Πατὴρ ἀποδείκνυσιν, ὅτι ἡνίκα λέγει ὁ Κύριος Ἴδιον, τῆς ἀνθρωπότητος αὐτοῦ σημαίνει τὸ θέλημα· καὶ ὅτε λέγει μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ὑπομιμνήσκει ἡμᾶς οὐχὶ τὸ ἡμέτερον πρωτοτύπως ζητεῖν θέλημα, ἀλλὰ δι' ὑπακοῆς τὸ ἡμέτερον θέλημα τῷ θείῳ θελήματι ὑποτάσσειν.
5Agatho papa, Epistolae, 87, 1178C
Ὅπερ καὶ ὁ ἅγιος Ἀμβρόσιος σαφηνίζων τὸν ἅγιον Λουκᾶν τὸν εὐαγγελιστὴν οὕτω φράζει· Τὸ Ἴδιον αὐτοῦ εἰς τὸν ἄνθρωπον ἀνήγαγε, τὸ τοῦ Πατρὸς εἰς τὴν θεότητα.
6Agatho papa, Epistolae, 87, 1178D
Ὅπερ καὶ ὁ τῆς ἁποστολικῆς μνήμης ἅγιος Λέων ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Λέοντα τὸν βασιλέα σαφηνίζει, μιᾷ ἑκάστῃ μορφῇ, τουτέστι φύσει, ἅ τινά εἰσιν ἐν τῷ Χριστῷ, σκοπῷ διακεκριμένῳ, ἅπερ ἐν ταῖς Γραφαῖς περὶ αὐτοῦ ἀναφέρονται, φανερῶν [προσνέμων], καὶ τοῦτο, ὅπερ ἴδιον θέλημα ὁ Κύριος εἶπε, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν δεικνύων οὕτω φησί· Κατὰ τὴν μορφὴν τοῦ δούλου οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τοῦ πέμψαντος αὐτόν.
7Agatho papa, Epistolae, 87, 1183A
Καὶ πάλιν φησί· Διὰ τί οὖν ἀρνῆσαι κεκλεισμένοις ὀφθαλμοῖς πράγματα φανερὰ, ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ἀναφύεσθαι θέλημα τῷ ἀνθρώπῳ; Ὡσαύτως· Αὐτὴ ἡ κίνησις τῆς ψυχῆς μηδενὸς ἀναγκάζοντος θέλημα ἐστι . . . Καὶ πάλιν· Οὕτως οὐκ ἀληθῶς ἄρα [οὕτως ἄρα ex Lat.], Ἰουλιανὲ, ἐξ ἀνθρώπου θέλημα ἀνθρώπου οὐκ ἀναφύεται, ὁπόταν ὁ ἀνθρωπος ἀγαθὸν ποίημα Θεοῦ εἴη; Ἔπειτα δὲ [μὴ] ἠδυνήθη ἀνελθεῖν εἰς τὴν καρδίαν σου, φύεσθαι μὲν ἐξ ἀνθρώπου θέλημα, ἀλλ' οὐχὶ ἐκ τοῦ αὐτεξουσίου αὐτοῦ; Εἰπὲ οὖν πόθεν, ἐὰν οὐχὶ ἀπὸ τῆς φύσεως, τουτέστιν, ἐὰν οὐχὶ ἀπ' αὐτοῦ τοῦ ἀνθρώπου; Αἷστισι μαρτυρίαις φαίνεται μίαν ἑκάστην αὐτῶν, ἅς τινας ἐνταῦθα ὁ πνευματικὸς Πατὴρ ἀπηρίθμησε φύσεις, ἴδιον φυσικὸν ἔχειν, καὶ ἑνὶ ἑκάστῳ προσκυροῦσθαι ὀφείλειν θέλημα.
8Agatho papa, Epistolae, 87, 1191C
Ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύσομεν, καὶ οὔποτε πλανηθησόμεθα.
9Agatho papa, Epistolae, 87, 1194B
Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν Λόγου κατεργαζομένου τοῦτο, ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος, ὅπερ ἐστὶ τοῦ σώματος.
10Agatho papa, Epistolae, 87, 1195C
Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε.
11Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569D
Ταῦτα γὰρ δι' ἡμᾶς ἔλεγεν, οἷς δέδωκεν παράδειγμα ὁ τῆς εὐσεβείας διδάσκαλος, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἑπώμεθα· καὶ μὴ τὸ ἴδιον ἕκαστος ἡμῶν, ἀλλὰ τὸ τοῦ Κυρίου μᾶλλον ἐν πᾶσι προτιμήσῃ θέλημα.
12Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ τῇ αὐτῇ ἡμέρᾳ περὶ τὴν αὐτὴν ἀφὴν τοῦ λύχνου, Τρώϊλος ὁ πατρίκιος, καὶ Σέργιος ὁ εὐκρατᾶς ὁ ἐπὶ τῆς τραπέζης τῆς βασιλικῆς, παρεγένοντο πρὸς τὸν δοῦλον Θεοῦ τὸν γέροντα, καὶ καθίσαντες, ἐκέλευσαν καὶ αὐτὸν καθίσαι, καὶ εἶπον πρὸς αὐτὸν· Εἰπὲ ἡμῖν, κῦρι ἀββᾶ, τὴν μεταξὺ σοῦ καὶ Πύῤῥου γενομένην, ἐν Ἀφρικῇ καὶ Ῥώμῃ περὶ τῶν δογμάτων κίνησιν, καὶ ποίοις αὐτὸν ἔπεισας ἀναθεματίσαι τὸ δόγμα τὸ ἴδιον, καὶ τῷ σῷ συνθέσθαι.
13Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ ἀφηγήσατο αὐτοῖς πάντα καθεξῆς, ὅσα ἡ μνήμη ἀνέσωσε, καὶ τοῦτο εἶπεν· Ὅτι ἐγὼ δόγμα ἴδιον οὐκ ἔχω, ἀλλὰ τὸ κοινὸν τῆς Ἐκκλησίας τῆς καθολικῆς.
14Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Οὐ γὰρ ἐκίνησα φωνὴν τὴν ὁιανοῦν, ἵνα ἴδιόν μου λέγηται δόγμα.
15Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
βληθηὶς εἰς τὸν λάκκον τῶν λεόντων, οὐ κατέκρινετέ τινα τῶν μὴ προσευξαμένων τῷ Θεῶ κατὰ τὸ θέπισμα Δαρείου, ἀλλὰ τὸ ἴδιον ἐσκόπησε.
16Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Πλὴν, τίς εἶδεν ἢ ἐθεώρησεν ἰδιάζουσαν ἐνέργειαν οἰουδήποτε, τῶν ὑπὸ τὸ εἶδος ἀγομένων, καὶ ὑπὸ τὸν κοινὸν ὁρισμὸν τοῦ εἴδους φύσει ταττομένων; Οὐδέποτε γὰρ γίνεται τὸ φύσει κοινὸν, ἑνὸς καὶ μόνου τινὸς ἴδιον, τὰ γὰρ ὑποστατικὰ σήμαντρα, οἷον, γρυπότης, ἢ σιμότης, ἤ γλαυκότης, ἢ ψεδνότης, καὶ ὅσα τοιαῦτα, ἀφοριστικά εἰσι συμβεβηκότα τῶν ἀριθμῶν ἀλλήλων διαφερόντων.
17Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645D
Περιχώρησις γὰρ εἰς ἀλλήλας τῶν φύσεων καὶ τῶν αὐταῖς προσόντων φυσικῶν, κατὰ τὴν τῶν θεηγόρων Πατέρων ἡμῶν διδασκαλίαν, ἀλλ' οὐ μεταχώρησις ἢ μείωσις διὰ τὴν ἔνωσιν γέγονεν, ὅπερ ἴδιόν ἐστι τῶν σύγχυσιν κακούργως ποιουμένων τὴν ἕνωσιν, καὶ διὰ τοῦτο τοῖς καινισμοῖς πολυτρόπως ἐμφυρωμένων, καὶ δι' ἀπορίαν τοῦ κατ' αὐτοὺς λόγου σταθηρότητος διωκόντων τοὺς εὐσεβεῖς.
18Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651B
Εἰπὲ, κακέσχατε φαγοπόλιε, ὡς αἱρετικοὺς ἔχων ἡμᾶς, καὶ τὴν πόλιν ἡμῶν, καὶ τὸν βασιλέα, τούτους εἶπας τοὺς λόγους; Ὀντως πλεῖόν σου χριστίανοί ἐσμεν καὶ ὀρθόδοξοι· καὶ τὸν κύριον ἡμῶν καὶ Θεὸν ὁμολογοῦμεν ἔχειν καὶ θεϊκὴν θέλησιν καὶ ἀνθρωπίνην θέλησιν, καὶ νοερὰν ψυχήν· καὶ ὅτι πᾶσα νοερὰ φύσις, πάντως ἔχει τὸ θέλειν ἐκ φύσεως, καὶ τὸ ἐνεργεῖν, ἐπειδὴ ζωῆς ἴδιον ἡ κίνησις, καὶ νοῦ ἴδιον ἡ θέλησις· καὶ θελητικὸν αὐτὸν οἴδαμεν, οὐ θεότητι μόνον, ἀλλὰ καὶ ἀνθρωπότητι.
19Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0673A
Οὐ γὰρ ἔγνωσαν, ἀδύνατον εἶναι θείας ἐνέργειαν φύσεως ἑτεροφανοῦς οὐσίας ἰδίωμα γενέσθαι δίχα τροπῆς· οὐδὲ συνῆκαν, ὡς οὐ πάντως ἴδιόν ἐστι σαρκὸς, τὸ δι' αὐτῆς μὲν ἐκφαινόμενον, οὐκ αὐτῆς δὲ φυσικῶς ἐκφυόμενον, καίτοι σαφοῦς αὐτοῖς οὔσης, καὶ προφανοῦς τῆς ἀποδείξεως.
20Aristoteles, Physica, 5, 2; 25
ἡ δὲ κατὰ τόπον καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον ἀνώνυμος, ἔστω δὲ φορὰ καλουμένη τὸ κοινόν· καί τοι λέγεταί γε ταῦτα φέρεσθαι μόνα κυρίως, ὅταν μὴ ἐφ' αὑτοῖς ᾖ τὸ στῆναι τοῖς μεταβάλλουσι τὸν τόπον, καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον.
21Aristoteles, Physica, 8, 4; 9
τό τε γὰρ αὐτὰ ὑφ' αὑτῶν φάναι ἀδύνατον· ζωτικόν τε γὰρ τοῦτο καὶ τῶν ἐμψύχων ἴδιον, καὶ ἱστάναι ἂν ἐδύνατο αὐτὰ αὑτά (λέγω δ' οἷον, εἰ τοῦ βαδίζειν αἴτιον αὑτῷ, καὶ τοῦ μὴ βα δίζειν), ὥστ' εἰ ἐπ' αὐτῷ τὸ ἄνω φέρεσθαι τῷ πυρί, δῆ λον ὅτι ἐπ' αὐτῷ καὶ τὸ κάτω.
22Aristoteles, Analytica posteriora, 1, I 7; 11 (auctor 384BC-322BC)
Οὐδ᾿ εἴ τι ὑπάρχει ταῖς γραμμαῖς μή ᾗ γραμμαί καί ᾗ ἐκ τῶν ἀρχῶν τῶν ἰδίων, οἷον εἰ καλλίστη τῶν γραμμῶν ἡ εὐθεῖα ἢ εἰ ἐναντίως ἔχει τῇ περιφερείᾳ· οὐ γάρ ᾗ τό ἴδιον γένος αὐτῶν, ὑπάρχει, ἀλλ᾿ ᾗ κοινόν τι.
23Aristoteles, Analytica posteriora, 2, II 4; 1 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν μέχρι τούτου διηπορήσθω· τοῦ δέ τί ἐστι πότερον ἔστι συλλογισμός καί ἀπόδειξις ἢ οὐκ ἔστι, καθάπερ νῦν ὁ λόγος ὑπέθετο; ὁ μέν γάρ συλλογισμός τί κατά τινος δείκνυσι διά τοῦ μέσου· τό δέ τί ἐστιν ἴδιόν τε, καί ἐν τῷ τί ἐστι κατηγορεῖται.
24Aristoteles, Analytica posteriora, 2, II 4; 3 (auctor 384BC-322BC)
Εἰ γάρ τό Α τοῦ Γ ἴδιον, δῆλον ὅτι καί τοῦ Β καί τοῦτο τοῦ Γ, ὥστε πάντα ἀλλήλων.
25Aristoteles, Analytica posteriora, 2, II 6; 1 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἆρα ἔστι καί ἀποδεῖξαι τό τί ἐστι κατ᾿ οὐσίαν, ἐξ ὑποθέσεως δέ, λαβόντα τό μέν τί ἦν εἶναι τό ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων, ταδί δέ ἐν τῷ τί ἐστι μόνα, καί ἴδιον τό πᾶν; τοῦτο γάρ ἐστι τό εἶναι ἐκείνῳ.
26Aristoteles, Analytica posteriora, 2, II 8; 4 (auctor 384BC-322BC)
Τῶν τε γάρ τί ἐστιν ἀνάγκη τό μέσον εἶναι τί ἐστι, καί τῶν ἰδίων ἴδιον.
27Aristoteles, Analytica priora, 2, II 27; 17 (auctor 384BC-322BC)
Εἰ δή τοῦτό τε δοθείη καί ἓν ἑνός σημεῖον εἶναι, καί δυναίμεθα λαμβάνειν τό ἴδιον ἑκάστου γένους πάθος καί σημεῖον, δυνησόμεθα φυσιογνωμονεῖν.
28Aristoteles, Analytica priora, 2, II 27; 20 (auctor 384BC-322BC)
Τό γάρ σημεῖον οὕτως ἴδιόν ἐστιν, ὅτι ὅλου γένους ἴδιόν ἐστι τό πάθος, καί οὐ μόνου ἴδιον, ὥσπερ εἰώθαμεν λέγειν.
29Aristoteles, Analytica priora, 2, II 27; 23 (auctor 384BC-322BC)
Εἰ τοίνυν ταῦτ᾿ ἐστί, καί δυνησόμεθα τοιαῦτα σημεῖα συλλέξαι ἐπί τούτων τῶν ζῴων ἃ μόνον ἓν πάθος ἔχει τι ἴδιον, ἕκαστον δ᾿ ἔχει σημεῖον, ἐπείπερ ἓν ἔχειν ἀνάγκη, δυνησόμεθα φυσιογνωμονεῖν.
30Aristoteles, Athenaion Politeia, p2, 8, 5; 8 (auctor 384BC-322BC)
ὁρῶν δὲ τὴν μὲν πόλιν πολλάκις στασιάζουσαν, τῶν δὲ πολιτῶν ἐνίους διὰ τὴν ῥᾳθυμίαν ἀγαπῶντας τὸ αὐτόματον, νόμον ἔθηκεν πρὸς αὐτοὺς ἴδιον, ὃς ἂν στασιαζούσης τῆς πόλεως μὴ θῆται τὰ ὅπλα μηδὲ μεθ' ἑτέρων, ἄτιμον εἶναι καὶ τῆς πόλεως μὴ μετέχειν.
31Aristoteles, Categoriae, 1; 2 (auctor 384BC-322BC)
Τούτων γὰρ ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· ἂν γάρ τις ἀποδιδῷ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, ἴδιον ἑκατέρου λόγον ἀποδώσει.
32Aristoteles, Categoriae, 5; 13 (auctor 384BC-322BC)
Ἑὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι, γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἤπερ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον ἀποδιδοὺς γνωριμώτερον ἂν ἀποδοίη ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον.
33Aristoteles, Categoriae, 5; 34 (auctor 384BC-322BC)
Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστίν.
34Aristoteles, Categoriae, 5; 55 (auctor 384BC-322BC)
Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα, οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ.
35Aristoteles, Categoriae, 5; 63 (auctor 384BC-322BC)
Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν, οἷον ἐπὶ μὲν τῶν ἄλλων οὐκ αν ἔχοι τις τὸ τοιοῦτο προενεγκεῖν, ὅσα μή εἰσιν οὐσίαι, ὃ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων δεκτικόν ἐστιν, οἷον τὸ χρῶμα, ὅ ἐστιν ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, οὐκ ἀριθμῷ οὐκ ἔσται φαύλη καὶ σπουδαία· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅσα μή εἰσιν οὐσίαι.
36Aristoteles, Categoriae, 5; 73 (auctor 384BC-322BC)
Ὥστε τῷ τρόπῳ γε ἴδιον ἂν εἴη τῆς οὐσίας τὸ κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι.
37Aristoteles, Categoriae, 5; 79 (auctor 384BC-322BC)
Ὥστε ἴδιον ἂν οὐσίας εἴη τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν δεκτικὸν εἶναι τῶν ἐναντίων κατὰ τὴν ἑαυτῆς μεταβολήν.
38Aristoteles, Categoriae, 6; 52 (auctor 384BC-322BC)
Ἴδιον δὲ μάλιστα τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
39Aristoteles, Categoriae, 6; 56 (auctor 384BC-322BC)
Ὥστε τοῦ ποσοῦ μάλιστα ἂν εἴη ἴδιον τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι.
40Aristoteles, Categoriae, 8; 59 (auctor 384BC-322BC)
Τῶν μὲν οὖν εἰρημένων οὐδὲν ἴδιον ποιότητος, ὅμοια δὲ καὶ ἀνόμοια κατὰ μόνας τὰς ποιότητας λέγεται· ὅμοιον γὰρ ἕτερον ἑτέρῳ οὐκ ἔστι κατ᾿ ἄλλο οὐδὲν ἢ καθ᾿ ὃ ποιόν ἐστιν.
41Aristoteles, Categoriae, 8; 60 (auctor 384BC-322BC)
Ὥστε ἴδιον ἂν εἴη τῆς ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι κατ᾿ αὐτήν.
42Aristoteles, Categoriae, 10; 63 (auctor 384BC-322BC)
Ὥστε ἐπὶ μόνων τούτων ἴδιον ἂν εἴη τὸ ἀεὶ θάτερον αὐτῶν ἀληθὲς ἢ ψεῦδος εἶναι, ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται.
43Aristoteles, De anima, 1, I 1; 17 (auctor 384BC-322BC)
Ἀπορίαν δ’ ἔχει καί τά πάθη τῆς ψυχῆς, πότερόν ἐστι πάντα κοινά καί τοῦ ἔχοντος ἢ ἐστί τι καί τῆς ψυχῆς ἴδιον αὐτῆς· τοῦτο γάρ λαβεῖν μέν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ.
44Aristoteles, De anima, 1, I 1; 19 (auctor 384BC-322BC)
Μάλιστα δ’ ἔοικεν ἴδιον τό νοεῖν· εἰ δ’ ἐστί καί τοῦτο φαντασία τις ἢ μή ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδέ τοῦτ’ ἄνευ σώματος εἶναι.
45Aristoteles, De anima, 1, I 1; 20 (auctor 384BC-322BC)
Εἰ μέν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐνδέχοιτ’ ἂν αὐτήν χωρίζεσθαι· εἰ δέ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἂν εἴη χωριστή, ἀλλά καθάπερ τῷ εὐθεῖ, ᾗ εὐθύ, πολλά συμβαίνει, οἷον ἅπτεσθαι τῆς χαλκῆς σφαίρας κατά στιγμήν, οὐ μέντοι γ’ ἅψεται τούτου χωρισθέν τό εὐθύ· ἀχώριστον γάρ, εἴπερ ἀεί μετά σώματός τινός ἐστιν.
46Aristoteles, De anima, 1, I 3; 52 (auctor 384BC-322BC)
Οἱ δέ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, περί δέ τοῦ δεξομένου σώματος οὐθέν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενον κατά τούς Πυθαγορικούς μύθους τήν τυχοῦσαν ψυχήν εἰς τό τυχόν ἐνδύεσθαι σῶμα· δοκεῖ γάρ ἕκαστον ἴδιον ἔχειν εἶδος καί μορφήν.
47Aristoteles, De anima, 1, I 5; 1 (auctor 384BC-322BC)
Συμβαίνει δέ, καθάπερ εἴπομεν, τῇ μέν ταὐτό λέγειν τοῖς σῶμά τι λεπτομερές αὐτήν τιθεῖσι, τῇ δ’, ὥσπερ Δημόκριτος κινεῖσθαί φησιν ὑπό τῆς ψυχῆς, ἴδιον τό ἄτοπον· εἴ περ γάρ ἐστιν ἡ ψυχή ἐν παντί τῷ αἰσθανομένῳ σώματι, ἀναγκαῖον ἐν τῷ αὐτῷ δύο εἶναι σώματα, εἰ σῶμά τι ἡ ψυχή· τοῖς δ’ ἀριθμόν λέγουσιν, ἐν τῇ μιᾷ στιγμῇ πολλάς στιγμάς ἢ πᾶν σῶμα ψυχήν ἔχειν, εἰ μή διαφέρων τις ἀριθμός ἐγγίνεται καί ἄλλος τις τῶν ὑπαρχουσῶν ἐν τῷ σώματι στιγμῶν.
48Aristoteles, De anima, 2, II 6; 3 (auctor 384BC-322BC)
Τῶν δέ δύο τό μέν ἴδιόν ἐστιν ἑκάστης αἰσθήσεως, τό δέ κοινόν πασῶν.
49Aristoteles, De anima, 2, II 6; 4 (auctor 384BC-322BC)
Λέγω δ’ ἴδιον μέν ὃ μή ἐνδέχεται ἑτέρᾳ αἰσθήσει αἰσθάνεσθαι, καί περί ὃ μή ἐνδέχεται ἀπατηθῆναι, οἷον ὄψις χρώματος καί ἀκοή ψόφου καί γεῦσις χυμοῦ.
50Aristoteles, De anima, 2, II 9; 17 (auctor 384BC-322BC)
Καί τό μέν ἐπ’ αὐτῷ τιθέμενον τῷ αἰσθητηρίῳ ἀναίσθητον εἶναι κοινόν πάντων· ἀλλά τό ἄνευ τοῦ ἀναπνεῖν μή αἰσθάνεσθαι ἴδιον ἐπί τῶν ἀνθρώπων· δῆλον δέ πειρωμένοις.
51Aristoteles, De anima, 3, III 1; 12 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδέ τῶν κοινῶν οἷόν τ’ εἶναι αἰσθητήριόν τι ἴδιον, ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατά συμβεβηκός, οἷον κινήσεως, στάσεως, σχήματος, μεγέθους, ἀριθμοῦ ἑνός· ταῦτα γάρ πάντα κινήσει αἰσθανόμεθα, οἷον μέγεθος κινήσει.
52Aristoteles, De anima, 3, III 9; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ ἡ ψυχή κατά δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστί καί αἰσθήσεως, καί ἔτι τῷ κινεῖν τήν κατά τόπον κίνησιν, περί μέν αἰσθήσεως καί νοῦ διωρίσθω τοσαῦτα, περί δέ τοῦ κινοῦντος, τί ποτέ ἐστι τῆς ψυχῆς, σκεπτέον, πότερον ἕν τι μόριον αὐτῆς χωριστόν ὂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή, κἂν εἰ μόριόν τι, πότερον ἴδιόν τι παρά τά εἰωθότα λέγεσθαι καί τά εἰρημένα, ἢ τούτων ἕν τι.
53Aristoteles, De arte poetica, 13; 2 (auctor 384BC-322BC)
Ἐπειδή οὖν δεῖ τήν σύνθεσιν εἶναι τῆς καλλίστης τραγῳδίας μή ἁπλῆν ἀλλά πεπλεγμένην, καί ταύτην φοβερῶν καί ἐλεεινῶν εἶναι μιμητικήν (τοῦτο γάρ ἴδιον τῆς τοιαύτης μιμήσεώς ἐστιν), πρῶτον μέν δῆλον ὅτι οὔτε τούς ἐπιεικεῖς ἄνδρας δεῖ μεταβάλλοντας φαίνεσθαι ἐξ εὐτυχίας εἰς δυστυχίαν (οὐ γάρ φοβερόν οὐδέ ἐλεεινόν τοῦτο, ἀλλά μιαρόν ἐστιν) οὔτε τούς μοχθηρούς ἐξ ἀτυχίας εἰς εὐτυχίαν (ἀτραγῳδότατον γάρ τοῦτ᾿ ἐστί πάντων· οὐδέν γάρ ἔχει ὧν δεῖ· οὔτε γάρ φιλάνθρωπον οὔτε ἐλεεινόν οὔτε φοβερόν ἐστιν), οὐδ᾿ αὖ τόν σφόδρα πονηρόν ἐξ εὐτυχίας εἰς δυστυχίαν μεταπίπτειν.
54Aristoteles, De arte poetica, 17; 15 (auctor 384BC-322BC)
Τό μέν οὖν ἴδιον τοῦτο, τά δ᾿ ἄλλα ἐπεισόδια.
55Aristoteles, De arte poetica, 19; 2 (auctor 384BC-322BC)
Τά μέν οὖν περί τήν διάνοιαν ἐν τοῖς περί ῥητορικῆς κείσθω· τοῦτο γάρ ἴδιον μᾶλλον ἐκείνης τῆς μεθόδου.
56Aristoteles, De arte poetica, 24; 10 (auctor 384BC-322BC)
Ἔχει δέ πρός τό ἐπεκτείνεσθαι τό μέγεθος πολύ τι ἡ ἐποποιία ἴδιον διά τό ἐν μέν τῇ τραγῳδίᾳ μή ἐνδέχεσθαι ἅμα πραττόμενα πολλά μέρη μιμεῖσθαι, ἀλλά τό ἐπί τῆς σκηνῆς καί τῶν ὑποκριτῶν μέρος μόνον· ἐν δέ τῇ ἐποποιίᾳ, διά τό διήγησιν εἶναι, ἔστι πολλά μέρη ἅμα ποιεῖν περαινόμενα, ὑφ᾿ ὧν οἰκείων ὄντων αὔξεται ὁ τοῦ ποιήματος ὄγκος.
57Aristoteles, De caelo, 2, 13, 20; 53 (auctor 384BC-322BC)
Τοῦτο δὲ λέγεται κομψῶς μέν, οὐκ ἀληθῶς δέ· κατὰ γὰρ τοῦτον τὸν λόγον ἀναγκαῖον ἅπαν ὅ τι ἂν τεθῇ ἐπὶ τοῦ μέσου, μένειν, ὥστε καὶ τὸ πῦρ ἠρεμήσει· τὸ γὰρ εἰρημένον οὐκ ἴδιόν ἐστι τῆς γῆς.
58Aristoteles, De caelo, 2, 13, 21; 57 (auctor 384BC-322BC)
Οὐκ ἄρα διὰ τὸ ὁμοίως ἔχειν πρὸς τὰ ἔσχατα· τοῦτο μὲν γὰρ πᾶσι κοινόν, τὸ δὲ φέρεσθαι πρὸς τὸ μέσον ἴδιον τῆς γῆς.
59Aristoteles, De generatione animalium, 1, 17; 10 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ εὔλογον ἂν εἶναι δόξειεν, ὥσπερ καὶ τοῦ ὅλου ἐστί τι ἐξ οὗ γίγνεται πρῶτον οὕτω καὶ τῶν μορίων ἑκάστου, ὥστ' εἰ ἐκείνου σπέρμα καὶ τῶν μορίων ἑκάστου εἴη ἄν τι σπέρμα ἴδιον.
60Aristoteles, De generatione animalium, 1, 18; 30 (auctor 384BC-322BC)
δῆλον τοίνυν, εἰ τοῦτο θήσομεν οὕτως ὅτι οὐ τῷ ἀπελθεῖν ἀπό τινος τὸ θῆλυ, ὥστ' οὐδὲ τὸ μέρος ὃ ἔχει ἴδιον τό τε ἄρρεν καὶ τὸ θῆλυ, εἴπερ τὸ αὐτὸ σπέρμα καὶ θῆλυ καὶ ἄρρεν δύναται γίγνεσθαι ὡς οὐκ ὄντος τοῦ μορίου ἐν τῷ σπέρματι.
61Aristoteles, De generatione animalium, 2, 3; 4 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν τὴν θρεπτικὴν ἔχουσι ψυχὴν φανερόν (δι' ὅτι δὲ ταύτην πρῶτον ἀναγκαῖόν ἐστι λαβεῖν ἐκ τῶν περὶ ψυχῆς διωρισμένων ἐν ἄλλοις φανερόν), προϊόντα δὲ καὶ τὴν αἰσθητικὴν καθ' ἣν ζῷον * * *· οὐ γὰρ ἅμα γίγνεται ζῷον καὶ ἄνθρωπος οὐδὲ ζῷον καὶ ἵππος, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων· ὕστατον γὰρ γίγνεται τὸ τέλος, τὸ δ' ἴδιόν ἐστι τὸ ἑκάστου τῆς γενέσεως τέλος.
62Aristoteles, De generatione animalium, 2, 6; 56 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι τὸ τῶν ὀφθαλμῶν αἰσθητήριόν ἐστι μέν, ὥσπερ καὶ τὰ ἄλλα αἰσθητήρια, ἐπὶ πόρων· ἀλλὰ τὸ μὲν τῆς ἁφῆς καὶ γεύσεως εὐθύς ἐστιν ἢ σῶμα ἢ τοῦ σώματός τι τῶν ζῴων, ἡ δ' ὄσφρησις καὶ ἡ ἀκοὴ πόροι συνάπτοντες πρὸς τὸν ἀέρα τὸν θύραθεν, πλήρεις συμφύτου πνεύματος, περαίνοντες δὲ πρὸς τὰ φλέβια τὰ περὶ τὸν ἐγκέφαλον τείνοντα ἀπὸ τῆς καρδίας· ὁ δ' ὀφθαλμὸς σῶμα μόνον ἴδιον ἔχει τῶν αἰσθητηρίων.
63Aristoteles, De generatione animalium, 3, 10; 25 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ γεννᾶν τὰς μελίττας ἄνευ ὀχείας εἴη ἂν καὶ ἐπ' ἄλλων ζῴων συμβαῖνον, ἀλλὰ τὸ μὴ τὸ αὐτὸ γένος γεννᾶν ἴδιον· οἱ γὰρ ἐρυθρῖνοι γεννῶσιν ἐρυθρίνους καὶ αἱ χάνναι χάννας.
64Aristoteles, De generatione animalium, 4, 1; 48 (auctor 384BC-322BC)
ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι' ἔνδειαν θερμότητος μηδ' ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὑτοῦ ἀλλὰ ταύτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὐναντίον μεταβάλλειν.
65Aristoteles, De generatione animalium, 4, 3; 9 (auctor 384BC-322BC)
ἀεὶ δ' ἰσχύει πρὸς τὴν γένεσιν μᾶλλον τὸ ἴδιον καὶ τὸ καθ' ἕκαστον.
66Aristoteles, De generatione animalium, 5, 1; 8 (auctor 384BC-322BC)
ὀφθαλμὸς μὲν γὰρ ἕνεκά του, γλαυκὸς δ' οὐχ ἕνεκά του πλὴν ἂν ἴδιον ᾖ τοῦ γένους τοῦτο τὸ πάθος.
67Aristoteles, De partibus animalium, 3, 1, 9; 27 (auctor 384BC-322BC)
Ἡ γὰρ φύσις αὐτὴ καθ´ αὑτήν, ὥσπερ εἴπομεν, τοῖς κοινοῖς πάντων μορίοις εἰς πολλὰ τῶν ἰδίων καταχρῆται, οἷον καὶ ἐπὶ τοῦ στόματος ἡ μὲν τροφὴ πάντων κοινόν, ἡ δ´ ἀλκή τινων ἴδιον καὶ ὁ λόγος ἑτέρων, ἔτι δὲ τὸ ἀναπνεῖν οὐ πάντων κοινόν.
68Aristoteles, De partibus animalium, 4, 5, 8; 18 (auctor 384BC-322BC)
Ἔχει μὲν οὖν πάντα τὰ μαλάκια τοῦτο τὸ μόριον ἴδιον, μάλιστα δ´ ἡ σηπία καὶ πλεῖστον.
69Aristoteles, De partibus animalium, 4, 5, 15; 37 (auctor 384BC-322BC)
Ἴδιον δ´ ἔχει τῶν ὀστρακοδέρμων τοῦτο, καθάπερ εἴρηται πρότερον.
70Aristoteles, De partibus animalium, 4, 5, 22; 65 (auctor 384BC-322BC)
Ἀνάγκη τοίνυν, ἐπεὶ τοῦτο μὲν ἁπάντων κοινόν, ἴδιον δ´ ἐκείνου εἶναι τὸ σῶμα σφαιροειδές, μὴ εἶναι ἄρτια τὰ ᾠά.
71Aristoteles, De partibus animalium, 4, 9, 11; 32 (auctor 384BC-322BC)
Οὐκ οὖν ὡς βέλτιστον ἔχουσιν, ἀλλ´ ὡς ἀναγκαῖον διὰ τὸν ἴδιον λόγον τῆς οὐσίας.
72Aristoteles, De partibus animalium, 4, 11, 11; 34 (auctor 384BC-322BC)
Ἴδιον δὲ πρὸς τὰ συγγενῆ τῶν ζῴων ὑπάρχει τοῖς ὄφεσι τὸ στρέφειν τὴν κεφαλὴν εἰς τοὔπισθεν ἠρεμοῦντος τοῦ σώματος τοῦ λοιποῦ.
73Aristoteles, De partibus animalium, 4, 12, 2; 4 (auctor 384BC-322BC)
Πτερωτοὶ μὲν οὖν ἅπαντές εἰσιν, καὶ τοῦτ´ ἴδιον ἔχουσι τῶν ἄλλων.
74Aristoteles, De partibus animalium, 4, 12, 3; 7 (auctor 384BC-322BC)
Ἔχουσι δὲ καὶ ἐν τῇ κεφαλῇ περιττὴν καὶ ἴδιον τὴν τοῦ ῥύγχους φύσιν πρὸς τἆλλα.
75Aristoteles, De partibus animalium, 4, 12, 7; 23 (auctor 384BC-322BC)
Ἀπηρτημένας γὰρ ἀπὸ τῶν βραχιόνων καὶ τῶν σκελῶν τῶν προσθίων ἔχουσι τὰς πτέρυγας, ἴδιόν τι μόριον· διόπερ ἀντὶ ὠμοπλάτης τὰ τελευταῖα ἐπὶ τοῦ νώτου τῶν πτερύγων ἔχουσιν.
76Aristoteles, De partibus animalium, 4, 13, 9; 30 (auctor 384BC-322BC)
Ἴδιον δ´ ἔχει τὸ τῶν ἰχθύων γένος πρὸς τἆλλα τὰ ἔναιμα ζῷα τὴν τῶν βραγχίων φύσιν· δι´ ἣν δ´ αἰτίαν, εἴρηται ἐν τοῖς περὶ ἀναπνοῆς.
77Aristoteles, De sensu et sensibilibus, 1; 58 (auctor 384BC-322BC)
Διὸ καὶ τῷ περὶ τὸν ἐγκέφαλον τόπῳ τὸ τῆς ὀσφρήσεως αἰσθητήριόν ἐστιν ἴδιον· δυνάμει γὰρ θερμὴ ἡ τοῦ ψυχροῦ ὕλη ἐστίν.
78Aristoteles, De sensu et sensibilibus, 1; 68 (auctor 384BC-322BC)
Ὃ δὲ λέγομεν διαφανές, οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος οὐδ’ ἄλλου τῶν οὕτω λεγομένων σωμάτων, ἀλλά τίς ἐστι κοινὴ φύσις καὶ δύναμις, ἣ χωριστὴ μὲν οὐκ ἔστιν, ἐν τούτοις δ’ ἐστί, καὶ τοῖς ἄλλοις σώμασιν ἐνυπάρχει, τοῖς μὲν μᾶλλον τοῖς δ’ ἧττον.
79Aristoteles, De sensu et sensibilibus, 1; 79 (auctor 384BC-322BC)
Καὶ αὐτῶν δὲ τῶν διαφανῶν, οἷον ὕδατος καὶ εἴ τι ἄλλο τοιοῦτον, καὶ ὅσοις φαίνεται χρῶμα ἴδιον ὑπάρχειν κατὰ τὸ ἔσχατον, ὁμοίως πᾶσιν ὑπάρχει.
80Aristoteles, De sensu et sensibilibus, 1; 123 (auctor 384BC-322BC)
Ἀλλ’ ἴδιον τοῦ πυρὸς τὸ θερμόν ἐστι, γῆς δὲ τὸ ξηρόν, ὥσπερ εἴρηται ἐν τοῖς περὶ στοιχείων.
81Aristoteles, De sensu et sensibilibus, 1; 180 (auctor 384BC-322BC)
Τοῦτο μὲν οὖν τὸ ὀσφραντὸν ἴδιον ἀνθρώπου ἐστίν, ἡ δὲ κατὰ τοὺς χυμοὺς τεταγμένη καὶ τῶν ἄλλων ζῴων, ὥσπερ εἴρηται πρότερον· κἀκείνων μέν, διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδύ, διῄρηται τὰ εἴδη κατὰ τοὺς χυμούς, ταύτης δ’ οὐκέτι, διὰ τὸ τὴν φύσιν αὐτῆς εἶναι καθ’ αὑτὴν ἡδεῖαν ἢ λυπηράν.
82Aristoteles, De sensu et sensibilibus, 1; 181 (auctor 384BC-322BC)
Αἴτιον δὲ τοῦ ἴδιον εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν ψύξιν τὴν περὶ τὸν ἐγκέφαλον.
83Aristoteles, De sensu et sensibilibus, 1; 186 (auctor 384BC-322BC)
Ἴδιον δὲ τῆς τοῦ ἀνθρώπου φύσεώς ἐστι τὸ τῆς ὀσμῆς τῆς τοιαύτης γένος διὰ τὸ πλεῖστον ἐγκέφαλον καὶ ὑγρότατον ἔχειν τῶν ζῴων ὡς κατὰ μέγεθος· διὰ γὰρ τοῦτο καὶ μόνον ὡς εἰπεῖν αἰσθάνεται τῶν ζῴων ἄνθρωπος καὶ χαίρει ταῖς τῶν ἀνθῶν καὶ ταῖς τῶν τοιούτων ὀσμαῖς· σύμμετρος γὰρ αὐτῶν ἡ θερμότης καὶ ἡ κίνησις πρὸς τὴν ὑπερβολὴν τῆς ἐν τῷ τόπῳ ὑγρότητος καὶ ψυχρότητός ἐστιν.
84Aristoteles, De somno et vigilia, 1; 6 (auctor 384BC-322BC)
Ἐπεὶ δ’ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τὸ σώματος (οὗ γὰρ ἡ δύναμις, τούτου καὶ ἡ ἐνέργεια· ἡ δὲ λεγομένη αἴσθησις, ὧς ἐνέργεια, κίνησίς τις διὰ τοῦ σώματος τῆς ψυχῆς ἐστί), φανερὸν ὡς οὔτε τῆς ψυχῆς τὸ πάθος ἴδιον, οὔτ’ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι.
85Aristoteles, De somno et vigilia, 2; 3 (auctor 384BC-322BC)
Ἐπεὶ δ’ ὑπάρχει καθ’ ἑκάστην αἴσθησιν τὸ μέν τι ἴδιον τὸ δέ τι κοινόν, ἴδιον μὲν οἷον τῇ ὄψει τὸ ὁρᾶν, τῇ δ’ ἀκοῇ τὸ ἀκούειν, ταῖς δ’ ἄλλαις κατὰ τὸν αὐτὸν τρόπον· ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα πάσαις, ᾗ καὶ ὅτι ὁρᾷ καὶ ἀκούει καὶ αἰσθάνεται· οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὅτι ὁρᾷ.
86Aristoteles, De sophisticis elenchis, 6; 38 (auctor 384BC-322BC)
Ὥστε πάντες οἱ τόποι πίπτουσιν εἰς τήν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ μέν οὖν παρά τήν λέξιν, ὅτι φαινομένη ἀντίφασις, ὅπερ ἦν ἴδιον τοῦ ἐλέγχου, οἱ δ᾿ ἄλλοι παρά τόν τοῦ συλλογισμοῦ ὅρον.
87Aristoteles, Ethica Eudemia, 1; 95 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐκ ἔστιν αὐτό τι ἀγαθόν, ἔχει ἀπορίας τοιαύτας, καὶ ὅτι οὐ χρήσιμον τῇ πολιτικῇ, ἀλλ' ἴδιόν τι ἀγαθόν, ὥσπερ καὶ ταῖς ἄλλαις, οἷον γυμναστικῇ εὐεξία [ἔτι καὶ τὸ ἐν τῷ λόγῳ γεγραμμένον· ἢ γὰρ οὐδεμιᾷ χρήσιμον αὐτὸ τὸ τοῦ ἀγαθοῦ εἶδος ἢ πάσαις ὁμοίως· ἔτι οὐ πρακτόν]· ὁμοίως δ' οὐδὲ τὸ κοινὸν ἀγαθὸν οὔτε αὐτὸ ἀγαθόν ἐστι (καὶ γὰρ ἂν μικρῷ ὑπάρξαι ἀγαθῷ) οὔτε πρακτόν.
88Aristoteles, Ethica Eudemia, 3; 45 (auctor 384BC-322BC)
καὶ δὴ καὶ δοκεῖ σχεδὸν ἴδιον τῆς ἀνδρείας εἶναι τὸ περὶ τὸν θάνατον καὶ τὴν περὶ τούτου λύπην ἔχειν πώς.
89Aristoteles, Ethica Eudemia, 3; 124 (auctor 384BC-322BC)
περὶ δὲ μεγαλοψυχίας ἐκ τῶν τοῖς μεγαλοψύχοις ἀποδιδομένων δεῖ διορίσαι τὸ ἴδιον.
90Aristoteles, Ethica Eudemia, 3; 135 (auctor 384BC-322BC)
καὶ τὸ ὀλίγωρον τοῦ μεγαλοψύχου μάλιστ' εἶναι πάθος ἴδιον.
91Aristoteles, Ethica Nicomachea, 1, 6; 4 (auctor 384BC-322BC)
πότερον οὖν τέκτονος μὲν καὶ σκυτέως ἔστιν ἔργα τινὰ καὶ πράξεις, ἀνθρώπου δ' οὐδέν ἐστιν, ἀλλ' ἀργὸν πέφυκεν· ἢ καθάπερ ὀφθαλμοῦ καὶ χειρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαίνεταί τι ἔργον, οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα θείη τις ἂν ἔργον τι· τί οὖν δὴ τοῦτ' ἂν εἴη ποτέ· τὸ μὲν γὰρ ζῆν κοινὸν εἶναι φαίνεται καὶ τοῖς φυτοῖς, ζητεῖται δὲ τὸ ἴδιον.
92Aristoteles, Ethica Nicomachea, 3, 2; 2 (auctor 384BC-322BC)
τοῦ δὴ δι' ἄγνοιαν ὁ μὲν ἐν μεταμελείᾳ ἄκων δοκεῖ, ὁ δὲ μὴ μεταμελόμενος, ἐπεὶ ἕτερος, ἔστω οὐχ ἑκών· ἐπεὶ γὰρ διαφέρει, βέλτιον ὄνομα ἔχειν ἴδιον.
93Aristoteles, Ethica Nicomachea, 5, 6; 11 (auctor 384BC-322BC)
τὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ ἴδιον, ἀλλ' ὅλως ἀριθμοῦ· ἡ γὰρ ἀναλογία ἰσότης ἐστὶ λόγων, καὶ ἐν τέτταρσιν ἐλαχίστοις.
94Aristoteles, Ethica Nicomachea, 5, 8; 7 (auctor 384BC-322BC)
διὸ καὶ Χαρίτων ἱερὸν ἐμποδὼν ποιοῦνται, ἵν' ἀνταπόδοσις ᾖ· τοῦτο γὰρ ἴδιον χάριτος· ἀνθυπηρετῆσαι γὰρ δεῖ τῷ χαρισαμένῳ, καὶ πάλιν αὐτὸν ἄρξαι χαριζόμενον.
95Aristoteles, Historia animalium, 1, I 5; 24 (auctor 384BC-322BC)
Ὅσα δ’ ἄναιμα ὄντα πλείους πόδας ἔχει, εἴτε πτηνά εἴτε πεζά, σημείοις κινεῖται πλείοσιν, οἷον τό καλούμενον ζῷον ἐφήμερον τέτταρσι καί ποσί καί πτεροῖς· τούτῳ γάρ οὐ μόνον κατά τόν βίον συμβαίνει τό ἴδιον, ὅθεν καί τήν ἐπωνυμίαν ἔχει, ἀλλ’ ὅτι καί πτηνόν ἐστι τετράπουν ὄν.
96Aristoteles, Historia animalium, 1, I 13; 3 (auctor 384BC-322BC)
Τοῦ δέ θήλεος ἴδιον μέρος ὑστέρα, καί τοῦ ἄρρενος αἰδοῖον, ἔξωθεν ἐπί τῷ τέλει τοῦ θώρακος, διμερές, τό μέν ἄκρον σαρκῶδες καί λεῖον ὡς εἰπεῖν ἴσον, ὃ καλεῖται βάλανος, τό δέ περί αὐτήν ἀνώνυμον δέρμα, ὃ ἐάν διακοπῇ, οὐ συμφύεται, οὐδέ γνάθος οὐδέ βλεφαρίς.
97Aristoteles, Historia animalium, 1, I 17; 27 (auctor 384BC-322BC)
Συμβαίνει δέ τοῦτο καί ἐν τοῖς ἱερείοις, οἷον ἐν μέν τόπῳ τινί τῆς ἐν Εὐβοίᾳ Χαλκιδικῆς οὐκ ἔχει τά πρόβατα χολήν, ἐν δέ Νάξῳ πάντα σχεδόν τά τετράποδα τοσαύτην ὥστ’ ἐκπλήττεσθαι τούς θύοντας τῶν ξένων, οἰομένους αὑτῶν ἴδιον εἶναι τό σημεῖον, ἀλλ’ οὐ φύσιν αὐτῶν εἶναι ταύτην.
98Aristoteles, Historia animalium, 2, II 1; 41 (auctor 384BC-322BC)
Αἱ δέ κάμηλοι ἴδιον ἔχουσι παρά τἆλλα τετράποδα τόν καλούμενον ὕβον ἐπί τῷ νώτῳ.
99Aristoteles, Historia animalium, 2, II 12; 2 (auctor 384BC-322BC)
Χεῖρας δ’ οὐδέ πόδας προσθίους ἔχει, ἀλλά πτέρυγας ἴδιον πρός τά ἄλλα ζῷα.
100Aristoteles, Historia animalium, 2, II 12; 10 (auctor 384BC-322BC)
Στόμα δ’ οἱ ὄρνιθες ἔχουσι μέν ἴδιον δέ· οὔτε γάρ χείλη οὔτ’ ὀδόντας ἔχουσιν, ἀλλά ῥύγχος, οὔτ’ ὦτα οὔτε μυκτῆρας, ἀλλά τούς πόρους τούτων τῶν αἰσθήσεων, τῶν μέν μυκτήρων ἐν τῷ ῥύγχει, τῆς δ’ ἀκοῆς ἐν τῇ κεφαλῇ.
101Aristoteles, Historia animalium, 2, II 12; 22 (auctor 384BC-322BC)
Ἔτι δ’ ἔνια τῶν ὀρνέων λόφον ἔχουσι, τά μέν αὐτῶν τῶν πτερῶν ἐπανεστηκότα, ὁ δ’ ἀλεκτρυών μόνος ἴδιον· οὔτε γάρ σάρξ ἐστιν οὔτε πόρρω σαρκός τήν φύσιν.
102Aristoteles, Historia animalium, 2, II 13; 8 (auctor 384BC-322BC)
Ἴδιον δ’ ἔχουσι τό τε τῶν βραγχίων, ᾗ τό ὕδωρ ἀφιᾶσι δεξάμενοι κατά τό στόμα, καί τά πτερύγια, οἱ μέν πλεῖστοι τέτταρα, οἱ δέ προμήκεις δύο, οἷον ἐγχέλυς, ὄντα πρός τά βράγχια.
103Aristoteles, Historia animalium, 2, II 15; 6 (auctor 384BC-322BC)
Ἴδιον δ’ ἐστίν ἐπί τῶν βοῶν· ἔστι γάρ τι γένος βοῶν, ἀλλ’ οὐ πάντες, ὃ ἔχει ἐν τῇ καρδίᾳ ὀστοῦν.
104Aristoteles, Historia animalium, 2, II 17; 37 (auctor 384BC-322BC)
Ἴδιον δέ παρά τάς τῶν ἄλλων γλώττας ἔχουσι καί οἱ ὄφεις καί οἱ σαῦροι τό δικρόαν αὐτῶν εἶναι τήν γλῶτταν ἄκραν, πολύ δέ μάλιστα οἱ ὄφεις· τά γάρ ἄκρα αὐτῶν ἐστί λεπτά ὥσπερ τρίχες.
105Aristoteles, Historia animalium, 2, II 17; 51 (auctor 384BC-322BC)
Ἴδιον δέ τῶν ἰχθύων ἐστί καί τῶν ὀρνίθων τῶν πλείστων τό ἔχειν ἀποφυάδας· ἀλλ’ οἱ μέν ὄρνιθες κάτωθεν καί ὀλίγας, οἱ δ’ ἰχθύες ἄνωθεν περί τήν κοιλίαν, καί ἔνιοι πολλάς, οἷον κωβιός, γαλεός, πέρκη, σκορπίος, κίθαρος, τρίγλη, σπάρος· ὁ δέ κεστρεύς ἐπί μέν θάτερα τῆς κοιλίας πολλάς, ἐπί δέ θάτερα μίαν.
106Aristoteles, Historia animalium, 3, III 7; 22 (auctor 384BC-322BC)
Ἴδιον δέ ἐν τοῖς ἰχθύσιν, ὅτι ἐν ἐνίοις εἰσί κατά τήν σάρκα κεχωρισμένα ἀκάνθια λεπτά.
107Aristoteles, Historia animalium, 4, IV 4; 15 (auctor 384BC-322BC)
Ἴδιον δέ τούτοις κατά τό ὄστρακον ὑπάρχει πᾶσι τό ἑλίκην ἔχειν τό ὄστρακον τό ἔσχατον ἀπό τῆς κεφαλῆς.
108Aristoteles, Historia animalium, 4, IV 5; 1 (auctor 384BC-322BC)
Οἱ δ’ ἐχῖνοι τό μέν σαρκῶδες οὐκ ἔχουσιν, ἀλλ’ ἴδιον αὐτῶν τοῦτ’ ἐστίν· ἐστέρηνται γάρ πάντες, καί οὐκ ἔχουσι σάρκα ἐντός οὐδεμίαν· τά δέ μέλανα πάντες.
109Aristoteles, Historia animalium, 4, IV 6; 9 (auctor 384BC-322BC)
Ἔστι δέ καί τό τῶν ἀκαληφῶν γένος ἴδιον· προσπέφυκε μέν γάρ ταῖς πέτραις ὥσπερ ἔνια τῶν ὀστρακοδέρμων, ἀπολύεται δ’ ἐνίοτε.
110Aristoteles, Historia animalium, 4, IV 9; 26 (auctor 384BC-322BC)
Τά δέ ζῳοτόκα καί τετράποδα ζῷα ἄλλο ἄλλην ἀφίησι φωνήν, διάλεκτον δ’ οὐδέν ἔχει, ἀλλ’ ἴδιον τοῦτ’ ἀνθρώπου ἐστίν· ὅσα μέν γάρ διάλεκτον ἔχει, καί φωνήν ἔχει, ὅσα δέ φωνήν, οὐ πάντα διάλεκτον.
111Aristoteles, Historia animalium, 6, VI 2; 36 (auctor 384BC-322BC)
Τοῦτό τε δή ἴδιον ποιοῦσι, καί ἔτι αἱ θήλειαι ἀλλήλαις ἀναβαίνουσιν, ὅταν ἄρρην μή παρῇ, κύσασαι ὥσπερ οἱ ἄρρενες· καί οὐθέν προϊέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠά πλείω ἢ τά γόνῳ γινόμενα, ἐξ ὧν οὐ γίνεται νεοττός οὐθείς, ἀλλ’ ὑπηνέμια πάντα τά τοιαῦτά ἐστιν.
112Aristoteles, Historia animalium, 6, VI 20; 23 (auctor 384BC-322BC)
Ἴδιον δ’ ἐπί τῶν Λακωνικῶν συμβαίνει πάθος· πονήσαντες γάρ μᾶλλον δύνανται ὀχεύειν ἢ ἀργοῦντες.
113Aristoteles, Historia animalium, 9, IX 7; 12 (auctor 384BC-322BC)
Ἴδιον δέ ταῖς περιστεραῖς δοκεῖ συμβεβηκέναι καί ταῖς φαψί καί τρυγόσι τό μή ἀνακύπτειν πινούσας, ἐάν μή ἱκανόν πίωσιν.
114Aristoteles, Historia animalium, 9, IX 15; 6 (auctor 384BC-322BC)
Ἴδιον δέ τούτῳ καί ἀηδόνι παρά τούς ἄλλους ὄρνιθας τό μή ἔχειν τῆς γλώττης τό ὀξύ.
115Aristoteles, Historia animalium, 9, IX 18; 4 (auctor 384BC-322BC)
Οἱ μέν οὖν ἐρωδιοί τοῦτον βιοῦσι τόν τρόπον, ἡ δέ καλουμένη φῶϋξ ἴδιον ἔχει πρός τἆλλα· μάλιστα γάρ ἐστι ὀφθαλμοβόρος τῶν ὀρνίθων.
116Aristoteles, Historia animalium, 9, 231; 22 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν τοῦτον ἔχει τόν τρόπον, ἴδιον δ’ ἐνίοις συμβαίνει τῶν ὀρνιθίων τό ἀποψοφεῖν, οἷον καί ταῖς τρυγόσιν· ποιοῦνται δέ καί περί τήν ἕδραν κίνησιν οἱ τοιοῦτοι ἰσχυράν ἅμα τῇ φωνῇ.
117Aristoteles, Magna moralia, 2, 3, 4; 6 (auctor 384BC-322BC)
εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὣς καὶ οὗ ἕνεκα, ἔστι δ' ἡ βλάβη καὶ ἡ ἀδικία ἐν ἀγαθοῖς, καὶ περὶ ἀγαθά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ καὶ ὁποῖα κακά τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως ἄτοπον δὴ συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον ἀγαθὸν τὴν φρόνησιν.
118Aristoteles, Magna moralia, 2, 7, 16; 47 (auctor 384BC-322BC)
ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπουδαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἤ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δ' ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός, ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὑτοῦ ὥστε τοῦτ' ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή.
119Aristoteles, Metaphysica, 1, 3; 9 (auctor 384BC-322BC)
οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς ἁψάμενοι τῆς μεθόδου τῆς τοιαύτης καὶ ἓν φάσκοντες εἶναι τὸ ὑποκείμενον οὐθὲν ἐδυσχέραναν ἑαυτοῖς, ἀλλ' ἔνιοί γε τῶν ἓν λεγόντων, ὥσπερ ἡττηθέντες ὑπὸ ταύτης τῆς ζητήσεως, τὸ ἓν ἀκίνητόν φασιν εἶναι καὶ τὴν φύσιν ὅλην οὐ μόνον κατὰ γένεσιν καὶ φθοράν (τοῦτο μὲν γὰρ ἀρχαῖόν τε καὶ πάντες ὡμολόγησαν) ἀλλὰ καὶ κατὰ τὴν ἄλλην μεταβολὴν πᾶσαν· καὶ τοῦτο αὐτῶν ἴδιόν ἐστιν.
120Aristoteles, Metaphysica, 1, 5; 16 (auctor 384BC-322BC)
μέχρι μὲν οὖν τῶν Ἰταλικῶν καὶ χωρὶς ἐκείνων μορυχώτερον εἰρήκασιν οἱ ἄλλοι περὶ αὐτῶν, πλὴν ὥσπερ εἴπομεν δυοῖν τε αἰτίαιν τυγχάνουσι κεχρημένοι, καὶ τούτων τὴν ἑτέραν οἱ μὲν μίαν οἱ δὲ δύο ποιοῦσι, τὴν ὅθεν ἡ κίνησις· οἱ δὲ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον, τοσοῦτον δὲ προσεπέθεσαν ὃ καὶ ἴδιόν ἐστιν αὐτῶν, ὅτι τὸ πεπερασμένον καὶ τὸ ἄπειρον [καὶ τὸ ἓν] οὐχ ἑτέρας τινὰς ᾠήθησαν εἶναι φύσεις, οἷον πῦρ ἢ γῆν ἤ τι τοιοῦτον ἕτερον, ἀλλ' αὐτὸ τὸ ἄπειρον καὶ αὐτὸ τὸ ἓν οὐσίαν εἶναι τούτων ὧν κατηγοροῦνται, διὸ καὶ ἀριθμὸν εἶναι τὴν οὐσίαν πάντων.
121Aristoteles, Metaphysica, 1, 6; 9 (auctor 384BC-322BC)
τὸ μέντοι γε ἓν οὐσίαν εἶναι, καὶ μὴ ἕτερόν γέ τι ὂν λέγεσθαι ἕν, παραπλησίως τοῖς Πυθαγορείοις ἔλεγε, καὶ τὸ τοὺς ἀριθμοὺς αἰτίους εἶναι τοῖς ἄλλοις τῆς οὐσίας ὡσαύτως ἐκείνοις· τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι, τὸ δ' ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τοῦτ' ἴδιον· καὶ ἔτι ὁ μὲν τοὺς ἀριθμοὺς παρὰ τὰ αἰσθητά, οἱ δ' ἀριθμοὺς εἶναί φασιν αὐτὰ τὰ πράγματα, καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων οὐ τιθέασιν.
122Aristoteles, Metaphysica, 1, 9; 15 (auctor 384BC-322BC)
ἔτι δὲ εἴτε δοίη τις αὐτοῖς ἐκ τούτων εἶναι μέγεθος εἴτε δειχθείη τοῦτο, ὅμως τίνα τρόπον ἔσται τὰ μὲν κοῦφα τὰ δὲ βάρος ἔχοντα τῶν σωμάτων· ἐξ ὧν γὰρ ὑποτίθενται καὶ λέγουσιν, οὐθὲν μᾶλλον περὶ τῶν μαθηματικῶν λέγουσι σωμάτων ἢ τῶν αἰσθητῶν· διὸ περὶ πυρὸς ἢ γῆς ἢ τῶν ἄλλων τῶν τοιούτων σωμάτων οὐδ' ὁτιοῦν εἰρήκασιν, ἅτε οὐθὲν περὶ τῶν αἰσθητῶν οἶμαι λέγοντες ἴδιον.
123Aristoteles, Metaphysica, 3, 2; 8 (auctor 384BC-322BC)
μιᾶς μὲν οὖν οὐκ εὔλογον εἶναι· τί γὰρ μᾶλλον γεωμετρίας ἢ ὁποιασοῦν περὶ τούτων ἐστὶν ἴδιον τὸ ἐπαΐειν· εἴπερ οὖν ὁμοίως μὲν ὁποιασοῦν ἐστίν, ἁπασῶν δὲ μὴ ἐνδέχεται, ὥσπερ οὐδὲ τῶν ἄλλων οὕτως οὐδὲ τῆς γνωριζούσης τὰς οὐσίας ἴδιόν ἐστι τὸ γιγνώσκειν περὶ αὐτῶν.
124Aristoteles, Metaphysica, 4, 4; 13 (auctor 384BC-322BC)
λέγω δὲ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτ' ἔστιν ἄνθρωπος, ἂν ᾖ τι ἄνθρωπος, τοῦτ' ἔσται τὸ ἀνθρώπῳ εἶναι (διαφέρει δ' οὐθὲν οὐδ' εἰ πλείω τις φαίη σημαίνειν μόνον δὲ ὡρισμένα, τεθείη γὰρ ἂν ἐφ' ἑκάστῳ λόγῳ ἕτερον ὄνομα· λέγω δ' οἷον, εἰ μὴ φαίη τὸ ἄνθρωπος ἓν σημαίνειν, πολλὰ δέ, ὧν ἑνὸς μὲν εἷς λόγος τὸ ζῷον δίπουν, εἶεν δὲ καὶ ἕτεροι πλείους, ὡρισμένοι δὲ τὸν ἀριθμόν· τεθείη γὰρ ἂν ἴδιον ὄνομα καθ' ἕκαστον τὸν λόγον· εἰ δὲ μή [τεθείη], ἀλλ' ἄπειρα σημαίνειν φαίη, φανερὸν ὅτι οὐκ ἂν εἴη λόγος· τὸ γὰρ μὴ ἓν σημαίνειν οὐθὲν σημαίνειν ἐστίν, μὴ σημαινόντων δὲ τῶν ὀνομάτων ἀνῄρηται τὸ διαλέγεσθαι πρὸς ἀλλήλους, κατὰ δὲ τὴν ἀλήθειαν καὶ πρὸς αὑτόν· οὐθὲν γὰρ ἐνδέχεται νοεῖν μὴ νοοῦντα ἕν, εἰ δ' ἐνδέχεται, τεθείη ἂν ὄνομα τούτῳ τῷ πράγματι ἕν) .
125Aristoteles, Metaphysica, 4, 4; 53 (auctor 384BC-322BC)
καὶ εἰ μὲν μὴ ἀληθὲς διαιροῦντα λέγειν, οὐ λέγει τε ταῦτα καὶ οὐκ ἔστιν οὐθέν (τὰ δὲ μὴ ὄντα πῶς ἂν φθέγξαιτο ἢ βαδίσειεν·) , καὶ πάντα δ' ἂν εἴη ἕν, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ ταὐτὸν ἔσται καὶ ἄνθρωπος καὶ θεὸς καὶ τριήρης καὶ αἱ ἀντιφάσεις αὐτῶν (εἰ γὰρ ὁμοίως καθ' ἑκάστου, οὐδὲν διοίσει ἕτερον ἑτέρου· εἰ γὰρ διοίσει, τοῦτ' ἔσται ἀληθὲς καὶ ἴδιον) · ὁμοίως δὲ καὶ εἰ διαιροῦντα ἐνδέχεται ἀληθεύειν, συμβαίνει τὸ λεχθέν, πρὸς δὲ τούτῳ ὅτι πάντες ἂν ἀληθεύοιεν καὶ πάντες ἂν ψεύδοιντο, καὶ αὐτὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι.
126Aristoteles, Metaphysica, 7, 9; 12 (auctor 384BC-322BC)
ἀλλ' ἴδιον τῆς οὐσίας ἐκ τούτων λαβεῖν ἔστιν ὅτι ἀναγκαῖον προϋπάρχειν ἑτέραν οὐσίαν ἐντελεχείᾳ οὖσαν ἣ ποιεῖ, οἷον ζῷον εἰ γίγνεται ζῷον· ποιὸν δ' ἢ ποσὸν οὐκ ἀνάγκη ἀλλ' ἢ δυνάμει μόνον.
127Aristoteles, Metaphysica, 7, 10; 13 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο φθείρεται ὁ πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ ἡ σφαῖρα εἰς χαλκὸν καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστᾶ, ἔτι δὲ ὁ κύκλος εἰς τὰ τμήματα· ἔστι γάρ τις ὃς συνείληπται τῇ ὕλῃ· ὁμωνύμως γὰρ λέγεται κύκλος ὅ τε ἁπλῶς λεγόμενος καὶ ὁ καθ' ἕκαστα διὰ τὸ μὴ εἶναι ἴδιον ὄνομα τοῖς καθ' ἕκαστον.
128Aristoteles, Metaphysica, 7, 13; 9 (auctor 384BC-322BC)
διαφέρει δ' οὐθὲν οὐδ' εἰ μὴ πάντων λόγος ἔστι τῶν ἐν τῇ οὐσίᾳ· οὐδὲν γὰρ ἧττον οὐσία τοῦτ' ἔσται τινός, ὡς ὁ ἄνθρωπος τοῦ ἀνθρώπου ἐν ᾧ ὑπάρχει, ὥστε τὸ αὐτὸ συμβήσεται πάλιν· ἔσται γὰρ ἐκείνου οὐσία, οἷον τὸ ζῷον, ἐν ᾧ ὡς ἴδιον ὑπάρχει.
129Aristoteles, Metaphysica, 8, 4; 12 (auctor 384BC-322BC)
τίς ἡ ὕλη· μὴ πῦρ ἢ γῆν ἀλλὰ τὴν ἴδιον.
130Aristoteles, Metaphysica, 11, 8; 2 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐδεμία τῶν παραδεδομένων ἐπιστημῶν πραγματεύεται περὶ τὸ συμβεβηκός, δῆλον (οὔτε γὰρ οἰκοδομικὴ σκοπεῖ τὸ συμβησόμενον τοῖς τῇ οἰκίᾳ χρησομένοις, οἷον εἰ λυπηρῶς ἢ τοὐναντίον οἰκήσουσιν, οὔθ' ὑφαντικὴ οὔτε σκυτοτομικὴ οὔτε ὀψοποιική, τὸ δὲ καθ' αὑτὴν ἴδιον ἑκάστη τούτων σκοπεῖ τῶν ἐπιστημῶν μόνον, τοῦτο δ' ἐστὶ τὸ οἰκεῖον τέλος· [οὐδὲ μουσικὸν καὶ γραμματικόν,] οὐδὲ τὸν ὄντα μουσικὸν ὅτι γενόμενος γραμματικὸς ἅμα ἔσται τὰ ἀμφότερα, πρότερον οὐκ ὤν, ὃ δὲ μὴ ἀεὶ ὂν ἔστιν, ἐγένετο τοῦτο, ὥσθ' ἅμα μουσικὸς ἐγένετο καὶ γραμματικός, τοῦτο δὲ οὐδεμία ζητεῖ τῶν ὁμολογουμένως οὐσῶν ἐπιστημῶν πλὴν ἡ σοφιστική· περὶ τὸ συμβεβηκὸς γὰρ αὕτη μόνη πραγματεύεται, διὸ Πλάτων οὐ κακῶς εἴρηκε φήσας τὸν σοφιστὴν περὶ τὸ μὴ ὂν διατρίβειν) · ὅτι δ' οὐδ' ἐνδεχόμενόν ἐστιν εἶναι τοῦ συμβεβηκότος ἐπιστήμην, φανερὸν ἔσται πειραθεῖσιν ἰδεῖν τί ποτ' ἐστὶ τὸ συμβεβηκός.
131Aristoteles, Metaphysica, 12, 5; 5 (auctor 384BC-322BC)
ἐν ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἔστιν ὁτὲ δὲ δυνάμει, οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος (πίπτει δὲ καὶ ταῦτα εἰς τὰ εἰρημένα αἴτια· ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, καὶ τὸ ἐξ ἀμφοῖν στέρησις δέ, οἷον σκότος ἢ κάμνον, δυνάμει δὲ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ δυνάμενον γίγνεσθαι ἄμφω) · ἄλλως δ' ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μὴ ἔστιν ἡ αὐτὴ ὕλη, ὧν ἐνίων οὐκ ἔστι τὸ αὐτὸ εἶδος ἀλλ' ἕτερον, ὥσπερ ἀνθρώπου αἴτιον τά τε στοιχεῖα, πῦρ καὶ γῆ ὡς ὕλη καὶ τὸ ἴδιον εἶδος, καὶ ἔτι τι ἄλλο ἔξω οἷον ὁ πατήρ, καὶ παρὰ ταῦτα ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, οὔτε ὕλη ὄντα οὔτ' εἶδος οὔτε στέρησις οὔτε ὁμοειδὲς ἀλλὰ κινοῦντα.
132Aristoteles, Meteorologica, 2, II 4; 15 (auctor 384BC-322BC)
Αἴτιον δ’ ὅτι ὡς μέν τά πολλά τό αὐτό πάθος ἐπί πλείω διήκειν εἰκός χώραν, διά τό παραπλησίως κεῖσθαι πρός τόν ἥλιον τά σύνεγγυς, ἐάν μή τι διαφοράν ἔχωσιν ἴδιον· οὐ μήν ἀλλ’ ἐνίοτε κατά τοδί μέν τό μέρος ἡ ξηρά ἀναθυμίασις ἐγένετο πλείων, κατά δέ τό ἄλλο ἡ ἀτμιδώδης, ὁτέ δέ τοὐναντίον.
133Aristoteles, Oeconomica, 1; 27 (auctor 384BC-322BC)
διείληπται γὰρ τῷ μὴ ἐπὶ ταὐτὰ πάντα χρήσιμον ἔχειν τὴν δύναμιν, ἀλλ' ἔνια μὲν ἐπὶ τἀναντία, εἰς ταὐτὸν δὲ συντείνοντα· τὸ μὲν γὰρ ἰσχυρότερον τὸ δ' ἀσθενέστερον ἐποίησεν, ἵνα τὸ μὲν φυλακτικώτερον ᾖ διὰ τὸν φόβον, τὸ δ' ἀμυντικώτερον διὰ τὴν ἀνδρίαν, καὶ τὸ μὲν πορίζῃ τὰ ἔξωθεν, τὸ δὲ σῴζῃ τὰ ἔνδον· καὶ πρὸς τὴν ἐργασίαν τὸ μὲν δυνάμενον ἑδραῖον εἶναι, πρὸς δὲ τὰς ἔξωθεν θυραυλίας ἀσθενές, τὸ δὲ πρὸς μὲν τὰς ἡσυχίας χεῖρον, πρὸς δὲ τὰς κινήσεις ὑγιεινόν· καὶ περὶ τέκνων τὴν μὲν γένεσιν κοινήν, τὴν δὲ ὠφέλειαν ἴδιον· τῶν μὲν γὰρ τὸ θρέψαι, τῶν δὲ τὸ παιδεῦσαί ἐστιν.
134Aristoteles, Physica, 5, 2; 21 (auctor 384BC-322BC)
ἡ δὲ κατὰ τόπον καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον ἀνώνυμος, ἔστω δὲ φορὰ καλουμένη τὸ κοινόν· καίτοι λέγεταί γε ταῦτα φέρεσθαι μόνα κυρίως, ὅταν μὴ ἐφ' αὑτοῖς ᾖ τὸ στῆναι τοῖς μεταβάλλουσι τὸν τόπον, καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον.
135Aristoteles, Physica, 8, 4; 9 (auctor 384BC-322BC)
τό τε γὰρ αὐτὰ ὑφ' αὑτῶν φάναι ἀδύνατον· ζωτικόν τε γὰρ τοῦτο καὶ τῶν ἐμψύχων ἴδιον, καὶ ἱστάναι ἂν ἐδύνατο αὐτὰ αὑτά (λέγω δ' οἷον, εἰ τοῦ βαδίζειν αἴτιον αὑτῷ, καὶ τοῦ μὴ βαδίζειν), ὥστ' εἰ ἐπ' αὐτῷ τὸ ἄνω φέρεσθαι τῷ πυρί, δῆλον ὅτι ἐπ' αὐτῷ καὶ τὸ κάτω.
136Aristoteles, Politica, 1; 30 (auctor 384BC-322BC)
οὐθὲν γάρ, ὡς φαμέν, μάτην ἡ φύσις ποιεῖ· λόγον δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων· ἡ μὲν οὖν φωνὴ τοῦ λυπηροῦ καὶ ἡδέος ἐστὶ σημεῖον, διὸ καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις (μέχρι γὰρ τούτου ἡ φύσις αὐτῶν ἐλήλυθε, τοῦ ἔχειν αἴσθησιν λυπηροῦ καὶ ἡδέος καὶ ταῦτα σημαίνειν ἀλλήλοις) , ὁ δὲ λόγος ἐπὶ τῷ δηλοῦν ἐστι τὸ συμφέρον καὶ τὸ βλαβερόν, ὥστε καὶ τὸ δίκαιον καὶ τὸ ἄδικον· τοῦτο γὰρ πρὸς τὰ ἄλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον, τὸ μόνον ἀγαθοῦ καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλλων αἴσθησιν ἔχειν· ἡ δὲ τούτων κοινωνία ποιεῖ οἰκίαν καὶ πόλιν.
137Aristoteles, Politica, 2; 28 (auctor 384BC-322BC)
κρεῖττον γὰρ ἴδιον ἀνεψιὸν εἶναι ἢ τὸν τρόπον τοῦτον υἱόν.
138Aristoteles, Politica, 2; 39 (auctor 384BC-322BC)
δύο γάρ ἐστιν ἃ μάλιστα ποιεῖ κήδεσθαι τοὺς ἀνθρώπους καὶ φιλεῖν, τό τε ἴδιον καὶ τὸ ἀγαπητόν· ὧν οὐδέτερον οἷόν τε ὑπάρχειν τοῖς οὕτω πολιτευομένοις.
139Aristoteles, Politica, 2; 53 (auctor 384BC-322BC)
αἱ μὲν γὰρ ἐπιμέλειαι διῃρημέναι τὰ ἐγκλήματα πρὸς ἀλλήλους οὐ ποιήσουσιν, μᾶλλον δ' ἐπιδώσουσιν ὡς πρὸς ἴδιον ἑκάστου προσεδρεύοντος· δι' ἀρετὴν δ' ἔσται πρὸς τὸ χρῆσθαι, κατὰ τὴν παροιμίαν, κοινὰ τὰ φίλων.
140Aristoteles, Politica, 2; 55 (auctor 384BC-322BC)
φανερὸν τοίνυν ὅτι βέλτιον εἶναι μὲν ἰδίας τὰς κτήσεις, τῇ δὲ χρήσει ποιεῖν κοινάς· ὅπως δὲ γίνωνται τοιοῦτοι, τοῦ νομοθέτου τοῦτ' ἔργον ἴδιόν ἐστιν.
141Aristoteles, Politica, 2; 56 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ πρὸς ἡδονὴν ἀμύθητον ὅσον διαφέρει τὸ νομίζειν ἴδιόν τι.
142Aristoteles, Politica, 2; 97 (auctor 384BC-322BC)
ἔτι δὲ καλῶς ἔχει προσθεῖναι καὶ πρὸς τοὺς γειτνιῶντας τόπους, πρῶτον μὲν εἰ δεῖ τὴν πόλιν ζῆν βίον πολιτικόν (οὐ γὰρ μόνον ἀναγκαῖόν ἐστιν αὐτὴν τοιούτοις χρῆσθαι πρὸς τὸν πόλεμον ὅπλοις ἃ χρήσιμα κατὰ τὴν οἰκείαν χώραν ἐστίν, ἀλλὰ καὶ πρὸς τοὺς ἔξω τόπους) · εἰ δέ τις μὴ τοιοῦτον ἀποδέχεται βίον, μήτε τὸν ἴδιον μήτε τὸν κοινὸν τῆς πόλεως, ὅμως οὐδὲν ἧττον δεῖ φοβεροὺς εἶναι τοῖς πολεμίοις, μὴ μόνον ἐλθοῦσιν εἰς τὴν χώραν ἀλλὰ καὶ ἀπελθοῦσιν.
143Aristoteles, Politica, 2; 317 (auctor 384BC-322BC)
Χαρώνδου δ' ἴδιον μὲν οὐδέν ἐστι πλὴν αἱ δίκαι τῶν ψευδομαρτυριῶν (πρῶτος γὰρ ἐποίησε τὴν ἐπίσκηψιν) , τῇ δ' ἀκριβείᾳ τῶν νόμων ἐστὶ γλαφυρώτερος καὶ τῶν νῦν νομοθετῶν.
144Aristoteles, Politica, 2; 318 (auctor 384BC-322BC)
Φαλέου δ' ἴδιον ἡ τῶν οὐσιῶν ἀνομάλωσις, Πλάτωνος δ' ἥ τε τῶν γυναικῶν καὶ παίδων καὶ τῆς οὐσίας κοινότης καὶ τὰ συσσίτια τῶν γυναικῶν, ἔτι δ' ὁ περὶ τὴν μέθην νόμος, τὸ τοὺς νήφοντας συμποσιαρχεῖν, καὶ τὴν ἐν τοῖς πολεμικοῖς ἄσκησιν ὅπως ἀμφιδέξιοι γίνωνται κατὰ τὴν μελέτην, ὡς δέον μὴ τὴν μὲν χρήσιμον εἶναι τοῖν χεροῖν τὴν δὲ ἄχρηστον.
145Aristoteles, Politica, 2; 319 (auctor 384BC-322BC)
Δράκοντος δὲ νόμοι μὲν εἰσί, πολιτείᾳ δ' ὑπαρχούσῃ τοὺς νόμους ἔθηκεν· ἴδιον δ' ἐν τοῖς νόμοις οὐδὲν ἔστιν ὅ τι καὶ μνείας ἄξιον, πλὴν ἡ χαλεπότης διὰ τὸ τῆς ζημίας μέγεθος.
146Aristoteles, Politica, 2; 321 (auctor 384BC-322BC)
ἐγένετο δὲ καὶ Ἀνδροδάμας Ῥηγῖνος νομοθέτης Χαλκιδεῦσι τοῖς ἐπὶ Θρᾴκης, οὗ τὰ περί τε τὰ φονικὰ καὶ τὰς ἐπικλήρους ἐστίν· οὐ μὴν ἀλλὰ ἴδιόν γε οὐδὲν αὐτοῦ λέγειν ἔχοι τις ἄν.
147Aristoteles, Politica, 3; 112 (auctor 384BC-322BC)
ἐπεὶ δὲ πολιτεία μὲν καὶ πολίτευμα σημαίνει ταὐτόν, πολίτευμα δ' ἐστὶ τὸ κύριον τῶν πόλεων, ἀνάγκη δ' εἶναι κύριον ἢ ἕνα ἢ ὀλίγους ἢ τοὺς πολλούς, ὅταν μὲν ὁ εἷς ἢ οἱ ὀλίγοι ἢ οἱ πολλοὶ πρὸς τὸ κοινὸν συμφέρον ἄρχωσι, ταύτας μὲν ὀρθὰς ἀναγκαῖον εἶναι τὰς πολιτείας, τὰς δὲ πρὸς τὸ ἴδιον ἢ τοῦ ἑνὸς ἢ τῶν ὀλίγων ἢ τοῦ πλήθους παρεκβάσεις.
148Aristoteles, Politica, 3; 231 (auctor 384BC-322BC)
τὸ δὲ πρόβλημα καθόλου περὶ πάσας ἐστὶ τὰς πολιτείας, καὶ τὰς ὀρθάς· αἱ μὲν γὰρ παρεκβεβηκυῖαι πρὸς τὸ ἴδιον ἀποσκοποῦσαι τοῦτο δρῶσιν, οὐ μὴν ἀλλὰ περὶ τὰς τὸ κοινὸν ἀγαθὸν ἐπισκοπούσας τὸν αὐτὸν ἔχει τρόπον.
149Aristoteles, Politica, 7; 157 (auctor 384BC-322BC)
διὸ παρ' ἐνίοις νόμος ἐστὶ τοὺς γειτνιῶντας τοῖς ὁμόροις μὴ συμμετέχειν βουλῆς τῶν πρὸς αὐτοὺς πολέμων, ὡς διὰ τὸ ἴδιον οὐκ ἂν δυναμένους βουλεύσασθαι καλῶς.
150Aristoteles, Politica, 7; 305 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν σκεπτέον εἰ ποιητέον τάξιν τινὰ περὶ τοὺς παῖδας, ἔπειτα πότερον συμφέρει κοινῇ ποιεῖσθαι τὴν ἐπιμέλειαν αὐτῶν ἢ κατ' ἴδιον τρόπον (ὃ γίγνεται καὶ νῦν ἐν ταῖς πλείσταις τῶν πόλεων) , τρίτον δὲ ποίαν τινὰ δεῖ ταύτην εἶναι.
151Aristoteles, Problemata, 3, 28; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλ´ ἀλλότριον; Φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κεκρατημένος.
152Aristoteles, Problemata, 5, 36; 2 (auctor 384BC-322BC)
Εἰ οὖν ἑστηκότι μὲν προσμένει τὸ θερμόν, προσμένον δὲ μᾶλλον θερμαίνει ἢ κινούμενον (ἀεὶ γὰρ τὸ σῶμα ἴδιον ἡμῶν ἀτμίδα τινὰ χλιαρὰν ἀφίησιν ἀφ´ ἑαυτοῦ, ἣ θερμαίνει τὸν ἐγγὺς ἀέρα ὥσπερ δαλὸς παρών), ἠρεμούντων μὲν ἡμῶν θερμὸς γίνεται ὁ περιέχων ἡμᾶς ἀὴρ διὰ τὰ εἰρημένα, κινουμένων δὲ πνεῦμα γίνεται, ὃ καταψύχει ἡμᾶς· πᾶν γὰρ πνεῦμα ψυχρόν ἐστιν.
153Aristoteles, Rhetorica, 1, 1, 7; 6 (auctor 384BC-322BC)
τὸ δὲ πάντων μέγιστον, ὅτι ἡ μὲν τοῦ νομοθέτου κρίσις οὐ κατὰ μέρος, ἀλλὰ περὶ μελλόντων τε καὶ καθόλου ἐστίν, ὁ δ' ἐκκλησιαστὴς καὶ δικαστὴς ἤδη περὶ παρόντων καὶ ἀφωρισμένων κρίνουσιν· πρὸς οὓς καὶ τὸ φιλεῖν ἤδη καὶ τὸ μισεῖν καὶ τὸ ἴδιον συμφέρον συνήρτηται πολλάκις, ὥστε μηκέτι δύνασθαι θεωρεῖν ἱκανῶς τὸ ἀληθές, ἀλλ' ἐπισκοτεῖν τῇ κρίσει τὸ ἴδιον ἡδὺ ἢ λυπηρόν.
154Aristoteles, Rhetorica, 1, 1, 12; 18 (auctor 384BC-322BC)
πρὸς δὲ τούτοις ἄτοπον εἰ τῷ σώματι μὲν αἰσχρὸν μὴ δύνασθαι βοηθεῖν ἑαυτῷ, λόγῳ δ' οὐκ αἰσχρόν· ὃ μᾶλλον ἴδιόν ἐστιν ἀνθρώπου τῆς τοῦ σώματος χρείας.
155Aristoteles, Rhetorica, 1, 2, 1; 2 (auctor 384BC-322BC)
τοῦτο γὰρ οὐδεμιᾶς ἑτέρας ἐστὶ τέχνης ἔργον· τῶν γὰρ ἄλλων ἑκάστη περὶ τὸ αὑτῇ ὑποκείμενόν ἐστιν διδασκαλικὴ καὶ πειστική, οἷον ἰατρικὴ περὶ ὑγιεινῶν καὶ νοσερῶν, καὶ γεωμετρία περὶ τὰ συμβεβηκότα πάθη τοῖς μεγέθεσι, καὶ ἀριθμητικὴ περὶ ἀριθμῶν, ὁμοίως δὲ καὶ αἱ λοιπαὶ τῶν τεχνῶν καὶ ἐπιστημῶν· ἡ δὲ ῥητορικὴ περὶ τοῦ δοθέντος ὡς εἰπεῖν δοκεῖ δύνασθαι θεωρεῖν τὸ πιθανόν, διὸ καί φαμεν αὐτὴν οὐ περί τι γένος ἴδιον ἀφωρισμένον ἔχειν τὸ τεχνικόν.
156Aristoteles, Rhetorica, 1, 9, 32; 42 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐκ τῶν πράξεων ὁ ἔπαινος, ἴδιον δὲ τοῦ σπουδαίου τὸ κατὰ προαίρεσιν, πειρατέον δεικνύναι πράττοντα κατὰ προαίρεσιν, χρήσιμον δὲ τὸ πολλάκις φαίνεσθαι πεπραχότα· διὸ καὶ τὰ συμπτώματα καὶ τὰ ἀπὸ τύχης ὡς ἐν προαιρέσει ληπτέον· ἂν γὰρ πολλὰ καὶ ὅμοια προφέρηται, σημεῖον ἀρετῆς εἶναι δόξει καὶ προαιρέσεως.
157Aristoteles, Rhetorica, 1, 10, 3; 5 (auctor 384BC-322BC)
νόμος δ' ἐστὶν ὁ μὲν ἴδιος ὁ δὲ κοινός· λέγω δὲ ἴδιον μὲν καθ' ὃν γεγραμμένον πολιτεύονται, κοινὸν δὲ ὅσα ἄγραφα παρὰ πᾶσιν ὁμολογεῖσθαι δοκεῖ.
158Aristoteles, Rhetorica, 1, 13, 2; 3 (auctor 384BC-322BC)
λέγω δὲ νόμον τὸν μὲν ἴδιον, τὸν δὲ κοινόν, ἴδιον μὲν τὸν ἑκάστοις ὡρισμένον πρὸς αὑτούς, καὶ τοῦτον τὸν μὲν ἄγραφον, τὸν δὲ γεγραμμένον, κοινὸν δὲ τὸν κατὰ φύσιν.
159Aristoteles, Rhetorica, 1, 13, 7; 10 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἀνάγκη τὸν ἀδικούμενον βλάπτεσθαι καὶ ἑκουσίως βλάπτεσθαι, αἱ μὲν βλάβαι ἐκ τῶν πρότερον φανεραί εἰσιν· τὰ γὰρ ἀγαθὰ καὶ τὰ κακὰ εἴρηται καθ' αὑτὰ πρότερον καὶ τὰ ἑκούσια, ὅτι ἔστιν ὅσα εἰδότες, ὥστ' ἀνάγκη πάντα τὰ ἐγκλήματα ἢ πρὸς τὸ κοινὸν ἢ πρὸς τὸ ἴδιον εἶναι, καὶ ἢ ἀγνοοῦντος καὶ ἄκοντος ἢ ἑκόντος καὶ εἰδότος, καὶ τούτων τὰ μὲν προελομένου τὰ δὲ διὰ πάθος.
160Aristoteles, Rhetorica, 3, 12, 4; 10 (auctor 384BC-322BC)
ἔτι ἔχει ἴδιόν τι τὰ ἀσύνδετα· ἐν ἴσῳ γὰρ χρόνῳ πολλὰ δοκεῖ εἰρῆσθαι· ὁ γὰρ σύνδεσμος ἓν ποιεῖ τὰ πολλά, ὥστε ἐὰν ἐξαιρεθῇ, δῆλον ὅτι τοὐναντίον ἔσται τὸ ἓν πολλά.
161Aristoteles, Rhetorica, 3, 14, 7; 17 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ἀναγκαιότατον ἔργον τοῦ προοιμίου καὶ ἴδιον τοῦτο, δηλῶσαι τί ἐστιν τὸ τέλος οὗ ἕνεκα ὁ λόγος (διόπερ ἂν δῆλον ᾖ καὶ μικρὸν τὸ πρᾶγμα, οὐ χρηστέον προοιμίῳ) · τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά.
162Aristoteles, Topica, 1, I 2; 8 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἴδιον ἢ μάλιστα οἰκεῖον τῆς διαλεκτικῆς ἐστίν· ἐξεταστική γάρ οὖσα πρός τάς ἁπασῶν τῶν μεθόδων ἀρχάς ὁδόν ἔχει.
163Aristoteles, Topica, 1, I 4; 5 (auctor 384BC-322BC)
Πᾶσα δέ πρότασις καί πᾶν πρόβλημα ἢ γένος ἢ ἴδιον ἢ συμβεβηκός δηλοῖ· καί γάρ τήν διαφοράν ὡς οὖσαν γενικήν ὁμοῦ τῷ γένει τακτέον.
164Aristoteles, Topica, 1, I 4; 6 (auctor 384BC-322BC)
Ἐπεί δέ τοῦ ἰδίου τό μέν τό τί ἦν εἶναι σημαίνει, τό δ᾿ οὐ σημαίνει, διῃρήσθω τό ἴδιον εἰς ἄμφω τά προειρημένα μέρη, καί καλείσθω τό μέν τό τί ἦν εἶναι σημαῖνον ὅρος, τό δέ λοιπόν κατά τήν κοινήν περί αὐτῶν ἀποδοθεῖσαν ὀνομασίαν προσαγορευέσθω ἴδιον.
165Aristoteles, Topica, 1, I 4; 7 (auctor 384BC-322BC)
Δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι κατά τήν νῦν διαίρεσιν τέτταρα τά πάντα συμβαίνει γίνεσθαι, ἢ ἴδιον ἢ ὅρον ἢ γένος ἢ συμβεβηκός.
166Aristoteles, Topica, 1, I 5; 1 (auctor 384BC-322BC)
Λεκτέον δέ τί ὅρος, τί ἴδιον, τί γένος, τί συμβεβηκός.
167Aristoteles, Topica, 1, I 5; 12 (auctor 384BC-322BC)
Ἴδιον δ᾿ ἐστίν ὃ μή δηλοῖ μέν τό τί ἦν εἶναι, μόνῳ δ᾿ ὑπάρχει καί ἀντικατηγορεῖται τοῦ πράγματος, οἷον ἴδιον ἀνθρώπου τό γραμματικῆς εἶναι δεκτικόν· εἰ γάρ ἄνθρωπός ἐστι, γραμματικῆς δεκτικός ἐστι, καί εἰ γραμματικῆς δεκτικός ἐστιν, ἄνθρωπός ἐστιν.
168Aristoteles, Topica, 1, I 5; 13 (auctor 384BC-322BC)
Οὐθείς γάρ ἴδιον λέγει τό ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν, οἷον τό καθεύδειν ἀνθρώπῳ, οὐδ᾿ ἂν τύχῃ κατά τινα χρόνον μόνῳ ὑπάρχον.
169Aristoteles, Topica, 1, I 5; 14 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἄρα τι καί λέγοιτο τῶν τοιούτων ἴδιον, οὐχ ἁπλῶς ἀλλά ποτέ ἢ πρός τι ἴδιον ῥηθήσεται· τό μέν γάρ ἐκ δεξιῶν εἶναι ποτέ ἴδιόν ἐστι, τό δέ δίπουν πρός τι ἴδιον τυγχάνει λεγόμενον, οἷον τῷ ἀνθρώπῳ πρός ἵππον καί κύνα.
170Aristoteles, Topica, 1, I 5; 21 (auctor 384BC-322BC)
Συμβεβηκός δέ ἐστιν ὃ μηδέν μέν τούτων ἐστί, μήτε ὅρος μήτε ἴδιον μήτε γένος, ὑπάρχει δέ τῷ πράγματι, καί ὃ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνί καί τῷ αὐτῷ καί μή ὑπάρχειν, οἷον τό καθῆσθαι ἐνδέχεται ὑπάρχειν τινί τῷ αὐτῷ καί μή ὑπάρχειν.
171Aristoteles, Topica, 1, I 5; 23 (auctor 384BC-322BC)
Ἔστι δέ τῶν τοῦ συμβεβηκότος ὁρισμῶν ὁ δεύτερος βελτίων· τοῦ μέν γάρ πρώτου ῥηθέντος ἀναγκαῖον, εἰ μέλλει τις συνήσειν, προειδέναι τί ἐστιν ὅρος καί γένος καί ἴδιον, ὁ δέ δεύτερος αὐτοτελής ἐστι πρός τό γνωρίζειν τί ποτ᾿ ἐστί τό λεγόμενον καθ᾿ αὑτό.
172Aristoteles, Topica, 1, I 5; 25 (auctor 384BC-322BC)
Δῆλον δ᾿ ἐξ αὐτῶν ὅτι τό συμβεβηκός οὐθέν κωλύει ποτέ καί πρός τι ἴδιον γίνεσθαι, οἷον τό καθῆσθαι συμβεβηκός ὄν, ὅταν τις μόνος κάθηται, τότε ἴδιον ἔσται, μή μόνου δέ καθημένου πρός τούς μή καθημένους ἴδιον.
173Aristoteles, Topica, 1, I 5; 26 (auctor 384BC-322BC)
Ὥστε καί πρός τι καί ποτέ οὐθέν κωλύει τό συμβεβηκός ἴδιον γίνεσθαι.
174Aristoteles, Topica, 1, I 5; 27 (auctor 384BC-322BC)
Ἁπλῶς δ᾿ ἴδιον οὐκ ἔσται.
175Aristoteles, Topica, 1, I 6; 1 (auctor 384BC-322BC)
Μή λανθανέτω δ᾿ ἡμᾶς ὅτι τά πρός τό ἴδιον καί τό γένος καί τό συμβεβηκός πάντα καί πρός τούς ὁρισμούς ἁρμόσει λέγεσθαι.
176Aristoteles, Topica, 1, I 8; 5 (auctor 384BC-322BC)
Καί εἰ μέν ἀντικατηγορεῖται, ὅρος ἢ ἴδιον ἂν εἴη· εἰ μέν γάρ σημαίνει τό τί ἦν εἶναι, ὅρος, εἰ δέ μή σημαίνει, ἴδιον· τοῦτο γάρ ἦν ἴδιον, τό ἀντικατηγορούμενον μέν, μή σημαῖνον δέ τό τί ἦν εἶναι.
177Aristoteles, Topica, 1, I 8; 7 (auctor 384BC-322BC)
Καί εἰ μέν τῶν ἐν τῷ ὁρισμῷ λεγομένων, γένος ἢ διαφορά ἂν εἴη, ἐπειδή ὁ ὁρισμός ἐκ γένους καί διαφορῶν φορῶν ἐστίν· εἰ δέ μή τῶν ἐν τῷ ὁρισμῷ λεγομένων ἐστί, δῆλον ὅτι συμβεβηκός ἂν εἴη· τό γάρ συμβεβηκός ἐλέγετο ὃ μήτε ὅρος μήτε γένος μήτε ἴδιόν ἐστιν, ὑπάρχει δέ τῷ πράγματι.
178Aristoteles, Topica, 1, I 9; 3 (auctor 384BC-322BC)
Ἀεί γάρ τό συμβεβηκός καί τό γένος καί τό ἴδιον καί ὁ ὁρισμός ἐν μιᾷ τούτων τῶν κατηγοριῶν ἔσται· πᾶσαι γάρ ὁ ὁρισμός ἐν μιᾷ τούτων τῶν κατηγοριῶν ἔσται· πᾶσαι γάρ αἱ διά τούτων προτάσεις ἢ τί ἐστιν ἢ ποιόν ἢ ποσόν ἢ τῶν ἄλλων τινά κατηγοριῶν σημαίνουσιν.
179Aristoteles, Topica, 1, I 18; 8 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν πρός τούς συλλογισμούς τούς περί ταὐτοῦ καί ἑτέρου χρήσιμον, δῆλον· εὑρόντες γάρ διαφοράν τῶν προκειμένων ὁποιανοῦν δεδειχότες ἐσόμεθα ὅτι οὐ ταὐτόν· πρός δέ τό γνωρίζειν τί ἐστι, διότι τόν ἴδιον τῆς οὐσίας ἑκάστου λόγον ταῖς περί ἕκαστον οἰκείαις διαφοραῖς χωρίζειν εἰώθαμεν.
180Aristoteles, Topica, 2, II 2; 5 (auctor 384BC-322BC)
Ὁ οὖν κεχρωσμένον εἴπας τό λευκόν οὔτε ὡς γένος ἀποδέδωκεν, ἐπειδή παρωνύμως εἴρηκεν, οὔθ᾿ ὡς ἴδιον ἢ ὡς ὁρισμόν· ὁ γάρ ὁρισμός καί τό ἴδιον οὐδενί ἄλλῳ ὑπάρχει, κέχρωσται δέ πολλά καί τῶν ἄλλων, οἷον ξύλον λίθος ἄνθρωπος ἵππος.
181Aristoteles, Topica, 3, III 1; 19 (auctor 384BC-322BC)
Καί τό τοῦ βελτίονος ἴδιον βέλτιον ἢ τό τοῦ χείρονος, οἷον τό τοῦ θεοῦ ἢ τό τοῦ ἀνθρώπου· κατά μέν γάρ τά κοινά ἐν ἀμφοτέροις οὐδέν διαφέρει ἀλλήλων, τοῖς δ᾿ ἰδίοις τό ἕτερον τοῦ ἑτέρου ὑπερέχει.
182Aristoteles, Topica, 4, IV 1; 1 (auctor 384BC-322BC)
Μετά δέ ταῦτα περί τῶν πρός τό γένος καί τό ἴδιον ἐπισκεπτέον.
183Aristoteles, Topica, 5, V 1; 1 (auctor 384BC-322BC)
Πότερον δ᾿ ἴδιον ἢ οὐκ ἴδιόν ἐστι τό εἰρημένον, διά τῶνδε σκεπτέον.
184Aristoteles, Topica, 5, V 1; 2 (auctor 384BC-322BC)
Ἀποδίδοται δέ τό ἴδιον ἢ καθ᾿ αὑτό καί ἀεί ἢ πρός ἕτερον καί ποτέ, οἷον καθ᾿ αὑτό μέν ἀνθρώπου τό ζῷον ἥμερον φύσει, πρός ἕτερον δέ οἷον ψυχῆς πρός σῶμα, ὅτι τό μέν προστακτικόν τό δ᾿ ὑπηρετικόν ἐστιν, ἀεί δέ οἷον θεοῦ τό ζῷον ἀθάνατον, ποτέ δ᾿ οἷον τοῦ τινός ἀνθρώπου τό περιπατεῖν ἐν τῷ γυμνασίῳ.
185Aristoteles, Topica, 5, V 1; 3 (auctor 384BC-322BC)
Ἔστι δέ τό πρός ἕτερον ἴδιον ἀποδιδόμενον ἢ δύο προβλήματα ἢ τέτταρα.
186Aristoteles, Topica, 5, V 1; 4 (auctor 384BC-322BC)
Ἐάν μέν γάρ τοῦ μέν ἀποδῷ τοῦ δ᾿ ἀρνήσηται ταὐτό τοῦτο, δύο μόνον προβλήματα γίνονται, καθάπερ τό ἀνθρώπου πρός ἵππον ἴδιον ὅτι δίπουν ἐστίν.
187Aristoteles, Topica, 5, V 1; 5 (auctor 384BC-322BC)
Καί γάρ ὅτι ἄνθρωπος οὐ δίπουν ἐστίν ἐπιχειροίη τις ἄν, καί ὅτι ὁ ἵππος δίπουν· ἀμφοτέρως δ᾿ ἂν κινοῖ τό ἴδιον.
188Aristoteles, Topica, 5, V 1; 6 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἑκατέρου ἑκάτερον ἀποδῷ καί ἑκατέρου ἀπαρνηθῇ, τέτταρα προβλήματα ἔσται, καθάπερ τό ἀνθρώπου ἴδιον πρός ἵππον, ὅτι τό μέν δίπουν τό δέ τετράπουν ἐστίν.
189Aristoteles, Topica, 5, V 1; 9 (auctor 384BC-322BC)
Ἔστι δέ τό μέν καθ᾿ αὑτό ἴδιον ὃ πρός ἅπαντα ἀποδίδοται καί παντός χωρίζει, καθάπερ ἀνθρώπου τό ζῷον θνητόν ἐπιστήμης δεκτικόν.
190Aristoteles, Topica, 5, V 1; 13 (auctor 384BC-322BC)
Ἔστι δέ τό πρός ἄλλο ἴδιον ἀποδοῦναι τό διαφοράν εἰπεῖν ἢ ἐν ἅπασι καί ἀεί ἢ ὡς ἐπί τό πολύ καί ἐν τοῖς πλείστοις, οἷον ἐν ἅπασι μέν καί ἀεί, καθάπερ τό ἀνθρώπου ἴδιον πρός ἵππον ὅτι δίπουν· ἄνθρωπος μέν γάρ καί ἀεί καί πᾶς ἐστί δίπους, ἵππος δ᾿ οὐδείς ἐστι δίπους οὐδέποτε.
191Aristoteles, Topica, 5, V 1; 14 (auctor 384BC-322BC)
Ὡς ἐπί τό πολύ δέ καί ἐν τοῖς πλείστοις, καθάπερ τό λογιστικοῦ ἴδιον πρός ἐπιθυμητικόν καί θυμικόν τῷ τό μέν προστάττειν τό δ᾿ ὑπηρετεῖν· οὔτε γάρ τό λογιστικόν πάντοτε προστάττει, ἀλλ᾿ ἐνίοτε καί προστάττεται, οὔτε τό ἐπιθυμητικόν καί θυμικόν ἀεί προστάττεται, ἀλλά καί προστάττει ποτέ, ὅταν ᾖ μοχθηρά ἡ ψυχή τοῦ ἀνθρώπου.
192Aristoteles, Topica, 5, V 1; 16 (auctor 384BC-322BC)
Τό μέν γάρ πρός ἕτερον ἴδιον πλείω προβλήματά ἐστι, καθάπερ εἴπομεν καί πρότερον· ἢ γάρ δύο ἢ τέτταρα ἐξ ἀνάγκης γίνονται τά προβλήματα· πλείους οὖν οἱ λόγοι γίνονται πρός ταῦτα.
193Aristoteles, Topica, 5, V 1; 17 (auctor 384BC-322BC)
Τό δέ καθ᾿ αὑτό καί τό ἀεί πρός πολλά ἔστιν ἐπιχειρεῖν ἢ πρός πλείους χρόνους παρατηρεῖν, τό μέν καθ᾿ αὑτό πρός πολλά· πρός ἕκαστον γάρ τῶν ὄντων δεῖ ὑπάρχειν αὐτῷ τό ἴδιον, ὥστ᾿ εἰ μή πρός ἅπαντα χωρίζεται, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τό ἴδον.
194Aristoteles, Topica, 5, V 1; 18 (auctor 384BC-322BC)
Τό δ᾿ ἀεί πρός πολλούς χρόνους τηρεῖν· κἂν γάρ εἰ μή ὑπάρχει κἂν εἰ μή ὑπῆρξε κἂν εἰ μή ὑπάρξει, οὐκ ἔσται ἴδιον.
195Aristoteles, Topica, 5, V 1; 21 (auctor 384BC-322BC)
Τό μέν οὖν πρός ἕτερον ἴδιον ῥηθέν ἐκ τῶν περί τό συμβεβηκός τόπων ἐπισκεπτέον ἐστίν, εἰ τῷ μέν συμβέβηκε τῷ δέ μή συμβέβηκεν· περί δέ τῶν ἀεί καί τῶν καθ᾿ αὑτό διά τῶνδε θεωρητέον.
196Aristoteles, Topica, 5, V 2; 1 (auctor 384BC-322BC)
Πρῶτον μέν εἰ μή καλῶς ἀποδέδοται τό ἴδιον ἢ καλῶς.
197Aristoteles, Topica, 5, V 2; 2 (auctor 384BC-322BC)
Τοῦ δέ μή καλῶς ἢ καλῶς ἐστίν ἓν μέν, εἰ μή διά γνωριμωτέρων ἢ γνωριμωτέρων κεῖται τό ἴδιον, ἀνασκευάζοντα μέν εἰ μή διά γνωριμωτέρων, κατασκευάζοντα δέ εἰ διά γνωριμωτέρων.
198Aristoteles, Topica, 5, V 2; 3 (auctor 384BC-322BC)
Τοῦ δέ μή διά γνωριμωτέρων ἐστί τό μέν, εἰ ὅλως ἀγνωστότερόν ἐστι τό ἴδιον ὃ ἀποδίδωσι τούτου οὗ τό ἴδιον εἴρηκεν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
199Aristoteles, Topica, 5, V 2; 4 (auctor 384BC-322BC)
Γνώσεως γάρ ἕνεκα τό ἴδιον ποιούμεθα· διά γνωριμωτέρων οὖν ἀποδοτέον· οὕτω γάρ ἔσται κατανοεῖν ἱκανῶς μᾶλλον.
200Aristoteles, Topica, 5, V 2; 5 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς πυρός ἴδιον εἶναι τό ὁμοιότατον ψυχῇ ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρός τῇ ψυχῇ (μᾶλλον γάρ ἴσμεν τί ἐστι πῦρ ἢ ψυχή), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός τό ὁμοιότατον ψυχῇ.
201Aristoteles, Topica, 5, V 2; 8 (auctor 384BC-322BC)
Ὁ γάρ μή εἰδώς εἰ τῷδ᾿ ὑπάρχει, οὐδ᾿ εἰ τῷδ᾿ ὑπάρχει μόνῳ γνωριεῖ, ὥσθ᾿ ὁποτέρου τούτων συμβάντος ἀσαφές γίνεται τό ἴδιον.
202Aristoteles, Topica, 5, V 2; 9 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς πυρός ἴδιον τό ἐν ᾧ πρώτῳ ψυχή πέφυκεν εἶναι ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρός τῷ εἰ ἐν τούτῳ ὑπάρχει ψυχή καί εἰ ἐν πρώτῳ ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός τό ἐν ᾧ πρώτῳ ψυχή πέφυκεν εἶναι.
203Aristoteles, Topica, 5, V 2; 10 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ διά γνωριμωτέρων κεῖται τό ἴδιον, καί εἰ διά γνωριμωτέρων καθ᾿ ἑκάτερον τῶν τρόπων.
204Aristoteles, Topica, 5, V 2; 11 (auctor 384BC-322BC)
Ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον· τῶν γάρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μέν κατά τοῦτο μόνον οἱ δ᾿ ἁπλῶς δείξουσιν ὅτι καλῶς.
205Aristoteles, Topica, 5, V 2; 12 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον τό αἴσθησιν ἔχειν διά γνωριμωτέρων καί γνωριμώτερον ἀποδέδωκε τό ἴδιον καθ᾿ ἑκάτερον τῶν τρόπων, εἴη ἂν καλῶς ἀποδεδομένον κατά τοῦτο τοῦ ζῴου ἴδιον τό αἴσθησιν ἔχειν.
206Aristoteles, Topica, 5, V 2; 13 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἴ τι τῶν ὀνομάτων τῶν ἐν τῷ ἰδίῳ ἀποδεδομένων πλεοναχῶς λέγεται ἢ καί ὅλος ὁ λόγος πλείω σημαίνει· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
207Aristoteles, Topica, 5, V 2; 14 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό αἰσθάνεσθαι πλείω σημαίνει, ἓν μέν τό αἴσθησιν ἔχειν ἓν δέ τό αἰσθήσει χρῆσθαι, οὐκ ἂν εἴη τοῦ ζῴου ἴδιον καλῶς κείμενον τό αἰσθάνεσθαι πεφυκός.
208Aristoteles, Topica, 5, V 2; 15 (auctor 384BC-322BC)
Διά τοῦτο δ᾿ οὐ χρηστέον ἐστίν οὔτ᾿ ὀνόματι πλεοναχῶς λεγομένῳ οὔτε λόγῳ τῷ τό ἴδιον σημαίνοντι, διότι τό πλεοναχῶς λεγόμενον ἀσαφές ποιεῖ τό ῥηθέν, ἀποροῦντος τοῦ μέλλοντος ἐπιχειρεῖν πότερον λέγει τῶν πλεοναχῶς λεγομένων· τό γάρ ἴδιον τοῦ μαθεῖν χάριν ἀποδίδοται.
209Aristoteles, Topica, 5, V 2; 16 (auctor 384BC-322BC)
Ἔτι δέ πρός τούτοις ἀναγκαῖόν ἐστιν ἔλεγχόν τινα γίνεσθαι τοῖς οὕτως ἀποδιδοῦσι τό ἴδιον, ὅταν ἐπί τοῦ διαφωνοῦντός τις ποιῇ τόν συλλογισμόν τοῦ πλεοναχῶς λεγομένου.
210Aristoteles, Topica, 5, V 2; 17 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή πλείω σημαίνει μήτε τῶν ὀνομάτων μηδέν μήθ᾿ ὅλος ὁ λόγος· ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον.
211Aristoteles, Topica, 5, V 2; 18 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὔτε τό σῶμα πολλά δηλοῖ οὔτε τό εὐκινητότατον εἰς τόν ἄνω τόπον οὔτε τό σύνολον τό ἐκ τούτων συντιθέμενον, εἴη ἂν καλῶς κείμενον κατά τοῦτο πυρός ἴδιον σῶμα τό εὐκινητότατον εἰς τόν ἄνω τόπον.
212Aristoteles, Topica, 5, V 2; 19 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ πλεοναχῶς λέγεται τοῦτο οὗ τό ἴδιον ἀποδίδωσι, μή διώρισται δέ τό τίνος αὐτῶν ἴδιον τίθησιν· οὐ γάρ ἔσται καλῶς ἀποδεδομένον τό ἴδιον.
213Aristoteles, Topica, 5, V 2; 21 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό ἐπίστασθαι τοῦτο πολλά σημαίνει (τό μέν γάρ ἐπιστήμην ἔχειν αὐτό, τό δ᾿ ἐπιστήμῃ χρῆσθαι αὐτό, τό δ᾿ ἐπιστήμην εἶναι αὐτοῦ, τό δ᾿ ἐπιστήμῃ χρῆσθαι αὐτοῦ), οὐκ ἂν εἴη τοῦ ἐπίστασθαι τοῦτο καλῶς ἴδιον ἀποδεδομένον μή διορισθέντος τοῦ τίνος τίθησιν αὐτῶν τό ἴδιον.
214Aristoteles, Topica, 5, V 2; 22 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή λέγεται πολλαχῶς τοῦτο οὗ τό ἴδιον τίθησιν, ἀλλ᾿ ἔστιν ἓν καί ἁπλοῦν· ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον.
215Aristoteles, Topica, 5, V 2; 23 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ ἄνθρωπος λέγεται ἕν, εἴη ἂν καλῶς κείμενον κατά τοῦ ἀνθρώπου ἴδιον τό ζῷον ἥμερον φύσει.
216Aristoteles, Topica, 5, V 2; 26 (auctor 384BC-322BC)
Οὐκ ἔσται δέ καλῶς κείμενον τό τοῦτο πεπονθός ἴδιον· ταράττει γάρ τόν ἀκούοντα πλεονάκις λεχθέν· ἀσαφές οὖν ἀναγκαῖόν ἐστι γίνεσθαι, καί πρός τούτοις ἀδολεσχεῖν δοκοῦσιν.
217Aristoteles, Topica, 5, V 2; 27 (auctor 384BC-322BC)
Ἔσται δέ συμπῖπτον τό πλεονάκις εἰπεῖν τό αὐτό κατά δύο τρόπους, καθ᾿ ἕνα μέν ὅταν ὀνομάσῃ πλεονάκις τό αὐτό, καθάπερ εἴ τις ἴδιον ἀποδοίη πυρός σῶμα τό λεπτότατον τῶν σωμάτων (οὗτος γάρ πλεονάκις εἴρηκε τό σῶμα), δεύτερον δ᾿ ἄν τις μεταλαμβάνῃ τούς λόγους ἀντί τῶν ὀνομάτων, καθάπερ εἴ τις ἀποδοίη γῆς ἴδιον οὐσία ἡ μάλιστα κατά φύσιν φερομένη τῶν σωμάτων εἰς τόν κάτω τόπον, ἔπειτα μεταλάβοι ἀντί τῶν σωμάτων τό οὐσιῶν τοιωνδί· ἓν γάρ καί ταὐτόν ἐστι σῶμα καί οὐσία τοιαδί.
218Aristoteles, Topica, 5, V 2; 29 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μηδενί χρῆται πλεονάκις ὀνόματι τῷ αὐτῷ· ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
219Aristoteles, Topica, 5, V 2; 30 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικόν οὐ κέχρηται τῷ αὐτῷ πολλάκις ὀνόματι, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τοῦ ἀνθρώπου τό ἴδον.
220Aristoteles, Topica, 5, V 2; 32 (auctor 384BC-322BC)
Ἀχρεῖον γάρ ἔσται τό μή χωρίζον ἀπό τινων, τό δ᾿ ἐν τοῖς ἰδίοις λεγόμενον χωρίζειν δεῖ, καθάπερ καί τά ἐν τοῖς ὅροις· οὔκουν ἔσται καλῶς κείμενον τό ἴδιον.
221Aristoteles, Topica, 5, V 2; 33 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἐπιστήμης ἴδιον ὑπόληψιν ἀμετάπειστον ὑπό λόγου, ἓν ὄν, τοιούτῳ τινί κέχρηται ἐν τῷ ἰδίῳ τῷ ἑνί ὃ πᾶσιν ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον τό τῆς ἐπιστήμης ἴδιον.
222Aristoteles, Topica, 5, V 2; 34 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μηδενί κέχρηται κοινῷ, ἀλλ᾿ ἀπό τινος χωρίζοντι· ἔσται γάρ καλῶς κείμενον κατά τοῦτο τό ἴδιον.
223Aristoteles, Topica, 5, V 2; 35 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον τό ψυχήν ἔχειν οὐδενί κέχρηται κοινῷ, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον ζῴου ἴδιον τό ψυχήν ἔχειν.
224Aristoteles, Topica, 5, V 2; 36 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ πλείω ἴδια ἀποδίδωσι τοῦ αὐτοῦ, μή διορίσας ὅτι πλείω τίθησιν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
225Aristoteles, Topica, 5, V 2; 37 (auctor 384BC-322BC)
Καθάπερ γάρ οὐδ᾿ ἐν τοῖς ὅροις δεῖ παρά τόν δηλοῦντα λόγον τήν οὐσίαν προσκεῖσθαί τι πλέον, οὕτως οὐδ᾿ ἐν τοῖς ἰδίοις παρά τόν ποιοῦντα λόγον ἴδιον τό ῥηθέν οὐδέν προσαποδοτέον· ἀχρεῖον γάρ γίνεται τό τοιοῦτον.
226Aristoteles, Topica, 5, V 2; 38 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἴδιον πυρός σῶμα τό λεπτότατον καί κουφότατον πλείω ἀποδέδωκεν ἴδια (ἑκάτερον γάρ κατά μόνου τοῦ πυρός ἀληθές ἐστιν εἰπεῖν), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός σῶμα τό λεπτότατον καί κουφότατον.
227Aristoteles, Topica, 5, V 2; 39 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ μή πλείω τοῦ αὐτοῦ τά ἴδια ἀποδέδωκεν, ἀλλ᾿ ἕν· ἔσται γάρ κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
228Aristoteles, Topica, 5, V 2; 40 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ὑγροῦ ἴδιον σῶμα τό εἰς ἅπαν σχῆμα ἀγόμενον ἓν ἀποδέδωκε τό ἴδιον ἀλλ᾿ οὐ πλείω, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό τοῦ ὑγροῦ ἴδιον.
229Aristoteles, Topica, 5, V 3; 1 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ αὐτῷ προσκέχρηται οὗ τό ἴδιον ἀποδίδωσιν, ἢ τῶν αὐτοῦ τινί· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
230Aristoteles, Topica, 5, V 3; 2 (auctor 384BC-322BC)
Τοῦ γάρ μαθεῖν χάριν ἀποδίδοται τό ἴδιον· αὐτό μέν οὖν αὑτῷ ὁμοίως ἄγνωστόν ἐστι, τό δέ τι τῶν αὐτοῦ ὕστερον· οὔκουν ἐστί γνωριμώτερον.
231Aristoteles, Topica, 5, V 3; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον οὐσίαν ἧς εἶδός ἐστιν ἄνθρωπος τινί προσκέχρηται τῶν τούτου, οὐκ ἂν εἴη καλῶς κείμενον τό ἴδιον.
232Aristoteles, Topica, 5, V 3; 6 (auctor 384BC-322BC)
Ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον.
233Aristoteles, Topica, 5, V 3; 7 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ζῴου ἴδιον τό ἐκ ψυχῆς καί σώματος συγκείμενον οὔτε αὐτῷ οὔτε τῶν αὐτοῦ οὐδενί προσκέχρηται, εἴη ἂν καλῶς κατά τοῦτο ἀποδεδομένον τό τοῦ ζῴου ἴδιον.
234Aristoteles, Topica, 5, V 3; 8 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον καί ἐπί τῶν ἄλλων σκεπτέον ἐστί τῶν μή ποιούντων ἢ ποιούντων γνωριμώτερον, ἀνασκευάζοντα μέν εἴ τινι προσκέχρηται ἢ ἀντικειμένῳ ἢ ὅλως ἅμα τῇ φύσει ἢ ὑστέρῳ τινί· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
235Aristoteles, Topica, 5, V 3; 10 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀγαθοῦ ἴδιον ὃ κακῷ μάλιστ᾿ ἀντίκειται, τῷ ἀντικειμένῳ προσκέχρηται τοῦ ἀγαθοῦ, οὐκ ἂν εἴη τοῦ ἀγαθοῦ καλῶς ἀποδεδομένον τό ἴδιον.
236Aristoteles, Topica, 5, V 3; 11 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μηδενί προσκέχρηται μήτ᾿ ἀντικειμένῳ μήτε ὅλως ἅμα τῇ φύσει μήθ᾿ ὑστέρῳ· ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
237Aristoteles, Topica, 5, V 3; 12 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἐπιστήμης ἴδιον ὑπόληψιν τήν πιστοτάτην οὐδενί προσκέχρηται οὔτ᾿ ἀντικειμένῳ οὔθ᾿ ἅμα τῇ φύσει οὔθ᾿ ὑστέρῳ, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό τῆς ἐπιστήμης ἴδιον.
238Aristoteles, Topica, 5, V 3; 13 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τό μή ἀεί παρεπόμενον ἴδιον ἀποδέδωκεν, ἀλλά τοῦτο ὃ γίνεταί ποτε μή ἴδιον· οὐ γάρ ἔσται καλῶς εἰρημένον τό ἴδιον.
239Aristoteles, Topica, 5, V 3; 15 (auctor 384BC-322BC)
Ἔτι δέ πρός τούτοις οὐδ᾿ ὅτε ἀποδέδωκε τό ἴδιον, ἔσται φανερόν εἰ ὑπάρχει, εἴπερ τοιοῦτόν ἐστιν οἷον ἀπολείπειν.
240Aristoteles, Topica, 5, V 3; 16 (auctor 384BC-322BC)
Οὔκουν ἔσται σαφές τό ἴδιον.
241Aristoteles, Topica, 5, V 3; 17 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ζῴου ἴδιον τό κινεῖσθαί ποτε καί ἑστάναι τοιοῦτον ἀποδέδωκε τό ἴδιον ὃ οὐ γίνεταί ποτε ἴδιον, οὐκ ἂν εἴη καλῶς κείμενον τό ἴδιον.
242Aristoteles, Topica, 5, V 3; 18 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ἐξ ἀνάγκης ἀεί ὂν ἴδιον ἀποδέδωκεν· ἔσται γάρ καλῶς κείμενον τό ἴδιον κατά τοῦτο.
243Aristoteles, Topica, 5, V 3; 19 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀρετῆς ἴδιον ὃ τόν ἔχοντα ποιεῖ σπουδαῖον τό ἀεί παρεπόμενον ἴδιον ἀποδέδωκεν, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τό τῆς ἀρετῆς ἴδιον.
244Aristoteles, Topica, 5, V 3; 20 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τό νῦν ἴδιον ἀποδιδούς μή διωρίσατο ὅτι τό νῦν ἴδιον ἀποδίδωσιν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
245Aristoteles, Topica, 5, V 3; 21 (auctor 384BC-322BC)
Πρῶτον μέν γάρ τό παρά τό ἔθος γινόμενον ἅπαν διορισμοῦ προσδεῖται· εἰώθασι δ᾿ ὡς ἐπί τό πολύ πάντες τό ἀεί παρακολουθοῦν ἴδιον ἀποδιδόναι.
246Aristoteles, Topica, 5, V 3; 22 (auctor 384BC-322BC)
Δεύτερον δέ ἄδηλός ἐστιν ὁ μή διορισάμενος εἰ τό νῦν ἴδιον ἐβούλετο θεῖναι· οὔκουν δοτέον ἐστίν ἐπιτιμήσεως σκῆψιν.
247Aristoteles, Topica, 5, V 3; 23 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θέμενος τοῦ τινός ἀνθρώπου ἴδιον τό καθῆσθαι μετά τινος τό νῦν ἴδιον τίθησιν, οὐκ ἂν εἴη καλῶς τό ἴδιον ἀποδεδωκώς, εἴπερ μή διορισάμενος εἶπεν.
248Aristoteles, Topica, 5, V 3; 24 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τό νῦν ἴδιον ἀποδιδούς διορισάμενος ἔθηκεν ὅτι τό νῦν ἴδιον τίθησιν· ἔσται γάρ καλῶς κείμενον κατά τοῦτο τό ἴδιον.
249Aristoteles, Topica, 5, V 3; 25 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας τοῦ τινός ἀνθρώπου ἴδιον τό περιπατεῖν νῦν διαστειλάμενος ἔθηκε τοῦτο, καλῶς ἂν εἴη κείμενον τό ἴδιον.
250Aristoteles, Topica, 5, V 3; 26 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τοιοῦτο ἀποδέδωκε τό ἴδιον, ὃ φανερόν μή ἐστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
251Aristoteles, Topica, 5, V 3; 29 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θέμενος ἡλίου ἴδιον ἄστρον φερόμενον ὑπέρ γῆς τό λαμπρότατον τοιούτῳ κέχρηται ἐν τῷ ἰδίῳ τῷ ὑπέρ γῆς φέρεσθαι, ὃ τῇ αἰσθήσει γνωρίζεται, οὐκ ἂν εἴη καλῶς τό τοῦ ἡλίου ἀποδεδομένον ἴδιον· ἄδηλον γάρ ἔσται, ὅταν δύῃ ὁ ἥλιος, εἰ φέρεται ὑπέρ γῆς, διά τό τήν αἴσθησιν τότε ἀπολείπειν ἡμᾶς.
252Aristoteles, Topica, 5, V 3; 30 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τοιοῦτον ἀποδέδωκε τό ἴδιον, ὃ μή τῇ αἰσθήσει φανερόν ἐστιν ἢ ὃ αἰσθητόν ὂν ἐξ ἀνάγκης ὑπάρχον δῆλόν ἐστιν· ἔσται γάρ κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
253Aristoteles, Topica, 5, V 3; 31 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θέμενος ἐπιφανείας ἴδιον ὃ πρῶτον κέχρωσται αἰσθητῷ μέν τινι προσκέχρηται τῷ κεχρῶσθαι, τοιούτῳ δ᾿ ὃ φανερόν ἐστιν ὑπάρχον ἀεί, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τό τῆς ἐπιφανείας ἴδιον.
254Aristoteles, Topica, 5, V 3; 32 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τόν ὅρον ὡς ἴδιον ἀποδέδωκεν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
255Aristoteles, Topica, 5, V 3; 33 (auctor 384BC-322BC)
οὐ γάρ δεῖ δηλοῦν τό τί ἦν εἶναι τό ἴδιον.
256Aristoteles, Topica, 5, V 3; 34 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον πεζόν δίπουν τό τί ἦν εἶναι σημαῖνον ἀποδέδωκε τοῦ ἀνθρώπου ἴδιον, οὐκ ἂν εἴη τό τοῦ ἀνθρώπου ἴδιον καλῶς ἀποδεδομένον.
257Aristoteles, Topica, 5, V 3; 35 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ ἀντικατηγορούμενον μέν ἀποδέδωκε τό ἴδιον, μή τό τί ἦν εἶναι δέ δηλοῦν.
258Aristoteles, Topica, 5, V 3; 36 (auctor 384BC-322BC)
Ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
259Aristoteles, Topica, 5, V 3; 37 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει ἀντικατηγορούμενον μέν ἀποδέδωκε τό ἴδιον, οὐ τό τί ἦν εἶναι δέ δηλοῦν, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον τοῦ ἀνθρώπου.
260Aristoteles, Topica, 5, V 3; 38 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ μή εἰς τό τί ἐστιν ὁ θείς ἀποδέδωκε τό ἴδιον.
261Aristoteles, Topica, 5, V 3; 40 (auctor 384BC-322BC)
Ὥστε τό μή τοῦτον τόν τρόπον κείμενον ἴδιον οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον.
262Aristoteles, Topica, 5, V 3; 41 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον τό ψυχήν ἔχειν οὐκ ἔθηκεν εἰς τό τί ἐστι τό ζῷον, οὐκ ἂν εἴη καλῶς κείμενον τό τοῦ ζῴου ἴδιον.
263Aristoteles, Topica, 5, V 3; 42 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἴ τις εἰς τό τί ἐστι θείς οὗ τό ἴδιον ἀποδίδωσι, τά λοιπά προσάπτει· ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
264Aristoteles, Topica, 5, V 3; 43 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικόν εἰς τό τί ἐστι θείς ἀπέδωκε τό ἴδιον, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό ἴδιον τοῦ ἀνθρώπου.
265Aristoteles, Topica, 5, V 4; 1 (auctor 384BC-322BC)
Πότερον μέν οὗν καλῶς ἢ οὐ καλῶς ἀποδέδοται τό ἴδιον, διά τῶνδε σκεπτέον.
266Aristoteles, Topica, 5, V 4; 2 (auctor 384BC-322BC)
Πότερον δ᾿ ἴδιόν ἐστιν ὅλως τό εἰρημένον ἢ οὐκ ἴδιον, ἐκ τῶνδε θεωρητέον.
267Aristoteles, Topica, 5, V 4; 3 (auctor 384BC-322BC)
Οἱ γάρ ἁπλῶς κατασκευάζοντες τό ἴδιον ὅτι καλῶς κεῖται τόποι οἱ αὐτοί ἔσονται τοῖς ἴδιον ὅλως ποιοῦσιν· ἐν ἐκείνοις οὖν ῥηθήσονται.
268Aristoteles, Topica, 5, V 4; 4 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν ἀνασκευάζοντα ἐπιβλέπειν ἐφ᾿ ἕκαστον οὗ τό ἴδιον ἀποδέδωκεν, [οἷον] εἰ μηδενί ὑπάρχει, ἢ εἰ μή κατά τοῦτο ἀληθεύεται, ἢ εἰ μή ἐστιν ἴδιον ἑκάστου αὐτῶν κατ᾿ ἐκεῖνο οὗ τό ἴδιον ἀποδέδωκεν· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
269Aristoteles, Topica, 5, V 4; 5 (auctor 384BC-322BC)
Οἷον ἐπεί κατά τοῦ γεωμετρικοῦ οὐκ ἀληθεύεται τό ἀνεξαπάτητον εἶναι ὑπό λόγου (ἀπατᾶται γάρ ὁ γεωμετρικός ἐν τῷ ψευδογραφεῖσθαι), οὐκ ἂν εἴη τοῦ ἐπιστήμονος ἴδιον τό μή ἀπατᾶσθαι ὑπό λόγου.
270Aristoteles, Topica, 5, V 4; 6 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ κατά παντός ἀληθεύεται καί κατά τοῦτ᾿ ἀληθεύεται· ἔσται γάρ ἴδιον τό κείμενον εἶναι ἴδιον.
271Aristoteles, Topica, 5, V 4; 7 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό ζῷον ἐπιστήμης δεκτικόν κατά παντός ἀνθρώπου ἀληθεύεται καί ᾗ ἄνθρωπος, εἴη ἂν ἀνθρώπου ἴδιον τό ζῷον ἐπιστήμης δεκτικόν.
272Aristoteles, Topica, 5, V 4; 9 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ μή καθ᾿ οὗ τοὔνομα, καί ὁ λόγος, καί εἰ μή καθ᾿ οὗ ὁ λόγος, καί τοὔνομα λέγεται· οὐ γάρ ἔσται ἴδιον τό κείμενον ἴδιον εἶναι.
273Aristoteles, Topica, 5, V 4; 10 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό μέν ζῷον ἐπιστήμης μετέχον ἀληθεύεται κατά τοῦ θεοῦ, ὁ δ᾿ ἄνθρωπος οὐ κατηγορεῖται, οὐκ ἂν εἴη τοῦ ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης μετέχον.
274Aristoteles, Topica, 5, V 4; 11 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ καθ᾿ οὗ ὁ λόγος, καί τοὔνομα κατηγορεῖται, καί καθ᾿ οὗ τοὔνομα, καί ὁ λόγος κατηγορεῖται· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
275Aristoteles, Topica, 5, V 4; 12 (auctor 384BC-322BC)
Οἷον ἐπεί καθ᾿ οὗ τό ψυχήν ἔχειν, τό ζῷον ἀληθεύεται, καί καθ᾿ οὗ τό ζῷον, τό ψυχήν ἔχειν, εἴη ἂν τό ψυχήν ἔχειν τοῦ ζῴου ἴδιον.
276Aristoteles, Topica, 5, V 4; 13 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τό ὑποκείμενον ἴδιον ἀπέδωκε τοῦ ἐν τῷ ὑποκειμένῳ λεγομένου· οὐ γάρ ἔσται ἴδιον τό κείμενον ἴδιον.
277Aristoteles, Topica, 5, V 4; 14 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ ἀποδούς ἴδιον τοῦ λεπτομερεστάτου σώματος τό πῦρ τό ὑποκείμενον ἀποδέδωκε τοῦ κατηγορουμένου ἴδιον, οὐκ ἂν εἴη τό πῦρ σώματος τοῦ λεπτομερεστάτου ἴδιον.
278Aristoteles, Topica, 5, V 4; 15 (auctor 384BC-322BC)
Διά τοῦτο δ᾿ οὐκ ἔσται τό ὑποκείμενον τοῦ ἐν τῷ ὑποκειμένῳ ἴδιον, ὅτι τό αὐτό πλειόνων ἔσται καί διαφόρων τῷ εἴδει ἴδιον.
279Aristoteles, Topica, 5, V 4; 16 (auctor 384BC-322BC)
Τῷ γάρ αὐτῷ πλείω τινά διάφορα τῷ εἴδει ὑπάρχει κατά μόνου λεγόμενα, ὧν ἔσται πάντων ἴδιον τό ὑποκείμενον, ἐάν τις οὕτω τιθῆται τό ἴδιον.
280Aristoteles, Topica, 5, V 4; 17 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τό ἐν τῷ ὑποκειμένῳ ἀπέδωκεν ἴδιον τοῦ ὑποκειμένου.
281Aristoteles, Topica, 5, V 4; 18 (auctor 384BC-322BC)
Ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον, ἐάνπερ κατά μόνων κατηγορῆται, ὧν εἴρηται τό ἴδιον.
282Aristoteles, Topica, 5, V 4; 19 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας γῆς ἴδιον σῶμα τό βαρύτατον τῷ εἴδει τοῦ ὑποκειμένου ἀπέδωκε τό ἴδιον κατά μόνου λεγόμενον τοῦ πράγματος, καί ὡς τό ἴδιον κατηγορεῖται, εἴη ἂν τό τῆς γῆς ἴδιον ὀρθῶς κείμενον.
283Aristoteles, Topica, 5, V 4; 20 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ κατά μέθεξιν ἀπέδωκε τό ἴδιον· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
284Aristoteles, Topica, 5, V 4; 22 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀνθρώπου ἴδιον τό πεζόν δίπουν κατά μέθεξιν ἀπέδωκε τό ἴδιον, οὐκ ἂν εἴη τἀνθρώπου ἴδιον τό πεζόν δίπουν.
285Aristoteles, Topica, 5, V 4; 23 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή κατά μέθεξιν ἀπέδωκε τό ἴδιον, μηδέ τό τί ἦν εἶναι δηλοῦν, ἀντικατηγορουμένου τοῦ πράγματος· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
286Aristoteles, Topica, 5, V 4; 24 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ζῴου ἴδιον τό αἰσθάνεσθαι πεφυκός οὔτε κατά μέθεξιν ἀπέδωκεν ἴδιον οὔτε τό τί ἦν εἶναι δηλοῦν, ἀντικατηγορουμένου τοῦ πράγματος, εἴη ἂν ζῴου ἴδιον τό αἰσθάνεσθαι πεφυκός.
287Aristoteles, Topica, 5, V 4; 25 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ μή ἐνδέχεται ἅμα ὑπάρχειν τό ἴδιον, ἀλλ᾿ ἢ ὕστερον ἢ πρότερον ἢ οὗ τοὔνομα· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον, ἢ οὐδέποτε ἢ οὐκ ἀεί.
288Aristoteles, Topica, 5, V 4; 26 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἐνδέχεται καί πρότερόν τινι ὑπάρξαι καί ὕστερον τό βαδίζειν διά τῆς ἀγορᾶς ἢ τό ἄνθρωπος, οὐκ ἂν εἴη τό βαδίζειν διά τῆς ἀγορᾶς τοῦ ἀνθρώπου ἴδιον, ἢ οὐδέποτ᾿ ἢ οὐκ ἀεί.
289Aristoteles, Topica, 5, V 4; 27 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ ἅμα ἐξ ἀνάγκης ἀεί ὑπάρχει, μήτε ὅρος ὂν μήτε διαφορά· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
290Aristoteles, Topica, 5, V 4; 28 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό ζῷον ἐπιστήμης δεκτικόν ἅμα ἐξ ἀνάγκης ἀεί ὑπάρχει καί τό ἄνθρωπος, οὔτε διαφορά ὂν οὔθ᾿ ὅρος, εἴη ἂν τό ζῷον ἐπιστήμης δεκτικόν τοῦ ἀνθρώπου ἴδιον.
291Aristoteles, Topica, 5, V 4; 29 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τῶν αὐτῶν, ᾗ ταὐτά ἐστι, μή ἐστι τό αὐτό ἴδιον· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
292Aristoteles, Topica, 5, V 4; 30 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστι διωκτοῦ τό φαίνεσθαί τισιν ἀγαθόν ἴδιον, οὐδ᾿ ἂν αἱρετοῦ εἴη ἴδιον τό φαίνεσθαί τισιν ἀγαθόν· ταὐτόν γάρ ἐστι τό διωκτόν καί τό αἱρετόν.
293Aristoteles, Topica, 5, V 4; 31 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τοῦ αὐτοῦ, ᾗ ταὐτό ἐστι, ταὐτό ἴδιον· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
294Aristoteles, Topica, 5, V 4; 32 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἀνθρώπου, ᾗ ἄνθρωπός ἐστι, λέγεται ἴδιον τό τριμερῆ ψυχήν ἔχειν, καί βροτοῦ, ᾗ βροτός ἐστιν, εἴη ἂν ἴδιον τό τριμερῆ ψυχήν ἔχειν.
295Aristoteles, Topica, 5, V 4; 34 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τῶν αὐτῶν τῷ εἴδει μή ταὐτόν ἀεί τῷ εἴδει τό ἴδιόν ἐστιν· οὐδέ γάρ τοῦ εἰρημένου ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
296Aristoteles, Topica, 5, V 4; 35 (auctor 384BC-322BC)
Οἷον ἐπεί ταὐτόν ἐστι τῷ εἴδει ἄνθρωπος καί ἵππος, οὐκ ἀεί δέ τοῦ ἵππου ἐστίν ἴδιον τό ἑστάναι ὑφ᾿ αὑτοῦ, οὐκ ἂν εἴη τοῦ ἀνθρώπου ἴδιον τό κινεῖσθαι ὑφ᾿ αὑτοῦ· ταὐτόν γάρ ἐστι τῷ εἴδει τό κινεῖσθαι καί ἑστάναι ὑφ᾿ αὑτοῦ, ᾗ ζῷόν ἐστιν ἑκατέρῳ αὐτῶν τῷ συμβεβηκέναι.
297Aristoteles, Topica, 5, V 4; 36 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τῶν αὐτῶν τῷ εἴδει ταὐτόν ἀεί τό ἴδιον· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
298Aristoteles, Topica, 5, V 4; 37 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἀνθρώπου ἐστίν ἴδιον τό εἶναι πεζόν δίπουν, καί ὄρνιθος ἂν εἴη ἴδιον τό εἶναι πτηνόν δίπουν· ἑκάτερον γάρ τούτων ἐστί ταὐτόν τῷ εἴδει, ᾗ τά μέν ὡς ὑπό τό αὐτό γένος ἐστίν εἴδη, ὑπό τό ζῷον ὄντα, τά δέ ὡς γένους διαφοραί, τοῦ ζῴου.
299Aristoteles, Topica, 5, V 4; 39 (auctor 384BC-322BC)
Ἐπεί δέ τό ταὐτόν καί τό ἕτερον πολλαχῶς λέγεται, ἔργον ἐστί σοφιστικῶς λαμβάνοντι ἑνός ἀποδοῦναι καί μόνου τινός τό ἴδιον.
300Aristoteles, Topica, 5, V 4; 43 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ ἐπιστήμων κατά τήν ἐπιστήμην λέγεται διακεῖσθαι, οὐκ ἂν εἴη τῆς ἐπιστήμης ἴδιον τό ἀμετάπειστον ὑπό λόγου· καί γάρ ὁ ἐπιστήμων ἔσται ἀμετάπειστος ὑπό λόγου.
301Aristoteles, Topica, 5, V 5; 1 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τό φύσει ὑπάρχον βουλόμενος ἀποδοῦναι τοῦτον τόν τρόπον τίθησι τῇ λέξει, ὥστε τό ἀεί ὑπάρχον σημαίνειν· δόξειε γάρ ἂν κινεῖσθαι τό κείμενον εἶναι ἴδιον.
302Aristoteles, Topica, 5, V 5; 2 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀνθρώπου ἴδιον τό δίπουν βούλεται μέν τό φύσει ὑπάρχον ἀποδιδόναι, σημαίνει δέ τῇ λέξει τό ἀεί ὑπάρχον, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τό δίπουν· οὐ γάρ πᾶς ἄνθρωπός ἐστι δύο πόδας ἔχων.
303Aristoteles, Topica, 5, V 5; 3 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ βούλεται τό φύσει ὑπάρχον ἴδιον ἀποδιδόναι καί τῇ λέξει τοῦτον τόν τρόπον σημαίνει· οὐ γάρ κινήσεται κατά τοῦτο τό ἴδιον.
304Aristoteles, Topica, 5, V 5; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ ἀνθρώπου ἴδιον ἀποδιδούς τό ζῷον ἐπιστήμης δεκτικόν καί βούλεται καί τῇ λέξει σημαίνει τό φύσει ὑπάρχον ἴδιον, οὐκ ἂν κινοῖτο κατά τοῦτο, ὡς οὐκ ἔστιν ἀνθρώπου ἴδιον τό ζῷον ἐπιστήμης δεκτικόν.
305Aristoteles, Topica, 5, V 5; 5 (auctor 384BC-322BC)
Ἔτι ὅσα λέγεται ὡς κατ᾿ ἄλλο τι πρῶτον ἢ ὡς πρῶτον αὐτό, ἔργον ἐστίν ἀποδοῦναι τῶν τοιούτων τό ἴδιον· ἐάν μέν γάρ τοῦ κατ᾿ ἄλλο τι ἴδιον ἀποδῷς, καί κατά τοῦ πρώτου ἀληθεύσεται, ἐάν δέ τοῦ πρώτου θῇς, καί τοῦ κατ᾿ ἄλλο κατηγορηθήσεται.
306Aristoteles, Topica, 5, V 5; 6 (auctor 384BC-322BC)
Οἷον ἐάν μέν τις ἐπιφανείας ἴδιον ἀποδῷ τό κεχρῶσθαι, καί κατά σώματος ἀληθεύσεται τό κεχρῶσθαι, ἐάν δέ σώματος, καί κατ᾿ ἐπιφανείας κατηγορηθήσεται.
307Aristoteles, Topica, 5, V 5; 8 (auctor 384BC-322BC)
Συμβαίνει δ᾿ ἐν ἐνίοις τῶν ἰδίων ὡς ἐπί τό πολύ γίνεσθαί τινα ἁμαρτίαν παρά τό μή διορίζεσθαι πῶς καί τίνων τίθησι τό ἴδιον.
308Aristoteles, Topica, 5, V 5; 9 (auctor 384BC-322BC)
Ἅπαντες γάρ ἐπιχειροῦσιν ἀποδιδόναι τό ἴδιον ἢ τό φύσει ὑπάρχον, καθάπερ ἀνθρώπου τό δίπουν, ἢ τό ὑπάρχον, καθάπερ ἀνθρώπου τινός τό τέτταρας δακτύλους ἔχειν, ἢ εἴδει, καθάπερ πυρός τό λεπτομερέστατον, ἢ ἁπλῶς, καθάπερ ζῴου τό ζῆν, ἢ κατ᾿ ἄλλο, καθάπερ ψυχῆς τό φρόνιμον, ἢ ὡς τό πρῶτον, καθάπερ λογιστικοῦ τό φρόνιμον, ἢ ὡς τῷ ἔχειν, καθάπερ ἐπιστήμονος τό ἀμετάπειστον ὑπό λόγου (οὐδέν γάρ ἕτερον ἢ τῷ ἔχειν τι ἔσται ἀμετάπειστος ὑπό λόγου), ἢ τῷ ἔχεσθαι, καθάπερ ἐπιστήμης τό ἀμετάπειστον ὑπό λόγου, ἢ τῷ μετέχεσθαι, καθάπερ ζῴου τό αἰσθάνεσθαι (αἰσθάνεται μέν γάρ καί ἄλλο τι, οἷον ἄνθρωπος, ἀλλά μετέχον ἤδη τοῦτο αἰσθάνεται), ἢ τῷ μετέχειν, καθάπερ τοῦ τινός ζῴου τό ζῆν.
309Aristoteles, Topica, 5, V 5; 12 (auctor 384BC-322BC)
Μή δηλώσας δέ διότι ὡς πρῶτον ἢ ὡς κατ᾿ ἄλλο τίθησιν, ὅτι οὐ καθ᾿ οὗ ὁ λόγος, καί τοὔνομα ἀληθεύσεται, καθάπερ τό κεχρῶσθαι, εἴτε τῆς ἐπιφανείας εἴτε τοῦ σώματος ἀποδοθέν ἴδιον.
310Aristoteles, Topica, 5, V 5; 13 (auctor 384BC-322BC)
Μή προείπας δέ διότι ἢ τῷ ἔχειν ἢ τῷ ἔχεσθαι τό ἴδιον ἀποδέδωκε, διότι οὐκ ἔσται ἴδιον· ὑπάρξει γάρ, ἐάν μέν τῷ ἔχεσθαι ἀποδιδῷ τό ἴδιον, τῷ ἔχοντι, ἐάν δέ τῷ ἔχοντι, τῷ ἐχομένῳ, καθάπερ τό ἀμετάπειστον ὑπό λόγου τῆς ἐπιστήμης ἢ τοῦ ἐπιστήμονος τεθέν ἴδιον.
311Aristoteles, Topica, 5, V 5; 14 (auctor 384BC-322BC)
Μή προσσημήνας δέ τῷ μετέχειν ἢ τῷ μετέχεσθαι, ὅτι καί ἄλλοις τισίν ὑπάρξει τό ἴδιον· ἐάν μέν γάρ τῷ μετέχεσθαι ἀποδῷ, τοῖς μετέχουσιν, ἐάν δέ τῷ μετέχειν, τοῖς μετεχομένοις, καθάπερ εἰ τοῦ τινός ζῴου ἢ τοῦ ζῴου τιθείη τό ζῆν ἴδιον.
312Aristoteles, Topica, 5, V 5; 15 (auctor 384BC-322BC)
Μή διαστείλας δέ τό τῷ εἴδει, ὅτι ἑνί μόνῳ ὑπάρξει τῶν ὑπό τοῦτο ὄντων οὗ τό ἴδιον τίθησι· τό γάρ καθ᾿ ὑπερβολήν ἑνί μόνῳ ὑπάρχει, καθάπερ τοῦ πυρός τό κουφότατον.
313Aristoteles, Topica, 5, V 5; 19 (auctor 384BC-322BC)
Διά τοῦτο δ᾿ οὐ δεῖ, ὅταν τῷ εἴδει προστεθῇ, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μέν μᾶλλον τοῖς δ᾿ ἧττον ὑπάρξει τό λεχθέν ἴδιον, καθάπερ ἐπί τοῦ πυρός τό λεπτομερέστατον· λεπτομερέστερον γάρ ἐστι τό φῶς τοῦ ἄνθρακος καί τῆς φλογός.
314Aristoteles, Topica, 5, V 5; 21 (auctor 384BC-322BC)
Ἔτι δέ πρός τούτοις ταὐτόν εἶναι συμβήσεται τό ἴδιον τοῦ τε ἁπλῶς καί τοῦ μάλιστα ὄντος ἐν τῷ ἁπλῶς τοιούτῳ, καθάπερ ἐπί τοῦ πυρός ἔχει τό λεπτομερέστατον· καί γάρ τοῦ φωτός ἔσται ταὐτό τοῦτο ἴδιον· λεπτομερέστατον γάρ ἐστι τό φῶς.
315Aristoteles, Topica, 5, V 5; 22 (auctor 384BC-322BC)
Ἄλλου μέν οὖν οὕτως ἀποδιδόντος τό ἴδιον ἐπιχειρητέον, αὐτῷ δ᾿ οὐ δοτέον ἐστί ταύτην τήν ἔνστασιν, ἀλλ᾿ εὐθύς τιθέμενον τό ἴδιον διοριστέον ὃν τρόπον τίθησι τό ἴδιον.
316Aristoteles, Topica, 5, V 5; 23 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ αὐτό αὑτοῦ ἴδιον ἔθηκεν· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
317Aristoteles, Topica, 5, V 5; 24 (auctor 384BC-322BC)
Αὐτό γάρ αὑτῷ πᾶν τό εἶναι δηλοῖ, τό δέ τό εἶναι δηλοῦν οὐκ ἴδιον ἀλλ᾿ ὅρος ἐστίν.
318Aristoteles, Topica, 5, V 5; 25 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας καλοῦ τό πρέπον ἴδιον εἶναι αὐτό ἑαυτοῦ ἴδιον ἀπέδωκε (ταὐτόν γάρ ἐστι τό καλόν καί πρέπον), οὐκ ἂν εἴη τό πρέπον τοῦ καλοῦ ἴδιον.
319Aristoteles, Topica, 5, V 5; 26 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή αὐτό μέν αὑτοῦ ἴδιον ἀπέδωκεν, ἀντικατηγορούμενον δ᾿ ἔθηκεν· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
320Aristoteles, Topica, 5, V 5; 27 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ζῴου ἴδιον τό οὐσία ἔμψυχος οὐκ αὐτό μέν αὑτοῦ ἴδιον ἔθηκεν, ἀντικατηγορούμενον δ᾿ ἀποδέδωκεν, εἴη ἂν ἴδιον τοῦ ζῴου τό οὐσία ἔμψυχος.
321Aristoteles, Topica, 5, V 5; 28 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐπί τῶν ὁμοιομερῶν σκεπτέον ἐστίν ἀνασκευάζοντα μέν εἰ τό τοῦ συνόλου ἴδιον μή ἀληθεύεται κατά τοῦ μέρους, ἢ εἰ τό τοῦ μέρους μή λέγεται κατά τοῦ σύμπαντος· οὐ γάρ ἔσται ἴδιον τό κείμενον ἴδιον εἶναι.
322Aristoteles, Topica, 5, V 5; 29 (auctor 384BC-322BC)
Συμβαίνει δ᾿ ἐπ᾿ ἐνίων τοῦτο γίνεσθαι· ἀποδοίη γάρ ἄν τις ἐπί τῶν ὁμοιομερῶν ἴδιον ἐνίοτε μέν ἐπί τό σύμπαν βλέψας, ἐνίοτε δ᾿ ἐπί τό κατά μέρος λεγόμενον αὐτός αὑτόν ἐπιστήσας· ἔσται δ᾿ οὐδέτερον ὀρθῶς ἀποδεδομένον.
323Aristoteles, Topica, 5, V 5; 30 (auctor 384BC-322BC)
Οἷον ἐπί μέν τοῦ σύμπαντος, ἐπεί ὁ εἴπας θαλάττης ἴδιον τό πλεῖστον ὕδωρ ἁλμυρόν ὁμοιομεροῦς μέν τινος ἔθηκε τό ἴδιον, τοιοῦτον δ᾿ ἀπέδωκεν ὃ οὐκ ἀληθεύεται κατά τοῦ μέρους (οὐ γάρ ἐστιν ἡ τίς θάλαττα τό πλεῖστον ὕδωρ ἁλμυρόν), οὐκ ἂν εἴη τῆς θαλάττης ἴδιον τό πλεῖστον ὕδωρ ἁλμυρόν.
324Aristoteles, Topica, 5, V 5; 31 (auctor 384BC-322BC)
Ἐπί δέ τοῦ μέρους, οἷον ἐπεί ὁ θείς ἀέρος ἴδιον τό ἀναπνευστόν ὁμοιομεροῦς μέν τινος εἴρηκε τό ἴδιον, τοιοῦτον δ᾿ ἀπέδωκεν ὃ κατά τοῦ τινός ἀέρος ἀληθεύεται, κατά δέ τοῦ σύμπαντος οὐ λέγεται (οὐ γάρ ἐστιν ὁ σύμπας ἀναπνευστός), οὐκ ἂν εἴη τοῦ ἀέρος ἴδιον τό ἀναπνευστόν.
325Aristoteles, Topica, 5, V 5; 32 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ ἀληθεύεται μέν καθ᾿ ἑκάστου τῶν ὁμοιομερῶν, ἔστι δ᾿ ἴδιον αὐτῶν κατά τό σύμπαν· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
326Aristoteles, Topica, 5, V 5; 33 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἀληθεύεται κατά πάσης τῆς γῆς τό κάτω φέρεσθαι κατά φύσιν, ἔστι δέ τοῦτο ἴδιον καί τῆς τινός γῆς κατά τήν γῆν, εἴη ἂν τῆς γῆς ἴδιον τό κάτω φέρεσθαι κατά φύσιν.
327Aristoteles, Topica, 5, V 6; 1 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐκ τῶν ἀντικειμένων σκεπτέον ἐστί πρῶτον μέν ἐκ τῶν ἐναντίων ἀνασκευάζοντα μέν εἰ τοῦ ἐναντίου μή ἐστι τό ἐναντίον ἴδιον· οὐδέ γάρ τοῦ ἐναντίου ἔσται τό ἐναντίον ἴδιον.
328Aristoteles, Topica, 5, V 6; 2 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἐναντίον ἐστί δικαιοσύνῃ μέν ἀδικία, τῷ βελτίστῳ δέ τό χείριστον, οὐκ ἔστι δέ τῆς δικαιοσύνης ἴδιον τό βέλτιστον, οὐκ ἂν εἴη τῆς ἀδικίας ἴδιον τό χείριστον.
329Aristoteles, Topica, 5, V 6; 3 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τοῦ ἐναντίου τό ἐναντίον ἴδιόν ἐστιν· καί γάρ τοῦ ἐναντίου τό ἐναντίον ἴδιον ἔσται.
330Aristoteles, Topica, 5, V 6; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἐναντίον ἐστίν ἀγαθῷ μέν κακόν, αἱρετῷ δέ φευκτόν, ἔστι δέ τοῦ ἀγαθοῦ ἴδιον τό αἱρετόν, εἴη ἂν κακοῦ ἴδιον τό φευκτόν.
331Aristoteles, Topica, 5, V 6; 5 (auctor 384BC-322BC)
Δεύτερον δ᾿ ἐκ τῶν πρός τι ἀνασκευάζοντα μέν εἰ τό πρός τι τοῦ πρός τι μή ἐστιν ἴδιον· οὐδέ γάρ τό πρός τι τοῦ πρός τι ἔσται ἴδιον.
332Aristoteles, Topica, 5, V 6; 6 (auctor 384BC-322BC)
Οἷον ἐπεί λέγεται διπλάσιον μέν πρός ἥμισυ, ὑπερέχον δέ πρός ὑπερεχόμενον, οὐκ ἔστι δέ τοῦ διπλασίου τό ὑπερέχον ἴδιον, οὐκ ἂν εἴη τοῦ ἡμίσεος τό ὑπερεχόμενον ἴδιον.
333Aristoteles, Topica, 5, V 6; 7 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τοῦ πρός τι τό πρός τί ἐστιν ἴδιον· καί γάρ τοῦ πρός τι τό πρός τι ἔσται ἴδιον.
334Aristoteles, Topica, 5, V 6; 8 (auctor 384BC-322BC)
Οἷον ἐπεί λέγεται τό μέν διπλάσιον πρός τό ἥμισυ, τά δέ δύο πρός ἕν, ἔστι δέ τοῦ διπλασίου ἴδιον τό ὡς δύο πρός ἕν, εἴη ἂν τοῦ ἡμίσεος ἴδιον τό ὡς ἓν πρός δύο.
335Aristoteles, Topica, 5, V 6; 9 (auctor 384BC-322BC)
Τρίτον ἀνασκευάζοντα μέν εἰ τῆς ἕξεως τό καθ᾿ ἕξιν λεγόμενον μή ἐστιν ἴδιον· οὐδέ γάρ τῆς στερήσεως τό κατά στέρησιν λεγόμενον ἔσται ἴδιον.
336Aristoteles, Topica, 5, V 6; 10 (auctor 384BC-322BC)
Κἂν εἰ δέ τῆς στερήσεως τό κατά στέρησιν λεγόμενον μή ἐστιν ἴδιον, οὐδέ τῆς ἕξεως τό κατά τήν ἕξιν λεγόμενον ἴδιον ἔσται.
337Aristoteles, Topica, 5, V 6; 11 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐ λέγεται τῆς κωφότητος ἴδιον τό ἀναισθησίαν εἶναι, οὐδ᾿ ἂν τῆς ἀκούσεως εἴη ἴδιον τό αἴσθησιν εἶναι.
338Aristoteles, Topica, 5, V 6; 12 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό καθ᾿ ἕξιν λεγόμενόν ἐστι τῆς ἕξεως ἴδιον· καί γάρ τῆς στερήσεως τό κατά στέρησιν λεγόμενον ἔσται ἴδιον.
339Aristoteles, Topica, 5, V 6; 13 (auctor 384BC-322BC)
Κἂν εἰ τῆς στερήσεως τό κατά στέρησιν λεγόμενον ἔστιν ἴδιον, καί τῆς ἕξεως τό καθ᾿ ἕξιν λεγόμενον ἔσται ἴδιον.
340Aristoteles, Topica, 5, V 6; 14 (auctor 384BC-322BC)
Οἷον ἐπεί τῆς ὄψεώς ἐστιν ἴδιον τό βλέπειν, καθό ἔχομεν ὄψιν, εἴη ἂν τῆς τυφλότητος ἴδιον τό μή βλέπειν, καθό οὐκ ἔχομεν ὄψιν πεφυκότες ἔχειν.
341Aristoteles, Topica, 5, V 6; 17 (auctor 384BC-322BC)
Οἷον εἰ ἡ φάσις ἢ τό κατά τήν φάσιν λεγόμενον αὐτοῦ ἴδιόν ἐστιν· οὐ γάρ ἔσται αὐτοῦ ἡ ἀπόφασις οὐδέ τό κατά τήν ἀπόφασιν λεγόμενον ἴδιον.
342Aristoteles, Topica, 5, V 6; 18 (auctor 384BC-322BC)
Κἂν εἰ δ᾿ ἡ ἀπόφασις ἢ τό κατά τήν ἀπόφασιν λεγόμενόν ἐστιν αὐτοῦ ἴδιον, οὐκ ἔσται ἡ φάσις οὐδέ τό κατά τήν φάσιν λεγόμενον ἴδιον· οἷον ἐπεί τοῦ ζῴου ἐστίν ἴδιον τό ἔμψυχον, οὐκ ἂν εἴη τοῦ ζῴου ἴδιον τό οὐκ ἔμψυχον.
343Aristoteles, Topica, 5, V 6; 19 (auctor 384BC-322BC)
Δεύτερον δ᾿ ἐκ τῶν κατηγορουμένων ἢ μή κατηγορουμένων, καί καθ᾿ ὧν κατηγορεῖται ἢ μή κατηγορεῖται, ἀνασκευάζοντα μέν εἰ ἡ φάσις τῆς φάσεως μή ἐστιν ἴδιον· οὐδέ γάρ ἡ ἀπόφασις τῆς ἀποφάσεως ἔσται ἴδιον.
344Aristoteles, Topica, 5, V 6; 20 (auctor 384BC-322BC)
Κἂν εἰ δ᾿ ἡ ἀπόφασις τῆς ἀποφάσεως μή ἐστιν ἴδιον, οὐδ᾿ ἡ φάσις τῆς φάσεως ἔσται ἴδιον.
345Aristoteles, Topica, 5, V 6; 21 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστι τοῦ ἀνθρώπου ἴδιον τό ζῷον, οὐδ᾿ ἂν τοῦ μή ἀνθρώπου εἴη ἴδιον τό μή ζῷον.
346Aristoteles, Topica, 5, V 6; 22 (auctor 384BC-322BC)
Κἂν εἰ δέ τοῦ μή ἀνθρώπου φαίνηται μή ἴδιον τό μή ζῷον, οὐδέ τοῦ ἀνθρώπου ἔσται ἴδιον τό ζῷον.
347Aristoteles, Topica, 5, V 6; 23 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τῆς φάσεως ἡ φάσις ἐστίν ἴδιον· καί γάρ τῆς ἀποφάσεως ἡ ἀπόφασις ἔσται ἴδιον.
348Aristoteles, Topica, 5, V 6; 24 (auctor 384BC-322BC)
Κἂν εἰ δέ τῆς ἀποφάσεως ἡ ἀπόφασίς ἐστιν ἴδιον, καί ἡ φάσις τῆς φάσεως ἔσται ἴδιον.
349Aristoteles, Topica, 5, V 6; 25 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ μή ζῴου ἴδιόν ἐστι τό μή ζῆν, εἴη ἂν τοῦ ζῴου ἴδιον τό ζῆν· κἂν εἰ δέ τοῦ ζῴου φαίνηται ἴδιον τό ζῆν, καί τοῦ μή ζῴου φανεῖται ἴδιον τό μή ζῆν.
350Aristoteles, Topica, 5, V 6; 26 (auctor 384BC-322BC)
Τρίτον δέ ἐξ αὐτῶν τῶν ὑποκειμένων ἀνασκευάζοντα μέν εἰ τό ἀποδεδομένον ἴδιον τῆς φάσεώς ἐστιν ἴδιον· οὐ γάρ ἔσται τό αὐτό καί τῆς ἀποφάσεως ἴδιον.
351Aristoteles, Topica, 5, V 6; 27 (auctor 384BC-322BC)
Κἂν εἰ δέ τῆς ἀποφάσεως ἴδιον τό ἀποδοθέν, οὐκ ἔσται τῆς φάσεως ἴδιον.
352Aristoteles, Topica, 5, V 6; 28 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ ζῴου ἴδιον τό ἔμψυχον, οὐκ ἂν εἴη τοῦ μή ζῴου ἴδιον τό ἔμψυχον.
353Aristoteles, Topica, 5, V 6; 29 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ἀποδοθέν μή τῆς φάσεως ἴδιον, εἴη ἂν τῆς ἀποφάσεως.
354Aristoteles, Topica, 5, V 6; 30 (auctor 384BC-322BC)
Οὗτος δ᾿ ὁ τόπος ψευδής ἐστιν· φάσις γάρ ἀποφάσεως καί ἀπόφασις φάσεως οὐκ ἔστιν ἴδιον.
355Aristoteles, Topica, 5, V 6; 31 (auctor 384BC-322BC)
Φάσις μέν γάρ ἀποφάσει οὐδ᾿ ὅλως ὑπάρχει, ἀπόφασις δέ φάσει ὑπάρχει μέν, οὐχ ὡς ἴδιον δέ ὑπάρχει.
356Aristoteles, Topica, 5, V 6; 32 (auctor 384BC-322BC)
Ἔπειτα δ᾿ ἐκ τῶν ἀντιδιῃρημένων ἀνασκευάζοντα μέν εἰ τῶν ἀντιδιῃρημένων μηδέν μηδενός τῶν λοιπῶν ἀντιδιῃρημένων ἐστίν ἴδιον· οὐδέ γάρ τό κείμενον ἔσται ἴδιον τούτου οὗ κεῖται ἴδιον.
357Aristoteles, Topica, 5, V 6; 33 (auctor 384BC-322BC)
Οἷον ἐπεί ζῷον αἰσθητόν οὐδενός τῶν ἄλλων θνητῶν ζῴων ἐστίν ἴδιον, οὐκ ἂν εἴη τό ζῷον νοητόν τοῦ θεοῦ ἴδιον.
358Aristoteles, Topica, 5, V 6; 34 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τῶν λοιπῶν τῶν ἀντιδιῃρημένων ὁτιοῦν ἐστίν ἴδιον τούτων ἑκάστου τῶν ἀντιδιῃρημένων· καί γάρ τό λοιπόν ἔσται τούτου ἴδιον, οὗ κεῖται μή εἶναι ἴδιον.
359Aristoteles, Topica, 5, V 6; 35 (auctor 384BC-322BC)
Οἷον ἐπεί φρονήσεώς ἐστιν ἴδιον τό καθ᾿ αὑτό πεφυκέναι λογιστικοῦ ἀρετήν εἶναι, καί τῶν ἄλλων ἀρετῶν οὕτως ἑκάστης λαμβανομένης, εἴη ἂν σωφροσύνης ἴδιον τό καθ᾿ αὑτό πεφυκέναι ἐπιθυμητικοῦ ἀρετήν εἶναι.
360Aristoteles, Topica, 5, V 7; 1 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐκ τῶν πτώσεων, ἀνασκευάζοντα μέν εἰ ἡ πτῶσις τῆς πτώσεως μή ἐστιν ἴδιον· οὐδέ γάρ ἡ πτῶσις τῆς πτώσεως ἔσται ἴδιον.
361Aristoteles, Topica, 5, V 7; 2 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστι τοῦ δικαίως ἴδιον τό καλῶς, οὐδ᾿ ἂν τοῦ δικαίου εἴη ἴδιον τό καλόν.
362Aristoteles, Topica, 5, V 7; 3 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ ἡ πτῶσις τῆς πτώσεώς ἐστιν ἴδιον· καί γάρ ἡ πτῶσις τῆς πτώσεως ἔσται ἴδιον.
363Aristoteles, Topica, 5, V 7; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ ἀνθρώπου ἐστίν ἴδιον τό πεζόν δίπουν, καί τῷ ἀνθρώπῳ εἴη ἂν ἴδιον τό πεζῷ δίποδι λέγεσθαι.
364Aristoteles, Topica, 5, V 7; 5 (auctor 384BC-322BC)
Οὐ μόνον δ᾿ ἐπ᾿ αὐτοῦ τοῦ εἰρημένου κατά τάς πτώσεις ἐστί σκεπτέον, ἀλλά καί ἐπί τῶν ἀντικειμένων, καθάπερ καί ἐπί τῶν πρότερον τόπων εἴρηται, ἀνασκευάζοντα μέν εἰ ἡ τοῦ ἀντικειμένου πτῶσις μή ἐστιν ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως· οὐδέ γάρ ἡ τοῦ ἀντικειμένου πτῶσις ἔσται ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως.
365Aristoteles, Topica, 5, V 7; 6 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστι τοῦ δικαίως ἴδιον τό ἀγαθῶς, οὐδ᾿ ἂν τοῦ ἀδίκως εἴη ἴδιον τό κακῶς.
366Aristoteles, Topica, 5, V 7; 7 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ ἡ τοῦ ἀντικειμένου πτῶσίς ἐστιν ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως· καί γάρ ἡ τοῦ ἀντικειμένου πτῶσις ἔσται ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως.
367Aristoteles, Topica, 5, V 7; 8 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ ἀγαθοῦ ἐστίν ἴδιον τό βέλτιστον, καί τοῦ κακοῦ ἂν εἴη ἴδιον τό χείριστον.
368Aristoteles, Topica, 5, V 7; 9 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐκ τῶν ὁμοίως ἐχόντων, ἀνασκευάζοντα μέν εἰ τό ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος μή ἐστιν ἴδιον· οὐδέ γάρ τό ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος ἔσται ἴδιον.
369Aristoteles, Topica, 5, V 7; 10 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἔχει ὁ οἰκοδόμος πρός τό ποιεῖν οἰκίαν καί ὁ ἰατρός πρός τό ποιεῖν ὑγίειαν, οὐκ ἔστι δέ ἰατροῦ ἴδιον τό ποιεῖν ὑγίειαν, οὐκ ἂν εἴη οἰκοδόμου ἴδιον τό ποιεῖν οἰκίαν.
370Aristoteles, Topica, 5, V 7; 11 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντός ἐστιν ἴδιον· καί γάρ τό ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος ἔσται ἴδιον.
371Aristoteles, Topica, 5, V 7; 12 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἔχει ἰατρός τε πρός τό ποιητικός ὑγιείας εἶναι καί γυμναστής πρός τό ποιητικός εὐεξίας, ἔστι δ᾿ ἴδιον γυμναστοῦ τό ποιητικόν εἶναι εὐεξίας, εἴη ἂν ἴδιον ἰατροῦ τό ποιητικόν εἶναι ὑγιείας.
372Aristoteles, Topica, 5, V 7; 13 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐκ τῶν ὡσαύτως ἐχόντων, ἀνασκευάζοντα μέν εἰ τό ὡσαύτως ἔχον τοῦ ὡσαύτως ἔχοντος μή ἐστιν ἴδιον· οὐδέ γάρ τό ὡσαύτως ἔχον τοῦ ὡσαύτως ἔχοντος ἔσται ἴδιον.
373Aristoteles, Topica, 5, V 7; 14 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἔστι τοῦ ὡσαύτως ἔχοντος τό ὡσαύτως ἔχον ἴδιον, τούτου οὐκ ἔσται ἴδιον οὗ κεῖται εἶναι ἴδιον.
374Aristoteles, Topica, 5, V 7; 15 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὡσαύτως ἔχει φρόνησις πρός τό καλόν καί τό αἰσχρόν τῷ ἐπιστήμη ἑκατέρου αὐτῶν εἶναι, οὐκ ἔστι δ᾿ ἴδιον φρονήσεως τό ἐπιστήμην εἶναι καλοῦ, οὐκ ἂν εἴη ἴδιον φρονήσεως τό ἐπιστήμην εἶναι αἰσχροῦ.
375Aristoteles, Topica, 5, V 7; 16 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἔστιν ἴδιον φρονήσεως τό ἐπιστήμην εἶναι καλοῦ, οὐκ ἂν εἴη ἴδιον αὐτῆς τό ἐπιστήμην εἶναι αἰσχροῦ· ἀδύνατον γάρ εἶναι τό αὐτό πλειόνων ἴδιον.
376Aristoteles, Topica, 5, V 7; 18 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τό κατά τό εἶναι λεγόμενον μή ἐστι τοῦ κατά τό εἶναι λεγομένου ἴδιον· οὐδέ γάρ τό φθείρεσθαι τοῦ κατά τό φθείρεσθαι, οὐδέ τό γίνεσθαι τοῦ κατά τό γίνεσθαι λεγομένου ἔσται ἴδιον.
377Aristoteles, Topica, 5, V 7; 19 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστιν ἀνθρώπου ἴδιον τό εἶναι ζῷον, οὐδ᾿ ἂν τοῦ ἄνθρωπον γίνεσθαι εἴη ἴδιον τό γίνεσθαι ζῷον· οὐδ᾿ ἂν τοῦ ἄνθρωπον φθείρεσθαι εἴη ἴδιον τό φθείρεσθαι ζῷον.
378Aristoteles, Topica, 5, V 7; 21 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τοῦ κατά τό εἶναι τεταγμένου ἐστί τό κατ᾿ αὐτό τεταγμένον ἴδιον· καί γάρ τοῦ κατά τό γίνεσθαι λεγομένου ἔσται τό κατά τό γίνεσθαι λεγόμενον ἴδιον καί τοῦ κατά τό φθείρεσθαι τό κατά τοῦτο ἀποδιδόμενον.
379Aristoteles, Topica, 5, V 7; 22 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ ἀνθρώπου ἐστίν ἴδιον τό εἶναι βροτόν, καί τοῦ γίνεσθαι ἄνθρωπον εἴη ἂν ἴδιον τό γίνεσθαι βροτόν καί τοῦ φθείρεσθαι ἄνθρωπον τό φθείρεσθαι βροτόν.
380Aristoteles, Topica, 5, V 7; 24 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐπιβλέπειν ἐπί τήν ἰδέαν τοῦ κειμένου, ἀνασκευάζοντα μέν εἰ τῇ ἰδέᾳ μή ὑπάρχει, ἢ εἰ μή κατά τοῦτο καθ᾿ ὃ λέγεται τοῦτο οὗ τό ἴδιον ἀπεδόθη· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
381Aristoteles, Topica, 5, V 7; 25 (auctor 384BC-322BC)
Οἷον ἐπεί αὐτοανθρώπῳ οὐχ ὑπάρχει τό ἠρεμεῖν, ᾗ ἄνθρωπός ἐστιν, ἀλλ᾿ ᾗ ἰδέα, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τό ἠρεμεῖν.
382Aristoteles, Topica, 5, V 7; 26 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τῇ ἰδέᾳ ὑπάρχει, καί κατά τοῦτο ὑπάρχει, ᾗ λέγεται κατ᾿ αὐτοῦ ἐκείνου οὗ κεῖται μή εἶναι ἴδιον· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
383Aristoteles, Topica, 5, V 7; 27 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὑπάρχει τῷ αὐτοζῴῳ τό ἐκ ψυχῆς καί σώματος συγκεῖσθαι, καί ᾗ ζῷον αὐτῷ ὑπάρχει τοῦτο, εἴη ἂν ζῴου ἴδιον τό ἐκ ψυχῆς καί σώματος συγκεῖσθαι.
384Aristoteles, Topica, 5, V 8; 1 (auctor 384BC-322BC)
Ἔπειτα ἐκ τοῦ μᾶλλον καί ἧττον, πρῶτον μέν ἀνασκευάζοντα εἰ τό μᾶλλον τοῦ μᾶλλον μή ἐστιν ἴδιον· οὐδέ γάρ τό ἧττον τοῦ ἧττον ἔσται ἴδιον, οὐδέ τό ἥκιστα τοῦ ἥκιστα, οὐδέ τό μάλιστα τοῦ μάλιστα, οὐδέ τό ἁπλῶς τοῦ ἁπλῶς.
385Aristoteles, Topica, 5, V 8; 2 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστι τό μᾶλλον κεχρῶσθαι τοῦ μᾶλλον σώματος ἴδιον, οὐδέ τό ἧττον κεχρῶσθαι τοῦ ἧττον σώματος εἴη ἂν ἴδιον, οὐδέ τό κεχρῶσθαι σώματος ὅλως.
386Aristoteles, Topica, 5, V 8; 3 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό μᾶλλον τοῦ μᾶλλόν ἐστιν ἴδιον· καί γάρ τό ἧττον τοῦ ἧττον ἔσται ἴδιον, καί τό ἥκιστα τοῦ ἥκιστα, καί τό μάλιστα τοῦ μάλιστα, καί τό ἁπλῶς τοῦ ἁπλῶς.
387Aristoteles, Topica, 5, V 8; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ μᾶλλον ζῶντος τό μᾶλλον αἰσθάνεσθαί ἐστιν ἴδιον, καί τοῦ ἧττον ζῶντος τό ἧττον αἰσθάνεσθαι εἴη ἂν ἴδιον, καί τοῦ μάλιστα δέ τό μάλιστα, καί τοῦ ἥκιστα τό ἥκιστα, καί τοῦ ἁπλῶς τό ἁπλῶς.
388Aristoteles, Topica, 5, V 8; 5 (auctor 384BC-322BC)
Καί ἐκ τοῦ ἁπλῶς δέ πρός ταὐτά σκεπτέον ἐστίν ἀνασκευάζοντα μέν εἰ τό ἁπλῶς τοῦ ἁπλῶς μή ἐστιν ἴδιον· οὐδέ γάρ τό μᾶλλον τοῦ μᾶλλον, οὐδέ τό ἧττον τοῦ ἧττον, οὐδέ τό μάλιστα τοῦ μάλιστα, οὐδέ τό ἥκιστα τοῦ ἥκιστα ἔσται ἴδιον.
389Aristoteles, Topica, 5, V 8; 6 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστι τοῦ ἀνθρώπου τό σπουδαῖον ἴδον, οὐδ᾿ ἂν τοῦ μᾶλλον ἀνθρώπου τό μᾶλλον σπουδαῖον ἴδιον εἴη.
390Aristoteles, Topica, 5, V 8; 7 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ἁπλῶς τοῦ ἁπλῶς ἐστίν ἴδιον· καί γάρ τό μᾶλλον τοῦ μᾶλλον καί τό ἧττον τοῦ ἧττον καί τό ἥκιστα τοῦ ἥκιστα καί τό μάλιστα τοῦ μάλιστα ἔσται ἴδιον.
391Aristoteles, Topica, 5, V 8; 8 (auctor 384BC-322BC)
Οἷον ἐπεί τοῦ πυρός ἐστιν ἴδιον τό ἄνω φέρεσθαι κατά φύσιν, καί τοῦ μᾶλλον πυρός εἴη ἂν ἴδιον τό μᾶλλον ἄνω φέρεσθαι κατά φύσιν.
392Aristoteles, Topica, 5, V 8; 10 (auctor 384BC-322BC)
Δεύτερον δ᾿ ἀνασκευάζοντα μέν εἰ τό μᾶλλον τοῦ μᾶλλον μή ἐστιν ἴδιον· οὐδέ γάρ τό ἧττον τοῦ ἧττον ἔσται ἴδιον.
393Aristoteles, Topica, 5, V 8; 11 (auctor 384BC-322BC)
Οἷον ἐπεί μᾶλλόν ἐστιν ἴδιον ζῴου τό αἰσθάνεσθαι ἢ ἀνθρώπου τό ἐπίστασθαι, οὐκ ἔστι δέ ζῴου ἴδιον τό αἰσθάνεσθαι, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τό ἐπίστασθαι.
394Aristoteles, Topica, 5, V 8; 12 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τό ἧττον τοῦ ἧττόν ἐστιν ἴδιον· καί γάρ τό μᾶλλον τοῦ μᾶλλον ἔσται ἴδιον.
395Aristoteles, Topica, 5, V 8; 13 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἧττόν ἐστιν ἴδιον ἀνθρώπου τό ἥμερον φύσει ἢ ζῴου τό ζῆν, ἔστι δ᾿ ἀνθρώπου ἴδιον τό ἥμερον φύσει, εἴη αν ζῴου ἴδιον τό ζῆν.
396Aristoteles, Topica, 5, V 8; 14 (auctor 384BC-322BC)
Τρίτον δ᾿ ἀνασκευάζοντα μέν εἰ οὗ μᾶλλόν ἐστιν ἴδιον, μή ἐστιν ἴδιον· οὐδέ γάρ οὗ ἧττόν ἐστιν ἴδιον, ἔσται τούτου ἴδιον.
397Aristoteles, Topica, 5, V 8; 15 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἐκείνου ἐστίν ἴδιον, οὐκ ἔσται τούτου ἴδιον.
398Aristoteles, Topica, 5, V 8; 16 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό κεχρῶσθαι μᾶλλον τῆς ἐπιφανείας ἢ τοῦ σώματός ἐστιν ἴδιον, οὐκ ἔστι δέ τῆς ἐπιφανείας ἴδιον, οὐκ ἂν εἴη τοῦ σώματος ἴδιον τό κεχρῶσθαι.
399Aristoteles, Topica, 5, V 8; 17 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἐστί τῆς ἐπιφανείας ἴδιον, οὐκ ἂν εἴη τοῦ σώματος ἴδιον.
400Aristoteles, Topica, 5, V 8; 18 (auctor 384BC-322BC)
Κατασκευάζοντι δέ ὁ τόπος οὗτος οὐκ ἔστι χρήσιμος· ἀδύνατον γάρ ἐστι ταὐτό πλειόνων ἴδιον εἶναι.
401Aristoteles, Topica, 5, V 8; 19 (auctor 384BC-322BC)
Τέταρτον δ᾿ ἀνασκευάζοντα μέν εἰ τό μᾶλλον αὐτοῦ ἴδιον μή ἐστιν ἴδιον· οὐδέ γάρ τό ἧττον αὐτοῦ ἴδιον ἔσται ἴδιον.
402Aristoteles, Topica, 5, V 8; 20 (auctor 384BC-322BC)
Οἷον ἐπεί μᾶλλόν ἐστι τοῦ ζῴου ἴδιον τό αἰσθητόν ἢ τό μεριστόν, οὐκ ἔστι δέ τοῦ ζῴου τό αἰσθητόν ἴδιον, οὐκ ἂν εἴη τοῦ ζῴου τό μεριστόν ἴδιον.
403Aristoteles, Topica, 5, V 8; 21 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ἧττον αὐτοῦ ὂν ἴδιον ἔστιν ἴδιον· καί γάρ τό μᾶλλον αὐτοῦ ὂν ἴδιον ἔσται ἴδιον.
404Aristoteles, Topica, 5, V 8; 22 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἧττόν ἐστιν ἴδιον ζῴου τό αἰσθάνεσθαι ἢ τό ζῆν, ἔστι δέ τοῦ ζῴου τό αἰσθάνεσθαι ἴδιον, εἴη ἂν τοῦ ζῴου τό ζῆν ἴδιον.
405Aristoteles, Topica, 5, V 8; 23 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐκ τῶν ὁμοίως ὑπαρχόντων πρῶτον μέν ἀνασκευάζοντα εἰ τό ὁμοίως ὂν ἴδιον μή ἐστιν ἴδιον τούτου οὗ ὁμοίως ἐστίν ἴδιον· οὐδέ γάρ τό ὁμοίως ὂν ἴδιον ἔσται ἴδιον τούτου οὗ ὁμοίως ἐστίν ἴδιον.
406Aristoteles, Topica, 5, V 8; 24 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἐστίν ἴδιον ἐπιθυμητικοῦ τό ἐπιθυμεῖν καί λογιστικοῦ τό λογίζεσθαι, οὐκ ἔστι δ᾿ ἴδιον ἐπιθυμητικοῦ τό ἐπιθυμεῖν, οὐκ ἂν εἴη ἴδιον λογιστικοῦ τό λογίζεσθαι.
407Aristoteles, Topica, 5, V 8; 25 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ὁμοίως ὂν ἴδιον ἔστι τούτου ἴδιον οὗ ὁμοίως ἐστίν ἴδιον· ἔσται γάρ καί τό ὁμοίως ὂν ἴδιον τούτου ἴδιον οὗ ὁμοίως ἐστί ἴδιον.
408Aristoteles, Topica, 5, V 8; 26 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἐστίν ἴδιον λογιστικοῦ τό πρῶτον φρόνιμον καί ἐπιθυμητικοῦ τό πρῶτον σῶφρον, ἔστι δέ τοῦ λογιστικοῦ ἴδιον τό πρῶτον φρόνιμον, εἴη ἂν τοῦ ἐπιθυμητικοῦ ἴδιον τό πρῶτον σῶφρον.
409Aristoteles, Topica, 5, V 8; 27 (auctor 384BC-322BC)
Δεύτερον δ᾿ ἀνασκευάζοντα μέν εἰ τό ὁμοίως ὂν ἴδιον μή ἐστιν ἴδιον αὐτοῦ· οὐδέ γάρ τό ὁμοίως ὂν ἴδιον ἔσται ἴδιον αὐτοῦ.
410Aristoteles, Topica, 5, V 8; 28 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἐστίν ἴδιον ἀνθρώπου τό ὁρᾶν καί τό ἀκούειν, οὐκ ἔστι δ᾿ ἀνθρώπου ἴδιον τό ὁρᾶν, οὐκ ἂν εἴη ἀνθρώπου ἴδιον τό ἀκούειν.
411Aristoteles, Topica, 5, V 8; 29 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ὁμοίως αὐτοῦ ὂν ἴδιον ἔστιν ἴδιον· καί γάρ τό ὁμοίως αὐτοῦ ὂν ἴδιον ἔσται ἴδιον.
412Aristoteles, Topica, 5, V 8; 30 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἐστίν ἴδιον ψυχῆς τό μέρος αὐτῆς ἐπιθυμητικόν εἶναι καί λογιστικόν πρώτου, ἔστι δέ ψυχῆς ἴδιον τό μέρος αὐτῆς εἶναι ἐπιθυμητικόν πρώτου, εἴη ἂν ἴδιον ψυχῆς τό μέρος αὐτῆς εἶναι λογιστικόν πρώτου.
413Aristoteles, Topica, 5, V 8; 31 (auctor 384BC-322BC)
Τρίτον δ᾿ ἀνασκευάζοντα μέν εἰ οὗ ὁμοίως ἐστίν ἴδιον, μή ἐστιν ἴδιον· οὐδέ γάρ οὗ ὁμοίως ἐστίν ἴδιον, ἔσται ἴδιον.
414Aristoteles, Topica, 5, V 8; 32 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἐκείνου ἐστίν ἴδιον, οὐκ ἔσται θατέρου ἴδιον.
415Aristoteles, Topica, 5, V 8; 33 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἐστίν ἴδιον τό καίειν φλογός καί ἄνθρακος, οὐκ ἔστι δ᾿ ἴδιον φλογός τό καίειν, οὐκ ἂν εἴη ἴδιον ἄνθρακος τό καίειν.
416Aristoteles, Topica, 5, V 8; 34 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἐστί φλογός ἴδιον, οὐκ ἂν εἴη ἄνθρακος ἴδιον.
417Aristoteles, Topica, 5, V 9; 1 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ δυνάμει τό ἴδιον ἀποδιδούς καί πρός μή ὂν ἀποδέδωκε τό ἴδιον τῇ δυνάμει, μή ἐνδεχομένης τῆς δυνάμεως ὑπάρχειν τῷ μή ὄντι· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
418Aristoteles, Topica, 5, V 9; 2 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀέρος ἴδιον τό ἀναπνευστόν τῇ δυνάμει μέν ἀπέδωκε τό ἴδιον (τό γάρ τοιοῦτον οἷον ἀναπνεῖσθαι ἀναπνευστόν ἐστιν), ἀποδέδωκε δέ καί πρός τό μή ὂν τό ἴδιον· καί γάρ μή ὄντος ζῴου, οἷον ἀναπνεῖν πέφυκε τόν ἀέρα, ἐνδέχεται ἀέρα εἶναι· οὐ μέντοι μή ὄντος ζῴου δυνατόν ἐστιν ἀναπνεῖν· ὥστ᾿ οὐδ᾿ ἀέρος ἔσται ἴδιον τό τοιοῦτον οἷον ἀναπνεῖσθαι, τότε ὅτε ζῷον οὐκ ἔσται τοιοῦτον οἷον ἀναπνεῖν.
419Aristoteles, Topica, 5, V 9; 3 (auctor 384BC-322BC)
Οὐκ ἂν οὖν εἴη ἀέρος ἴδιον τό ἀναπνευστόν.
420Aristoteles, Topica, 5, V 9; 4 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τῇ δυνάμει ἀποδιδούς τό ἴδιον ἢ πρός ὂν ἀποδίδωσι τό ἴδιον ἢ πρός μή ὄν, ἐνδεχομένης τῆς δυνάμεως τῷ μή ὄντι ὑπάρχειν· ἔσται γάρ ἴδιον τό κείμενον μή εἶναι ἴδιον.
421Aristoteles, Topica, 5, V 9; 5 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ ἀποδιδούς ἴδιον τοῦ ὄντος τό δυνατόν παθεῖν ἢ ποιῆσαι, δυνάμει ἀποδιδούς τό ἴδιον, πρός ὂν ἀπέδωκε τό ἴδιον· ὅτε γάρ ὄν ἐστι, καί δυνατόν παθεῖν τι ἢ ποιῆσαι ἔσται· ὥστε εἴη ἂν ἴδιον τοῦ ὄντος τό δυνατόν παθεῖν ἢ ποιῆσαι.
422Aristoteles, Topica, 5, V 9; 6 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ ὑπερβολῇ τέθεικε τό ἴδιον· οὐ γάρ ἔσται ἴδιον τό κείμενον εἶναι ἴδιον.
423Aristoteles, Topica, 5, V 9; 7 (auctor 384BC-322BC)
Συμβαίνει γάρ τοῖς οὕτως ἀποδιδοῦσι τό ἴδιον οὐ καθ᾿ οὗ τόν λόγον, τοὔνομα ἀληθεύεσθαι· φθαρέντος γάρ τοῦ πράγματος οὐδέν ἧττον ἔσται ὁ λόγος· τῶν γάρ ὄντων τινί μάλιστα ὑπάρχει.
424Aristoteles, Topica, 5, V 9; 8 (auctor 384BC-322BC)
Οἷον εἴ τις ἀποδοίη τοῦ πυρός ἴδιον σῶμα τό κουφότατον· φθαρέντος γάρ τοῦ πυρός ἔσται τι τῶν σωμάτων ὃ κουφότατον ἔσται, ὥστ᾿ οὐκ αν εἴη τοῦ πυρός ἴδιον σῶμα τό κουφότατον.
425Aristoteles, Topica, 5, V 9; 9 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή ὑπερβολῇ τέθεικε τό ἴδιον· ἔσται γάρ κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
426Aristoteles, Topica, 5, V 9; 10 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει οὐχ ὑπερβολῇ ἀποδέδωκε τό ἴδιον, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
427Aristoteles, Topica, 6, VI 1; 2 (auctor 384BC-322BC)
Ἢ γάρ ὅτι ὅλως οὐκ ἀληθές εἰπεῖν, καθ᾿ οὗ τοὔνομα, καί τόν λόγον (δεῖ γάρ τόν τοῦ ἀνθρώπου ὁρισμόν κατά παντός ἀνθρώπου ἀληθεύεσθαι), ἢ ὅτι ὄντος γένους οὐκ ἔθηκεν εἰς τό γένος ἢ οὐκ εἰς τό οἰκεῖον γένος ἔθηκεν (δεῖ γάρ τόν ὁριζόμενον εἰς τό γένος θέντα τάς διαφοράς προσάπτειν· μάλιστα γάρ τῶν ἐν τῷ ὁρισμῷ τό γένος δοκεῖ τήν τοῦ ὁριζομένου οὐσίαν σημαίνειν), ἢ ὅτι οὐκ ἴδιος ὁ λόγος (δεῖ γάρ τόν ὁρισμόν ἴδιον εἶναι, καθάπερ καί πρότερον εἴρηται, ἢ εἰ πάντα τά εἰρημένα πεποιηκώς μή ὥρισται μηδ᾿ εἴρηκε τό τί ἦν εἶναι τῷ ὁριζομένῳ.
428Aristoteles, Topica, 6, VI 1; 6 (auctor 384BC-322BC)
Εἰ δέ μή ἐν τῷ οἰκείῳ γένει ἔθηκεν, ἢ εἰ μή ἴδιος ὁ ἀποδοθείς λόγος, ἐκ τῶν πρός τό γένος καί τό ἴδιον ῥηθέντων τόπων ἐπισκεπτέον.
429Aristoteles, Topica, 6, VI 3; 5 (auctor 384BC-322BC)
Ἢ εἰ ἔστι μέν ἴδιον τό προσκείμενον, ἀφαιρεθέντος δέ τούτου καί ὁ λοιπός λόγος ἴδιός ἐστι καί δηλοῖ τήν οὐσίαν.
430Aristoteles, Topica, 6, VI 3; 9 (auctor 384BC-322BC)
Ἢ ἴδιον μέν ἐστι τό εἰρημένον, οὐ δηλοῖ δέ τήν οὐσίαν ἀφαιρεθέντος τοῦ ἀριθμοῦ.
431Aristoteles, Topica, 6, VI 3; 15 (auctor 384BC-322BC)
Ἐκείνως μέν γάρ ἂν ὁ λοιπός ἴδιος ᾖ λόγος, καί ὁ πᾶς ἴδιος ἔσται· ἁπλῶς γάρ πρός τό ἴδιον ὁτουοῦν προστεθέντος ἀληθοῦς ὅλος ἴδιος γίνεται.
432Aristoteles, Topica, 6, VI 3; 16 (auctor 384BC-322BC)
Εἰ δέ τι τῶν ἐν τῷ λόγῳ μή πᾶσιν ὑπάρχει τοῖς ὑπό ταὐτό εἶδος, ἀδύνατον ὅλον τόν λόγον ἴδιον εἶναι· οὐ γάρ ἀντικατηγορηθήσεται τοῦ πράγματος.
433Aristoteles, Topica, 6, VI 10; 9 (auctor 384BC-322BC)
Ἐνδέχεται μέν οὖν καί κατά προαίρεσιν οὕτως ἀποδοῦναι τόν ὅρον ὡς συνωνύμου καί καθ᾿ ἓν εἶδος πάσης τῆς ζωῆς λεγομένης· οὐδέν δέ κωλύει καί συνορῶντα τήν ὁμωνυμίαν, καί θατέρου βουλόμενον τόν ὁρισμόν ἀποδοῦναι, λαθεῖν μή ἴδιον ἀλλά κοινόν ἀμφοῖν λόγον ἀποδόντα.
434Aristoteles, Topica, 6, VI 12; 13 (auctor 384BC-322BC)
Ἔτι δ᾿ ἀδύνατον τόν τοιοῦτον λόγον ἴδιον τοῦ ἀποδοθέντος εἶναι· οὐ γάρ μόνον ἡ ἰατρική ἀλλά καί τῶν ἄλλων ἐπιστημῶν αἱ πολλαί πρός ὂν λέγονται, ὥσθ᾿ ἑκάστη ὄντος ἐπιστήμη ἔσται.
435Aristoteles, Topica, 6, VI 12; 14 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι ὁ τοιοῦτος οὐδεμιᾶς ἐστίν ἐπιστήμης ὁρισμός· ἴδιον γάρ καί οὐ κοινόν δεῖ τόν ὁρισμόν εἶναι.
436Aristoteles, Topica, 7, VII 5; 12 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί τό ἴδιον καί τό γένος ἔχει· ἐν ἀμφοτέροις γάρ ἀνασκευάζειν ἢ κατασκευάζειν ῥᾷον.
437Aristoteles, Topica, 7, VII 5; 13 (auctor 384BC-322BC)
Περί μέν οὖν τοῦ ἰδίου φανερόν ἐκ τῶν εἰρημένων· ὡς γάρ ἐπί τό πολύ ἐν συμπλοκῇ τό ἴδιον ἀποδίδοται, ὥστ᾿ ἀνασκευάζειν μέν ἔστιν ἓν ἀνελόντα, κατασκευάζοντι δέ ἀνάγκη πάντα συλλογίζεσθαι.
438Aristoteles, Topica, 7, VII 5; 14 (auctor 384BC-322BC)
Σχεδόν δέ καί τά λοιπά πάντα, ὅσα πρός τόν ὁρισμόν, καί πρός τό ἴδιον ἁρμόσει λέγεσθαι· παντί τε γάρ δεῖ τῷ ὑπό τοὔνομα τόν κατασκευάζοντα δεικνύναι ὅτι ὑπάρχει, ἀνασκευάζοντι δ᾿ ἀπόχρη ἑνί δεῖξαι μή ὑπάρχον· εἴ τε καί παντί ὑπάρχει, μή μόνῳ δέ, καί οὕτως ἀνεσκευασμένον γίνεται, καθάπερ ἐπί τοῦ ὁρισμοῦ λέγεται.
439Aristoteles, Topica, 7, VII 5; 22 (auctor 384BC-322BC)
Ὑπάρχειν μέν γάρ δεῖ ἕκαστον τῶν εἰρημένων· εἰ δέ μή ὡς ἴδιον ὑπάρχει τό γένος, οὐδέπω ἀνῄρηται τό γένος.
440Aristoteles, Topica, 7, VII 5; 23 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί τό ἴδιον οὐκ ἀναγκαῖον ὡς γένος, οὐδέ τό συμβεβηκός ὡς γένος ἢ ἴδιον, ἀλλ᾿ ὑπάρχειν μόνον.
441Aristoteles, Topica, 7, VII 5; 26 (auctor 384BC-322BC)
Τῶν δ᾿ ἄλλων τό ἴδιον μάλιστα τοιοῦτον· ἀναιρεῖν μέν γάρ ῥᾷον διά τό ἐκ πολλῶν ὡς ἐπί τό πολύ, κατασκευάζειν δέ χαλεπώτατον, ὅτι τε πολλά δεῖ συμβιβάσαι, καί πρός τούτῳ ὅτι μονῳ ὑπάρχει καί ἀντικατηγορεῖται τοῦ πράγματος.
442Aristoteles, Topica, 8, VIII 1; 3 (auctor 384BC-322BC)
Μέχρι μέν οὖν τοῦ εὑρεῖν τόν τόπον ὁμοίως τοῦ φιλοσόφου καί τοῦ διαλεκτικοῦ ἡ σκέψις, τό δ᾿ ἤδη ταῦτα τάττειν καί ἐρωτηματίζειν ἴδιον τοῦ διαλεκτικοῦ· πρός ἕτερον γάρ πᾶν τό τοιοῦτον, τῷ δέ φιλοσόφῳ καί ζητοῦντι καθ᾿ ἑαυτόν οὐδέν μέλει, ἐάν ἀληθῆ μέν ᾖ καί γνώριμα δι᾿ ὧν ὁ συλλογισμός, μή θῇ δ᾿ αὐτά ὁ ἀποκρινόμενος διά τό σύνεγγυς εἶναι τοῦ ἐξ ἀρχῆς καί προορᾶν τό συμβησόμενον· ἀλλ᾿ ἴσως κἂν σπουδάσειεν ὅτι μάλιστα γνώριμα καί σύνεγγυς εἶναι τά ἀξιώματα· ἐκ τούτων γάρ οἱ ἐπιστημονικοί συλλογισμοί.
443Auctores varii 005, Supplementum adnotationum, 5, 1331C
Origenes libro contra Celsum I: Τὸν δ' εἶναί τινα οἷον μετὰ τὰ ἐξωτερικὰ, μὴ εἰς τοὺς πολλοὺς φθάνοντα, οὐ μόνον ἴδιον τοῦ Χριστιανῶν λόγου, ἀλλὰ καὶ τῶν φιλοσόφων, παρ' οἷς μὲν ἦσαν ἐξωτερικοὶ λόγοι, ἕτεροι δὲ ἐσωτερικοί· καί τινες μὲν ἀκούοντες Πυθαγόρα, ὡς αὐτὸς ἔφα, ἄλλοι δ' ἐν ἀποῤῥήτῳ διδασκόμενοι τὰ μὴ ἄξια φθάνειν εἰς ἀκοὰς βεβήλους, καὶ μηδέπω κεκαθαρμένας.
444Augustinus Hipponensis Incertus, Categoriae X, 32, 1435
Reliquum est ut qualitatis proprium, quod apud Graecos est ἴδιον, investigemus.
445Augustinus Hipponensis Incertus, Categoriae X, 32, 1436
Harum vero categoriarum proprium, quod est graece ἴδιον, quoniam ipse quoque Aristoteles, omisit, nec a nobis lector inquirat.
446Beda, Expositio super Acta Apostolorum, 92, 0953B (auctor 672-735)
Siquidem Graeci proprium, ἴδιον vocant.
447Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 18
ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν· εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ’ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.
448Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 15; 2
καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· ἀφήσεις πᾶν χρέος ἴδιον, ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις κυρίῳ τῷ θεῷ σου.
449Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 7; 10
οὐδ’ οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδὲ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
450Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 11; 38
Καὶ εἶδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει, καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ, ἕκαστον εἰς τὸν ἴδιον τόπον, πλὴν τῶν ξένων δυνάμεων, ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν· καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων.
451Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 15; 6
καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον, νόμισμα τῇ χώρᾳ σου,
452Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 4; 26
καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας ὑπονοθευθεὶς ὑφ’ ἑτέρου φυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο.
453Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 5; 21
εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν.
454Biblia, Novum testamentum graece, Mt, 22; 5
οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
455Biblia, Novum testamentum graece, Lc, 10; 34
καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
456Biblia, Novum testamentum graece, Io, 1; 41
εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεθερμηνευόμενον Χριστός]·
457Biblia, Novum testamentum graece, Io, 5; 18
διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
458Biblia, Novum testamentum graece, Io, 15; 19
εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
459Biblia, Novum testamentum graece, Act, 1; 25
λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
460Biblia, Novum testamentum graece, Act, 4; 32
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά.
461Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 8
ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον.
462Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 18
φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
463Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 2
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
464Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 7
θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
465Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 21
ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
466Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 38
ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
467Biblia, Novum testamentum graece, Gal, 6; 5
ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
468Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 4
εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ.
469Biblia, Novum testamentum graece, 2Petr, 2Petr; 22
συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.
470Biblia, Novum testamentum graece, Iud, 1; 6
ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
471Cassiodorus Vivariensis, De artibus et disciplinis liberalium litterarum, 70, 1169B (auctor 485-580)
De proprio, ἴδιον.
472Cicero, Academica, p5, 46; 402 (opus 45BC)
68, 4. veritatis 43, 30; propria ( ἴδιον ) veri 44, 6; pr.
473Cicero, Academica, p5, 46; 505 (opus 45BC)
notitiae propositum ( θέσις ) 47, 25 proprium, proprietas ( ἴδιον, ἰδιότης ) 44,12 54,15. cf.
474Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0081B (auctor c.470–c.544)
Εἰ δέ τινες καὶ τῶν ἐν ἑκάστῃ πόλει ἢ χώρᾳ κληρικῶν, ὑπὸ Νεστορίου καὶ τῶν σὺν αὐτῳ ὄντων τῆς ἱερωσύνης ἐκωλύθησαν, διὰ τὸ ὀρθῶς φρονεῖν, ἐδικαιώσαμεν καὶ τούτους τὸν ἴδιον ἀπολαβεῖν βαθμόν· κοινῶς δὲ τοὺς τῇ ὀρθοδόξῳ καὶ τῇ οἰκουμενικῇ συνόδῳ συμφρονοῦντας κληρικοὺς, κελεύομεν τοῖς ἀποστατήσασιν ἢ ἀφισταμένοις ἐπισκόποις, μηδ' ὅλως ὑποκεῖσθαι κατὰ μηδένα τρόπον.
475Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0087B (auctor c.470–c.544)
Εἰ δὲ καὶ κληρικὸς πρᾶγμα ἔχοι πρὸς τὸν ἴδιον ἢ καὶ πρὸς ἕτερον ἐπίσκοπον, παρὰ τῇ συνόδῳ τῆς ἐπαρχίας δικαζέσθω.
476Constantinus I, Conciones, 8, 0403B (auctor c.272–337)
χρημάτων ἔρως· ὃ καὶ οὐ φυσικῶς ἴδιον πονηρίας, ποτὲ μὲν ελπίσι κεκαλλωπισμέναις θέλγοι, ποτὲ δὲ φόβῳ καταπλήττοι.
477Constantinus I, Conciones, 8, 0410B (auctor c.272–337)
ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς, ἀγαλματοποιος τε μορφήν τινα διανοίᾳ προσλαβὼν, ἔντεχνον τεκμαίρεται παιδείαν, καὶ μεταξὺ οἷα δὴ λήθης ἐμπεσούσης, τὸ ἴδιον πλάσμα κολακέυει, σέβων ὡς Θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος, θνητὸν εἶναι· τῶν δ' ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοι, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοὺντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον, ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας τῷ γάρτοι νῷ θεατὸν, καὶ διανοίᾳ περιληπτὸν, οὐτε μορφὴν ἐπιποθεῖ δι' ἦς γνωρισθείη, οὐτε σχήματος ἀνέχεται, ὡς ἂν εἰκόνος ἢ τύπου.
478Constantinus I, Conciones, 8, 0410C (auctor c.272–337)
τὸ δ' ἁγνὸν πόμα χεῖται διὰ πηγῆς ἀεννάου τῶν ἀρετῶν τοῦ ὑμνουμένου πρὸς ἡμῶν Θεοῦ· ἐμόν τ' ἰδιον ἔργον, τὸν Χριστὸν ὑμνεῖν διὰ βίου, καὶ τῆς ὀφειλομένης ἡμῖν πρὸς αὐτὸν ἀντὶ πολλῶν καὶ μεγίστων εὐεργεσιῶν εὐχαριστίας.
479Constantinus I, Conciones, 8, 0423C (auctor c.272–337)
ἀλλ' ἐρεῖ τις, ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τῶν ἀκουόντων ψυχὰς, ἴδιον εἶναι ποιητικῆς, τὸ δ' ἀληθὲς εἶναι, ἡνίκα ἂν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ, ἀλλ' ὡς λέγεται.
480Constantinus I, Conciones, 8, 0423D (auctor c.272–337)
ἔστω τοῦτο ἴδιον ποιήσεως, τὸ τὴν ἀλήθειαν ἔσθ' ὅτε ἀφαρπάζειν· ἀλλ' οἱ τὰ ψευδῆ λέγοντες, οὐ μάτην ψεύδονται· ἢ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἢ κακήν τινα πρᾶξιν, ὡς ἔοικε, συνειδότες ἑαυτοῖς, διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπικαλύπτονται, ἦν γὰρ δυνατὸν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν περὶ τῆς κρείττονος φύσεως ἱστοροῦντας, μὴ ψεύδεσθαι μηδὲ δυσσεβεῖν.
481Constantinus I, Conciones, 8, 0475B (auctor c.272–337)
Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινοῦσιν, ἐξ ἐπιπνοίας Θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἆρ' οὐ τῆς ἐμῆς ἀνδραγαθίας τὸν Θεὸν αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γἀρ Θεοῦ ἴδιον, τὸ τὰ ἄριστα πράττειν, ἀνθρώπων δὲ, τὸ τῷ Θεῷ πείθεσθαι.
482Desiderius Erasmus, Adagia, Chiliades, 1, 1; 10 (opus 1508)
Idem in Andromacha: Υίλων γάρ οὐδέν ἴδιον οἵτινες φίλοι Ὀρθῶς πεφύκασ’, ἀλλά κοινά χρήματα, id est Nam vere amicis proprium prorsus nihil, Sed inter ipsos cuncta sunt communia.
483Desiderius Erasmus, Adagia, Chiliades, 2, 1493; 11 (opus 1508)
Quanquam his non satis congruunt, quae refert Lucianus in Harmonide: Καί ἑκάστης ἁρμονίας διαφυλάττειν τό ἴδιον· τῆς Υρυγίου τό ἔνθεον, τῆς Λυδίου τό βακχικόν, τῆς Δωρίου τό σεμνόν, τῆς Ἰωνικῆς τό γλαφυρόν, id est Uniuscuiusque harmoniae servare proprietatem: Phrygiae divinum impetum (quod Apuleius vertit religiosum), Lydiae bacchanalem furorem (sive licentiam), Doricae severitatem, Ionicae iucunditatem (quod Apuleius videtur transtulisse varium).
484Desiderius Erasmus, Adagia, Chiliades, 3, 2413; 1 (opus 1508)
Κύων ἐπί τό ἴδιον ἐξέραμα, id est Canis ad proprium vomitum.
485Desiderius Erasmus, Adagia, Chiliades, 3, 2413; 3 (opus 1508)
Refertur in epistolis divi Petri his quidem verbis: Συμβέβηκε δέ αὐτοῖς τό τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστέψας ἐπι τό ἴδιον ἐξέραμα, καί Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου, id est Accidit autem illis illud veri proverbii: Canis reversus ad proprium vomitum, et Sus lota ad volutationem coeni.
486Dionysius Alexandrinus, Epistola II, 5, 0126C (auctor 190-264)
14. Ὡς γὰρ ὁ ἡμέτερος νοῦς ἐρεύγεται μὲν ἀφ' ἑαυτοῦ τὸν λόγον, ὡς εἶπεν ὁ προφήτης, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· καὶ ἔστι μὲν ἑκάτερος ἕτερος θατέρου, ἴδιον καὶ τοῦ λοιποῦ κεχωρισμένον εἰληχὼς τόπον, ὁ μὲν ἐν τῇ καρδίᾳ, ὁ δὲ ἐπὶ τῆς γλώττης καὶ τοῦ στόματος οἰκῶν τε καὶ κινούμενος· οὐ μὴν διεστήκασιν, οὐδὲ καθάπαξ ἀλλήλων στέρονται, οὐδέ ἐστιν οὔτε ὁ νοῦς ἄλογος οὔτε ἄνους ὁ λόγος· ἀλλ' ὅγε νοῦς ποιεῖ τὸν λόγον ἐν αὐτῷ φανεὶς, καὶ ὁ λόγος δείκνυσι τὸν νοῦν, ἐν αὐτῷ γενόμενος.
487Dositheus, Ars, p. 54, l. 6 (auctor c.350)
ἴδιος ἰδία ἴδιον suus sua suum; pluraliter ἴδιοι ἴδιαι ἴδια sui suae sua.
488Dositheus, Hermeneumata Leidensia, I; 1 (auctor c.350)
ἔτι πλέον aut amplius καὶ μεῖζον et maius καὶ ἐλευθεριώτερον et liberius καὶ πληρέστερον et plenius καὶ ὑπέρμεστον et cumulatius δαψιλέστερον γάρ largius enim καὶ προηλκυσμένως et prolixius ἄλλως aliter εὐθέως statim / mox ἐξαῦτις continuo παραχρῆμα protinus πάραυτα confestim ἐσπουδασμένως properantius ὡρίμως mature θίξει tactu στιγμή punctus ταχύτερον celerius ταχύ cito πάλιν iterum ἄνωθεν denuo εὐκοσμία decor Ἀφροδίσια Veneralia πυνθάνεται interrogat πλούσιος dives πένης pauper ἀποδώσω οὖν reddam ergo τὰ λοιπά cetera κατὰ στοιχεῖον per litteras πράσσω ago πράσσεις ages πράσσει aget πρᾶξον age ἔπρασσον agebam ἔπρασσες agebas ἔπρασσεν agebat ἔπρασσον agebant πράξω agam πράξῃς agas πράξῃ agat πράξωσιν agant ἐπράξαμεν agebamus ἐπράσσετε agebatis ἔπρασσον agebam ἐπράσσομεν agebamus πράσσετε agetis πράσσουσιν agunt πράξωμεν agamus πράξατε agite πραξάτωσαν agant κατηγορήσω accusabo κατηγορήσεις accusabis κατηγορήσει accusabit πίνω bibo πίνεις bibes πίνει bibet πίνωσιν bibant πίετε bibete ἔπινον bibebam ἔπινες bibebas ἔπινεν bibebat ἐπίνομεν bibebamus πεπώκειν biberam πεπώκεις biberas πεπώκει biberat πεπώκεσαν bibebant πίωμεν bibamus πίετε bibetis πίονται bibent ᾄδω canto ᾄδεις cantas ᾄδει cantat ᾄδουσιν cantant ᾆσον canta ᾖδον cantabam ᾔδες cantabas ᾔδεν cantabat ᾔσαν cantabant ᾔσαμεν cantavimus ᾔσατε cantastis ᾔσαν cantarunt χαρίζομαι dono χαρίζῃ donas χαρίζεται donat χαρίζονται donant χάρισαι dona ἐχαριζόμην donabam ἐχαρίζου donabas εὐκόπως facile ἐραστής amator ἐπιθυμεῖ concupiscit / desiderat ἐπιμέλως diligenter ἐπιθές inpone εἰκών imago εὐκόπως facile ζημία damnum ζυγόν iugum ζεύγη paria ζεῦξον iunge ζήτημα quaestio ζωγραφία pictura ζῶσιν vivent ζωμός ius ζώνη semicinctium ζηλότυπος zelotypus ζητεῖται quaeritur σβέσον extingue ἠγόρασα emi ἠθέλησα volui ἠθέλησεν voluit ἡτοίμασα paravi ἠγέρθην surrexi ἦρα sustuli ἡμέτερον nostrum ἤδη iam ᾔτησεν poposcit ἦλθεν venit ἤνεγκεν attulit ἥρπασεν rapuit ἠσπάσατο salutavit ἤκουσεν audiit ἥψατο tetigit θέλεις vis θιγγάνει tangit θορυβεῖται turbatur θεωρεῖ spectat θεραπεύει curat θερμαίνει calfacit θεός deus θόρυβος tumultus θῶμεν ponamus θυρωρός ostiarius θυμαντικός animosus θάλλουσιν florent θηλυκόν femininum θαυμάζω miror ἵνα τί ut quid ἱκανοδότης satisdator ἰξευτής aucupator ἰχνευτής vestigator ἰξός viscum ἴχνος vestigium ἱδρώς sudor ἱκεσία supplicatio / praefatio ἱδεῖν videre ἴσος aequalis ἱδέ vide ἴδιον suum / proprium καλῶς bene κακῶς male κρατεῖ tenet κράζει clamat κλαίει plorat κλάννει frangit κνήθει scalpit κλείει claudit κωλύει vetat κλέπτης fur κοιμᾶται dormit κέρδος lucrum κυβευτής stlactarius κερδαίνει lucratur κατέλειψεν reliquit καινόν novum λαλῶ loquor λαμβάνω accipio λάχωμεν micemus λουώμεθα lavemus λῦσον solve λέγει dicit λόγος verbum λοιδορεῖ maledicit λίαν valde λαμπρόν limpidum / clarum λῃσταί latrones λίθος lapis μανθάνει discet μέλλει incipet / futurum est μολύνει inquinat μένει habitat / manet μαίνεται insanit μισεῖ odet μῦθος fabula μήνυσον nuntia μένομεν manemus μνημεῖον monumentum μάγειρος cocus νύξ nox νικῶ vinco νικᾷ vincit νοεῖ intellexit ναυαγός naufragus νεκρός mortuus νωθρός infirmus νουνεχής sensatus νόμος lex ξένος hospes ξενίζεται hospitatur ξενία hospitium ξύλα ligna ξῦσον rade ξένοι hospites ξαίνει carminat ξυλοκοπεῖ defustat οὐκ οἶδα nescio οὐδέν nihil οὐδέποτε numquam ὀφείλω debeo ὀρθόν rectum ὄνομα nomen οὐκοῦν ergo οὐδέπω necdum ὁμοῦ pariter οὐκ ἀκούω non audio ὁλόκληρον integrum οὐκ ἔξεστιν non licet περιπατεῖ ambulat πράσσει agit ποιεῖ facit παλαίει luctatur παίζει ludet πλύνει lavat πειράζει temptat πίσσα pix πισσοῖ picat πρωί mane πιστός fidelis πόλις civitas πατεῖ calcat προάγει antecedet πολλά multa πρόνοια providentia προβλέπει providet ῥίπτω proicio ῥιγῶ algeo ῥαίνω spargo ῥήσσω adlido ῥάπτω cuso ῥυφῶ sorbeo ῥοῖζος ictus ῥέγχω sterto ῥύομαι exuo ῥῆμα verbum σιῶπα tace σῆσον cerne σεῖσον move σύρισον sibila στρῶσον sterne σῦρον trahe σφῖγξον stringe συνδοῦλος conservus συνελεύθερος conlibertus σύγκλητος senatus συμφωνεῖ convenit σύγκοινος communis victor σποδός cinis συνστρατιώτης conmilito σιγή silentium συκοφάντης calumniator τηρεῖ servat τρυπᾷ pertundit τρίβει fricat τύπτει ferit τορύνη tudicula τρέφει pascit τρώγει manducat τίκτει parit τροφή cibus τοιουτότροπον hocmodis τοῦτο μέντοι hoc tamen τοσούτῳ tanto τί ἐστιν quid est τότε tunc ταῦτα ista τεθήτω ponatur ὕπαγε duc te ὑγιής integer ὑγιαίνει valet ὑλακτεῖ latrat ὑφαίνουσιν texent ὑπηρετοῦσιν ministrant ὑπόδησον calcia ὑπόλυσον exculcia ὑπὲρ τὸ δέον superfluum ὑμεῖς vos ὑποκάθισον subsede ὑπέστρεψεν redivit ὑπήκοος dicto obaudiens ὑποκάτω subter ὑποτεθῇ supponatur ὑψηλόν altum ὑποφέρω suffero φρόνιμος sapiens φρονεῖ sapit φίλος amicus φίλη amica φιλεῖ amat φίλησον basia φθονεῖ invidet φροντίζει curat φροντιστής curator φεύγει fugit φοβεῖται timet φυσᾷ sufflat φθειρίζει peduculat φρίσσει horret φείδεται parcet φήμη fama φιλοπονία studium χαίρει gaudet χωλαίνει clodicat χρᾶται utitur χρηννύει commodat χρονίζει tardat χυλός sucus χυτόν fusile χῶμα rudera Χάριτες Gratiae χρηστός suavis χρήσιμον utile χωρεῖ capet χρῆσον commoda ψῆφοι calculi ψηφιστής calculator ψηφίζει computat ψευστής mendax ψεύδεται mentitur ψοφεῖ crepat ψέγει vituperat ψάλλει nablizat ψύλλος pulix ψυλλίζει pulicat ψυχή anima ψωμός buccilla ψῖχες micae ὧραι horae ὧδε hic ὡς θερμόν ἐστιν dum calidum est ὡφελεῖ prodest ὡς ἄρτι δύναμαι quomodo modo possum ὡς δοκεῖ quomodo putat ὡς ἂν καθίσῃ quomodo sederit ὡπλισμένος armatus ὠμόν crudum ὤμοσεν iuravit ἕως ὧδε usque hic ὠλίσθησεν lapsus est ὠδίνει parturit ὠργίσθη indignatus est ὠνήσατο emit ὡσαύτως identidem ὥπλισεν armavit ὠνομάσθη nominatus est ὤμοσαν iuraverunt ἐπληρώθη τὸ α' impletum est primum μετὰ τῶν ἑρμηνειῶν interpretamentorum
489Dositheus, Hermeneumata Leidensia, III, 1; 12 (auctor c.350)
" Δι’ ἐπιστολιδίου αἰτοῦντός τινος, ἵνα τὸν ἴδιον ἀπελεύθερον ἀπολέσῃ, ὅν πρὸ χρόνου κελεύσει ἐπάρχου γαζοφυλακίου κατὰ νόμον Αἴλιον Σεντίον εἰς λιθοτομίας βεβλήκει, καὶ νῦν τὴν ἐπίδοσιν αὐτοῦ ᾔτει, Ἀδριανὸς εἶπεν˙ „Τί ζητεῖς ἀπολέσαι ἄνθρωπον, καὶ τὴν ἐπίδοσιν ἀφαιρεῖσθαι, ἀφ’ οὗ ἤδη ἐξεδικήθης; ἀναιδὴς εἶ.
490Dositheus, Hermeneumata Leidensia, III, 1; 25 (auctor c.350)
" Διὰ βιβλιδίου λέγοντός τινος πατέρα ἴδιον ἀποπεφισκῶσθαι, καὶ αὑτῷ δικουρίαν ἀφῃρῆσθαι, ἣν ἀπῄτει, καὶ εἴ τινα ἄλλα γεγόνεισαν δίκαια˙ αἰτοῦντός τινος, Ἀδριανὸς ἐζήτησεν˙ „Πότε ὁ πατήρ σου ἀποπεφισκωμένος εἴη; "λέγοντος ἐκείνου πρὸ ἐτῶν δέκα˙ „Ἐὰν ἀρξώμεθα πράγματα ἢ καλῶς ἢ κακῶς κεκριμένα μετακαλεῖν, οὐδὲν τετελευσμένον ἔσται˙ αὐτὸς σαυτῷ.
491Dositheus, Hermeneumata Leidensia, III, 1; 28 (auctor c.350)
" Oὐρβικοῦ λέγοντος Πριμίτιβον ἐλευθερῶσαι θέλοντα δοῦλον ἴδιον, (κεκωλυσμένον εἶναι) ἀπὸ Ῥεστούτης, μητρὸς ὀρφανῆς˙ εἰς ἀδικίαν γὰρ τῆς ὀρφανῆς (τοῦτο γίνεσθαι˙ εἶναι γὰρ αὐτὸν πραγματευτὴν αὐτῆς), καὶ δι’ αὐτὸν πάντα τὰ πράγματα τῆς ὀρφανῆς διοικούμενα.
492Dositheus, Hermeneumata Leidensia, III, 1; 32 (auctor c.350)
" Λεγούσης τινός (γυναικός) τὴν ἐπίδοσιν τοῦ ἰδίου υἱοῦ ἀφῃρῆσθαι ὑπό τινος, καὶ λέγοντος ἐκείνου υἱὸν ἴδιον εἶναι, καὶ πρὸς ἑαυτὸν ἀνήκειν τὴν ἐπίδοσιν, ἀπεκρίθη ἡ γυνὴ Ῥωμαικὴν αὑτὴν γεγονέναι, καὶ δέλτους μόνον συγγεγραφέναι, γάμους δὲ μὴ γεγονέναι˙ (ἠρνήσατο ἄλλος), ὅστις (ἑαυτόν) ἔλεγεν πατέρα αὐτοῦ [...] ἀφαιρεῖσθαι.
493Dositheus, Hermeneumata Leidensia, III, 1; 33 (auctor c.350)
" Μὴ δυνηθένθος οὖν (αὐτὸν ἀποδεῖξαι υἱὸν ἴδιον εἶναι), περὶ οὗ ἤγετο, Ἀδριανὸς ἐκέλευσεν πρὸς ἑαυτὸν τὸν παῖδα καὶ ἐπηρώτησεν, παρὰ τίνι διατρίβοι˙ λέγοντος δὲ τοῦ παιδὸς παρὰ μητρί, Ἀδριανὸς τῷ ἀνθρώπῳ εἶπεν˙ „Ἀναιδέστατε, ἀπόδος τὴν ἀλλοτρίαν ἐπίδοσιν.
494Dositheus, Hermeneumata Leidensia, III, 2; 98 (auctor c.350)
Βάτραχος μῦν ἔπεισεν κολυμβᾶν, οὗ τὸν πόδα πρὸς τὸν ἴδιον πόδα ἔδησεν˙ εἶτα ὅτε εἰς τὸ ὕδωρ αὐτὸν ἀγηόχει, καθῶς ἔνυδρον ζῶον μετὰ χαρᾶς κατέδυνεν.
495Dositheus, Hermeneumata Leidensia, III, 3; 35 (auctor c.350)
Ἀλλὰ νῦν ἔχουσιν ἰδίαν ἐλευθερίαν εἰς τοὺς φίλους ἠλευθερωμένοι, καὶ γίνονται Λατῖνοι Ἰουνιανοί, ἐπειδὴ νόμος Ἰούνιος, ὃς τὴν ἐλευθερίαν αὐτοῖς ἔδωκεν, ἐξίσωσεν αὐτοὺς Λατίνοις κολωναρίοις, οἵ, ὅτε ἦσαν πολῖται Ῥωμαίων ἀπελεύθεροι, ὄνομα ἴδιον εἰς τὴν κολωνίαν δεδώκεισαν.
496Dositheus, Hermeneumata Leidensia, III, 3; 56 (auctor c.350)
(Νεώτερος) εἴκοσι ἐτῶν ἐλευθερῶσαι οὔτε ἐκ προσαγωγῆς δύναται, οὔτε διαθήκῃ˙ τοιγαροῦν οὐδὲ Λατῖνον ποιῆσαι δύναται˙ τοσοῦτον γὰρ ἐπὶ συμβουλίῳ δύναται ἐλευθερῶσαι δοῦλον ἴδιον αἰτίας δοκιμασθείσης.
497Felix III, Epistolae et decreta, 58, 0908C
Ἐπεὶ οὖν καθὸ Λόγος ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς οὐκ ἠδύνατο εἰς ἰδίαν οὐσίαν παθεῖν, ἵνα μὴ εἰς τὴν τοῦ παντοκράτορος Θεοῦ, καὶ Πατρὸς τὸ πάθος λογισθῇ· μία γὰρ θεότης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· πάσχει τὸ γεγονὸς ἴδιον τοῦ Λόγου ἔμψυχον σῶμα, ὅπερ αὐτὸς ὁ τοῦ Θεοῦ ἐνυπόστατος Λόγος ἐξ αὐτῆς τῆς μήτρας τῆς ἁγίας καὶ ἀπειρογἅμου ἑνώσας, ἑαυτῷ, προῆλθεν ἐκ γυναικός· περὶ ἧς προμηθούμενοι οἱ θεηγόροι ἄνδρες ἔλεγον· Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου· καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταιώσας ἑαυτῷ ( Ψαλμ. LXXIX) .
498Gregorius I, Dialogi, 77, 0202A (auctor 540-604)
Οἱ δὲ ἐκεῖσε εὑρεθέντες, τὴν κόρην ἐν ταῖς χερσὶν ἐκ τοῦ εὐκτηρίου ἄραντες, εἰς τὸν ἴδιον οἶκον ἀπήγαγον.
499Gregorius I, Dialogi, 77, 0235C (auctor 540-604)
Ὁ δὲ τῇ ζωῇ εὐλαβέστατος Σαβῖνος ὁ ἐπίσκοπος ἀπεκρίθη λέγων· Ἄπελθε καὶ εἰπὲ αὐτῷ· Δηλοῖ σοι ὁ ἐπίσκοπος, ἵνα ἰδιάσῃς, καὶ εἰς τὸν ἴδιόν σου τόπον ὑποστρέψῃς.
500Gregorius I, Dialogi, 77, 0238A (auctor 540-604)
Τούτου δὲ γενομένου, δεξάμενος ὁ ποταμὸς τοῦ ἁγίου ἀνδρὸς τὸ πρόσταγμα, παρευθὺ ἐκ τῆς γῆς ἐκκλησίας ἀνέστειλεν, καὶ εἰς τὸν ἴδιον τόπον ὑποστρέψας ἐξελθεῖν τοῦ λοιποῦ εἰς τὰ τοπία τῆς ἐκκλησίας οὐκ ἐτόλμησεν.