'αιδώς' - search in All Authors, Showing 1 to 62 of 62 hits

1Aristoteles, Ethica Eudemia, 2; 71 (auctor 384BC-322BC)
ἀναισχυντία κατάπληξις αἰδώς.
2Aristoteles, Ethica Eudemia, 3; 68 (auctor 384BC-322BC)
ἀλλὰ πάντων τῶν τοιούτων ἀνδρείων οἱ διὰ τὴν αἰδῶ ὑπομένοντες μάλιστα φανεῖεν ἂν ἀνδρεῖοι, καθάπερ καὶ Ὅμηρος τὸν Ἕκτορά φησιν ὑπομεῖναι τὸν κίνδυνον τὸν πρὸς τὸν Ἀχιλλέα· Ἕκτορα δ' αἰδὼς εἷλε· σουρξε υνκνοων καὶ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει.
3Aristoteles, Ethica Eudemia, 3; 167 (auctor 384BC-322BC)
αἰδὼς δὲ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως· ὁ μὲν γὰρ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος, ὁ δὲ πάσης ὁμοίως καταπλήξ, ὁ δὲ τῆς τῶν φαινομένων ἐπιεικῶν αἰδήμων.
4Aristoteles, Ethica Eudemia, 3; 182 (auctor 384BC-322BC)
ὁ μὲν οὖν φθόνος εἰς ἀδικίαν συμβάλλεται (πρὸς γὰρ ἄλλον αἱ πράξεις αἱ ἀπ' αὐτοῦ) καὶ ἡ νέμεσις εἰς δικαιοσύνην, ἡ αἰδὼς εἰς σωφροσύνην, διὸ καὶ ὁρίζονται ἐν τῷ γένει τούτῳ τὴν σωφροσύνην· ὁ δ' ἀληθὴς καὶ ψευδὴς ὃ μὲν ἔμφρων, ὃ δ' ἄφρων.
5Aristoteles, Ethica Nicomachea, 2, 7; 21 (auctor 384BC-322BC)
εἰσὶ δὲ καὶ ἐν τοῖς παθήμασι καὶ περὶ τὰ πάθη μεσότητες· ἡ γὰρ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπαινεῖται δὲ καὶ ὁ αἰδήμων.
6Aristoteles, Ethica Nicomachea, 4, 15; 7 (auctor 384BC-322BC)
τὸ δ' οὕτως ἔχειν ὥστ' εἰ πράξαι τι τῶν τοιούτων αἰσχύνεσθαι, καὶ διὰ τοῦτ' οἴεσθαι ἐπιεικῆ εἶναι, ἄτοπον· ἐπὶ τοῖς ἑκουσίοις γὰρ ἡ αἰδώς, ἑκὼν δ' ὁ ἐπιεικὴς οὐδέποτε πράξει τὰ φαῦλα.
7Aristoteles, Ethica Nicomachea, 4, 15; 8 (auctor 384BC-322BC)
εἴη δ' ἂν ἡ αἰδὼς ἐξ ὑποθέσεως ἐπιεικές· εἰ γὰρ πράξαι, αἰσχύνοιτ' ἄν· οὐκ ἔστι δὲ τοῦτο περὶ τὰς ἀρετάς.
8Aristoteles, Magna moralia, 1, 29, 1; 1 (auctor 384BC-322BC)
Αἰδὼς δ' ἐστὶ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως, ἔστιν δὲ περὶ πράξεις καὶ λόγους.
9Aristoteles, Magna moralia, 1, 29, 2; 2 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ ἀναίσχυντός ἐστιν ὁ ἐν παντὶ καὶ πρὸς πάντας λέγων καὶ πράττων ἃ ἔτυχεν, ὁ δὲ καταπεπληγμένος ὁ ἐναντίος τούτῳ, ὁ πάντα καὶ [πρὸς] πάντας εὐλαβούμενος καὶ πρᾶξαι καὶ εἰπεῖν (ἄ πρακτος γὰρ ὁ τοιοῦτος, ὁ πάντα καταπληττόμενος) ἡ δὲ αἰδὼς καὶ ὁ αἰδήμων μεσότης τις τούτων.
10Aristoteles, Politica, 7, 1335A; 257 (auctor 384BC-322BC)
δεῖ δ' ἀποβλέποντα νομοθετεῖν ταύτην τὴν κοινωνίαν πρὸς αὐτούς τε καὶ τὸν τοῦ ζῆν χρόνον, ἵνα συγκαταβαίνωσι ταῖς ἡλικίαις ἐπὶ τὸν αὐτὸν καιρὸν καὶ μὴ διαφωνῶσιν αἱ δυνάμεις τοῦ μὲν ἔτι δυναμένου γεννᾶν τῆς δὲ μὴ δυναμένης, ἢ ταύτης μὲν τοῦ δ' ἀνδρὸς μή (ταῦτα γὰρ ποιεῖ καὶ στάσεις πρὸς ἀλλήλους καὶ διαφοράς) · ἔπειτα καὶ πρὸς τὴν τῶν τέκνων διαδοχήν, δεῖ γὰρ οὔτε λίαν ὑπολείπεσθαι ταῖς ἡλικίαις τὰ τέκνα τῶν πατέρων (ἀνόνητος γὰρ τοῖς μὲν πρεσβυτέροις ἡ χάρις παρὰ τῶν τέκνων, ἡ δὲ παρὰ τῶν πατέρων βοήθεια τοῖς τέκνοις) , οὔτε λίαν πάρεγγυς εἶναι (πολλὴν γὰρ ἔχει δυσχέρειαν· ἥ τε γὰρ αἰδὼς ἧττον ὑπάρχει τοῖς τοιούτοις ὥσπερ ἡλικιώταις καὶ περὶ τὴν οἰκονομίαν ἐγκληματικὸν τὸ πάρεγγυς) · ἔτι δ', ὅθεν ἀρχόμενοι δεῦρο μετέβημεν, ὅπως τὰ σώματα τῶν γεννωμένων ὑπάρχῃ πρὸς τὴν τοῦ νομοθέτου βούλησιν.
11Aristoteles, Problemata, 11; 169 (auctor 384BC-322BC)
Διὰ τί ἀγωνιῶντες μὲν βαρύτερον φθέγγονται, φοβούμενοι δὲ ὀξύτερον; καίτοι καὶ ἡ αἰδὼς φόβος τίς ἐστιν.
12Aristoteles, Problemata, 31; 6 (auctor 384BC-322BC)
Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μᾶλλον ἐπιδιδόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα; ἢ διότι οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς) ἀντιβλέπειν οὐ δύνανται; καὶ ἡ δειλία κατάψυξίς τίς ἐστιν ἐνταῦθα.
13Aristoteles, Problemata, 32; 26 (auctor 384BC-322BC)
Διὰ τί τοῖς μὲν αἰσχυνομένοις ἄκρα τὰ ὦτα ἐπιφοινίσσεται, τοῖς δὲ ὀργιζομένοις οἱ ὀφθαλμοί; ἢ ὅτι ἡ μὲν αἰδὼς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετὰ φόβου, ὥστε εἰκότως ἀπολείπει τὸ θερμὸν τοὺς ὀφθαλμούς· χωριζόμενον δὲ εἰς τὸν δεκτικώτατον φέρεται τόπον.
14Aristoteles, Rhetorica, 1, 9, 20; 21 (auctor 384BC-322BC)
καὶ τὰ ἐναντία ἢ ἐφ' οἷς αἰσχύνονται· τὰ γὰρ αἰσχρὰ αἰσχύνονται καὶ λέγοντες καὶ ποιοῦντες καὶ μέλλοντες, ὥσπερ καὶ Σαπφὼ πεποίηκεν, εἰπόντος τοῦ Ἀλκαίου θέλω τι εἰπῆν, ἀλλά με κωλύει αἰδώς, αλξαευς φρ.
15Aristoteles, Rhetorica, 1, 9, 20; 22 (auctor 384BC-322BC)
55 αἱ δ' ἦχες ἐσθλῶν ἵμερον ἢ καλῶν καὶ μή τι εἰπῆν γλῶσσ' ἐκύκα κακόν αἰδώς κέν σε οὐκ εἶχεν ὄμματ', ἀλλ' ἔλεγες περὶ τῶ δικαίω.
16Claudianus Claudius, Fragmenta spuria vel suspecta, 415; 22 (auctor c.370-c.404)
Μαχλὰς ἐυϰροτάλοισιν ἀνευάζουσα χορείαις δίζυγα παλλομένοισι τινάγμασι χαλϰόν ἀράσσει, τῆς μὲν ὑποϰλέπτων πολιὴν τρίχα γείτονα Μοίρης ἠλεμάτοις ἀϰτῖσι χαράάσσεται ὄμματος αὐγή, ψευδόμενον δ᾿ ἐρύϑημα ϰατέγραϕεν ἄχροος αἰδώς ἀγλαΐῃ στέψασα νόϑῃ ϰεϰαλυμμένα μῆλα.
17Coelestinus I, Epistolae et decreta, 50, 0522B
Σωφρονισθέντων δὲ καθ' ὃν προσήκει τρόπον τὰ τοιαῦτα τετολμηκότων, ἀργήσει πᾶς θόρυβος, καὶ ἡ πρέπουσα τοῖς κανόσιν αἰδὼς παρὰ πάντων σωθήσεται.
18Constantinus I, Decreta et constitutiones, 8, 0107A (auctor c.272–337)
μᾶλλον δὲ ἐν πρώτοις διατάξαι ἐδογματίσαμεν, οἷς ἡ πρὸς τὸ θεῖον αἰδώς τε καὶ τὸ σέβας ἐνείχετο.
19Constantinus I, Epistolae, 8, 0482B (auctor c.272–337)
ἐπειδὴ ἐκ πλλιόνων πραγμάτων φαίνεται παρεξουθενηθεῖσαν τὴν θρησκείαν ἐν ᾗ ἡ κορυφαία ἁγιωτάτης τῆς ἐπουρανίου αἰδὼς φυλάττεται, μεγάλους κινδύνους ἐνηνοχέναι τοῖς δημοσίοις πράγμασιν, αὐτήν τε ταύτην ἐνθέσμως ἀναληφθεῖσαν καὶ φυλαττομένην, μεγίστην εὐτυχίαν τῷ Ῥωμαϊκῷ ὀνόματι, καὶ σύμπασι τοῖς τῶν ἀνθρώπων πράγμασιν ἐξαίρετον εὐδαιμονίαν παρεσχηκέναι, τῶν θείων εὐεργεσιῶν τοῦτο παρεχουσῶν, ἔδοξεν ἐκείνους τοὺς ἄνδρας τοὺς τῇ ὀφειλομένῃ ἁγιότητι καὶ τῇ τοῦ νόμου τούτου παρεδρίᾳ τὰς ὑπηρεσίας τὰς ἐξ ἑαυτῶν, τῇ τῇς θείας θρησκείας θεραπείᾳ παρέχοντας, τῶν καμάτων τῶν ἰδίων τὰ ἔπαθλα κομίσασθαι, Ἀνυλῖνε τιμιώτατε.
20Desiderius Erasmus, Adagia, Chiliades, 1, 164; 1 (opus 1508)
Ἵνα δέος, ἕνθα καί αἰδώς, id est Ubi timor, ibi et pudor.
21Desiderius Erasmus, Adagia, Chiliades, 1, 164; 7 (opus 1508)
Est enim hemistichion carminis heroici: Ἵνα γάρ δέος, ἔνθα καί αἰδώς, id est: Ubi enim timor, et pudor illic.
22Desiderius Erasmus, Adagia, Chiliades, 2, 1070; 1 (opus 1508)
Ἐν ὀφθαλμοῖς ἡ αἰδώς, id est In oculis pudor.
23Desiderius Erasmus, Adagia, Chiliades, 2, 1070; 15 (opus 1508)
XIII. Idem in Problematis causam inquirens, quamobrem pudefactis rubescant aures, iratis oculi, huius adagii testimonium citat: Ἢ ὅτι, inquit, ἡ μέν αἰδώς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετά φόβου, ὥστε εἰκότως ἀπολείπει τό θερμόν τούς ὀφθαλμούς; Φωριζόμενον δέ εἰς τόν δεκτικώτατον φέρεται τόπον· τοιοῦτος δέ ὁ ἐν τοῖς ἄκροῖς τῶν ὤτων, ὁ γάρ ἄλλος ὀστώδης.
24Desiderius Erasmus, Adagia, Chiliades, 2, 1070; 19 (opus 1508)
Refertur hic versus ex Euripide: Αἰδώς ἐν ὀφθαλμοῖσι γίνεται, τέκνον, id est Mea gnata, in oculis nascitur hominum pudor.
25Desiderius Erasmus, Adagia, Chiliades, 2, 1070; 20 (opus 1508)
Aristophanes in Vespis: Ἀλλά τούτοις γε οὐκ ἔνι Οὐδ’ ἐν ὀφθαλμοῖσιν αἰδώς τῶν παλαιῶν ἐμβάδων, id est Caeterum istis haud inest Calciamenti vetusti nec vel in oculis pudor.
26Desiderius Erasmus, Adagia, Chiliades, 2, 1070; 22 (opus 1508)
Rhetoricorum primo ex Sapphone citat: Αἰδώς κέν σε οὐκ εἷχεν ὄμματα, id est Non esset tibi pudor in oculis.
27Desiderius Erasmus, Adagia, Chiliades, 2, 1602; 1 (opus 1508)
Αἰδώς δ’ οὐκ ἀγαθή κεχρημένῳ ἀνδρί παρεῖναι.
28Desiderius Erasmus, Adagia, Chiliades, 2, 1602; 5 (opus 1508)
Apud Hesiodum item: Αἰδώς δ’ οὐκ ἀγαθή κεχρημένῳ ἀνδρί κομίζει, id est Verum homini pudor haudquaquam conducit egeno.
29Desiderius Erasmus, Adagia, Chiliades, 2, 1602; 12 (opus 1508)
Homerus Iliados Ψ scribit verecundiam seu reverentiam plurimum prodesse et eamdem officere plurimum: Οὐδέ οἱ αἰδώς Γίγνεται, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν, id est Nec pudor est illi, qui vel laedit vehementer Vel multum prodest homini.
30Desiderius Erasmus, Adagia, Chiliades, 3, 2810; 1 (opus 1508)
Cum abstinetur a re quapiam, quod ea cum inhonesta factu videatur tum vero minime tuta, locum habebit illud ex Iliados Ο: Ἴσχε γάρ αἰδώς καί δέος, id est Nam pudor atque metus vetuit.
31Hesiodus, Opera et dies, 174; 7 (auctor fl.c.700BC)
οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου οὔτ' ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν ἀνέρες αἰνήσουσι· δίκη δ' ἐν χερσί, καὶ αἰδὼς οὐκ ἔσται· βλάψει δ' ὁ κακὸς τὸν ἀρείονα φῶτα μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δ' ὅρκον ὀμεῖται.
32Hesiodus, Opera et dies, 174; 9 (auctor fl.c.700BC)
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ' ἀνθρώπους Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ θνητοῖς ἀνθρώποισι· κακοῦ δ' οὐκ ἔσσεται ἀλκή.
33Hesiodus, Opera et dies, 274; 12 (auctor fl.c.700BC)
αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, αἰδώς, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησιν.
34Hesiodus, Opera et dies, 274; 13 (auctor fl.c.700BC)
αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
35Homerus, Ilias, 5, 764; 5 (auctor fl.700BC)
αἳ δέ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καί ἄριστοι ἕστασαν ἀμφί βίην Διομήδεος ἱπποδάμοιο εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσί κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, ἔνθα στᾶσ' ἤϋσε θεά λευκώλενος Ἥρη Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, ὃς τόσον αὐδήσασχ' ὅσον ἄλλοι πεντήκοντα· αἰδώς Ἀργεῖοι κάκ' ἐλέγχεα εἶδος ἀγητοί· ὄφρα μέν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, οὐδέ ποτε Τρῶες πρό πυλάων Δαρδανιάων οἴχνεσκον· κείνου γάρ ἐδείδισαν ὄβριμον ἔγχος· νῦν δέ ἑκάς πόλιος κοίλῃς ἐπί νηυσί μάχονται.
36Homerus, Ilias, 8, 198; 8 (auctor fl.700BC)
βῆ δ' ἰέναι παρά τε κλισίας καί νῆας Ἀχαιῶν πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρί παχείῃ, στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, ἠμέν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας εἴρυσαν, ἠνορέῃ πίσυνοι καί κάρτεϊ χειρῶν· ἤϋσεν δέ διαπρύσιον Δαναοῖσι γεγωνώς· αἰδώς Ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί· πῇ ἔβαν εὐχωλαί, ὅτε δή φάμεν εἶναι ἄριστοι, ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, ἔσθοντες κρέα πολλά βοῶν ὀρθοκραιράων πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθ' ἐν πολέμῳ· νῦν δ' οὐδ' ἑνός ἄξιοί εἰμεν Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρί κηλέῳ.
37Homerus, Ilias, 13, 81; 4 (auctor fl.700BC)
Τεῦκρον ἔπι πρῶτον καί Λήϊτον ἦλθε κελεύων Πηνέλεών θ' ἥρωα Θόαντά τε Δηΐπυρόν τε Μηριόνην τε καί Ἀντίλοχον μήστωρας ἀϋτῆς· τούς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· αἰδώς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς· εἰ δ' ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, νῦν δή εἴδεται ἦμαρ ὑπό Τρώεσσι δαμῆναι.
38Homerus, Ilias, 15, 113; 3 (auctor fl.700BC)
ἔνθά κ' ἔτι μείζων τε καί ἀργαλεώτερος ἄλλος πάρ Διός ἀθανάτοισι χόλος καί μῆνις ἐτύχθη, εἰ μή Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν ὦρτο διέκ προθύρου, λίπε δέ θρόνον ἔνθα θάασσε, τοῦ δ' ἀπό μέν κεφαλῆς κόρυθ' εἵλετο καί σάκος ὤμων, ἔγχος δ' ἔστησε στιβαρῆς ἀπό χειρός ἑλοῦσα χάλκεον· ἣ δ' ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· μαινόμενε φρένας ἠλέ διέφθορας· ἦ νύ τοι αὔτως οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καί αἰδώς.
39Homerus, Ilias, 15, 478; 6 (auctor fl.700BC)
Αἴας δ' αὖθ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· αἰδώς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠέ σαωθῆναι καί ἀπώσασθαι κακά νηῶν.
40Homerus, Ilias, 15, 653; 2 (auctor fl.700BC)
Ἀργεῖοι δέ νεῶν μέν ἐχώρησαν καί ἀνάγκῃ τῶν πρωτέων, αὐτοῦ δέ παρά κλισίῃσιν ἔμειναν ἁθρόοι, οὐδέ κέδασθεν ἀνά στρατόν· ἴσχε γάρ αἰδώς καί δέος· ἀζηχές γάρ ὁμόκλεον ἀλλήλοισι.
41Homerus, Ilias, 16, 394; 5 (auctor fl.700BC)
Σαρπηδών δ' ὡς οὖν ἴδ' ἀμιτροχίτωνας ἑταίρους χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, κέκλετ' ἄρ' ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· αἰδώς ὦ Λύκιοι· πόσε φεύγετε· νῦν θοοί ἔστε.
42Homerus, Ilias, 17, 319; 2 (auctor fl.700BC)
ὣς ἔφατ', Αἰνείας δ' ἑκατηβόλον Ἀπόλλωνα ἔγνω ἐς ἄντα ἰδών, μέγα δ' Ἕκτορα εἶπε βοήσας· Ἕκτόρ τ' ἠδ' ἄλλοι Τρώων ἀγοί ἠδ' ἐπικούρων αἰδώς μέν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' Ἀχαιῶν Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
43Homerus, Ilias, 24, 22; 4 (auctor fl.700BC)
ἀλλ' ὀλοῷ Ἀχιλῆϊ θεοί βούλεσθ' ἐπαρήγειν, ᾧ οὔτ' ἂρ φρένες εἰσίν ἐναίσιμοι οὔτε νόημα γναμπτόν ἐνί στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν, ὅς τ' ἐπεί ἂρ μεγάλῃ τε βίῃ καί ἀγήνορι θυμῷ εἴξας εἶσ' ἐπί μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν· ὣς Ἀχιλεύς ἔλεον μέν ἀπώλεσεν, οὐδέ οἱ αἰδώς γίγνεται, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι.
44Homerus, Odyssea, 3, 1; 7 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Μέντορ, πῶς τ' ἄρ' ἴω· πῶς τ' ἂρ προσπτύξομαι αὐτόν· οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν· αἰδώς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
45Homerus, Odyssea, 17, 336; 3 (auctor fl.700BC)
Τηλέμαχος δ' ἐπί οἷ καλέσας προσέειπε συβώτην, ἄρτον τ' οὖλον ἑλών περικαλλέος ἐκ κανέοιο καί κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· " δός τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· αἰδώς δ' οὐκ ἀγαθή κεχρημένῳ ἀνδρί παρεῖναι.
46Leo I, Epistolae, 54, 0846B (auctor 440-461)
Εἰ καὶ τὰ μάλιστα ἐκεῖνα ἃ τῇ τῶν Κωνσταντινουπολιτῶν Ἐκκλησίᾳ γεγραφήκαμεν, τὴν φροντίδα τῆς ὑμετέρας ἀγάπης λαθεῖν οὐκ ἠδυνήθη, ὅμως καὶ ἰδικοῖς γράμμασι τὴν ἀγάπην ὑμῶν προτρέψασθαι ἀκόλουθον εἶναι ἡγησάμεθα, ἵνα μεμνημένοι τῆς ἁγίας (ἐπαγγελίας ὑμῶν,) ἥ τις ἰδικῶς ἐν πίστει καὶ ἀγάπῃ συνίσταται, πάντα τὰ σκάνδαλα τὰ κατέναντι τῆς ἐκκλησίας διεγερθέντα, ἀπὸ τῆς ὑμετέρας καρδίας ἀποβάλησθε· τοῦ μακαρίου ἀποστόλου τὰς ἀποφάσεις εὐσεβεῖ γνώμῃ διακατέχοντες· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω· καὶ φυλάττοντες ὁμοψυχίαν μετὰ τοῦ ἀδελφοῦ ἡμῶν Φλαβιανοῦ τοῦ ἐπισκόπου, ὅν τινα πρὸς καιρὸν ὁ κύριος συνεχώρησε τῶν ἀσεβῶν ταῖς ἐπισκευαῖς πειραθῆναι, ἵνα δόκιμον ἑαυτῷ τὸν ἴδιον ἀρχιερέα, διὰ τῆς ὑπομονῆς ποιήσῃ λαμπρότερον, αὗται γὰρ αἱ ταραχαὶ ἀναγκαίως, βοηθούσης τῆς τοῦ Θεοῦ χάριτος, τάχιον διαλυθήσονται, καὶ πᾶν τὸ ἀποδοκιμασθὲν, ἀπὸ τῆς καθαρότητος τῆς ἐκκλησίας, ἥτις οὔτε σπῖλον οὔτε ῥυτίδα ἐπιδέχεται, ἀποῤῥιφήσεται· μάλιστα ὅτι ἁπὸ τῆς μανιώδους αἰτίας [Forte ἀμαθίας] εἰς τοσοῦτον ἔφθασαν, ἵνα κατέναντι τοῦ μυστηρίου τῆς σωτηρίας τῶν ἀνθρώπων, ἡ τῆς ἐνσαρκώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀλήθεια ἀρνήσηται, καὶ ὁ τῆς ἀρχαίας πίστεως κήρυξ καὶ ἔκδικος, ἐπειδὴ οὐ συνέθετο ταῖς βλασφημίαις, ἅς τινας πρὸ πολλοῦ οἱ ἅγιοι πατέρες ἡμῶν εἰς πολλοὺς αἱρετικοὺς καθεῖλαν, ὑποβληθείη ὕβρεσιν· ἐν ᾧ δηλαδὴ πάντων τῶν τοῦ κυρίου ἱερέων ἡ αἰδὼς τύπτεται, καὶ ὅλα τὰ μέλη τοῦ σώματος τοῦ Χριστοῦ.
47Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 162; 2 (auctor 1606-1681)
Ι(́να δέος ἔνθα καὶ αἰδώς .
48Plato, Charmides, p1, 160; 10 (auctor c.425BC-347BC)
πάλιν τοίνυν, ἦν δ' ἐγώ, ὦ Χαρμίδη, μᾶλλον προσέχων τὸν νοῦν καὶ εἰς σεαυτὸν ἐμβλέψας, ἐννοήσας ὁποῖόν τινά σε ποιεῖ ἡ σωφροσύνη παροῦσα καὶ ποία τις οὖσα τοιοῦτον ἀπεργάζοιτο ἄν, πάντα ταῦτα συλλογισάμενος εἰπὲ εὖ καὶ ἀνδρείως τί σοι φαίνεται εἶναι· καὶ ὃς ἐπισχὼν καὶ πάνυ ἀνδρικῶς πρὸς ἑαυτὸν διασκεψάμενος, δοκεῖ τοίνυν μοι, ἔφη, αἰσχύνεσθαι ποιεῖν ἡ σωφροσύνη καὶ αἰσχυντηλὸν τὸν ἄνθρωπον, καὶ εἶναι ὅπερ αἰδὼς ἡ σωφροσύνη.
49Plato, Charmides, p1, 161; 2 (auctor c.425BC-347BC)
τί οὖν· ἦν δ' ἐγώ· Ὁμήρῳ οὐ πιστεύεις καλῶς λέγειν, λέγοντι ὅτι αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι· ηομ.
50Plato, Charmides, p1, 161; 5 (auctor c.425BC-347BC)
ἔστιν ἄρα, ὡς ἔοικεν, αἰδὼς οὐκ ἀγαθὸν καὶ ἀγαθόν.
51Plato, Charmides, p1, 161; 9 (auctor c.425BC-347BC)
οὐκ ἄρα σωφροσύνη ἂν εἴη αἰδώς, εἴπερ τὸ μὲν ἀγαθὸν τυγχάνει ὄν, αἰδὼς δὲ [μὴ] οὐδὲν μᾶλλον ἀγαθὸν ἢ καὶ κακόν.
52Plato, Euthyphro, p1, 12; 4 (auctor c.425BC-347BC)
λέγω γὰρ δὴ τὸ ἐναντίον ἢ ὁ ποιητὴς ἐποίησεν ὁ ποιήσας – Ζῆνα δὲ τὸν [θ'] ἔρξαντα καὶ ὃς τάδε πάντ' ἐφύτευσεν οὐκ ἐθέλει νεικεῖν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς.
53Plato, Euthyphro, p1, 12; 8 (auctor c.425BC-347BC)
Σωκράτης οὐ δοκεῖ μοι εἶναι «ἵνα δέος ἔνθα καὶ αἰδώς» πολλοὶ γάρ μοι δοκοῦσι καὶ νόσους καὶ πενίας καὶ ἄλλα πολλὰ τοιαῦτα δεδιότες δεδιέναι μέν, αἰδεῖσθαι δὲ μηδὲν ταῦτα ἃ δεδίασιν· οὐ καὶ σοὶ δοκεῖ· Εὐθύφρων πάνυ γε.
54Plato, Euthyphro, p1, 12; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλ' ἵνα γε αἰδὼς ἔνθα καὶ δέος εἶναι· ἐπεὶ ἔστιν ὅστις αἰδούμενός τι πρᾶγμα καὶ αἰσχυνόμενος οὐ πεφόβηταί τε καὶ δέδοικεν ἅμα δόξαν πονηρίας· Εὐθύφρων δέδοικε μὲν οὖν.
55Plato, Euthyphro, p1, 12; 10 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρ' ὀρθῶς ἔχει λέγειν· «ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς,» ἀλλ' ἵνα μὲν αἰδὼς ἔνθα καὶ δέος, οὐ μέντοι ἵνα γε δέος πανταχοῦ αἰδώς· ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς.
56Plato, Euthyphro, p1, 12; 11 (auctor c.425BC-347BC)
μόριον γὰρ αἰδὼς δέους ὥσπερ ἀριθμοῦ περιττόν, ὥστε οὐχ ἵναπερ ἀριθμὸς ἔνθα καὶ περιττόν, ἵνα δὲ περιττὸν ἔνθα καὶ ἀριθμός.
57Plato, Leges, 1b, 698; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος τὰ δὲ περὶ τὴν τῆς Ἀττικῆς αὖ πολιτείας τὸ μετὰ τοῦτο ὡσαύτως ἡμᾶς διεξελθεῖν χρεών, ὡς ἡ παντελὴς καὶ ἀπὸ πασῶν ἀρχῶν ἐλευθερία τῆς μέτρον ἐχούσης ἀρχῆς ὑφ' ἑτέρων οὐ σμικρῷ χείρων· ἡμῖν γὰρ κατ' ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασιν τοῖς τὴν Εὐρώπην οἰκοῦσιν, ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ τιμημάτων ἀρχαί τινες τεττάρων, καὶ δεσπότις ἐνῆν τις αἰδώς, δι' ἣν δουλεύοντες τοῖς τότε νόμοις ζῆν ἠθέλομεν.
58Plato, Respublica, 1d, 465; 6 (auctor c.425BC-347BC)
οἶμαι δ' οὐδὲ ἄλλως ἀτιμάσει· ἱκανὼ γὰρ τὼ φύλακε κωλύοντε, δέος τε καὶ αἰδώς, αἰδὼς μὲν ὡς γονέων μὴ ἅπτεσθαι εἴργουσα, δέος δὲ τὸ τῷ πάσχοντι τοὺς ἄλλους βοηθεῖν, τοὺς μὲν ὡς ὑεῖς, τοὺς δὲ ὡς ἀδελφούς, τοὺς δὲ ὡς πατέρας.
59Plato, Respublica, 1i, 595; 5 (auctor c.425BC-347BC)
πῇ δή, ἔφη, διανοούμενος λέγεις· ῥητέον, ἦν δ' ἐγώ· καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ὁμήρου ἀποκωλύει λέγειν.
60Plato, Sophistes, p1, 217; 9 (auctor c.425BC-347BC)
Ξένος ὦ Σώκρατες, αἰδώς τίς μ' ἔχει τὸ νῦν πρῶτον συγγενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι τὴν συνουσίαν, ἀλλ' ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν κατ' ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιούμενον· τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις, ἀλλὰ τυγχάνει λόγου παμμήκους ὄν.
61Plotinus, Enneades, 2, 9, 10; 2 (auctor c.205-270)
Αἰδὼς γάρ τις ἡμᾶς ἔχει πρός τινας τῶν φίλων, οἳ τούτῳ τῷ λόγῳ ἐντυχόντες πρότερον ἢ ἡμῖν φίλοι γενέσθαι οὐκ οἶδ᾽ ὅπως ἐπ᾽ αὐτοῦ μένουσι.
62Vigilius papa, Epistolae et decreta, 69, 0123B
Ἐπειδὴ οὐδενὶ ἀμφίβολόν ἐστιν, ὁπόσα κεκίνηται περὶ τῶν τριῶν κεφαλαίων, τουτέστι περὶ Θεοδώρου τοῦ ποτε Μοψουεστίας ἐπισκόπου, καὶ τῶν αὐτοῦ συγγραμμάτων, οὐ μὴν ἀλλὰ καὶ τῶν τοῦ Θεοδωρίτου συγγραμμάτων, καὶ τῆς ἐπιστολῆς τῆς λεγομένης παρ' Ἴβα γεγράφθαι πρὸς Μάρην τὸν Πέρσην· καὶ διάφορα περὶ τῶν αὐτῶν κεφαλαίων γεγένηταί τε, καὶ γέγραπται· καὶ διὰ τοῦτο, εἴγε ἐν παντὶ πράγματι ὁ τῆς σοφίας λόγος ἀπαιτεῖ τὸ ζητηθὲν ἀναψηλαφᾶσθαι, καὶ οὐκ αἰδὼς εἶναι ὀφείλει, ὥστε σπουδῇ τῆς ἀληθείας, τὸ παρὰ τὴν ἀρχὴν μὲν παραλειφθὲν, εὑρεθὲν δὲ μετὰ ταῦτα δημοσιευθῆναι, πόσῳγε μᾶλλον ταῖς ἐκκλησιαστικαῖς ὑποθέσεσι τοῦτο ἁρμόζει φυλάττεσθαι; Ὁπότε δῆλόν ἐστι τοὺς ἡμῶν πατέρας, καὶ μάλιστα τὸς μακαριώτατον Αὐγουστῖνον, τὸν ἐκλάμψαντα ἐν τοῖς θείοις λόγοις, τῆς Ῥωμαϊκῆς εὐγλωττίας διδάσκαλον ἀναψηλαφῆσαί τε τοὺς οἰκείους λόγους, καὶ διορθώσασθαι τὰ αὐτῷ εἰρημένα, καὶ τὰ παραλειφθέντα, μετὰ ταῦτα δὲ εὑρεθέντα προστεθεικέναι.