'αισχύνη' - search in All Authors, Showing 1 to 79 of 79 hits

1Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Καὶ μεγάλη αἰσχύνη ἐστὶ τὸ κᾂν συντυγχάνειν αὐτῷ, τοῖς σεμνῶς βιῶναι θέλουσιν.
2Aristoteles, Ethica Nicomachea, 4, 15; 5 (auctor 384BC-322BC)
οἰόμεθα γὰρ δεῖν τοὺς τηλικούτους αἰδήμονας εἶναι διὰ τὸ πάθει ζῶντας πολλὰ ἁμαρτάνειν, ὑπὸ τῆς αἰδοῦς δὲ κωλύεσθαι· καὶ ἐπαινοῦμεν τῶν μὲν νέων τοὺς αἰδήμονας, πρεσβύτερον δ' οὐδεὶς ἂν ἐπαινέσειεν ὅτι αἰσχυντηλός· οὐδὲν γὰρ οἰόμεθα δεῖν αὐτὸν πράττειν ἐφ' οἷς ἐστὶν αἰσχύνη.
3Aristoteles, Ethica Nicomachea, 4, 15; 6 (auctor 384BC-322BC)
οὐδὲ γὰρ ἐπιεικοῦς ἐστὶν ἡ αἰσχύνη, εἴπερ γίνεται ἐπὶ τοῖς φαύλοις (οὐ γὰρ πρακτέον τὰ τοιαῦτα· εἰ δ' ἐστὶ τὰ μὲν κατ' ἀλήθειαν αἰσχρὰ τὰ δὲ κατὰ δόξαν, οὐδὲν διαφέρει· οὐδέτερα γὰρ πρακτέα, ὥστ' οὐκ αἰσχυντέον) · φαύλου δὲ καὶ τὸ εἶναι τοιοῦτον οἷον πράττειν τι τῶν αἰσχρῶν.
4Aristoteles, Problemata, 11; 170 (auctor 384BC-322BC)
ἢ διαφέρει πολὺ τὸ πάθος; οἱ μὲν γὰρ αἰδούμενοι ἐρυθριῶσιν (ἡ δὲ ἀγωνία αἰσχύνη τίς ἐστιν), οἱ δὲ φοβούμενοι ὠχριῶσιν.
5Aristoteles, Rhetorica, 1, 14, 6; 15 (auctor 384BC-322BC)
καὶ τὸ ἐνταῦθα οὗ κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομαρτυροῦντες· ποῦ γὰρ οὐκ ἂν ἀδικήσαιεν, εἴ γε καὶ ἐν τῷ δικαστηρίῳ· καὶ ἐφ' οἷς αἰσχύνη μάλιστα.
6Aristoteles, Rhetorica, 2, 2, 5; 7 (auctor 384BC-322BC)
ἔστι γὰρ ὁ ἐπηρεασμὸς ἐμποδισμὸς ταῖς βουλήσεσιν μὴ ἵνα τι αὑτῷ ἀλλ' ἵνα μὴ ἐκείνῳ· ἐπεὶ οὖν οὐχ ἵνα αὑτῷ τι, ὀλιγωρεῖ· δῆλον γὰρ ὅτι οὔτε βλάψειν ὑπολαμβάνει, ἐφοβεῖτο γὰρ ἂν καὶ οὐκ ὠλιγώρει, οὔτ' ὠφελῆσαι ἂν οὐδὲν ἄξιον λόγου, ἐφρόντιζε γὰρ ἂν ὥστε φίλος εἶναι· καὶ ὁ ὑβρίζων δὲ ὀλιγωρεῖ· ἔστι γὰρ ὕβρις τὸ πράττειν καὶ λέγειν ἐφ' οἷς αἰσχύνη ἔστι τῷ πάσχοντι, μὴ ἵνα τι γίγνηται αὑτῷ ἄλλο ἢ ὅ τι ἐγένετο, ἀλλ' ὅπως ἡσθῇ· οἱ γὰρ ἀντιποιοῦντες οὐχ ὑβρίζουσιν ἀλλὰ τιμωροῦνται.
7Aristoteles, Rhetorica, 2, 6, 2; 2 (auctor 384BC-322BC)
ἔστω δὴ αἰσχύνη λύπη τις ἢ ταραχὴ περὶ τὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν, ἢ παρόντων ἢ γεγονότων ἢ μελλόντων, ἡ δ' ἀναισχυντία ὀλιγωρία τις καὶ ἀπάθεια περὶ τὰ αὐτὰ ταῦτα.
8Aristoteles, Rhetorica, 2, 6, 3; 3 (auctor 384BC-322BC)
εἰ δή ἐστιν αἰσχύνη ἡ ὁρισθεῖσα, ἀνάγκη αἰσχύνεσθαι ἐπὶ τοῖς τοιούτοις τῶν κακῶν ὅσα αἰσχρὰ δοκεῖ εἶναι ἢ αὐτῷ ἢ ὧν φροντίζει· τοιαῦτα δ' ἐστὶν ὅσα ἀπὸ κακίας ἔργα ἐστίν, οἷον τὸ ἀποβαλεῖν ἀσπίδα ἢ φυγεῖν· ἀπὸ δειλίας γάρ.
9Aristoteles, Rhetorica, 2, 6, 17; 17 (auctor 384BC-322BC)
ἃ μὲν οὖν αἰσχύνονται, ταῦτ' ἐστὶ καὶ τὰ τοιαῦτα· ἐπεὶ δὲ περὶ ἀδοξίας φαντασία ἐστὶν ἡ αἰσχύνη, καὶ ταύτης αὐτῆς χάριν ἀλλὰ μὴ τῶν ἀποβαινόντων, οὐδεὶς δὲ τῆς δόξης φροντίζει ἀλλ' ἢ διὰ τοὺς δοξάζοντας, ἀνάγκη τούτους αἰσχύνεσθαι ὧν λόγον ἔχει· λόγον δὲ ἔχει τῶν θαυμαζόντων, καὶ οὓς θαυμάζει, καὶ ὑφ' ὧν βούλεται θαυμάζεσθαι, καὶ πρὸς οὓς φιλοτιμεῖται, καὶ ὧν μὴ καταφρονεῖ τῆς δόξης· θαυμάζεσθαι μὲν οὖν βούλονται ὑπὸ τούτων καὶ θαυμάζουσι τούτους ὅσοι τι ἔχουσιν ἀγαθὸν τῶν τιμίων, ἢ παρ' ὧν τυγχάνουσιν δεόμενοι σφόδρα τινὸς ὧν ἐκεῖνοι κύριοι, οἷον οἱ ἐρῶντες· φιλοτιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους· φροντίζουσι δ' ὡς ἀληθευόντων τῶν φρονίμων, τοιοῦτοι δ' οἵ τε πρεσβύτεροι καὶ οἱ πεπαιδευμένοι.
10Aristoteles, Topica, 4, IV 5; 11 (auctor 384BC-322BC)
Ἐάν οὖν τις τήν αἰσχύνην φόβον εἴπῃ ἢ τήν ὀργήν λύπην, οὐ συμβήσεται ἐν τῷ αὐτῷ τό εἶδος καί τό γένος ὑπάρχειν· ἡ μέν γάρ αἰσχύνη ἐν τῷ λογιστικῷ, ὁ δέ φόβος ἐν τῷ θυμοειδεῖ, καί ἡ μέν λύπη ἐν τῷ ἐπιθυμητικῷ (ἐν τούτῳ γάρ καί ἡ ἡδονή), ἡ δέ ὀργή ἐν τῷ θυμοειδεῖ, ὥστ᾿ οὐ γένη τά ἀποδοθέντα, ἐπειδή οὐκ ἐν τῷ αὐτῷ τοῖς εἴδεσι πέφυκε γίνεσθαι.
11Aulus Gellius, Noctes Atticae, 19, 6, 3; 5 (auctor c.125–c.180)
' Ita enim philosophi definiunt: αἰσχύνη ἐστίν φόβος δικαίου ψόγου.
12Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 33
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.
13Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 40
οὕτως γενέσθω θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.
14Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 9; 7
σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ιουδα καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ παντὶ Ισραηλ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ ἐν ἀθεσίᾳ αὐτῶν, ᾗ ἠθέτησαν ἐν σοί.
15Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 9; 8
κύριε, ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι.
16Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 23; 7
καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν.
17Biblia, Biblia graeca iuxta LXX interpretes, Neh, 9; 7
ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμεν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν ὡς ἡ ἡμέρα αὕτη.
18Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 43; 16
ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με
19Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 19; 13
αἰσχύνη πατρὶ υἱὸς ἄφρων, καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
20Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 26; 11
a ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
21Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 4; 21
ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
22Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 5; 14
Μὴ κληθῇς ψίθυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
23Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 20; 26
ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς.
24Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 22; 3
αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται.
25Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 25; 22
ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
26Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 3; 9
καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν
27Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 19; 9
καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,
28Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 45; 16
αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρός με, νῆσοι.
29Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 47; 3
ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις.
30Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 47; 10
τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶθι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.
31Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 2; 26
ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν.
32Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 3; 24
ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.
33Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 3; 25
ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν.
34Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 20; 18
ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;
35Biblia, Biblia graeca iuxta LXX interpretes, Bar, 1; 15
καὶ ἐρεῖτε Τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ
36Biblia, Biblia graeca iuxta LXX interpretes, Bar, 2; 6
τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη.
37Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 7; 18
καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπ’ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα.
38Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 16; 36
Τάδε λέγει κύριος Ἀνθ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου, ὧν ἔδωκας αὐτοῖς.
39Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 23; 29
καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου
40Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 33
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σε βομένοις σε.
41Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 40
οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί, καὶ τελειώσαι ὄπισθέν σου.
42Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 9; 7
σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου κατὰ τὴν ἡμέραν ταύτην, ἀνθρώποις Ιουδα καὶ καθημένοις ἐν Ιερουσαλημ καὶ παντὶ τῷ λαῷ Ισραηλ τῷ ἔγγιστα καὶ τῷ ἀπωτέρω ἐν πάσαις ταῖς χώραις, εἰς ἃς διεσκόρπισας αὐτοὺς ἐκεῖ ἐν τῇ πλημμελείᾳ, ᾗ ἐπλημμέλησαν ἐναντίον σου.
43Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 9; 8
δέσποτα, ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ δυνάσταις καὶ τοῖς πατράσιν ἡμῶν, ὅτι ἡμάρτομέν σοι.
44Biblia, Biblia graeca iuxta LXX interpretes, Abd, 1; 10
διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ιακωβ, καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.
45Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 7; 33
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σε βομένοις σε.
46Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 7; 40
οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.
47Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 9; 6
Τίνι χρηστεύσῃ, ὁ θεός, εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον; καθαριεῖς ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει, ἐν ἐξαγορίαις, ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων.
48Biblia, Novum testamentum graece, Phil, 3; 19
ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.
49Biblia, Novum testamentum graece, Apoc, 3; 18
συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
50Cicero, Tusculanae disputationes, 6, 2, 121; 180 (opus 45BC)
ἀξίωμα prudentia ( φρόνησις) 296 5 3371 410 27 – 411 2 437 7 pudor ( αἰσχύνη) 369 7 370 14 pulchritudo animi 376 11 pulchrum, honestum 434 18 Quinta natura v.
51Constantinus I, Epistolae, 8, 0514C (auctor c.272–337)
ὢ τῆς ἀμβλύτητος τῶν σῶν φρενῶν, ὃς οὐδὲ τὴν νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστέλλεις, ὦ ἀνόσιε· ὃς τὴν ἀλὴθειαν ποικίλοις διορύττεις λόγοις· καὶ τοιοῦτος ὢν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων, καὶ νῦν μὲν ἐλέγχων ὢς γε οἴει· νῦν δ' αὖ πάλιν νουθετῶν, ὡς πίστει καὶ λόγοις ὑπερφέρων (ἴσ.
52Felix III, Epistolae et decreta, 58, 0910A
Πόθεν δὲ καὶ ἡ τοσαύτη κακίστη ἔννοια ὑπεισῆλθεν, ὥστε σεαυτὸν καὶ τῶν ἁγίων ἁγγέλων εὐσυνετώτερον καὶ σοφώτερον λογίσασθαι; Ἐν τούτοις κλαίω, ἐν τούτοις ὀδύρομαι τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν ( Φιλιπ. III) .
53Flauius Sosipater Charisius, Ars, p. 461, l. 39 (auctor c.362)
dedecus αἰσχύνη ἀπρέπεια.
54Gregorius I, Dialogi, 77, 0371D (auctor 540-604)
Ἐνίκησε τοίνυν ἡ τῶν ἀνθρώπων αἰσχύνη, καὶ ἐπορεύθη ἐν τῇ ἐκκλησίᾳ.
55Hieronymus Stridonensis Auctores incerti, Graeca fragmenta libri nominum Hebraicorum, 23, 1153 (auctor 340-420)
Βασὰν, αἰσχύνη.
56Hieronymus Stridonensis, Commentaria in Amos, 25, 1024D (auctor 340-420)
Verbum autem Domini quod vaccae Basan iubentur audire, secundum coeptam tropologiam, haereticis praecipit, qui ventri et gulae servientes, recte appellantur vaccae pinguissimae, sive vaccae ignominiosae: hoc enim interpretatur Basan, id est, αἰσχύνη, quam si confusionem dicere voluerimus, Babylonem magis quam Basan interpretabimur.
57Hieronymus Stridonensis, Commentaria in Epistolam ad Galatas, 26, 0386C (auctor 340-420)
Ἀποροῦμαι enim non tam confusionem, quae apud illos αἰσχύνη sive σύγχυσις appellatur, quam indigentiam et inopiam sonat.
58Hieronymus Stridonensis, Commentaria in Isaiam, 1, II; 132 (auctor 340-420)
Basan regio est Arabiae, cui imperavit Og, qui appellatus est rex Basan, et interpretatur αἰσχύνη, id est, ignominia, quam si confusionem transferre voluerimus, magis σύγχυσιν, id est, Babylonem significat quam Basan.
59Iustinianus I Augustus, Adversus Origenem, 69, 0209A (auctor c.482–565)
Καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέχεται, καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς τριάδος χάρις ἐκλαμπούσης τρανότερόν τε καὶ καθαρώτερον, καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης· ἣν δὴ καὶ μόνην οὐρανῶν βασιλείαν ἐγὼ τίθημι· τοῖς δὲ μετὰ τῶν ἅλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων τὸ ἀπεῤῥίφθαι Θεοῦ, καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα.
60Iustinianus I Augustus, Epistola, 69, 0307B (auctor c.482–565)
Καὶ ὅτι ἀτάκτως κατὰ τῶν ζώντων καὶ τῶν τελευτησάντων ὁρμήσαντες, ἐν αἰσχύνῃ εἰσὶν ὑπὲρ τῶν ἰδίων ἀπολογούμενοι πταισμάτων, καὶ ἐναντία τῇ πρώτῃ αὐτῶν διδασκαλίᾳ διδάσκοντες, καὶ ὅτι χρὴ ὁμολογεῖν εἰς τὸν ναὸν, καὶ εἰς τὸν ἐνοικοῦντα ἐν αὐτῷ.
61Leo I, Appendix secunda, 54, 1262B (auctor 440-461)
Οὖτος ὁ θρίαμβος, καὶ αἰσχύνη, ἣν καὶ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ δημοσίως ἔπαθον.
62Markos monachos, Florilegium et opuscula, Florilegium, 2; 2 (auctor fl.1260)
Καὶ πάλιν αὐτὸς φάσκει· αἰσχύνη μεγίστη ὑπάρχει τὸ πάντα τὰ προειρημένα καταλιπόντας – μετὰ τὴν κλῆσιν ἡμῶν, ἣν ὁ κύριος κέκληκεν ἡμᾶς καὶ οὐκ ἄνθρωπος – τινὸς φροντίζειν μὴ δυναμένου ἡμᾶς εὐεργετῆσαι ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης ἡμῶν ἤγουν τῆς ἐξόδου.
63Markos monachos, Florilegium et opuscula, Florilegium, 21; 8 (auctor fl.1260)
Γράφων πρὸς Φιλιππησίους λέγει κατ᾿ ἔπος οὕτως· πολλοὶ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον, νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν – οἱ τὰ ἐπίγεια φρονοῦντες {Phil 3,18s.}.
64Markos monachos, Florilegium et opuscula, Sermo A, 8; 7 (auctor fl.1260)
Ὤμωσε δέ τινας καὶ θρηνεῖ ὁ θεῖος ἀπόστολος Παῦλος καὶ ἐχθροὺς ἀποκαλεῖ τοῦ δεσποτικοῦ σταυροῦ λέγων οὕτως· πολλοὶ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν – οἱ τὰ ἐπίγεια φρονοῦντες {Phil 3,18s.}.
65Martinus I, Epistolae, 87, 0164B
Ἐστὶν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη, δόξα καὶ χάρις.
66Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1213A
Βασὰν, αἰσχύνη ξηρασίας, ἢ τεθλασμένης.
67Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1225B
Ἰάβις, ξηρασμὸς, ἢ αἰσχύνη, ἢ πλατυσμὸς
68Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1236A
Μεμφιβαὰλ, ἐκ στόματος αἰσχύνη.
69Plato, Alcibiades, p1, 109; 1 (auctor c.425BC-347BC)
προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς, τούτου δ', ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ· ἢ οὐκ αἰσχρὸν φανεῖται· Ἀλκιβιάδης πάνυ γε.
70Plato, Apologia, p1, 28; 5 (auctor c.425BC-347BC)
ἴσως ἂν οὖν εἴποι τις· «εἶτ' οὐκ αἰσχύνῃ, ὦ Σώκρατες, τοιοῦτον ἐπιτήδευμα ἐπιτηδεύσας ἐξ οὗ κινδυνεύεις νυνὶ ἀποθανεῖν·» ἐγὼ δὲ τούτῳ ἂν δίκαιον λόγον ἀντείποιμι, ὅτι «οὐ καλῶς λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλ' οὐκ ἐκεῖνο μόνον σκοπεῖν ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ.
71Plato, Apologia, p1, 29; 6 (auctor c.425BC-347BC)
πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι· ὥστε οὐδ' εἴ με νῦν ὑμεῖς ἀφίετε Ἀνύτῳ ἀπιστήσαντες, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δεῖν ἐμὲ δεῦρο εἰσελθεῖν ἤ, ἐπειδὴ εἰσῆλθον, οὐχ οἷόν τ' εἶναι τὸ μὴ ἀποκτεῖναί με, λέγων πρὸς ὑμᾶς ὡς εἰ διαφευξοίμην ἤδη [ἂν] ὑμῶν οἱ ὑεῖς ἐπιτηδεύοντες ἃ Σωκράτης διδάσκει πάντες παντάπασι διαφθαρήσονται, – εἴ μοι πρὸς ταῦτα εἴποιτε· «ὦ Σώκρατες, νῦν μὲν Ἀνύτῳ οὐ πεισόμεθα ἀλλ' ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι, ἐφ' ᾧτε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν· ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων, ἀποθανῇ» – εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμ' ἂν ὑμῖν ὅτι «ἐγὼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείσομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἕωσπερ ἂν ἐμπνέω καὶ οἷός τε ὦ, οὐ μὴ παύσωμαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἷάπερ εἴωθα, ὅτι «ὦ ἄριστε ἀνδρῶν, Ἀθηναῖος ὤν, πόλεως τῆς μεγίστης καὶ εὐδοκιμωτάτης εἰς σοφίαν καὶ ἰσχύν, χρημάτων μὲν οὐκ αἰσχύνῃ ἐπιμελούμενος ὅπως σοι ἔσται ὡς πλεῖστα, καὶ δόξης καὶ τιμῆς, φρονήσεως δὲ καὶ ἀληθείας καὶ τῆς ψυχῆς ὅπως ὡς βελτίστη ἔσται οὐκ ἐπιμελῇ οὐδὲ φροντίζεις·» καὶ ἐάν τις ὑμῶν ἀμφισβητήσῃ καὶ φῇ ἐπιμελεῖσθαι, οὐκ εὐθὺς ἀφήσω αὐτὸν οὐδ' ἄπειμι, ἀλλ' ἐρήσομαι αὐτὸν καὶ ἐξετάσω καὶ ἐλέγξω, καὶ ἐάν μοι μὴ δοκῇ κεκτῆσθαι ἀρετήν,
72Plato, Crito, p1, 52; 6 (auctor c.425BC-347BC)
σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ὡς ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὔτ' ἐκείνους τοὺς λόγους αἰσχύνῃ, οὔτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπιχειρῶν διαφθεῖραι, πράττεις τε ἅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε καὶ τὰς ὁμολογίας καθ' ἃς ἡμῖν συνέθου πολιτεύεσθαι.
73Plato, Euthydemus, p1, 295; 8 (auctor c.425BC-347BC)
οἶμαι γάρ σε τὴν ψυχὴν λέγειν· ἢ οὐ τοῦτο λέγεις· οὐκ αἰσχύνῃ, ἔφη, ὦ Σώκρατες· ἐρωτώμενος ἀντερωτᾷς· εἶεν, ἦν δ' ἐγώ· ἀλλὰ πῶς ποιῶ· οὕτω γὰρ ποιήσω ὅπως ἂν σὺ κελεύῃς.
74Plato, Gorgias, p1, 489; 6 (auctor c.425BC-347BC)
εἰπέ μοι, ὦ Σώκρατες, οὐκ αἰσχύνῃ τηλικοῦτος ὢν ὀνόματα θηρεύων, καὶ ἐάν τις ῥήματι ἁμάρτῃ, ἕρμαιον τοῦτο ποιούμενος· ἐμὲ γὰρ οἴει ἄλλο τι λέγειν τὸ κρείττους εἶναι ἢ τὸ βελτίους· οὐ πάλαι σοι λέγω ὅτι ταὐτόν φημι εἶναι τὸ βέλτιον καὶ τὸ κρεῖττον· ἢ οἴει με λέγειν, ἐὰν συρφετὸς συλλεγῇ δούλων καὶ παντοδαπῶν ἀνθρώπων μηδενὸς ἀξίων πλὴν ἴσως τῷ σώματι ἰσχυρίσασθαι, καὶ οὗτοι φῶσιν, αὐτὰ ταῦτα εἶναι νόμιμα· Σωκράτης εἶεν, ὦ σοφώτατε Καλλίκλεις· οὕτω λέγεις· Καλλίκλης πάνυ μὲν οὖν.
75Plato, Gorgias, p1, 494; 17 (auctor c.425BC-347BC)
καὶ τούτων τοιούτων ὄντων κεφάλαιον, ὁ τῶν κιναίδων βίος, οὗτος οὐ δεινὸς καὶ αἰσχρὸς καὶ ἄθλιος· ἢ τούτους τολμήσεις λέγειν εὐδαίμονας εἶναι, ἐὰν ἀφθόνως ἔχωσιν ὧν δέονται· Καλλίκλης οὐκ αἰσχύνῃ εἰς τοιαῦτα ἄγων, ὦ Σώκρατες, τοὺς λόγους· Σωκράτης ἦ γὰρ ἐγὼ ἄγω ἐνταῦθα, ὦ γενναῖε, ἢ ἐκεῖνος ὃς ἂν φῇ ἀνέδην οὕτω τοὺς χαίροντας, ὅπως ἂν χαίρωσιν,
76Plato, Gorgias, p1, 508; 4 (auctor c.425BC-347BC)
τὰ πρόσθεν ἐκεῖνα, ὦ Καλλίκλεις, συμβαίνει πάντα, ἐφ' οἷς σύ με ἤρου εἰ σπουδάζων λέγοιμι, λέγοντα ὅτι κατηγορητέον εἴη καὶ αὑτοῦ καὶ ὑέος καὶ ἑταίρου, ἐάν τι ἀδικῇ, καὶ τῇ ῥητορικῇ ἐπὶ τοῦτο χρηστέον· καὶ ἃ Πῶλον αἰσχύνῃ ᾤου συγχωρεῖν, ἀληθῆ ἄρα ἦν, τὸ εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι ὅσῳπερ αἴσχιον τοσούτῳ κάκιον· καὶ τὸν μέλλοντα ὀρθῶς ῥητορικὸν ἔσεσθαι δίκαιον ἄρα δεῖ εἶναι καὶ ἐπιστήμονα τῶν δικαίων, ὃ αὖ Γοργίαν ἔφη πῶλος δι' αἰσχύνην ὁμολογῆσαι.
77Plato, Gorgias, p1, 509; 2 (auctor c.425BC-347BC)
ἐγὼ μὲν οὖν αὖ τίθημι ταῦτα οὕτως ἔχειν· εἰ δὲ οὕτως ἔχει καὶ μέγιστον τῶν κακῶν ἐστιν ἡ ἀδικία τῷ ἀδικοῦντι καὶ ἔτι τούτου μεῖζον μεγίστου ὄντος, εἰ οἷόν τε, τὸ ἀδικοῦντα μὴ διδόναι δίκην, τίνα ἂν βοήθειαν μὴ δυνάμενος ἄνθρωπος βοηθεῖν ἑαυτῷ καταγέλαστος ἂν τῇ ἀληθείᾳ εἴη· ἆρα οὐ ταύτην, ἥτις ἀποτρέψει τὴν μεγίστην ἡμῶν βλάβην· ἀλλὰ πολλὴ ἀνάγκη ταύτην εἶναι τὴν αἰσχίστην βοήθειαν μὴ δύνασθαι βοηθεῖν μήτε αὑτῷ μήτε τοῖς αὑτοῦ φίλοις τε καὶ οἰκείοις, δευτέραν δὲ τὴν τοῦ δευτέρου κακοῦ καὶ τρίτην τὴν τοῦ τρίτου καὶ τἆλλα οὕτως· ὡς ἑκάστου κακοῦ μέγεθος πέφυκεν, οὕτω καὶ κάλλος τοῦ δυνατὸν εἶναι ἐφ' ἕκαστα βοηθεῖν καὶ αἰσχύνη τοῦ μή.
78Plato, Theages, p1, 125; 1 (auctor c.425BC-347BC)
ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς [διδασκάλου] τυραννοδιδασκάλου τινός· καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν· ἀλλὰ νῦν – ὁρᾷς· – ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος· Δημόδοκος ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.
79Plotinus, Enneades, 3, 6, 3; 5 (auctor c.205-270)
Ἀλλ᾽ ἡ μὲν αἰσχύνη ἐν ψυχῇ δόξης αἰσχροῦ γενομένης· τὸ δὲ σῶμα ἐκείνης τοῦτο οἷον σχούσης, ἵνα μὴ τοῖς ὀνόμασι πλανώμεθα, ὑπὸ τῇ ψυχῇ ὂν καὶ οὐ ταὐτὸν ἀψύχῳ ἐτράπη κατὰ τὸ αἷμα εὐκίνητον ὄν.