'αισχρός' - search in All Authors, Showing 1 to 11 of 11 hits

1Aristoteles, De interpretatione, 7; 11 (auctor 384BC-322BC)
Εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός· καὶ εἰ γίνεταί τι, καὶ οὐκ ἔστιν.
2Aristoteles, Rhetorica, 1, 12, 5; 6 (auctor 384BC-322BC)
λαθητικὰ δ' εἰσὶν οἵ τ' ἐναντίοι τοῖς ἐγκλήμασιν, οἷον ἀσθενεῖς περὶ αἰκίας [καὶ] ὁ πένης καὶ ὁ αἰσχρὸς περὶ μοιχείας, καὶ τὰ λίαν ἐν φανερῷ καὶ ἐν ὀφθαλμοῖς· ἀφύλακτα γὰρ διὰ τὸ ὅλως μηδένα ἂν οἴεσθαι.
3Dositheus, Hermeneumata Leidensia, II, 8; 1 (auctor c.350)
φύσις natura μῆκος status τύπος forma ὡραῖος tempestivus καλός bonus κομψός bellus κακός malus μακρός longus μικρός pusillus νᾶνος humilis ἁδρός grossus λεπτός gracilis καθάριος mundus λιπαρός pinguis ἀκάθαρτος inmundus ὠχρός pallidus χυλλός mancus χωλός clodus τυφλός caecus πηρός orbus γλαυκός caesius σιμός silus φαλακρός calvus κομήτης comatus ἀνάθριξ reburrus εὐνοῦχος spadon λεῖος levis πωγωνιάτης barbatus ψελλός balbus κωφός surdus κυρτός gibberosus πτίλλος lippus δραπέτης fugitivus μέθυσος ebriacus κλέπτης fur δίκαιος iustus ἀσθενής inbecillis κραύγασος clamosus προγάστωρ ventrosus αἰσχρός turpis δασύς pilosus πλούσιος dives μέτριος modicus πένης pauper ἐπαίτης mendicus
4Plato, Alcibiades, p1, 107; 12 (auctor c.425BC-347BC)
Σωκράτης ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής.
5Plato, Convivium, p1, 201; 20 (auctor c.425BC-347BC)
καὶ ἐγώ, πῶς λέγεις, ἔφην, ὦ Διοτίμα· αἰσχρὸς ἄρα ὁ Ἔρως ἐστὶ καὶ κακός· καὶ ἥ, οὐκ εὐφημήσεις· ἔφη· ἢ οἴει, ὅτι ἂν μὴ καλὸν ᾖ, ἀναγκαῖον αὐτὸ εἶναι αἰσχρόν·
6Plato, Gorgias, p1, 494; 17 (auctor c.425BC-347BC)
καὶ τούτων τοιούτων ὄντων κεφάλαιον, ὁ τῶν κιναίδων βίος, οὗτος οὐ δεινὸς καὶ αἰσχρὸς καὶ ἄθλιος· ἢ τούτους τολμήσεις λέγειν εὐδαίμονας εἶναι, ἐὰν ἀφθόνως ἔχωσιν ὧν δέονται· Καλλίκλης οὐκ αἰσχύνῃ εἰς τοιαῦτα ἄγων, ὦ Σώκρατες, τοὺς λόγους· Σωκράτης ἦ γὰρ ἐγὼ ἄγω ἐνταῦθα, ὦ γενναῖε, ἢ ἐκεῖνος ὃς ἂν φῇ ἀνέδην οὕτω τοὺς χαίροντας, ὅπως ἂν χαίρωσιν,
7Plato, Hippias, p1, 289; 1 (auctor c.425BC-347BC)
Σωκράτης εἶεν· μανθάνω, ὦ Ἱππία, ὡς ἄρα χρὴ ἀντιλέγειν πρὸς τὸν ταῦτα ἐρωτῶντα τάδε· ὦ ἄνθρωπε, ἀγνοεῖς ὅτι τὸ τοῦ Ἡρακλείτου εὖ ἔχει, ὡς ἄρα «πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν,» καὶ χυτρῶν ἡ καλλίστη αἰσχρὰ παρθένων γένει συμβάλλειν, ὥς φησιν Ἱππίας ὁ σοφός.
8Plato, Theaetetus, p1, 185; 13 (auctor c.425BC-347BC)
Σωκράτης καλὸς γὰρ εἶ, ὦ Θεαίτητε, καὶ οὐχ, ὡς ἔλεγε Θεόδωρος, αἰσχρός· ὁ γὰρ καλῶς λέγων καλός τε καὶ ἀγαθός.
9Plotinus, Enneades, 3, 2, 6; 1 (auctor c.205-270)
Τὸ δὲ παρ᾽ ἀξίαν, ὅταν ἀγαθοὶ κακὰ ἔχωσι, φαῦλοι δὲ τὰ ἐναντία, τὸ μὲν λέγειν ὡς οὐδὲν κακὸν τῷ ἀγαθῷ οὐδ᾽ αὖ τῷ φαύλῳ ἀγαθὸν ὀρθῶς μὲν λέγεται· ἀλλὰ διὰ τί τὰ μὲν παρὰ φύσιν τούτῳ, τὰ δὲ κατὰ φύσιν τῷ πονηρῷ; Πῶς γὰρ καλῶς νέμειν οὕτω; Ἀλλ᾽ εἰ τὸ κατὰ φύσιν οὐ ποιεῖ προσθήκην πρὸς τὸ εὐδαιμονεῖν, οὐδ᾽ αὖ τὸ παρὰ φύσιν ἀφαιρεῖ τοῦ κακοῦ τοῦ ἐν φαύλοις, τί διαφέρει τὸ οὕτως ἢ οὕτως; Ὥσπερ οὐδ᾽ εἰ ὁ μὲν καλὸς τὸ σῶμα, ὁ δὲ αἰσχρὸς ὁ ἀγαθός.
10Plotinus, Enneades, 6, 1, 9; 5 (auctor c.205-270)
Τί οὖν, εἰ ὁ μὲν αἰσχρός, ὁ δὲ αἰσχίων εἴδους τοῦ αὐτοῦ μετουσίαι; Ἤ, εἰ μὲν παντάπασιν αἰσχροί, ἴσοι εἴδους ἀπουσίαι· εἰ δ᾽ ἐν τῷ μὲν τὸ μᾶλλον, τῷ δὲ τὸ ἧττον, μεταλήψει εἴδους οὐ κρατοῦντος ὁ ἧττον αἰσχρός, ὁ δὲ μᾶλλον ἔτι μᾶλλον οὐ κρατοῦντος· ἢ τῇ στερήσει, εἴ τις βούλοιτο τὴν παραβολὴν ἔχειν, οἷον εἴδους αὐτοῖς ὄντος.
11Plotinus, Enneades, 6, 3, 11; 7 (auctor c.205-270)
Ἔπειτα διὰ τί οὐ καὶ τὸ καλὸν λέγοιτο ἂν τῶν πρός τι; Ἀλλά φαμεν καλὸν μὲν καθ᾽ ἑαυτὸ καὶ ποιόν, κάλλιον δὲ τῶν πρός τι· καίτοι καὶ καλὸν λεγόμενον φανείη ἂν πρὸς ἄλλο αἰσχρόν, οἷον ἀνθρώπου κάλλος πρὸς θεόν· πιθήκων, φησίν, ὁ κάλλιστος αἰσχρὸς συμβάλλειν ἑτέρῳ γένει· ἀλλ᾽ ἐφ᾽ ἑαυτοῦ μὲν καλόν, πρὸς ἄλλο δὲ ἢ κάλλιον ἢ τοὐναντίον.