'αιτία' - search in All Authors, Showing 1 to 461 of 461 hits

1Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607B
Ὃν θεωρήσας, ὡς ἔθος μοι ἐστὶν, ἔῤῥιψα ἐμαυτὸν εἰς τὴν γῆν, καὶ προσεκύνησα αὐτῷ, καὶ ἠσπασάμην αὐτὸν, καὶ εἶπον αὐτῷ μετὰ τὸ καθίσαι· Τίς ἡ αἰτία τῆς ποθητῆς παρουσίας τοῦ δεσπότου μου; Καὶ εἶπεν· Ὁ ἀγαθὸς καὶ θεοστήρικτος ἡμῶν δεσπότης, φροντίζων τῆς εἰρήνης τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, ἐποίησε κέλευσιν πρὸς τὸν θεοτίμητον πάππαν, πέμψας καὶ προσφορὰν εἰς τὸν ἅγιον Πέτρον, προτρεπόμενος αὐτὸν ἑνωθῆναι τῷ προέδρῳ Κωνσταντινουπόλεως· ἃπερ πεμφθῆναι διὰ τῆς ἐμῆς μετριότητος κατηξίωσε τὸ εὐσεβὲς αὐτοῦ κράτος.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627B
Οἷον αἰτία νόσου ἀταξία, ὥσπερ καὶ ὑγείας εὐταξία· καὶ βασιλείας οὐρανῶν αἰτία, ἡ τῶν ἐντολῶν φυλακὴ, ὥσπερ καὶ πυρὸς αἰωνίου, ἡ τούτων παράβασις.
3Aristoteles, Physica, 1, 1; 1
Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πά σας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.
4Aristoteles, Physica, 2, 3; 8
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι, οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιικὴ καὶ ὁ χαλκός, οὐ καθ' ἕτερόν τι ἀλλ' ᾗ ἀνδριάς, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν ἡ κίνησις.
5Aristoteles, Physica, 2, 3; 9
ἔστιν δέ τινα καὶ ἀλλήλων αἴτια, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δ' ὡς ἀρχὴ κινήσεως.
6Aristoteles, Physica, 2, 3; 10
ἔτι δὲ τὸ αὐτὸ τῶν ἐναντίων ἐστίν· ὃ γὰρ παρὸν αἴτιον τοῦδε, τοῦτο καὶ ἀπὸν αἰτιώμεθα ἐνίοτε τοῦ ἐναντίου, οἷον τὴν ἀπουσίαν τοῦ κυβερνήτου τῆς τοῦ πλοίου ἀνατροπῆς, οὗ ἦν ἡ παρουσία αἰτία τῆς σωτηρίας.
7Aristoteles, Physica, 2, 3; 11
ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας πίπτει τρόπους τοὺς φανερωτάτους.
8Aristoteles, Physica, 2, 3; 12
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σω μάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπε ράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰα τρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰ πεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
9Aristoteles, Physica, 2, 3; 13
τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει· τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μὲν εἰσὶ πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάτ τους.
10Aristoteles, Physica, 2, 3; 14
λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοει δῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθ μός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθ' ἕκαστον.
11Aristoteles, Physica, 2, 3; 19
ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ' ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τουδὶ τοῦ ἀνδριάν τος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης· καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύ τως.
12Aristoteles, Physica, 2, 3; 22
δια φέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ' ἕκα στον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδ' ὁ ἰα τρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε ὁ οἰκοδομῶν τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί.
13Aristoteles, Physica, 2, 3; 25
ὅσα μὲν οὖν τὰ αἴτια καὶ ὃν τρόπον αἴτια, ἔστω ἡμῖν διωρισμένα ἱκανῶς.
14Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
15Aristoteles, Physica, 2, 4; 11
εἰσὶ δέ τινες οἷς δοκεῖ εἶναι μὲν αἰτία ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον.
16Aristoteles, Physica, 2, 4; 12
ὥστε σκεπτέον καὶ τί ἑκάτερον, καὶ εἰ ταὐτὸν ἢ ἕτερον τό τε αὐτόματον καὶ ἡ τύχη, καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσιν.
17Aristoteles, Physica, 2, 5; 1
Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γιγνόμενα τὰ δὲ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι οὐδετέρου τούτων αἰτία ἡ τύχη λέγεται οὐδὲ τὸ ἀπὸ τύχης, οὔτε τοῦ ἐξ ἀνάγ κης καὶ αἰεὶ οὔτε τοῦ ὡς ἐπὶ τὸ πολύ.
18Aristoteles, Physica, 2, 5; 7
δῆλον ἄρα ὅτι ἡ τύχη αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του.
19Aristoteles, Physica, 2, 5; 9
ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ' ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης.
20Aristoteles, Physica, 2, 5; 14
ὥστ' ἐπεὶ ἀόριστα τὰ οὕτως αἴτια, καὶ ἡ τύχη ἀόριστον.
21Aristoteles, Physica, 2, 5; 18
ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός – καὶ ἡ τύχη καὶ τὸ αὐτόματον – ἐν τοῖς ἐνδεχομένοις γίγνεσθαι μὴ ἁπλῶς μηδ' ὡς ἐπὶ τὸ πολύ, καὶ τούτων ὅσ' ἂν γένοιτο ἕνεκά του.
22Aristoteles, Physica, 2, 6; 13
ἐπεὶ δ' ἐστὶ τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμ βεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν, οὐδὲν δὲ κατὰ συμ βεβηκός ἐστι πρότερον τῶν καθ' αὑτό, δῆλον ὅτι οὐδὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον πρότερον τοῦ καθ' αὑτό.
23Aristoteles, Physica, 2, 7; 1
Ὅτι δὲ ἔστιν αἴτια, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ὅσα φαμέν, δῆλον· τοσαῦτα γὰρ τὸν ἀριθμὸν τὸ διὰ τί περιεί ληφεν· ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον, ἐν τοῖς ἀκινήτοις (οἷον ἐν τοῖς μαθήμασιν· εἰς ὁρισμὸν γὰρ τοῦ εὐθέος ἢ συμμέτρου ἢ ἄλλου τινὸς ἀνάγεται ἔσχατον), ἢ εἰς τὸ κινῆσαν πρῶτον (οἷον διὰ τί ἐπολέμησαν;
24Aristoteles, Physica, 2, 7; 3
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν· ἐπεὶ δ' αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
25Aristoteles, Physica, 2, 8; 17
ὥστ' εἰ φύσει τε ποιεῖ καὶ ἕνεκά του ἡ χελιδὼν τὴν νεοττιὰν καὶ ὁ ἀράχνης τὸ ἀράχνιον, καὶ τὰ φυτὰ τὰ φύλλα ἕνεκα τῶν καρπῶν καὶ τὰς ῥίζας οὐκ ἄνω ἀλλὰ κάτω τῆς τροφῆς, φανερὸν ὅτι ἔστιν ἡ αἰτία ἡ τοι αύτη ἐν τοῖς φύσει γιγνομένοις καὶ οὖσιν.
26Aristoteles, Physica, 2, 8; 18
καὶ ἐπεὶ ἡ φύσις διττή, ἡ μὲν ὡς ὕλη ἡ δ' ὡς μορφή, τέλος δ' αὕτη, τοῦ τέλους δὲ ἕνεκα τἆλλα, αὕτη ἂν εἴη ἡ αἰτία, ἡ οὗ ἕνεκα.
27Aristoteles, Physica, 2, 8; 31
ὅτι μὲν οὖν αἰτία ἡ φύσις, καὶ οὕτως ὡς ἕνεκά του, φανερόν.
28Aristoteles, Physica, 3, 8; 12
ἐπεὶ δὲ τὰ αἴτια διῄρηται τετρα χῶς, φανερὸν ὅτι ὡς ὕλη τὸ ἄπειρον αἴτιόν ἐστι, καὶ ὅτι τὸ μὲν εἶναι αὐτῷ στέρησις, τὸ δὲ καθ' αὑτὸ ὑποκείμενον τὸ συνεχὲς καὶ αἰσθητόν.
29Aristoteles, Physica, 4, 1; 24
οὐδε μία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
30Aristoteles, Physica, 8, 1; 34
ἀλλὰ μὴν οὐδέν γε ἄτακτον τῶν φύσει καὶ κατὰ φύσιν· ἡ γὰρ φύσις αἰτία πᾶσιν τάξεως.
31Aristoteles, Physica, 8, 1; 39
ἀλλὰ καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ λέγειν, καὶ μὴ τίθεσθαι μηδὲν μηδ' ἀξιοῦν ἀξίωμ' ἄλογον, ἀλλ' ἢ ἐπαγω γὴν ἢ ἀπόδειξιν φέρειν· αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ ὑπο τεθέντα, οὐδὲ τοῦτ' ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν.
32Aristoteles, Physica, 8, 6; 8
τοῦ γὰρ ἀεὶ καὶ συνεχοῦς οὔτε ἕκαστον αὐτῶν οὔτε πάντα αἴτια· τὸ μὲν γὰρ οὕτως ἔχειν ἀΐδιον καὶ ἐξ ἀνάγκης, τὰ δὲ πάντα ἄπειρα, καὶ οὐχ ἅμα πάντα ὄντα.
33Aristoteles, Physica, 8, 6; 9
δῆλον τοίνυν ὅτι, εἰ καὶ μυριάκις ἔνια [ἀρχαὶ] τῶν ἀκινήτων μὲν κινούντων δέ, καὶ πολλὰ τῶν αὐτὰ ἑαυτὰ κινούντων, φθείρεται, τὰ δ' ἐπιγίγνεται, καὶ τόδε μὲν ἀκίνητον ὂν τόδε κινεῖ, ἕτερον δὲ τοδί, ἀλλ' οὐδὲν ἧττον ἔστιν τι ὃ πε ριέχει, καὶ τοῦτο παρ' ἕκαστον, ὅ ἐστιν αἴτιον τοῦ τὰ μὲν εἶ ναι τὰ δὲ μὴ καὶ τῆς συνεχοῦς μεταβολῆς· καὶ τοῦτο μὲν τούτοις, ταῦτα δὲ τοῖς ἄλλοις αἴτια κινήσεως.
34Aristoteles, Analytica posteriora, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπίστασθαι δέ οἰόμεθ᾿ ἕκαστον ἁπλῶς, ἀλλά μή τόν σοφιστικόν τρόπον τόν κατά συμβεβηκός, ὅταν τήν τ᾿ αἰτίαν οἰώμεθα γινώσκειν δι᾿ ἣν τό πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί, καί μή ἐνδέχεσθαι τοῦτ᾿ ἄλλως ἔχειν.
35Aristoteles, Analytica posteriora, 1, I 2; 10 (auctor 384BC-322BC)
Αἴτιά τε καί γνωριμώτερα δεῖ εἶναι καί πρότερα, αἴτια μέν ὅτι τότε ἐπιστάμεθα ὅταν τήν αἰτίαν εἰδῶμεν, καί πρότερα, εἴπερ αἴτια, καί προγινωσκόμενα οὐ μόνον τόν ἕτερον τρόπον τῷ ξυνιέναι, ἀλλά καί τῷ εἰδέναι ὅτι ἔστιν.
36Aristoteles, Analytica posteriora, 1, I 13; 17 (auctor 384BC-322BC)
Εἰ γάρ τοῦτο τοῦ μή ἀναπνέειν αἴτιον, ἔδει τό ζῷον εἶναι αἴτιον τοῦ ἀναπνεῖν, οἷον εἰ ἡ ἀπόφασις αἰτία τοῦ μή ὑπάρχειν, ἡ κατάφασις τοῦ ὑπάρχειν, ὥσπερ εἰ τό ἀσύμμετρα εἶναι τά θερμά καί ψυχρά τοῦ μή ὑγιαίνειν, τό σύμμετρα εἶναι τοῦ ὑγιαίνειν.
37Aristoteles, Analytica posteriora, 1, I 24; 14 (auctor 384BC-322BC)
Εἰ δέ ἄρα, οὐχ ἡ ἀπόδειξις αἰτία ἀλλ᾿ ὁ ἀκούων.
38Aristoteles, Analytica posteriora, 1, I 24; 19 (auctor 384BC-322BC)
εἰ δή ὁμοίως ἔχει ἐπί πασῶν τῶν αἰτιῶν καί τῶν διά τί, ἐπί δέ τῶν ὅσα αἴτια οὕτως ὡς οὗ ἕνεκα οὕτως ἴσμεν μάλιστα, καί ἐπί τῶν ἄλλων ἄρα τότε μάλιστα ἴσμεν, ὅταν μηκέτι ὑπάρχῃ τοῦτο ὅτι ἄλλο.
39Aristoteles, Analytica posteriora, 1, I 34; 2 (auctor 384BC-322BC)
Πάντα γάρ τά αἴτια τά μέσα ὁ ἰδών τά ἄκρα ἐγνώρισεν.
40Aristoteles, Analytica posteriora, 2, II 10; 4 (auctor 384BC-322BC)
Ἡ δ᾿ αἰτία εἴρηται πρότερον τῆς χαλεπότητος, ὅτι οὐδ᾿ εἰ ἔστιν ἢ μή ἴσμεν, ἀλλ᾿ ἢ κατά συμβεβηκός.
41Aristoteles, Analytica posteriora, 2, II 11; 11 (auctor 384BC-322BC)
Τό δέ διά τί ὁ Μηδικός πόλεμος ἐγένετο Ἀθηναίοις; τίς αἰτία τοῦ πολεμεῖσθαι Ἀθηναίους; ὅτι εἰς Σάρδεις μετ᾿ Ἐρετριέων ἐνέβαλον· τοῦτο γάρ ἐκίνησε πρῶτον.
42Aristoteles, Analytica posteriora, 2, II 12; 8 (auctor 384BC-322BC)
Ἐπί δέ τῶν μή ἅμα ἆρ᾿ ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ, ὥσπερ δοκεῖ ἡμῖν, ἄλλα ἄλλων αἴτια εἶναι, τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον, καί τοῦ ἔσεσθαι ἕτερον ἐσόμενον, καί τοῦ γίνεσθαι δέ, εἴ τι ἔμπροσθεν ἐγένετο; ἔστι δή ἀπό τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός.
43Aristoteles, Analytica posteriora, 2, II 16; 13 (auctor 384BC-322BC)
Εἰ δέ μή ἐνδέχεται αἴτια εἶναι ἀλλήλων (τό γάρ αἴτιον πρότερον οὗ αἴτιον), καί τοῦ μέν ἐκλείπειν αἴτιον τό ἐν μέσῳ τήν γῆν εἶναι, τοῦ δ᾿ ἐν μέσῳ τήν γῆν εἶναι οὐκ αἴτιον τό ἐκλείπειν.
44Aristoteles, Analytica posteriora, 2, II 16; 16 (auctor 384BC-322BC)
Ἢ ἐνδέχεται ἑνός πλείω αἴτια εἶναι; καί γάρ εἰ ἔστι τό αὐτό πλειόνων πρώτων κατηγορεῖσθαι, ἔστω τό Α τῷ Β πρώτῳ ὑπάρχον, καί τῷ Γ ἄλλῳ πρώτῳ, καί ταῦτα τοῖς ΔΕ.
45Aristoteles, Analytica posteriora, 2, II 17; 22 (auctor 384BC-322BC)
Ἐνδέχεται δή τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἀλλ᾿ οὐ τοῖς αὐτοῖς τῷ εἴδει, οἷον τοῦ μακρόβια εἶναι τά μέν τετράποδα τό μή ἔχειν χολήν, τά δέ πτηνά τό ξηρά εἶναι ἢ ἕτερόν τι.
46Aristoteles, Analytica posteriora, 2, II 17; 23 (auctor 384BC-322BC)
Εἰ δέ εἰς τό ἄτομον μή εὐθύς ἔρχονται, καί μή μόνον ἓν τό μέσον ἀλλά πλείω, καί τά αἴτια πλείω.
47Aristoteles, Analytica priora, 2, II 1; 6 (auctor 384BC-322BC)
Αὕτη μέν οὖν κοινή πάντων αἰτία, τῶν τε καθόλου καί τῶν κατά μέρος· ἔστι δέ περί τῶν καθόλου καί ἄλλως εἰπεῖν.
48Aristoteles, Athenaion Politeia, p2, 23, 1; 1 (auctor 384BC-322BC)
τότε μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις, ἅμα τῇ δημοκρατίᾳ κατὰ μικρὸν αὐξανομένη· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ διῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν, ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία.
49Aristoteles, De anima, 1, I 3; 47 (auctor 384BC-322BC)
Ἄδηλος δέ καί τοῦ κύκλῳ φέρεσθαι τόν οὐρανόν ἡ αἰτία· οὔτε γάρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι, ἀλλά κατά συμβεβηκός οὕτω κινεῖται, οὔτε τό σῶμα αἴτιον, ἀλλ’ ἡ ψυχή μᾶλλον ἐκείνῳ.
50Aristoteles, De anima, 1, I 4; 9 (auctor 384BC-322BC)
Ἀπαιτήσειε δ’ ἄν τις τοῦτό γε καί παρ’ Ἐμπεδοκλέους· ἕκαστον γάρ αὐτῶν λόγῳ τινί φησιν εἶναι· πότερον οὖν ὁ λόγος ἐστίν ἡ ψυχή, ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μέλεσιν; Ἔτι δέ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατά τόν λόγον; Καί αὕτη πότερον ὁ λόγος ἐστίν ἢ παρά τόν λόγον ἕτερόν τι; Ταῦτα μέν οὖν ἔχει τοιαύτας ἀπορίας· εἰ δ’ ἐστίν ἕτερον ἡ ψυχή τῆς μίξεως, τί δή ποτε ἅμα τῷ σαρκί εἶναι ἀναιρεῖται καί τῷ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου; Πρός δέ τούτοις εἴπερ μή ἕκαστον τῶν μορίων ψυχήν ἔχει, εἰ μή ἐστιν ἡ ψυχή ὁ λόγος τῆς μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολειπούσης; Ὅτι μέν οὖν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι τήν ψυχήν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων.
51Aristoteles, De anima, 2, II 4; 8 (auctor 384BC-322BC)
Ἔστι δέ ἡ ψυχή τοῦ ζῶντος σώματος αἰτία καί ἀρχή.
52Aristoteles, De anima, 2, II 4; 10 (auctor 384BC-322BC)
Ὁμοίως δ’ ἡ ψυχή κατά τούς διωρισμένους τρόπους τρεῖς αἰτία· καί γάρ ὅθεν ἡ κίνησις αὐτή, καί οὗ ἕνεκα, καί ὡς ἡ οὐσία τῶν ἐμψύχων σωμάτων ἡ ψυχή αἰτία.
53Aristoteles, De anima, 2, II 4; 11 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν ὡς οὐσία, δῆλον· τό γάρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία, τό δέ ζῆν τοῖς ζῶσι τό εἶναί ἐστιν, αἰτία δέ καί ἀρχή τούτων ἡ ψυχή.
54Aristoteles, De anima, 2, II 4; 13 (auctor 384BC-322BC)
Φανερόν δ’ ὡς καί οὗ ἕνεκεν ἡ ψυχή αἰτία· ὥσπερ γάρ ὁ νοῦς ἕνεκά του ποιεῖ, τόν αὐτόν τρόπον καί ἡ φύσις, καί τοῦτ’ ἔστιν αὐτῇ τέλος.
55Aristoteles, De anima, 2, II 4; 22 (auctor 384BC-322BC)
Δοκεῖ δέ τισιν ἡ τοῦ πυρός φύσις ἁπλῶς αἰτία τῆς τροφῆς καί τῆς αὐξήσεως εἶναι· καί γάρ αὐτό φαίνεται μόνον τῶν σωμάτων ἢ τῶν στοιχείων τρεφόμενον καί αὐξόμενον.
56Aristoteles, De anima, 2, II 7; 32 (auctor 384BC-322BC)
Ἡ δ’ αἰτία καί περί τούτων ὕστερον λεχθήσεται.
57Aristoteles, De arte poetica, 6; 6 (auctor 384BC-322BC)
Ἐπεί δέ πράξεώς ἐστι μίμησις, πράττεται δέ ὑπό τινων πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τό ἦθος καί τήν διάνοιαν (διά γάρ τούτων καί τάς πράξεις εἶναί φαμεν ποιάς τινας,) πέφυκεν αἴτια δύο τῶν πράξεων εἶναι, διάνοια καί ἦθος, καί κατά ταύτας καί τυγχάνουσι καί ἀποτυγχάνουσι πάντες.
58Aristoteles, De caelo, 1, 1, 1; 2 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τῶν φύσει λεγομένων τὰ μέν ἐστιν οὐσίαι, τὰ δ´ ἔργα καὶ πάθη τούτων (λέγω δ´ οὐσίας μὲν τά τε ἁπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τούτων, οἷον τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ, καὶ πάλιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων, πάθη δὲ καὶ ἔργα τάς τε κινήσεις τὰς τούτων ἑκάστου καὶ τῶν ἄλλων, ὅσων ἐστὶν αἴτια ταῦτα κατὰ τὴν δύναμιν τὴν ἑαυτῶν, ἔτι δὲ τὰς ἀλλοιώσεις καὶ τὰς εἰς ἄλληλα μεταβάσεις), φανερὸν ὅτι τὴν πλείστην συμβαίνει τῆς περὶ φύσεως ἱστορίας περὶ σωμάτων εἶναι· πᾶσαι γὰρ αἱ φυσικαὶ οὐσίαι ἢ σώματα ἢ μετὰ σωμάτων γίγνονται καὶ μεγεθῶν.
59Aristoteles, De caelo, 2, 1, 2; 2 (auctor 384BC-322BC)
Διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τοὺς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, ἀλλὰ μᾶλλον ταύτην τῶν ἄλλων πέρας· τό τε γὰρ πέρας τῶν περιεχόντων ἐστί, καὶ αὕτη τέλειος οὖσα περιέχει τὰς ἀτελεῖς καὶ τὰς ἐχούσας πέρας καὶ παῦλαν, αὐτὴ μὲν οὐδεμίαν οὔτ´ ἀρχὴν ἔχουσα οὔτε τελευτήν, ἀλλ´ ἄπαυστος οὖσα τὸν ἄπειρον χρόνον, τῶν δ´ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν παῦλαν.
60Aristoteles, De caelo, 2, 3, 1; 3 (auctor 384BC-322BC)
Ἡ δ´ αἰτία περὶ αὐτῶν ἐνθένδε ληπτέα.
61Aristoteles, De caelo, 2, 5, 2; 6 (auctor 384BC-322BC)
Εἰ γὰρ ἡ φύσις ἀεὶ ποιεῖ τῶν ἐνδεχομένων τὸ βέλτιστον, ἔστι δὲ καθάπερ τῶν ἐπὶ τῆς εὐθείας φορῶν ἡ πρὸς τὸν ἄνω τόπον τιμιωτέρα (θειότερος γὰρ τόπος ὁ ἄνω τοῦ κάτω), τὸν αὐτὸν τρόπον καὶ ἡ εἰς τὸ πρόσθεν τῆς εἰς τοὔπισθεν, ἔχει, εἴπερ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, καθάπερ ἐλέχθη πρότερον, (καὶ μαρτυρεῖ δ´ ἡ ῥηθεῖσα ἀπορία ὅτι ἔχει) τὸ πρότερον καὶ ὕστερον· αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπορίαν.
62Aristoteles, De caelo, 2, 5, 2; 7 (auctor 384BC-322BC)
Εἰ γὰρ ἔχει ὡς ἐνδέχεται βέλτιστα, αὕτη ἂν εἴη αἰτία καὶ τοῦ εἰρημένου· βέλτιστον γὰρ κινεῖσθαι ἁπλῆν τε κίνησιν καὶ ἄπαυστον, καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον.
63Aristoteles, De caelo, 2, 13, 15; 44 (auctor 384BC-322BC)
Αὕτη οὖν πότερον ἄνω ἢ κάτω, ἢ ποῦ ἐστιν; Εἶναι μὲν γάρ τινα ἀναγκαῖον· εἰ δὲ μηδὲν μᾶλλον κάτω ἢ ἄνω, ὁ δ´ ἄνω ἀὴρ μὴ κωλύει τὴν ἄνω φοράν, οὐδ´ ἂν ὁ ὑπὸ τῇ γῇ κωλύοι τὴν κάτω· τὰ γὰρ αὐτὰ τῶν αὐτῶν ἀναγκαῖον εἶναι αἴτια τοῖς αὐτοῖς.
64Aristoteles, De caelo, 2, 13, 16; 46 (auctor 384BC-322BC)
Ὅτε γὰρ τὰ στοιχεῖα διειστήκει χωρὶς ὑπὸ τοῦ νείκους, τίς αἰτία τῇ γῇ τῆς μονῆς ἦν; Οὐ γὰρ δὴ καὶ τότε αἰτιάσεται τὴν δίνην.
65Aristoteles, De caelo, 2, 14, 13; 34 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ διὰ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν· οὔτε γὰρ ἂν αἱ τῆς σελήνης ἐκλείψεις τοιαύτας ἂν εἶχον τὰς ἀποτομάς· νῦν γὰρ ἐν μὲν τοῖς κατὰ μῆνα σχηματισμοῖς πάσας λαμβάνει τὰς διαιρέσεις (καὶ γὰρ εὐθεῖα γίνεται καὶ ἀμφίκυρτος καὶ κοίλη), περὶ δὲ τὰς ἐκλείψεις ἀεὶ κυρτὴν ἔχει τὴν ὁρίζουσαν γραμμήν, ὥστ´ ἐπείπερ ἐκλείπει διὰ τὴν τῆς γῆς ἐπιπρόσθησιν, ἡ τῆς γῆς ἂν εἴη περιφέρεια τοῦ σχήματος αἰτία σφαιροειδὴς οὖσα.
66Aristoteles, De caelo, 2a, 1, 1; 2 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τῶν φύσει λεγομένων τὰ μέν ἐστιν οὐσίαι, τὰ δ´ ἔργα καὶ πάθη τούτων (λέγω δ´ οὐσίας μὲν τά τε ἁπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τούτων, οἷον τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ, καὶ πάλιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων, πάθη δὲ καὶ ἔργα τάς τε κινήσεις τὰς τούτων ἑκάστου καὶ τῶν ἄλλων, ὅσων ἐστὶν αἴτια ταῦτα κατὰ τὴν δύναμιν τὴν ἑαυτῶν, ἔτι δὲ τὰς ἀλλοιώσεις καὶ τὰς εἰς ἄλληλα μεταβάσεις), φανερὸν ὅτι τὴν πλείστην συμβαίνει τῆς περὶ φύσεως ἱστορίας περὶ σωμάτων εἶναι· πᾶσαι γὰρ αἱ φυσικαὶ οὐσίαι ἢ σώματα ἢ μετὰ σωμάτων γίγνονται καὶ μεγεθῶν.
67Aristoteles, De caelo, 4, 2, 12; 35 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γε τὸ μὲν κενὸν ἄνω πέφυκε φέρεσθαι, κάτω δὲ τὸ πλῆρες, καὶ διὰ τοῦτο τοῖς ἄλλοις αἴτια τῆς φορᾶς ἑκατέρας, οὐθὲν περὶ τῶν συνθέτων ἔδει σκοπεῖν διὰ τί τὰ μὲν κοῦφα τὰ δὲ βαρέα τῶν σωμάτων, ἀλλὰ περὶ τούτων αὐτῶν εἰπεῖν διὰ τί τὸ μὲν κοῦφον, τὸ δ´ ἔχει βάρος, ἔτι δὲ τί τὸ αἴτιον τοῦ μὴ διεστάναι τὸ πλῆρες καὶ τὸ κενόν.
68Aristoteles, De caelo, 4, 4, 3; 5 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ καὶ τῶν ἄλλων τὰ μὲν ἔχει βάρος τὰ δὲ κουφότητα, δῆλον ὅτι τούτων μὲν αἰτία πάντων ἡ ἐν τοῖς ἀσυνθέτοις διαφορά· κατὰ γὰρ τὸ ἐκείνων τετυχηκέναι τοῦ μὲν πλεῖον τοῦ δ´ ἔλαττον, ἔσται τὰ μὲν κοῦφα τὰ δὲ βαρέα τῶν σωμάτων.
69Aristoteles, De caelo, 4, 6, 1; 1 (auctor 384BC-322BC)
Τὰ δὲ σχήματα οὐκ αἴτια τοῦ φέρεσθαι ἁπλῶς ἢ κάτω ἢ ἄνω, ἀλλὰ τοῦ θᾶττον ἢ βραδύτερον.
70Aristoteles, De divinatione per somnum, 1; 4 (auctor 384BC-322BC)
Ἀφαιρεθείσης δὲ τῆς ἀπὸ τοῦ θεοῦ αἰτίας οὐδεμία τῶν ἄλλων εὔλογος εἶναι φαίνεται αἰτία· τὸ γὰρ περὶ τῶν ἐφ’ Ἡρακλείαις στήλαις ἢ τῶν ἐν Βορυσθένει προορᾶν τινάς, ὑπὲρ τὴν ἡμετέραν εἶναι δόξειεν ἂν σύνεσιν εὑρεῖν τούτων τὴν ἀρχήν.
71Aristoteles, De divinatione per somnum, 1; 5 (auctor 384BC-322BC)
Ἀνάγκη δ’ οὖν τὰ ἐνύπνια ἢ αἴτια εἶναι ἢ σημεῖα τῶν γιγνομένων ἢ συμπτώματα, ἢ πάντα ἢ ἔνια τούτων ἢ ἓν μόνον.
72Aristoteles, De divinatione per somnum, 1; 8 (auctor 384BC-322BC)
Ἆρ’ οὖν ἐστὶ τῶν ἐνυπνίων τὰ μὲν αἴτια, τὰ δὲ σημεῖα, οἷον τῶν περὶ τὸ σῶμα συμβαινόντων; Λέγουσι γοῦν καὶ τῶν ἰατρῶν οἱ χαρίεντες ὅτι δεῖ σφόδρα προσέχειν τοῖς ἐνυπνίοις· εὔλογον δ’ οὕτως ὑπολαβεῖν καὶ τοῖς μὴ τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν.
73Aristoteles, De divinatione per somnum, 1; 15 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν καὶ ἔνιά γε τῶν καθ’ ὕπνον φαντασμάτων αἴτια εἶναι τῶν οἰκείων ἑκάστῳ πράξεων οὐκ ἄλογον· ὥσπερ γὰρ μέλλοντες πράττειν καὶ ἐν ταῖς πράξεσιν ὄντες ἢ πεπραχότες πολλάκις εὐθυονειρίᾳ τούτοις σύνεσμεν καὶ πράττομεν (αἴτιον δ’ ὅτι προωδοποιημένη τυγχάνει ἡ κίνησις ἀπὸ τῶν μεθ’ ἡμέραν ἀρχῶν), οὕτω πάλιν ἀναγκαῖον καὶ τὰς καθ’ ὕπνον κινήσεις πολλάκις ἀρχὴν εἶναι τῶν μεθ’ ἡμέραν πράξεων διὰ τὸ προωδοποιῆσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φαντάσμασι τοῖς νυκτερινοῖς.
74Aristoteles, De divinatione per somnum, 1; 16 (auctor 384BC-322BC)
Οὕτω μὲν οὖν ἐνδέχεται τῶν ἐνυπνίων ἔνια καὶ σημεῖα καὶ αἴτια εἶναι.
75Aristoteles, De generatione animalium, 1, 18; 44 (auctor 384BC-322BC)
Τοῦ δ' ἐκ κολοβῶν γίγνεσθαι κολοβὰ ἡ αὐτὴ αἰτία καὶ διὰ τί ὅμοια τοῖς γονεῦσιν.
76Aristoteles, De generatione animalium, 1, 20; 15 (auctor 384BC-322BC)
τοῦ δὲ μήτε τούτοις γίγνεσθαι κάθαρσιν μήτε τῶν αἷμα ἐχόντων τοῖς εἰρημένοις, [τοῖς κάτω ἔχουσι καὶ μὴ ᾠοτοκοῦσιν] αἰτία ἡ ξηρότης τῶν σωμάτων, ὀλίγον λείπουσα τὸ περίττωμα καὶ τοσοῦτον ὅσον εἰς τὴν γένεσιν ἱκανὸν μόνον, ἔξω δὲ μὴ προΐεσθαι.
77Aristoteles, De generatione animalium, 2, 1; 22 (auctor 384BC-322BC)
ἔστι γὰρ ἔνια τοιαῦτα τῶν ἐντόμων ἃ γίγνεται μὲν αὐτόματα, ἔστι δὲ θήλεα καὶ ἄρρενα, καὶ ἐκ συνδυαζομένων γίγνεταί τι αὐτῶν, ἀτελὲς μέντοι τὸ γιγνόμενον· ἡ δ' αἰτία εἴρηται πρότερον ἐν ἑτέροις.
78Aristoteles, De generatione animalium, 2, 2; 25 (auctor 384BC-322BC)
Ἡ μὲν οὖν αἰτία τῆς λεχθείσης ἀπορίας εἴρηται, φανερὸν δὲ ὅτι διὰ τοῦτ' οὐδὲ πήγνυται· ὁ γὰρ ἀὴρ ἄπηκτος.
79Aristoteles, De generatione animalium, 2, 4; 16 (auctor 384BC-322BC)
μετριάζουσαι μὲν οὖν ἀμφότεραι αὗται αἱ ἀποκρίσεις τῶν περιττωμάτων τὰ σώματα σώζουσιν, ἅτε γιγνομένης καθάρσεως τῶν περιττωμάτων ἃ τοῦ νοσεῖν αἴτια τοῖς σώμασιν· μὴ γιγνομένων δὲ ἢ πλειόνων γιγνομένων βλάπτει· ποιεῖ γὰρ ἢ νόσους ἢ τῶν σωμάτων καθαίρεσιν, διὸ καὶ τὰ λευκὰ συνεχῶς γιγνόμενα καὶ πλεονάζοντα τὴν αὔξησιν ἀφαιρεῖται τῶν παιδίων.
80Aristoteles, De generatione animalium, 2, 6; 42 (auctor 384BC-322BC)
τοῖς δὲ αὐτομάτως γιγνομένοις ἡ τῆς ὥρας αἰτία κίνησις καὶ θερμότης.
81Aristoteles, De generatione animalium, 2, 7; 23 (auctor 384BC-322BC)
τὰ δ' αἴτια τῆς ἀγονίας ἐπὶ μὲν τῶν ἄλλων πλείω συμβαίνει· καὶ γὰρ ἐκ γενετῆς ὅταν πηρωθῶσι τοὺς τόπους τοὺς πρὸς τὴν μίξιν χρησίμους ἄγονοι γίγνονται καὶ γυναῖκες καὶ ἄνδρες ὥστε τὰς μὲν μὴ ἡβᾶν τοὺς δὲ μὴ γενειᾶν ἀλλ' εὐνουχίας διατελεῖν ὄντας· τοῖς δὲ προϊούσης τῆς ἡλικίας ταὐτὸν συμβαίνει πάσχειν, ὁτὲ μὲν δι' εὐτροφίαν τῶν σωμάτων (ταῖς μὲν γὰρ πιοτέραις γιγνομέναις τοῖς δ' εὐεκτικωτέροις εἰς τὸ σῶμα καταναλίσκεται τὸ περίττωμα τὸ σπερματικόν, καὶ ταῖς μὲν οὐ γίγνεται καταμήνια τοῖς δὲ γονή), ὁτὲ δὲ διὰ νόσον οἱ μὲν ὑγρὸν καὶ ψυχρὸν προΐενται, ταῖς δὲ γυναιξὶν αἱ καθάρσεις φαῦλαι καὶ πλήρεις νοσηματικῶν περιττωμάτων.
82Aristoteles, De generatione animalium, 3, 1; 29 (auctor 384BC-322BC)
ἡ δὲ γιγνομένη τοῖς ζῳοτόκοις ἀπόκρισις τῶν καταμηνίων συνίσταται τοῖς ὄρνισι κατὰ τοὺς ἱκνουμένους χρόνους τοῦ περιττώματος, καὶ διὰ τὸ τὸν τόπον εἶναι θερμὸν τὸν πρὸς τῷ διαζώματι τελειοῦται τοῖς μεγέθεσιν, πρὸς δὲ τὴν γένεσιν ἀτελῆ καὶ ταῦτα καὶ τὰ τῶν ἰχθύων ὁμοίως ἄνευ τῆς τοῦ ἄρρενος γονῆς· ἡ δ' αἰτία τούτων εἴρηται πρότερον.
83Aristoteles, De generatione animalium, 3, 3; 3 (auctor 384BC-322BC)
αἰτία δ' ἡ τοῦ σώματος φύσις· τήν τε γὰρ κεφαλὴν πολλαπλασίαν ἔχει τοῦ λοιποῦ σώματος καὶ ταύτην ἀκανθώδη καὶ σφόδρα τραχεῖαν.
84Aristoteles, De generatione animalium, 4, 1; 55 (auctor 384BC-322BC)
ἡ μὲν οὖν ἀρχὴ τοῦ θήλεος καὶ τοῦ ἄρρενος καὶ ἡ αἰτία αὕτη καὶ ἐν τούτῳ ἐστίν.
85Aristoteles, De generatione animalium, 4, 7; 6 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς τοῦ πάθους αἰτίας εἴρηται ἐν τοῖς Προβλήμασιν· πάσχει γὰρ ταὐτὸν τὸ κύημα ἐν τῇ μήτρᾳ ὅπερ ἐν τοῖς ἑψομένοις τὰ μωλυνόμενα, καὶ οὐ διὰ θερμότητα, ὥσπερ τινές φασιν, ἀλλὰ μᾶλλον δι' ἀσθένειαν θερμότητος (ἔοικε γὰρ ἡ φύσις ἀσθενεῖν καὶ οὐ δύνασθαι τελειῶσαι οὐδ' ἐπιθεῖναι τῇ γενέσει πέρας· διὸ καὶ συγκαταγηράσκει ἢ πολὺν ἐμμένει χρόνον· οὔτε γὰρ ὡς τετελεσμένον οὔθ' ὡς πάμπαν ἀλλότριον ἔχει τὴν φύσιν)· τῆς γὰρ σκληρότητος ἡ ἀπεψία αἰτία· ἀπεψία γάρ τις καὶ ἡ μώλυνσίς ἐστιν.
86Aristoteles, De generatione animalium, 5, 1; 54 (auctor 384BC-322BC)
Οὐ μόνον δὲ τὰ εἰρημένα αἴτια τοῦ ἀμβλὺ ἢ ὀξὺ ὁρᾶν ἀλλὰ καὶ ἡ τοῦ δέρματος φύσις τοῦ ἐπὶ τῇ κόρῃ καλουμένῃ· δεῖ γὰρ αὐτὸ διαφανὲς εἶναι, τοιοῦτον δ' ἀναγκαῖον εἶναι τὸ λεπτὸν καὶ λευκὸν καὶ ὁμαλόν-λεπτὸν μὲν ὅπως ἡ θύραθεν εὐθυπορῇ κίνησις, ὁμαλὸν δ' ὅπως μὴ ἐπισκιάζῃ ῥυτιδούμενον (καὶ γὰρ διὰ τοῦθ' οἱ γέροντες οὐκ ὀξὺ ὁρῶσιν· ὥσπερ γὰρ καὶ τὸ ἄλλο δέρμα καὶ τὸ τοῦ ὄμματος ῥυτιδοῦταί τε καὶ παχύτερον γίγνεται γηράσκουσιν), λευκὸν δὲ διὰ τὸ τὸ μέλαν μὴ εἶναι διαφανές· αὐτὸ γὰρ τοῦτ' ἔστι τὸ μέλαν, τὸ μὴ διαφαινόμενον.
87Aristoteles, De generatione animalium, 5, 1; 66 (auctor 384BC-322BC)
-τοῦ μὲν γὰρ οὕτως ὀξὺ ὁρᾶν ὥστε διαισθάνεσθαι τὰς διαφορὰς ἐν αὐτῷ τῷ ὄμματί ἐστιν ἡ αἰτία· ὥσπερ γὰρ ἐν ἱματίῳ καθαρῷ καὶ αἱ μικραὶ κηλῖδες ἔνδηλοι γίγνονται οὕτω καὶ ἐν τῇ καθαρᾷ ὄψει καὶ αἱ μικραὶ κινήσεις δῆλαι καὶ ποιοῦσιν αἴσθησιν.
88Aristoteles, De generatione animalium, 5, 1; 67 (auctor 384BC-322BC)
τοῦ δὲ τὰ πόρρωθεν ὁρᾶν καὶ τὴν ἀπὸ τῶν πόρρωθεν ὁρατῶν ἀφικνεῖσθαι κίνησιν ἡ θέσις αἰτία τῶν ὀφθαλμῶν· τὰ μὲν γὰρ ἐξόφθαλμα οὐκ εὐωπὰ πόρρωθεν, τὰ δ' ἐντὸς ἔχοντα τὰ ὄμματα ἐν κοίλῳ κείμενα ὁρατικὰ τῶν πόρρωθεν διὰ τὸ τὴν κίνησιν μὴ σκεδάννυσθαι εἰς ἀχανὲς ἀλλ' εὐθυπορεῖν.
89Aristoteles, De generatione animalium, 5, 6; 12 (auctor 384BC-322BC)
ἡ δ' αὐτὴ αἰτία καὶ τῶν μονοχρόων μὲν μελάνων δ' ἢ λευκῶν· θερμότης γὰρ καὶ ψυχρότης αἰτία τῆς φύσεως τοῦ δέρματος καὶ τῶν τριχῶν· ἔχει γὰρ ἕκαστον τῶν μορίων θερμότητα οἰκείαν.
90Aristoteles, De generatione animalium, 5, 8; 22 (auctor 384BC-322BC)
ὥστε γίγνεσθαι μὲν οὐθὲν κωλύει οὕτω καὶ ἐκπίπτειν, ἀλλ' οὐ διὰ ταῦτα ἀλλὰ διὰ τὸ τέλος· ταῦτα δ' ὡς κινοῦντα καὶ ὡς ὄργανα καὶ ὡς ὕλη αἴτια, ἐπεὶ καὶ τὸ τῷ πνεύματι ἐργάζεσθαι τὰ πολλὰ εἰκὸς ὡς ὀργάνῳ-οἷον γὰρ ἔνια πολύχρηστά ἐστι τῶν περὶ τὰς τέχνας, ὥσπερ ἐν τῇ χαλκευτικῇ ἡ σφύρα καὶ ὁ ἄκμων, οὕτω καὶ τὸ πνεῦμα ἐν τοῖς φύσει συνεστῶσιν.
91Aristoteles, De generatione animalium, 5, 8; 23 (auctor 384BC-322BC)
ὅμοιον δ' ἔοικε τὸ λέγειν τὰ αἴτια ἐξ ἀνάγκης κἂν εἴ τις διὰ τὸ μαχαίριον οἴοιτο τὸ ὕδωρ ἐξεληλυθέναι μόνον τοῖς ὑδρωπιῶσιν, ἀλλ' οὐ διὰ τὸ ὑγιαίνειν οὗ ἕνεκα τὸ μαχαίριον ἔτεμεν.
92Aristoteles, De generatione et corruptione, 1, 3, 6; 14 (auctor 384BC-322BC)
Περί τε τούτων οὖν ὅσον ἐνδέχεται πραγματευτέον, καὶ τίς αἰτία τοῦ γένεσιν ἀεὶ εἶναι, καὶ τὴν ἁπλῆν καὶ τὴν κατὰ μέρος.
93Aristoteles, De generatione et corruptione, 1, 3, 17; 39 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τοῦ τὰ μὲν ἁπλῶς γίνεσθαι τὰ δὲ μή, καὶ ὅλως καὶ ἐν ταῖς οὐσίαις αὐταῖς, εἴρηται, καὶ διότι τοῦ γένεσιν εἶναι συνεχῶς αἰτία ὡς ὕλη τὸ ὑποκείμενον, ὅτι μεταβλητικόν ἐστι εἰς τἀναντία, καὶ ἔστιν ἡ θατέρου γένεσις ἀεὶ ἐπὶ τῶν οὐσιῶν ἄλλου φθορὰ καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσις.
94Aristoteles, De generatione et corruptione, 1, 5, 8; 21 (auctor 384BC-322BC)
Ληπτέον δὴ μᾶλλον οἷον ἁπτομένους τῆς ζητήσεως ἐξ ἀρχῆς, ποίου τινὸς ὄντος τοῦ αὐξάνεσθαι ἢ τοῦ φθίνειν τὰ αἴτια ζητοῦμεν.
95Aristoteles, De generatione et corruptione, 2, 6, 12; 29 (auctor 384BC-322BC)
Τί οὖν ἐστὶ τὸ κινοῦν πρῶτον καὶ αἴτιον τῆς κινήσεως; οὐ γὰρ δὴ ἡ φιλία καὶ τὸ νεῖκος, ἀλλά τινος κινήσεως ταῦτα αἴτια· εἰ δ´ ἔστιν, ἐκεῖνο ἀρχή· ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν· αἱ γὰρ ἀλλοιώσεις αἱ τῆς ψυχῆς πῶς ἔσονται, οἷον τὸ μουσικὸν εἶναι καὶ πάλιν ἄμουσον, ἢ μνήμη ἢ λήθη; δῆλον γὰρ ὅτι εἰ μὲν πῦρ ἡ ψυχή, τὰ πάθη ὑπάρξει αὐτῇ ὅσα πυρὶ ᾗ πῦρ· εἰ δὲ μικτόν, τὰ σωματικά· τούτων δ´ οὐδὲν σωματικόν.
96Aristoteles, De generatione et corruptione, 2, 9, 5; 10 (auctor 384BC-322BC)
Δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἣν ἅπαντες μὲν ὀνειρώττουσι, λέγει δ´ οὐδείς, ἀλλ´ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν εἶναι πρὸς τὸ γίνεσθαι τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν Φαίδωνι Σωκράτης· καὶ γὰρ ἐκεῖνος, ἐπιτιμήσας τοῖς ἄλλοις ὡς οὐδὲν εἰρηκόσιν, ὑποτίθεται ὅτι ἐστὶ τῶν ὄντων τὰ μὲν εἴδη τὰ δὲ μεθεκτικὰ τῶν εἰδῶν, καὶ ὅτι εἶναι μὲν ἕκαστον λέγεται κατὰ τὸ εἶδος, γίνεσθαι δὲ κατὰ τὴν μετάληψιν καὶ φθείρεσθαι κατὰ τὴν ἀποβολήν, ὥστ´ εἰ ταῦτα ἀληθῆ, τὰ εἴδη οἴεται ἐξ ἀνάγκης αἴτια εἶναι καὶ γενέσεως καὶ φθορᾶς.
97Aristoteles, De generatione et corruptione, 2, 9, 6; 13 (auctor 384BC-322BC)
Εἰ μὲν γάρ ἐστιν αἴτια τὰ εἴδη, διὰ τί οὐκ ἀεὶ γεννᾷ συνεχῶς, ἀλλὰ ποτὲ μὲν ποτὲ δ´ οὔ, ὄντων καὶ τῶν εἰδῶν ἀεὶ καὶ τῶν μεθεκτικῶν; ἔτι δ´ ἐπ´ ἐνίων θεωροῦμεν ἄλλο τὸ αἴτιον ὄν· ὑγίειαν γὰρ ὁ ἰατρὸς ἐμποιεῖ καὶ ἐπιστήμην ὁ ἐπιστήμων, οὔσης καὶ ὑγιείας αὐτῆς καὶ ἐπιστήμης καὶ τῶν μεθεκτικῶν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ δύναμιν πραττομένων.
98Aristoteles, De generatione et corruptione, 2, 10, 3; 6 (auctor 384BC-322BC)
Δεῖ 〈δὴ〉 πλείους εἶναι τὰς κινήσεις καὶ ἐναντίας, ἢ τῇ φορᾷ ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ ἐναντίων τἀναντία αἴτια· διὸ καὶ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ γενέσεως καὶ φθορᾶς, ἀλλ´ ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχές ἐστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις· ἀνάγκη γάρ, εἴ γε ἀεὶ ἔσται συνεχὴς γένεσις καὶ φθορά, ἀεὶ μέν τι κινεῖσθαι, ἵνα μὴ ἐπιλείπωσιν αὗται αἱ μεταβολαί, δύο δ´, ὅπως μὴ θάτερον συμβαίνῃ μόνον.
99Aristoteles, De generatione et corruptione, 2, 10, 4; 7 (auctor 384BC-322BC)
Τῆς μὲν οὖν συνεχείας ἡ τοῦ ὅλου φορὰ αἰτία, τοῦ δὲ προσιέναι καὶ ἀπιέναι ἡ ἔγκλισις· συμβαίνει γὰρ ὁτὲ μὲν πόρρω γίνεσθαι ὁτὲ δ´ ἐγγύς.
100Aristoteles, De generatione et corruptione, 2, 10, 4; 8 (auctor 384BC-322BC)
[5] Ἀνίσου δὲ τοῦ διαστήματος ὄντος ἀνώμαλος ἔσται ἡ κίνησις· ὥστ´ εἰ τῷ προσιέναι καὶ ἐγγὺς εἶναι γεννᾷ, τῷ ἀπιέναι ταὐτὸν τοῦτο καὶ πόρρω γίνεσθαι φθείρει, καὶ εἰ τῷ πολλάκις προσελθεῖν γεννᾷ, καὶ τῷ πολλάκις ἀπελθεῖν φθείρει· τῶν γὰρ ἐναντίων τἀναντία αἴτια.
101Aristoteles, De longitudine et brevitate vitae, 2; 2 (auctor 384BC-322BC)
Πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ, οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν, τυγχάνει γενέσεως καὶ φθορᾶς αἴτια ἀλλήλοις, ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐκ τούτων ὄντα καὶ συνεστῶτα μετέχειν τῆς τούτων φύσεως εὔλογον, ὅσα μὴ συνθέσει ἐκ πολλῶν ἐστίν, οἷον οἰκία.
102Aristoteles, De longitudine et brevitate vitae, 5; 10 (auctor 384BC-322BC)
Οὐ μόνον δὲ διὰ τοῦτο μακροβιώτερα· δύο γὰρ τὰ αἴτια, τό τε ποσὸν καὶ τὸ ποιόν, ὥστε δεῖ μὴ μόνον πλῆθος εἶναι ὑγροῦ, ἀλλὰ τοῦτο καὶ θερμόν, ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾖ.
103Aristoteles, De longitudine et brevitate vitae, 5; 20 (auctor 384BC-322BC)
Καὶ μάλιστ’ ἐπίδηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν ζῴων· διὸ οἵ τ’ ὄφεις καὶ αἱ σαῦραι καὶ τὰ φολιδωτὰ μεγάλα ἐν τοῖς θερμοῖς τόποις, καὶ ἐν τῇ θαλάττῃ τῇ ἐρυθρᾷ τὰ ὀστρακόδερμα· τῆς τε γὰρ αὐξήσεως ἡ θερμὴ ὑγρότης αἰτία καὶ τῆς ζωῆς.
104Aristoteles, De motu animalium, 5; 1 (auctor 384BC-322BC)
Πότερον δ' ἐν τῷ αὐτῷ αὑτὸ κινοῦντι κατὰ τόπον μόνῳ δεῖ τι μένειν, ἢ καὶ ἐν τῷ ἀλλοιουμένῳ αὐτῷ ὑφ' αὑτοῦ καὶ αὐξανομένῳ; περὶ δὲ γενέσεως τῆς ἐξ ἀρχῆς καὶ φθορᾶς ἄλλος λόγος· εἰ γάρ ἐστιν ἥνπερ φαμὲν πρώτην κίνησιν γενέσεως καὶ φθορᾶς, αὕτη αἰτία ἂν εἴη, καὶ τῶν ἄλλων δὲ κινήσεων ἴσως πασῶν.
105Aristoteles, De motu animalium, 6; 3 (auctor 384BC-322BC)
τῶν γὰρ ἄλλων παρὰ τὴν τοῦ ὅλου κίνησιν τὰ ἔμψυχα αἴτια τῆς κινήσεως, ὅσα μὴ κινεῖται ὑπ' ἀλλήλων διὰ τὸ προσκόπτειν ἀλλήλοις.
106Aristoteles, De partibus animalium, 1, 1, 29; 70 (auctor 384BC-322BC)
Φαίνεται γάρ, ὥσπερ ἐν τοῖς τεχναστοῖς ἐστιν ἡ τέχνη, οὕτως ἐν αὐτοῖς τοῖς πράγμασιν ἄλλη τις ἀρχὴ καὶ αἰτία τοιαύτη, ἣν ἔχομεν καθάπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐκ τοῦ παντός.
107Aristoteles, De partibus animalium, 2, 2, 10; 18 (auctor 384BC-322BC)
Διὸ δεῖ μὴ λανθάνειν πῶς δεῖ τῶν φύσει συνεστώτων τὰ μὲν θερμὰ λέγειν τὰ δὲ ψυχρὰ καὶ τὰ μὲν ξηρὰ τὰ δ´ ὑγρά, ἐπεὶ ὅτι γ´ αἴτια ταῦτα σχεδὸν καὶ θανάτου καὶ ζωῆς ἔοικεν εἶναι φανερόν, ἔτι δ´ ὕπνου καὶ ἐγρηγόρσεως καὶ ἀκμῆς καὶ γήρως καὶ νόσου καὶ ὑγιείας, ἀλλ´ οὐ τραχύτητες καὶ λειότητες οὐδὲ βαρύτητες καὶ κουφότητες οὐδ´ ἄλλο τῶν τοιούτων οὐδὲν ὡς εἰπεῖν.
108Aristoteles, De partibus animalium, 2, 2, 12; 22 (auctor 384BC-322BC)
Ἔστι δ´ ὅτε δοκεῖ τοῦτ´ εἶναι ψεῦδος· ἐνίοτε γὰρ ἡ ἕξις αἰτία τοῦ ἀλγεῖν αἰσθανομένοις.
109Aristoteles, De partibus animalium, 2, 3, 8; 14 (auctor 384BC-322BC)
Ἀλλ´ αὕτη μὲν οὐδεμιᾶς αἰτία πέψεως, ἀλλ´ εὐπεψίας μᾶλλον· ἡ γὰρ εἰς μικρὰ διαίρεσις τῆς τροφῆς ῥᾴω ποιεῖ τῷ θερμῷ τὴν ἐργασίαν· ἡ δὲ τῆς ἄνω καὶ τῆς κάτω κοιλίας ἤδη μετὰ θερμότητος φυσικῆς ποιεῖται τὴν πέψιν.
110Aristoteles, De partibus animalium, 2, 4, 6; 16 (auctor 384BC-322BC)
Πολλῶν δ´ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ἦθος τοῖς ζῴοις καὶ κατὰ τὴν αἴσθησιν, εὐλόγως· ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος· ἡ γὰρ τροφὴ ὕλη, τὸ δ´ αἷμα ἡ ἐσχάτη τροφή.
111Aristoteles, De partibus animalium, 2, 14, 2; 5 (auctor 384BC-322BC)
Σκέπης γὰρ χάριν αἱ τρίχες ὑπάρχουσι τοῖς ἔχουσιν· τοῖς μὲν οὖν τετράποσι τὰ πρανῆ δεῖται μᾶλλον τῆς σκέπης, τὰ δὲ πρόσθια τιμιώτερα μέν, ἀλλ´ ἀλεάζει διὰ τὴν κάμψιν· τοῖς δ´ ἀνθρώποις ἐπεὶ ἐξ ἴσου διὰ τὴν ὀρθότητα τὰ πρόσθια τοῖς ὀπισθίοις, τοῖς τιμιωτέροις ὑπέγραψεν ἡ φύσις τὴν βοήθειαν· ἀεὶ γὰρ ἐκ τῶν ἐνδεχομένων αἰτία τοῦ βελτίονός ἐστιν.
112Aristoteles, De partibus animalium, 2, 16, 7; 12 (auctor 384BC-322BC)
Αἰτία δὲ τούτων ἡ φύσις ἡ τῶν ὀρνίθων συνεστηκυῖα τοῦτον τὸν τρόπον.
113Aristoteles, De partibus animalium, 3, 5, 3; 5 (auctor 384BC-322BC)
Διὸ καὶ τὴν τοῦ θερμοῦ ἀρχὴν ἀναγκαῖον ἐν τῷ αὐτῷ τόπῳ εἶναι· αὕτη δ´ ἐστὶν αἰτία καὶ τῷ αἵματι τῆς ὑγρότητος καὶ τῆς θερμότητος.
114Aristoteles, De partibus animalium, 4, 10, 36; 90 (auctor 384BC-322BC)
Τούτων δ´ αἰτία μία τίς ἐστιν ὡς εἰπεῖν ἁπάντων, διότι μόνον ἐστὶν ὀρθὸν τῶν ζῴων ἄνθρωπος.
115Aristoteles, De partibus animalium, 4, 11, 1; 3 (auctor 384BC-322BC)
Τοιοῦτον δ´ ἓν μόνον γένος ἐστὶν ἄπουν, τὸ τῶν ὄφεων· ἡ δ´ αἰτία τῆς ἀποδίας αὐτῶν εἴρηται ἐν τοῖς περὶ τῆς πορείας τῶν ζῴων διωρισμένοις.
116Aristoteles, De partibus animalium, 4, 12, 21; 64 (auctor 384BC-322BC)
Τοῦ δ´ ἄσαρκα τὰ σκέλη εἶναι ἡ αὐτὴ αἰτία καὶ ἐπὶ τῶν τετραπόδων, ὑπὲρ ἧς καὶ πρόσθεν εἴρηται.
117Aristoteles, De partibus animalium, 4, 12, 23; 71 (auctor 384BC-322BC)
Ὄρχεις δ´ ἔχουσι μὲν πάντες οἱ ὄρνιθες, ἐντὸς δ´ ἔχουσιν· ἡ δ´ αἰτία ἐν τοῖς περὶ τὰς γενέσεις λεχθήσεται τῶν ζῴων.
118Aristoteles, De partibus animalium, 4, 13, 1; 3 (auctor 384BC-322BC)
Οὔτε γὰρ σκέλη οὔτε χεῖρας οὔτε πτέρυγας ἔχουσιν (εἴρηται δὲ περὶ τούτων ἡ αἰτία πρότερον), ἀλλ´ ὅλον ἀπὸ τῆς κεφαλῆς τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς.
119Aristoteles, De partibus animalium, 4, 13, 6; 16 (auctor 384BC-322BC)
Αἰτία δὲ τοῦ μὴ ἔχειν τοὺς ὀφιώδεις τῶν ἰχθύων πτερύγια ἥπερ καὶ τῶν ὄφεων τοῦ ἄποδας εἶναι.
120Aristoteles, De partibus animalium, 4, 13, 7; 21 (auctor 384BC-322BC)
Ἡ δ´ αὐτὴ αἰτία καὶ ἐπὶ τῶν δύο μόνον ἐχόντων πτερύγια ἰχθύων· ὀφιώδη γάρ ἐστι καὶ εὐμηκέστερα, καὶ χρῆται τῇ κάμψει ἀντὶ τῶν δύο πτερυγίων.
121Aristoteles, De sensu et sensibilibus, 1; 25 (auctor 384BC-322BC)
Διὰ τί οὖν ἠρεμοῦντι τοῦτ’ οὐ συμβαίνει; Τὰ δ’ αἴτια τούτου, καὶ τῆς ἀπορίας καὶ τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν, ἐντεῦθεν ληπτέον.
122Aristoteles, De sensu et sensibilibus, 1; 114 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ θερμαινόμενον οὐδὲν φαίνεται παχυνόμενον τὸ ὕδωρ αὐτὸ μόνον, δῆλον ὅτι ἑτέρα τις ἂν εἴη αἰτία· οἱ γὰρ χυμοὶ πάντες πάχος ἔχουσι μᾶλλον· τὸ δὲ θερμὸν συναίτιον.
123Aristoteles, De sensu et sensibilibus, 1; 279 (auctor 384BC-322BC)
Ἡ δ’ αἰτία εἴρηται ἐν τοῖς ἔμπροσθεν περὶ τούτου.
124Aristoteles, De somno et vigilia, 2; 23 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ζῴοις καθάπερ τοῖς ἐναίμοις ὑποληπτέον εἶναι τὰ αἴτια τοῦ πάθους, ἢ ταὐτὰ ἢ τὰ ἀνάλογον, τοῖς δ’ ἐναίμοις ἅπερ τοῖς ἀνθρώποις· ὥστ’ ἐκ τούτων πάντα θεωρητέον.
125Aristoteles, De somno et vigilia, 3; 35 (auctor 384BC-322BC)
Ἔστι δ’ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν, τὰ δ’ αἴτια τοῦ καθεύδειν θερμά.
126Aristoteles, De sophisticis elenchis, 6; 22 (auctor 384BC-322BC)
Δεῖ γάρ τό συμπέρασμα τῷ ταῦτ᾿ εἶναι αἴτια τοῦ συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις· καί πάλιν μή ἀριθμουμένου τοῦ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρά τήν αἴτησιν τοῦ ἐν ἀρχῇ.
127Aristoteles, Ethica Eudemia, 1; 14 (auctor 384BC-322BC)
ἔστι γὰρ ταῦτ' αἴτια τῆς ἀμφισβητήσεως περὶ τοῦ εὐδαιμονεῖν, τί ἐστι καὶ γίνεται διὰ τίνων· ὧν ἄνευ γὰρ οὐχ οἷόν τε εὐδαιμονεῖν, ἔνιοι μέρη τῆς εὐδαιμονίας εἶναι νομίζουσι.
128Aristoteles, Ethica Eudemia, 2; 122 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὥσπερ ἐν τοῖς ἄλλοις ἡ ἀρχὴ αἰτία ἐστὶ τῶν δι' αὐτὴν ὄντων ἢ γινομένων, δεῖ νοῆσαι καθάπερ ἐπὶ τῶν ἀποδείξεων.
129Aristoteles, Ethica Eudemia, 2; 253 (auctor 384BC-322BC)
λέγω δὲ βουλευτικήν, ἧς ἀρχὴ καὶ αἰτία βούλευσίς ἐστι, καὶ ὀρέγεται διὰ τὸ βουλεύσασθαι.
130Aristoteles, Ethica Eudemia, 2; 257 (auctor 384BC-322BC)
ἡ γὰρ οὗ ἕνεκα μία τῶν αἰτιῶν ἐστίν· τὸ μὲν γὰρ διὰ τί αἰτία· οὗ δ' ἕνεκά ἐστιν ἢ γίγνεταί τι, τοῦτ' αἴτιόν φαμεν εἶναι, οἷον τοῦ βαδίζειν ἡ κομιδὴ τῶν χρημάτων, εἰ τούτου ἕνεκα βαδίζει.
131Aristoteles, Ethica Eudemia, 2; 289 (auctor 384BC-322BC)
εἰ οὖν πάσης ὀρθότητος ἢ ὁ λόγος ἢ ἡ ἀρετὴ αἰτία, εἰ μὴ ὁ λόγος, διὰ τὴν ἀρετὴν ἂν ὀρθὸν εἴη τὸ τέλος, ἀλλ' οὐ τὰ πρὸς τὸ τέλος.
132Aristoteles, Ethica Eudemia, 2; 292 (auctor 384BC-322BC)
οὗ μὲν οὖν ἕνεκα τὸ μέσον ἐστίν, οὗ αἰτία ἡ ἀρετὴ τῷ προαιρεῖσθαι οὗ ἕνεκα.
133Aristoteles, Ethica Eudemia, 2; 294 (auctor 384BC-322BC)
τὸ μὲν οὖν τυγχάνειν τούτων ἄλλης δυνάμεως, ὅσα ἕνεκα τοῦ τέλους δεῖ πράττειν· τοῦ δὲ τὸ τέλος ὀρθὸν εἶναι τῆς προαιρέσεως [οὗ] ἡ ἀρετὴ αἰτία.
134Aristoteles, Ethica Eudemia, 3; 186 (auctor 384BC-322BC)
αἴτια δὲ τά τε πρῶτα ῥηθέντα δύο, ὀλιγότης τε, οἷον τῶν πρὸς τὰ ἡδέα ἀναισθήτων, καὶ ὅτι ἐφ' ὃ ἁμαρτάνομεν μᾶλλον, τοῦτο ἐναντιώτερον εἶναι δοκεῖ· τὸ δὲ τρίτον, ὅτι τὸ ὁμοιότερον ἧττον ἐναντίον φαίνεται, οἷον πέπονθε τὸ θράσος πρὸς τὸ θάρσος καὶ ἀσωτία πρὸς ἐλευθεριότητα.
135Aristoteles, Ethica Eudemia, 8; 30 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ἥ γε φύσις αἰτία ἢ τοῦ ἀεὶ ὡσαύτως ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τοὐναντίον.
136Aristoteles, Ethica Eudemia, 8; 32 (auctor 384BC-322BC)
ἔτι εἰ, ὅτι τοιοσδί, ἐπιτυγχάνει ἢ ἀποτυγχάνει, ὥσπερ, ὅτι [ὁ] γλαυκός, οὐκ ὀξὺ ὁρᾷ, οὐ τύχη αἰτία ἀλλὰ φύσις· οὐκ ἄρα ἐστὶν εὐτυχὴς ἀλλ' οἷον εὐφυής.
137Aristoteles, Ethica Eudemia, 8; 34 (auctor 384BC-322BC)
οὐκ ἄρα εἰσὶν εὐτυχεῖς· τύχης γάρ, ὅσων αἰτία τύχη ἀγαθὴ ἀγαθῶν.
138Aristoteles, Ethica Eudemia, 8; 35 (auctor 384BC-322BC)
εἰ δ' οὕτως, πότερον οὐκ ἔσται τύχη ὅλως, ἢ ἔσται μέν, ἀλλ' οὐκ αἰτία· ἀλλ' ἀνάγκη καὶ εἶναι καὶ αἰτίαν εἶναι.
139Aristoteles, Ethica Eudemia, 8; 36 (auctor 384BC-322BC)
ἔσται ἄρα καὶ ἀγαθῶν τισιν αἰτία ἢ κακῶν.
140Aristoteles, Ethica Eudemia, 8; 46 (auctor 384BC-322BC)
ἐκείνους μὲν τοίνυν εὐτυχεῖν διὰ φύσιν ἐνδέχεται (ἡ γὰρ ὁρμὴ καὶ ὄρεξις οὖσα οὗ ἔδει κατώρθωσεν, ὁ δὲ λογισμὸς ἦν ἠλίθιος· καὶ τοὺς μὲν ἐνταῦθα, ὅταν μὲν λογισμὸς μὴ δοκῶν ὀρθὸς εἶναι, τύχη δ' αὐτοῦ αἰτία οὖσα, αὐτὴ [δ'] ὀρθὴ οὖσα ἔσωσεν, ἀλλ' ἐνίοτε δι' ἐπιθυμίαν ἐλογίσατο πάλιν οὕτω καὶ ἠτύχησεν) · ἐν δὲ δὴ τοῖς ἑτέροις πῶς ἔσται ἡ εὐτυχία κατ' εὐφυΐαν ὀρέξεως καὶ ἐπιθυμίας· ἀλλὰ μὴν ἡ ἐνταῦθα εὐτυχία καὶ τύχη διττή, κἀκεῖ ἡ αὐτή, ἢ πλείους αἱ εὐτυχίαι.
141Aristoteles, Ethica Eudemia, 8; 50 (auctor 384BC-322BC)
εὐτυχεῖν μὲν οὖν δοκεῖ, ὅτι ἡ τύχη τῶν παρὰ λόγον αἰτία, τοῦτο δὲ παρὰ λόγον (παρὰ γὰρ τὴν ἐπιστήμην καὶ τὸ καθόλου) · ἀλλ', ὡς ἔοικεν, οὐκ ἀπὸ τύχης, ἀλλὰ δοκεῖ διὰ τοῦτο.
142Aristoteles, Ethica Eudemia, 8; 51 (auctor 384BC-322BC)
ὥσθ' οὗτος μὲν ὁ λόγος οὐ δείκνυσιν ὅτι φύσει εὐτυχεῖν, ἀλλ' ὅτι οὐ πάντες οἱ δοκοῦντες εὐτυχεῖν διὰ τύχην κατορθοῦσιν, ἀλλὰ διὰ φύσιν· οὐδ' ὅτι οὐδέν ἐστι τύχη αἰτία οὐθενὸς δείκνυσιν, ἀλλ' οὐ τῶν πάντων ὧν δοκεῖ.
143Aristoteles, Ethica Eudemia, 8; 52 (auctor 384BC-322BC)
τοῦτο μέντ' ἂν ἀπορήσειέ τις, ἆρ' αὐτοῦ τούτου τύχη αἰτία, τοῦ ἐπιθυμῆσαι οὗ δεῖ καὶ ὅτε δεῖ.
144Aristoteles, Ethica Nicomachea, 2, 8; 8 (auctor 384BC-322BC)
μία μὲν οὖν αἰτία αὕτη, ἐξ αὐτοῦ τοῦ πράγματος· ἑτέρα δὲ ἐξ ἡμῶν αὐτῶν· πρὸς ἃ γὰρ αὐτοὶ μᾶλλον πεφύκαμέν πως, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ φαίνεται.
145Aristoteles, Ethica Nicomachea, 3, 1; 13 (auctor 384BC-322BC)
τὰ δὴ ποῖα φατέον βίαια· ἢ ἁπλῶς μέν, ὁπότ' ἂν ἡ αἰτία ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται· ἃ δὲ καθ' αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε αἱρετά, καὶ ἡ ἀρχὴ ἐν τῷ πράττοντι, καθ' αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια.
146Aristoteles, Ethica Nicomachea, 3, 2; 4 (auctor 384BC-322BC)
ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττειν καὶ ὧν ἀφεκτέον, καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν ἄδικοι καὶ ὅλως κακοὶ γίνονται· τὸ δ' ἀκούσιον βούλεται λέγεσθαι οὐκ εἴ τις ἀγνοεῖ τὰ συμφέροντα· οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοια αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας, οὐδ' ἡ καθόλου (ψέγονται γὰρ διά γε ταύτην) ἀλλ' ἡ καθ' ἕκαστα, ἐν οἷς καὶ περὶ ἃ ἡ πρᾶξις· ἐν τούτοις γὰρ καὶ ἔλεος καὶ συγγνώμη· ὁ γὰρ τούτων τι ἀγνοῶν ἀκουσίως πράττει.
147Aristoteles, Ethica Nicomachea, 7, 6; 13 (auctor 384BC-322BC)
ὅσοις μὲν οὖν φύσις αἰτία, τούτους μὲν οὐδεὶς ἂν εἴπειεν ἀκρατεῖς, ὥσπερ οὐδὲ τὰς γυναῖκας, ὅτι οὐκ ὀπύουσιν ἀλλ' ὀπύονται· ὡσαύτως δὲ καὶ ὅσοι νοσηματώδως ἔχουσι δι' ἔθος.
148Aristoteles, Ethica Nicomachea, 10, 4; 4 (auctor 384BC-322BC)
οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ τελειοῖ καὶ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις, σπουδαῖα ὄντα, ὥσπερ οὐδ' ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἰτία ἐστὶ τοῦ ὑγιαίνειν.
149Aristoteles, Historia animalium, 8, VIII 17; 11 (auctor 384BC-322BC)
Τῶν μέν οὖν πεζῶν καί ζῳοτόκων περί τῆς ἄρκτου ἀμφισβητεῖται ἡ αἰτία τῆς φωλείας, καθάπερ ἐλέχθη πρότερον· τά δέ φολιδωτά φωλεῖ μέν σχεδόν τά πλεῖστα, ἐκδύνει δέ τό γῆρας ὅσων τό δέρμα μαλακόν μή ὀστρακῶδες ὥσπερ τῆς χελώνης (καί γάρ ἡ χελώνη τῶν φολιδωτῶν ἐστί καί ὁ ἐμύς), ἀλλ’ οἷον ἀσκαλαβώτης τε καί σαῦρος καί μάλιστα πάντων οἱ ὄφεις· ἐκδύνουσι γάρ καί τοῦ ἔαρος, ὅταν ἐξίωσι, καί τοῦ μετοπώρου πάλιν.
150Aristoteles, Historia animalium, 8, VIII 28; 14 (auctor 384BC-322BC)
Πολλαχοῦ δέ καί ἡ κρᾶσις αἰτία, οἷον ἐν τῇ Ἰλλυρίδι καί τῇ Θρᾴκῃ καί τῇ Ἠπείρῳ οἱ ὄνοι μικροί, ἐν δέ τῇ Σκυθικῇ καί Κελτικῇ ὅλως οὐ γίγνονται· δυσχείμερα γάρ ταῦτα.
151Aristoteles, Historia animalium, 10, X 5; 1 (auctor 384BC-322BC)
Τοῦ μέν οὖν εἶναι τά τοῦ ἀνδρός αἴτια ἔστι μέν καί ἄλλα σημεῖα λαβεῖν· ἃ δέ ῥᾴω μάλιστ’ ἂν φαίνοιτο, πρός ἄλλας πλησιάζων καί γεννῶν.
152Aristoteles, Historia animalium, 10, X 5; 34 (auctor 384BC-322BC)
Τά δ’ αὐτά αἴτια ταῦτα συμβαίνει.
153Aristoteles, Historia animalium, 10, X 5; 36 (auctor 384BC-322BC)
Ταῖς μέν γάρ ταῦτα αἴτια τά πρῶτα, τοῖς δ’ οὐδέν, τῶν δέ τά μέν τά δ’ οὔ.
154Aristoteles, Historia animalium, 10, X 6; 4 (auctor 384BC-322BC)
Εἰ δή ταὐτά πάθη πᾶσι τοῖς ζῴοις φαίνεται ὄντα περί τήν συνουσίαν, δῆλον ὅτι καί τά αἴτια συμβαίνοντα.
155Aristoteles, Magna moralia, 1, 4, 9; 17 (auctor 384BC-322BC)
οἷον ἐπειδήπερ ἔστιν, ὡς δοκεῖ, μόριόν τι τῆς ψυχῆς ᾧ τρεφόμεθα, ὃ καλοῦμεν θρεπτικόν (τοῦτο γὰρ εὔλογόν ἐστιν εἶναι τοὺς γοῦν λίθους ὁρῶμεν ἀδυνάτους τρέφεσθαι ὄντας, ὥστε δῆλον ὅτι τῶν ἐμψύχων ἐστὶ τὸ τρέφεσθαι εἰ δὲ τῶν ἐμψύχων, ἡ ψυχὴ ἂν εἴη αἰτία τῆς δὲ ψυχῆς τούτων μὲν τῶν μορίων οὐθὲν αἴτιον ἂν εἴη τοῦ τρέφεσθαι, οἷον τὸ λογιστικὸν ἢ τὸ θυμικὸν ἢ τὸ ἐπιθυμητικόν, ἄλλο δέ τι παρὰ ταῦτα, ᾧ οὐθὲν ἔχομεν οἰκειότερον ὄνομα ἐπιθεῖναι ἢ θρεπτικόν) τί οὖν, ἄν τις εἴποι, πότερον καὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἔστιν ἀρετή; εἰ γὰρ ἔστι, δῆλον ὅτι καὶ ταύτῃ δεήσει ἐνεργεῖν τῆς γὰρ τελείας ἀρετῆς ἡ ἐνέργεια εὐδαιμονία.
156Aristoteles, Magna moralia, 1, 14, 3; 5 (auctor 384BC-322BC)
ὅσοις μὲν οὖν ἐστιν ἐκτὸς ἡ αἰτία τοῦ παρὰ φύσιν τι ἢ παρ' ἃ βούλονται ποιεῖν, ἐροῦμεν βιαζομένοις ἃ ἂν ποιῶσι ποιεῖν ἐν οἷς δ' ἐν αὐτοῖς ἐστιν ἡ αἰτία, οὐκέτι τούτους βιάζεσθαι ἐροῦμεν.
157Aristoteles, Magna moralia, 1, 15, 1; 1 (auctor 384BC-322BC)
Τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ' ἧς βιάζονται πράττειν (ὧν δ' ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία) πάλιν δ' ὑπὲρ ἀνάγκης καὶ τοῦ ἀναγκαίου λεκτέον.
158Aristoteles, Magna moralia, 1, 18, 6; 12 (auctor 384BC-322BC)
οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, [καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτ' ἐστίν τὸ δὲ τέλος ἀρχῇ τινι ἔοικεν, καὶ τούτου ἕνεκέν ἐστιν ἕκαστον. ἀλλὰ κατὰ τρόπον τοῦτο ἔσται.] ὥστε δῆλον ὡς κἀπὶ τῆς ἀρετῆς, ἐπειδὴ βελτίστη ἐστὶν αἰτία, ὅτι τοῦ τέλους ἐστὶ στοχαστικὴ μᾶλλον ἢ τῶν πρὸς τὸ τέλος.
159Aristoteles, Magna moralia, 1, 33, 25; 66 (auctor 384BC-322BC)
ὅταν μὲν γὰρ ἡ ἄγνοια αἰτία ᾖ τοῦ πρᾶξαί τι, οὐχ ἑκὼν τοῦτο πράττει, ὥστε οὐκ ἀδικεῖ ὅταν δὲ τῆς ἀγνοίας αὐτὸς ᾖ αἴτιος, καὶ πράττῃ τι κατὰ τὴν ἄγνοιαν ἧς αὐτὸς αἴτιος ἐστίν, οὗτος ἤδη ἀδικεῖ, καὶ δικαίως ἄδικος ὁ τοιοῦτος κληθήσεται.
160Aristoteles, Magna moralia, 1, 33, 26; 69 (auctor 384BC-322BC)
ὁμοίως [καὶ] ἐπὶ τῶν ἄλλων ἀγνοιῶν ὅσαι μὲν γίνονται δι' αὐτούς, οἱ κατὰ ταύτας ἀδικοῦντες ἄδικοι ὧν δὲ μὴ αὐτοί εἰσιν αἴτιοι, ἀλλ' ἡ ἄγνοια κἀκείνοις ἐστὶν αἰτία τοῖς πράξασι τοῦ πρᾶξαι, οὐκ ἄδικοι.
161Aristoteles, Magna moralia, 1, 33, 26; 70 (auctor 384BC-322BC)
ἔστιν δ' ἡ τοιαύτη ἄγνοια ἡ φυσική, οἷον τὰ παιδία ἀγνοοῦντα τοὺς πατέρας τύπτουσιν, ἀλλ' ἡ ἐν τούτοις ἄγνοια φυσικὴ οὖσα οὐ ποιεῖ διὰ τὴν πρᾶξιν ταύτην τὰ παιδία λέγεσθαι ἄδικα ἡ γὰρ ἄγνοια αἰτία τοῦ πράττειν ταῦτα, τῆς δ' ἀγνοίας οὐκ αὐτὰ αἴτια, διὸ οὐδ' ἄδικα λέγονται.
162Aristoteles, Magna moralia, 2, 3, 15; 30 (auctor 384BC-322BC)
ἀλλ' ἀπὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.
163Aristoteles, Magna moralia, 2, 8, 2; 6 (auctor 384BC-322BC)
ἡ γὰρ φύσις [ἀεὶ] οὗ ἐστιν αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ * ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλ' ἀτάκτως καὶ ὡς ἔτυχεν διὸ ἡ τύχη ἐν τοῖς τοιούτοις λέγεται.
164Aristoteles, Magna moralia, 2, 8, 10; 24 (auctor 384BC-322BC)
Τὴν δ' εὐτυχίαν οὐκ ἔχομεν οἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλ' αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν ἡ δ' αἰτία ἀλλότριον τοῦ ὀνόματος.
165Aristoteles, Magna moralia, 2, 8, 11; 25 (auctor 384BC-322BC)
ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψεσθαι ἀγαθὸν λαβεῖν.
166Aristoteles, Magna moralia, 2, 11, 16; 26 (auctor 384BC-322BC)
οἷον φαμὲν ἰατρικὸν τὸ μαχαίριον, ἰατρικὸν τὸν ἄνθρωπον, καὶ ἰατρικὴν τὴν ἐπιστήμην ταῦτα οὐχ ὁμοίως λέγονται, ἀλλὰ τὸ μὲν μαχαίριον τῷ χρήσιμον εἶναι πρὸς ἰατρικὴν ἰατρικὸν λέγεται, ὁ δ' ἄνθρωπος τῷ ποιητικὸς εἶναι ὑγιείας, ἡ δ' ἐπιστήμη τῷ αἰτία εἶναι καὶ ἀρχή.
167Aristoteles, Magna moralia, 2, 12, 3; 2 (auctor 384BC-322BC)
καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐεργέτηκέν πως τὸν υἱόν, ὁ δ' υἱὸς χάριν ὀφείλει τῆς εὐερ γεσίας; αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ δόξειεν ἂν ὑπάρχειν ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστήμας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.
168Aristoteles, Metaphysica, 1, 1; 19 (auctor 384BC-322BC)
εἴρηται μὲν οὖν ἐν τοῖς ἠθικοῖς τίς διαφορὰ τέχνης καὶ ἐπιστήμης καὶ τῶν ἄλλων τῶν ὁμογενῶν· οὗ δ' ἕνεκα νῦν ποιούμεθα τὸν λόγον τοῦτ' ἐστίν, ὅτι τὴν ὀνομαζομένην σοφίαν περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες· ὥστε, καθάπερ εἴρηται πρότερον, ὁ μὲν ἔμπειρος τῶν ὁποιανοῦν ἐχόντων αἴσθησιν εἶναι δοκεῖ σοφώτερος, ὁ δὲ τεχνίτης τῶν ἐμπείρων, χειροτέχνου δὲ ἀρχιτέκτων, αἱ δὲ θεωρητικαὶ τῶν ποιητικῶν μᾶλλον.
169Aristoteles, Metaphysica, 1, 2; 4 (auctor 384BC-322BC)
τὰς μὲν οὖν ὑπολήψεις τοιαύτας καὶ τοσαύτας ἔχομεν περὶ τῆς σοφίας καὶ τῶν σοφῶν· τούτων δὲ τὸ μὲν πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν (οὗτος γὰρ οἶδέ πως πάντα τὰ ὑποκείμενα) , σχεδὸν δὲ καὶ χαλεπώτατα ταῦτα γνωρίζειν τοῖς ἀνθρώποις, τὰ μάλιστα καθόλου (πορρωτάτω γὰρ τῶν αἰσθήσεών ἐστιν) , ἀκριβέσταται δὲ τῶν ἐπιστημῶν αἳ μάλιστα τῶν πρώτων εἰσίν (αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι τῶν ἐκ προσθέσεως λεγομένων, οἷον ἀριθμητικὴ γεωμετρίας) · ἀλλὰ μὴν καὶ διδασκαλική γε ἡ τῶν αἰτιῶν θεωρητικὴ μᾶλλον (οὗτοι γὰρ διδάσκουσιν, οἱ τὰς αἰτίας λέγοντες περὶ ἑκάστου) , τὸ δ' εἰδέναι καὶ τὸ ἐπίστασθαι αὐτῶν ἕνεκα μάλισθ' ὑπάρχει τῇ τοῦ μάλιστα ἐπιστητοῦ ἐπιστήμῃ (ὁ γὰρ τὸ ἐπίστασθαι δι' αὑτὸ αἱρούμενος τὴν μάλιστα ἐπιστήμην μάλιστα αἱρήσεται, τοιαύτη δ' ἐστὶν ἡ τοῦ μάλιστα ἐπιστητοῦ) , μάλιστα δ' ἐπιστητὰ τὰ πρῶτα καὶ τὰ αἴτια (διὰ γὰρ ταῦτα καὶ ἐκ τούτων τἆλλα γνωρίζεται ἀλλ' οὐ ταῦτα διὰ τῶν ὑποκειμένων) , ἀρχικωτάτη δὲ τῶν ἐπιστημῶν, καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης, ἡ γνωρίζουσα τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον· τοῦτο δ' ἐστὶ τἀγαθὸν ἑκάστου, ὅλως δὲ τὸ ἄριστον ἐν τῇ φύσει πάσῃ.
170Aristoteles, Metaphysica, 1, 3; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ φανερὸν ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων δεῖ λαβεῖν ἐπιστήμην (τότε γὰρ εἰδέναι φαμὲν ἕκαστον, ὅταν τὴν πρώτην αἰτίαν οἰώμεθα γνωρίζειν) , τὰ δ' αἴτια λέγεται τετραχῶς, ὧν μίαν μὲν αἰτίαν φαμὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι (ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον, αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον) , ἑτέραν δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, τρίτην δὲ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τετάρτην δὲ τὴν ἀντικειμένην αἰτίαν ταύτῃ, τὸ οὗ ἕνεκα καὶ τἀγαθόν (τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ' ἐστίν) , τεθεώρηται μὲν οὖν ἱκανῶς περὶ αὐτῶν ἡμῖν ἐν τοῖς περὶ φύσεως, ὅμως δὲ παραλάβωμεν καὶ τοὺς πρότερον ἡμῶν εἰς ἐπίσκεψιν τῶν ὄντων ἐλθόντας καὶ φιλοσοφήσαντας περὶ τῆς ἀληθείας.
171Aristoteles, Metaphysica, 1, 4; 11 (auctor 384BC-322BC)
Ἐμπεδοκλῆς μὲν οὖν παρὰ τοὺς πρότερον πρῶτος τὸ τὴν αἰτίαν διελεῖν εἰσήνεγκεν, οὐ μίαν ποιήσας τὴν τῆς κινήσεως ἀρχὴν ἀλλ' ἑτέρας τε καὶ ἐναντίας, ἔτι δὲ τὰ ὡς ἐν ὕλης εἴδει λεγόμενα στοιχεῖα τέτταρα πρῶτος εἶπεν (οὐ μὴν χρῆταί γε τέτταρσιν ἀλλ' ὡς δυσὶν οὖσι μόνοις, πυρὶ μὲν καθ' αὑτὸ τοῖς δ' ἀντικειμένοις ὡς μιᾷ φύσει, γῇ τε καὶ ἀέρι καὶ ὕδατι· λάβοι δ' ἄν τις αὐτὸ θεωρῶν ἐκ τῶν ἐπῶν) · οὗτος μὲν οὖν, ὥσπερ λέγομεν, οὕτω τε καὶ τοσαύτας εἴρηκε τὰς ἀρχάς· Λεύκιππος δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος στοιχεῖα μὲν τὸ πλῆρες καὶ τὸ κενὸν εἶναί φασι, λέγοντες τὸ μὲν ὂν τὸ δὲ μὴ ὄν, τούτων δὲ τὸ μὲν πλῆρες καὶ στερεὸν τὸ ὄν, τὸ δὲ κενὸν τὸ μὴ ὄν (διὸ καὶ οὐθὲν μᾶλλον τὸ ὂν τοῦ μὴ ὄντος εἶναί φασιν, ὅτι οὐδὲ τοῦ κενοῦ τὸ σῶμα) , αἴτια δὲ τῶν ὄντων ταῦτα ὡς ὕλην.
172Aristoteles, Metaphysica, 1, 6; 7 (auctor 384BC-322BC)
ἐπεὶ δ' αἴτια τὰ εἴδη τοῖς ἄλλοις, τἀκείνων στοιχεῖα πάντων ᾠήθη τῶν ὄντων εἶναι στοιχεῖα.
173Aristoteles, Metaphysica, 1, 6; 14 (auctor 384BC-322BC)
Πλάτων μὲν οὖν περὶ τῶν ζητουμένων οὕτω διώρισεν· φανερὸν δ' ἐκ τῶν εἰρημένων ὅτι δυοῖν αἰτίαιν μόνον κέχρηται, τῇ τε τοῦ τί ἐστι καὶ τῇ κατὰ τὴν ὕλην (τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δ' εἴδεσι τὸ ἕν) , καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη καθ' ἧς τὰ εἴδη μὲν ἐπὶ τῶν αἰσθητῶν τὸ δ' ἓν ἐν τοῖς εἴδεσι λέγεται, ὅτι αὕτη δυάς ἐστι, τὸ μέγα καὶ τὸ μικρόν, ἔτι δὲ τὴν τοῦ εὖ καὶ τοῦ κακῶς αἰτίαν τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν, ὥσπερ φαμὲν καὶ τῶν προτέρων ἐπιζητῆσαί τινας φιλοσόφων, οἷον Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν.
174Aristoteles, Metaphysica, 1, 7; 2 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσιν, ἄν τε μίαν ἄν τε πλείους ὑποθῶσι, καὶ ἐάν τε σῶμα ἐάν τε ἀσώματον τοῦτο τιθῶσιν (οἷον Πλάτων μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγων, οἱ δ' Ἰταλικοὶ τὸ ἄπειρον, Ἐμπεδοκλῆς δὲ πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα, Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· οὗτοί τε δὴ πάντες τῆς τοιαύτης αἰτίας ἡμμένοι εἰσί, καὶ ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον· καὶ γὰρ τοιοῦτόν τινες εἰρήκασιν εἶναι τὸ πρῶτον στοιχεῖον) · οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον, ἕτεροι δέ τινες ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον ὅσοι φιλίαν καὶ νεῖκος ἢ νοῦν ἢ ἔρωτα ποιοῦσιν ἀρχήν) · τὸ δὲ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σαφῶς μὲν οὐθεὶς ἀποδέδωκε, μάλιστα δ' οἱ τὰ εἴδη τιθέντες λέγουσιν (οὔτε γὰρ ὡς ὕλην τοῖς αἰσθητοῖς τὰ εἴδη καὶ τὸ ἓν τοῖς εἴδεσιν οὔθ' ὡς ἐντεῦθεν τὴν ἀρχὴν τῆς κινήσεως γιγνομένην ὑπολαμβάνουσιν – ἀκινησίας γὰρ αἴτια μᾶλλον καὶ τοῦ ἐν ἠρεμίᾳ εἶναι φασιν – ἀλλὰ τὸ τί ἦν εἶναι ἑκάστῳ τῶν ἄλλων τὰ εἴδη παρέχονται, τοῖς δ' εἴδεσι τὸ ἕν) · τὸ δ' οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις τρόπον μέν τινα λέγουσιν αἴτιον, οὕτω δὲ οὐ λέγουσιν οὐδ' ὅνπερ πέφυκεν.
175Aristoteles, Metaphysica, 1, 9; 12 (auctor 384BC-322BC)
οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέροις χρῶνται τῶν φυσιολόγων (τὸ δ' αἴτιον ὅτι παρέλαβον αὐτὰς οὐκ ἐξ αἰσθητῶν· τὰ γὰρ μαθηματικὰ τῶν ὄντων ἄνευ κινήσεώς ἐστιν ἔξω τῶν περὶ τὴν ἀστρολογίαν) , διαλέγονται μέντοι καὶ πραγματεύονται περὶ φύσεως πάντα· γεννῶσί τε γὰρ τὸν οὐρανόν, καὶ περὶ τὰ τούτου μέρη καὶ τὰ πάθη καὶ τὰ ἔργα διατηροῦσι τὸ συμβαῖνον, καὶ τὰς ἀρχὰς καὶ τὰ αἴτια εἰς ταῦτα καταναλίσκουσιν, ὡς ὁμολογοῦντες τοῖς ἄλλοις φυσιολόγοις ὅτι τό γε ὂν τοῦτ' ἐστὶν ὅσον αἰσθητόν ἐστι καὶ περιείληφεν ὁ καλούμενος οὐρανός.
176Aristoteles, Metaphysica, 1, 9; 16 (auctor 384BC-322BC)
ἔτι δὲ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθμοῦ πάθη καὶ τὸν ἀριθμὸν τῶν κατὰ τὸν οὐρανὸν ὄντων καὶ γιγνομένων καὶ ἐξ ἀρχῆς καὶ νῦν, ἀριθμὸν δ' ἄλλον μηθένα εἶναι παρὰ τὸν ἀριθμὸν τοῦτον ἐξ οὗ συνέστηκεν ὁ κόσμος· ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ καιρὸς αὐτοῖς ᾖ, μικρὸν δὲ ἄνωθεν ἢ κάτωθεν ἀδικία καὶ κρίσις ἢ μῖξις, ἀπόδειξιν δὲ λέγωσιν ὅτι τούτων μὲν ἕκαστον ἀριθμός ἐστι, συμβαίνει δὲ κατὰ τὸν τόπον τοῦτον ἤδη πλῆθος εἶναι τῶν συνισταμένων μεγεθῶν διὰ τὸ τὰ πάθη ταῦτα ἀκολουθεῖν τοῖς τόποις ἑκάστοις, πότερον οὗτος ὁ αὐτός ἐστιν ἀριθμός, ὁ ἐν τῷ οὐρανῷ, ὃν δεῖ λαβεῖν ὅτι τούτων ἕκαστόν ἐστιν, ἢ παρὰ τοῦτον ἄλλος· ὁ μὲν γὰρ Πλάτων ἕτερον εἶναί φησιν· καίτοι κἀκεῖνος ἀριθμοὺς οἴεται καὶ ταῦτα εἶναι καὶ τὰς τούτων αἰτίας, ἀλλὰ τοὺς μὲν νοητοὺς αἰτίους τούτους δὲ αἰσθητούς.
177Aristoteles, Metaphysica, 1, 9; 23 (auctor 384BC-322BC)
πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις τί ποτε συμβάλλεται τὰ εἴδη τοῖς ἀϊδίοις τῶν αἰσθητῶν ἢ τοῖς γιγνομένοις καὶ φθειρομένοις· οὔτε γὰρ κινήσεως οὔτε μεταβολῆς οὐδεμιᾶς ἐστὶν αἴτια αὐτοῖς.
178Aristoteles, Metaphysica, 1, 9; 24 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὔτε πρὸς τὴν ἐπιστήμην οὐθὲν βοηθεῖ τὴν τῶν ἄλλων (οὐδὲ γὰρ οὐσία ἐκεῖνα τούτων· ἐν τούτοις γὰρ ἂν ἦν) , οὔτε εἰς τὸ εἶναι, μὴ ἐνυπάρχοντά γε τοῖς μετέχουσιν· οὕτω μὲν γὰρ ἂν ἴσως αἴτια δόξειεν εἶναι ὡς τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ, ἀλλ' οὗτος μὲν ὁ λόγος λίαν εὐκίνητος, ὃν Ἀναξαγόρας μὲν πρῶτος Εὔδοξος δ' ὕστερον καὶ ἄλλοι τινὲς ἔλεγον (ῥᾴδιον γὰρ συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν) · ἀλλὰ μὴν οὐδ' ἐκ τῶν εἰδῶν ἐστὶ τἆλλα κατ' οὐθένα τρόπον τῶν εἰωθότων λέγεσθαι.
179Aristoteles, Metaphysica, 1, 9; 29 (auctor 384BC-322BC)
ἔτι δόξειεν ἂν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία· ὥστε πῶς ἂν αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων οὖσαι χωρὶς εἶεν· ἐν δὲ τῷ Φαίδωνι οὕτω λέγεται, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη ἐστίν· καίτοι τῶν εἰδῶν ὄντων ὅμως οὐ γίγνεται τὰ μετέχοντα ἂν μὴ ᾖ τὸ κινῆσον, καὶ πολλὰ γίγνεται ἕτερα, οἷον οἰκία καὶ δακτύλιος, ὧν οὔ φαμεν εἴδη εἶναι· ὥστε δῆλον ὅτι ἐνδέχεται καὶ τἆλλα καὶ εἶναι καὶ γίγνεσθαι διὰ τοιαύτας αἰτίας οἵας καὶ τὰ ῥηθέντα νῦν.
180Aristoteles, Metaphysica, 2, 1; 10 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ὅτι γ' ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων οὔτ' εἰς εὐθυωρίαν οὔτε κατ' εἶδος, δῆλον.
181Aristoteles, Metaphysica, 2, 2; 10 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γ' ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων, οὐκ ἂν ἦν οὐδ' οὕτω τὸ γιγνώσκειν· τότε γὰρ εἰδέναι οἰόμεθα ὅταν τὰ αἴτια γνωρίσωμεν· τὸ δ' ἄπειρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν.
182Aristoteles, Metaphysica, 2, 3; 8 (auctor 384BC-322BC)
διὸ σκεπτέον πρῶτον τί ἐστιν ἡ φύσις· οὕτω γὰρ καὶ περὶ τίνων ἡ φυσικὴ δῆλον ἔσται [καὶ εἰ μιᾶς ἐπιστήμης ἢ πλειόνων τὰ αἴτια καὶ τὰς ἀρχὰς θεωρῆσαί ἐστιν].
183Aristoteles, Metaphysica, 3, 2; 15 (auctor 384BC-322BC)
ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς ἢ πλείω γένη τετύχηκεν ὄντα τῶν οὐσιῶν, οἷον οἱ λέγοντες τά τε εἴδη καὶ τὰ μεταξύ, περὶ ἃ τὰς μαθηματικὰς εἶναί φασιν ἐπιστήμας· ὡς μὲν οὖν λέγομεν τὰ εἴδη αἴτιά τε καὶ οὐσίας εἶναι καθ' ἑαυτὰς εἴρηται ἐν τοῖς πρώτοις λόγοις περὶ αὐτῶν· πολλαχῇ δὲ ἐχόντων δυσκολίαν, οὐθενὸς ἧττον ἄτοπον τὸ φάναι μὲν εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ, ταύτας δὲ τὰς αὐτὰς φάναι τοῖς αἰσθητοῖς πλὴν ὅτι τὰ μὲν ἀΐδια τὰ δὲ φθαρτά.
184Aristoteles, Metaphysica, 3, 4; 15 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα, καὶ διὰ τίν' αἰτίαν· οἱ μὲν οὖν περὶ Ἡσίοδον καὶ πάντες ὅσοι θεολόγοι μόνον ἐφρόντισαν τοῦ πιθανοῦ τοῦ πρὸς αὑτούς, ἡμῶν δ' ὠλιγώρησαν (θεοὺς γὰρ ποιοῦντες τὰς ἀρχὰς καὶ ἐκ θεῶν γεγονέναι, τὰ μὴ γευσάμενα τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας θνητὰ γενέσθαι φασίν, δῆλον ὡς ταῦτα τὰ ὀνόματα γνώριμα λέγοντες αὑτοῖς· καίτοι περὶ αὐτῆς τῆς προσφορᾶς τῶν αἰτίων τούτων ὑπὲρ ἡμᾶς εἰρήκασιν· εἰ μὲν γὰρ χάριν ἡδονῆς αὐτῶν θιγγάνουσιν, οὐθὲν αἴτια τοῦ εἶναι τὸ νέκταρ καὶ ἡ ἀμβροσία, εἰ δὲ τοῦ εἶναι, πῶς ἂν εἶεν ἀΐδιοι δεόμενοι τροφῆς) · ἀλλὰ περὶ μὲν τῶν μυθικῶς σοφιζομένων οὐκ ἄξιον μετὰ σπουδῆς σκοπεῖν· παρὰ δὲ τῶν δι' ἀποδείξεως λεγόντων δεῖ πυνθάνεσθαι διερωτῶντας τί δή ποτ' ἐκ τῶν αὐτῶν ὄντα τὰ μὲν ἀΐδια τὴν φύσιν ἐστὶ τὰ δὲ φθείρεται τῶν ὄντων.
185Aristoteles, Metaphysica, 3, 4; 35 (auctor 384BC-322BC)
Πλάτων μὲν γὰρ καὶ οἱ Πυθαγόρειοι οὐχ ἕτερόν τι τὸ ὂν οὐδὲ τὸ ἓν ἀλλὰ τοῦτο αὐτῶν τὴν φύσιν εἶναι, ὡς οὔσης τῆς οὐσίας αὐτοῦ τοῦ ἑνὶ εἶναι καὶ ὄντι· οἱ δὲ περὶ φύσεως, οἷον Ἐμπεδοκλῆς ὡς εἰς γνωριμώτερον ἀνάγων λέγει ὅ τι τὸ ἕν ἐστιν· δόξειε γὰρ ἂν λέγειν τοῦτο τὴν φιλίαν εἶναι (αἰτία γοῦν ἐστὶν αὕτη τοῦ ἓν εἶναι πᾶσιν) , ἕτεροι δὲ πῦρ, οἱ δ' ἀέρα φασὶν εἶναι τὸ ἓν τοῦτο καὶ τὸ ὄν, ἐξ οὗ τὰ ὄντα εἶναί τε καὶ γεγονέναι.
186Aristoteles, Metaphysica, 5, 1; 3 (auctor 384BC-322BC)
ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται· πάντα γὰρ τὰ αἴτια ἀρχαί.
187Aristoteles, Metaphysica, 5, 2; 8 (auctor 384BC-322BC)
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι οὐ κατὰ συμβεβηκός (οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ὁ χαλκὸς οὐ καθ' ἕτερόν τι ἀλλ' ᾗ ἀνδριάς· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν ἡ κίνησις) , καὶ ἀλλήλων αἴτια (οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δ' ὡς ἀρχὴ κινήσεως) .
188Aristoteles, Metaphysica, 5, 2; 9 (auctor 384BC-322BC)
ἔτι δὲ ταὐτὸ τῶν ἐναντίων ἐστίν· ὃ γὰρ παρὸν αἴτιον τουδί, τοῦτ' ἀπὸν αἰτιώμεθα ἐνίοτε τοῦ ἐναντίου, οἷον τὴν ἀπουσίαν τοῦ κυβερνήτου τῆς ἀνατροπῆς, οὗ ἦν ἡ παρουσία αἰτία τῆς σωτηρίας· ἄμφω δέ, καὶ ἡ παρουσία καὶ ἡ στέρησις, αἴτια ὡς κινοῦντα.
189Aristoteles, Metaphysica, 5, 2; 10 (auctor 384BC-322BC)
ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους.
190Aristoteles, Metaphysica, 5, 2; 11 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ ἡ γῆ καὶ τὰ τοιαῦτα πάντα τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν· τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος.
191Aristoteles, Metaphysica, 5, 2; 14 (auctor 384BC-322BC)
τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει, τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους.
192Aristoteles, Metaphysica, 5, 2; 15 (auctor 384BC-322BC)
λέγονται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθμός, καὶ ἀεὶ τὰ περιέχοντα ὁτιοῦν τῶν καθ' ἕκαστα.
193Aristoteles, Metaphysica, 5, 2; 19 (auctor 384BC-322BC)
ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ' ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τοῦδε τοῦ ἀνδριάντος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης· καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως.
194Aristoteles, Metaphysica, 5, 2; 22 (auctor 384BC-322BC)
διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ' ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδε ὁ ἰατρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε ὁ οἰκοδόμος τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί· φθείρεται γὰρ οὐχ ἅμα ἡ οἰκία καὶ ὁ οἰκοδόμος.
195Aristoteles, Metaphysica, 5, 5; 3 (auctor 384BC-322BC)
ἔτι τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν ἀναγκαῖόν φαμεν οὕτως ἔχειν· καὶ κατὰ τοῦτο τὸ ἀναγκαῖον καὶ τἆλλα λέγεταί πως ἅπαντα ἀναγκαῖα· τό τε γὰρ βίαιον ἀναγκαῖον λέγεται ἢ ποιεῖν ἢ πάσχειν τότε, ὅταν μὴ ἐνδέχηται κατὰ τὴν ὁρμὴν διὰ τὸ βιαζόμενον, ὡς ταύτην ἀνάγκην οὖσαν δι' ἣν μὴ ἐνδέχεται ἄλλως, καὶ ἐπὶ τῶν συναιτίων τοῦ ζῆν καὶ τοῦ ἀγαθοῦ ὡσαύτως· ὅταν γὰρ μὴ ἐνδέχηται ἔνθα μὲν τὸ ἀγαθὸν ἔνθα δὲ τὸ ζῆν καὶ τὸ εἶναι ἄνευ τινῶν, ταῦτα ἀναγκαῖα καὶ ἡ αἰτία ἀνάγκη τίς ἐστιν αὕτη.
196Aristoteles, Metaphysica, 5, 5; 4 (auctor 384BC-322BC)
ἔτι ἡ ἀπόδειξις τῶν ἀναγκαίων, ὅτι οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ ἀποδέδεικται ἁπλῶς· τούτου δ' αἴτια τὰ πρῶτα, εἰ ἀδύνατον ἄλλως ἔχειν ἐξ ὧν ὁ συλλογισμός.
197Aristoteles, Metaphysica, 5, 18; 8 (auctor 384BC-322BC)
ἔτι οὗ μὴ ἔστιν ἄλλο αἴτιον· τοῦ γὰρ ἀνθρώπου πολλὰ αἴτια, τὸ ζῷον, τὸ δίπουν, ἀλλ' ὅμως καθ' αὑτὸν ἄνθρωπος ὁ ἄνθρωπός ἐστιν.
198Aristoteles, Metaphysica, 6, 1; 1 (auctor 384BC-322BC)
αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται τῶν ὄντων, δῆλον δὲ ὅτι ᾗ ὄντα.
199Aristoteles, Metaphysica, 6, 1; 2 (auctor 384BC-322BC)
ἔστι γάρ τι αἴτιον ὑγιείας καὶ εὐεξίας, καὶ τῶν μαθηματικῶν εἰσὶν ἀρχαὶ καὶ στοιχεῖα καὶ αἴτια, καὶ ὅλως δὲ πᾶσα ἐπιστήμη διανοητικὴ ἢ μετέχουσά τι διανοίας περὶ αἰτίας καὶ ἀρχάς ἐστιν ἢ ἀκριβεστέρας ἢ ἁπλουστέρας.
200Aristoteles, Metaphysica, 6, 1; 13 (auctor 384BC-322BC)
ἀνάγκη δὲ πάντα μὲν τὰ αἴτια ἀΐδια εἶναι, μάλιστα δὲ ταῦτα· ταῦτα γὰρ αἴτια τοῖς φανεροῖς τῶν θείων.
201Aristoteles, Metaphysica, 6, 2; 9 (auctor 384BC-322BC)
ἐπεὶ οὖν ἐστὶν ἐν τοῖς οὖσι τὰ μὲν ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἐξ ἀνάγκης, οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ἀλλ' ἣν λέγομεν τῷ μὴ ἐνδέχεσθαι ἄλλως, τὰ δ' ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδ' ἀεί, ὡς δ' ἐπὶ τὸ πολύ, αὕτη ἀρχὴ καὶ αὕτη αἰτία ἐστὶ τοῦ εἶναι τὸ συμβεβηκός· ὃ γὰρ ἂν ᾖ μήτ' ἀεὶ μήθ' ὡς ἐπὶ τὸ πολύ, τοῦτό φαμεν συμβεβηκὸς εἶναι.
202Aristoteles, Metaphysica, 6, 2; 15 (auctor 384BC-322BC)
ὥστ' ἐπεὶ οὐ πάντα ἐστὶν ἐξ ἀνάγκης καὶ ἀεὶ ἢ ὄντα ἢ γιγνόμενα, ἀλλὰ τὰ πλεῖστα ὡς ἐπὶ τὸ πολύ, ἀνάγκη εἶναι τὸ κατὰ συμβεβηκὸς ὄν· οἷον οὔτ' ἀεὶ οὔθ' ὡς ἐπὶ τὸ πολὺ ὁ λευκὸς μουσικός ἐστιν, ἐπεὶ δὲ γίγνεταί ποτε, κατὰ συμβεβηκὸς ἔσται (εἰ δὲ μή, πάντ' ἔσται ἐξ ἀνάγκης) · ὥστε ἡ ὕλη ἔσται αἰτία ἡ ἐνδεχομένη παρὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἄλλως τοῦ συμβεβηκότος.
203Aristoteles, Metaphysica, 6, 3; 1 (auctor 384BC-322BC)
ὅτι δ' εἰσὶν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίγνεσθαι καὶ φθείρεσθαι, φανερόν.
204Aristoteles, Metaphysica, 6, 4; 1 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθω (διώρισται γὰρ ἱκανῶς) · τὸ δὲ ὡς ἀληθὲς ὄν, καὶ μὴ ὂν ὡς ψεῦδος, ἐπειδὴ παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, τὸ δὲ σύνολον περὶ μερισμὸν ἀντιφάσεως (τὸ μὲν γὰρ ἀληθὲς τὴν κατάφασιν ἐπὶ τῷ συγκειμένῳ ἔχει τὴν δ' ἀπόφασιν ἐπὶ τῷ διῃρημένῳ, τὸ δὲ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν· πῶς δὲ τὸ ἅμα ἢ τὸ χωρὶς νοεῖν συμβαίνει, ἄλλος λόγος, λέγω δὲ τὸ ἅμα καὶ τὸ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς ἀλλ' ἕν τι γίγνεσθαι) · οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν, οἷον τὸ μὲν ἀγαθὸν ἀληθὲς τὸ δὲ κακὸν εὐθὺς ψεῦδος, ἀλλ' ἐν διανοίᾳ, περὶ δὲ τὰ ἁπλᾶ καὶ τὰ τί ἐστιν οὐδ' ἐν διανοίᾳ· ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ὕστερον ἐπισκεπτέον· ἐπεὶ δὲ ἡ συμπλοκή ἐστιν καὶ ἡ διαίρεσις ἐν διανοίᾳ ἀλλ' οὐκ ἐν τοῖς πράγμασι, τὸ δ' οὕτως ὂν ἕτερον ὂν τῶν κυρίως (ἢ γὰρ τὸ τί ἐστιν ἢ ὅτι ποιὸν ἢ ὅτι ποσὸν ἤ τι ἄλλο συνάπτει ἢ ἀφαιρεῖ ἡ διάνοια) , τὸ μὲν ὡς συμβεβηκὸς καὶ τὸ ὡς ἀληθὲς ὂν ἀφετέον – τὸ γὰρ αἴτιον τοῦ μὲν ἀόριστον τοῦ δὲ τῆς διανοίας τι πάθος, καὶ ἀμφότερα περὶ τὸ λοιπὸν γένος τοῦ ὄντος, καὶ οὐκ ἔξω δηλοῦσιν οὖσάν τινα φύσιν τοῦ ὄντος – διὸ ταῦτα μὲν ἀφείσθω, σκεπτέον δὲ τοῦ ὄντος αὐτοῦ τὰ αἴτια καὶ τὰς ἀρχὰς ᾗ ὄν.
205Aristoteles, Metaphysica, 7, 8; 10 (auctor 384BC-322BC)
φανερὸν ἄρα ὅτι ἡ τῶν εἰδῶν αἰτία, ὡς εἰώθασί τινες λέγειν τὰ εἴδη, εἰ ἔστιν ἄττα παρὰ τὰ καθ' ἕκαστα, πρός γε τὰς γενέσεις καὶ τὰς οὐσίας οὐθὲν χρησίμη· οὐδ' ἂν εἶεν διά γε ταῦτα οὐσίαι καθ' αὑτάς.
206Aristoteles, Metaphysica, 7, 17; 2 (auctor 384BC-322BC)
ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τις ἐστίν, ἐντεῦθεν μετιτέον.
207Aristoteles, Metaphysica, 7, 17; 5 (auctor 384BC-322BC)
τὸ μὲν οὖν διὰ τί αὐτό ἐστιν αὐτό, οὐδέν ἐστι ζητεῖν (δεῖ γὰρ τὸ ὅτι καὶ τὸ εἶναι ὑπάρχειν δῆλα ὄντα – λέγω δ' οἷον ὅτι ἡ σελήνη ἐκλείπει – , αὐτὸ δὲ ὅτι αὐτό, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων, διὰ τί ὁ ἄνθρωπος ἄνθρωπος ἢ ὁ μουσικὸς μουσικός, πλὴν εἴ τις λέγοι ὅτι ἀδιαίρετον πρὸς αὑτὸ ἕκαστον, τοῦτο δ' ἦν τὸ ἑνὶ εἶναι· ἀλλὰ τοῦτο κοινόν γε κατὰ πάντων καὶ σύντομον) · ζητήσειε δ' ἄν τις διὰ τί ἅνθρωπός ἐστι ζῷον τοιονδί.
208Aristoteles, Metaphysica, 8, 1; 2 (auctor 384BC-322BC)
εἴρηται δὴ ὅτι τῶν οὐσιῶν ζητεῖται τὰ αἴτια καὶ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα.
209Aristoteles, Metaphysica, 8, 2; 8 (auctor 384BC-322BC)
φανερὸν δὴ ἐκ τούτων ὅτι εἴπερ ἡ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον, ὅτι ἐν τούτοις ζητητέον τί τὸ αἴτιον τοῦ εἶναι τούτων ἕκαστον.
210Aristoteles, Metaphysica, 8, 4; 5 (auctor 384BC-322BC)
ἐνίων δ' ἑτέρα ἡ ὕλη ἐξ ἀνάγκης ἑτέρων ὄντων, οἷον πρίων οὐκ ἂν γένοιτο ἐκ ξύλου, οὐδ' ἐπὶ τῇ κινούσῃ αἰτίᾳ τοῦτο· οὐ γὰρ ποιήσει πρίονα ἐξ ἐρίου ἢ ξύλου.
211Aristoteles, Metaphysica, 8, 4; 7 (auctor 384BC-322BC)
ὅταν δή τις ζητῇ τὸ αἴτιον, ἐπεὶ πλεοναχῶς τὰ αἴτια λέγεται, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας.
212Aristoteles, Metaphysica, 8, 4; 8 (auctor 384BC-322BC)
οἷον ἀνθρώπου τίς αἰτία ὡς ὕλη· ἆρα τὰ καταμήνια· τί δ' ὡς κινοῦν· ἆρα τὸ σπέρμα· τί δ' ὡς τὸ εἶδος· τὸ τί ἦν εἶναι.
213Aristoteles, Metaphysica, 8, 4; 11 (auctor 384BC-322BC)
δεῖ δὲ τὰ ἐγγύτατα αἴτια λέγειν.
214Aristoteles, Metaphysica, 8, 4; 13 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τὰς φυσικὰς οὐσίας καὶ γενητὰς ἀνάγκη οὕτω μετιέναι εἴ τις μέτεισιν ὀρθῶς, εἴπερ ἄρα αἴτιά τε ταῦτα καὶ τοσαῦτα καὶ δεῖ τὰ αἴτια γνωρίζειν· ἐπὶ δὲ τῶν φυσικῶν μὲν ἀϊδίων δὲ οὐσιῶν ἄλλος λόγος.
215Aristoteles, Metaphysica, 8, 6; 1 (auctor 384BC-322BC)
περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρισμοὺς καὶ περὶ τοὺς ἀριθμούς, τί αἴτιον τοῦ ἓν εἶναι· πάντων γὰρ ὅσα πλείω μέρη ἔχει καὶ μὴ ἔστιν οἷον σωρὸς τὸ πᾶν ἀλλ' ἔστι τι τὸ ὅλον παρὰ τὰ μόρια, ἔστι τι αἴτιον, ἐπεὶ καὶ ἐν τοῖς σώμασι τοῖς μὲν ἁφὴ αἰτία τοῦ ἓν εἶναι τοῖς δὲ γλισχρότης ἤ τι πάθος ἕτερον τοιοῦτον.
216Aristoteles, Metaphysica, 9, 8; 27 (auctor 384BC-322BC)
οὐδὲ κάμνει τοῦτο δρῶντα· οὐ γὰρ περὶ τὴν δύναμιν τῆς ἀντιφάσεως αὐτοῖς, οἷον τοῖς φθαρτοῖς, ἡ κίνησις, ὥστε ἐπίπονον εἶναι τὴν συνέχειαν τῆς κινήσεως· ἡ γὰρ οὐσία ὕλη καὶ δύναμις οὖσα, οὐκ ἐνέργεια, αἰτία τούτου.
217Aristoteles, Metaphysica, 11, 8; 10 (auctor 384BC-322BC)
τὸ δ' ὡς ἀληθὲς ὂν καὶ κατὰ συμβεβηκὸς τὸ μέν ἐστιν ἐν συμπλοκῇ διανοίας καὶ πάθος ἐν ταύτῃ (διὸ περὶ μὲν τὸ οὕτως ὂν οὐ ζητοῦνται αἱ ἀρχαί, περὶ δὲ τὸ ἔξω ὂν καὶ χωριστόν) · τὸ δ' οὐκ ἀναγκαῖον ἀλλ' ἀόριστον, λέγω δὲ τὸ κατὰ συμβεβηκός· τοῦ τοιούτου δ' ἄτακτα καὶ ἄπειρα τὰ αἴτια.
218Aristoteles, Metaphysica, 11, 8; 12 (auctor 384BC-322BC)
ἡ τύχη δ' αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του γιγνομένοις, διὸ περὶ ταὐτὰ τύχη καὶ διάνοια· προαίρεσις γὰρ οὐ χωρὶς διανοίας.
219Aristoteles, Metaphysica, 11, 8; 13 (auctor 384BC-322BC)
τὰ δ' αἴτια ἀόριστα ἀφ' ὧν ἂν γένοιτο τὰ ἀπὸ τύχης, διὸ ἄδηλος ἀνθρωπίνῳ λογισμῷ καὶ αἴτιον κατὰ συμβεβηκός, ἁπλῶς δ' οὐδενός.
220Aristoteles, Metaphysica, 11, 8; 15 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὐθὲν κατὰ συμβεβηκὸς πρότερον τῶν καθ' αὑτό, οὐδ' ἄρ' αἴτια· εἰ ἄρα τύχη ἢ τὸ αὐτόματον αἴτιον τοῦ οὐρανοῦ, πρότερον νοῦς αἴτιος καὶ φύσις.
221Aristoteles, Metaphysica, 12, 1; 1 (auctor 384BC-322BC)
περὶ τῆς οὐσίας ἡ θεωρία· τῶν γὰρ οὐσιῶν αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητοῦνται.
222Aristoteles, Metaphysica, 12, 1; 5 (auctor 384BC-322BC)
μαρτυροῦσι δὲ καὶ οἱ ἀρχαῖοι ἔργῳ· τῆς γὰρ οὐσίας ἐζήτουν ἀρχὰς καὶ στοιχεῖα καὶ αἴτια.
223Aristoteles, Metaphysica, 12, 2; 7 (auctor 384BC-322BC)
τρία δὴ τὰ αἴτια καὶ τρεῖς αἱ ἀρχαί, δύο μὲν ἡ ἐναντίωσις, ἧς τὸ μὲν λόγος καὶ εἶδος τὸ δὲ στέρησις, τὸ δὲ τρίτον ἡ ὕλη.
224Aristoteles, Metaphysica, 12, 3; 6 (auctor 384BC-322BC)
τὰ μὲν οὖν κινοῦντα αἴτια ὡς προγεγενημένα ὄντα, τὰ δ' ὡς ὁ λόγος ἅμα.
225Aristoteles, Metaphysica, 12, 4; 1 (auctor 384BC-322BC)
τὰ δ' αἴτια καὶ αἱ ἀρχαὶ ἄλλα ἄλλων ἔστιν ὥς, ἔστι δ' ὡς, ἂν καθόλου λέγῃ τις καὶ κατ' ἀναλογίαν, ταὐτὰ πάντων.
226Aristoteles, Metaphysica, 12, 4; 11 (auctor 384BC-322BC)
ἐπεὶ δὲ οὐ μόνον τὰ ἐνυπάρχοντα αἴτια, ἀλλὰ καὶ τῶν ἐκτὸς οἷον τὸ κινοῦν, δῆλον ὅτι ἕτερον ἀρχὴ καὶ στοιχεῖον, αἴτια δ' ἄμφω, καὶ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή, τὸ δ' ὡς κινοῦν ἢ ἱστὰν ἀρχή τις καὶ οὐσία, ὥστε στοιχεῖα μὲν κατ' ἀναλογίαν τρία, αἰτίαι δὲ καὶ ἀρχαὶ τέτταρες· ἄλλο δ' ἐν ἄλλῳ, καὶ τὸ πρῶτον αἴτιον ὡς κινοῦν ἄλλο ἄλλῳ.
227Aristoteles, Metaphysica, 12, 4; 14 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώπῳ ἄνθρωπος, ἐν δὲ τοῖς ἀπὸ διανοίας τὸ εἶδος ἢ τὸ ἐναντίον, τρόπον τινὰ τρία αἴτια ἂν εἴη, ὡδὶ δὲ τέτταρα.
228Aristoteles, Metaphysica, 12, 5; 2 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο πάντων αἴτια ταὐτά, ὅτι τῶν οὐσιῶν ἄνευ οὐκ ἔστι τὰ πάθη καὶ αἱ κινήσεις.
229Aristoteles, Metaphysica, 12, 5; 5 (auctor 384BC-322BC)
ἐν ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἔστιν ὁτὲ δὲ δυνάμει, οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος (πίπτει δὲ καὶ ταῦτα εἰς τὰ εἰρημένα αἴτια· ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, καὶ τὸ ἐξ ἀμφοῖν στέρησις δέ, οἷον σκότος ἢ κάμνον, δυνάμει δὲ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ δυνάμενον γίγνεσθαι ἄμφω) · ἄλλως δ' ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μὴ ἔστιν ἡ αὐτὴ ὕλη, ὧν ἐνίων οὐκ ἔστι τὸ αὐτὸ εἶδος ἀλλ' ἕτερον, ὥσπερ ἀνθρώπου αἴτιον τά τε στοιχεῖα, πῦρ καὶ γῆ ὡς ὕλη καὶ τὸ ἴδιον εἶδος, καὶ ἔτι τι ἄλλο ἔξω οἷον ὁ πατήρ, καὶ παρὰ ταῦτα ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, οὔτε ὕλη ὄντα οὔτ' εἶδος οὔτε στέρησις οὔτε ὁμοειδὲς ἀλλὰ κινοῦντα.
230Aristoteles, Metaphysica, 12, 5; 9 (auctor 384BC-322BC)
ἔπειτα, εἰ δὴ τὰ τῶν οὐσιῶν, ἄλλα δὲ ἄλλων αἴτια καὶ στοιχεῖα, ὥσπερ ἐλέχθη, τῶν μὴ ἐν ταὐτῷ γένει, χρωμάτων ψόφων οὐσιῶν ποσότητος, πλὴν τῷ ἀνάλογον· καὶ τῶν ἐν ταὐτῷ εἴδει ἕτερα, οὐκ εἴδει ἀλλ' ὅτι τῶν καθ' ἕκαστον ἄλλο, ἥ τε σὴ ὕλη καὶ τὸ εἶδος καὶ τὸ κινῆσαν καὶ ἡ ἐμή, τῷ καθόλου δὲ λόγῳ ταὐτά.
231Aristoteles, Metaphysica, 12, 5; 10 (auctor 384BC-322BC)
τὸ δὲ ζητεῖν τίνες ἀρχαὶ ἢ στοιχεῖα τῶν οὐσιῶν καὶ πρός τι καὶ ποιῶν, πότερον αἱ αὐταὶ ἢ ἕτεραι, δῆλον ὅτι πολλαχῶς γε λεγομένων ἔστιν ἑκάστου, διαιρεθέντων δὲ οὐ ταὐτὰ ἀλλ' ἕτερα, πλὴν ὡδὶ καὶ πάντων, ὡδὶ μὲν ταὐτὰ ἢ τὸ ἀνάλογον, ὅτι ὕλη, εἶδος, στέρησις, τὸ κινοῦν, καὶ ὡδὶ τὰ τῶν οὐσιῶν αἴτια ὡς αἴτια πάντων, ὅτι ἀναιρεῖται ἀναιρουμένων· ἔτι τὸ πρῶτον ἐντελεχείᾳ· ὡδὶ δὲ ἕτερα πρῶτα ὅσα τὰ ἐναντία ἃ μήτε ὡς γένη λέγεται μήτε πολλαχῶς λέγεται· καὶ ἔτι αἱ ὗλαι.
232Aristoteles, Metaphysica, 12, 7; 24 (auctor 384BC-322BC)
ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἴτια μὲν εἶναι τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐκ ὀρθῶς οἴονται.
233Aristoteles, Metaphysica, 12, 10; 28 (auctor 384BC-322BC)
εἰ δ' ἔσται τὰ εἴδη· ἢ οἱ ἀριθμοί, οὐδενὸς αἴτια· εἰ δὲ μή, οὔτι κινήσεώς γε.
234Aristoteles, Metaphysica, 13, 3; 14 (auctor 384BC-322BC)
καὶ ἐπεί γε πολλῶν αἴτια φαίνεται ταῦτα (λέγω δ' οἷον ἡ τάξις καὶ τὸ ὡρισμένον) , δῆλον ὅτι λέγοιεν ἂν καὶ τὴν τοιαύτην αἰτίαν τὴν ὡς τὸ καλὸν αἴτιον τρόπον τινά.
235Aristoteles, Metaphysica, 13, 5; 1 (auctor 384BC-322BC)
πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις τί ποτε συμβάλλονται τὰ εἴδη ἢ τοῖς ἀϊδίοις τῶν αἰσθητῶν ἢ τοῖς γιγνομένοις καὶ [τοῖς] φθειρομένοις· οὔτε γὰρ κινήσεώς ἐστιν οὔτε μεταβολῆς οὐδεμιᾶς αἴτια αὐτοῖς.
236Aristoteles, Metaphysica, 13, 5; 2 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὔτε πρὸς τὴν ἐπιστήμην οὐθὲν βοηθεῖ τὴν τῶν ἄλλων (οὐδὲ γὰρ οὐσία ἐκεῖνα τούτων· ἐν τούτοις γὰρ ἂν ἦν) , οὔτ' εἰς τὸ εἶναι, μὴ ἐνυπάρχοντά γε τοῖς μετέχουσιν· οὕτω μὲν γὰρ ἴσως αἴτια δόξειεν ἂν εἶναι ὡς τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ, ἀλλ' οὗτος μὲν ὁ λόγος λίαν εὐκίνητος, ὃν Ἀναξαγόρας μὲν πρότερος Εὔδοξος δὲ ὕστερος ἔλεγε διαπορῶν καὶ ἕτεροί τινες (ῥᾴδιον γὰρ πολλὰ συναγαγεῖν καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν) · ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἐστὶ τἆλλα κατ' οὐθένα τρόπον τῶν εἰωθότων λέγεσθαι.
237Aristoteles, Metaphysica, 13, 5; 7 (auctor 384BC-322BC)
ἔτι δόξειεν ἂν ἀδύνατον χωρὶς εἶναι τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία· ὥστε πῶς ἂν αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων οὖσαι χωρὶς εἶεν· ἐν δὲ τῷ Φαίδωνι τοῦτον λέγεται τὸν τρόπον, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη ἐστίν· καίτοι τῶν εἰδῶν ὄντων ὅμως οὐ γίγνεται ἂν μὴ ᾖ τὸ κινῆσον, καὶ πολλὰ γίγνεται ἕτερα, οἷον οἰκία καὶ δακτύλιος, ὧν οὔ φασιν εἶναι εἴδη· ὥστε δῆλον ὅτι ἐνδέχεται κἀκεῖνα, ὧν φασὶν ἰδέας εἶναι, καὶ εἶναι καὶ γίγνεσθαι διὰ τοιαύτας αἰτίας οἵας καὶ τὰ ῥηθέντα νῦν, ἀλλ' οὐ διὰ τὰ εἴδη.
238Aristoteles, Metaphysica, 13, 8; 8 (auctor 384BC-322BC)
ἔτι οὔτ' ἂν ἀπὸ τοῦ ἑνὸς τοῦτ' αὐταῖς γένοιτο οὔτ' ἂν ἀπὸ τῆς δυάδος· τὸ μὲν γὰρ οὐ ποιὸν ἡ δὲ ποσοποιόν· τοῦ γὰρ πολλὰ τὰ ὄντα εἶναι αἰτία αὕτη ἡ φύσις.
239Aristoteles, Metaphysica, 13, 8; 31 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ ἔστι καὶ γίγνεται ἔνια καὶ ὧν εἴδη οὐκ ἔστιν, ὥστε διὰ τί οὐ κἀκείνων εἴδη ἔστιν· οὐκ ἄρα αἴτια τὰ εἴδη ἐστίν.
240Aristoteles, Metaphysica, 14, 2; 6 (auctor 384BC-322BC)
πολλὰ μὲν οὖν τὰ αἴτια τῆς ἐπὶ ταύτας τὰς αἰτίας ἐκτροπῆς, μάλιστα δὲ τὸ ἀπορῆσαι ἀρχαϊκῶς.
241Aristoteles, Metaphysica, 14, 2; 14 (auctor 384BC-322BC)
οὐ γὰρ δὴ ἡ δυὰς ἡ ἀόριστος αἰτία οὐδὲ τὸ μέγα καὶ τὸ μικρὸν τοῦ δύο λευκὰ ἢ πολλὰ εἶναι χρώματα ἢ χυμοὺς ἢ σχήματα· ἀριθμοὶ γὰρ ἂν καὶ ταῦτα ἦσαν καὶ μονάδες.
242Aristoteles, Metaphysica, 14, 2; 16 (auctor 384BC-322BC)
αὕτη γὰρ ἡ παρέκβασις αἰτία καὶ τοῦ τὸ ἀντικείμενον ζητοῦντας τῷ ὄντι καὶ τῷ ἑνί, ἐξ οὗ καὶ τούτων τὰ ὄντα, τὸ πρός τι καὶ τὸ ἄνισον ὑποθεῖναι, ὃ οὔτ' ἐναντίον οὔτ' ἀπόφασις ἐκείνων, μία τε φύσις τῶν ὄντων ὥσπερ καὶ τὸ τί καὶ τὸ ποῖον.
243Aristoteles, Metaphysica, 14, 2; 24 (auctor 384BC-322BC)
τῷ μὲν γὰρ ἰδέας τιθεμένῳ παρέχονταί τιν' αἰτίαν τοῖς οὖσιν, εἴπερ ἕκαστος τῶν ἀριθμῶν ἰδέα τις ἡ δ' ἰδέα τοῖς ἄλλοις αἰτία τοῦ εἶναι ὃν δή ποτε τρόπον (ἔστω γὰρ ὑποκείμενον αὐτοῖς τοῦτο) · τῷ δὲ τοῦτον μὲν τὸν τρόπον οὐκ οἰομένῳ διὰ τὸ τὰς ἐνούσας δυσχερείας ὁρᾶν περὶ τὰς ἰδέας ὥστε διά γε ταῦτα μὴ ποιεῖν ἀριθμούς, ποιοῦντι δὲ ἀριθμὸν τὸν μαθηματικόν, πόθεν τε χρὴ πιστεῦσαι ὡς ἔστι τοιοῦτος ἀριθμός, καὶ τί τοῖς ἄλλοις χρήσιμος· οὐθενὸς γὰρ οὔτε φησὶν ὁ λέγων αὐτὸν εἶναι, ἀλλ' ὡς αὐτήν τινα λέγει καθ' αὑτὴν φύσιν οὖσαν, οὔτε φαίνεται ὢν αἴτιος· τὰ γὰρ θεωρήματα τῶν ἀριθμητικῶν πάντα καὶ κατὰ τῶν αἰσθητῶν ὑπάρξει, καθάπερ ἐλέχθη.
244Aristoteles, Metaphysica, 14, 6; 9 (auctor 384BC-322BC)
ἀλλὰ διὰ τί αἴτια ταῦτα· ἑπτὰ μὲν φωνήεντα, ἑπτὰ δὲ χορδαὶ ἡ ἁρμονία, ἑπτὰ δὲ αἱ πλειάδες, ἐν ἑπτὰ δὲ ὀδόντας βάλλει (ἔνιά γε, ἔνια δ' οὔ) , ἑπτὰ δὲ οἱ ἐπὶ Θήβας.
245Aristoteles, Metaphysica, 14, 6; 14 (auctor 384BC-322BC)
ἀλλ' αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις αἱ ἐπαινούμεναι καὶ τὰ τούτοις ἐναντία καὶ ὅλως τὰ ἐν τοῖς μαθήμασιν, ὡς μὲν λέγουσί τινες καὶ αἴτια ποιοῦσι τῆς φύσεως, ἔοικεν οὑτωσί γε σκοπουμένοις διαφεύγειν (κατ' οὐδένα γὰρ τρόπον τῶν διωρισμένων περὶ τὰς ἀρχὰς οὐδὲν αὐτῶν αἴτιον) · ἔστιν ὡς μέντοι ποιοῦσι φανερὸν ὅτι τὸ εὖ ὑπάρχει καὶ τῆς συστοιχίας ἐστὶ τῆς τοῦ καλοῦ τὸ περιττόν, τὸ εὐθύ, τὸ ἰσάκις ἴσον, αἱ δυνάμεις ἐνίων ἀριθμῶν· ἅμα γὰρ ὧραι καὶ ἀριθμὸς τοιοσδί· καὶ τὰ ἄλλα δὴ ὅσα συνάγουσιν ἐκ τῶν μαθηματικῶν θεωρημάτων πάντα ταύτην ἔχει τὴν δύναμιν.
246Aristoteles, Meteorologica, 1, I 2; 5 (auctor 384BC-322BC)
Ὥστε τῶν συμβαινόντων περί αὐτόν πῦρ μέν καί γῆν καί τά συγγενῆ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γιγνομένων αἴτια χρή νομίζειν (τό γάρ ὑποκείμενον καί πάσχον τοῦτον προσαγορεύομεν τόν τρόπον), τό δ’ οὕτως αἴτιον ὡς ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τήν τῶν ἀεί κινουμένων αἰτιατέον δύναμιν.
247Aristoteles, Meteorologica, 1, I 5; 5 (auctor 384BC-322BC)
Τοῦ δέ μή πολύν χρόνον μένειν ταῦτα ἡ σύστασις αἰτία ταχεῖα οὖσα.
248Aristoteles, Meteorologica, 1, I 9; 3 (auctor 384BC-322BC)
Ἡ μέν οὖν ὡς κινοῦσα καί κυρία καί πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστίν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορά διακρίνουσα καί συγκρίνουσα τῷ γίγνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καί τῆς φθορᾶς ἐστίν.
249Aristoteles, Meteorologica, 1, I 10; 4 (auctor 384BC-322BC)
Αἰτία δέ μία μέν αὕτη, ὅτι ἀνάγεται ἐκ τῶν κοίλων καί ἐφύδρων τόπων, ὥστε καθάπερ φορτίον φέρουσα πλέον ἡ ἀνάγουσα θερμότης ἢ καθ’ αὑτήν οὐ δύναται μετεωρίζειν ἐπί πολύν τόπον αὐτό τοῦ ὕψους, ἀλλ’ ἐγγύς ἀφίησι πάλιν· ἑτέρα δ’ ὅτι καί ῥεῖ μάλιστα ὁ ἀήρ ῥέων ἐν τοῖς ὑψηλοῖς, ὃς διαλύει τήν τοιαύτην σύστασιν.
250Aristoteles, Meteorologica, 2, II 2; 1 (auctor 384BC-322BC)
Περί δέ τῆς γενέσεως αὐτῆς, εἰ γέγονε, καί τοῦ χυμοῦ τίς ἡ αἰτία τῆς ἁλμυρότητος καί πικρότητος, λεκτέον.
251Aristoteles, Meteorologica, 2, II 2; 2 (auctor 384BC-322BC)
Ἡ μέν οὖν αἰτία ἡ ποιήσασα τούς πρότερον οἴεσθαι τήν θάλατταν ἀρχήν εἶναι καί σῶμα τοῦ παντός ὕδατος ἥδ’ ἐστίν.
252Aristoteles, Meteorologica, 2, II 3; 12 (auctor 384BC-322BC)
Εἰ δέ καί τό πρῶτον εὐθύς ἦν, λεκτέον τίς ἡ αἰτία, καί ἅμα διά τί οὐκ εἰ καί τότε ἀνήχθη καί νῦν πάσχει ταὐτό.
253Aristoteles, Meteorologica, 2, II 3; 22 (auctor 384BC-322BC)
Τά μέν οὖν λεγόμενα τῆς ἁλμυρότητος αἴτια διαφεύγειν φαίνεται τόν λόγον· ἡμεῖς δέ λέγωμεν ἀρχήν λαβόντες τήν αὐτήν ἣν καί πρότερον.
254Aristoteles, Meteorologica, 2, II 5; 35 (auctor 384BC-322BC)
Τίς μέν οὖν αἰτία τούτων ἐστί τῶν ἀνέμων, καί πῶς ἔχουσι πρός ἀλλήλους, εἴρηται.
255Aristoteles, Meteorologica, 2, II 6; 44 (auctor 384BC-322BC)
Αἴθριοι δέ ἀπαρκτίας, θρασκίας, ἀργέστης· ἡ δ’ αἰτία εἴρηται πρότερον.
256Aristoteles, Meteorologica, 2, II 6; 48 (auctor 384BC-322BC)
Αἴτιον δ’ ὅτι οἱ ἐκνεφίαι γίνονται μάλιστα ὅταν ἄλλων ἐκπνεόντων ἐμπίπτωσιν ἕτεροι, οὗτοι δέ μάλιστα ἐμπίπτουσι τοῖς ἄλλοις πνέουσιν· ἡ δ’ αἰτία εἴρηται καί τούτου πρότερον.
257Aristoteles, Meteorologica, 2, II 7; 1 (auctor 384BC-322BC)
Περί δέ σεισμοῦ καί κινήσεως γῆς μετά ταῦτα λεκτέον· ἡ γάρ αἰτία τοῦ πάθους ἐχομένη τούτου τοῦ γένους ἐστίν.
258Aristoteles, Meteorologica, 2, II 8; 48 (auctor 384BC-322BC)
Ἤδη δέ καί ὕδατα ἀνερράγη γιγνομένων σεισμῶν· ἀλλ’ οὐ διά τοῦτο αἴτιον τό ὕδωρ τῆς κινήσεως, ἀλλ’ ἂν ᾖ ἐξ ἐπιπολῆς ἢ κάτωθεν βιάζηται τό πνεῦμα, ἐκεῖνο τό κινοῦν ἐστίν, ὥσπερ τῶν κυμάτων οἱ ἄνεμοι ἀλλ’ οὐ τά κύματα τῶν ἀνέμων ἐστίν αἴτια, ἐπεί καί τήν γῆν οὕτως ἄν τις αἰτιῷτο τοῦ πάθους· ἀνατρέπεται γάρ σειομένη, καθάπερ ὕδωρ (ἡ γάρ ἔκχυσις ἀνάτρεψίς τίς ἐστιν).
259Aristoteles, Meteorologica, 2, II 8; 49 (auctor 384BC-322BC)
Ἀλλ’ αἴτια ταῦτα μέν ἄμφω ὡς ὕλη (πάσχει γάρ, ἀλλ’ οὐ ποιεῖ), τό δέ πνεῦμα ὡς ἀρχή.
260Aristoteles, Meteorologica, 4, IV 1; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ τέτταρα διώρισται αἴτια τῶν στοιχείων, τούτων δέ κατά τάς συζυγίας καί τά στοιχεῖα τέτταρα συμβέβηκεν εἶναι, ὧν τά μέν δύο ποιητικά, τό θερμόν καί τό ψυχρόν, τά δέ δύο παθητικά, τό ξηρόν καί τό ὑγρόν· ἡ δέ πίστις τούτων ἐκ τῆς ἐπαγωγῆς· φαίνεται γάρ ἐν πᾶσιν ἡ μέν θερμότης καί ψυχρότης ὁρίζουσαι καί συμφύουσαι καί μεταβάλλουσαι τά ὁμογενῆ καί τά μή ὁμογενῆ, καί ὑγραίνουσαι καί ξηραίνουσαι καί σκληρύνουσαι καί μαλάττουσαι, τά δέ ξηρά καί ὑγρά ὁριζόμενα καί τἆλλα τά εἰρημένα πάθη πάσχοντα αὐτά τε καθ’ αὑτά καί ὅσα κοινά ἐξ ἀμφοῖν σώματα συνέστηκεν.
261Aristoteles, Meteorologica, 4, IV 1; 15 (auctor 384BC-322BC)
Ὥστ’ ἐπεί κατ’ ἔνδειαν πάσχει θερμοῦ, τό δέ ἐνδεές τοιαύτης δυνάμεως ψυχρόν πᾶν, ἄμφω ἂν αἴτια εἴη, καί κοινόν τό πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καί θερμότητος ἀλλοτρίας.
262Aristoteles, Meteorologica, 4, IV 1; 20 (auctor 384BC-322BC)
Ἡ δ’ αὐτή αἰτία καί τοῦ τό πολύ ἧττον τοῦ ὀλίγου σήπεσθαι· ἐν γάρ τῷ πλείονι πλεῖόν ἐστι πῦρ οἰκεῖον καί ψυχρόν ἢ ὥστε κρατεῖν τάς ἐν τῷ περιεστῶτι δυνάμεις.
263Aristoteles, Meteorologica, 4, IV 5; 4 (auctor 384BC-322BC)
Ἔστι δέ τά αἴτια τά περί τήν ὕλην δύο, τό τε ποιοῦν καί τό πάθος, τό μέν ποιοῦν ὡς ὅθεν ἡ κίνησις, τό δέ πάθος ὡς εἶδος.
264Aristoteles, Meteorologica, 4, IV 6; 25 (auctor 384BC-322BC)
Εἰ οὖν ἔπηξε θάτερον, θάτερον λύσει· οὕτω γάρ τἀναντία ἔσται αἴτια τῶν ἐναντίων.
265Aristoteles, Meteorologica, 4, IV 7; 33 (auctor 384BC-322BC)
Αἴτιον δ’ ὅτι τά ἐναντία τῶν ἐναντίων αἴτια, ὥστ’ εἰ πήγνυται δυοῖν, ψυχρῷ καί ξηρῷ, λύεσθαι ἀνάγκη θερμῷ καί ὑγρῷ.
266Aristoteles, Meteorologica, 4, IV 12; 15 (auctor 384BC-322BC)
Τά δ’ ἐκ τούτων συνεστῶτα οὐθενί ἂν δόξειε τά ἀνομοιομερῆ, οἷον κεφαλή ἢ χείρ ἢ πούς, ἀλλ’ ὥσπερ καί τοῦ χαλκόν μέν ἢ ἄργυρον γενέσθαι αἰτία ψυχρότητος καί θερμότητος κίνησις, τοῦ δέ πρίονα ἢ φιάλην ἢ κιβωτόν οὐκέτι, ἀλλ’ ἐνταῦθα μέν τέχνη, ἐκεῖ δέ φύσις ἢ ἄλλη τις αἰτία.
267Aristoteles, Physica, 1, 1; 1 (auctor 384BC-322BC)
Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.
268Aristoteles, Physica, 2, 1; 3 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων· οὐδὲν γὰρ αὐτῶν ἔχει τὴν ἀρχὴν ἐν ἑαυτῷ τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δ' ἐν αὑτοῖς μὲν ἀλλ' οὐ καθ' αὑτά, ὅσα κατὰ συμβεβηκὸς αἴτια γένοιτ' ἂν αὑτοῖς.
269Aristoteles, Physica, 2, 3; 7 (auctor 384BC-322BC)
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι, οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιικὴ καὶ ὁ χαλκός, οὐ καθ' ἕτερόν τι ἀλλ' ᾗ ἀνδριάς, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν ἡ κίνησις.
270Aristoteles, Physica, 2, 3; 8 (auctor 384BC-322BC)
ἔστιν δέ τινα καὶ ἀλλήλων αἴτια, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δ' ὡς ἀρχὴ κινήσεως.
271Aristoteles, Physica, 2, 3; 9 (auctor 384BC-322BC)
ἔτι δὲ τὸ αὐτὸ τῶν ἐναντίων ἐστίν· ὃ γὰρ παρὸν αἴτιον τοῦδε, τοῦτο καὶ ἀπὸν αἰτιώμεθα ἐνίοτε τοῦ ἐναντίου, οἷον τὴν ἀπουσίαν τοῦ κυβερνήτου τῆς τοῦ πλοίου ἀνατροπῆς, οὗ ἦν ἡ παρουσία αἰτία τῆς σωτηρίας.
272Aristoteles, Physica, 2, 3; 10 (auctor 384BC-322BC)
ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας πίπτει τρόπους τοὺς φανερωτάτους.
273Aristoteles, Physica, 2, 3; 11 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰπεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
274Aristoteles, Physica, 2, 3; 12 (auctor 384BC-322BC)
τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει· τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μὲν εἰσὶ πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους.
275Aristoteles, Physica, 2, 3; 13 (auctor 384BC-322BC)
λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθμός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθ' ἕκαστον.
276Aristoteles, Physica, 2, 3; 18 (auctor 384BC-322BC)
ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ' ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τουδὶ τοῦ ἀνδριάντος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε ἢ χαλκοῦ ἢ ὅλως ὕλης· καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως.
277Aristoteles, Physica, 2, 3; 21 (auctor 384BC-322BC)
διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ' ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδ' ὁ ἰατρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε ὁ οἰκοδομῶν τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί.
278Aristoteles, Physica, 2, 3; 24 (auctor 384BC-322BC)
ὅσα μὲν οὖν τὰ αἴτια καὶ ὃν τρόπον αἴτια, ἔστω ἡμῖν διωρισμένα ἱκανῶς.
279Aristoteles, Physica, 2, 4; 2 (auctor 384BC-322BC)
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύχην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀληθῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύχης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶναι ἀπὸ τύχης.
280Aristoteles, Physica, 2, 4; 11 (auctor 384BC-322BC)
εἰσὶ δέ τινες οἷς δοκεῖ εἶναι μὲν αἰτία ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον.
281Aristoteles, Physica, 2, 4; 12 (auctor 384BC-322BC)
ὥστε σκεπτέον καὶ τί ἑκάτερον, καὶ εἰ ταὐτὸν ἢ ἕτερον τό τε αὐτόματον καὶ ἡ τύχη, καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσιν.
282Aristoteles, Physica, 2, 5; 1 (auctor 384BC-322BC)
Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γιγνόμενα τὰ δὲ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι οὐδετέρου τούτων αἰτία ἡ τύχη λέγεται οὐδὲ τὸ ἀπὸ τύχης, οὔτε τοῦ ἐξ ἀνάγκης καὶ αἰεὶ οὔτε τοῦ ὡς ἐπὶ τὸ πολύ.
283Aristoteles, Physica, 2, 5; 7 (auctor 384BC-322BC)
δῆλον ἄρα ὅτι ἡ τύχη αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του.
284Aristoteles, Physica, 2, 5; 9 (auctor 384BC-322BC)
ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ' ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης.
285Aristoteles, Physica, 2, 5; 14 (auctor 384BC-322BC)
ὥστ' ἐπεὶ ἀόριστα τὰ οὕτως αἴτια, καὶ ἡ τύχη ἀόριστον.
286Aristoteles, Physica, 2, 5; 18 (auctor 384BC-322BC)
ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός-καὶ ἡ τύχη καὶ τὸ αὐτόματον-ἐν τοῖς ἐνδεχομένοις γίγνεσθαι μὴ ἁπλῶς μηδ' ὡς ἐπὶ τὸ πολύ, καὶ τούτων ὅσ' ἂν γένοιτο ἕνεκά του.
287Aristoteles, Physica, 2, 6; 13 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐστὶ τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν, οὐδὲν δὲ κατὰ συμβεβηκός ἐστι πρότερον τῶν καθ' αὑτό, δῆλον ὅτι οὐδὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον πρότερον τοῦ καθ' αὑτό.
288Aristoteles, Physica, 2, 7; 1 (auctor 384BC-322BC)
Ὅτι δὲ ἔστιν αἴτια, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ὅσα φαμέν, δῆλον· τοσαῦτα γὰρ τὸν ἀριθμὸν τὸ διὰ τί περιείληφεν· ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον, ἐν τοῖς ἀκινήτοις (οἷον ἐν τοῖς μαθήμασιν· εἰς ὁρισμὸν γὰρ τοῦ εὐθέος ἢ συμμέτρου ἢ ἄλλου τινὸς ἀνάγεται ἔσχατον), ἢ εἰς τὸ κινῆσαν πρῶτον (οἷον διὰ τί ἐπολέμησαν; ὅτι ἐσύλησαν), ἢ τίνος ἕνεκα (ἵνα ἄρξωσιν), ἢ ἐν τοῖς γιγνομένοις ἡ ὕλη.
289Aristoteles, Physica, 2, 7; 2 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν· ἐπεὶ δ' αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
290Aristoteles, Physica, 2, 8; 18 (auctor 384BC-322BC)
ὥστ' εἰ φύσει τε ποιεῖ καὶ ἕνεκά του ἡ χελιδὼν τὴν νεοττιὰν καὶ ὁ ἀράχνης τὸ ἀράχνιον, καὶ τὰ φυτὰ τὰ φύλλα ἕνεκα τῶν καρπῶν καὶ τὰς ῥίζας οὐκ ἄνω ἀλλὰ κάτω τῆς τροφῆς, φανερὸν ὅτι ἔστιν ἡ αἰτία ἡ τοιαύτη ἐν τοῖς φύσει γιγνομένοις καὶ οὖσιν.
291Aristoteles, Physica, 2, 8; 19 (auctor 384BC-322BC)
καὶ ἐπεὶ ἡ φύσις διττή, ἡ μὲν ὡς ὕλη ἡ δ' ὡς μορφή, τέλος δ' αὕτη, τοῦ τέλους δὲ ἕνεκα τἆλλα, αὕτη ἂν εἴη ἡ αἰτία, ἡ οὗ ἕνεκα.
292Aristoteles, Physica, 2, 8; 31 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν αἰτία ἡ φύσις, καὶ οὕτως ὡς ἕνεκά του, φανερόν.
293Aristoteles, Physica, 3, 7; 12 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὰ αἴτια διῄρηται τετραχῶς, φανερὸν ὅτι ὡς ὕλη τὸ ἄπειρον αἴτιόν ἐστι, καὶ ὅτι τὸ μὲν εἶναι αὐτῷ στέρησις, τὸ δὲ καθ' αὑτὸ ὑποκείμενον τὸ συνεχὲς καὶ αἰσθητόν.
294Aristoteles, Physica, 4, 1; 21 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον εἶναι τὸν τόπον; οὐδεμία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
295Aristoteles, Physica, 8, 1; 31 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδέν γε ἄτακτον τῶν φύσει καὶ κατὰ φύσιν· ἡ γὰρ φύσις αἰτία πᾶσιν τάξεως.
296Aristoteles, Physica, 8, 1; 36 (auctor 384BC-322BC)
ἀλλὰ καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ λέγειν, καὶ μὴ τίθεσθαι μηδὲν μηδ' ἀξιοῦν ἀξίωμ' ἄλογον, ἀλλ' ἢ ἐπαγωγὴν ἢ ἀπόδειξιν φέρειν· αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ ὑποτεθέντα, οὐδὲ τοῦτ' ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν.
297Aristoteles, Physica, 8, 6; 8 (auctor 384BC-322BC)
τοῦ γὰρ ἀεὶ καὶ συνεχοῦς οὔτε ἕκαστον αὐτῶν οὔτε πάντα αἴτια· τὸ μὲν γὰρ οὕτως ἔχειν ἀΐδιον καὶ ἐξ ἀνάγκης, τὰ δὲ πάντα ἄπειρα, καὶ οὐχ ἅμα πάντα ὄντα.
298Aristoteles, Physica, 8, 6; 9 (auctor 384BC-322BC)
δῆλον τοίνυν ὅτι, εἰ καὶ μυριάκις ἔνια [ἀρχαὶ] τῶν ἀκινήτων μὲν κινούντων δέ, καὶ πολλὰ τῶν αὐτὰ ἑαυτὰ κινούντων, φθείρεται, τὰ δ' ἐπιγίγνεται, καὶ τόδε μὲν ἀκίνητον ὂν τόδε κινεῖ, ἕτερον δὲ τοδί, ἀλλ' οὐδὲν ἧττον ἔστιν τι ὃ περιέχει, καὶ τοῦτο παρ' ἕκαστον, ὅ ἐστιν αἴτιον τοῦ τὰ μὲν εἶναι τὰ δὲ μὴ καὶ τῆς συνεχοῦς μεταβολῆς· καὶ τοῦτο μὲν τούτοις, ταῦτα δὲ τοῖς ἄλλοις αἴτια κινήσεως.
299Aristoteles, Politica, 5; 30 (auctor 384BC-322BC)
Τούτων δὲ ὕβρις μὲν καὶ κέρδος τίνα ἔχουσι δύναμιν καὶ πῶς αἴτια, σχεδόν ἐστι φανερόν· ὑβριζόντων τε γὰρ τῶν ἐν ταῖς ἀρχαῖς καὶ πλεονεκτούντων στασιάζουσι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὰς πολιτείας τὰς διδούσας τὴν ἐξουσίαν· ἡ δὲ πλεονεξία γίνεται ὁτὲ μὲν ἀπὸ τῶν ἰδίων ὁτὲ δὲ ἀπὸ τῶν κοινῶν.
300Aristoteles, Politica, 5; 31 (auctor 384BC-322BC)
– δῆλον δὲ καὶ ἡ τιμή, καὶ τί δύναται καὶ πῶς αἰτία στάσεως· καὶ γὰρ αὐτοὶ ἀτιμαζόμενοι καὶ ἄλλους ὁρῶντες τιμωμένους στασιάζουσιν· ταῦτα δὲ ἀδίκως μὲν γίνεται ὅταν παρὰ τὴν ἀξίαν ἢ τιμῶνταί τινες ἢ ἀτιμάζωνται, δικαίως δὲ ὅταν κατὰ τὴν ἀξίαν.
301Aristoteles, Politica, 5, 1306B; 92 (auctor 384BC-322BC)
γίνονται δὲ στάσεις καὶ ἐκ τοῦ περιωθεῖσθαι ἑτέρους ὑφ' ἑτέρων τῶν ἐν τῇ ὀλιγαρχίᾳ αὐτῶν καὶ καταστασιάζεσθαι κατὰ γάμους ἢ δίκας, οἷον ἐκ γαμικῆς μὲν αἰτίας αἱ εἰρημέναι πρότερον (καὶ τὴν ἐν Ἐρετρίᾳ δ' ὀλιγαρχίαν τὴν τῶν ἱππέων Διαγόρας κατέλυσεν ἀδικηθεὶς περὶ γάμον) , ἐκ δὲ δικαστηρίου κρίσεως ἡ ἐν Ἡρακλείᾳ στάσις ἐγένετο καὶ ἡ ἐν Θήβαις, ἐπ' αἰτίᾳ μοιχείας δικαίως μὲν στασιαστικῶς δὲ ποιησαμένων τὴν κόλασιν τῶν μὲν ἐν Ἡρακλείᾳ κατ' Εὐρυτίωνος, τῶν δ' ἐν Θήβαις κατ' Ἀρχίου (ἐφιλονείκησαν γὰρ αὐτοὺς οἱ ἐχθροὶ ὥστε δεθῆναι ἐν ἀγορᾷ ἐν τῷ κύφωνι) .
302Aristoteles, Politica, 5; 198 (auctor 384BC-322BC)
μόριον δέ τι τοῦ μίσους καὶ τὴν ὀργὴν δεῖ τιθέναι· τρόπον γάρ τινα τῶν αὐτῶν αἰτία γίνεται πράξεων.
303Aristoteles, Politica, 5; 247 (auctor 384BC-322BC)
τὰ δ' αἴτια ταὐτὰ καὶ ταύτης· ὁ μὲν γὰρ Κύψελος δημαγωγὸς ἦν καὶ κατὰ τὴν ἀρχὴν διετέλεσεν ἀδορυφόρητος, Περίανδρος δ' ἐγένετο μὲν τυραννικός, ἀλλὰ πολεμικός.
304Aristoteles, Politica, 7; 190 (auctor 384BC-322BC)
χρήσαιτο δ' ἂν ὁ σπουδαῖος ἀνὴρ καὶ πενίᾳ καὶ νόσῳ καὶ ταῖς ἄλλαις τύχαις ταῖς φαύλαις καλῶς· ἀλλὰ τὸ μακάριον ἐν τοῖς ἐναντίοις ἐστίν (καὶ γὰρ τοῦτο διώρισται κατὰ τοὺς ἠθικοὺς λόγους, ὅτι τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ᾧ διὰ τὴν ἀρετὴν ἀγαθά ἐστι τὰ ἁπλῶς ἀγαθά, δῆλον δ' ὅτι καὶ τὰς χρήσεις ἀναγκαῖον σπουδαίας καὶ καλὰς εἶναι ταύτας ἁπλῶς) · διὸ καὶ νομίζουσιν ἄνθρωποι τῆς εὐδαιμονίας αἴτια τὰ ἐκτὸς εἶναι τῶν ἀγαθῶν, ὥσπερ εἰ τοῦ κιθαρίζειν λαμπρὸν καὶ καλῶς αἰτιῷντο τὴν λύραν μᾶλλον τῆς τέχνης.
305Aristoteles, Problemata, 3, 26; 4 (auctor 384BC-322BC)
Ἕτι τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρηται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες.
306Aristoteles, Problemata, 8, 11 (auctor 384BC-322BC)
11. Διὰ τί φρίττουσι καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ προσχεόμενοι; Ἄτοπον γὰρ τὰ ἐναντία τοῦ αὐτοῦ εἶναι αἴτια.
307Aristoteles, Problemata, 9, 6 (auctor 384BC-322BC)
6. Πότερον ὅσα τοῦ αὐτοῦ αἴτια, τὴν αὐτὴν ἔχει δύναμιν εἰς τὸ ποιεῖν ἢ οὔ; λέγω δὲ οἷον ἐπεὶ τὰ ὑπώπια καὶ ὁ χαλκὸς ἐξαίρει καὶ ἡ ῥαφανὶς καὶ ὁ κύαμος διαμασώμενος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος καὶ ἕτερ´ ἄττα, τῇ αὐτῇ δυνάμει,
308Aristoteles, Problemata, 10; 19 (auctor 384BC-322BC)
δύο δὴ τὰ αἴτια· ἢ γὰρ ὁ τόπος ἢ ἡ τροφή.
309Aristoteles, Problemata, 10; 51 (auctor 384BC-322BC)
ὁπότε γὰρ ἡ αἰτία τῆς ἀποβολῆς ἐστίν, ἱκανὴ ἡ πιότης κωλῦσαι.
310Aristoteles, Problemata, 10; 187 (auctor 384BC-322BC)
δοκεῖ δὲ ἡ αὐτὴ αἰτία εἶναι καὶ ὅτι αἱ γυναῖκες καὶ οἱ παῖδες οὐκ εἰσὶ φαλακροί.
311Aristoteles, Problemata, 10; 209 (auctor 384BC-322BC)
ἡ δὲ αἰτία ἐν ἑτέροις εἴρηται.
312Aristoteles, Problemata, 11; 25 (auctor 384BC-322BC)
ὥσπερ ἡ αὐτὴ αἰτία δι' ἣν καὶ οἱ μὲν παῖδες καὶ οἱ κάμνοντες ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες καὶ οἱ ὑγιαίνοντες βαρύ.
313Aristoteles, Problemata, 11; 192 (auctor 384BC-322BC)
ὥστε καὶ τόδε φανερόν, διότι τοῦ μανοῦ καὶ μαλακοῦ ἢ αὐτοῦ ὄντος ἢ παραπλησίου τὴν φύσιν, οὐ τὸ μανότερον μᾶλλον συνάγεται εἰς αὑτό· ἡ γὰρ αὐτὴ αἰτία πάντων.
314Aristoteles, Problemata, 19; 8 (auctor 384BC-322BC)
τοῦ δὲ δὴ μετὰ συμφωνίας τίς ἡ αἰτία; Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστάμενοι τυγχάνωσι τῶν μελῶν, ἢ ὧν μὴ ἐπίστανται; πότερον ὅτι μᾶλλον δῆλος ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν γνωρίζωσι τὸ ᾀδόμενον; τοῦτο δὲ ἡδὺ θεωρεῖν.
315Aristoteles, Problemata, 20; 14 (auctor 384BC-322BC)
αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.
316Aristoteles, Problemata, 23; 127 (auctor 384BC-322BC)
αὕτη οὖν ἐστὶν ἡ αἰτία τοῦ ἧττον εἶναι εὐδίοπτον.
317Aristoteles, Problemata, 25; 16 (auctor 384BC-322BC)
ἡ δὲ αὐτὴ αἰτία καὶ διότι τὰ ἑλώδη τοῦ μὲν χειμῶνος ψυχρά, τοῦ δὲ θέρους θερμά.
318Aristoteles, Problemata, 32; 31 (auctor 384BC-322BC)
Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν προσεγχέωσιν εἰς τὰ ὦτα ἔλαιον; ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις.
319Aristoteles, Rhetorica, 1, 5, 9; 15 (auctor 384BC-322BC)
τιμὴ δ' ἐστὶν μὲν σημεῖον εὐεργετικῆς εὐδοξίας, τιμῶνται δὲ δικαίως μὲν καὶ μάλιστα οἱ εὐεργετηκότες, οὐ μὴν ἀλλὰ τιμᾶται καὶ ὁ δυνάμενος εὐεργετεῖν· εὐεργεσία δὲ ἢ εἰς σωτηρίαν καὶ ὅσα αἴτια τοῦ εἶναι, ἢ εἰς πλοῦτον, ἢ εἴς τι τῶν ἄλλων ἀγαθῶν, ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως ἢ ἐνταῦθα ἢ τότε· πολλοὶ γὰρ διὰ μικρὰ δοκοῦντα τιμῆς τυγχάνουσιν, ἀλλ' οἱ τόποι καὶ οἱ καιροὶ αἴτιοι.
320Aristoteles, Rhetorica, 1, 5, 17; 29 (auctor 384BC-322BC)
εὐτυχία δέ ἐστιν, ὧν ἡ τύχη ἀγαθῶν αἰτία, ταῦτα γίγνεσθαι καὶ ὑπάρχειν ἢ πάντα ἢ τὰ πλεῖστα ἢ τὰ μέγιστα.
321Aristoteles, Rhetorica, 1, 5, 17; 30 (auctor 384BC-322BC)
αἰτία δ' ἐστὶν ἡ τύχη ἐνίων μὲν καὶ ὧν αἱ τέχναι, πολλῶν δὲ καὶ ἀτέχνων, οἷον ὅσων ἡ φύσις (ἐνδέχεται δὲ καὶ παρὰ φύσιν εἶναι) · ὑγιείας μὲν γὰρ τέχνη αἰτία, κάλλους δὲ καὶ μεγέθους φύσις.
322Aristoteles, Rhetorica, 1, 5, 17; 32 (auctor 384BC-322BC)
ἔστιν δὲ καὶ τῶν παρὰ λόγον ἀγαθῶν αἰτία τύχη, οἷον εἰ οἱ ἄλλοι ἀδελφοὶ αἰσχροί, ὁ δὲ καλός, ἢ οἱ ἄλλοι μὴ εἶδον τὸν θησαυρόν, ὁ δ' εὗρεν, ἢ εἰ τοῦ πλησίον ἔτυχεν τὸ βέλος, τούτου δὲ μή, ἢ εἰ μὴ ἦλθε μόνος, ἀεὶ φοιτῶν, οἱ δὲ ἅπαξ ἐλθόντες διεφθάρησαν· πάντα γὰρ τὰ τοιαῦτα εὐτυχήματα δοκεῖ εἶναι.
323Aristoteles, Rhetorica, 1, 7, 17; 25 (auctor 384BC-322BC)
καὶ ὧν τὰ ἔργα καλλίω ἢ αἰσχίω, μείζω αὐτά, καὶ ὧν αἱ κακίαι καὶ αἱ ἀρεταὶ μείζους, καὶ τὰ ἔργα μείζω, ἐπείπερ ὡς τὰ αἴτια καὶ αἱ ἀρχαί, καὶ τὰ ἀποβαίνοντα, καὶ ὡς τὰ ἀποβαίνοντα, καὶ τὰ αἴτια καὶ αἱ ἀρχαί.
324Aristoteles, Rhetorica, 1, 10, 13; 19 (auctor 384BC-322BC)
ἔστι δ' ἀπὸ τύχης μὲν τὰ τοιαῦτα γιγνόμενα, ὅσων ἥ τε αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίγνεται καὶ μήτε ἀεὶ μήτε ὡς ἐπὶ τὸ πολὺ μήτε τεταγμένως (δῆλον δ' ἐκ τοῦ ὁρισμοῦ τῆς τύχης περὶ τούτων) , φύσει δὲ ὅσων ἥ τ' αἰτία ἐν αὐτοῖς καὶ τεταγμένη· ἢ γὰρ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ὡσαύτως ἀποβαίνει.
325Aristoteles, Rhetorica, 1, 10, 14; 20 (auctor 384BC-322BC)
τὰ γὰρ παρὰ φύσιν οὐδὲν δεῖ ἀκριβολογεῖσθαι πότερα κατὰ φύσιν ἤ τινα ἄλλην αἰτίαν γίγνεται· δόξειε δ' ἂν καὶ ἡ τύχη αἰτία εἶναι τῶν τοιούτων.
326Aristoteles, Rhetorica, 2, 1, 5; 4 (auctor 384BC-322BC)
τοῦ μὲν οὖν αὐτοὺς εἶναι πιστοὺς τοὺς λέγοντας τρία ἐστὶ τὰ αἴτια· τοσαῦτα γάρ ἐστι δι' ἃ πιστεύομεν ἔξω τῶν ἀποδείξεων.
327Aristoteles, Rhetorica, 2, 8, 8; 8 (auctor 384BC-322BC)
ὡς μὲν οὖν ἔχοντες ἐλεοῦσιν εἴρηται, ἃ δ' ἐλεοῦσιν ἐκ τοῦ ὁρισμοῦ δῆλον· ὅσα τε γὰρ τῶν λυπηρῶν καὶ ὀδυνηρῶν φθαρτικά, πάντα ἐλεεινά, καὶ ὅσα ἀναιρετικά, καὶ ὅσων ἡ τύχη αἰτία κακῶν μέγεθος ἐχόντων.
328Aristoteles, Rhetorica, 2, 8, 11; 9 (auctor 384BC-322BC)
ἔστι δὲ ὀδυνηρὰ μὲν καὶ φθαρτικὰ θάνατοι καὶ αἰκίαι σωμάτων καὶ κακώσεις καὶ γῆρας καὶ νόσοι καὶ τροφῆς ἔνδεια, ὧν δ' ἡ τύχη αἰτία κακῶν ἀφιλία, ὀλιγοφιλία (διὸ καὶ τὸ διασπᾶσθαι ἀπὸ φίλων καὶ συνήθων ἐλεεινόν) , αἶσχος, ἀσθένεια, ἀναπηρία, καὶ τὸ ὅθεν προσῆκεν ἀγαθόν τι ὑπάρξαι κακόν τι συμβῆναι, καὶ τὸ πολλάκις τοιοῦτον, καὶ τὸ πεπονθότος γενέσθαι τι ἀγαθόν, οἷον Διοπείθει τὰ παρὰ βασιλέως τεθνεῶτι κατεπέμφθη, καὶ τὸ ἢ μηδὲν γεγενῆσθαι ἀγαθὸν ἢ γενομένων μὴ εἶναι ἀπόλαυσιν.
329Aristoteles, Rhetorica, 2, 24, 11; 32 (auctor 384BC-322BC)
ἔστι δ' ἐκ τούτου τοῦ τόπου ἡ Κόρακος τέχνη συγκειμένη· « ἄν τε γὰρ μὴ ἔνοχος ᾖ τῇ αἰτίᾳ, οἷον ἀσθενὴς ὢν αἰκίας φεύγει (οὐ γὰρ εἰκός) , κἂν ἔνοχος ᾖ, οἷον ἰσχυρὸς ὤν (οὐ γὰρ εἰκός, ὅτι εἰκὸς ἔμελλε δόξειν) » .
330Aristoteles, Rhetorica, 2, 24, 11; 33 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἢ γὰρ ἔνοχον ἀνάγκη ἢ μὴ ἔνοχον εἶναι τῇ αἰτίᾳ· φαίνεται μὲν οὖν ἀμφότερα εἰκότα, ἔστι δὲ τὸ μὲν εἰκός, τὸ δὲ οὐχ ἁπλῶς ἀλλ' ὥσπερ εἴρηται· καὶ τὸ τὸν ἥττω δὲ λόγον κρείττω ποιεῖν τοῦτ' ἔστιν.
331Aristoteles, Rhetorica, 3, 3, 2; 2 (auctor 384BC-322BC)
μία μὲν οὖν αὕτη αἰτία, μία δὲ τὸ χρῆσθαι γλώτταις, οἷον Λυκόφρων Ξέρξην « πέλωρον ἄνδρα » , καὶ Σκίρων « σίνις ἀνήρ » , καὶ Ἀλκιδάμας « ἄθυρμα τῇ ποιήσει » , καὶ « τὴν τῆς φύσεως ἀτασθαλίαν » , καὶ « ἀκράτῳ τῆς διανοίας ὀργῇ τεθηγμένον » .
332Aristoteles, Rhetorica, 3, 17, 2; 2 (auctor 384BC-322BC)
μὴ λανθανέτω δ' ὅτι ἀναγκαῖον ἐν ταύτῃ τῇ ἀμφισβητήσει μόνῃ τὸν ἕτερον εἶναι πονηρόν· οὐ γάρ ἐστιν ἄγνοια αἰτία, ὥσπερ ἂν εἴ τινες περὶ τοῦ δικαίου ἀμφισβητοῖεν, ὥστ' ἐν τούτῳ χρονιστέον, ἐν δὲ τοῖς ἄλλοις οὔ.
333Aristoteles, Topica, 3, III 1; 14 (auctor 384BC-322BC)
Καί τό αἴτιον ἀγαθοῦ καθ᾿ αὑτό τοῦ κατά συμβεβηκός αἰτίου, καθάπερ ἡ ἀρετή τῆς τύχης· ἡ μέν γάρ καθ᾿ αὑτήν ἡ δέ κατά συμβεβηκός αἰτία τῶν ἀγαθῶν, καί εἴ τι ἄλλο τοιοῦτον.
334Aristoteles, Topica, 4, IV 5; 6 (auctor 384BC-322BC)
Ἄμφω γάρ τά εἰρημένα παρακολουθεῖ μέν τρόπον τινά τοῖς ἀποδοθεῖσιν εἴδεσιν, οὐδέτερον δ᾿ αὐτῶν γένος ἐστίν· ὁ μέν γάρ ὀργιζόμενος λυπεῖται προτέρας ἐν αὐτῷ τῆς λύπης γενομένης· οὐ γάρ ἡ ὀργή τῆς λύπης, ἀλλ᾿ ἡ λύπη τῆς ὀργῆς αἰτία, ὥσθ᾿ ἁπλῶς ἡ ὀργή οὐκ ἔστι λύπη.
335Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 4; 13
καὶ εἶπεν Καιν πρὸς τὸν κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με·
336Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 18; 14
ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.
337Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 28; 17
ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ.
338Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 14; 27
ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν·
339Biblia, Novum testamentum graece, Mt, 19; 10
λέγουσιν αὐτῷ οἱ μαθηταὶ [αὐτοῦ], Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
340Biblia, Novum testamentum graece, Act, 10; 21
καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε;
341Cicero, Academica, p5, 46; 96 (opus 45BC)
Lutatius causae rerum efficientium ( ποιητικὰ αἴτια Aristot.) 3, 9 causarum obscuritas ignoratioque 13, 13 cavere ( εὐλαβεῖσθαι ) 96, 21 cavillationes σοφίσματα 63, 20 adn.
342Coelestinus I, Epistolae et decreta, 50, 0458A
Ταῦτα οὐκ ἀνέχων λέγειν ἐκεῖνος, Κελέστιον παρεσκεύασεν ἐπιδοῦναι λιβέλλους κατὰ Φιλίππου τοῦ πρεσβυτέρου, ἐλέγχοντα αὐτὸν καὶ μηκέτι θελήσαντα συναφθῆναι μετ' αὐτοῦ διὰ τὴν αἵρεσιν· ἐν δὲ τοῖς λιβέλλοις αἰτία τις ἦν ὅτι Μανιχαῖός ἐστιν.
343Constantinus I, Conciones, 8, 0402A (auctor c.272–337)
μὴ δὴ οὖν μέλλετε, ὦ φίλοι, μὴ δὴ, λειτουργοὶ Θεοῦ, καὶ τοῦ κοινοῦ πάντων ἡμῶν δεσπότου τε καὶ σωτῆρος ἀγαθοὶ θεράποντες· τὰ τῆς ἐν ὑμῖν διαστάσεως αἴτια ἐντεῦθεν ἤδη φέρειν ἀρξάμενοι, πάντα σύνδεσμον ἀμφιλογίας νόμοις εἰρήνης ἐπιλύσασθε, οὕτω γὰρ καὶ τῷ ἐπὶ πάντων Θεῷ τὰ ἀρεστά διαπεπραγμένοι εἴητε ἂν, κᾀμοὶ τῷ ὑμετέρῳ συνθεράποντι ὑπερβάλλουσαν δώσετε χάριν.
344Constantinus I, Conciones, 8, 0406C (auctor c.272–337)
ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν, εἰς ἐκεῖνον ἐνοῦται πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε, οὐ τοπικῶς, ἀλλὰ νοερῶς γινομένης· οὐ γὰρ ζημίᾳ τινὶ τῶν πατρῴων σπλάγχνων συνέστη τὸ γεννηθὲν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων· ἀλλὰ διατάξει προνοίας, ἐπιστάτην Σωτῆρα τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μηχανωμένοις (ἐξέφηνε). τοι γάρτοι πᾶσιν ὅσα περιείληπται ὑπὸ τοῦ κόσμου ἡ αἰτία τοῦ εἶναι καὶ ζῇν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχῆ, καὶ πᾶσα αἴσθησις, καὶ τὰ ὄργανα, δὶ' ὦν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθὴσεων ἀποτελεῖται.
345Constantinus I, Conciones, 8, 0430B (auctor c.272–337)
τὴν δὲ σωτηρίαν, τῶν ὄντων τὸ αἴτιον· καθάπερ αἰτία μὲν υἱοῦ ὁ πατὴρ.
346Constantinus I, Conciones, 8, 0439B (auctor c.272–337)
ἡ τοινυν αἰτία τῆς τῶν ὄντων διαφορᾶς, κατά τε τὴν ἀξίαν καὶ ἐν τῇ δύνασθαι παραλλαγῇ, τοῦτον ἔχει τὸν λόγον· ᾧ πείθονται μὲν οἱ εὖ φρονοῦντες, καὶ εὐχαριστοῦσιν ἐξαισίως· οἱ δ' ἀχαριστοῦντες, ἠλιθίοι, καὶ τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμορίαν.
347Constantinus I, Epistolae, 8, 0522A (auctor c.272–337)
πλὴν τί ἔμελλε γινώσκειν τὰ ἔθνη ταῦτα, ἃ οὐδεμίαν φιλονεικίας ἐπανῄρηντο φροντίδα; τί οὖν νοεῖτε, ἀδελφοὶ ἀγαπητοὶ, ὡς ἡμᾶς αὐτοὺς αἰτιῶμαι; Χριστιανοί ἐσμεν καὶ οἰκτρᾷ διαθέσει αὔτη ἡ τοῦ ἀγιωτάτου νόμου διδασκαλία; ἀλλὰ τίς ἐστιν αἰτία, δι' ἢν ὁ τοῦ παρόντος κακοῦ ὄλεθρος ἐξεγήγερται; ὢ τῆς ἀτοπίας; ὢ μίσους ὑπερβολὴ πάσης ἀγανακτήσεως μέγεθος ὑπερπαίουσα· τίς ἡ τοῦ λήστηρίου τούτου ἀναπέφανται δεινότης, ἢ τὸν τοῦ Θεοῦ υἱὸν ἀρνεῖται ἐξ ἀμερίστου τοῦ πατρὸς οὐσίας προεληλυθέναι; ἆρ' οὐχὶ πανταχοῦ ἐστὶν ὁ Θεός; καίτοι γε τοῦτον πάντοτε παρεῖναι ἡμῖν αἰσθανόμεθα, ἆρ' οὑχὶ διὰ τῆς τούτου δυνάμεως ἡ τῶν ὅλων συνέστηκεν εὐκοσμία, καὶ τοι γε τῆς τοῦ χωρισμοῦ διαστάσεως ἐστέρηται; μὴ οὖν ἡμῖν τι πέπρακται, ὦ ἀγαπητοὶ ἀδελφοὶ, καταμάθετε νῦν, ἀξιῶ, τὰς βασάνους τῆς παρούσης ἀλγηδόνος, ὁμολογητὰς ὑμᾶς εἶναι τούτου ἐπαγγέλλεσθε, ὃν εἶναι ἀρνεῖσθε, ὑμᾶς τοῦ πανώλους διδασκάλου πείθοντος.
348Desiderius Erasmus, Adagia, Chiliades, 2, 1001; 200 (opus 1508)
Huismodi festinationis comites esse solent error et poenitentia, iuxta versiculum illum apud Graecos celebrem: Προπέτεια πολλοῖς ἐστίν αἰτία κακῶν, id est Multis malorum est causa praecipitantia.
349Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, 1, p790; 239 (auctor 1520-1575)
Octavo, pro culpa, crimine, Graecis αἰτία .
350Flauius Sosipater Charisius, Ars, p. 33, l. 3 (auctor c.362)
item feminina semper singularia, haec barba ὁ πώγων, haec culpa αἰτία ψόγος, haec eloquentia ἡ λογιότης, elegantia ἡ ἀστειότης, fames ὁ λιμός, haec Graecia ἡ Ἑλλάς, haec galla ἡ κηκίς, haec hara ὁ συφεός, haec labes ὁ ὄλισθος, haec lux τὸ φῶς, memoria ἡ μνήμη, malitia ἡ κακότης, pax ἡ εἰρήνη, prosapia ἡ προγονία, rabies ἡ λύσσα, supellex ἡ ἐνδομενεία, sanies ὁ λύθρος, socordia ἡ ἀδράνεια, sitis ἡ δίψα, tabes ἡ τηκεδών, uecordia ἡ ἄνοια, uis ἡ βία.
351Hormisdas I, Epistolae et decreta, 63, 0415C
Ἐν πείρᾳ ἐστὶ τοῖς πιστοῖς τοῦ Θεοῦ τὸ διὰ τοῦ θανάτου τῶν σωμάτων τὴν ζωὴν κερδαίνειν τῶν ψυχῶν· ἀποβάλλονται μὲν τὰ ῥέοντα, ἀλλ' ἐμπορεύονται τὰ αἰώνια, καὶ ἐν τῷ τὸν διωγμὸν ὁδοποιεῖν τῇ δοκιμῇ αἰτία γίνεται τῆς ἀξίας ἡ δοκιμή· ἀνόητοι καὶ ἐν τῇ τυφλώσει μαινόμενοι ἀγνοοῦσιν, ὅτι ὁὺς ἐκ τῆς τῶν ἀνθρώπων ἀναστροφῆς χωρίζειν δύνασθαι νομίζουσι, τούτους εἰς τὴν βασιλείαν ἄγουσι τοῦ Θεοῦ· ἐντεῦθεν ἐν αὐτοῖς τοῖς κινδύνοις αἱ εὐφροσύναι, καὶ ἡ περὶ τὸ πάσχειν σπουδή· ἐκδέχεται γὰρ τοὺς ἀγῶνας τῶν ἰδίων, ὁ τῶν μεγάλων δωρεῶν ἀνταποδότης.
352Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 13; 8 (auctor c.482-565)
κἂν τούτων τι μὴ ποιήσῃ, ἔσται ἐν τῇ αὐτῇ αἰτίᾳ, ἐν ᾗ ἦν ἂν εἰ ἀπεφάνθη τῷ ἰδίῳ κινδύνῳ αὐτὸν ὀλιγωρεῖν πρὸς τὸ μηδὲ καταλείπεσθαι αὐτῷ τινα ὁδὸν πρὸς παραίτησιν.
353Iustinianus I Augustus, Adversus Origenem, 69, 0197C (auctor c.482–565)
Τῆς δὲ τοιαύτης ἀτοπίας αὕτη ἐστὶν ἡ αἰτία, τὸ προϋφιστάναι τὰς ψυχὰς οἴεσθαι· δι' ἀκολούθου γὰρ ἡ ἀρχὴ τοῦ τοιούτου δόγματος ἐπὶ τὸ προσεχές τε, καὶ παρακείμενον τὸν λόγον προάγουσα, μέχρι τούτου τερατευομένη διέξεισιν.
354Iustinianus I Augustus, Novellae selectae, 72, 0984A (auctor c.482–565)
Ἀπελαύνειν μὲν οὖν θεσπίζομεν αὐτοὺς τῶν ὑπ' αὐτῶν ταραττομένων πόλεων, εἰδότας τὰς ποινὰς, τὰς ταῖς θείαις ἡμῶν ἤδη περιεχομένας διατάξεσιν, αἵπερ καὶ τὰς οἰκίας αὐτὰς, ἐν αἷς τοιοῦτόν τι πράττεται, καὶ τὰ χωρία ἐξ ὧν τὰς ἀποτροφὰς χορηγοῦνται, ταῖς ἁγιωτάταις Ἐκκλησίαις προσκυροῦσι, τῶν μὲν κεκτημένων ἀφαιρούμεναι, διότι βλάβης αἰτία τοῖς ἁπλουστέροις γίνεται, ὑπὸ δὲ τὰς ἁγιωτάτας καὶ ὀρθοδόξους Ἐκκλησίας ταῦτα δικαίως ἄγονται.
355Lactantius, Divinarum institutionum liber IV, 6, 0464A (auctor 250-325)
Deinde nec enuntiari posse hominis ore; sicut Hermes docet, haec dicens: Αἰτία δὲ τούτου τοῦ αἰτίου ἡ τοῦ θείου ἀγαθοῦ βούλησις, ἣ θεὸν προήνεγκεν, οὗ τὸ ὄνομα οὐ δύναται ἀνθρωπίνῳ στόματι λαληθῆναι.
356Leo I, Appendix secunda, 54, 1262C (auctor 440-461)
Ἴσθι, ἀδελφὲ ποθεινότατε, ἄλλην μὲν οὖσαν τῆς ἀνάγκης καὶ ὠφελείας, ἑτέραν δὲ τὴν τῆς προπετείας καὶ τοῦ ἰδίου θελήματος, ἢ τῆς οἰκείας ἡδονῆς μεταβαίνειν ἐκ πόλεως εἰς πόλιν, ἀλλ' αἰτίᾳ ἀνάγκης καὶ ὠφελείας μετατίθεσθαι.
357Leo I, Epistolae, 54, 0734A (auctor 440-461)
Ἀλλὰ προσέχοντες τῇ αἰτίᾳ, θέλομεν τοῦ σοῦ φάκτου τὸν λογισμὸν μαθεῖν, καὶ πάντα ὑπερτεθῆναι ἄχρι τῆς ἡμετέρας γνώσεως, ἐπειδὴ ἡμεῖς οἱ βουλόμενοι τῶν ἱερέων τοῦ δεσπότου δικαίας εἶναι τὰς κρίσεις, οὐδὲν δυνάμεθα, μὴ διαγνωσθέντων τῶν πραγμάτων, εἰς μέρους πρόκριμα ἀποφήνασθαι, πρὶν ἢ τὰ πραχθέντα μετά ἀληθείας ἀκούσωμεν.
358Leo I, Epistolae, 54, 0824B (auctor 440-461)
Ἀλλὰ λαβεῖν πρὸ ὀφθαλμῶν, τοῦ μακαριωτάτου Πέτρου τὴν δόξαν, καὶ τοὺς κοινοὺς στεωάνους συν αύτῷ πάντων τῶν ἀποστόλων, καὶ τὰς τῶν μαρτύρων χαράς, οἶς οὐ γέγονεν ἑτέρα τις αἰτία τοῦ παθεῖν, εἰ μὴ ἡ ὁμολογία τῆς ἀληθοῦς θεότητος, καὶ ἡ ἐν Χριστῷ τελεία διαμονή.
359Leo I, Epistolae, 54, 0824B (auctor 440-461)
Ἧς τινος ὁμολογίας ἀσεβῶς ὑπό τινων νῦν ὀλίγων καταβλαπτομένης, πᾶσαι αἱ ἐκκλησίαι τῶν ἡμετέρων μερῶν, καὶ πάντες οἱ ἱερεῖς, τὴν ὑμετέραν ἡμερότητα μετὰ δακρύων ἱκετεύουσι κατὰ τὴν αἴτησιν τοῦ λιβελλου Φλαυιανοῦ τοῦ ἐπισκόπου· ὥστε κελεῦσαι ἰδικὴν σύνοδον ἐν τοῖς τῆς Ἰταλίας ἐπιτελεσθῆναι· ὅπως πᾶσα ἐναντιότης ἐκβληθείη ἢ καταπραϋνθεὶη, καὶ μηδὲν ἒ παρέλκον, ἢ ἀμφίβολον ἠπὶ τῇ πίστει· συνερχομένων ἔτι καὶ τῶν ἐπισκόπων ἀπὸ πασῶν τῶν ἀνατολικῶν ἐπαρχιῶν ὧν εἴ τινες ὕβρεις κατὰ την ὁδὸν τῆς ἀληθείας ὤφλησαν, σωτηριώδεσι θεραπείαις εἰς τὸ ὁλόκληρον ἀνακληθῶσι, καὶ οὗτοι, ὧν ἔστιν αἰτία βαρυτέρα, ἢ διὰ τῆς συμβουλίας ἡσυχάσωσιν, ἢ ἀπὸ τῆς μιᾶς ἐκκλησίας ἐκκοπῶσιν.
360Leo I, Epistolae, 54, 0982C (auctor 440-461)
Οὕτω τε πάντων καλῶς προβάντων, καὶ εἰς εὐφροσύνην ληξάντων, οἱ εὐσεβέστατοι αὐτόθεν ἐπίσκοποι Πασχασῖνος, καὶ Λουκίνσιος, καὶ εὐλαβέστατος πρεσβύτερος Βονιφάτιος πολλάκις μὲν περὶ τούτου αὐτοῦ παρ' ἡμῶν διδαχθέντες· ἀγνοοῦντες δὲ τὸν σκοπὸν τῆς ὑμετέρας ἁγιωσύνης, ὃν ἔχετε περὶ τἥν Κωνσταντινουπόλεως ἁγιωτάτην Ἐκκλησίαν μετὰ τὸ τυπῶσαι τἥν ἁγίαν σύνοδον, καὶ δι' ὑπογραφῆς βεβαιῶσαι τὸν τοιοῦτον ὅρον, ἀνασοβοῦσι μὲν τὴν σύνοδον, ταράττουσι δὲ καὶ συγχύσεως πληροῦσι τὸ συνέδριον, τὸν θρόνον τοῦτον ἐξουθενοῦντες, καὶ πάντα ποιοῦντες ὅσα ὕβρεως αἴτια, ἐμοί τε, καὶ τῇ Κωνσταντινουπόλεως ἁγιωτάτῃ Ἐκκλησίᾳ.
361Leo I, Epistolae, 54, 1030B (auctor 440-461)
Ἐν μόνῃ δηλαδὴ τῆς πίστεως αἰτίᾳ (ὅπερ πολλάκις λεκτέον ἐστι) δι' ἣν τὸ γενικὸν συνέδριον καὶ ἀπὸ προστάγματος Χριστιανῶν βασιλέων καὶ ἀπὸ συναινέσεως τοῦ ἀποστολικοῦ θρόνου ἤρεσε συναθροισθῆναι· ὡς ἂν κατακριθέντων τῶν αἱρετικῶν, οἵτινες διορθωθῆναι οὐκ ἠνέσχοντο, μηδεμιὰ περιλιμπάνηται ἀμφιβολία περὶ τῆς ἀληθοῦς τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ σαρκώσεως.
362Leo I, Epistolae, 54, 1032B (auctor 440-461)
Πολλὴ μοι αἰτία χαρᾶς γίνεται ἐν πᾶσι τοῖς γράμμασι τῆς σῆς ἡμερότητος· καὶ γὰρ ἐκ μεγίστης φιλανθρωπίας τῆς θείας προνοίας τοῖς πράγμασί σε τοῖς ἀνθρωπίνοις παρεσχημένον εὑρίσκω, ὅτιπερ τῇ ἐκκλησιαστικῇ εἰρήνῃ, καὶ ἑνώσει κατὰ τὸ εὐαγγελικὸν κήρυγμα φυλάττεσθαι εὐσεβεῖ σπουδῇ βοηθεῖν καταξιοῖς, ὡς ἂν τῆς ὑμετέρας πίστεως ἡ δόξα μὴ μόνον ἐπὶ τῇ τῶν δημοσίων διοικήσει, ἀλλὰ καὶ ἐπὶ ταῖς ἐκκλησιαστικαῖς πράξεσιν αὐξηθείη, ἐνδοξότατε καὶ φιλανθρωπότατε υἱὲ, αὐτόκρατορ Αὔγουστε.
363Leo I, Epistolae, 54, 0864B (auctor 440-461)
Προσαγορεύουσα τοιγαροῦν, δίκαια αἰτῷ· ὥστε τούτοις τοῖς πράγμασι θεραπείαν ἡ ὑμετέρα γαληνότης ἐπιτρέψοι παρασχεθῆναι· καὶ τὰ κακῶς πεπραγμένα διορθωθῆναι κελεύσοι· ἄχρις οὗ πάντων τῶν ἤδη τετυπωμένων ἀνακληθέντων, ἐξ ὁλοκλήρου πίστεως, καὶ τῆς τῶν χριστιανῶν θρησκείας, ἡ κινουμένη αἰτία, ἐν τοῖς τῆς Ἰταλίας συναχθείσης τῆς συνόδου, δοκιμασθείη.
364Leo I, Epistolae, 54, 0880A (auctor 440-461)
Αεῖ μὲν οὖν τῆς σῆς ποθεινότητος τοῖς γράμμασι τερπόμεθα, καὶ ταῦτα ὅλῃ ψυχῇ ἡδέως περιπτυσσόμεθα καὶ πάσαις ταῖς σαῖς αιτήσεσι μετὰ πολλῆς τῆς χαρᾶς εἰώθαμεν ἐπινεύειν, δέσποινα ἁγνοτάτη θύγατερ, προσκυνητὴ βασιλίς· ἀλλὰ περὶ τοῦ ἐνεστῶτος πράγματος, τουτέστι, φερὶ Φλαυιανοῦ, τοῦ ποτε ἐπισκόπου, τὰ τῇ αἰτίᾳ παρακολουθήσαντα τῷ εὐλαβεστάτῳ ἀρχιεπισκόπῳ Λέοντι τελείως ἠ ἡμετέρα κατεσήμασεν [pro κατεσήμηνεν] ἡμερότης· τῇ δὲ σῇ γλυκύτητι τοῦτο μόνον ἐδοκιμάσαμεν γνωρίσαι, ὅτι ὁ μνημονευθεὶς Φλαυιανὸς θείᾳ κρίσει τῶν ἀνθρωπίνων πραγμάτων ἀφῃρέθη· ὅπως πᾶσα ἀμφιβολίας φιλονεικία ἀπὸ τῶν ἱερῶν ἑκκλησιῶν ἀποκινηθῇ καὶ οὐδὲν ἕτερον τοῦ λοιποῦ μετὰ ταῦτα δυνατὸν ὁρίσαι περὶ τῶν ἅπαξ ἤδη τετυπωμένων.
365Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1015D
Λοιπὸν οὐν οὐκ εὔλογος αἰτία ἐστίν, αὕτη, ἣν ἄνω ὑπὲρ τοῦ Γραικοῦ εἴπομεν, εἰ μὴ ἑτέρα ἴσως λεχθείη.
366Plato, Alcibiades, p1, 113; 8 (auctor c.425BC-347BC)
Σωκράτης τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε κινδυνεύεις, οὐκ ἐμοῦ ἀκηκοέναι, οὐδ' ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἰτιᾷ μάτην.
367Plato, Alcibiades, p1, 118; 2 (auctor c.425BC-347BC)
Σωκράτης αὕτη ἄρα ἡ ἄγνοια τῶν κακῶν αἰτία καὶ ἡ ἐπονείδιστος ἀμαθία· Ἀλκιβιάδης ναί.
368Plato, Alcibiades, p3, 143; 5 (auctor c.425BC-347BC)
Ἀλκιβιάδης χαλεπόν, ὦ Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα· ἐκεῖνο δ' οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἡ ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς αὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα.
369Plato, Apologia, p1, 24; 3 (auctor c.425BC-347BC)
καίτοι οἶδα σχεδὸν ὅτι αὐτοῖς τούτοις ἀπεχθάνομαι, ὃ καὶ τεκμήριον ὅτι ἀληθῆ λέγω καὶ ὅτι αὕτη ἐστὶν ἡ διαβολὴ ἡ ἐμὴ καὶ τὰ αἴτια ταῦτά ἐστιν.
370Plato, Convivium, p1, 204; 7 (auctor c.425BC-347BC)
αἰτία δὲ αὐτῷ καὶ τούτων ἡ γένεσις· πατρὸς μὲν γὰρ σοφοῦ ἐστι καὶ εὐπόρου, μητρὸς δὲ οὐ σοφῆς καὶ ἀπόρου.
371Plato, Convivium, p1, 205; 8 (auctor c.425BC-347BC)
οἶσθ' ὅτι ποίησίς ἐστί τι πολύ· ἡ γάρ τοι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἰόντι ὁτῳοῦν αἰτία πᾶσά ἐστι ποίησις, ὥστε καὶ αἱ ὑπὸ πάσαις ταῖς τέχναις ἐργασίαι ποιήσεις εἰσὶ καὶ οἱ τούτων δημιουργοὶ πάντες ποιηταί.
372Plato, Convivium, p1, 207; 4 (auctor c.425BC-347BC)
τοὺς μὲν γὰρ ἀνθρώπους, ἔφη, οἴοιτ' ἄν τις ἐκ λογισμοῦ ταῦτα ποιεῖν· τὰ δὲ θηρία τίς αἰτία οὕτως ἐρωτικῶς διατίθεσθαι· ἔχεις λέγειν· καὶ ἐγὼ αὖ ἔλεγον ὅτι οὐκ εἰδείην· ἣ δ' εἶπεν, Διανοῇ οὖν δεινός ποτε γενήσεσθαι τὰ ἐρωτικά, ἐὰν ταῦτα μὴ ἐννοῇς· ἀλλὰ διὰ ταῦτά τοι, ὦ Διοτίμα, ὅπερ νυνδὴ εἶπον, παρὰ σὲ ἥκω, γνοὺς ὅτι διδασκάλων δέομαι.
373Plato, Epistolae, 1f, 341; 2 (auctor c.425BC-347BC)
ἡ μὲν δὴ πεῖρα αὕτη γίγνεται ἡ σαφής τε καὶ ἀσφαλεστάτη πρὸς τοὺς τρυφῶντάς τε καὶ ἀδυνάτους διαπονεῖν, ὡς μηδέποτε βαλεῖν ἐν αἰτίᾳ τὸν δεικνύντα ἀλλ' αὐτὸν αὑτόν, μὴ δυνάμενον πάντα τὰ πρόσφορα ἐπιτηδεύειν τῷ πράγματι.
374Plato, Epistolae, 1f, 345; 3 (auctor c.425BC-347BC)
ἐννοεῖν δὴ δεῖ τὸ μετὰ τοῦτο, ὅτῳ μέλει τὸ περὶ αὐτὰ γεγονὸς εὑρεῖν ὅπῃ ποτὲ γέγονεν, τίνι πότ' αἰτίᾳ τὸ δεύτερον καὶ τὸ τρίτον, πλεονάκις τε οὐ διεξῇμεν· πότερον Διονύσιος ἀκούσας μόνον ἅπαξ, οὕτως εἰδέναι τε οἴεται καὶ ἱκανῶς οἶδεν, εἴτε αὐτὸς εὑρὼν ἢ καὶ μαθὼν ἔμπροσθεν παρ' ἑτέρων, ἢ φαῦλα εἶναι τὰ λεχθέντα, ἢ τὸ τρίτον οὐ καθ' αὑτόν, μείζονα δέ, καὶ ὄντως οὐκ ἂν δυνατὸς εἶναι φρονήσεώς τε καὶ ἀρετῆς ζῆν ἐπιμελούμενος.
375Plato, Euthydemus, p1, 291; 8 (auctor c.425BC-347BC)
σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν.
376Plato, Gorgias, p1, 457; 2 (auctor c.425BC-347BC)
οὔκουν οἱ διδάξαντες πονηροί, οὐδὲ ἡ τέχνη οὔτε αἰτία οὔτε πονηρὰ τούτου ἕνεκά ἐστιν, ἀλλ' οἱ μὴ χρώμενοι οἶμαι ὀρθῶς.
377Plato, Leges, 1b, 692; 2 (auctor c.425BC-347BC)
ὁ δὲ τρίτος σωτὴρ ὑμῖν ἔτι σπαργῶσαν καὶ θυμουμένην τὴν ἀρχὴν ὁρῶν, οἷον ψάλιον ἐνέβαλεν αὐτῇ τὴν τῶν ἐφόρων δύναμιν, ἐγγὺς τῆς κληρωτῆς ἀγαγὼν δυνάμεως· καὶ κατὰ δὴ τοῦτον τὸν λόγον ἡ βασιλεία παρ' ὑμῖν, ἐξ ὧν ἔδει σύμμεικτος γενομένη καὶ μέτρον ἔχουσα, σωθεῖσα αὐτὴ σωτηρίας τοῖς ἄλλοις γέγονεν αἰτία.
378Plato, Leges, 1b, 694; 2 (auctor c.425BC-347BC)
τὰ δ' αἴτια διέλθωμεν· ἦ γάρ· Κλεινίας πάντως, εἴ γέ που μέλλομεν ὃ προυθέμεθα περαίνειν.
379Plato, Leges, 1c, 713; 10 (auctor c.425BC-347BC)
ἡ δὲ τούτων αἰτία λέγεται τοιάδε τις.
380Plato, Leges, 1f, 790; 9 (auctor c.425BC-347BC)
Κλεινίας τίς οὖν αἰτία τούτων, ὦ ξένε, μάλιστ' ἔσθ' ἡμῖν· Ἀθηναῖος οὐ πάνυ χαλεπὴ γιγνώσκειν.
381Plato, Leges, 1g, 831; 7 (auctor c.425BC-347BC)
Ἀθηναῖος αὕτη μὲν τοίνυν, ἣν λέγω, μία κείσθω διακωλύουσα αἰτία τοῦ μήτε ἄλλο καλὸν μήτε τὰ πρὸς τὸν πόλεμον ἱκανῶς ἐῶσα ἀσκεῖν τὰς πόλεις, ἀλλ' ἐμπόρους τε καὶ ναυκλήρους καὶ διακόνους πάντως τοὺς φύσει κοσμίους τῶν ἀνθρώπων ἀπεργαζομένη, τοὺς δὲ ἀνδρείους λῃστὰς καὶ τοιχωρύχους καὶ
382Plato, Leges, 1g, 832; 10 (auctor c.425BC-347BC)
ταῦτ' οὖν ἐστι τὰ δύο πάντων μὲν σμικροῦ διαφερόντως αἴτια, τούτων δ' οὖν ὄντως διαφέρει.
383Plato, Leges, 1h, 863; 7 (auctor c.425BC-347BC)
Ἀθηναῖος τρίτον μὴν ἄγνοιαν λέγων ἄν τις τῶν ἁμαρτημάτων αἰτίαν οὐκ ἂν ψεύδοιτο· διχῇ μὴν διελόμενος αὐτὸ ὁ νομοθέτης ἂν βελτίων εἴη, τὸ μὲν ἁπλοῦν αὐτοῦ κούφων ἁμαρτημάτων αἴτιον ἡγούμενος, τὸ δὲ διπλοῦν, ὅταν ἀμαθαίνῃ τις μὴ μόνον ἀγνοίᾳ συνεχόμενος ἀλλὰ καὶ δόξῃ σοφίας, ὡς εἰδὼς παντελῶς περὶ ἃ μηδαμῶς οἶδεν, μετὰ μὲν ἰσχύος καὶ ῥώμης ἑπομένης μεγάλων καὶ ἀμούσων ἁμαρτημάτων τιθεὶς αἴτια τὰ τοιαῦτα, ἀσθενείας δὲ ἑπομένης, παίδειά τε ἁμαρτήματα καὶ πρεσβυτέρων γιγνόμενα θήσει μὲν ἁμαρτήματα καὶ ὡς ἁμαρτάνουσιν νόμους τάξει, πρᾳοτάτους γε μὴν πάντων καὶ συγγνώμης πλείστης ἐχομένους.
384Plato, Leges, 1h, 870; 3 (auctor c.425BC-347BC)
τῆς δὲ ἀπαιδευσίας ἡ τοῦ κακῶς ἐπαινεῖσθαι πλοῦτον αἰτία φήμη πρὸς τῶν Ἑλλήνων τε καὶ βαρβάρων· πρῶτον γὰρ τῶν ἀγαθῶν αὐτὸ προκρίνοντες, τρίτον ὄν, τούς τ' ἐπιγιγνομένους λωβῶνται καὶ ἑαυτούς.
385Plato, Leges, 1h, 875; 2 (auctor c.425BC-347BC)
ἡ δὲ αἰτία τούτων ἥδε, ὅτι φύσις ἀνθρώπων οὐδενὸς ἱκανὴ φύεται ὥστε γνῶναί τε τὰ συμφέροντα ἀνθρώποις εἰς πολιτείαν καὶ γνοῦσα, τὸ βέλτιστον ἀεὶ δύνασθαί τε καὶ ἐθέλειν πράττειν.
386Plato, Leges, 1i, 886; 7 (auctor c.425BC-347BC)
τὰ μὲν οὖν δὴ τῶν ἀρχαίων πέρι μεθείσθω καὶ χαιρέτω, καὶ ὅπῃ θεοῖσιν φίλον, λεγέσθω ταύτῃ· τὰ δὲ τῶν νέων ἡμῖν καὶ σοφῶν αἰτιαθήτω ὅπῃ κακῶν αἴτια.
387Plato, Leges, 1i, 896; 1 (auctor c.425BC-347BC)
ἄλλον πλὴν τὸν νυνδὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν αὑτὴν κινεῖν κίνησιν· Κλεινίας τὸ ἑαυτὸ κινεῖν φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν, ἥνπερ τοὔνομα ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν· Ἀθηναῖος φημί γε· εἰ δ' ἔστι τοῦτο οὕτως ἔχον, ἆρα ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν· Κλεινίας οὔκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη γε ἀρχὴ κινήσεως.
388Plato, Lysis, p1, 221; 11 (auctor c.425BC-347BC)
αἰτίας γὰρ ἀπολομένης ἀδύνατόν που ἦν ἔτ' ἐκεῖνο εἶναι, οὗ ἦν αὕτη ἡ αἰτία.
389Plato, Lysis, p1, 221; 14 (auctor c.425BC-347BC)
νῦν δέ γε, ὡς ἔοικε, φαίνεται ἄλλη τις αἰτία τοῦ φιλεῖν τε καὶ φιλεῖσθαι.
390Plato, Lysis, p1, 221; 16 (auctor c.425BC-347BC)
ἆρ' οὖν τῷ ὄντι, ὥσπερ ἄρτι ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ ποίημα μακρὸν συγκείμενον· κινδυνεύει, ἔφη.
391Plato, Menexenus, p1, 238; 11 (auctor c.425BC-347BC)
αἰτία δὲ ἡμῖν τῆς πολιτείας ταύτης ἡ ἐξ ἴσου γένεσις.
392Plato, Phaedo, p1, 97; 1 (auctor c.425BC-347BC)
διὰ τὴν πρόσθεσιν τοῦ ἑτέρου τῷ ἑτέρῳ δύο ἐγένετο· θαυμάζω γὰρ εἰ ὅτε μὲν ἑκάτερον αὐτῶν χωρὶς ἀλλήλων ἦν, ἓν ἄρα ἑκάτερον ἦν καὶ οὐκ ἤστην τότε δύο, ἐπεὶ δ' ἐπλησίασαν ἀλλήλοις, αὕτη ἄρα αἰτία αὐτοῖς ἐγένετο τοῦ δύο γενέσθαι, ἡ σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι.
393Plato, Phaedo, p1, 97; 2 (auctor c.425BC-347BC)
οὐδέ γε ὡς ἐάν τις ἓν διασχίσῃ, δύναμαι ἔτι πείθεσθαι ὡς αὕτη αὖ αἰτία γέγονεν, ἡ σχίσις, τοῦ δύο γεγονέναι· ἐναντία γὰρ γίγνεται ἢ τότε αἰτία τοῦ δύο γίγνεσθαι.
394Plato, Phaedo, p1, 97; 5 (auctor c.425BC-347BC)
ἀλλ' ἀκούσας μέν ποτε ἐκ βιβλίου τινός, ὡς ἔφη, Ἀναξαγόρου ἀναγιγνώσκοντος, καὶ λέγοντος ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ τὸν νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦθ' οὕτως ἔχει, τόν γε νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ταύτῃ ὅπῃ ἂν βέλτιστα ἔχῃ· εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου ὅπῃ γίγνεται ἢ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπῃ βέλτιστον αὐτῷ ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν· ἐκ δὲ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ ἐκείνου καὶ περὶ τῶν ἄλλων ἀλλ' ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον.
395Plato, Phaedo, p1, 99; 2 (auctor c.425BC-347BC)
ἀλλ' αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον· εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω οὐκ ἂν οἷός τ' ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττων, ἀλλ' οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου.
396Plato, Phaedo, p1, 100; 10 (auctor c.425BC-347BC)
τῇ τοιᾷδε αἰτίᾳ συγχωρεῖς· συγχωρῶ, ἔφη.
397Plato, Phaedo, p1, 112; 5 (auctor c.425BC-347BC)
ἡ δὲ αἰτία ἐστὶν τοῦ ἐκρεῖν τε ἐντεῦθεν καὶ εἰσρεῖν πάντα τὰ ῥεύματα, ὅτι πυθμένα οὐκ ἔχει οὐδὲ βάσιν τὸ ὑγρὸν τοῦτο.
398Plato, Phaedrus, p1, 252; 5 (auctor c.425BC-347BC)
ηομεριδαε τούτοις δὴ ἔξεστι μὲν πείθεσθαι, ἔξεστιν δὲ μή· ὅμως δὲ ἥ γε αἰτία καὶ τὸ πάθος τῶν ἐρώντων τοῦτο ἐκεῖνο τυγχάνει ὄν.
399Plato, Philebus, p1, 15; 4 (auctor c.425BC-347BC)
ταῦτ' ἔστι τὰ περὶ τὰ τοιαῦτα ἓν καὶ πολλά, ἀλλ' οὐκ ἐκεῖνα, ὦ Πρώταρχε, ἁπάσης ἀπορίας αἴτια μὴ καλῶς ὁμολογηθέντα καὶ εὐπορίας [ἂν] αὖ καλῶς.
400Plato, Philebus, p1, 27; 4 (auctor c.425BC-347BC)
Σωκράτης ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τ' ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.
401Plato, Philebus, p1, 30; 6 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν εἰ μὴ τοῦτο, μετ' ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπ' αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατ' ἄν.
402Plato, Politicus, p1, 287; 19 (auctor c.425BC-347BC)
οὐ γὰρ ἐπὶ γενέσεως αἰτίᾳ πήγνυται, καθάπερ ὄργανον, ἀλλ' ἕνεκα τοῦ δημιουργηθέντος σωτηρίας.
403Plato, Protagoras, p1, 323; 2 (auctor c.425BC-347BC)
αὕτη, ὦ Σώκρατες, τούτου αἰτία.
404Plato, Respublica, 1, 329; 9 (auctor c.425BC-347BC)
ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις αἰτία ἐστίν, οὐ τὸ γῆρας, ὦ Σώκρατες, ἀλλ' ὁ τρόπος τῶν ἀνθρώπων.
405Plato, Respublica, 1a, 379; 11 (auctor c.425BC-347BC)
οὐδ' ἄρα, ἦν δ' ἐγώ, ὁ θεός, ἐπειδὴ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος· πολὺ γὰρ ἐλάττω τἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλ' ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ' οὐ τὸν θεόν.
406Plato, Respublica, 1d, 464; 3 (auctor c.425BC-347BC)
ἆρ' οὖν τούτων αἰτία πρὸς τῇ ἄλλῃ καταστάσει ἡ τῶν γυναικῶν τε καὶ παίδων κοινωνία τοῖς φύλαξιν· πολὺ μὲν οὖν μάλιστα, ἔφη.
407Plato, Respublica, 1d, 464; 6 (auctor c.425BC-347BC)
τοῦ μεγίστου ἄρα ἀγαθοῦ τῇ πόλει αἰτία ἡμῖν πέφανται ἡ κοινωνία τοῖς ἐπικούροις τῶν τε παίδων καὶ τῶν γυναικῶν.
408Plato, Respublica, 1e, 489; 13 (auctor c.425BC-347BC)
τῆς δὲ τῶν πολλῶν πονηρίας τὴν ἀνάγκην βούλει τὸ μετὰ τοῦτο διέλθωμεν, καὶ ὅτι οὐδὲ τούτου φιλοσοφία αἰτία, ἂν δυνώμεθα, πειραθῶμεν δεῖξαι· πάνυ μὲν οὖν.
409Plato, Respublica, 1e, 495; 3 (auctor c.425BC-347BC)
ὁρᾷς οὖν, ἦν δ' ἐγώ, ὅτι οὐ κακῶς ἐλέγομεν ὡς ἄρα καὶ αὐτὰ τὰ τῆς φιλοσόφου φύσεως μέρη, ὅταν ἐν κακῇ τροφῇ γένηται, αἴτια τρόπον τινὰ τοῦ ἐκπεσεῖν ἐκ τοῦ ἐπιτηδεύματος, καὶ τὰ λεγόμενα ἀγαθά, πλοῦτοί τε καὶ πᾶσα ἡ τοιαύτη παρασκευή· οὐ γάρ, ἀλλ' ὀρθῶς, ἔφη, ἐλέχθη.
410Plato, Respublica, 1f, 517; 4 (auctor c.425BC-347BC)
τὰ δ' οὖν ἐμοὶ φαινόμενα οὕτω φαίνεται, ἐν τῷ γνωστῷ τελευταία ἡ τοῦ ἀγαθοῦ ἰδέα καὶ μόγις ὁρᾶσθαι, ὀφθεῖσα δὲ συλλογιστέα εἶναι ὡς ἄρα πᾶσι πάντων αὕτη ὀρθῶν τε καὶ καλῶν αἰτία, ἔν τε ὁρατῷ φῶς καὶ τὸν τούτου κύριον τεκοῦσα, ἔν τε νοητῷ αὐτὴ κυρία ἀλήθειαν καὶ νοῦν παρασχομένη, καὶ ὅτι δεῖ ταύτην ἰδεῖν τὸν μέλλοντα ἐμφρόνως πράξειν ἢ ἰδίᾳ ἢ δημοσίᾳ.
411Plato, Respublica, 1f, 528; 8 (auctor c.425BC-347BC)
διττὰ γάρ, ἦν δ' ἐγώ, τὰ αἴτια· ὅτι τε οὐδεμία πόλις ἐντίμως αὐτὰ ἔχει, ἀσθενῶς ζητεῖται χαλεπὰ ὄντα, ἐπιστάτου τε δέονται οἱ ζητοῦντες, ἄνευ οὗ οὐκ ἂν εὕροιεν, ὃν πρῶτον μὲν γενέσθαι χαλεπόν, ἔπειτα καὶ γενομένου, ὡς νῦν ἔχει, οὐκ ἂν πείθοιντο οἱ περὶ ταῦτα ζητητικοὶ μεγαλοφρονούμενοι.
412Plato, Respublica, 1i, 617; 13 (auctor c.425BC-347BC)
αἰτία ἑλομένου· θεὸς ἀναίτιος.
413Plato, Sophistes, p1, 253; 9 (auctor c.425BC-347BC)
Θεαίτητος πῶς δ' οὔ· Ξένος τί δ'· ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρ' οὐ μετ' ἐπιστήμης τινὸς ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα οὐ δέχεται· καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντ' ἄττ' αὔτ' ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς διαιρέσεσιν, εἰ δι' ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια· Θεαίτητος πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε ἴσως τῆς μεγίστης· Ξένος τίν' οὖν αὖ [νῦν] προσεροῦμεν, ὦ Θεαίτητε, ταύτην· ἢ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλευθέρων ἐμπεσόντες ἐπιστήμην, καὶ κινδυνεύομεν ζητοῦντες τὸν σοφιστὴν πρότερον ἀνηυρηκέναι τὸν φιλόσοφον· Θεαίτητος πῶς λέγεις· Ξένος τὸ κατὰ γένη διαιρεῖσθαι καὶ μήτε ταὐτὸν εἶδος ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὂν ταὐτὸν μῶν οὐ τῆς διαλεκτικῆς φήσομεν ἐπιστήμης εἶναι· Θεαίτητος ναί, φήσομεν.
414Plato, Sophistes, p1, 265; 10 (auctor c.425BC-347BC)
Ξένος ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατ' ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι.
415Plato, Theaetetus, p1, 205; 11 (auctor c.425BC-347BC)
Σωκράτης μέμνησαι οὖν, ὦ φίλε, ὅτι ὀλίγον ἐν τῷ πρόσθεν ἀπεδεχόμεθα ἡγούμενοι εὖ λέγεσθαι ὅτι τῶν πρώτων οὐκ εἴη λόγος ἐξ ὧν τἆλλα σύγκειται, διότι αὐτὸ καθ' αὑτὸ ἕκαστον εἴη ἀσύνθετον, καὶ οὐδὲ τὸ «εἶναι» περὶ αὐτοῦ ὀρθῶς ἔχοι προσφέροντα εἰπεῖν, οὐδὲ «τοῦτο,» ὡς ἕτερα καὶ ἀλλότρια λεγόμενα, καὶ αὕτη δὴ ἡ αἰτία ἄλογόν τε καὶ ἄγνωστον αὐτὸ ποιοῖ· Θεαίτητος μέμνημαι.
416Plato, Theaetetus, p1, 205; 12 (auctor c.425BC-347BC)
Σωκράτης ἦ οὖν ἄλλη τις ἢ αὕτη ἡ αἰτία τοῦ μονοειδές τε καὶ ἀμέριστον αὐτὸ εἶναι· ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ ἄλλην.
417Plato, Theaetetus, p1, 205; 17 (auctor c.425BC-347BC)
Σωκράτης εἰ δέ γε ἕν τε καὶ ἀμερές, ὁμοίως μὲν συλλαβή, ὡσαύτως δὲ στοιχεῖον ἄλογόν τε καὶ ἄγνωστον· ἡ γὰρ αὐτὴ αἰτία ποιήσει αὐτὰ τοιαῦτα.
418Plato, Timaeus, p1, 45; 4 (auctor c.425BC-347BC)
διὸ πρῶτον μὲν περὶ τὸ τῆς κεφαλῆς κύτος, ὑποθέντες αὐτόσε τὸ πρόσωπον, ὄργανα ἐνέδησαν τούτῳ πάσῃ τῇ τῆς ψυχῆς προνοίᾳ, καὶ διέταξαν τὸ μετέχον ἡγεμονίας τοῦτ' εἶναι, τὸ κατὰ φύσιν πρόσθεν· τῶν δὲ ὀργάνων πρῶτον μὲν φωσφόρα συνετεκτήναντο ὄμματα, τοιᾷδε ἐνδήσαντες αἰτίᾳ.
419Plato, Timaeus, p1, 46; 6 (auctor c.425BC-347BC)
ταῦτ' οὖν πάντα ἔστιν τῶν συναιτίων οἷς θεὸς ὑπηρετοῦσιν χρῆται τὴν τοῦ ἀρίστου κατὰ τὸ δυνατὸν ἰδέαν ἀποτελῶν· δοξάζεται δὲ ὑπὸ τῶν πλείστων οὐ συναίτια ἀλλὰ αἴτια εἶναι τῶν πάντων, ψύχοντα καὶ θερμαίνοντα πηγνύντα τε καὶ διαχέοντα καὶ ὅσα τοιαῦτα ἀπεργαζόμενα.
420Plato, Timaeus, p1, 47; 2 (auctor c.425BC-347BC)
ὄψις δὴ κατὰ τὸν ἐμὸν λόγον αἰτία τῆς μεγίστης ὠφελίας γέγονεν ἡμῖν, ὅτι τῶν νῦν λόγων περὶ τοῦ παντὸς λεγομένων οὐδεὶς ἄν ποτε ἐρρήθη μήτε ἄστρα μήτε ἥλιον μήτε οὐρανὸν ἰδόντων.
421Plato, Timaeus, p1, 47; 4 (auctor c.425BC-347BC)
λέγω δὴ τοῦτο ὀμμάτων μέγιστον ἀγαθόν· τἆλλα δὲ ὅσα ἐλάττω τί ἂν ὑμνοῖμεν, ὧν ὁ μὴ φιλόσοφος τυφλωθεὶς ὀδυρόμενος ἂν θρηνοῖ μάτην· ἀλλὰ τούτου λεγέσθω παρ' ἡμῶν αὕτη ἐπὶ ταῦτα αἰτία, θεὸν ἡμῖν ἀνευρεῖν δωρήσασθαί τε ὄψιν, ἵνα τὰς ἐν οὐρανῷ τοῦ νοῦ κατιδόντες περιόδους χρησαίμεθα ἐπὶ τὰς περιφορὰς τὰς τῆς παρ' ἡμῖν διανοήσεως, συγγενεῖς ἐκείναις οὔσας, ἀταράκτοις τεταραγμένας, ἐκμαθόντες δὲ καὶ λογισμῶν κατὰ φύσιν ὀρθότητος μετασχόντες, μιμούμενοι τὰς τοῦ θεοῦ πάντως ἀπλανεῖς οὔσας, τὰς ἐν ἡμῖν πεπλανημένας καταστησαίμεθα.
422Plato, Timaeus, p1, 58; 1 (auctor c.425BC-347BC)
τιθῶμεν· αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως.
423Plato, Timaeus, p1, 61; 3 (auctor c.425BC-347BC)
τὰ δὴ τῶν συμμείκτων ἐκ γῆς τε καὶ ὕδατος σωμάτων, μέχριπερ ἂν ὕδωρ αὐτοῦ τὰ τῆς γῆς διάκενα καὶ βίᾳ συμπεπιλημένα κατέχῃ, τὰ μὲν ὕδατος ἐπιόντα ἔξωθεν εἴσοδον οὐκ ἔχοντα μέρη περιρρέοντα τὸν ὅλον ὄγκον ἄτηκτον εἴασεν, τὰ δὲ πυρὸς εἰς τὰ τῶν ὑδάτων διάκενα εἰσιόντα, ὅπερ ὕδωρ γῆν, τοῦτο πῦρ [ἀέρα] ἀπεργαζόμενα, τηχθέντι τῷ κοινῷ σώματι ῥεῖν μόνα αἴτια συμβέβηκεν· τυγχάνει δὲ ταῦτα ὄντα, τὰ μὲν ἔλαττον ἔχοντα ὕδατος ἢ γῆς, τό τε περὶ τὴν ὕαλον γένος ἅπαν ὅσα τε λίθων χυτὰ εἴδη καλεῖται, τὰ δὲ πλέον ὕδατος αὖ, πάντα ὅσα κηροειδῆ καὶ θυμιατικὰ σώματα συμπήγνυται.
424Plato, Timaeus, p1, 63; 7 (auctor c.425BC-347BC)
περὶ δὴ τούτων αὖ τῶν παθημάτων ταῦτα αἴτια εἰρήσθω.
425Plato, Timaeus, p1, 80; 1 (auctor c.425BC-347BC)
αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δι' ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπ' αὐτῶν κινήσεως, τοτὲ δὲ σύμφωνοι δι' ὁμοιότητα.
426Plotinus, Enneades, 1, 8, 5; 1 (auctor c.205-270)
Ἀλλ᾽ εἰ ἡ ἔλλειψις τοῦ ἀγαθοῦ αἰτία τοῦ ὁρᾶν καὶ συνεῖναι τῷ σκότει, τὸ κακὸν εἴη ἂν ἐν τῇ ἐλλείψει [ἢ τῷ σκότῳ] τῇ ψυχῇ καὶ πρῶτον – δεύτερον δὲ ἔστω τὸ σκότος – καὶ ἡ φύσις τοῦ κακοῦ οὐκέτι ἐν τῇ ὕλῃ, ἀλλὰ καὶ πρὸ τῆς ὕλης.
427Plotinus, Enneades, 1, 8, 14; 13 (auctor c.205-270)
Ὕλη τοίνυν καὶ ἀσθενείας ψυχῇ αἰτία καὶ κακίας αἰτία.
428Plotinus, Enneades, 1, 8, 14; 14 (auctor c.205-270)
Πρότερον ἄρα κακὴ αὐτὴ καὶ πρῶτον κακόν· καὶ γὰρ εἰ αὐτὴ ἡ ψυχὴ τὴν ὕλην ἐγέννησε παθοῦσα, καὶ εἰ ἐκοινώνησεν αὐτῇ καὶ ἐγένετο κακή, ἡ ὕλη αἰτία παροῦσα· οὐ γὰρ ἂν ἐγένετο εἰς αὐτὴν μὴ τῇ παρουσίαι αὐτῆς τὴν γένεσιν λαβοῦσα.
429Plotinus, Enneades, 2, 1, 4; 8 (auctor c.205-270)
Καὶ εἰ μεταβάλλει ἀεὶ, τὸ πᾶν μένει· μένει γὰρ καὶ ἡ τῆς μεταβολῆς αἰτία.
430Plotinus, Enneades, 2, 1, 5; 5 (auctor c.205-270)
Ἡμεῖς δὲ πλασθέντες ὑπὸ τῆς διδομένης παρὰ τῶν ἐν οὐρανῷ θεῶν ψυχῆς καὶ αὐτοῦ τοῦ οὐρανοῦ κατ᾽ ἐκείνην καὶ σύνεσμεν τοῖς σώμασιν· ἡ γὰρ ἄλλη ψυχή, καθ᾽ ἣν ἡμεῖς, τοῦ εὖ εἶναι, οὐ τοῦ εἶναι αἰτία.
431Plotinus, Enneades, 2, 9, 12; 14 (auctor c.205-270)
Τοῦτο δὲ ταὐτὸν ταῖς προηγησαμέναις ἀνάγκαις· ὥστε ἐπὶ τὰ πρῶτα ἡ αἰτία.
432Plotinus, Enneades, 3, 1, 1; 2 (auctor c.205-270)
Ἐπὶ μὲν οὖν τῶν ἀιδίων τὰ μὲν πρῶτα εἰς ἄλλα αἴτια ἀνάγειν οὐχ οἷόν τε πρῶτα ὄντα· ὅσα δὲ ἐκ τῶν πρώτων ἤρτηται, ἐξ ἐκείνων τὸ εἶναι ἐχέτω.
433Plotinus, Enneades, 3, 1, 2; 1 (auctor c.205-270)
Μέχρι μὲν οὖν τούτων ἐλθόντα ἀναπαύσασθαι καὶ πρὸς τὸ ἄνω μὴ ἐθελῆσαι χωρεῖν ῥαιθύμου ἴσως καὶ οὐ κατακούοντος τῶν ἐπὶ τὰ πρῶτα καὶ ἐπὶ τὰ ἐπέκεινα αἴτια ἀνιόντων.
434Plotinus, Enneades, 3, 1, 3; 9 (auctor c.205-270)
Τὰ αὐτὰ δὲ ταῦτα καὶ πρὸς τοὺς ἕτερα σώματα αἴτια τῶν πάντων τιθεμένους, καὶ ὅτι θερμαίνειν μὲν καὶ ψύχειν ἡμᾶς καὶ φθείρειν δὲ τὰ ἀσθενέστερα δύναται ταῦτα, ἔργον δὲ οὐδὲν τῶν ὅσα ψυχὴ ἐργάζεται παρὰ τούτων ἂν γίγνοιτο, ἀλλ᾽ ἀφ᾽ ἑτέρας δεῖ ταῦτα ἀρχῆς ἰέναι.
435Plotinus, Enneades, 3, 1, 8; 1 (auctor c.205-270)
Τίς οὖν ἄλλη αἰτία παρὰ ταύτας ἐπελθοῦσα ἀναίτιόν τε οὐδὲν καταλείψει ἀκολουθίαν τε τηρήσει καὶ τάξιν ἡμᾶς τέ τι εἶναι συγχωρήσει προρρήσεις τε καὶ μαντείας οὐκ ἀναιρήσει; Ψυχὴν δὴ δεῖ ἀρχὴν οὖσαν ἄλλην ἐπεισφέροντας εἰς τὰ ὄντα, οὐ μόνον τὴν τοῦ παντός, ἀλλὰ καὶ τὴν ἑκάστου μετὰ ταύτης, ὡς ἀρχῆς οὐ σμικρᾶς οὔσης, πλέκειν τὰ πάντα, οὐ γινομένης καὶ αὐτῆς, ὥσπερ τὰ ἄλλα, ἐκ σπερμάτων, ἀλλὰ πρωτουργοῦ αἰτίας οὔσης.
436Plotinus, Enneades, 3, 1, 10; 3 (auctor c.205-270)
Ὥστε τοῦ μὲν μὴ φρονεῖν ἄλλα αἴτια εἶναι· καὶ ταῦτα ἴσως ὀρθὸν καθ᾽ εἱμαρμένην λέγειν πράττειν, οἷς γε καὶ δοκεῖ ἔξωθεν τὴν εἱμαρμένην αἴτιον εἶναι· τὰ δὲ ἄριστα παρ᾽ ἡμῶν· ταύτης γὰρ καὶ τῆς φύσεώς ἐσμεν, ὅταν μόνοι ὦμεν· καὶ τούς γε σπουδαίους [τὰ καλὰ] πράττειν καὶ ἐπ᾽ αὐτοῖς [τὰ καλὰ πράττειν], τοὺς δὲ ἄλλους, καθ᾽ ὅσον ἂν ἀναπνεύσωσι συγχωρηθέντες τὰ καλὰ πράττειν, οὐκ ἄλλοθεν λαβόντας τὸ φρονεῖν, ὅταν φρονῶσι, μόνον δὲ οὐ κωλυθέντας.
437Plotinus, Enneades, 3, 2, 7; 3 (auctor c.205-270)
Ὅσα μὲν οὖν ἔργα ψυχῶν, ἃ δὴ ἐν αὐταῖς ἵσταται ταῖς ἐργαζομέναις τὰ χείρω, οἷον ὅσα κακαὶ ψυχαὶ ἄλλας ἔβλαψαν καὶ ὅσα ἀλλήλας αἱ κακαί, εἰ μὴ καὶ τοῦ κακὰς ὅλως αὐτὰς εἶναι τὸ προνοοῦν αἰτιῷτο, ἀπαιτεῖν λόγον οὐδὲ εὐθύνας προσήκει αἰτία ἑλομένου διδόντας· εἴρηται γὰρ ὅτι ἔδει καὶ ψυχὰς κινήσεις οἰκείας ἔχειν καὶ ὅτι οὐ ψυχαὶ μόνον, ἀλλὰ ζῷα ἤδη, καὶ δὴ καὶ οὐδὲν θαυμαστὸν οὔσας ὅ εἰσιν ἀκόλουθον βίον ἔχειν· οὐδὲ γάρ, ὅτι κόσμος ἦν, ἐληλύθασιν, ἀλλὰ πρὸ κόσμου τὸ κόσμου εἶναι εἶχον καὶ ἐπιμελεῖσθαι καὶ ὑφιστάναι καὶ διοικεῖν καὶ ποιεῖν ὅστις τρόπος, εἴτε ἐφεστῶσαι καὶ διδοῦσαί τι παρ᾽ αὐτῶν εἴτε κατιοῦσαι εἴτε αἱ μὲν οὕτως, αἱ δ᾽ οὕτως· οὐ γὰρ ἂν τὰ νῦν περὶ τούτων, ἀλλ᾽ ὅτι, ὅπως πότ᾽ ἂν ἦ, τήν γε πρόνοιαν ἐπὶ τούτοις οὐ μεμπτέον.
438Plotinus, Enneades, 3, 3, 4; 1 (auctor c.205-270)
Ἁπλοῦ μὲν γὰρ ὄντος τοῦ ἀνθρώπου – λέγω δὲ ἁπλοῦ ὡς τοῦτο ὃ πεποίηται μόνον ὄντος καὶ κατὰ ταῦτα ποιοῦντος καὶ πάσχοντος – ἀπῆν αἰτία ἡ κατὰ τὴν ἐπιτίμησιν, ὥσπερ ἐπὶ τῶν ζώιων τῶν ἄλλων.
439Plotinus, Enneades, 3, 5, 6; 11 (auctor c.205-270)
Ἀλλὰ διὰ τί ἡ μὲν σώματι μίγνυται, ἡ δὲ οὔ, εἰ μή τις εἴη τῇ μιγνυμένῃ αἰτία; Τίς οὖν ἡ αἰτία; Ὕλην δεῖ νοητὴν ὑποθέσθαι, ἵνα τὸ κοινωνῆσαν ἐκείνης ἥκῃ καὶ εἰς ταύτην τὴν τῶν σωμάτων δι᾽ αὐτῆς.
440Plotinus, Enneades, 3, 6, 4; 16 (auctor c.205-270)
Τὰ δὲ αἴτια τοῦ κινῆσαι ἀνάλογον τῷ μουσικῷ· τὰ δὲ πληγέντα διὰ πάθος πρὸς τὰς χορδὰς ἂν τὸν λόγον ἔχοι.
441Plotinus, Enneades, 3, 6, 14; 13 (auctor c.205-270)
Γίνεται οὖν αἰτία τῆς γενέσεως οὕτω καὶ τὰ ἐν αὐτῇ συνιστάμενα τοιοῦτον συνίσταται τρόπον.
442Plotinus, Enneades, 3, 6, 15; 4 (auctor c.205-270)
Ἡ δὲ – ἀσθενεστέρα γάρ ἐστιν [ἢ] ὡς πρὸς δύναμιν πολλῷ ψυχῆς καὶ ἔχει οὐδὲν τῶν ὄντων οὔτ᾽ ἀληθὲς οὔτ᾽ αὖ οἰκεῖον ψεῦδος – οὐκ ἔχει δὲ δι᾽ ὅτου φανῇ ἐρημία πάντων οὖσα, ἀλλὰ γίνεται μὲν αἰτία ἄλλοις τοῦ φαίνεσθαι, οὐ δύναται δὲ εἰπεῖν οὐδὲ τοῦτο, ὡς ἐγὼ ἐνταῦθα, ἀλλ᾽ εἴ ποτε ἐξεύροι αὐτὴν λόγος βαθύς τις ἐξ ἄλλων ὄντων, ὡς ἄρα ἐστί τι ἀπολελειμμένον πάντων τῶν ὄντων καὶ τῶν ὕστερον δοξάντων εἶναι, ἑλκόμενον εἰς πάντα καὶ ἀκολουθοῦν ὡς δόξαι καὶ αὖ οὐκ ἀκολουθοῦν.
443Plotinus, Enneades, 3, 7, 13; 16 (auctor c.205-270)
Τὸ μὲν δὴ σῶμα τὸ κινούμενον τὸν τοσόνδε χρόνον ἀνάξει ἐπὶ τὴν κίνησιν τὴν τοσήνδε – αὕτη γὰρ αἰτία – καὶ τὸν χρόνον ταύτης, ταύτην δὲ ἐπὶ τὴν τῆς ψυχῆς κίνησιν, ἥτις τὰ ἴσα διειστήκει.
444Plotinus, Enneades, 4, 4, 30; 5 (auctor c.205-270)
Ἀμφότερα οὖν πειρατέον δεικνύναι, πῶς τε τὰ τῆς μνήμης θησόμεθα ἐν τούτοις – ὃ δὴ πρὸς ἡμᾶς ἔχει, οὐ πρὸς τὰ δοκοῦντα τοῖς ἄλλοις, οἳ οὐ κωλύονται μνήμας διδόναι – καὶ περὶ τῶν ἀλλοκότως δοκούντων γίγνεσθαι, ὃ φιλοσοφίας ἔργον ἐπισκέψασθαι, εἴ πῃ ἔστιν ἀπολογήσασθαι πρὸς τὰ κατὰ θεῶν τῶν ἐν οὐρανῷ· καὶ δὴ καὶ περὶ αὐτοῦ παντὸς τοῦ κόσμου – ὡς καὶ εἰς τοῦτον εἶσιν ἡ αἰτία ἡ τοιαύτη – εἰ πιστοὶ οἱ λέγοντες, οἳ καὶ αὐτόν φασι τὸν σύμπαντα οὐρανὸν γοητεύεσθαι ὑπὸ ἀνθρώπων τόλμης καὶ τέχνης.
445Plotinus, Enneades, 4, 4, 32; 1 (auctor c.205-270)
Εἰ οὖν μήτε σωματικαῖς αἰτίαις ἀναθήσομεν μήτε προαιρέσεσιν, ὅσα ἔξωθεν εἰς ἡμᾶς τε καὶ τὰ ἄλλα ζῷα καὶ ὅλως ἐπὶ γῆς ἀφικνεῖται ἐξ οὐρανοῦ, τίς ἂν εἴη λοιπὴ καὶ εὔλογος αἰτία; Πρῶτον τοίνυν θετέον ζῷον ἓν πάντα τὰ ζῷα τὰ ἐντὸς αὐτοῦ περιέχον τόδε τὸ πᾶν εἶναι, ψυχὴν μίαν ἔχον εἰς πάντα αὐτοῦ μέρη, καθόσον ἐστὶν ἕκαστον αὐτοῦ μέρος· μέρος δὲ ἕκαστόν ἐστι τὸ ἐν τῷ παντὶ αἰσθητῷ, κατὰ μὲν τὸ σῶμα καὶ πάντη, ὅσον δὲ καὶ ψυχῆς τοῦ παντὸς μετέχει, κατὰ τοσοῦτον καὶ ταύτῃ· καὶ τὰ μὲν μόνης ταύτης μετέχοντα κατὰ πᾶν ἐστι μέρη, ὅσα δὲ καὶ ἄλλης, ταύτῃ ἔχει τὸ μὴ μέρη πάντη εἶναι, πάσχει δὲ οὐδὲν ἧττον παρὰ τῶν ἄλλων, καθόσον αὐτοῦ τι ἔχει, καὶ κατ᾽ ἐκεῖνα, ἃ ἔχει.
446Plotinus, Enneades, 5, 1, 1; 3 (auctor c.205-270)
Οὔτ᾽ οὖν ἔτι ἐκεῖνον οὔτε ἑαυτὰς ὁρῶσαι, ἀτιμάσασαι ἑαυτὰς ἀγνοίαι τοῦ γένους, τιμήσασαι τἆλλα καὶ πάντα μᾶλλον ἢ ἑαυτὰς θαυμάσασαι καὶ πρὸς αὐτὰ ἐκπλαγεῖσαι καὶ ἀγασθεῖσαι καὶ ἐξηρτημέναι τούτων, ἀπέρρηξαν ὡς οἷόν τε ἑαυτὰς ὧν ἀπεστράφησαν ἀτιμάσασαι· ὥστε συμβαίνει τῆς παντελοῦς ἀγνοίας ἐκείνου ἡ τῶνδε τιμὴ καὶ ἡ ἑαυτῶν ἀτιμία εἶναι αἰτία.
447Plotinus, Enneades, 5, 5, 12; 10 (auctor c.205-270)
Ἀλλ᾽ οὖν ἡ τῆς πλάνης αἰτία τὸ μετέχειν ἄμφω τοῦ αὐτοῦ καὶ πρότερον τὸ ἓν ἀμφοτέρων εἶναι, καὶ ὅτι κἀκεῖ τὸ μὲν ἀγαθὸν αὐτὸ οὐ δεῖται τοῦ καλοῦ, τὸ δὲ καλὸν ἐκείνου.
448Plotinus, Enneades, 6, 2, 6; 7 (auctor c.205-270)
Ἡ δὲ θεωρία αἰτία τοῦ φανῆναι αὐτὸ πολλά, ἵνα νοήσῃ· ἐὰν γὰρ ἓν φανῇ, οὐκ ἐνόησεν, ἀλλ᾽ ἔστιν ἤδη ἐκεῖνο.
449Plotinus, Enneades, 6, 7, 16; 8 (auctor c.205-270)
Ὥσπερ δὲ ὁ ἥλιος τοῦ ὁρᾶσθαι τοῖς αἰσθητοῖς καὶ τοῦ γίνεσθαι αἴτιος ὢν αἴτιός πως καὶ τῆς ὄψεώς ἐστιν – οὔκουν οὔτε ὄψις οὔτε τὰ γινόμενα – οὕτως καὶ ἡ τοῦ ἀγαθοῦ φύσις αἰτία οὐσίας καὶ νοῦ οὖσα καὶ φῶς κατὰ τὸ ἀνάλογον τοῖς ἐκεῖ ὁρατοῖς καὶ τῷ ὁρῶντι οὔτε τὰ ὄντα οὔτε νοῦς ἐστιν, ἀλλὰ αἴτιος τούτων καὶ νοεῖσθαι φωτὶ τῷ ἑαυτοῦ εἰς τὰ ὄντα καὶ εἰς τὸν νοῦν παρέχων.
450Plotinus, Enneades, 6, 7, 37; 5 (auctor c.205-270)
Τί οὖν; οὐ καὶ αὐτοὶ λέγετε οὐσίαν καὶ ἐνέργειαν εἶναι ἐκεῖνα; Ἀλλὰ πολλὰ ταῦτα ὁμολογοῦμεν εἶναι καὶ ταῦτα ἕτερα, τὸ δὲ πρῶτον ἁπλοῦν, καὶ τὸ ἐξ ἄλλου δίδομεν νοεῖν καὶ οἷον ζητεῖν αὐτοῦ τὴν οὐσίαν καὶ αὐτὸ καὶ τὸ ποιῆσαν αὐτό, καὶ ἐπιστραφὲν ἐν τῇ θέαι καὶ γνωρίσαν νοῦν ἤδη δικαίως εἶναι· τὸ δὲ μήτε γενόμενον μήτ᾽ ἔχον πρὸ αὐτοῦ, ἀλλ᾽ ἀεὶ [ὂν] ὅ ἐστι – τίς αἰτία τοῦ νοεῖν ἕξει; Διὸ ὑπὲρ νοῦν φησιν ὁ Πλάτων εἶναι ὀρθῶς.
451Plotinus, Enneades, 6, 8, 14; 7 (auctor c.205-270)
Καὶ ὅλως ἡ πρὸς ἄλληλα πάντων συμφωνία ἀλλήλοις αἰτία· καὶ τὸ διὰ τί τόδε, ὅτι τοῦτ᾽ ἔστι τὸ ἀνθρώπῳ εἶναι· ὥστε ἓν καὶ τὸ αὐτὸ τὸ εἶναι καὶ τὸ αἴτιον.
452Plotinus, Enneades, 6, 8, 18; 5 (auctor c.205-270)
Ὥσπερ οὐδ᾽ ἐκεῖ γραμμὰς οὐδὲ κύκλον τὸ κέντρον, κύκλου δὲ καὶ γραμμῶν πατέρα, ἴχνη αὐτοῦ δόντα καὶ δυνάμει μενούσῃ γραμμὰς καὶ κύκλον οὐ πάντη ἀπηρτημένα αὐτοῦ ῥώμῃ τινὶ γεγεννηκότα· οὕτω τοι κἀκεῖνο, τῆς νοερᾶς περιθεούσης δυνάμεως, τὸ οἷον ἰνδάλματος αὐτοῦ ἀρχέτυπον, ἐν ἑνὶ νοῦν, πολλοῖς καὶ εἰς πολλὰ οἷον νενικημένου καὶ νοῦ διὰ ταῦτα γενομένου, ἐκείνου πρὸ νοῦ μείναντος [ἐκ] τῆς δυνάμεως αὐτοῦ νοῦν γεννήσαντος – τίς ἂν συντυχία [ἢ τὸ αὐτόματον ἢ τὸ ὡς συνέβη εἶναι] τῆς τοιαύτης δυνάμεως τῆς νοοποιοῦ καὶ ὄντως ποιητικῆς πλησίον ἥκοι; Οἷον γὰρ τὸ ἐν νῷ, πολλαχῇ μεῖζον ἢ τοιοῦτον τὸ ἐν ἑνὶ ἐκείνῳ, ὥσπερ φωτὸς ἐπὶ πολὺ σκεδασθέντος ἐξ ἑνός τινος ἐν αὐτῷ ὄντος διαφανοῦς· εἴδωλον μὲν τὸ σκεδασθέν, τὸ δ᾽ ἀφ᾽ οὗ τὸ ἀληθές· οὐ μὴν ἀλλοειδὲς τὸ σκεδασθὲν εἴδωλον ὁ νοῦς, ὃς οὐ τύχη, ἀλλὰ καθέκαστον αὐτοῦ λόγος καὶ αἰτία, αἴτιον δὲ ἐκεῖνο τοῦ αἰτίου.
453Plotinus, Enneades, 6, 8, 18; 6 (auctor c.205-270)
Μειζόνως ἄρα οἷον αἰτιώτατον καὶ ἀληθέστερον αἰτία, ὁμοῦ πάσας ἔχον τὰς μελλούσας ἀπ᾽ αὐτοῦ ἔσεσθαι νοερὰς αἰτίας καὶ γεννητικὸν τοῦ οὐχ ὡς ἔτυχεν, ἀλλ᾽ ὡς ἠθέλησεν αὐτός.
454Plotinus, Enneades, 6, 9, 6; 22 (auctor c.205-270)
Νόησις δὲ οὐ νοεῖ, ἀλλ᾽ αἰτία τοῦ νοεῖν ἄλλῳ· τὸ δὲ αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ.
455Ps Aristoteles, De mundo, 5; 7
Αἰτία δὲ ταύτης μὲν ἡ τῶν στοιχείων ὁμολογία, τῆς δὲ ὁμολογίας ἡ ἰσομοιρία καὶ τὸ μηδὲν αὐτῶν πλέον ἕτερον ἑτέρου δύνασθαι· τὴν γὰρ ἴσην ἀντίστασιν ἔχει τὰ βαρέα πρὸς τὰ κοῦφα καὶ τὰ θερμὰ πρὸς τὰ θάτερα, τῆς φύσεως ἐπὶ τῶν μειζόνων διδασκούσης ὅτι τὸ ἴσον σωστικόν πώς ἐστιν ὁμονοίας, ἡ δὲ ὁμόνοια τοῦ πάντων γενετῆρος καὶ περικαλλεστάτου κόσμου.
456Ps Aristoteles, De mundo, 6; 7
Κρεῖττον οὖν ὑπολαβεῖν, ὃ καὶ πρέπον ἐστὶ καὶ θεῷ μάλιστα ἁρμόζον, ὡς ἡ ἐν οὐρανῷ δύναμις ἱδρυμένη καὶ τοῖς πλεῖστον ἀφεστηκόσιν, ὡς ἔνι γε εἰπεῖν, καὶ σύμπασιν αἰτία γίνεται σωτηρίας, μᾶλλον ἢ ὡς διήκουσα καὶ φοιτῶσα ἔνθα μὴ καλὸν μηδὲ εὔσχημον αὐτουργεῖ τὰ ἐπὶ γῆς.
457Ps Aristoteles, De respiratione, 19; 2 (opus c.300BC)
Ἡ δ’ αἰτία τῆς κινήσεως τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος, ὧν αἰρομένων καὶ συνιζόντων τὰ μὲν ἐκπνέουσι καὶ εἰσπνέουσι τὰ δὲ δέχονται τὸ ὑγρὸν καὶ ἐξιᾶσιν, ἔτι δ’ ἡ σύστασις τοῦ ὀργάνου, τόνδ’ ἔχει τὸν τρόπον.
458Ps Aristoteles, Mechanica, 1b; 5
αἰτία δέ ἐστιν ἡ προλεχθεῖσα, ὅτι ἡ πλεῖον ἀπέχουσα ἐκ τοῦ κέντρου μείζονα κύκλον γράφει.
459Servius, Commentarius in Vergilii Aeneidos libros, p11, 778; 1 (auctor fl.c.400)
VNDE ETIAM TRIVIAE TEMPLO exponit τὸ αἴτιον: nam Callimachus scripsit αἴτια, in quibus etiam hoc commemorat.
460Servius, In Vergilii Aeneide comentarii, 7, 778; 1 (auctor fl.c.400)
Unde etiam triviae templo exponit τὸ αἴτιον : nam Callimachus scripsit αἴτια , in quibus etiam hoc commemorat.
461Vigilius papa, Epistolae et decreta, 69, 0063B
Ἰδόντες ὁπόσων ἀγαθῶν αἰτία ἐστὶν ἡ τοῦ Θεοῦ εἰρήνη φρουροῦσα τὰς καρδίας, καὶ τὰ νοήματα τῶν πιστῶν, καὶ συνάγουσα αὐτοὺς εἰς τὸ ἓν καὶ τὸ αὐτὸ φρονεῖν, ἐν τῇ περὶ τῆς ὀρθῆς πίστεως ὁμολογίᾳ, καὶ τῇ τῶν θείων ἐντολῶν κατορθώσει, καὶ τὸν Θεὸν εὐμενῆ καθιστῶσα τοῖς εἰς τὰ ὀρθὰ ὁμονοοῦσι· διὰ τοῦτο σπουδάζοντες τὴν ἕνωσιν φυλάξαι, πρὸς τὴν καθολικὴν καθέδραν τῆς ὑμετέρας μακαριότητος, φανερὸν ποιοῦμεν ὅτι ἀεὶ ἡμεῖς ἐφυλάξαμεν, καὶ φυλάττομεν τὴν πίστιν, τὴν ἐξαρχῆς παραδοθεῖσαν ὑπὸ τοῦ μεγάλου Θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἁγίοις ἀποστόλοις, καὶ παρ' ἐκείνων ἐν παντὶ τῷ κόσμῳ κηρυχθεῖσαν, καὶ ὑπὸ τῶν ἀγίων πατέρων σαφηνισθεῖσαν, καὶ μάλιστα ὑπὸ τῶν ἐν ταῖς ἁγίαις τέτρασι συνόδοις συνελθόντων, οἷς διαπαντὸς, καὶ ἐν πᾶσιν ἀκολουθοῦμεν, καὶ δεχόμεθα, τουτέστι τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ ἁγίους πατέρας τούς ἐν Νικαίᾳ συνελθόντας, καὶ τὸ ἅγιον σύμβολον, ἤτοι μάθημα τῆς πίστεως ἐκθεμένους, καὶ τὴν Ἀρείου μανίαν ἀναθεματίσαντας, καὶ τοὺς ταύτην φρονήσαντας, ἢ φρονοῦντας.