'αιθήρ' - search in All Authors, Showing 1 to 18 of 18 hits

1Aristoteles, Physica, 4, 7; 10
καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δ' ἐν τῷ ἀέρι, οὗτος δ' ἐν τῷ αἰθέρι, ὁ δ' αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ' οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.
2Aristoteles, De caelo, 2, 13, 7; 23 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς γῆς εἶναί φασιν, ἐπ´ ἄπειρον αὐτὴν ἐρριζῶσθαι λέγοντες, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος, ἵνα μὴ πράγματ´ ἔχωσι ζητοῦντες τὴν αἰτίαν· διὸ καὶ Ἐμπεδοκλῆς οὕτως ἐπέπληξεν, εἰπὼν ὡς εἴ περ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, ὡς διὰ πολλῶν δὴ γλώσσης ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.
3Aristoteles, De generatione et corruptione, 2, 6, 4; 8 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ´ αὔξησις ἂν εἴη κατ´ Ἐμπεδοκλέα, ἀλλ´ ἢ κατὰ πρόσθεσιν· πυρὶ γὰρ αὔξει τὸ πῦρ· «αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ´ αἰθήρ».
4Aristoteles, De generatione et corruptione, 2, 6, 10; 27 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ φαίνεται κινούμενα· διέκρινε μὲν γὰρ τὸ νεῖκος, ἠνέχθη δ´ ἄνω ὁ αἰθὴρ οὐχ ὑπὸ τοῦ νείκους, ἀλλ´ ὁτὲ μέν φησιν ὥσπερ ἀπὸ τύχης («οὕτω γὰρ συνέκυρσε θέων τοτέ, πολλάκι δ´ ἄλλως») ὁτὲ δέ φησι πεφυκέναι τὸ πῦρ ἄνω φέρεσθαι, ὁ δ´ αἰθήρ, φησί, [5] «〈δ´ αὖ〉 μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις».
5Aristoteles, Meteorologica, 1, I 3; 7 (auctor 384BC-322BC)
Καί ταύτην τήν δόξαν οὐ μόνον ἡμεῖς τυγχάνομεν ἔχοντες, φαίνεται δ’ ἀρχαία τις ὑπόληψις αὕτη καί τῶν πρότερον ἀνθρώπων· ὁ γάρ λεγόμενος αἰθήρ παλαιάν εἴληφε τήν προσηγορίαν, ἣν Ἀναξαγόρας μέν τῷ πυρί ταὐτόν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γάρ ἄνω πλήρη πυρός εἶναι, κἀκεῖνος τήν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισεν, τοῦτο μέν ὀρθῶς νομίσας· τό γάρ ἀεί σῶμα θέον ἅμα θεῖόν τι τήν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καί διώρισαν ὀνομάζειν αἰθέρα τό τοιοῦτον ὡς ὂν οὐθενί τῶν παρ’ ἡμῖν τό αὐτό· οὐ γάρ δή φήσομεν ἅπαξ οὐδέ δίς οὐδ’ ὀλιγάκις τάς αὐτάς δόξας ἀνακυκλεῖν γινομένας ἐν τοῖς ἀνθρώποις, ἀλλ’ ἀπειράκις.
6Aristoteles, Physica, 4, 5; 10 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δ' ἐν τῷ ἀέρι, οὗτος δ' ἐν τῷ αἰθέρι, ὁ δ' αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ' οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.
7Desiderius Erasmus, Adagia, Chiliades, 2, 1439; 7 (opus 1508)
Quanquam suspicor pro ἀρετή scriptum fuisse αἰθήρ, quemadmodum ex ἀήρ fecerat ἀνήρ.
8Flauius Sosipater Charisius, Ars, p. 38, l. 3 (auctor c.362)
elementa semper singularia sunt, uelut caelum οὐρανός, aether αἰθήρ, aer ἀήρ, sol ἥλιος, iubar τὸ σέλας τοῦ ἡλίου, terra γῆ, mare θάλασσα, autumnus et autumnum φθινόπωρον μετόπωρον.
9Goldastus, Notae, 80, 0316A
Ecce στάτηρ est statera: ad quam faciem αἰθὴρ, aethera, et per syncopen aethra; κρατὴρ, cratera; κλιμακτὴρ, climactera.
10Hesiodus, Theogonia, 104; 6 (auctor fl.c.700BC)
ἐκ Χάεος δ' Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· Νυκτὸς δ' αὖτ' Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
11Homerus, Ilias, 8, 553; 2 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινήν ἀμφί σελήνην φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ· ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαί καί πρώονες ἄκροι καί νάπαι· οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ, πάντα δέ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν· τόσσα μεσηγύ νεῶν ἠδέ Ξάνθοιο ῥοάων Τρώων καιόντων πυρά φαίνετο Ἰλιόθι πρό.
12Homerus, Ilias, 16, 284; 4 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινήν νεφέλην στεροπηγερέτα Ζεύς, ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαί καί πρώονες ἄκροι καί νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ, ὣς Δαναοί νηῶν μέν ἀπωσάμενοι δήϊον πῦρ τυτθόν ἀνέπνευσαν, πολέμου δ' οὐ γίγνετ' ἐρωή· οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν προτροπάδην φοβέοντο μελαινάων ἀπό νηῶν, ἀλλ' ἔτ' ἄρ' ἀνθίσταντο, νεῶν δ' ὑπόεικον ἀνάγκῃ.
13Plato, Phaedo, p1, 111; 4 (auctor c.425BC-347BC)
τὰς δὲ ὥρας αὐτοῖς κρᾶσιν ἔχειν τοιαύτην ὥστε ἐκείνους ἀνόσους εἶναι καὶ χρόνον τε ζῆν πολὺ πλείω τῶν ἐνθάδε, καὶ ὄψει καὶ ἀκοῇ καὶ φρονήσει καὶ πᾶσι τοῖς τοιούτοις ἡμῶν ἀφεστάναι τῇ αὐτῇ ἀποστάσει ᾗπερ ἀήρ τε ὕδατος ἀφέστηκεν καὶ αἰθὴρ ἀέρος πρὸς καθαρότητα.
14Plato, Timaeus, p1, 58; 9 (auctor c.425BC-347BC)
μετὰ δὴ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ κάει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασιν παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ· κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τῶν τριγώνων ἀνισότητα.
15Plotinus, Enneades, 3, 2, 3; 5 (auctor c.205-270)
Οὐ γὰρ δὴ γῆ μὲν κεκόσμηται φυτοῖς τε πᾶσι καὶ ζώιοις παντοδαποῖς καὶ μέχρι θαλάττης ψυχῆς ἦλθε δύναμις, ἀὴρ δὲ πᾶς καὶ αἰθὴρ καὶ οὐρανὸς σύμπας ψυχῆς ἄμοιρος, ἀλλ᾽ ἐκεῖ ψυχαὶ ἀγαθαὶ πᾶσαι, ἄστροις ζῆν διδοῦσαι καὶ τῇ εὐτάκτῳ οὐρανοῦ καὶ ἀιδίῳ περιφορᾷ νοῦ μιμήσει κύκλῳ φερομένῃ ἐμφρόνως περὶ ταὐτὸν ἀεί· οὐδὲν γὰρ ἔξω ζητεῖ.
16Ps Aristoteles, De mundo, 2; 12
Ὁ δὲ αἰθὴρ τά τε θεῖα ἐμπεριέχει σώματα καὶ τὴν τῆς κινήσεως τάξιν.
17Ps Aristoteles, De respiratione, 7; 10 (opus c.300BC)
Ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα, αἰθὴρ παφλάζων καταβήσεται οἴδματι μάργῳ, εὖτε δ’ ἀναθρώσκει, πάλιν ἐκπνεῖ, ὥσ περ ὅταν παῖς κλεψύδρην παίζησι δι’ εὐπετέος χαλκοῖο.
18Ps Aristoteles, De respiratione, 7; 12 (opus c.300BC)
Ὡς δ’ αὕτως ὅθ’ ὕδωρ μὲν ἔχει κατὰ βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο, αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων, εἰσόκε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αὔξιμον ὕδωρ.