'αίτησις' - search in All Authors, Showing 1 to 8 of 8 hits

1Aristoteles, De interpretatione, 11; 4 (auctor 384BC-322BC)
Εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις, ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεως, ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριον, οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτα· οὐδὲ γὰρ ἡ ἐρώτησις μία, οὐδ᾿ ἐὰν ᾖ ἀληθής.
2Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 6; 8
εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
3Coelestinus I, Epistolae et decreta, 50, 0510B
Τίς τῶν δώδεκα ἡ αἴτησις δεομένων ἐγγύετο; δηλαδὴ ἵνα δέξωνται τὸν λόγον τοῦ Θεοῦ λαλεῖν μετὰ παῤῥησίας, καὶ διὰ τῆς αὐτοῦ δυνάμεως ἐνεργεῖν, ὧν, διδόντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, εἰλήφεισαν τὴν ἐξουσίαν· καὶ τῇ ὑμετέρᾳ νῦν ἁγίᾳ συνόδῳ τί ἐστιν ἄλλο αἰτεῖν, ἢ γὰρ ὃπως μετὰ παῤῥηςίας λαλήσητε τὸν λόγον τοῦ Χριστοῦ; καὶ ταῦτα δέδωκε φυλάττειν, ὅσπερ καὶ κηρύττειν ἐχαρίσατο; καὶ πεπληρωμένοι πνεύματος ἁγίου, καθὰ γέγραπται, εἰ καὶ διαφόρῳ στόματι, ἓν ὅμως, ὅπερ αὐτὸ τὸ πνεῦμα ἐδίδαξε καὶ προσίεται.
4Dositheus, Ars, p. 90, l. 11 (auctor c.350)
κροτητικὴ αἴτησις plausibilis petitio.
5Gregorius I, Dialogi, 77, 0162A (auctor 540-604)
Τί οὖν εἶναι τοῦτο λέγομεν; τοῦ Ὁνωράτου ἡ ἁγιότης τὴν δύναμιν τοῦ τοσούτου θαύματος πεποίηκεν, ἢ τοῦ Λιβερτίνου ἡ αἴτησις; ΓΡΗΓ.
6Gregorius I, Dialogi, 77, 0154A (auctor 540-604)
Δυσωπῶ, πανάγιε πάτερ, πάνυ ποθοῦντός μου, ἵνα τῆς περὶ αὐτῶν ἄρξῃ διηγήσεως, καὶ μὴ βαρεῖα νομισθῇ ἡ αἴτησις τοῦ διανοιγῆναι τὰ τῆς ὑποθέσεως· οὐ γὰρ μετρία οἰκοδομὴ ἀνατέλλει ἐκ τῆς μνήμης τῶν δυνάμεων.
7Markos monachos, Florilegium et opuscula, Florilegium, 40; 19 (auctor fl.1260)
Τί ἐστιν εὐχὴ καὶ τί προσευχή; – Μαξίμου Εὐχὴ μέν ἐστιν ὑπόσχεσις πρὸς θεόν, ὡς ὅταν τις ὑπισχνεῖται παρθενεύειν ἢ ἀποσχέσθαι οἴνου ἢ ἄλλου τινός· προσευχὴ δὲ αἴτησις τῶν ἀγαθῶν.
8Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1244A
Σαλαθιὴλ, αἴτησις θεοῦ, ἢ τοῦ ἐρχομένου.