'αλλά' - search in All Authors, Showing 1 to 500 of 10747 hits      Show next 500

1Absalon Sprinckirsbacensis, Sermones, 211; (auctor fl. 1150)
Illud duntaxat praeterire silentio minime possum, si plerique omnes abbates tuum istud exemplum sequi susciperent, ac pro bellis cavallis, pro venatione, pro aucupiis, pro alea, pro comessationibus atque id genus, studiis ad orthodoxos Ecclesiae scriptores nocturna diurnaque manu versandos animum adiicerent, brevi futurum ut si non omni, saltem bona invidiae, qua non apud solum vulgus laborant, parte se exonerarent: Ἄλλα ταῦτα θεῶν ἐν γούνασι κεῖται.
2Adrianus I, Epistolae, 96, 1226A
Καὶ πάλιν ὁ αὐτὸς Ἰακὼβ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ προσεκύνησε, πίστει τῆς ἀγαπήσεως τοῦτο ποιήσας, περὶ ἧς καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος ἐν τῇ πρὸς Εβραίους ἐπιστολῇ φησιν, ὅτι Οὐ τὴν ῥάβδον, ἀλλὰ τὸν κρατοῦντα αὐτὴν, ἔνδειξιν ἀγαπήσεως ποιήσας, προσεκύνησεν.
3Adrianus I, Epistolae, 96, 1226B
Ἀλλὰ καὶ ἐν βήλοις, καὶ ἐν τῷ σκεπάσματι τοῦ σκηνώματος τῶν χερουβὶμ, ἔργον ὑφαντὸν ἐκ διαφόρων χρωμάτων γενέσθαι προσέταξε.
4Adrianus I, Epistolae, 96, 1227B
Ὁ γὰρ πρὸς τὴν εἰκόνα θεωρῶν τὴν ἐκ τῆς τέχνης διὰ χρωμάτων ἀναπληρουμένην σανίδα, οὐκ ἐκ τῆς βαφῆς τὴν ὁμοιότητα φέρει, ἀλλὰ πρὸς τὴν θεωρίαν τοῦ πρωτοτύπου ἀνάγεται.
5Adrianus I, Epistolae, 96, 1227D
Πάλιν δὲ ἐκ τοῦ λόγου τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τοῦ εἰς τὴν παραβολὴν τοῦ σπόρου· Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐχὶ τὸν ἐνδυόμενον αὐτὸν ὑβρίζεις; Οὐκ οἶδας, ὅτι ὅστις τὴν εἰκόνα τὴν ἐκ ξύλου καὶ χρωμάτων λοιδορεῖ, οὐχ ὡς πρὸς ἄψυχον τολμήσας κρίνεται, ἀλλὰ κατὰ τοῦ βασιλέως; Δισσῶς γὰρ τῷ βασιλεῖ προσφέρει τὴν ὕβριν [οὐκ οἶδας, ὅτε ὅστις τῇ εἰκόνι τοῦ βασιλέως ὕβριν προσάγει, πρὸς αὐτὸν τὸν βασιλέα, ἤγουν τὸ πρωτότυπον καὶ τὴν ἀξίαν αὐτοῦ ἐπιφέρει τὴν ὕβριν].
6Adrianus I, Epistolae, 96, 1230A
Οὐδὲ γὰρ ὅτε βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες ἐν ταῖς πόλεσιν εἰσφέρονται, καὶ ἀπαντῶσιν ἄρχοντες καὶ λαοὶ μετὰ ἐπαίνων, τὴν σανίδα τιμῶσιν, ἢ τὴν κηρόχυτον γραφὴν, ἀλλὰ τὴν ἱστορίαν τὴν βασιλικήν.
7Adrianus I, Epistolae, 96, 1230A
Οὕτω κοὶ ἡ κτίσις οὐ τὸ ἐπίγειον εἶδος τιμᾷ, ἀλλὰ τὴν οὐράνιον ἱστορίαν εὐλαβεῖται.
8Adrianus I, Epistolae, 96, 1231A
Διὰ τὶ λοιπὸν οὐκ ὀφείλομεν προσκυνῆσαι τοὺς ἁγίους τοῦ Θεοῦ δούλους, καὶ εἰς μνημόσυνον αὐτῶν συστῆσαι καὶ ἐγεῖραι τὰς εἰκόνας αὐτῶν, ἵνα μὴ ληθαργηθῶσιν; Ἀλλὰ λέγεις, ὅτι αὐτὸς ὁ Θεὸς προσκυνεῖσθαι χειροποίητα ἀπηγόρευσεν.
9Adrianus I, Epistolae, 96, 1234A
Ἀλλὰ καὶ τῆς θείας Γραφῆς τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης ἡ ἱστορία μαρτυρεῖ περὶ τῆς παραφυλακῆς τοῦ θείου σεβάσματος, ὅτι τὰ πρὸς ἔπαινον τοῦ Θεοῦ ἐν ταῖς ἐκκλησίαις εἰς μνημόσυνον τῆς εὐσεβοῦς ἐργασίας τῇ τοῦ Θεοῦ.
10Adrianus II, Epistola et decreta, 122, 1312B
Ἦσαν ταῦ Φωτίου κοινωνοὶ καὶ συμμύσται, οὓς οὐ μόνον εἰς τὴν Βουλγάρων χώραν, ἀλλὰ καὶ εἰς πᾶσαν Ἐκκλησίαν ὡς ἱερεῖς ἐνεργεῖν ἐκωλύσαμεν καὶ κωλύομεν.
11Adrianus II, Epistola et decreta, 122, 1312C
Ἐμάθομεν δὲ καὶ ἀλλὰ πολλὰ ἐναντία τῶν πατρικῶν ὅρων ὑμᾶς διαπράττεσθαι, ἀλλὰ δὴ καὶ τοῦτο· τινὰς γὰρ νεωστὶ ἀπὸ τῶν λαϊκῶν ἄφνω διακόνους ἐχειροτονήσατε, ἐναντία μὲν καὶ τοῖς πάλαι πατράσι, ἀλλὰ δή καὶ τῇ προσφάτως συναθροισθείσῃ οἰκουμενικῇ συνόδῳ· οὐκ ἀγνοεῖτε δὲ, ὅτι ἡ τοῦ Φωτίου πτῶσις ἐντεῦθεν τὴν ἁρχὴν ἔλαβεν.
12Agapetus I, Epistolae, 66, 0047C
Ἠβουλόμεθα μὲν, ἀγαπητοὶ ἀδελφοὶ, διὰ τὴν τῆς ἡμετέρας ἀγάπης συνάφειαν, πάντας τοὺς τοῦ Κυρίου ἱερεῖς κατὰ τὴν ἀποστολικὴν παράδοσιν ἀνεπιλήπτους εὑρίσκεσθαι, καὶ μηδένα ἢ διὰ χάριν, ἢ διὰ φόβον, τῶν ἐκκλησιαστικῶν κανόνων ἐκκλίνειν· ἀλλ' ἐπεὶ πολλὰ πολλάκις παρακολουθεῖ, ἅ τινα μεταμέλειαν τίκτειν δύναται, καὶ νικᾷ τὰ πλημμελήματα τῶν ἁμαρτανόντων τὸ ἔλεος τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ὑπερτίθεται ἡ τιμωρία, ὡς ἄν τόπον εὑρεῖν ἡ διόρθωσις δυνηθείη, παραινέσαι ἀναγκαῖον ἐκρίναμεν, ἵνα τὰ παραληφθέντα, κᾂν τὸ λοιπὸν, ἀπαράβατα φυλαχθείη· ἐχρῆν μὲν γὰρ τὴν ὑμετέραν ἀγάπην, μεμνημένην τῶν πατρικῶν παραδόσεων, μηδένα συγχωρεῖν τὰ κεκωλυμένα ποιεῖν, ἀλλὰ καὶ εἴ τις τολμηρὸς φανείη, πάσῃ δυνάμει ἐναντιοῦσθαι.
13Agapetus I, Epistolae, 66, 0047D
Παραγενόμενοι τοιγαροῦν εἰς τὸ κομιτάτον τοῦ γαληνοτάτου ἡμῶν βασιλέως, τοῦ ἡμετέρου υἱοῦ, εὕρομεν τὴν καθέδραν τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας, παρὰ τοὺς θεσμοὺς τῶν κανόνων, ὑπὸ Ἀνθίμου τοῦ τῆς Τραπεζουντίων Ἐκκλησίας ἐπισκόπου οὐ προσηκόντως ὑφαρπασθεῖσαν, οὗτινος τὴν ψυχὴν, οὐ κατά τοῦτο μόνον τὸ μέρος, ἀλλ' ὅπερ καὶ μεῖζόν ἐστιν, ἐν τῇ τῆς ἀληθοῦς πίστεως ὁμολογίᾳ ἐπεθυμήσαμεν ἐκ τῆς ἀπωλείας ἐπαναγαγεῖν, ἀλλὰ τῇ Εὐτυχέως ἐνιστάμενος πλάνῃ, εἰς τὴν τῆς ἀληθείας ὁδὸν ἐπανελθεῖν κατεφρόνησεν.
14Agapetus I, Epistolae, 66, 0049A
Καὶ τρόπον τινά τεθαυμάκαμεν, ὅτι τοῦτο τὸ ἔργον οὕτω φανερῶς τοῖς πατρικοῖς ψηφίσμασιν ἐναντίον ἡ ὑμετέρα ἀδελφότης, οὐ μόνον εἰς γνῶσιν ἡμετέραν ἐνεγκεῖν ἠμέλησεν, ἀλλὰ καὶ ἐπιληψίμῳ ἐβεβαίωσε συναινέσει.
15Agapetus I, Epistolae, 66, 0049B
Τοῦτο δὲ, ὑπὲρ τοῦ διεγεῖραι τῆς ὑμετέρας ὁμοψυχίας τὴν ἀγαλλίασιν σημαίνω, ὅτι Μηνᾶν τὸν ἀδελφὸν, καὶ συνεπίσκοπον ἡμῶν, ἄνδρα πολλοῖς ἐπαίνων τρόποις κεκοσμημένον, ἡ ῥηθεῖσα Κωνσταντινουπόλεως Ἐκκλησία, ἐπίσκοπον ἐδέξατο, ᾧ τινι εἰ καὶ παρὰ τοὺς λοιποὺς, ἡ τῶν γαληνοτάτων ἐπεγέλασε βασιλέων ἐπιλογὴ, ὅμως τοσαύτη παντός τε τοῦ κλήρου, καὶ τοῦ δήμου συναίνεσις προσγέγονεν, ὥστε παρ' ἑκάστου καὶ ἐπιλεγῆναι πιστεύεσθαι· καὶ γὰρ οὔτε τῇ εἰδήσει, οὔτε τῇ ζωῇ, τινὶ ἦν ἄγνωστος, ἀλλὰ καὶ τῇ ἀκεραιότητι τῆς πίστηως, καὶ τῶν ἱερῶν Γραφῶν τῇ σπουδῇ, οὐ μὴν ἀλλὰ καὶ τῆς εὐσεβοῦς διοικήσεως τῇ ὑπηρεσίᾳ, οὕτω τοῦ προλεχθέντος ἀνδρὸς ἡ δόξα διέελαμπεν, ὥστε αὐτῷ βραδύτερον δοκεῖν παραγεγονέναι οὗπερ ἠξίωται.
16Agapetus I, Epistolae, 66, 0053B
Ἐπειδὴ οὖν ἐκ ταύτης τῆς αἰτίας, εἰς πολλοὺς οἴκους τῶν ἐν ὑπεροχῇ ὄντων εἰσδύνοντες, ἄτοπά τινα διαπράττονται, αἰχμαλωτίζοντες γυναικάριά τινα σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα, ἀλλὰ μὴν καὶ ἐν αὐτοῖς τοῖς ἰδιωτικοῖς οἴκοις, καὶ ἐν προαστείοις θυσιαστήρια, καὶ βαπτιστήρια ἀντεγείροντες τῷ ἀληθινῷ θυσιαστηρίῳ καὶ τῇ ἁγίᾳ κολυμβήθρᾳ, πάντων ὁμοῦ κατεφρόνησαν διὰ τὴν ἀπονεμομένην αὐτοῖς προστασίαν, παρὰ τῶν ἔντε τῷ δεσποτικῷ οἴκ, καὶ τῶν ἄλτῳ τρόπῳ τινὶ δυναστευόντων, μὴ ὑπομείνητε.
17Agapetus I, Epistolae, 66, 0053D
Καὶ ταῦτα μὲν τέως φέρομεν, καίπερ ὑπὸ τῶν δεινῶν κατακαμπτόμενοι, εἰ καὶ ἀνύποιστα, ἐλπίδας ἔχοντες εἰς τὸν φιλάνθρωπον Θεὸν τὸν καιρῷ εὐθέτῳ τὴν ὑμετέραν παρουσίαν ἡμῖν ἀναδείξαντα, ὅτι ὥσπερ Πέτρον τὸν μέγαν, τὸν τῶν Ἀποστόλων κορυφαῖον, τοῖς ἐν Ῥώμῃ ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας ἐξαπέστειλεν, οὕτω καὶ ὑμᾶς ἐξαποστείλας ἐπὶ καθαιρέσει καὶ ἀποδιώξει τῆς Σεύηρου, καὶ Πέτρου, καὶ Ζωόρα, καὶ τὰ ὅμοια αὐτοῖς φρονούντων, καὶ παντοίαις περιθαλπόντων τιμαῖς πρὸς ἀτιμίαν Θεοῦ, βλασφημίας τε καὶ ὑπερηφανίας, δύναμιν ὑμῖν ἐπιχορηγήσει, συνεπισχύοντος ὑμῖν καὶ τοῦ πιστοτάτου, καὶ θεοφυλάκτου ἡμῶν βασιλέως, τούτους ἐξελάσαι πάσης ἔξω ἐκκλησίας, καὶ πόλεως, ὡς ἐπιβούλους, καὶ λυμεῶνας οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ τῆς πολιτείας ταύτης Πρὸς γὰρ τὴν αὐτοῦ κακίαν ἐπιτήδεια ὄργανα εὑρὼν τούτους ὁ μισόκαλος, πᾶσαν ἀνάστατον πεποίηκε τὴν οἰκουμένην, καὶ αἵμασιν ἁγίων τὴν γῆν κατεμόλυνε, καὶ πόλεις σφαγαῖς, καὶ θορύβοις συνετάραξεν.
18Agapetus I, Epistolae, 66, 0055C
Ἐξασκήσας γὰρ ὁ εἰρημένος Ἄνθιμος οὐ τὴν εὐαγγελικὴν, ἀλλὰ τὴν πεπλασμένην ζωὴν, ὡς τὸ τέλος ἕδειξεν, ἀπολιπὼν τὴν ἐμπιστευθεῖσαν ἐκκλησίαν αὐτῷ τῶν Τραπεζούντων ἐπέβη τῆσδε τῆς πόλεως, πρὸ τούτων φανερῶν ἐνιαυτῶν ἐκπομπεύων τὴν ἐσχηματισμένην τῆς οἰκείας πολιτείας ἐγκράτειαν, καὶ πορισμὸν ἐκ τούτου ποιούμενος τὴν εὐσέβειαν.
19Agapetus I, Epistolae, 66, 0057D
Ἐπειδὴ δὲ οὐ μόνον οὗτος, ἀλλὰ καὶ ἕτεροι ἐπίσκοποί τε, καὶ κληρικοὶ, καὶ ἀρχιμανδρῖται εὐαρίθμητοι, ἐπιβουλαῖς χρώμενοι, κατὰ τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ διὰ τοῦτο καὶ μόνον τῇδε τῇ πόλει ἐνδιατρίβοντες ταραχὰς παρέχειν καὶ ταύτῃ, καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις, κατ' οὐδένα τρόπον παραιτοῦνται, δεόμεθα καὶ τοῦς τοιούτους ἅπαντας, πρὸς ὑμᾶς ἀχθῆναι, καὶ εὐθύνας ὑποσχεῖν τὰς τοῖς κανόσι πρεπούσας, δῆλον ὅτι καὶ ἐπὶ τοῦ προειρημένου Ἀνθίμου, καὶ τούτων δὲ πάντων, γρηγορούσης τῆς δικαιοκρισίας τῶν παρ' ὑμῶν καλῶς φυλαττομένων κανόνων, ἵνα μικρὸν ἀναψύξῃ ἡ τοῦ Θεοῦ ἐκκλησία τούτων ἐλευθερουμένη, καὶ μάθωσιν οἱ τῇ ποιμαντικῇ καὶ τῷ κλήρῳ προσελθεῖν τούτῳ τῷ τρόπῳ βουλόμενοι, ὡς οὐκ εἰς τέλος παρασιωπήσεται κύριος, ἀλλ' ἀπαγρυπνήσει ἐπὶ τοὺς τοιούτους ποιμένας, ἐφ' οὓς κατὰ τὸν προφήτην καὶ παρωξύνθη ὁ θυμὸς αὐτοῦ.
20Agapetus I, Epistolae, 66, 0057D
Οὗτοι γὰρ οὗτοι, ποιμαίνοντες οὐ τὰ πρόβατα, ἀλλ' ἑαυτοὺς, καὶ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες παρ' οὐδὲν ἔθεντο τὴν κατὰ τῆς ἐκκλησίας ἐπιβουλὴν, καὶ τὴν τῶν ἁγίων πατέρων βλασφημίαν, ἣν ἐκδικοῦντες, μακαριώτατοι, προσδέξασθε τὴν ἡμετέραν ἱκεσίαν καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ὑμῖν ἐξουσίαν, ἐπ' αὐτοὺς κινήσαντες, καθαρίσατε τὴν τοῦ Θεοῦ ἐκκλησίαν τῶν λύκων, ἐπαφέντες αὐτοῖς οὐ τὴν ποιμαντικὴν, ἀλλὰ τὴν παιδευτικὴν ὑμῶν ῥάβδον.
21Agapetus I, Epistolae, 66, 0071B
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
22Agatho papa, Epistolae, 87, 1218C
Ἐπεὶ δὲ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν Θεάρεστον πρόθεσιν, ἥνπερ πρὸς τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε, τοῦ Θεοῦ μυστικῶς πληροφοροῦντος, οὐ ῥήμασι ῥευστοῖς, οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ αὐτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος, καὶ πάσης ἀμφιβολίας περιαιρεθείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἡ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως· ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει, τῆς πίστεως [τῇ πίστει, ex L.] ὅμως διὰ τῆς τοῦ Θεοῦ χάριτος σταθεροὶ, ἕνεκεν τῶν προσταχθέντων διὰ τῆς θειώδους σάκρας, ἐγνωκότες τὸν συμβασιλεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν, τὴν κτίστην καὶ πρύτανιν τῶν πάντων Θεὸν, ἱλαρευόμενοι πηρὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχαριστεῖν ἀπηρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτω θαυμαστὸν καὶ σωτηριῶδες, οὕτω μονογενῶς τῷ Θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ἡ ὑμετέρα φιλανθρωπία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβεία καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς Θεάρεστον ἀποτέλεσμα μετὰ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη.
23Agatho papa, Epistolae, 87, 1222A
Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολίκῆς πίστεως, οὓς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν· Πιστεύοντες εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτὸς, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον· Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι, ἑνότητα μὲν φύσεως, Τριάδα δὲ προσώπων, ἤγουν ὑποστάσεων, Θεὸν τὸν Πατέρα ὁμολογοῦντες, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐ τρεῖς Θεοὺς, ἀλλ' ἕνα Θεὸν, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν· ὧν μία οὐσία, ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἓν κράτος, μία δόξα, μία προσκύνησις, ἓν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος θέλημα καὶ ἐνέργεια, ἥτις πάντα ἔκτισε, διοικεῖ καὶ διακρατεῖ.
24Agatho papa, Epistolae, 87, 1222D
Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε ὁ Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε ἡ σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
25Agatho papa, Epistolae, 87, 1226B
Εἶτα ἠλπίζομεν ἀπὸ Βρεττανίας Θεόδωρον τὸν σύνδουλον ἡμῶν καὶ συνεπίσκοπον, τῆς μεγάλης νήσου Βρεττανίας ἀρχιεπίσκοπον καὶ φιλόσοφον, μετὰ ἄλλων ἐκεῖσε κατὰ τὸν τόπον διαγόντων, ἐκεῖθεν τῇ ἡμετέρᾳ ἑνωθῆναι μετριότητι, καὶ διαφόρους ταύτης τῆς συνόδου ἐπισκόπους ἐν διαφόροις κλίμασι τυγχάνοντας, ἵνα ἐξ ὅλης τῆς κοινότητος τῆς δουλικῆς ἡμῶν συνόδου ἡ ἡμετέρα ἀναφορὰ γενήσοιτο, μήπως ἐὰν μονομερῶς τὸ πραττόμενον γνωσθήσηται, τὸ μέρος λάθῃ· καὶ μάλιστα ἐπειδὴ ἐν μέσῳ τῶν ἐθνῶν τῶν τε Λογγοβάρδων, καὶ Σκλάβων, οὐ μὴν ἀλλὰ καὶ Φράγκων, Γότθων, καὶ Βρεττανῶν πλεῖστοι ἐκ τῶν συνδούλων ἡμῶν εἶναι γνωρίζονται, οἵτινες καὶ περὶ τούτου περιεργάζεσθαι οὐκ ἀφίστανται, ἵνα γνώσωνται, τί εἰς τὸ πρᾶγμα τῆς ἀποστολικῆς πίστεως πράττεται· οἵτινες ὁπόσον ὠφελῆσαι δύνανται, ἐπὰν ἐν τῇ συμφωνίᾳ τῆς πίστεως μεθ' ἡμῶν κρατῶνται, καὶ ἡμῖν ὁμοφωνῶσι, τοσοῦτον, ὅπερ ἀπέστω, ἐὰν σκάνδαλόν τί ποτε ἐν τῷ κεφαλαίῳ τῆς πίστεως ὑπομείνωσιν, εὑρίσκονται ἐχθροὶ καὶ ἐναντίοι.
26Agatho papa, Epistolae, 87, 1227A
Δέξασθαι τοίνυν καταξιώσατε εὐσεβέστατοι βασιλέων τοὺς σταλέντας παρὰ τῆς ἡμετέρας μετριότητος ἐπισκόπους μετὰ τῶν ὑπολοίπων τῆς ἐκκλησιαστικῆς τάξεως ἀνδρῶν, καὶ τῶν εὐλαβεστάτων δούλων τοῦ Θεοῦ μετ' εὐμενείας τῆς εἰθισμένης γαληνότητος, ὅπως καὶ τῇ ἐξ αὐτῶν μαρτυρίᾳ μετ' εὐχαριστίας εἰς τὰ οἰκεῖα αὐτῶν ἐπαναστρέφοντες [ἐπαναστρεφόντων] παρὰ πᾶσι τοῖς ἔθνεσι συχνάσῃ ὁ ἔπαινος τῆς ὑμετέρας φιλανθρωπίας, ὡς ἐκείνου τοῦ μεγάλου Κωνσταντίνου, οὗτινος μετὰ τὴν τελευτὴν ἀξιέπαινος [ἀξιεπαίνετος] οὐδὲν ἧττον φήμη ἀκμάζει· οὗτινος οὐ μόνον τὸ ἐπίσημον τῆς ἐξουσίας ἐστὶν, ἀλλὰ καὶ τῆς εὐσεβείας, μεθ' οὗ ἐκείνη ἡ ἱερωτάτη σύνοδος τῶν τριακοσίων δέκα καὶ ὀκτὼ προέδρων ἐν τῇ Νικαίων πόλει ἐπὶ διεκδικήσει τῆς ὁμοουσίου Τριάδος συνῆλθε.
27Agatho papa, Epistolae, 87, 1227D
Ἐπειδὴ εἰ καὶ σοφίαν κοσμικὴν, καὶ ματαίαν ἀπάτην, ὥς φησιν ὁ μακάριος Παῦλος ὁ ἀπόστολος, παντελῶς ἀγνοοῦμεν, ὅμως τὸν κανόνα τοῦ ἀληθοῦς κηρύγματος τῇ ἁπλουστάτῃ ἀληθείᾳ διδάσκομεν, καὶ ἐκδικοῦμεν [διεκδικοῦμεν]· ἐπειδὴ οὐχὶ πομπὰς ῥημάτων ἔχειν ἐπιθυμοῦμεν, ἵνα ταῖς φιλονεικίαις προκαταληφθῶμεν, οὔτε γὰρ ἐνδέχεται [ἐμβαίνει] ἐν στενοχωρίαις διαγόντων ἡμῶν, ἀλλὰ τοὺς θέλοντας [τοῖς θέλουσιν] ἐπιστρέψαι πρὸς τὴν ἀλήθειαν τῆς ὀρθῆς ἡμῶν πίστεως τὴν τάξιν μετὰ ἁπλῆς καρδίας, καὶ ῥημάτων πρᾳότητος προσφέρομεν.
28Agatho papa, Epistolae, 87, 1250D
Ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ, τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα· καὶ μεθ' ὅλης τῆς εὐσεβείας τὰ πάντα πεπράχαμεν, οὐδὲν πρὸς χάριν ἢ ἀπέχθειαν διαγενόμενοι [ἴσ., διεγειρόμενοι] καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ' ἑκάστῳ τῶν παρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνηματισθέντων, τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι, γνῶναι τὴν δύναμιν· εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος Θεοδώρου καὶ Γεωργίου τῶν Θεοφιλεστάτων πρεσβυτέρων, καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου, καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου τῶν ὑμετέρων πνευματικῶν τέκνων, καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν· καὶ τῶν ἐκ τῆς καθ' ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων, ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ.
29Agatho papa, Epistolae, 87, 1251D
Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
30Agatho papa, Epistolae, 87, 1162C
Καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς, ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λόγιζομένων ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθησθέντας, καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δῶνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα, πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν, καὶ πληροφοροῦσιν· ἅστινας κεραίας ἡ χάρις τοῦ ἁγίου Πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ὑπομιμνησκούσας, καὶ μὴ καταθλιβούσας· ἀπολογουμένας καὶ μὴ καταφοβούσας· μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας· πρὸς ταῦτα, ἅπερ εἰσὶ τοῦ Θεοῦ, κατὰ Θεὸν προτρεπούσας.
31Agatho papa, Epistolae, 87, 1163D
Καὶ διὰ τοῦτο, χριστιανικώτατοι δεσπόται καὶ τέκνα, κατὰ τὴν εὐσεβεστάτην κέλευσιν τῆς θεοσκεπάστου ὑμῶν ἡμερότητος ἕνεκεν ὑπακοῆς, ἧς ὠφείλομεν, οὐχ ἕνεκεν παῤῥησίας τῶν εἰς αὐτοὺς [ἴσ. τῆς ἐν αὐτοῖς] περισσευούσης εἰδήσεως, οὓς στέλλομεν, τοὺς παρόντας συνδούλους ἡμῶν Ἀβουνδάντιον, Ιὠάννην, καὶ Ιὠάννην, τοὺς εὐλαβεστάτους ἀδελφοὺς ἡμῶν καὶ ἐπισκόπους, Θεόδωρον καὶ Γεώργιον τὰ ἀγαπητὰ ἡμῶν τέκνα, τοὺς πρεσβυτέρους, μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν τέκνου Ιὠάννου τοῦ διακόνου, καὶ Κωνσταντίνου τοῦ ὑποδιακόνου· οὐ μὴν ἀλλὰ καὶ Θεοδώρου τοῦ πρεσβυτέρου λεγάτου τῆς ἁγίας Ἐκκλησίας Ρἁβέννης, καὶ τοὺς θεοσεβεστάτους δούλους τοῦ Θεοῦ τοὺς μοναχοὺς μετὰ καθοσιώσεως ἱκετευτικῆς καρδίας ἐφρωντίσαμεν ἀποστεῖλαι.
32Agatho papa, Epistolae, 87, 1166A
Παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι, καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν Γραφῶν εἴδησις; εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν ἁγίων τῶν προηγησαμένων καὶ τῶν ἁγίων πέντε συνόδων ἅπερ ὡρισμένα εἰσὶν, ἐν ἁπλότητι καρδίας, καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν Πατέρων πίστεως φυλάττομεν, ἓν καὶ ἐξαίρετον ἔχειν διὰ παντὸς εὐχόμενοί τε καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα μειωθῇ, μηδὲν ἀλλαγῇ, ἢ προστεθῆ, ἀλλὰ ταῦτα καὶ ῥήμασι, καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν.
33Agatho papa, Epistolae, 87, 1166A
Οἷς τισι διακομισταῖς καὶ χρησεις τινὰς τῶν ἁγίων Πατέρων, οὓς ἐδέξατο αὕτη [ταύτη] ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, μετὰ τῶν βιβλίων αὐτῶν παραδεδώκαμεν· ὅπως εὐπορίας τυχόντες τοῦ ἀναφέρειν ἀπὸ τοῦ εὐμενοῦς ὑμῶν καὶ Χριστιανικωτάτου κράτους ἐκ τούτων μόνον ἀπολογήσασθαι σπεύσωσι, ἐπ' ἄν ἡ βασιλικὴ ἡμερότης προστάξῃ, τί αὕτη [ταύτη] ἡ πνευματικὴ μήτηρ τοῦ θεοκατορθώτου ὑμῶν κράτους, ἡ τοῦ Χριστοῦ ἀποστολικὴ Ἐκκλησία πιστεύει, καὶ κηρύσσει οὐ διὰ κοσμικῆς εὐγλωττίας, ἥτις οὐδὲ ἰδιώταις ἀνθρώποις βοηθεῖ, ἀλλὰ δι' ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως, ἐν ᾗ καὶ ἐκ σπαργάνων ἀνατραφέντες μέχρι τέλους τῷ κατορθωτῇ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τῷ Κυρίῳ τοῦ οὐρανοῦ πάντας σὺν ἡμῖν ἱκετεύομεν δουλεύειν καὶ φυλάττεσθαι.
34Agatho papa, Epistolae, 87, 1166B
Διόπερ ἄδειαν, ἤγουν αὐθεντίαν δεδώκαμεν αὐτοῖς πρὸς τὸ ὑμέτερον γαληναῖον κράτος, ἐπὰν κελεύσῃ ἡ ὑμῶν φιλανθρωπία, τοῦ ἁπλῶς ἀπολογήσασθαι εἰς ὅσον αὐτοῖς μόνον ἐπετέθη· ἵνα μηδὲν δηλονότι προπετεύσωνται προσθεῖναι, ἢ ὑφελεῖν [ὀφεῖλαι], ἢ ἀλλάξαι, ἀλλὰ τὴν παράδοσιν τούτου τοῦ ἀποστολικοῦ θρόνου, καθὼς ὡρίσθη ἀπὸ τῶν προηγησαμένων ἀποστολικῶν προέδρων, εἰλικρινῶς ἐξηγήσασθαι.
35Agatho papa, Epistolae, 87, 1166D
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
36Agatho papa, Epistolae, 87, 1167C
Ὁπόταν δὲ δύο φύσεις καὶ δύω φυσικὰ θελήματα, καὶ δύο φυσικὰς ἐνεργείας ὁμολογοῦμεν ἐν τῷ ἑνὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, οὐκ ἐναντία ταῦτα, οὔτε ἀλλήλοις ἀντικείμενα λέγομεν, καθὼς οἱ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας πλανώμενοι τῆς ἀποστολικῆς παραδόσεως κατηγοροῦσιν· ἀπέστω ἡ αὐτὴ ἀσέβεια ἀπὸ τῶν καρδιῶν τῶν πιστῶν· οὔτε ὡς κεχωρισμένας ἐν δυσὶ προσώποις, ἤγουν ὑποστάσεσιν, ἀλλὰ δύο λέγομεν, ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν Χριστὸν, καθὼς τὰς φύσεις, οὕτω καὶ φυσικὰ θελήματα, καὶ ἐνεργείας ἐν ἑαυτῷ ἔχειν, θείαν δηλαδὴ καὶ ἀνθρωπίνην, θεῖον οὖν θέλημα καὶ ἐνέργειαν ἔχειν ἐξ ἀϊδίου μετὰ τοῦ ὁμοουσίου Πατρὸς κοινόν· ἀνθρώπινον χρονικῶς ἐξ ἡμῶν μετὰ τῆς ἡμετέρας φύσεως προσληφθέν.
37Agatho papa, Epistolae, 87, 1167D
Αὕτη ἐστὶν ἡ τῆς τῶν Χριστιανῶν πίστεως ἀληθὴς, καὶ ἀμώμητος ὁμολογία· ἤνπερ οὐκ ἀνθρωπίνη ἐφεῦρε πανουργία, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν κορυφαίων τῶν ἀποστόλων ἐδίδαξεν.
38Agatho papa, Epistolae, 87, 1170B
Καὶ κατὰ τοῦτο μετὰ συντετριμμένης καρδίας, καὶ τοῖς τῆς διανοίας προχεομένοις δάκρυσι προσπίπτων δυσωπῶ, ἐκτεῖναι καταξιώσατε τὴν φιλάνθρωπον δεξιὰν τῇ ἀποστολικῇ διδασκαλίᾳ, ἥντινα ὁ συνεργὸς τῶν εὐσεβῶν ὑμῶν μόχθων, ὁ μακάριος Πέτρος ὁ ἀπόστολος παραδέδωκεν· οὐχ ἵνα συγκλεισθῇ ὑπὸ τὸν μόδιον, ἀλλὰ σάλπιγγος λαμπρότερον ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθῆσεται· ὅτι ἡ αὐτοῦ ἀληθὴς ὁμολογία, ἀπὸ τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν ἀπεκαλύφθη· ἧς ἕνεκεν ἀπὸ τωῦ Κυρίου τῶν ὅλων μακάριος εἶναι ἀπεφάνθη ὁ Πέτρος· ὃς καὶ τοῦ ποιμαίνειν τὰ πνευματικὰ πρόβατα τῆς Ἐκκλησίας ἀπ' αὐτοῦ τοῦ Λυτρωτοῦ τῶν πάντων τῇ τρίτῃ παραθέσει ἐδέξατο· οὗτινος ἐπινεύσαντος τῇ βοηθείᾳ, αὕτη ἡ ἀποστολικὴ αὐτοῦ Ἐκκλησία, καὶ αἱ καθολικαὶ σύνοδοι πιστῶς περιπτυσσόμεναι, ἐν πᾶσιν ἠκολούθησαν, καὶ πάντες οἱ σεβάσμιοι Πατέρες τὴν ἀποστολικὴν αὐτοῦ ἐπεσπάσαντο [Pro ἐπησπάσαντο] διδασκαλίαν, δι' ἧς καὶ δεδοκιμασμένοι τῆς Ἐκκλησίας τοῦ Χριστοῦ φωστῆρες ἔλαμψαν.
39Agatho papa, Epistolae, 87, 1171A
Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου.
40Agatho papa, Epistolae, 87, 1174A
Διαιροῦντες δὲ τὴν ἀχώριστον ἕνωσιν, τὰς δύο φύσεις, ἅς τινας τὸν Σωτῆρα ἔχειν ἐπιγινώσκουσιν, οὐχὶ καθ' ἕνωσιν, ἥτις καθ' ὑπόστασιν γενομένη γνωρίζεται, ἑνοῦσιν· ἀλλὰ βλασφημοῦντες, κατὰ σχέσιν θελήματος ὡς δύο ὑποστάσεις, τουτέστι δύο τινὰς καθ' ὁμόνοιαν συνάπτουσι.
41Agatho papa, Epistolae, 87, 1174D
» Καὶ ἐν ἄλλῳ· « Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω.
42Agatho papa, Epistolae, 87, 1175B
Οὔτε [L., καὶ πάλι] οὖν τὴν ὑπακοὴν αὐτοῦ τὴν ἑκούσιον κατὰ τὴν θεότητα, ἥτις πάντων δεσπόζει, εὐσεβές ἐστι νοεῖν, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα, δι' ἧς ἑκουσίως τοῖς γονεῦσιν ὑπετάγη.
43Agatho papa, Epistolae, 87, 1175C
Ὅπερ καὶ ὁ ἅγιος Λουκᾶς ὁ εὐαγγελιστὴς ὁμοίως μνημονεύει, τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ τὴν ἀνθρωπότητα προσευχόμενον πρὸς τὸν Πατέρα εἰσάγων, καὶ διαβεβαιούμενος· « Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω.
44Agatho papa, Epistolae, 87, 1175C
ἐν τῷ λόγῳ τῷ κατὰ Ἀπολλιναρίου τοῦ αἱρετικοῦ περὶ τῆς Τριάδος καὶ τῆς Ἐνανθρωπήσεως, καὶ τοῦ δυϊκοῦ ἀριθμοῦ δραττόμενος οὕτω σαφηνίζει· Καὶ ὅταν λέγῃ· « Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω· πλὴν μὴ τὸ ἐμὸν θέλημα γένηται, ἀλλὰ τὸ σόν.
45Agatho papa, Epistolae, 87, 1175D
Τὸ γὰρ ἀνθρώπινον, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον· ἧστινος σαφηνείας τί ἀληθέστερον δύναται γνωρισθῆναι; Πῶς γὰρ οὐκ ἐν αὐτῷ δύο θελήματα, τουτέστι θεῖον καὶ ἀνθρώπινον πιστῶς ἐπιγνωσθήσονται, ἐν ᾗ δύο φύσεις καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν συνοδικῷ κηρύγματι κηρύττονται; Καὶ Ἰωάννης γὰρ, ὃς ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνέπεσεν, ὁ ἀγαπητὸς μαθητὴς τὲν αὐτὴν περιοχὴν τούτοις σαφηνίζει τοῖς ῥήμασιν· « Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
46Agatho papa, Epistolae, 87, 1175D
» Ὡσαύτως τὸν αὐτὸν Κύριον εἰσάγει μετὰ τῶν Ἰουδαίων διαλεγόμενον, καὶ λέγοντα μετὰ τῶν λοιπῶν· « Ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
47Agatho papa, Epistolae, 87, 1178B
» Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν.
48Agatho papa, Epistolae, 87, 1178C
Δι' ἧς διαλέξεως ὁ σεβάσμιος οὗτος Πατὴρ ἀποδείκνυσιν, ὅτι ἡνίκα λέγει ὁ Κύριος Ἴδιον, τῆς ἀνθρωπότητος αὐτοῦ σημαίνει τὸ θέλημα· καὶ ὅτε λέγει μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ὑπομιμνήσκει ἡμᾶς οὐχὶ τὸ ἡμέτερον πρωτοτύπως ζητεῖν θέλημα, ἀλλὰ δι' ὑπακοῆς τὸ ἡμέτερον θέλημα τῷ θείῳ θελήματι ὑποτάσσειν.
49Agatho papa, Epistolae, 87, 1178D
Ὅπερ καὶ ὁ τῆς ἁποστολικῆς μνήμης ἅγιος Λέων ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Λέοντα τὸν βασιλέα σαφηνίζει, μιᾷ ἑκάστῃ μορφῇ, τουτέστι φύσει, ἅ τινά εἰσιν ἐν τῷ Χριστῷ, σκοπῷ διακεκριμένῳ, ἅπερ ἐν ταῖς Γραφαῖς περὶ αὐτοῦ ἀναφέρονται, φανερῶν [προσνέμων], καὶ τοῦτο, ὅπερ ἴδιον θέλημα ὁ Κύριος εἶπε, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν δεικνύων οὕτω φησί· Κατὰ τὴν μορφὴν τοῦ δούλου οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τοῦ πέμψαντος αὐτόν.
50Agatho papa, Epistolae, 87, 1186B
Διὰ ταῦτα, ἅπερ ὁμᾶς αἱ σεβάσμιαι αὗται σύνοδοι πιστῶς ὑπομιμνήσκουσιν, ἀναγκαῖόν ἐστι φυλάξαι, ὅπως μηδαμοῦ τὴν διαφορὰν τῶν φύσεων διὰ τὴν ἕνωσιν ἀφαιρῶμεν, ἀλλὰ σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, ἕνα Χριστὸν Θεὸν ἀληθινὸν καὶ τέλειον, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν καὶ τέλειον ὁμολογήσωμεν.
51Agatho papa, Epistolae, 87, 1186C
Ἕβδομον λεγέσθω τὸ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν Υἱὸν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος.
52Agatho papa, Epistolae, 87, 1195C
Εἰ οὖν κατ' ἄλλην ἐνέργειαν μία ἐστὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια, καὶ κατ' ἄλλην κατ' οὐδένα λόγον ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῷ αὐτῷ φυσικῷ λόγῳ κοινωνοῦσι, δύο ἀναμφιβόλως ἐνέργειαι ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Θεῷ ἀληθινῷ καὶ τελείῳ, καὶ ἀνθρώπῳ ἀληθινῷ καὶ τελείῳ λεχθήσονται· καὶ ἐν ὃσῳ δείκνυσιν ὁ μέγας διδάσκαλος Ἀμβρόσιος μὴ δύνασθαι διαφόρου δυνάμεως μίαν ἐνέργειαν ὑπάρχειν, μηδὲ τὴν ἐλάσσονα δύνασθαι ἐνεργεῖν τὰ τῆς μείζονος· οὔτε ὅπου διάφορος οὐσία ἐστὶ, μίαν δύνασθαι νοεῖσθαι τὴν ἐνέργειαν ἀποδείκνυσι, φανεροῖς μηνύμασι τὸ μὴ δύνασθαι μίαν φυσικὴν ἐνέργειαν ἔχειν τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, εἰ καὶ ἑνὸς προσώπου εἶναι γινώσκονται, καὶ μετὰ τῆς ἀλλήλων κοινωνίας ἐνεργεῖν θεωροῦνται· ὅπου τοίνυν μείζων καὶ ἐλάττων ἐνέργεια λέγεται, οὐ περὶ μιᾶς, ἀλλὰ περὶ δύο φυσικῶν τοῦ ἑνὸς Χριστοῦ ἐνεργειῶν φανεροῦται· καὶ ἐπὰν ὁ ἐκδικητὴς τῆς ἀληθείας ὁ ἅγιος Λέων πρὸς τὸν ὁμολογητὴν τοῦ Χριστοῦ Φλαβιανὸν ἐν τῷ δογματικῷ τόμῳ ἔφρασε φάσκων· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε.
53Agatho papa, Epistolae, 87, 1198A
Καὶ ἐν ὅσῳ πρὸς τὸν ἐν εὐσεβεῖ τῆ μνήμῃ Λέοντα τὸν βασιλέα τὸ σύμβολον τῆς ἀληθοῦς ὁμολογίας σαφηνίζει, καὶ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἓν πρόσωπον εἶναι ἀληθῶς κηρύττει, ὅμως τὴν ὁδὸν τῆς ἐννοίας διανοίγει, ἵνα ἐκ τῶν ποιοτήτων αὐτῶν τῶν ἔργων τοῦ Χριστοῦ, τουτέστιν ἐκ τῆς φυσικῆς ἐνεργείας μία ἑκάστη τῶν καθ' ὑπόστασιν ἐν τῷ Χριστῷ ἑνωθεισῶν φύσεων, ποίας ἐστὶν οὐσίας, ἐπιγνωσθῇ· οὐδὴ γὰρ ἐνταῦθα ὁ κήρυξ τῆς ἀληθείας προσεδέξατο, ἵνα τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣν χρονικῶς ὁ Κύριος μετὰ τῆς ἀνθρωπότητος ἔλαβε, τῇ ἀϊδίῳ αὐτοῦ οὐσίᾳ προσκυρώσῃ, ἢ τῇ θείᾳ αὐτοῦ οὐσίᾳ τῆς ἀνθρωπίνης ἐνεργείας τὸ μέτρον ἐπιγραφῇ· ἀλλὰ μενούσης οὐδὲν ἧττον τῆς ἑνώσεως [ἑνότητος] τοῦ προσώπου, τὰς φύσεις, αἵτινες ἐν τῷ Χριστῷ καθ' ὑπόστασιν, ἡνώθησαν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ἐπέγνω.
54Agatho papa, Epistolae, 87, 1207D
Οὔτε μετὰ τὴν παλαιότητα τῆς [L., ἐπικρατησάσης] δυσώδους πλάνης ἀπὸ τῆς ὑπομνήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προέτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν, ἢ κατὰ πεῖσμα μίσους (ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας, ἵνα εἰς ὄλισθον ἑτέρου [ἐπεμβαίνῃ] παχύνηται, ὁπόταν ὁ τῶν πάντων Κύριος διδάσκῃ· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ, καὶ ζήσῃ· ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκοντα ἐννέα δικαίοις· ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε), καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι, καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι, καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν, καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ' ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους [προσφέροντες] ἀκαταπαύστως Χριστὸν τὸν Κύριον ἐκδυσωπῶσι.
55Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0847C (auctor 340-397)
Οὐκ ἀρχὴν ὁ Θεὸς Λόγος ἐκ τῆς Παρθένου εἰληφὼς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ Πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κραθεὶς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανεὶς, κατὰ τὸ γεγραμμένον· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
56Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0847D (auctor 340-397)
» Ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν ὁ Θεὸς Λόγος, καὶ ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασάμενος, καὶ ταύτην τοῖς ἑαυτοῦ μαθηταῖς δείξας, ἔλεγε· « Ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε (οὐκ ὄντα, ἀλλὰ) ἔχοντα· » ἵνα καὶ τὸν ἔχοντα, καὶ τὸν ἐχόμενον κατανοήσας, οὐ κρᾶσιν, οὐ τροπὴν, οὐκ ἀλλοίωσιν, ἀλλ' ἕνωσιν γεγενημένην ἐπίδοις.
57Ammianus Marcellinus, Res gestae, 31, 1, 5; 7 (auctor c.330–c.391)
Denique cum Chalcedonos subverterentur veteres muri, ut apud Constantinopolim aedificaretur lavacrum, ordine resoluto saxorum, in quadrato lapide qui structura latebat in media, hi Graeci versus incisi reperti sunt, futura plene pandentes: ἀλλα' ὁπόταν νύμφαι δροσεραὶ κατὰ ἄστυ χορείῃ τερπόμεναι στρωφῶνται ἐυστεφέας κατ' ἀγυιάς, καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων ἴστρον καλλιρόοιο πόρον περάοντα σὺν αἰχμῇ, καὶ σκυθικὴν ὀλέσει χώρην καὶ μυσίδα γαῖαν, παιονίης δ' ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ καὶ βιότοιο τέλος καὶ δῆρις ἐφέξει.
58Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567C
Οὐ γὰρ σαρκὸς ἐμπαθὴς προηγήσατο θέλησις ἢ λογισμὸς, ὡς ἐφ' ἡμῶν ὁρᾶται, διὰ τὴν ἐξ ἀπάτης τοῦ γένους κατακρατοῦσαν ἡδονήν· ἀλλὰ θέλησις θεότητος μόνη δι' Υἱοῦ αὐτουργοῦντος, ὡς ἔφην, τὴν οἰκείαν σωμάτωσιν κατ' εὐδοκίαν Πατρὸς, καὶ συνέργειαν τοῦ παναγίου Πνεύματος, καινοτομοῦντος ἐν ἑαυτῷ τε καὶ δι' ἑαυτοῦ τὸν ἐπεισαχθέντα τῇ φύσει τῆς γεννέσεως τρόπον, καὶ ἀσπόρως τὴν ἑαυτοῦ ποιουμένου σύλληψιν ἐκ τῆς ἁγίας θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
59Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569B
Οὐ γὰρ προσελήφθη, φησὶν, ὑπὸ τοῦ σωτῆρος ἡ κατεφθαρμένη ἀπὸ τῆς ἁμαρτίας σὰρξ, ἡ ἀντιστρατευομένη τῷ νόμῳ τοῦ νοὸς αὐτοῦ· Οὖ τινος γὰρ οὐ προκαθηγήσατο ὁ καθ' ἁμαρτίαν διὰ σπορᾶς τῆς γεννήσεως νόμος, τοῦτου παντελῶς οὐδὲ τοῖς μέλεσιν ἐνυπάρχει· ἀλλἀ νόμος θείας δικαιοσύνης πρὸς ὑποτύπωσιν ἡμῖν ἐκφαινόμενος, καὶ τὸν ἐκ παραβάσεως ἐπεισαχθέντα τῇ φύσει τελείως ἐξαφανίζων.
60Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569D
Τρανώτερον δὲ κᾂν τοῖς ἑξῆς παρίστησιν, ὡς ὁ λόγος ἦν αὑτῷ μόνον τὸ ἐμπαθὲς, ἀλλ' οὐ τὸ φυσικὸν ἐπὶ τοῦ Σωτῆρος ἀποδιορίσασθαι θέλημα· καὶ ὅτιπερ, κᾂν τῷ φυσικῷ καὶ ἀνθρωπίνῷ, πρὸς τὸ πατρικὸν καὶ θεῖον συνέβαινε μὲν, οὐδεμίαν τὴν ἐξ ἀντιπράξεως ἔχων πρὸς ἐκεῖνο διαφορὰν, ὑποτύπωσιν δὲ διδοὺς ἡμῖν ἑαυτὸν, τὸ οἰκεῖον ἑκουσίως ὑπέταττεν· συνίστα δὲ τὸ πατρικὸν, ᾧ ἂν καὶ ἡμεῖς ἐκμιμούμενοι, τὸ ἑαυτῶν ἀθετήσαντες, τὸ θεῖον διὰ πάσης σπουδῆς ἐκπληρώσωμεν, λέγων οὕτως· « κᾂν γέγραπται, ὅτι οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με πατρός· » καὶ, « οὐχ ὃ ἐγὸ θέλω, ἀλλ' ὅ τι σὺ, Πάτερ· οὔκ εἰσι ταῦτα διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντιπράττοντος· ἀλλὰ τῆς προσληφθείσης ἀνθρωπίνης οἰκονομίας οἰκειουμένης συμπαθῶς τὰ ἡμέτερα.
61Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569D
Ταῦτα γὰρ δι' ἡμᾶς ἔλεγεν, οἷς δέδωκεν παράδειγμα ὁ τῆς εὐσεβείας διδάσκαλος, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἑπώμεθα· καὶ μὴ τὸ ἴδιον ἕκαστος ἡμῶν, ἀλλὰ τὸ τοῦ Κυρίου μᾶλλον ἐν πᾶσι προτιμήσῃ θέλημα.
62Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571A
» Οὐκ ἀναίρεσιν οὖν, ὡς ἔφην, τοῦ φυσικοῦ καὶ ἀνθρωπίνου θελήματος, ἀλλὰ τοῦ ἐμπαθοῦς καὶ παρὰ φύσιν ποιεῖ· καὶ δι' ὅλου φάναι, τὸ πάσης ἁμαρτίας ἐλεύθερον, τὸ καθ' ἡμᾶς, ἐπιμαρτύρεται τὸν δι' ἡμᾶς σαρκωθέντα Θεόν.
63Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571A
Καὶ ἵν' ἐπιτόμως εἴπω· διὰ τοῦ ἑνὸς θελήματος, τὸ μόνην τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως τὴν θείαν προκαθηγήσασθαι θέλησιν δηλοῦν αὐτὸν οἶναι· διὰ δὲ τοῦ μὴ ὑπάρχειν θελήματος διαφορὰν, τὸ ἐναντίον οὐκ ἔχων ἢ ἀντιπρᾶττον, ἀλλὰ τὸ συμβαῖνον δι' ὅλου καὶ ἡνωμένον· ὅθεν ἡνίκα μὲν τὴν ἡμετέραν φύσιν ἐκ τῆς θεότητος προσειλῆφθαι λέγῃ, θελήματος ἑνὸς μνημονεύει· ἡνίκα δὲ τὸ, οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, εἰς μέσον τῷ λόγῳ προτίθησι, τὸν ἀριθμὸν ἀφεὶς, οὐκ εἰσὶ ταῦτά, φησι, διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντικειμένου.
64Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571D
Οὔτε μὴν τὴν οἰανοῦν κυρίωσιν ἢ ἐκβολὴν τοῦ κατὰ τὸ ἀνθρώπινον φυσικοῦ τοῦ σωτῆρος θελήματος, ἀλλὰ τοῦ καθ' ἡμᾶς καὶ διαβεβλημένου τελείαν ἀποσκευὴν καὶ ἀναίρεσιν, καθ' ὃ καὶ ὁ πρὸς ἄλληλα τῶν ὁμογενῶν σῦνίσταται πόλεμος.
65Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605C
Τότε λέγει πρὸς αὐτὸν ὁ Τρώϊλος· Παίζεις, ἀββᾶ, οὐκ οἴδας ποῦ εἶ; Ὁ δὲ, οὐ παίζω, ἀλλὰ πενθὼ τὴν ζωήν μου συντηρηθεῖσαν μέχρι τοῦ νῦν, ἴνα τοιούτων λάβω πεῖραν φαντασμάτων.
66Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607C
Καὶ εἶπας, οὐκ ἀναίρεσιν τῶν ἱερῶν Τύπος ποιεῖται φωνῶν, ἀλλὰ σιωπὴν, ἵνα τὴν εἰρήνην οἰκονομήσωμεν.
67Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609B
Καὶ οὐδεὶς τῶν βασιλέων ἠδυνήθη μέσαις φωναῖς πεῖσαι τοὺς θεοφόρους πατέρας σῦμβιβασθῆναι θοῦς ἐπὶ αὐτῶν αἱρετίζουσι, ἀλλὰ ταῖς τραναῖς καὶ κυρίας, καὶ καταλλήλοις τῷ ζητουμένῳ δόγματι ἐκέχρηντο, λέγοντες προφανῶς· Ὅτι ἱερέων ἐστὶν τὸ ζητεῖν, καὶ ὁρίζεσθαι περὶ τῶν σῶτηρίων δογμάτων τῆς καθολικῆς Ἐκκλησίας.
68Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ ἀφηγήσατο αὐτοῖς πάντα καθεξῆς, ὅσα ἡ μνήμη ἀνέσωσε, καὶ τοῦτο εἶπεν· Ὅτι ἐγὼ δόγμα ἴδιον οὐκ ἔχω, ἀλλὰ τὸ κοινὸν τῆς Ἐκκλησίας τῆς καθολικῆς.
69Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611D
βληθηὶς εἰς τὸν λάκκον τῶν λεόντων, οὐ κατέκρινετέ τινα τῶν μὴ προσευξαμένων τῷ Θεῶ κατὰ τὸ θέπισμα Δαρείου, ἀλλὰ τὸ ἴδιον ἐσκόπησε.
70Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615D
Καὶ ἰδοὺ ὁ ῥύπος ἐκ τῶν ὑπευθύνων εἰς τὸν ἀθῶον καὶ καθαρὸν πάσης αἱρέσεως ἐξετινάχθη Ἀλλά συμβουλεύσατε ποιῆσαι, ὅ ἐποίησεν ὁ εὐσεβὴς τῇ μνήῃ γενομένος αὐτοῦ πάππος.
71Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615D
Ὅτι Ἔκθεσις οὐκ ἔστιν ἐμή, οὕτε γὰρ ἐγὼ ὑπηγόρευσα, ἢ ἐκέλευσα γενέσθαι· ἀλλὰ Σέργιος αὐτὴν ὁ πατριάρχης συντάξας πρὸ πέντε ἐτῶν τοῦ ἀνελθεῖν με ἀπὸ τῆς ἀνατολῆς, ἐδεήθη μου κατ' αὐτὴν γενομένου τὴν πανευδαίμονα πόλιν, ὀνόματί μου προτεθῆναι αὐτὴν μεθ' ὑπογραφῆς· καὶ κατεδεξάμην τὴν ἐκείνου παράκλησιν.
72Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Μετὰ δὲ πάσης παῤῥησίας εἶπεν ὁ μαθητὴς ἀφόβως πρὸς τὴν σύγκλητον· Κωνσταντῖνον εἰσάγετε ἐν σεκρέτῳ παλατίου; Οὗτος οὐκ ἔστιν οὔτε πρεσβύτερος, οὔτε μοναχὸς, ἀλλὰ τριβοῦνος θυμέλης· ἐγνωρίσθη Ἀφροῖς καὶ Ῥωμαίοις, ποῖα γύναικα βόσκων ἦλθεν ἐκεῖσε.
73Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἃ ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσι, ποτὲ δὲ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῇρε αὐτὰς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλη, καὶ εὔρῃ χῶραν μὴ γνωρίζουσαν αὐτὸν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς.
74Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617C
Εἶτα μετὰ ταῦτα, ἐρωτηθεὶς εἰ τὸν τύπον ἀνεθεμάτισεν; Ἀφόβως εἶπεν· Οὐ μόνον ἀνεθεμάτισα, ἀλλὰ καὶ λίβελλον ἐποίησα.
75Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617C
Καὶ πολλὰ ἄλλα ἐρωτηθεὶς, καὶ ἀποκριθεὶς καθὼς ὁ Θεὸς ἐχωρήγησεν αὐτῷ, ἐξάγεται τοῦ σεκρέτου.
76Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617D
Ἀπεκρίθη ὁ τοῦ Θεοῦ δοῦλος· Ἐγὼ βασιλέα οὐκ ἀνεθεμάτισα, ἀλλὰ χάρτην ἀλλότριον τῆς ὁρθοδόξου καὶ ἐκκλησιαστικῆς πίστεως.
77Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621C
Τὰς δύο διὰ τὴν ἕνωσιν μίαν φατὲ γεγονέναι, ἢ παρὰ ταύτας, εἶπον, ἑτέραν; Οὔ, φασιν, ἀλλὰ τὰς δύο μίαν διὰ τὴν ἕνωσιν.
78Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631A
Ἄλλως τε δὲ, καὶ τὴν σάρκα ποιεῖτε τῷ θελήματι συνδημιουργὸν πάντων τῶν αἰώνων, καὶ τῶν ἐν αὐτοῖς Πατρὶ τε καὶ Υἱῷ καὶ Πνεύματι· Τῇ δὲ φύσει κτιστὴν, ἢ τὸ ἀληθέστερον εἰπεῖν, ἄναρχον τῇ θελήσει, ἐπείπερ ἡ θεία θέλησις ἄναρχός ἐστιν, ὡς ἀνάρχου θεότητος, τῇ δὲ φύσει πρόσφατον· ὅπερ πᾶσαν οὐκ ἄνοιαν ὑπερβαίνει μόνον, ἀλλὰ καὶ ἀσέβειαν.
79Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631A
Οὐ γὰρ λέγετε ἁπλῶς μόνον ἒν θέλημα, ἀλλὰ καὶ τοῦτο θεϊκὸν, θείας δὲ θελήσεως οὐδεὶς δύναται ἀρχὴν ἐπινοῆσαι χρονικὴν, ἢ τέλος, ἐπειδὲ μηδὲ τῆς θείας φύσεως, ἧς ἐστιν οὐσιώδης ἡ θέλησις.
80Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635C
Ἀλλὰ καθὼς οἶδεν ὁ δεσπότης μου, καὶ ἄλλους διδασκει, δεύτερον γίνεσθαι σύνοδον κατὰ πᾶσαν ἐπαρχίαν τοῦ ἔτους ὁ κανὼν διηγόρευσε, κελεύσεως βασιλικῆς μηδεμίαν μνήμην πεποιημένος, ἐπ' ἀσφαλείᾳ τῆς σωτηριώδους ἡμῶν πίστεως, καὶ διορθώσει πάντων τῷ θείῳ τῆς ἐκκλησίας νόμῳ [μὴ συναινούντων] κεφαλαίων. ΘΕΟΔ.
81Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639C
Οὐ δεῖ οὖν καινοτομεῖν φωνὰς μὴ ἐχούσας ἰσχὺν ἢ γραφικὴν ἢ πατρικὴν ἢ φυσικὴν, ἀλλὰ ξένην, καὶ διαστροφαῖς ἀνθρώπων ἐξηυρημένην.
82Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Ἀλλὰ δὸς ἡμῖν βουλὴν διὰ τὸν Κύριον, ἐάν ἐστι τοῦτο δυνατὸν γενέσθαι.
83Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643A
Τοῦτο πάντως γίνεται, ἀλλὰ δός μοι λόγον, ὅτι ἐὰν ἐμὲ πέμπωσιν, ἔρχῃ μετ' ἐμοῦ.
84Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643B
ὁ ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ἰδοὺ, πάντα διαλέλυται τὰ σκάνδαλα, καὶ γέγονεν εἰρήνη διὰ τοῦ Θεοῦ, καὶ γενήσεται· Ἀλλὰ διὰ τὸν Κύριον, μὴ κρύψῃς με· οὐ λέγεις καθ' οἱονδήποτε τρόπον μίαν θέλησιν, καὶ μίαν ἐνεργείαν ἐπὶ Χριστοῦ; ΜΑΞ.
85Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647C
Καὶ ἀσπασάμενοι ἀλλήλους ἐπὶ τούτοις, ἀπῆλθον μετ' εἰρήνης, δεδωκότος τοῦ ἐπισκόπου τῷ ἀββᾷ Μαξίμῳ πεμφθὲν αὐτῷ ποσὸν μικρὸν, καὶ στιχάριν καὶ καμάσιν· καὶ τὸ μὲν στιχάριν εὐθέως κατ' αὐτὴν τὴν ὥραν Βιζύης ὁ ἐπίσκοπος· ἐν τῷ Ῥηγίῳ δὲ οὐ τὸ δοθὲν αὐτῷ ποσὸν μόνον, ἀλλὰ καὶ ἀλλο εἴ τι δήποτε ἐξ εὐποιΐας εἶχε, μετὰ τῶν λοιπῶν οἰκτρῶν αὐτοῦ πραγμάτων καὶ ἐσθημάτων, ἀφείλαντο.
86Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649C
Καὶ ἀνακηρύττομέν σε πατέρα ἡμῶν, καὶ γίνεται χαρὰ οὐ μόνον τῇ φιλοχρίστω καὶ βασιλίδι ἡμῶν πόλει, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένη.
87Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651A
Τί γὰρ ἀπολογήσομαι, οὐ λέγω· τῷ Θεῷ, ἀλλὰ τῷ εμῷ συνειδότι, ὅτι διὰ δόξαν ἀνθρώπων, τῷ κατ' αὐτὴν λόγῳ μηδεμίαν ἔχουσαν ὕπαρξιν, τὴν σώζουσαν τοὺς στέργοντας αὐτὴν πίστιν ἐξωμοσάμην; Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ἀναστάντες, θυμοῦ στρατηγήσαντος πᾶσιν αὐτοῖς, τελμοῖς καὶ ὠθισμοῖς καὶ σφαιρισμοῖς παρέλυσαν αὐτὸν, ἀπὸ κεφαλῆς ἕως ὀνύχων κατακλύσαντες αὐτὸν πτύσμασιν· Ὧνπερ, μέχρις ἄν ἐπλύθησαν ἅπερ ἐβίβλητο ἱμάτια, διεπνέετο ὁ βρόμος.
88Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651B
Εἰπὲ, κακέσχατε φαγοπόλιε, ὡς αἱρετικοὺς ἔχων ἡμᾶς, καὶ τὴν πόλιν ἡμῶν, καὶ τὸν βασιλέα, τούτους εἶπας τοὺς λόγους; Ὀντως πλεῖόν σου χριστίανοί ἐσμεν καὶ ὀρθόδοξοι· καὶ τὸν κύριον ἡμῶν καὶ Θεὸν ὁμολογοῦμεν ἔχειν καὶ θεϊκὴν θέλησιν καὶ ἀνθρωπίνην θέλησιν, καὶ νοερὰν ψυχήν· καὶ ὅτι πᾶσα νοερὰ φύσις, πάντως ἔχει τὸ θέλειν ἐκ φύσεως, καὶ τὸ ἐνεργεῖν, ἐπειδὴ ζωῆς ἴδιον ἡ κίνησις, καὶ νοῦ ἴδιον ἡ θέλησις· καὶ θελητικὸν αὐτὸν οἴδαμεν, οὐ θεότητι μόνον, ἀλλὰ καὶ ἀνθρωπότητι.
89Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651B
Ἀλλὰ καὶ τὰς δύο θελήσεις αὐτοῦ καὶ ἐνεργείας οὐκ ἀρνούμεθα.
90Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651C
Καὶ ἐν τῷ παλατίῳ εἶπόν σοι, ὅτι οὐκ ἀνεῖλεν, ἀλλὰ κατασιγασθῆναι ἐκέλευσεν, ἵνα εἰρηνεὺωμεν πάντες.
91Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655D
Καὶ τοῦτο δὲ ἰστέον, ὅτι εν τῷ Ῥηγίῳ ἀποτεινόμενος Τρώϊλος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ὡς ὁ κονσιλάριος Ἰωάννης ἔγραψεν αὐτῷ περὶ συμβάσεως προταθείσης αὐτοῖς, καὶ τοῦτο γενέσθαι τέως, ἡ τῶν σῶν μαθητῶν ἀταξία διεκώλυσε, οἶμαι δὲ, ὅτι οὐκ ἔγραψεν ὁ εἰρημένος κονσιλάριος Ἰωάννης πρὸς τὸν Τρώϊλον, ἀλλὰ πρὸς Μεννᾶν τὸν μοναχὸν, κᾀκεῖνος εἶπε τοῖς τοῦ παλατίου.
92Anonymi, Frg. Bobiense de uerbo = ad Seuerianum, p. 44, l. 25 (opus c.520)
similiter et Graeci, ἐπιτέτευγμαι ἐπιτέτευξαι ἐπιτέτευκται ἄρχων τῇ πόλει, καὶ πληθυντικῶς ἐπιτετεύγμεθα ἐπιτέτευχθε ἐπιτετευγμένοι εἰσὶν ἄρχοντες τῇ πόλει κατὰ τὴν ἐντελῆ λέγεται κλίσιν· συνέβη δὲ συμπαρεῖναι τῇ θεᾷ, ἐπιστῆναι δειπνοῦσιν, ἢ πάλιν συνέβη ταραχὴν γεγενῆσθαι, πόλεμον ἐγηγέρθαι, οὐδεμία προσώπων ἢ ἀριθμῶν ἔμφασις ὡρισμένων· οὐ γὰρ εἰς τρίτον πρόσωπον, ἅπερ ἄν τινι τῇ πρώτῃ ἀπαντήσειεν ἀκοῇ, ἀναφέρεται, ὡς ἔβη πῇ ἔβη Ἀνδρομάχη, ἀλλὰ τὸ μόνον ἀποβεβηκέναι τὸ πρᾶγμα δείκνυται.
93Anonymus, Scholia in orationes Ciceronis Gronouiana codicis Voss. lat. Q 138, p11; 163
Hoc etiam Demosthenes κατὰ Ἀριστογείτονος in consilio habeas ita dixit : καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν; ἀλλὰ τοὺς ἐφ’υμῶν ἀναλογίσασθε et reliqua.
94Apuleius, De mundo, 33; 4 (auctor c.125–c.180)
Haec enim nec Olympo, qui est celsitudinis summae, contingere poeta his uerbis cecinit: Οὔλυμπόνδ’ ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ Ἔμμεναι· οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ Δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ’ αἴθρη Πέπταται ἀννέφελος, λευκὴ δ’ ἐπιδέδρομεν αἴγλη.
95Aristoteles, Physica, 1, 2; 5
ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων (οἷον τὴν Ἡρακλείτειον, ἢ εἴ τις φαίη ἄνθρωπον ἕνα τὸ ὂν εἶναι), ἢ λύειν λόγον ἐριστικόν, ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· καὶ γὰρ ψευδῆ λαμ βάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν· μᾶλλον δ' ὁ Μελίσσου φορ τικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλ' ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει· τοῦτο δὲ οὐδὲν χαλεπόν.
96Aristoteles, Physica, 1, 2; 19
) ἀλλὰ μὴν εἰ ὡς ἀδιαίρετον, οὐθὲν ἔσται ποσὸν οὐδὲ ποιόν, οὐδὲ δὴ ἄπειρον τὸ ὄν, ὥσπερ Μέλισσός φησιν, οὐδὲ πεπερασμένον, ὥσπερ Παρμενίδης· τὸ γὰρ πέρας ἀδιαίρε τον, οὐ τὸ πεπερασμένον.
97Aristoteles, Physica, 1, 2; 20
ἀλλὰ μὴν εἰ τῷ λόγῳ ἓν τὰ ὄντα πάντα ὡς λώπιον καὶ ἱμάτιον, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ εἶναι, καὶ ἀγαθῷ καὶ μὴ ἀγαθῷ εἶναι – ὥστε ταὐτὸν ἔσται ἀγα θὸν καὶ οὐκ ἀγαθόν, καὶ ἄνθρωπος καὶ ἵππος, καὶ οὐ περὶ τοῦ ἓν εἶναι τὰ ὄντα ὁ λόγος ἔσται ἀλλὰ περὶ τοῦ μηδέν – καὶ τὸ τοιῳδὶ εἶναι καὶ τοσῳδὶ ταὐτόν.
98Aristoteles, Physica, 1, 2; 22
διὸ οἱ μὲν τὸ ἐστὶν ἀφεῖ λον, ὥσπερ Λυκόφρων, οἱ δὲ τὴν λέξιν μετερρύθμιζον, ὅτι ὁ ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται, οὐδὲ βαδί ζων ἐστὶν ἀλλὰ βαδίζει, ἵνα μή ποτε τὸ ἐστὶ προσάπτοντες πολλὰ εἶναι ποιῶσι τὸ ἕν, ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος.
99Aristoteles, Physica, 1, 3; 4
εἶτα καὶ τοῦτο ἄτοπον, τὸ παντὸς εἶναι ἀρχήν – τοῦ πράγματος καὶ μὴ τοῦ χρόνου, καὶ γενέσεως μὴ τῆς ἁπλῆς ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γιγνο μένης μεταβολῆς.
100Aristoteles, Physica, 1, 3; 6
ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι, πλὴν τῷ ἐξ οὗ (οὕτως δὲ ἓν καὶ τῶν φυσικῶν τινες λέγουσιν, ἐκείνως δ' οὔ)· ἄνθρωπος γὰρ ἵππου ἕτερον τῷ εἴδει καὶ τἀναντία ἀλ λήλων.
101Aristoteles, Physica, 1, 3; 9
καὶ οὐκ ἔσται παρὰ τὸ λευκὸν οὐθὲν χωριστόν· οὐ γὰρ ᾗ χωριστὸν ἀλλὰ τῷ εἶναι ἕτερον τὸ λευκὸν καὶ ᾧ ὑπάρχει.
102Aristoteles, Physica, 1, 3; 10
ἀλλὰ τοῦτο Παρμενίδης οὔπω συνεώρα.
103Aristoteles, Physica, 1, 3; 11
ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ' οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.
104Aristoteles, Physica, 1, 3; 16
εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμ βέβηκεν ἀλλὰ ἐκείνῳ, τί μᾶλλον τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν;
105Aristoteles, Physica, 1, 3; 28
ἀλλὰ τὸ ὅπερ ὂν ἔστω μηδενὶ συμβεβηκός, καὶ καθ' οὗ ἄμφω [καὶ ἑκατέ ρον], καὶ τὸ ἐκ τούτων λεγέσθω· ἐξ ἀδιαιρέτων ἄρα τὸ πᾶν;
106Aristoteles, Physica, 1, 3; 30
φανερὸν δὲ καὶ ὅτι οὐκ ἀληθὲς ὡς, εἰ ἓν σημαίνει τὸ ὂν καὶ μὴ οἷόν τε ἅμα τὴν ἀντίφασιν, οὐκ ἔσται οὐθὲν μὴ ὄν· οὐθὲν γὰρ κωλύει, μὴ ἁπλῶς εἶναι, ἀλλὰ μὴ ὄν τι εἶναι τὸ μὴ ὄν.
107Aristoteles, Physica, 1, 5; 5
ἀλλὰ δεῖ τοῦτο καὶ ἐπὶ τοῦ λόγου σκέψασθαι πῶς συμβαίνει.
108Aristoteles, Physica, 1, 5; 7
ἀλλὰ λευκὸν μὲν γίγνεται ἐξ οὐ λευκοῦ, καὶ τούτου οὐκ ἐκ παντὸς ἀλλ' ἐκ μέλανος ἢ τῶν μεταξύ, καὶ μουσικὸν οὐκ ἐκ μου σικοῦ, πλὴν οὐκ ἐκ παντὸς ἀλλ' ἐξ ἀμούσου ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
109Aristoteles, Physica, 1, 5; 9
ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων, ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον· ἀλλὰ διὰ τὸ μὴ τὰς ἀντικειμένας διαθέσεις ὠνομάσθαι λανθάνει τοῦτο συμβαῖνον.
110Aristoteles, Physica, 1, 5; 10
ἀνάγκη γὰρ πᾶν τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου γίγνεσθαι καὶ τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου, καὶ φθείρεσθαι τὸ ἡρμοσμέ νον εἰς ἀναρμοστίαν, καὶ ταύτην οὐ τὴν τυχοῦσαν ἀλλὰ τὴν ἀντικειμένην.
111Aristoteles, Physica, 1, 5; 12
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆ σθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
112Aristoteles, Physica, 1, 6; 3
ἔτι δὲ ἔστιν ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ γίγνεται ἕτερα ἐξ ἀλλήλων, οἷον γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν, τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν.
113Aristoteles, Physica, 1, 6; 14
ἀλλὰ πάντες γε τὸ ἓν τοῦτο τοῖς ἐναντίοις σχηματίζουσιν, πυκνότητι καὶ μανότητι καὶ τῷ μᾶλλον καὶ ἧττον.
114Aristoteles, Physica, 1, 7; 5
τούτων δὲ τὸ μὲν οὐ μόνον λέγεται τόδε γίγνεσθαι ἀλλὰ καὶ ἐκ τοῦδε, οἷον ἐκ μὴ μουσικοῦ μουσικός, τὸ δ' οὐ λέγεται ἐπὶ πάντων· οὐ γὰρ ἐξ ἀνθρώπου ἐγένετο μουσικός, ἀλλ' ἅνθρωπος ἐγένετο μουσικός.
115Aristoteles, Physica, 1, 7; 9
τὸ δ' ἔκ τινος γίγνεσθαί τι, καὶ μὴ τό δε γίγνεσθαί τι, μᾶλλον μὲν λέγεται ἐπὶ τῶν μὴ ὑπομενόν των, οἷον ἐξ ἀμούσου μουσικὸν γίγνεσθαι, ἐξ ἀνθρώπου δὲ οὔ· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῶν ὑπομενόντων ἐνίοτε λέγεται ὡσαύ τως· ἐκ γὰρ χαλκοῦ ἀνδριάντα γίγνεσθαί φαμεν, οὐ τὸν χαλκὸν ἀνδριάντα.
116Aristoteles, Physica, 1, 7; 12
πολλαχῶς δὲ λεγομένου τοῦ γίγνεσθαι, καὶ τῶν μὲν οὐ γίγνεσθαι ἀλλὰ τόδε τι γίγνεσθαι, ἁπλῶς δὲ γίγνεσθαι τῶν οὐσιῶν μόνον, κατὰ μὲν τἆλλα φανερὸν ὅτι ἀνάγκη ὑποκεῖσθαί τι τὸ γιγνόμενον (καὶ γὰρ ποσὸν καὶ ποιὸν καὶ πρὸς ἕτερον [καὶ ποτὲ] καὶ ποὺ γίγνεται ὑποκειμένου τινὸς διὰ τὸ μόνην τὴν οὐσίαν μηθενὸς κατ' ἄλλου λέγεσθαι ὑποκειμένου, τὰ δ' ἄλλα πάντα κατὰ τῆς οὐσίας)· ὅτι δὲ καὶ αἱ οὐσίαι καὶ ὅσα [ἄλλα] ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίγνεται, ἐπισκοποῦντι γένοιτο ἂν φανερόν.
117Aristoteles, Physica, 1, 7; 22
ὥστε οὔτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτ' αὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς, ἀλλὰ τρεῖς· ἕτερον γὰρ τὸ ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι, καὶ τὸ ἀσχηματίστῳ καὶ χαλκῷ.
118Aristoteles, Physica, 1, 8; 3
καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμβαῖνον αὔξοντες οὐδ' εἶναι πολλά φασιν ἀλλὰ μόνον αὐτὸ τὸ ὄν.
119Aristoteles, Physica, 1, 8; 8
γίγνοιτο μὲν γὰρ ἂν οὐ μόνον ἐκ τι νὸς ζῴου ὁ κύων, ἀλλὰ καὶ ἐκ ζῴου, ἀλλ' οὐχ ᾗ ζῷον· ὑπ άρχει γὰρ ἤδη τοῦτο· εἰ δέ τι μέλλει γίγνεσθαι ζῷον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἔσται, καὶ εἴ τι ὄν, οὐκ ἐξ ὄντος· οὐδ' ἐκ μὴ ὄντος· τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν τί σημαίνει, ὅτι ᾗ μὴ ὄν.
120Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
121Aristoteles, Physica, 2, 1; 2
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μετα βολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γέ νοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέ βηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρί ζεταί ποτ' ἀπ' ἀλλήλων).
122Aristoteles, Physica, 2, 1; 3
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκα στον τῶν ποιουμένων· οὐδὲν γὰρ αὐτῶν ἔχει τὴν ἀρχὴν ἐν ἑαυ τῷ τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δ' ἐν αὑτοῖς μὲν ἀλλ' οὐ καθ' αὑτά, ὅσα κατὰ συμβεβηκὸς αἴ τια γένοιτ' ἂν αὑτοῖς.
123Aristoteles, Physica, 2, 1; 11
σημεῖον δέ φησιν Ἀντιφῶν ὅτι, εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ' οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς.
124Aristoteles, Physica, 2, 1; 14
ὃ γάρ τις αὐτῶν ὑπέλαβε τοιοῦτον, εἴτε ἓν εἴτε πλείω, τοῦτο καὶ τοσαῦτά φησιν εἶναι τὴν ἅπασαν οὐσίαν, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ δια θέσεις, καὶ τούτων μὲν ὁτιοῦν ἀΐδιον (οὐ γὰρ εἶναι μετα βολὴν αὐτοῖς ἐξ αὑτῶν), τὰ δ' ἄλλα γίγνεσθαι καὶ φθεί ρεσθαι ἀπειράκις.
125Aristoteles, Physica, 2, 1; 20
ἔτι γίγνεται ἄνθρωπος ἐξ ἀνθρώπου, ἀλλ' οὐ κλίνη ἐκ κλίνης· διὸ καί φασιν οὐ τὸ σχῆμα εἶναι τὴν φύσιν ἀλλὰ τὸ ξύλον, ὅτι γένοιτ' ἄν, εἰ βλαστάνοι, οὐ κλίνη ἀλλὰ ξύλον.
126Aristoteles, Physica, 2, 1; 23
οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις λέγεται οὐκ εἰς ἰατρικὴν ὁδὸς ἀλλ' εἰς ὑγίειαν· ἀνάγκη μὲν γὰρ ἀπὸ ἰατρικῆς οὐκ εἰς ἰατρικὴν εἶναι τὴν ἰά τρευσιν, οὐχ οὕτω δ' ἡ φύσις ἔχει πρὸς τὴν φύσιν, ἀλλὰ τὸ φυόμενον ἐκ τινὸς εἰς τὶ ἔρχεται ᾗ φύεται.
127Aristoteles, Physica, 2, 2; 5
τὸ μὲν γὰρ περιττὸν ἔσται καὶ τὸ ἄρτιον καὶ τὸ εὐθὺ καὶ τὸ καμπύλον, ἔτι δὲ ἀριθμὸς καὶ γραμμὴ καὶ σχῆμα, ἄνευ κινήσεως, σὰρξ δὲ καὶ ὀστοῦν καὶ ἄνθρωπος οὐκέτι, ἀλλὰ ταῦτα ὥσπερ ῥὶς σιμὴ ἀλλ' οὐχ ὡς τὸ καμπύλον λέγεται.
128Aristoteles, Physica, 2, 2; 14
ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνε κα (ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τέλος, τοῦτο ἔσχατον καὶ τὸ οὗ ἕνεκα· διὸ καὶ ὁ ποιητὴς γελοίως προήχθη εἰπεῖν “ἔχει τελευτήν, ἧσπερ οὕνεκ' ἐγέ νετο”· βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον)· ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργόν, καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάν των ὑπαρχόντων (ἐσμὲν γάρ πως καὶ ἡμεῖς τέλος· διχῶς γὰρ τὸ οὗ ἕνεκα· εἴρηται δ' ἐν τοῖς περὶ φιλοσοφίας).
129Aristoteles, Physica, 2, 3; 8
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι, οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιικὴ καὶ ὁ χαλκός, οὐ καθ' ἕτερόν τι ἀλλ' ᾗ ἀνδριάς, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν ἡ κίνησις.
130Aristoteles, Physica, 2, 3; 9
ἔστιν δέ τινα καὶ ἀλλήλων αἴτια, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δ' ὡς ἀρχὴ κινήσεως.
131Aristoteles, Physica, 2, 3; 17
ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον καὶ ἐγγύτερον, οἷον εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴ τιος λέγοιτο τοῦ ἀνδριάντος.
132Aristoteles, Physica, 2, 3; 20
ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται, οἷον οὐ Πολύκλειτος οὐδὲ ἀνδριαντοποιός, ἀλλὰ Πολύκλειτος ἀνδριαντοποιός.
133Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
134Aristoteles, Physica, 2, 4; 3
ἀλλὰ καὶ τοῦτο θαυμαστόν· πολλὰ γὰρ καὶ γίγνεται καὶ ἔστιν ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου, ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γιγνομένων, καθάπερ ὁ παλαιὸς λόγος εἶπεν ὁ ἀναιρῶν τὴν τύχην, ὅμως τούτων τὰ μὲν εἶναί φασι πάντες ἀπὸ τύχης τὰ δ' οὐκ ἀπὸ τύχης· διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐ τοῖς μνείαν.
135Aristoteles, Physica, 2, 4; 4
ἀλλὰ μὴν οὐδ' ἐκείνων γέ τι ᾤοντο εἶναι τὴν τύχην, οἷον φιλίαν ἢ νεῖκος ἢ νοῦν ἢ πῦρ ἢ ἄλλο γέ τι τῶν τοιούτων.
136Aristoteles, Physica, 2, 5; 6
καθάπερ οὖν ἐλέχθη, ὅταν ἐν τοῖς ἕνεκά του γιγνομένοις τοῦτο γένηται, τότε λέγεται ἀπὸ ταὐ τομάτου καὶ ἀπὸ τύχης (αὐτῶν δὲ πρὸς ἄλληλα τὴν διαφο ρὰν τούτων ὕστερον διοριστέον· νῦν δὲ τοῦτο ἔστω φανερόν, ὅτι ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστιν)· οἷον ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀρ γύριον ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δ' οὐ τού του ἕνεκα, ἀλλὰ συνέβη αὐτῷ ἐλθεῖν, καὶ ποιῆσαι τοῦτο τοῦ κο μίσασθαι ἕνεκα· τοῦτο δὲ οὔθ' ὡς ἐπὶ τὸ πολὺ φοιτῶν εἰς τὸ χωρίον οὔτ' ἐξ ἀνάγκης· ἔστι δὲ τὸ τέλος, ἡ κομιδή, οὐ τῶν ἐν αὐτῷ αἰτίων, ἀλλὰ τῶν προαιρετῶν καὶ ἀπὸ διανοίας· καὶ λέγεταί γε τότε ἀπὸ τύχης ἐλθεῖν, εἰ δὲ προελόμενος καὶ τούτου ἕνεκα ἢ ἀεὶ φοιτῶν ἢ ὡς ἐπὶ τὸ πολύ [κομιζόμε νος], οὐκ ἀπὸ τύχης.
137Aristoteles, Physica, 2, 5; 15
ὅμως δ' ἐπ' ἐνίων ἀπορήσειεν ἄν τις, ἆρ' οὖν τὰ τυχόντα αἴτι' ἂν γένοιτο τῆς τύχης· οἷον ὑγιείας ἢ πνεῦμα ἢ εἵλησις, ἀλλ' οὐ τὸ ἀποκε κάρθαι· ἔστιν γὰρ ἄλλα ἄλλων ἐγγύτερα τῶν κατὰ συμ βεβηκὸς αἰτίων.
138Aristoteles, Physica, 2, 6; 9
μάλιστα δ' ἐστὶ χωριζόμενον τοῦ ἀπὸ τύχης ἐν τοῖς φύσει γιγνομένοις· ὅταν γὰρ γένηταί τι παρὰ φύσιν, τότε οὐκ ἀπὸ τύχης ἀλλὰ μᾶλλον ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν.
139Aristoteles, Physica, 2, 6; 12
τῶν δὲ τρόπων τῆς αἰτίας ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκάτερον αὐτῶν· ἢ γὰρ τῶν φύσει τι ἢ τῶν ἀπὸ διανοίας αἰτίων ἀεί ἐστιν· ἀλλὰ τούτων τὸ πλῆθος ἀόριστον.
140Aristoteles, Physica, 2, 7; 8
τοιοῦτον δ' ἐστὶν εἴ τι κι νεῖ μὴ κινούμενον, ὥσπερ τό τε παντελῶς ἀκίνητον καὶ [τὸ] πάντων πρῶτον καὶ τὸ τί ἐστιν καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα· ὥστε ἐπεὶ ἡ φύσις ἕνεκά του, καὶ ταύτην εἰδέναι δεῖ, καὶ πάντως ἀποδοτέον τὸ διὰ τί, οἷον ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε (τὸ δὲ ἐκ τοῦδε ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ), καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι (ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα), καὶ ὅτι τοῦτ' ἦν τὸ τί ἦν εἶναι, καὶ διότι βέλ τιον οὕτως, οὐχ ἁπλῶς, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν.
141Aristoteles, Physica, 2, 8; 1
Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσι κοῖς· εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται· καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν· ἔχει δ' ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδ' ὅτι βέλτιον, ἀλλ' ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλ' ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν· τὸ δ' αὐξάνεσθαι τούτου γενομέ νου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν – ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
142Aristoteles, Physica, 2, 8; 7
ἀλλὰ μὴν φύσει γ' ἐστὶ τὰ τοιαῦτα πάντα, ὡς κἂν αὐτοὶ φαῖεν οἱ ταῦτα λέγοντες.
143Aristoteles, Physica, 2, 8; 12
οἷον εἰ οἰκία τῶν φύσει γιγνομένων ἦν, οὕτως ἂν ἐγίγνετο ὡς νῦν ὑπὸ τῆς τέχνης· εἰ δὲ τὰ φύσει μὴ μόνον φύσει ἀλλὰ καὶ τέχνῃ γίγνοιτο, ὡσαύτως ἂν γίγνοιτο ᾗ πέ φυκεν.
144Aristoteles, Physica, 2, 8; 17
ὥστ' εἰ φύσει τε ποιεῖ καὶ ἕνεκά του ἡ χελιδὼν τὴν νεοττιὰν καὶ ὁ ἀράχνης τὸ ἀράχνιον, καὶ τὰ φυτὰ τὰ φύλλα ἕνεκα τῶν καρπῶν καὶ τὰς ῥίζας οὐκ ἄνω ἀλλὰ κάτω τῆς τροφῆς, φανερὸν ὅτι ἔστιν ἡ αἰτία ἡ τοι αύτη ἐν τοῖς φύσει γιγνομένοις καὶ οὖσιν.
145Aristoteles, Physica, 2, 8; 22
ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα· καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν.
146Aristoteles, Physica, 2, 8; 24
ἄτοπον γάρ· ἀλλὰ μὴν ἔδει γε, εἴπερ καὶ ἐν τοῖς ζῴοις.
147Aristoteles, Physica, 2, 9; 10
ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ (ἐκεῖ δὲ τοῦ λογισμοῦ· πράξεις γὰρ οὐκ εἰσίν).
148Aristoteles, Physica, 3, 1; 17
δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κι νοῦν, οὐ μὴν ἀλλὰ περὶ τούτου μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει (ἔστι γάρ τι κινοῦν καὶ ἀκίνητον), ἡ δὲ τοῦ δυνάμει ὄντος , ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ οὐχ ᾗ αὐτὸ ἀλλ' ᾗ κινητόν, κίνησίς ἐστιν.
149Aristoteles, Physica, 3, 1; 21
ἀλλὰ μὴν ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων.
150Aristoteles, Physica, 3, 3; 6
ἀλλὰ μὴν εἰ τοῦτο, ἡ κίνησις ἐν τῷ κινοῦντι ἔσται (ὁ γὰρ αὐτὸς λόγος ἐπὶ κινοῦντος καὶ κινουμένου), ὥστ' ἢ πᾶν τὸ κινοῦν κινήσεται, ἢ ἔχον κίνησιν οὐ κινήσεται.
151Aristoteles, Physica, 3, 3; 9
ἢ οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον (ἔστι γὰρ ἡ δίδαξις ἐνέργεια τοῦ διδασκαλικοῦ, ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη, ἀλλὰ τοῦδε ἐν τῷδε), οὔτε μίαν δυοῖν κωλύει οὐθὲν τὴν αὐτὴν εἶναι (μὴ ὡς τῷ εἶναι τὸ αὐτό, ἀλλ' ὡς ὑπάρ χει τὸ δυνάμει ὂν πρὸς τὸ ἐνεργοῦν), οὔτ' ἀνάγκη τὸν διδά σκοντα μανθάνειν, οὐδ' εἰ τὸ ποιεῖν καὶ πάσχειν τὸ αὐτό ἐστιν, μὴ μέντοι ὥστε τὸν λόγον εἶναι ἕνα τὸν τί ἦν εἶναι λέγοντα, οἷον ὡς λώπιον καὶ ἱμάτιον, ἀλλ' ὡς ἡ ὁδὸς ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν εἰς Θήβας, ὥσπερ εἴρηται καὶ πρότερον;
152Aristoteles, Physica, 3, 3; 10
οὐ γὰρ ταὐτὰ πάντα ὑπάρχει τοῖς ὁπωσοῦν τοῖς αὐτοῖς, ἀλλὰ μόνον οἷς τὸ εἶναι τὸ αὐτό.
153Aristoteles, Physica, 3, 4; 5
τῶν δὲ πε περασμένα ποιούντων στοιχεῖα οὐθεὶς ἄπειρα ποιεῖ· ὅσοι δ' ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας καὶ Δη μόκριτος, ὁ μὲν ἐκ τῶν ὁμοιομερῶν, ὁ δ' ἐκ τῆς πανσπερ μίας τῶν σχημάτων, τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναι φασίν· καὶ ὁ μὲν ὁτιοῦν τῶν μορίων εἶναι μίγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γιγνόμενον· ἐντεῦθεν γὰρ ἔοικε καὶ ὁμοῦ ποτὲ πάντα χρήματα φάναι εἶναι, οἷον ἥδε ἡ σὰρξ καὶ τόδε τὸ ὁστοῦν, καὶ οὕτως ὁτιοῦν· καὶ πάντα ἄρα· καὶ ἅμα τοίνυν· ἀρχὴ γὰρ οὐ μόνον ἐν ἑκάστῳ ἔστι τῆς δια κρίσεως, ἀλλὰ καὶ πάντων.
154Aristoteles, Physica, 3, 6; 7
φανερὸν δὲ καὶ ὅτι οὐκ ἐνδέχεται εἶ ναι τὸ ἄπειρον ὡς ἐνεργείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν· ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ μεριστόν (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ' ὑποκειμένου), ὥστ' ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα διαιρετόν· πολλὰ δ' ἄπειρα εἶναι τὸ αὐτὸ ἀδύνα τον (ἀλλὰ μὴν ὥσπερ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε οὐσία ἐστὶ καὶ ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαί ρετον.
155Aristoteles, Physica, 3, 6; 13
λογικῶς μὲν οὖν σκοπουμένοις ἐκ τῶν τοι ῶνδε δόξειεν ἂν οὐκ εἶναι· εἰ γάρ ἐστι σώματος λόγος τὸ ἐπιπέδῳ ὡρισμένον, οὐκ ἂν εἴη σῶμα ἄπειρον, οὔτε νοητὸν οὔτε αἰσθητόν (ἀλλὰ μὴν οὐδ' ἀριθμὸς οὕτως ὡς κεχωρισμένος καὶ ἄπειρος· ἀριθμητὸν γὰρ ἀριθμὸς ἢ τὸ ἔχον ἀριθμόν· εἰ οὖν τὸ ἀριθμητὸν ἐνδέχεται ἀριθμῆσαι, καὶ διεξελθεῖν ἂν εἴη δυνατὸν τὸ ἄπειρον)· φυσικῶς δὲ μᾶλλον θεωροῦσιν ἐκ τῶνδε.
156Aristoteles, Physica, 3, 6; 16
ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἁπλοῦν εἶναι σῶμα ἄπειρον ἐνδέχεται, οὔτε ὡς λέγουσί τινες τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὗ ταῦτα γεννῶσιν, οὔθ' ἁπλῶς.
157Aristoteles, Physica, 3, 6; 36
εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ αὑτῷ στηριζόμενον καὶ ἐν αὑτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον.
158Aristoteles, Physica, 3, 6; 37
οὐ γὰρ ἱκανὸν τὸ οὕτως εἰπόντα ἀπηλλάχθαι· εἴη γὰρ ἂν καὶ ὅτι οὐκ ἔχει ἀλλαχῆ κινεῖσθαι οὐ κινούμενον, ἀλλὰ πεφυκέναι οὐδὲν κωλύει· ἐπεὶ καὶ ἡ γῆ οὐ φέρεται, οὐδ' εἰ ἄπειρος ἦν, εἰργμένη μέντοι ὑπὸ τοῦ μέ σου· ἀλλ' οὐχ ὅτι οὐκ ἔστιν ἄλλο οὗ ἐνεχθήσεται, μείνειεν ἄν [ἐπὶ τοῦ μέσου], ἀλλ' ὅτι πέφυκεν οὕτω.
159Aristoteles, Physica, 3, 6; 45
ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, τόπου δὲ εἴδη καὶ διαφοραὶ τἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν· καὶ ταῦτα οὐ μόνον πρὸς ἡμᾶς καὶ θέσει, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ ὅλῳ διώρισται.
160Aristoteles, Physica, 3, 6; 48
ἀλλὰ μὴν τό γε ποὺ ἐν τόπῳ, καὶ τὸ ἐν τόπῳ πού.
161Aristoteles, Physica, 3, 7; 25
ἔστι γὰρ τὸ ἄπειρον τῆς τοῦ μεγέθους τελειότητος ὕλη καὶ τὸ δυνάμει ὅλον, ἐντελεχείᾳ δ' οὔ, διαιρετὸν δ' ἐπί τε τὴν καθαίρεσιν καὶ τὴν ἀντεστραμμένην πρόσθεσιν, ὅλον δὲ καὶ πεπερασμένον οὐ καθ' αὑτὸ ἀλλὰ κατ' ἄλλο· καὶ οὐ περιέχει ἀλλὰ περιέχεται, ᾗ ἄπειρον.
162Aristoteles, Physica, 3, 8; 4
ἀλλ' οὐ χωριστὸς ὁ ἀριθμὸς οὗτος [τῆς διχοτομίας], οὐδὲ μένει ἡ ἀπειρία ἀλλὰ γίγνεται, ὥσπερ καὶ ὁ χρόνος καὶ ὁ ἀριθμὸς τοῦ χρόνου.
163Aristoteles, Physica, 3, 8; 8
τὸ δ' ἄπειρον οὐ ταὐτὸν ἐν μεγέθει καὶ κινήσει καὶ χρόνῳ, ὡς μία τις φύσις, ἀλλὰ τὸ ὕστερον λέγεται κατὰ τὸ πρότερον, οἷον κίνησις μὲν ὅτι τὸ μέγεθος ἐφ' οὗ κινεῖται ἢ ἀλλοιοῦται ἢ αὐξάνεται, ὁ χρόνος δὲ διὰ τὴν κίνησιν.
164Aristoteles, Physica, 3, 8; 10
οὐκ ἀφαιρεῖται δ' ὁ λόγος οὐδὲ τοὺς μαθηματικοὺς τὴν θεωρίαν, ἀναιρῶν οὕτως εἶναι ἄπειρον ὥστε ἐνεργείᾳ εἶναι ἐπὶ τὴν αὔξησιν ἀδιεξίτητον· οὐδὲ γὰρ νῦν δέονται τοῦ ἀπείρου (οὐ γὰρ χρῶνται), ἀλλὰ μόνον εἶναι ὅσην ἂν βούλωνται πεπερασμένην· τῷ δὲ μεγίστῳ μεγέθει τὸν αὐτὸν ἔστι τετμῆσθαι λόγον ὁπηλικονοῦν μέγεθος ἕτερον.
165Aristoteles, Physica, 3, 8; 13
φαίνονται δὲ πάντες καὶ οἱ ἄλ λοι ὡς ὕλῃ χρώμενοι τῷ ἀπείρῳ· διὸ καὶ ἄτοπον τὸ περι έχον ποιεῖν αὐτὸ ἀλλὰ μὴ περιεχόμενον.
166Aristoteles, Physica, 3, 9; 8
ἀλλὰ περὶ μὲν τοῦ ἀπείρου, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι καὶ τί ἐστιν, εἴρηται.
167Aristoteles, Physica, 4, 1; 9
ἔστι δὲ τὰ τοιαῦτα οὐ μόνον πρὸς ἡμᾶς, τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ἡμῖν μὲν γὰρ οὐκ ἀεὶ τὸ αὐτό, ἀλλὰ κατὰ τὴν θέσιν, ὅπως ἂν στραφῶμεν, γίγνεται (διὸ καὶ ταὐτὸ πολλάκις δεξιὸν καὶ ἀριστερὸν καὶ ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν), ἐν δὲ τῇ φύσει διώρισται χωρὶς ἕκαστον.
168Aristoteles, Physica, 4, 1; 10
οὐ γὰρ ὅ τι ἔτυχέν ἐστι τὸ ἄνω, ἀλλ' ὅπου φέρεται τὸ πῦρ καὶ τὸ κοῦφον· ὁμοίως δὲ καὶ τὸ κάτω οὐχ ὅ τι ἔτυχεν, ἀλλ' ὅπου τὰ ἔχοντα βάρος καὶ τὰ γεηρά, ὡς οὐ τῇ θέσει διαφέροντα μόνον ἀλλὰ καὶ τῇ δυνάμει.
169Aristoteles, Physica, 4, 1; 20
ἀλλὰ μὴν οὐδεμίαν διαφορὰν ἔχομεν στιγμῆς καὶ τόπου στιγ μῆς, ὥστ' εἰ μηδὲ ταύτης ἕτερόν ἐστιν ὁ τόπος, οὐδὲ τῶν ἄλ λων οὐδενός, οὐδ' ἐστί τι παρ' ἕκαστον τούτων ὁ τόπος.
170Aristoteles, Physica, 4, 1; 29
διὰ μὲν οὖν τούτων οὐ μόνον τί ἐστιν, ἀλλὰ καὶ εἰ ἔστιν, ἀπορεῖν ἀναγκαῖον.
171Aristoteles, Physica, 4, 2; 7
ἀλλὰ μὴν ὅτι γε ἀδύνα τον ὁποτερονοῦν τούτων εἶναι τὸν τόπον, οὐ χαλεπὸν ἰδεῖν.
172Aristoteles, Physica, 4, 2; 8
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθ' ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
173Aristoteles, Physica, 4, 4; 1
ἀπορήσειε δ' ἄν τις, ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται εἶναι, ἢ οὐδέν, ἀλλὰ πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ.
174Aristoteles, Physica, 4, 4; 11
ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἅμα γὰρ δύο ἐν ταὐτῷ ἔσται· αὐτός τε γὰρ ἐν αὑτῷ ὁ ἀμφορεὺς ἔσται, εἰ οὗ ἡ φύσις δεκτική, τοῦτ' ἐνδέχεται ἐν αὑτῷ εἶναι, καὶ ἔτι ἐκεῖνο οὗ δεκτικόν, οἷον, εἰ οἴνου, ὁ οἶνος.
175Aristoteles, Physica, 4, 6; 4
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
176Aristoteles, Physica, 4, 6; 5
καὶ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἀλλὰ μετ' ἐκείνου, διῃρημένον δὲ ἐν ἐκείνῳ· καὶ ἐάν τε κινῆται τὸ περιέχον ἐάν τε μή, οὐδὲν ἧττον.
177Aristoteles, Physica, 4, 6; 9
τούτων δ' ὅτι οὐκ ἐνδέχεται τὰ τρία εἶναι, φανερόν· ἀλλὰ διὰ μὲν τὸ περιέχειν δοκεῖ ἡ μορφὴ εἶναι· ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου.
178Aristoteles, Physica, 4, 6; 10
ἔστι μὲν οὖν ἄμφω πέ ρατα, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ πράγματος, ὁ δὲ τόπος τοῦ περιέχοντος σώματος.
179Aristoteles, Physica, 4, 6; 12
τὸ δ' οὐκ ἔστιν, ἀλλὰ τὸ τυχὸν ἐμπίπτει σῶμα τῶν μεθι σταμένων καὶ ἅπτεσθαι πεφυκότων.
180Aristoteles, Physica, 4, 6; 15
καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος, εἴ γε ἐν ἠρεμοῦντί τις σκοποίη καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ.
181Aristoteles, Physica, 4, 6; 21
συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· φαίνεται γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος, ἀλλὰ καὶ τὸ μεταξὺ ὡς κενὸν .
182Aristoteles, Physica, 4, 7; 9
ἔστι δ' ὁ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος [πέρας ἠρεμοῦν].
183Aristoteles, Physica, 4, 7; 14
οὐ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα.
184Aristoteles, Physica, 4, 7; 17
διοριστέον δὲ περὶ τούτων ὕστερον· ἀλλὰ διὰ τὸν καιρὸν ἀνάγκη μὲν εἰπεῖν, ἀσαφῶς δὲ νῦν ῥηθὲν τότ' ἔσται σαφέστερον.
185Aristoteles, Physica, 4, 7; 18
εἰ οὖν τὸ αὐτὸ [ἡ] ὕλη καὶ ἐντελέχεια (ὕδωρ γὰρ ἄμφω, ἀλλὰ τὸ μὲν δυνά μει τὸ δ' ἐντελεχείᾳ), ἔχοι ἂν ὡς μόριόν πως πρὸς ὅλον.
186Aristoteles, Physica, 4, 9; 11
τὸ γὰρ κενὸν οὐ σῶμα ἀλλὰ σώματος διάστημα βούλεται εἶναι· διὸ καὶ τὸ κενὸν δοκεῖ τι εἶναι, ὅτι καὶ ὁ τόπος, καὶ διὰ ταὐτά.
187Aristoteles, Physica, 4, 9; 15
ἀλλὰ δὴ οὐδὲ τὴν κατὰ τόπον κίνησιν· ἅμα γὰρ ἐνδέχεται ὑπεξιέναι ἀλλήλοις, οὐδενὸς ὄντος διαστήματος χωριστοῦ παρὰ τὰ σώ ματα τὰ κινούμενα.
188Aristoteles, Physica, 4, 9; 17
ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενὸν ἀλλὰ διὰ τὸ τὰ ἐνόντα ἐκ πυρηνίζειν (οἷον ὕδατος συνθλιβομένου τὸν ἐνόντα ἀέρα), καὶ αὐξάνεσθαι οὐ μόνον εἰσιόντος τινὸς ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γίγνοιτο ἀήρ.
189Aristoteles, Physica, 4, 10; 12
ἀλλὰ μὴν φύσει γε πῶς ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς κατὰ τὸ κενὸν καὶ τὸ ἄπει ρον;
190Aristoteles, Physica, 4, 10; 48
ὥσπερ γὰρ ἐὰν ἐν ὕδατι τιθῇ τις κύβον, ἐκστήσεται τοσοῦτον ὕδωρ ὅσος ὁ κύβος, οὕτω καὶ ἐν ἀέρι· ἀλλὰ τῇ αἰσθήσει ἄδηλον.
191Aristoteles, Physica, 4, 10; 49
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
192Aristoteles, Physica, 4, 10; 50
ἀλλὰ μὴν καὶ ὁ κύβος γε ἔχει τοσοῦτον μέγεθος, ὅσον κατέχει κενόν· ὃ εἰ καὶ θερμὸν ἢ ψυχρόν ἐστιν ἢ βαρὺ ἢ κοῦφον, οὐδὲν ἧττον ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί, καὶ εἰ μὴ χωριστόν· λέγω δὲ τὸν ὄγκον τοῦ ξυλίνου κύβου.
193Aristoteles, Physica, 4, 10; 55
ἔτι δὲ φανερὸν ὅτι τοῦτο ὁ κύβος ἕξει καὶ μεθιστάμενος, ὃ καὶ τὰ ἄλλα σώματα πάντ' ἔχει.
194Aristoteles, Physica, 4, 11; 3
εἰ μὲν οὖν τὸ μανὸν λέγουσι τὸ πολλὰ κενὰ κεχωρι σμένα ἔχον, φανερὸν ὡς εἰ μηδὲ κενὸν ἐνδέχεται εἶναι χω ριστὸν ὥσπερ μηδὲ τόπον ἔχοντα διάστημα αὑτοῦ, οὐδὲ μανὸν οὕτως· εἰ δὲ μὴ χωριστόν, ἀλλ' ὅμως ἐνεῖναί τι κενόν, ἧττον μὲν ἀδύνατον, συμβαίνει δὲ πρῶτον μὲν οὐ πάσης κινήσεως αἴτιον τὸ κενόν, ἀλλὰ τῆς ἄνω (τὸ γὰρ μανὸν κοῦφον, διὸ καὶ τὸ πῦρ μανὸν εἶναί φασιν), ἔπειτα κινήσεως αἴτιον οὐχ οὕτω τὸ κενὸν ὡς ἐν ᾧ, ἀλλ' ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐ τοὶ ἄνω φέρουσι τὸ συνεχές, οὕτω τὸ κενὸν ἄνω φέρει.
195Aristoteles, Physica, 4, 11; 9
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνε ται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσε ται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλ λων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνερ γείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δ' εἶναι ἕτε ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
196Aristoteles, Physica, 4, 12; 13
ἀλλὰ μὴν οὐδ' αἰεὶ τὸ αὐτὸ διαμένειν δυνατόν· οὐδενὸς γὰρ διαι ρετοῦ πεπερασμένου ἓν πέρας ἔστιν, οὔτε ἂν ἐφ' ἓν ᾖ συνεχὲς οὔτε ἂν ἐπὶ πλείω· τὸ δὲ νῦν πέρας ἐστίν, καὶ χρόνον ἔστι λαβεῖν πεπερασμένον.
197Aristoteles, Physica, 4, 13; 1
Ἀλλὰ μὴν οὐδ' ἄνευ γε μεταβολῆς· ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν ἢ λάθωμεν μεταβάλ λοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι· συνάπτουσι γὰρ τῷ πρότερον νῦν τὸ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν, ἐξαιροῦντες διὰ τὴν ἀναισθησίαν τὸ με ταξύ.
198Aristoteles, Physica, 4, 13; 2
ὥσπερ οὖν εἰ μὴ ἦν ἕτερον τὸ νῦν ἀλλὰ ταὐτὸ καὶ ἕν, οὐκ ἂν ἦν χρόνος, οὕτως καὶ ἐπεὶ λανθάνει ἕτερον ὄν, οὐ δοκεῖ εἶναι τὸ μεταξὺ χρόνος.
199Aristoteles, Physica, 4, 13; 6
ἀλλὰ μὴν καὶ ὅταν γε χρόνος δοκῇ γεγονέναι τις, ἅμα καὶ κίνησίς τις δοκεῖ γεγονέναι.
200Aristoteles, Physica, 4, 13; 12
ἀλλὰ μὴν καὶ ἐν χρόνῳ ἔστιν τὸ πρότερον καὶ ὕστερον διὰ τὸ ἀκολουθεῖν ἀεὶ θατέρῳ θάτερον αὐτῶν.
201Aristoteles, Physica, 4, 13; 14
ἀλλὰ μὴν καὶ τὸν χρόνον γε γνωρίζομεν ὅταν ὁρίσωμεν τὴν κίνησιν, τῷ πρότερον καὶ ὕστερον ὁρίζοντες· καὶ τότε φα μὲν γεγονέναι χρόνον, ὅταν τοῦ προτέρου καὶ ὑστέρου ἐν τῇ κινήσει αἴσθησιν λάβωμεν.
202Aristoteles, Physica, 4, 13; 32
καὶ γὰρ ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ, ὅτι ἕν (καὶ οὐχ ὅ ποτε ὄν – καὶ γὰρ ἂν διαλίποι – ἀλλὰ τῷ λόγῳ)· καὶ ὁρίζει δὲ τὴν πρότερον καὶ ὕστερον κίνησιν τοῦτο.
203Aristoteles, Physica, 4, 13; 36
†ᾗ μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν· ᾗ δ' ἀριθμεῖ, ἀριθμός †· τὰ μὲν γὰρ πέ ρατα ἐκείνου μόνον ἐστὶν οὗ ἐστιν πέρατα, ὁ δ' ἀριθμὸς ὁ τῶνδε τῶν ἵππων, ἡ δεκάς, καὶ ἄλλοθι.
204Aristoteles, Physica, 4, 14; 9
οὐ μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν, ἀλλὰ καὶ τῇ κι νήσει τὸν χρόνον διὰ τὸ ὁρίζεσθαι ὑπ' ἀλλήλων· ὁ μὲν γὰρ χρόνος ὁρίζει τὴν κίνησιν ἀριθμὸς ὢν αὐτῆς, ἡ δὲ κίνησις τὸν χρόνον.
205Aristoteles, Physica, 4, 14; 23
ἀλλὰ τοῦτο μὲν συμβέβηκεν, ἐκεῖνο δ' ἀνάγκη παρακολουθεῖν, καὶ τῷ ὄντι ἐν χρόνῳ εἶναί τινα χρόνον ὅτε κἀκεῖνο ἔστιν, καὶ τῷ ἐν κινήσει ὄντι εἶναι τότε κίνησιν.
206Aristoteles, Physica, 4, 14; 28
οὐ γὰρ πᾶν τὸ ἀκίνητον ἠρεμεῖ, ἀλλὰ τὸ ἐστερημένον κινήσεως πεφυκὸς δὲ κινεῖσθαι, καθάπερ εἴρη ται ἐν τοῖς πρότερον.
207Aristoteles, Physica, 4, 15; 2
ἀλλὰ τοῦτ' οὐχ ὥσπερ ἐπὶ τῆς στιγμῆς μενούσης φανερόν.
208Aristoteles, Physica, 4, 15; 14
ἐπεὶ δὲ τὸ νῦν τελευτὴ καὶ ἀρχὴ χρόνου, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τοῦ μὲν παρήκοντος τελευτή, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἔχοι ἂν ὥσπερ ὁ κύκλος ἐν τῷ αὐτῷ πως τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὕτως καὶ ὁ χρό νος ἀεὶ ἐν ἀρχῇ καὶ τελευτῇ.
209Aristoteles, Physica, 4, 15; 28
οὐ μὴν ἀλλ' οὐδὲ ταύ την ὁ χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίγνεσθαι καὶ ταύτην τὴν μεταβολήν.
210Aristoteles, Physica, 4, 16; 3
ἀλλὰ μὴν τό γε πρότερον ἐν χρόνῳ ἐστί· πρότερον γὰρ καὶ ὕστερον λέγομεν κατὰ τὴν πρὸς τὸ νῦν ἀπό στασιν, τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος καὶ τοῦ μέλλοντος· ὥστ' ἐπεὶ τὰ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἔσται· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις.
211Aristoteles, Physica, 5, 1; 1
Μεταβάλλει δὲ τὸ μεταβάλλον πᾶν τὸ μὲν κατὰ συμβεβηκός, οἷον ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν, ὅτι ᾧ συμβέβηκεν μουσικῷ εἶναι, τοῦτο βαδίζει· τὸ δὲ τῷ τού του τι μεταβάλλειν ἁπλῶς λέγεται μεταβάλλειν, οἷον ὅσα λέγεται κατὰ μέρη (ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφ θαλμὸς ἢ ὁ θώραξ, ταῦτα δὲ μέρη τοῦ ὅλου σώματος)· ἔστι δέ τι ὃ οὔτε κατὰ συμβεβηκὸς κινεῖται οὔτε τῷ ἄλλο τι τῶν αὐτοῦ, ἀλλὰ τῷ αὐτὸ κινεῖσθαι πρῶτον.
212Aristoteles, Physica, 5, 2; 8
δῆλον δὴ ὅτι ὅταν νοσήσῃ, μεταβεβληκὸς ἔσται εἰς ὁποιανοῦν (ἐνδέχεται γὰρ ἠρεμεῖν), καὶ ἔτι εἰς μὴ τὴν τυ χοῦσαν αἰεί, κἀκείνη ἔκ τινος εἴς τι ἕτερον ἔσται, ὥστε καὶ ἡ ἀντι κειμένη ἔσται ὑγίανσις· ἀλλὰ τῷ συμβεβηκέναι, οἷον ἐξ ἀναμνήσεως εἰς λήθην μεταβάλλει, ὅτι ᾧ ὑπάρχει, ἐκεῖνο μεταβάλλει ὁτὲ μὲν εἰς ἐπιστήμην ὁτὲ δ' εἰς ἄγνοιαν.
213Aristoteles, Physica, 5, 2; 10
ἀνάγκη δὴ καὶ τὴν προτέραν, εἰ ἡ ὑστέρα ἔσται, οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίγνετό ποτε, καὶ τὸ γιγνόμενον ἐγίγνετο, ὥστε οὔπω ἦν τὸ γιγνόμενον ἁπλῶς, ἀλλά τι γιγνόμε νον γιγνόμενον ἤδη, καὶ πάλιν τοῦτ' ἐγίγνετό ποτε, ὥστ' οὐκ ἦν πω τότε γιγνόμενον γιγνόμενον.
214Aristoteles, Physica, 5, 2; 23
λέγω δὲ τὸ ποιὸν οὐ τὸ ἐν τῇ οὐσίᾳ (καὶ γὰρ ἡ διαφορὰ ποιότης) ἀλλὰ τὸ παθητικόν, καθ' ὃ λέγεται πάσχειν ἢ ἀπαθὲς εἶναι.
215Aristoteles, Physica, 5, 3; 5
] | συνεχῶς δὲ κινεῖ ται τὸ μηθὲν ἢ ὅτι ὀλίγιστον διαλεῖπον τοῦ πράγματος – μὴ τοῦ χρόνου (οὐδὲν γὰρ κωλύει διαλείποντα, καὶ εὐθὺς δὲ μετὰ τὴν ὑπάτην φθέγξασθαι τὴν νεάτην) ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται.
216Aristoteles, Physica, 5, 3; 9
τὸ γὰρ ἐφεξῆς τινὶ ἐφεξῆς καὶ ὕστερόν τι· οὐ γὰρ τὸ ἓν ἐφεξῆς τοῖν δυοῖν, οὐδ' ἡ νουμηνία τῇ δευτέρᾳ ἐφεξῆς, ἀλλὰ ταῦτ' ἐκείνοις.
217Aristoteles, Physica, 5, 4; 11
τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει ἢ τῷ εἴδει μίαν ἐστὶν ἐν τῷ πράγματι ἐν ᾧ κινεῖται, τὸ δ' ἐχομένην ἐν τῷ χρόνῳ, τὸ δ' ἁπλῶς μίαν ἐν ἅπασι τούτοις· καὶ ἐν ᾧ γὰρ ἓν δεῖ εἶναι καὶ ἄτομον, οἷον τὸ εἶδος, καὶ τὸ ὅτε, οἷον τὸν χρόνον ἕνα καὶ μὴ διαλείπειν, καὶ τὸ κινούμενον ἓν εἶναι μὴ κατὰ συμβεβηκός, ὥσπερ τὸ λευκὸν μελαίνεσθαι καὶ Κορίσκον βα δίζειν (ἓν δὲ Κορίσκος καὶ λευκόν, ἀλλὰ κατὰ συμβεβηκός), μηδὲ κοινόν· εἴη γὰρ ἂν ἅμα δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλ' οὐ μία αὕτη, ἀλλ' εἴδει μία.
218Aristoteles, Physica, 5, 4; 19
ἔσχατα δὲ τῶν μὲν οὐκ ἔστι, τῶν δ' ἔστιν ἄλλα τῷ εἴδει καὶ ὁμώνυμα· πῶς γὰρ ἂν ἅψαιτο ἢ ἓν γένοιτο τὸ ἔσχατον γραμμῆς καὶ βαδίσεως;
219Aristoteles, Physica, 5, 4; 27
ἡ γὰρ ἀνώμαλος ἔστιν ὡς οὐ δοκεῖ μία, ἀλλὰ μᾶλλον ἡ ὁμαλής, ὥσπερ ἡ εὐθεῖα· ἡ γὰρ ἀνώμαλος διαιρετή.
220Aristoteles, Physica, 5, 5; 6
οὐδ' ἡ ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου· ἅμα μὲν γὰρ συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ με ταξύ – ἀλλὰ περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, ἀλλὰ μᾶλλον τὸ εἰς ἐναντίον μεταβάλλειν δόξειεν ἂν εἶναι αἴτιον τῆς ἐναν τιώσεως ἢ τὸ ἐξ ἐναντίου· ἡ μὲν γὰρ ἀπαλλαγὴ ἐναντιό τητος, ἡ δὲ λῆψις.
221Aristoteles, Physica, 5, 5; 9
τάχα μὲν οὖν συμβαίνει τὰς εἰς ἐναντία καὶ ἐξ ἐναντίων εἶναι, ἀλλὰ τὸ εἶναι ἴσως οὐ ταὐτό, λέγω δὲ τὸ εἰς ὑγίειαν τῷ ἐκ νόσου καὶ τὸ ἐξ ὑγιείας τῷ εἰς νόσον.
222Aristoteles, Physica, 5, 5; 12
ἡ δ' εἰς ἐναντίον μόνον οὐ κίνησις ἀλλὰ μεταβολή, οἷον τὸ γίγνεσθαι λευκὸν μὴ ἔκ τινος.
223Aristoteles, Physica, 5, 6; 1
Ἐπεὶ δὲ κινήσει οὐ μόνον δοκεῖ κίνησις εἶναι ἐναντία ἀλλὰ καὶ ἠρεμία, τοῦτο διοριστέον.
224Aristoteles, Physica, 5, 6; 3
ἀλλὰ τοῦτο νῦν λέγεται ἁπλῶς· πότερον γὰρ τῇ ἐνταῦθα μονῇ ἡ ἐκ τούτου ἢ ἡ εἰς τοῦτο κίνησις ἀντίκειται;
225Aristoteles, Physica, 5, 6; 26
ἀλλὰ τὸ ἱστάμενον ἀεὶ δοκεῖ φέρεσθαι θᾶττον, τὸ δὲ βίᾳ τοὐναντίον.
226Aristoteles, Physica, 5, 7; 4
ἀλλὰ δῆλον ὅτι ἔσται· ὥσπερ γὰρ κινεῖται παρὰ φύσιν, καὶ ἠρεμοίη ἄν τι παρὰ φύσιν.
227Aristoteles, Physica, 6, 1; 8
ἀλλὰ μὴν οὐδὲ ἐφεξῆς ἔσται στιγμὴ στιγμῇ ἢ τὸ νῦν τῷ νῦν, ὥστ' ἐκ τούτων εἶναι τὸ μῆκος ἢ τὸν χρόνον· ἐφεξῆς μὲν γάρ ἐστιν ὧν μηθέν ἐστι με ταξὺ συγγενές, στιγμῶν δ' αἰεὶ [τὸ] μεταξὺ γραμμὴ καὶ τῶν νῦν χρόνος.
228Aristoteles, Physica, 6, 1; 17
εἰ δὴ ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι οὗ ἐκινεῖτο ὅτε ἐκινεῖτο (οἷον εἰ Θήβαζέ τι βα δίζει, ἀδύνατον ἅμα βαδίζειν Θήβαζε καὶ βεβαδικέναι Θήβαζε), τὴν δὲ τὸ Α τὴν ἀμερῆ ἐκινεῖτο τὸ Ω, ᾗ ἡ τὸ Δ κίνησις παρῆν· ὥστ' εἰ μὲν ὕστερον διεληλύθει ἢ διῄει, διαιρετὴ ἂν εἴη (ὅτε γὰρ διῄει, οὔτε ἠρέμει οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν), εἰ δ' ἅμα διέρχεται καὶ διελήλυθε, τὸ βαδίζον, ὅτε βαδίζει, βεβαδικὸς ἐκεῖ ἔσται καὶ κεκινημένον οὗ κινεῖ ται.
229Aristoteles, Physica, 6, 1; 18
εἰ δὲ τὴν μὲν ὅλην τὴν ΑΒΓ κινεῖταί τι, καὶ ἡ κίνη σις ἣν κινεῖται τὰ Δ Ε Ζ ἐστι, τὴν δ' ἀμερῆ τὴν Α οὐθὲν κι νεῖται ἀλλὰ κεκίνηται, εἴη ἂν ἡ κίνησις οὐκ ἐκ κινήσεων ἀλλ' ἐκ κινημάτων καὶ τῷ κεκινῆσθαί τι μὴ κινούμενον· τὴν γὰρ Α διελήλυθεν οὐ διεξιόν.
230Aristoteles, Physica, 6, 2; 4
ἀλλὰ μὴν καὶ ἐν τῷ ἐλάττονι πλεῖον· ἐν ᾧ γὰρ τὸ Α γεγένηται πρὸς τῷ Δ, τὸ Β ἔστω πρὸς τῷ Ε τὸ βραδύτερον ὄν.
231Aristoteles, Physica, 6, 3; 14
φα νερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε γραμμὴ οὔτε ἐπίπεδον οὔτε ὅλως τῶν συνεχῶν οὐθὲν ἔσται ἄτομον, οὐ μόνον διὰ τὸ νῦν λεχθέν, ἀλλὰ καὶ ὅτι συμβήσεται διαιρεῖσθαι τὸ ἄτομον.
232Aristoteles, Physica, 6, 4; 1
Ἀνάγκη δὲ καὶ τὸ νῦν τὸ μὴ καθ' ἕτερον ἀλλὰ καθ' αὑτὸ καὶ πρῶτον λεγόμενον ἀδιαίρετον εἶναι, καὶ ἐν ἅπαντι τὸ τοιοῦτο χρόνῳ ἐνυπάρχειν.
233Aristoteles, Physica, 6, 4; 5
ἀλλὰ μὴν εἰ χρόνος τὸ μεταξύ, διαιρετὸν ἔσται· πᾶς γὰρ χρόνος δέδεικται ὅτι διαιρετός.
234Aristoteles, Physica, 6, 4; 7
ἅμα δὲ καὶ οὐκ ἂν καθ' αὑτὸ εἴη τὸ νῦν, ἀλλὰ καθ' ἕτερον· ἡ γὰρ διαίρεσις οὐ καθ' αὑτό.
235Aristoteles, Physica, 6, 4; 11
ἀλλὰ μὴν εἰ ταὐτό, φα νερὸν ὅτι καὶ ἀδιαίρετον· εἰ γὰρ διαιρετόν, πάλιν ταὐτὰ συμβήσεται ἃ καὶ ἐν τῷ πρότερον.
236Aristoteles, Physica, 6, 4; 18
ἀλλὰ μὴν οὐδ' ἠρεμεῖν· ἠρεμεῖν γὰρ λέγομεν τὸ πεφυκὸς κινεῖ σθαι μὴ κινούμενον ὅτε πέφυκεν καὶ οὗ καὶ ὥς, ὥστ' ἐπεὶ ἐν τῷ νῦν οὐθὲν πέφυκε κινεῖσθαι, δῆλον ὡς οὐδ' ἠρεμεῖν.
237Aristoteles, Physica, 6, 6; 9
ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἔν τινι κινεῖται καὶ χρόνον τινά, καὶ παντὸς ἔστι κίνησις, ἀνάγκη τὰς αὐτὰς εἶναι διαιρέσεις τοῦ τε χρόνου καὶ τῆς κινήσεως καὶ τοῦ κινεῖσθαι καὶ τοῦ κινουμένου καὶ ἐν ᾧ ἡ κίνησις (πλὴν οὐ πάντων ὁμοίως ἐν οἷς ἡ κίνησις, ἀλλὰ τοῦ μὲν τόπου καθ' αὑτό, τοῦ δὲ ποιοῦ κατὰ συμβεβηκός).
238Aristoteles, Physica, 6, 8; 2
δῆλον μὲν οὖν καὶ ἐκ τοῦ ὁρισμοῦ (τὸ γὰρ πρῶτον οὕτως ἐλέγομεν), οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶνδε φανερόν.
239Aristoteles, Physica, 6, 8; 13
οὐ μόνον δὲ τὸ μεταβάλλον ἀνάγκη μεταβεβληκέναι, ἀλλὰ καὶ τὸ μεταβεβληκὸς ἀνάγκη μεταβάλλειν πρότε ρον· ἅπαν γὰρ τὸ ἔκ τινος εἴς τι μεταβεβληκὸς ἐν χρόνῳ μεταβέβληκεν.
240Aristoteles, Physica, 6, 9; 2
ὅτι μὲν οὖν εἴ τι ἰσοταχῶς κινοῖτο, ἀνάγκη τὸ πεπερασμένον ἐν πεπερασμένῳ κινεῖσθαι, δῆλον (ληφθέντος γὰρ μορίου ὃ καταμετρήσει τὴν ὅλην, ἐν ἴσοις χρόνοις τοσούτοις ὅσα τὰ μόριά ἐστιν, τὴν ὅλην κεκίνηται, ὥστ' ἐπεὶ ταῦτα πεπέρανται καὶ τῷ πό σον ἕκαστον καὶ τῷ ποσάκις ἅπαντα, καὶ ὁ χρόνος ἂν εἴη πεπερασμένος· τοσαυτάκις γὰρ ἔσται τοσοῦτος, ὅσος ὁ τοῦ μορίου χρόνος πολλαπλασιασθεὶς τῷ πλήθει τῶν μορίων)· ἀλλὰ δὴ κἂν μὴ ἰσοταχῶς, διαφέρει οὐθέν.
241Aristoteles, Physica, 6, 10; 10
ἀλλὰ μὴν οὐδὲ τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ τὸ ἄπειρον· δίεισιν· εἰ γὰρ τὸ ἄπειρον, καὶ τὸ πε περασμένον· ἐνυπάρχει γὰρ τῷ ἀπείρῳ τὸ πεπερασμένον.
242Aristoteles, Physica, 6, 12; 7
τοῦτο δὴ ἀμερὲς μὲν οὐκ ἐνδέχεται εἶναι (κίνησις γὰρ οὐκ ἔστιν ἐν τῷ ἀμερεῖ διὰ τὸ κεκινῆσθαί τι ἂν αὐτοῦ, τὸ δ' ἱστάμενον δέδεικται κινούμε νον)· ἀλλὰ μὴν εἰ διαιρετόν ἐστιν, ἐν ὁτῳοῦν αὐτοῦ τῶν μερῶν ἵσταται· τοῦτο γὰρ δέδεικται πρότερον, ὅτι ἐν ᾧ πρώτῳ ἵστα ται, ἐν ὁτῳοῦν τῶν ἐκείνου ἵσταται.
243Aristoteles, Physica, 6, 12; 10
ἐν ἀμερεῖ μὲν γὰρ οὐκ ἠρέμησεν διὰ τὸ μὴ εἶναι κίνησιν ἐν ἀτόμῳ, ἐν ᾧ δὲ τὸ ἠρε μεῖν, καὶ τὸ κινεῖσθαι (τότε γὰρ ἔφαμεν ἠρεμεῖν, ὅτε καὶ ἐν ᾧ πεφυκὸς κινεῖσθαι μὴ κινεῖται τὸ πεφυκός)· ἔτι δὲ καὶ τότε λέγομεν ἠρεμεῖν, ὅταν ὁμοίως ἔχῃ νῦν καὶ πρό τερον, ὡς οὐχ ἑνί τινι κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχί στοιν· ὥστ' οὐκ ἔσται ἐν ᾧ ἠρεμεῖ ἀμερές.
244Aristoteles, Physica, 6, 13; 5
εἰ γὰρ μὴ οὕτως ἀλλ' ἐν ἑνὶ μόνῳ τῶν νῦν, οὐκ ἔσται χρόνον οὐδένα κατά τι, ἀλλὰ κατὰ τὸ πέρας τοῦ χρόνου.
245Aristoteles, Physica, 6, 13; 6
ἐν δὲ τῷ νῦν ἔστιν μὲν ἀεὶ κατά τι μὲν ὄν, οὐ μέντοι ἠρεμεῖ· οὔτε γὰρ κινεῖσθαι οὔτ' ἠρεμεῖν ἔστιν ἐν τῷ νῦν, ἀλλὰ μὴ κινεῖσθαι μὲν ἀληθὲς ἐν τῷ νῦν καὶ εἶναι κατά τι, ἐν χρόνῳ δ' οὐκ ἐνδέχεται εἶναι κατά τι ἠρεμοῦν· συμβαίνει γὰρ τὸ φερόμενον ἠρεμεῖν.
246Aristoteles, Physica, 6, 14; 6
τὸ μὲν οὖν μὴ καταλαμβάνε σθαι τὸ βραδύτερον συμβέβηκεν ἐκ τοῦ λόγου, γίγνεται δὲ παρὰ ταὐτὸ τῇ διχοτομίᾳ (ἐν ἀμφοτέροις γὰρ συμβαίνει μὴ ἀφικνεῖσθαι πρὸς τὸ πέρας διαιρουμένου πως τοῦ με γέθους· ἀλλὰ πρόσκειται ἐν τούτῳ ὅτι οὐδὲ τὸ τάχιστον τετραγῳδημένον ἐν τῷ διώκειν τὸ βραδύτατον), ὥστ' ἀν άγκη καὶ τὴν λύσιν εἶναι τὴν αὐτήν.
247Aristoteles, Physica, 6, 15; 1
οὐδὲ δὴ κατὰ τὴν ἐν τῇ ἀντιφάσει μεταβολὴν οὐθὲν ἡμῖν ἔσται ἀδύνατον, οἷον εἰ ἐκ τοῦ μὴ λευκοῦ εἰς τὸ λευκὸν μετα βάλλει καὶ ἐν μηδετέρῳ ἐστίν, ὡς ἄρα οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν· οὐ γὰρ εἰ μὴ ὅλον ἐν ὁποτερῳοῦν ἐστιν, οὐ λεχθή σεται λευκὸν ἢ οὐ λευκόν· λευκὸν γὰρ λέγομεν ἢ οὐ λευκὸν οὐ τῷ ὅλον εἶναι τοιοῦτον, ἀλλὰ τῷ τὰ πλεῖστα ἢ τὰ κυ ριώτατα μέρη· οὐ ταὐτὸ δ' ἐστὶν μὴ εἶναί τε ἐν τούτῳ καὶ μὴ εἶναι ἐν τούτῳ ὅλον.
248Aristoteles, Physica, 6, 16; 9
ἀλλὰ μὴν οὐδ' ἐν τῷ ΒΓ· μεταβεβληκὸς γὰρ ἔσται, ὑπόκειται δὲ μεταβάλλειν.
249Aristoteles, Physica, 6, 17; 4
ἀλλὰ ἀδύνατον· ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι.
250Aristoteles, Physica, 7, 1; 1
Ἅπαν τὸ κινούμενον ὑπό τινος ἀνάγκη κινεῖσθαι· εἰ μὲν γὰρ ἐν ἑαυτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφ' ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δ' ἐν αὑτῷ, ἔστω [τὸ] εἰλημμένον ἐφ' οὗ τὸ ΑΒ ὃ κινεῖται καθ' αὑτό, ἀλλὰ μὴ τούτου τι κινεῖσθαι.
251Aristoteles, Physica, 7, 1; 10
ἐπεὶ δὲ πᾶν τὸ κι νούμενον ἀνάγκη κινεῖσθαι ὑπό τινος, ἐάν γέ τι κινῆται τὴν ἐν τόπῳ κίνησιν ὑπ' ἄλλου κινουμένου, καὶ πάλιν τὸ κινοῦν ὑπ' ἄλλου κινουμένου κινῆται κἀκεῖνο ὑφ' ἑτέρου καὶ ἀεὶ οὕτως, ἀνάγκη εἶναί τι τὸ πρῶτον κινοῦν, καὶ μὴ βαδίζειν εἰς ἄπειρον· μὴ γὰρ ἔστω, ἀλλὰ γενέσθω ἄπει ρον.
252Aristoteles, Physica, 7, 1; 21
οὕτω μὲν οὖν δόξειεν ἂν δεδεῖχθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν ἀπο δείκνυται διὰ τὸ μηδὲν δείκνυσθαι ἀδύνατον· ἐνδέχεται γὰρ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον εἶναι κίνησιν, μὴ ἑνὸς ἀλλὰ πολλῶν.
253Aristoteles, Physica, 7, 3; 1
ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· ὦσις μὲν γάρ ἐστιν ἡ ἀφ' αὑτοῦ ἢ ἀπ' ἄλλου πρὸς ἄλλο κίνησις, ἕλξις δὲ ἡ ἀπ' ἄλλου πρὸς αὑτὸ ἢ πρὸς ἄλλο, ὅταν θάττων ἡ κίνη σις ᾖ [τοῦ ἕλκοντος] τῆς χωριζούσης ἀπ' ἀλλήλων τὰ συνεχῆ· οὕτω γὰρ συνεφέλκεται θάτερον.
254Aristoteles, Physica, 7, 3; 5
ἀλλὰ μὴν οὐδὲ τοῦ ἀλλοιου μένου καὶ τοῦ ἀλλοιοῦντος.
255Aristoteles, Physica, 7, 3; 7
ἅπαν γὰρ σῶμα σώματος διαφέρει τοῖς αἰσθη τοῖς ἢ πλείοσιν ἢ ἐλάττοσιν ἢ τῷ μᾶλλον καὶ ἧττον τοῖς αὐτοῖς· ἀλλὰ μὴν καὶ ἀλλοιοῦται τὸ ἀλλοιούμενον ὑπὸ τῶν εἰρημένων.
256Aristoteles, Physica, 7, 4; 3
τὸ μὲν γὰρ σχηματιζόμενον καὶ ῥυθμιζόμενον ὅταν ἐπι τελεσθῇ, οὐ λέγομεν ἐκεῖνο ἐξ οὗ ἐστιν, οἷον τὸν ἀνδριάντα χαλ κὸν ἢ τὴν πυραμίδα κηρὸν ἢ τὴν κλίνην ξύλον, ἀλλὰ παρω νυμιάζοντες τὸ μὲν χαλκοῦν, τὸ δὲ κήρινον, τὸ δὲ ξύλινον.
257Aristoteles, Physica, 7, 4; 4
τὸ δὲ πεπονθὸς καὶ ἠλλοιωμένον προσαγορεύομεν· ὑγρὸν γὰρ καὶ θερμὸν καὶ σκληρὸν τὸν χαλκὸν λέγομεν καὶ τὸν κηρόν (καὶ οὐ μόνον οὕτως, ἀλλὰ καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν χαλκὸν λέγομεν), ὁμωνύμως τῷ πάθει προσαγορεύοντες τὴν ὕλην.
258Aristoteles, Physica, 7, 4; 6
ἔτι δὲ καὶ εἰπεῖν οὕτως ἄτοπον ἂν δόξειεν, ἠλλοιῶσθαι τὸν ἄνθρωπον ἢ τὴν οἰκίαν ἢ ἄλλο ὁτιοῦν τῶν γεγενημένων· ἀλλὰ γίγνεσθαι μὲν ἴσως ἕκαστον ἀναγ καῖον ἀλλοιουμένου τινός, οἷον τῆς ὕλης πυκνουμένης ἢ μα νουμένης ἢ θερμαινομένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γιγνό μενά γε ἀλλοιοῦται, οὐδ' ἡ γένεσις αὐτῶν ἀλλοίωσίς ἐστιν.
259Aristoteles, Physica, 7, 5; 1
ἀλλὰ μὴν οὐδ' αἱ ἕξεις οὔθ' αἱ τοῦ σώματος οὔθ' αἱ τῆς ψυ χῆς ἀλλοιώσεις.
260Aristoteles, Physica, 7, 5; 2
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον – τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν – ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλ λοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ σεις.
261Aristoteles, Physica, 7, 5; 6
ἐπεὶ οὖν τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλ λοίωσις οὐδὲ γένεσις οὐδ' ὅλως μεταβολὴ οὐδεμία, φανερὸν ὅτι οὔθ' αἱ ἕξεις οὔθ' αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶ δος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ἢ ξηρῶν καὶ ὑγρῶν, ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις.
262Aristoteles, Physica, 7, 6; 1
ἀλλὰ μὴν οὐδ' αἱ τοῦ νοητικοῦ μέρους ἕξεις ἀλλοιώσεις, οὐδ' ἔστιν αὐτῶν γένεσις.
263Aristoteles, Physica, 7, 6; 3
ἔτι δὲ καὶ φανερὸν ὅτι οὐκ ἔστιν αὐτῶν γένεσις· τὸ γὰρ κατὰ δύναμιν ἐπιστῆμον οὐδὲν αὐτὸ κινηθὲν ἀλλὰ τῷ ἄλλο ὑπάρξαι γίγνεται ἐπιστῆμον.
264Aristoteles, Physica, 7, 7; 9
ἀλλὰ μὴν εἰ ἔστιν συμβλητά, συμβαίνει τὸ ἄρτι ῥηθέν, ἴσην εὐθεῖαν εἶναι κύκλῳ.
265Aristoteles, Physica, 7, 7; 24
ἀλλ' ἆρα οὐ μόνον δεῖ τὰ συμβλητὰ μὴ ὁμώνυμα εἶναι ἀλλὰ καὶ μὴ ἔχειν δια φοράν, μήτε ὃ μήτε ἐν ᾧ;
266Aristoteles, Physica, 7, 7; 25
λέγω δὲ οἷον χρῶμα ἔχει διαί ρεσιν· τοιγαροῦν οὐ συμβλητὸν κατὰ τοῦτο (οἷον πότερον κε χρωμάτισται μᾶλλον, μὴ κατὰ τὶ χρῶμα, ἀλλ' ᾗ χρῶμα), ἀλλὰ κατὰ τὸ λευκόν.
267Aristoteles, Physica, 7, 7; 29
ὁ μὲν γὰρ χρόνος ὁ αὐτός, ἂν δὲ τῷ εἴδει ᾖ ἄλλα, καὶ ἐκεῖνα εἴδει διαφέρει.
268Aristoteles, Physica, 7, 7; 31
ἢ οὔ, ἀλλὰ τοῖς σχήμασιν ἡ φορὰ ἄλλη;
269Aristoteles, Physica, 7, 7; 33
καὶ σημαίνει ὁ λόγος οὗτος ὅτι τὸ γένος οὐχ ἕν τι, ἀλλὰ παρὰ τοῦτο λαν θάνει πολλά, εἰσίν τε τῶν ὁμωνυμιῶν αἱ μὲν πολὺ ἀπέχου σαι, αἱ δὲ ἔχουσαί τινα ὁμοιότητα, αἱ δ' ἐγγὺς ἢ γένει ἢ ἀναλογίᾳ, διὸ οὐ δοκοῦσιν ὁμωνυμίαι εἶναι οὖσαι.
270Aristoteles, Physica, 7, 7; 39
ἀλλὰ τί ἠλλοιώθη;
271Aristoteles, Physica, 7, 7; 46
ἀλλὰ δὴ πότερον εἰς τὸ πάθος δεῖ βλέψαι, ἐὰν ᾖ τὸ αὐτὸ ἢ ὅμοιον, εἰ ἰσοταχεῖς αἱ ἀλλοιώσεις, ἢ εἰς τὸ ἀλλοιούμενον, οἷον εἰ τοῦ μὲν τοσονδὶ λελεύκανται τοῦ δὲ τοσονδί;
272Aristoteles, Physica, 7, 7; 49
εἰ ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ καὶ ἄτομον, οἷον ἄνθρωπος ἀλλὰ μὴ ζῷον· θάτ των δ', εἰ ἐν ἴσῳ ἕτερον (οὐ γὰρ ἔχομέν τινα δύο ἐν οἷς ἡ ἑτερότης ὡς ἡ ἀνομοιότης), ἤ, εἰ ἔστιν ἀριθμὸς ἡ οὐσία, πλείων καὶ ἐλάττων ἀριθμὸς ὁμοειδής· ἀλλ' ἀνώνυμον τὸ κοινόν, καὶ τὸ ἑκάτερον [ποιόν· τὸ μὲν ποιόν,] ὥσπερ τὸ πλεῖον πάθος ἢ τὸ ὑπερέχον μᾶλλον, τὸ δὲ ποσὸν μεῖζον.
273Aristoteles, Physica, 8, 1; 5
σκεπτέον δὴ περὶ τούτων πῶς ἔχει· πρὸ ἔργου γὰρ οὐ μόνον πρὸς τὴν περὶ φύσεως θεωρίαν ἰδεῖν τὴν ἀλή θειαν, ἀλλὰ καὶ πρὸς τὴν μέθοδον τὴν περὶ τῆς ἀρχῆς τῆς πρώτης.
274Aristoteles, Physica, 8, 1; 11
εἰ μὲν τοίνυν ἐγένετο τῶν κινητῶν ἕκαστον, ἀναγκαῖον πρότερον τῆς ληφθείσης ἄλλην γενέσθαι μεταβολὴν καὶ κίνησιν, καθ' ἣν ἐγένετο τὸ δυνατὸν κινηθῆναι ἢ κινῆσαι· εἰ δ' ὄντα προϋπῆρ χεν ἀεὶ κινήσεως μὴ οὔσης, ἄλογον μὲν φαίνεται καὶ αὐ τόθεν ἐπιστήσασιν, οὐ μὴν ἀλλὰ μᾶλλον ἔτι προάγουσι τοῦτο συμβαίνειν ἀναγκαῖον.
275Aristoteles, Physica, 8, 1; 23
ἀλλὰ μὴν περί γε χρόνου ἔξω ἑνὸς ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν.
276Aristoteles, Physica, 8, 1; 28
ἀλλὰ μὴν εἴ γε χρόνον, φανερὸν ὅτι ἀνάγκη εἶναι καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος τι κινήσεως.
277Aristoteles, Physica, 8, 1; 34
ἀλλὰ μὴν οὐδέν γε ἄτακτον τῶν φύσει καὶ κατὰ φύσιν· ἡ γὰρ φύσις αἰτία πᾶσιν τάξεως.
278Aristoteles, Physica, 8, 1; 39
ἀλλὰ καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ λέγειν, καὶ μὴ τίθεσθαι μηδὲν μηδ' ἀξιοῦν ἀξίωμ' ἄλογον, ἀλλ' ἢ ἐπαγω γὴν ἢ ἀπόδειξιν φέρειν· αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ ὑπο τεθέντα, οὐδὲ τοῦτ' ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν.
279Aristoteles, Physica, 8, 2; 14
ὁρῶμεν γὰρ ἀεί τι κινούμενον ἐν τῷ ζῴῳ τῶν συμφύτων· τούτου δὲ τῆς κινήσεως οὐκ αὐτὸ τὸ ζῷον αἴτιον, ἀλλὰ τὸ περιέχον ἴσως.
280Aristoteles, Physica, 8, 2; 15
αὐτὸ δέ φαμεν αὑτὸ κινεῖν οὐ πᾶσαν κίνησιν, ἀλλὰ τὴν κατὰ τόπον.
281Aristoteles, Physica, 8, 2; 17
ἀλλὰ γὰρ φανερὸν ἔσται καὶ περὶ τούτων ἐκ τῶν ἑπομένων.
282Aristoteles, Physica, 8, 3; 4
τὸ μὲν οὖν πάντ' ἠρεμεῖν, καὶ τούτου ζητεῖν λόγον ἀφέντας τὴν αἴσθησιν, ἀρρωστία τίς ἐστιν διανοίας, καὶ περὶ ὅλου τινὸς ἀλλ' οὐ περὶ μέρους ἀμφισβή τησις· οὐδὲ μόνον πρὸς τὸν φυσικόν, ἀλλὰ πρὸς πάσας τὰς ἐπιστήμας ὡς εἰπεῖν καὶ πάσας τὰς δόξας διὰ τὸ κινήσει χρῆσθαι πάσας.
283Aristoteles, Physica, 8, 3; 6
σχεδὸν δὲ καὶ τὸ φάναι κινεῖσθαι πάντα ψεῦδος μέν, ἧττον δὲ τούτου παρὰ τὴν μέθοδον· ἐτέ θη μὲν γὰρ ἡ φύσις ἐν τοῖς φυσικοῖς ἀρχή, καθάπερ κινή σεως, καὶ ἠρεμίας, ὅμως δὲ φυσικὸν ἡ κίνησις· καί φασί τινες κινεῖσθαι τῶν ὄντων οὐ τὰ μὲν τὰ δ' οὔ, ἀλλὰ πάντα καὶ ἀεί, ἀλλὰ λανθάνειν τοῦτο τὴν ἡμετέραν αἴσθησιν· πρὸς οὓς καίπερ οὐ διορίζοντας ποίαν κίνησιν λέγουσιν, ἢ πάσας, οὐ χαλεπὸν ἀπαντῆσαι.
284Aristoteles, Physica, 8, 3; 18
ἀλλὰ μὴν οὐδὲ τὰ μὲν ἀεὶ ἐνδέχεται ἠρεμεῖν, τὰ δ' ἀεὶ κινεῖσθαι, ποτὲ δ' ἠρεμεῖν καὶ ποτὲ κινεῖσθαι μηδέν.
285Aristoteles, Physica, 8, 3; 28
εἰ γὰρ καὶ κατ' ἀλήθειαν οὕτως ἔχει καθάπερ φασί τινες, εἶναι τὸ ὂν ἄπειρον καὶ ἀκίνητον, ἀλλ' οὔτι φαίνεταί γε κατὰ τὴν αἴσθησιν, ἀλλὰ κινεῖσθαι πολλὰ τῶν ὄντων.
286Aristoteles, Physica, 8, 3; 30
ἀλλὰ τὸ μὲν περὶ τούτου σκοπεῖν, καὶ ζητεῖν λόγον ὧν βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι, κακῶς κρίνειν ἐστὶν τὸ βέλτιον καὶ τὸ χεῖρον, καὶ τὸ πιστὸν καὶ τὸ μὴ πιστόν, καὶ ἀρχὴν καὶ μὴ ἀρχήν.
287Aristoteles, Physica, 8, 4; 5
μετὰ δὲ τὰ παρὰ φύσιν τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ' αὑτῶν, οἷον τὰ ζῷα· οὐ γὰρ τοῦτ' ἄδηλον, εἰ ὑπό τινος κινεῖται, ἀλλὰ πῶς δεῖ διαλαβεῖν αὐτοῦ τὸ κινοῦν καὶ τὸ κινούμενον· ἔοικεν γὰρ ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν τοῖς ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον, καὶ οὕτω τὸ ἅπαν αὐτὸ αὑτὸ κι νεῖν.
288Aristoteles, Physica, 8, 4; 14
ἀλλὰ συμβαίνει καὶ ταῦτα ὑπό τινος ἀεὶ κινεῖσθαι· γένοιτο δ' ἂν φανερὸν διαι ροῦσι τὰς αἰτίας.
289Aristoteles, Physica, 8, 4; 17
καὶ κινητὸν δ' ὡσαύτως φύσει τὸ δυνάμει ποιὸν ἢ ποσὸν ἢ πού, ὅταν ἔχῃ τὴν ἀρχὴν τὴν τοιαύτην ἐν αὑτῷ καὶ μὴ κατὰ συμβεβηκός (εἴη γὰρ ἂν τὸ αὐτὸ καὶ ποιὸν καὶ ποσόν, ἀλλὰ θατέρῳ θάτερον συμβέβηκεν καὶ οὐ καθ' αὑτὸ ὑπάρχει).
290Aristoteles, Physica, 8, 4; 31
ὅτι μὲν τοίνυν οὐδὲν τούτων αὐτὸ κινεῖ ἑαυτό, δῆλον· ἀλλὰ κινήσεως ἀρχὴν ἔχει, οὐ τοῦ κινεῖν οὐδὲ τοῦ ποι εῖν, ἀλλὰ τοῦ πάσχειν.
291Aristoteles, Physica, 8, 5; 1
Τοῦτο δὲ διχῶς· ἢ γὰρ οὐ δι' αὐτὸ τὸ κινοῦν, ἀλλὰ δι' ἕτερον ὃ κινεῖ τὸ κινοῦν, ἢ δι' αὐτό, καὶ τοῦτο ἢ πρῶτον μετὰ τὸ ἔσχατον ἢ διὰ πλειόνων, οἷον ἡ βακτηρία κινεῖ τὸν λίθον καὶ κινεῖται ὑπὸ τῆς χειρὸς κινουμένης ὑπὸ τοῦ ἀν θρώπου, οὗτος δ' οὐκέτι τῷ ὑπ' ἄλλου κινεῖσθαι.
292Aristoteles, Physica, 8, 5; 2
ἄμφω δὴ κινεῖν φαμέν, καὶ τὸ τελευταῖον καὶ τὸ πρῶτον τῶν κινούν των, ἀλλὰ μᾶλλον τὸ πρῶτον· ἐκεῖνο γὰρ κινεῖ τὸ τελευ ταῖον, ἀλλ' οὐ τοῦτο τὸ πρῶτον, καὶ ἄνευ μὲν τοῦ πρώτου τὸ τελευταῖον οὐ κινήσει, ἐκεῖνο δ' ἄνευ τούτου, οἷον ἡ βακτηρία οὐ κινήσει μὴ κινοῦντος τοῦ ἀνθρώπου.
293Aristoteles, Physica, 8, 5; 12
εἰ γὰρ ὑπὸ κινουμένου κινεῖται τὸ κι νούμενον πᾶν, ἤτοι τοῦτο ὑπάρχει τοῖς πράγμασιν κατὰ συμ βεβηκός, ὥστε κινεῖν μὲν κινούμενον, οὐ μέντοι διὰ τὸ κινεῖσθαι αὐτό, ἢ οὔ, ἀλλὰ καθ' αὑτό.
294Aristoteles, Physica, 8, 5; 16
ἀλλὰ τὸ κίνησιν μὴ εἶναι ἀδύνατον· δέ δεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν ἀεὶ εἶναι.
295Aristoteles, Physica, 8, 5; 22
ἀλλὰ μὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἐξ ἀνάγκης κινεῖται τὸ κι νοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, ᾗ κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθ' ἕτερον.
296Aristoteles, Physica, 8, 5; 24
ἀλλὰ φανερὸν ὅτι ἀδύνατον· δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν, οἷον εἴ τι διδάσκει γεω μετρεῖν, τοῦτο διδάσκεσθαι γεωμετρεῖν τὸ αὐτό, ἢ εἰ ῥι πτεῖ, ῥιπτεῖσθαι τὸν αὐτὸν τρόπον τῆς ῥίψεως· ἢ οὕτως μὲν μή, ἄλλο δ' ἐξ ἄλλου γένους, οἷον τὸ φέρον μὲν αὐξάνε σθαι, τὸ δὲ τοῦτο αὖξον ἀλλοιοῦσθαι ὑπ' ἄλλου, τὸ δὲ τοῦτο ἀλλοιοῦν ἑτέραν τινὰ κινεῖσθαι κίνησιν.
297Aristoteles, Physica, 8, 5; 27
ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· τὸ διδάσκον γὰρ συμβαίνει μανθάνειν, ὧν τὸ μὲν μὴ ἔχειν τὸ δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον.
298Aristoteles, Physica, 8, 5; 28
ἔτι δὲ μᾶλλον τούτων ἄλο γον, ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον· ἔσται γὰρ κινητόν, ὥς περ εἴ τις λέγοι πᾶν τὸ ὑγιαστικὸν [καὶ ὑγιάζον] ὑγιαστὸν εἶναι, καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, ἢ εὐθὺς ἢ διὰ πλειόνων· λέγω δ' οἷον εἰ κινητὸν μὲν ὑπ' ἄλλου πᾶν τὸ κινητικόν, ἀλλ' οὐ ταύτην τὴν κίνησιν κινητὸν ἣν κινεῖ τὸ πλησίον, ἀλλ' ἑτέραν, οἷον τὸ ὑγιαστικὸν μαθητικόν, ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ εἶδος, ὥσπερ εἴπο μεν πρότερον.
299Aristoteles, Physica, 8, 5; 32
ἀλλὰ μὴν καὶ εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν ἢ τὸ ὑπ' ἄλλου κινούμενον, ἐκεῖνο πᾶς ἂν θείη· τὸ γὰρ αὐτὸ καθ' αὑτὸ ὂν ἀεὶ πρότερον αἴτιον τοῦ καθ' ἕτερον καὶ αὐτοῦ ὄντος.
300Aristoteles, Physica, 8, 5; 46
ἀλλὰ μὴν οὐδὲ τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος οὔτε ἓν μόριον οὔτε πλείω κινήσει αὐτὸ αὑτὸ ἕκαστον.
301Aristoteles, Physica, 8, 5; 57
ἀλλὰ μὴν οὐδ' ἡ ΒΓ κινήσει αὐτὴ ἑαυτὴν ἄνευ τοῦ Α· τὸ γὰρ Β κινεῖ τῷ κινεῖσθαι ὑπ' ἄλλου, οὐ τῷ ὑφ' αὑτοῦ τινὸς μέρους.
302Aristoteles, Physica, 8, 5; 62
οὐ γὰρ ὅλον κι νεῖ οὐδ' ὅλον κινεῖται, ἀλλὰ κινεῖ μὲν ἡ τὸ Α, κινεῖται δὲ ἡ τὸ Β μόνον [τὸ δὲ Γ ὑπὸ τοῦ Α οὐκέτι· ἀδύνατον γάρ].
303Aristoteles, Physica, 8, 6; 16
ἀλλὰ μὴν εἴ γε συνεχής, μία.
304Aristoteles, Physica, 8, 7; 1
ἀλλὰ μὴν εἴ γε ἔστιν τι ἀεὶ τοιοῦτον, κινοῦν μέν τι ἀκίνητον δὲ αὐτὸ καὶ ἀΐδιον, ἀνάγκη καὶ τὸ πρῶτον ὑπὸ τούτου κι νούμενον ἀΐδιον εἶναι.
305Aristoteles, Physica, 8, 7; 3
τὸ δὲ κινού μενον ὑπὸ τοῦ κινουμένου μέν, ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου ἤδη, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον, ἀλλὰ διὰ τὸ ἐν ἐναν τίοις εἶναι τόποις ἢ εἴδεσιν ἐναντίως παρέξεται κινούμενον ἕκαστον τῶν ἄλλων, καὶ ὁτὲ μὲν ἠρεμοῦν ὁτὲ δὲ κινούμενον.
306Aristoteles, Physica, 8, 8; 1
Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν μᾶλ λον ἔσται περὶ τούτων φανερόν.
307Aristoteles, Physica, 8, 8; 6
ἀλλὰ μὴν εἴ γε ἀλλοιοῦται, δεῖ τι εἶναι τὸ ἀλλοιοῦν καὶ ποιοῦν ἐκ τοῦ δυνάμει θερμοῦ ἐνεργείᾳ θερμόν.
308Aristoteles, Physica, 8, 8; 13
ἀλλὰ μὴν καὶ τοῦ αὐξανομένου καὶ φθίνοντος μεταβάλλει κατὰ τόπον τὸ μέγεθος.
309Aristoteles, Physica, 8, 10; 8
ὥστ' εἰ ἀδύνατον ἅμα μεταβάλλειν τὰς ἀντικειμένας, οὐκ ἔσται συνεχὴς ἡ μετα βολή, ἀλλὰ μεταξὺ ἔσται αὐτῶν χρόνος.
310Aristoteles, Physica, 8, 10; 9
οὐδὲν γὰρ διαφέ ρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μετα βολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ με ταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
311Aristoteles, Physica, 8, 10; 10
οὐ δεῖ δὲ ταράττεσθαι ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον, οἷον ἡ κίνησις καὶ στάσει καὶ κινήσει τῇ εἰς τοὐναντίον, ἀλλὰ μόνον τοῦτο λαμβάνειν, ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία, καθάπερ τὸ ἴσον καὶ τὸ μέτριον τῷ ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρ χειν.
312Aristoteles, Physica, 8, 11; 7
μάλιστα δὲ φα νερὸν ὅτι ἀδύνατον εἶναι συνεχῆ τὴν ἐπὶ τῆς εὐθείας κίνησιν, ὅτι ἀνακάμπτον ἀναγκαῖον στῆναι, οὐ μόνον ἐπ' εὐθείας, ἀλλὰ κἂν κύκλον φέρηται.
313Aristoteles, Physica, 8, 11; 9
ὅτι δ' ἀνάγκη ἵστασθαι, ἡ πίστις οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου.
314Aristoteles, Physica, 8, 11; 12
ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτε ἀπογεγονέναι οἷόν τε τὸ Α κατὰ τὸ Β σημεῖον, ἀλλὰ μό νον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δ' οὐδενὶ πλὴν οὗ τὸ νῦν ἐστιν διαί ρεσις, ἐν τῷ ὅλῳ [τῷ ΑΒΓ].
315Aristoteles, Physica, 8, 11; 26
ἀλλὰ μὴν τήν γε πάλαι λύσιν οὐ λεκτέον· οὐ γὰρ ἐνδέχεται λέγειν ὅτι ἐστὶν κατὰ τὸ Δ ἡ τὸ Η ἐν τομῇ, οὐ γέγονε δὲ οὐδ' ἀπογέγονεν.
316Aristoteles, Physica, 8, 12; 3
ἀλλ' αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐν δέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς ἄρτι λόγοις.
317Aristoteles, Physica, 8, 12; 6
οὕτω δὲ διαιροῦντος οὐκ ἔσται συνεχὴς οὔθ' ἡ γραμμὴ οὔθ' ἡ κίνησις· ἡ γὰρ συνεχὴς κίνησις συνεχοῦς ἐστιν, ἐν δὲ τῷ συνεχεῖ ἔνεστι μὲν ἄπειρα ἡμίση, ἀλλ' οὐκ ἐντελεχείᾳ ἀλλὰ δυνάμει.
318Aristoteles, Physica, 8, 12; 7
ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιή σει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμί σεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας.
319Aristoteles, Physica, 8, 12; 15
οὐκ ἄρα δοτέον ἐν παντί, ἀλλὰ πλὴν τοῦ τελευταίου νῦν ἐφ' οὗ τὸ Γ· τοῦτο δ' ἤδη τοῦ ὑστέρου.
320Aristoteles, Physica, 8, 15; 4
ὁμοίως δὲ καὶ ὅσοι τοιαύτην μὲν οὐδεμίαν αἰτίαν λέγουσιν, διὰ δὲ τὸ κενὸν κινεῖσθαί φασιν· καὶ γὰρ οὗτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὴν φύσιν λέγου σιν (ἡ γὰρ διὰ τὸ κενὸν κίνησις φορά ἐστιν καὶ ὡς ἐν τόπῳ), τῶν δ' ἄλλων οὐδεμίαν ὑπάρχειν τοῖς πρώτοις ἀλλὰ τοῖς ἐκ τούτων οἴονται· αὐξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι συγκρινομένων καὶ διακρινομένων τῶν ἀτόμων σωμάτων φασίν.
321Aristoteles, Physica, 8, 17; 14
ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα.
322Aristoteles, Physica, 8, 18; 5
ἀνάγκη δὴ τοῦτο μὲν λέγειν, ὅτι τὸ πρῶτον κινῆσαν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα [τοιοῦτον] ἢ τὸ ὕδωρ ἤ τι ἄλλο τοιοῦτον ὃ πέφυκε κινεῖν καὶ κινεῖσθαι· ἀλλ' οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον, ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν.
323Aristoteles, Physica, 8, 18; 8
τέλος δὲ παύεται, ὅταν μη κέτι ποιήσῃ τὸ πρότερον κινοῦν, ἀλλὰ κινούμενον μόνον.
324Aristoteles, Physica, 8, 18; 10
αὕτη μὲν οὖν ἐν τοῖς ἐνδεχομένοις ὁτὲ μὲν κινεῖσθαι ὁτὲ δ' ἠρεμεῖν ἐγγίγνεται ἡ κίνησις, καὶ οὐ συνεχής, ἀλλὰ φαίνεται· ἢ γὰρ ἐφεξῆς ὄντων ἢ ἁπτομένων ἐστίν· οὐ γὰρ ἓν τὸ κινοῦν, ἀλλ' ἐχόμενα ἀλλήλων.
325Aristoteles, Physica, 8, 19; 6
ἀλλὰ τά χιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος.
326Aristoteles, Physica, 8, 19; 8
ἔχει δ' ἀπορίαν εἰ ἐνδέχε ταί τι κινούμενον κινεῖν συνεχῶς, ἀλλὰ μὴ ὥσπερ τὸ ὠθοῦν πάλιν καὶ πάλιν, τῷ ἐφεξῆς εἶναι συνεχῶς· ἢ γὰρ αὐτὸ δεῖ ἀεὶ ὠθεῖν ἢ ἕλκειν ἢ ἄμφω, ἢ ἕτερόν τι ἐκδεχόμενον ἄλλο παρ' ἄλλου, ὥσπερ πάλαι ἐλέχθη ἐπὶ τῶν ῥιπτουμένων, εἰ διαιρετὸς ὢν ὁ ἀὴρ [ἢ τὸ ὕδωρ] κινεῖ ἄλλος ἀεὶ κινούμε νος.
327Aristoteles, Analytica posteriora, 1, I 1; 10 (auctor 384BC-322BC)
Ὃ γάρ μή ᾔδει εἰ ἔστιν ἁπλῶς, τοῦτο πῶς ᾔδει ὅτι δύο ὀρθάς ἔχει ἁπλῶς; ἀλλά δῆλον ὡς ὡδί μέν ἐπίσταται, ὅτι καθόλου ἐπίσταται, ἁπλῶς δ᾿ οὐκ ἐπίσταται.
328Aristoteles, Analytica posteriora, 1, I 1; 15 (auctor 384BC-322BC)
Καίτοι ἴσασι μέν οὗπερ τήν ἀπόδειξιν ἔχουσι καί οὗ ἔλαβον, ἔλαβον δ᾿ οὐχί παντός οὗ ἂν εἰδῶσιν ὅτι τρίγωνον ἢ ὅτι ἀριθμός, ἀλλ᾿ ἁπλῶς κατά παντός ἀριθμοῦ καί τριγώνου· οὐδεμία γάρ πρότασις λαμβάνεται τοιαύτη, ὅτι ὃν σύ οἶδας ἀριθμόν ἢ ὃ σύ οἶδας εὐθύγραμμον, ἀλλά κατά παντός.
329Aristoteles, Analytica posteriora, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπίστασθαι δέ οἰόμεθ᾿ ἕκαστον ἁπλῶς, ἀλλά μή τόν σοφιστικόν τρόπον τόν κατά συμβεβηκός, ὅταν τήν τ᾿ αἰτίαν οἰώμεθα γινώσκειν δι᾿ ἣν τό πρᾶγμά ἐστιν, ὅτι ἐκείνου αἰτία ἐστί, καί μή ἐνδέχεσθαι τοῦτ᾿ ἄλλως ἔχειν.
330Aristoteles, Analytica posteriora, 1, I 2; 10 (auctor 384BC-322BC)
Αἴτιά τε καί γνωριμώτερα δεῖ εἶναι καί πρότερα, αἴτια μέν ὅτι τότε ἐπιστάμεθα ὅταν τήν αἰτίαν εἰδῶμεν, καί πρότερα, εἴπερ αἴτια, καί προγινωσκόμενα οὐ μόνον τόν ἕτερον τρόπον τῷ ξυνιέναι, ἀλλά καί τῷ εἰδέναι ὅτι ἔστιν.
331Aristoteles, Analytica posteriora, 1, I 2; 23 (auctor 384BC-322BC)
Ἐπεί δέ δεῖ πιστεύειν τε καί εἰδέναι τό πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμόν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δ᾿ οὗτος τῷ τάδ᾿ εἶναι ἐξ ὧν ὁ συλλογισμός, ἀνάγκη μή μόνον προγινώσκειν τά πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλά καί μᾶλλον· ἀεί γάρ δι᾿ ὃ ὑπάρχει ἕκαστον, ἐκεῖνο μᾶλλον ὑπάρχει, οἷον δι᾿ ὃ φιλοῦμεν, ἐκεῖνο φίλον μᾶλλον.
332Aristoteles, Analytica posteriora, 1, I 2; 27 (auctor 384BC-322BC)
Τόν δέ μέλλοντα ἕξειν τήν ἐπιστήμην τήν δι᾿ ἀποδείξεως οὐ μόνον δεῖ τάς ἀρχάς μᾶλλον γνωρίζειν καί μᾶλλον αὐταῖς πιστεύειν ἢ τῷ δεικνυμένῳ, ἀλλά μηδ᾿ ἄλλο αὐτῷ πιστότερον εἶναι μηδέ γνωριμώτερον τῶν ἀντικειμένων ταῖς ἀρχαῖς, ἐξ ὧν ἔσται συλλογισμός ὁ τῆς ἐναντίας ἀπάτης, εἴπερ δεῖ τόν ἐπιστάμενον ἁπλῶς ἀμετάπειστον εἶναι.
333Aristoteles, Analytica posteriora, 1, I 3; 4 (auctor 384BC-322BC)
Οἱ δέ περί μέν τοῦ ἐπίστασθαι ὁμολογοῦσι· δι᾿ ἀποδείξεως γάρ εἶναι μόνον· ἀλλά πάντων εἶναι ἀπόδειξιν οὐδέν κωλύειν· ἐνδέχεσθαι γάρ κύκλῳ γίνεσθαι τήν ἀπόδειξιν καί ἐξ ἀλλήλων.
334Aristoteles, Analytica posteriora, 1, I 3; 5 (auctor 384BC-322BC)
Ἡμεῖς δέ φαμεν οὔτε πᾶσαν ἐπιστήμην ἀποδεικτικήν εἶναι, ἀλλά τήν τῶν ἀμέσων ἀναπόδεικτον.
335Aristoteles, Analytica posteriora, 1, I 3; 7 (auctor 384BC-322BC)
Ταῦτά τ᾿ οὖν οὕτω λέγομεν, καί οὐ μόνον ἐπιστήμην ἀλλά καί ἀρχήν ἐπιστήμης εἶναί τινά φαμεν, ᾗ τούς ὅρους γνωρίζομεν.
336Aristoteles, Analytica posteriora, 1, I 3; 9 (auctor 384BC-322BC)
Εἰ δ᾿ οὕτως, οὐκ ἂν εἴη τό ἁπλῶς εἰδέναι καλῶς ὡρισμένον, ἀλλά διττόν· ἢ οὐχ ἁπλῶς ἡ ἑτέρα ἀπόδειξις γινομένη ἐκ τῶν ἡμῖν γνωριμωτέρων.
337Aristoteles, Analytica posteriora, 1, I 4; 11 (auctor 384BC-322BC)
Ἔτι δ᾿ ἄλλον τρόπον τό μέν δι᾿ αὑτό ὑπάρχον ἑκάστῳ καθ᾿ αὑτό, τό δέ μή δι᾿ αὑτό συμβεβηκός, οἷον εἰ βαδίζοντος ἤστραψε, συμβεβηκός· οὐ γάρ διά τό βαδίζειν ἤστραψεν, ἀλλά συνέβη, φαμέν, τοῦτο.
338Aristoteles, Analytica posteriora, 1, I 4; 23 (auctor 384BC-322BC)
Τό δ᾿ ἰσοσκελές ἔχει μέν τό τυχόν δύο ὀρθαῖς ἴσας, ἀλλ᾿ οὐ πρῶτον, ἀλλά τό τρίγωνον πρότερον.
339Aristoteles, Analytica posteriora, 1, I 5; 8 (auctor 384BC-322BC)
Καί τό ἀνάλογον ὅτι ἐναλλάξ, ᾗ ἀριθμοί καί ᾗ γραμμαί καί ᾗ στερεά καί ᾗ χρόνοι, ὥσπερ ἐδείκνυτό ποτε χωρίς, ἐνδεχόμενόν γε κατά πάντων μιᾷ ἀποδείξει δειχθῆναι· ἀλλά διά τό μή εἶναι ὠνομασμένον τι πάντα ταῦτα ἕν, ἀριθμοί μήκη χρόνος στερεά, καί εἴδει διαφέρειν ἀλλήλων, χωρίς ἐλαμβάνετο.
340Aristoteles, Analytica posteriora, 1, I 5; 15 (auctor 384BC-322BC)
Οἷον τῷ ἰσοσκελεῖ χαλκῷ τριγώνῳ ὑπάρξουσι δύο ὀρθαί, ἀλλά καί τοῦ χαλκοῦν εἶναι ἀφαιρεθέντος καί τοῦ ἰσοσκελές.
341Aristoteles, Analytica posteriora, 1, I 6; 6 (auctor 384BC-322BC)
Οὐ γάρ τό ἔνδοξον ἢ μή ἀρχή ἐστιν, ἀλλά τό πρῶτον τοῦ γένους περί ὃ δείκνυται· καί τἀληθές οὐ πᾶν οἰκεῖον.
342Aristoteles, Analytica posteriora, 1, I 8; 2 (auctor 384BC-322BC)
οὐκ ἔστιν ἄρα ἀπόδειξις τῶν φθαρτῶν οὐδ᾿ ἐπιστήμη ἁπλῶς, ἀλλ᾿ οὕτως ὥσπερ κατά συμβεβηκός, ὅτι οὐ καθόλου αὐτοῦ ἐστίν ἀλλά ποτέ καί πῶς.
343Aristoteles, Analytica posteriora, 1, I 9; 4 (auctor 384BC-322BC)
Οὐκοῦν οὐχ ᾗ ἐκεῖνο ἐπίσταται, ἀλλά κατά συμβεβηκός· οὐ γάρ ἂν ἐφήρμοττεν ἡ ἀπόδειξις καί ἐπ᾿ ἄλλο γένος.
344Aristoteles, Analytica posteriora, 1, I 9; 10 (auctor 384BC-322BC)
Ἀλλά τούτων αἱ ἀρχαί ἔχουσι τό κοινόν.
345Aristoteles, Analytica posteriora, 1, I 9; 18 (auctor 384BC-322BC)
Τό δ᾿ οὐκ ἔστιν, ἀλλά συγγενῆ δεῖ εἶναι τοῖς πρώτοις.
346Aristoteles, Analytica posteriora, 1, I 10; 2 (auctor 384BC-322BC)
Τί μέν οὖν σημαίνει καί τά πρῶτα καί τά ἐκ τούτων, λαμβάνεται· ὅτι δ᾿ ἔστι, τάς μέν ἀρχάς ἀνάγκη λαμβάνειν, τά δ᾿ ἄλλα δεικνύναι, οἷον τί μονάς ἢ τί τό εὐθύ καί τρίγωνον· εἶναι δέ τήν μονάδα λαβεῖν καί μέγεθος, τά δ᾿ ἕτερα δεικνύναι.
347Aristoteles, Analytica posteriora, 1, I 10; 14 (auctor 384BC-322BC)
Οὐ γάρ πρός τόν ἔξω λόγον ἡ ἀπόδειξις, ἀλλά πρός τόν ἐν τῇ ψυχῇ, ἐπεί οὐδέ συλλογισμός.
348Aristoteles, Analytica posteriora, 1, I 10; 15 (auctor 384BC-322BC)
Ἀεί γάρ ἔστιν ἐνστῆναι πρός τόν ἔξω λόγον, ἀλλά πρός τόν ἔσω λόγον οὐκ ἀεί.
349Aristoteles, Analytica posteriora, 1, I 10; 16 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν δεικτά ὄντα λαμβάνει αὐτός μή δείξας, ταῦτ᾿, ἐάν μέν δοκοῦντα λαμβάνῃ τῷ μανθάνοντι, ὑποτίθεται, καί ἔστιν οὐχ ἁπλῶς ὑπόθεσις ἀλλά πρός ἐκεῖνον μόνον, ἂν δέ ἢ μηδεμιᾶς ἐνούσης δόξης ἢ καί ἐναντίας ἐνούσης λαμβάνῃ τό αὐτό αἰτεῖται.
350Aristoteles, Analytica posteriora, 1, I 10; 22 (auctor 384BC-322BC)
Ὁ δέ γεωμέτρης οὐδέν συμπεραίνεται τῷ τήνδε εἶναι γραμμήν, ἣν αὐτός ἔφθεγκται, ἀλλά τά διά τούτων δηλούμενα.
351Aristoteles, Analytica posteriora, 1, I 11; 7 (auctor 384BC-322BC)
Αἴτιον δ᾿ ὅτι τό πρῶτον οὐ μόνον κατά τοῦ μέσον λέγεται ἀλλά καί κατ᾿ ἄλλου διά τό εἶναι ἐπί πλειόνων, ὥστ᾿ οὐδ᾿ εἰ τό μέσον καί αὐτό ἐστι καί μή αὐτό, πρός τό συμπέρασμα οὐδέν διαφέρει.
352Aristoteles, Analytica posteriora, 1, I 12; 5 (auctor 384BC-322BC)
Οὔτε πᾶν ἄρα ἕκαστον ἐπιστήμονα ἐρώτημα ἐρωτητέον, οὔθ᾿ ἅπαν τό ἐρωτώμενον ἀποκριτέον περί ἑκάστου, ἀλλά τά κατά τήν ἐπιστήμην διορισθέντα.
353Aristoteles, Analytica posteriora, 1, I 12; 24 (auctor 384BC-322BC)
Ἀντιστρέφει δέ μᾶλλον τά ἐν τοῖς μαθήμασιν, ὅτι οὐδέν συμβεβηκός λαμβάνουσιν (ἀλλά καί τούτῳ διαφέρουσι τῶν ἐν τοῖς διαλόγοις) ἀλλ᾿ ὁρισμούς.
354Aristoteles, Analytica posteriora, 1, I 12; 25 (auctor 384BC-322BC)
Αὔξεται δ᾿ οὐ διά τῶν μέσων, ἀλλά τῷ προσλαμβάνειν, οἷον τό Α τοῦ Β, τοῦτο δέ τοῦ Γ, πάλιν τοῦτο τοῦ Δ, καί τοῦτ᾿ εἰς ἄπειρον.
355Aristoteles, Analytica posteriora, 1, I 13; 1 (auctor 384BC-322BC)
Τό δ᾿ ὅτι διαφέρει καί τό διότι ἐπίστασθαι, πρῶτον μέν ἐν τῇ αὐτῇ ἐπιστήμῃ, καί ἐν ταύτῃ διχῶς, ἕνα μέν τρόπον ἐάν μή δι᾿ ἀμέσων γίνηται ὁ συλλογισμός (οὐ γάρ λαμβάνεται τό πρῶτον αἴτιον, ἡ δέ τοῦ διότι ἐπιστήμη κατά τό πρῶτον αἴτιον), ἄλλον δέ εἰ δι᾿ ἀμέσων μέν, ἀλλά μή διά τοῦ αἰτίου ἀλλά τῶν ἀντιστρεφόντων διά τοῦ γνωριμωτέρου.
356Aristoteles, Analytica posteriora, 1, I 13; 5 (auctor 384BC-322BC)
Ἀλλά καί τό Α κατά τοῦ Β· τό γάρ μή στίλβον ἐγγύς ἐστι· τοῦτο δ᾿ εἰλήφθω δι᾿ ἐπαγωγῆς ἢ δι᾿ αἰσθήσεως.
357Aristoteles, Analytica posteriora, 1, I 13; 7 (auctor 384BC-322BC)
Οὗτος οὖν ὁ συλλογισμός οὐ τοῦ διότι ἀλλά τοῦ ὅτι ἐστίν· οὐ γάρ διά τό μή στίλβειν ἐγγύς εἰσιν, ἀλλά διά τό ἐγγύς εἶναι οὐ στίλβουσιν.
358Aristoteles, Analytica posteriora, 1, I 13; 11 (auctor 384BC-322BC)
Οὕτω μέν οὖν τοῦ ὅτι γέγονεν ὁ συλλογισμός, ἀνάπαλιν δέ τεθέντος τοῦ μέσου τοῦ διότι· οὐ γάρ διά τάς αὐξήσεις σφαιροειδής ἐστιν, ἀλλά διά τό σφαιροειδής εἶναι λαμβάνει τάς αὐξήσεις τοιαύτας.
359Aristoteles, Analytica posteriora, 1, I 16; 1 (auctor 384BC-322BC)
Ἄγνοια δ᾿ ἡ μή κατ᾿ ἀπόφασιν ἀλλά κατά διάθεσιν λεγομένη ἔστι μέν ἡ διά συλλογισμοῦ γινομένη ἀπάτη, αὕτη δ᾿ ἐν μέν τοῖς πρώτως ὑπάρχουσιν ἢ μή ὑπάρχουσι συμβαίνει διχῶς· ἢ γάρ ὅταν ἁπλῶς ὑπολάβῃ ὑπάρχειν ἢ μή ὑπάρχειν, ἢ ὅταν διά συλλογισμοῦ λάβῃ τήν ὑπόληψιν.
360Aristoteles, Analytica posteriora, 1, I 16; 8 (auctor 384BC-322BC)
Ἀλλά καί τήν ἑτέραν ἐνδέχεται ἀληθῆ λαμβάνειν, οὐ μέντοι ὁποτέραν ἔτυχεν, ἀλλά τήν Α Γ· ἡ γάρ Γ Β πρότασις ἀεί ψευδής ἔσται διά τό ἐν μηδενί εἶναι τό Β, τήν δέ Α Γ ἐγχωρεῖ, οἷον εἰ τό Α καί τῷ Γ καί τῷ Β ὑπάρχει ἀτόμως.
361Aristoteles, Analytica posteriora, 1, I 16; 16 (auctor 384BC-322BC)
Ἀλλά καί τήν Γ Β ἐνδέχεται ἀληθῆ εἶναι τῆς ἑτέρας οὔσης ψευδοῦς, οἷον εἰ τό Β καί ἐν τῷ Γ καί ἐν τῷ Α ἐστίν· ἀνάγκη γάρ θάτερον ὑπό θάτερον εἶναι, ὥστ᾿ ἂν λάβῃ τό Α μηδενί τῶν Γ ὑπάρχειν, ψευδής ἔσται ἡ πρότασις.
362Aristoteles, Analytica posteriora, 1, I 17; 1 (auctor 384BC-322BC)
Ἐν δέ τοῖς μή ἀτόμως ὑπάρχουσιν ἢ μή ὑπάρχουσιν, ὅταν μέν διά τοῦ οἰκείου μέσου γίνηται τοῦ ψεύδους ὁ συλλογισμός, οὐχ οἷόν τε ἀμφοτέρας ψευδεῖς εἶναι τάς προτάσεις, ἀλλά μόνον τήν πρός τῷ μείζονι ἄκρῳ.
363Aristoteles, Analytica posteriora, 1, I 19; 10 (auctor 384BC-322BC)
Ἔτι τά μεταξύ ἆρ᾿ ἐνδέχεται ἄπειρα εἶναι ὡρισμένων τῶν ἄκρων; λέγω δ᾿ οἷον εἰ τό Α τῷ Γ ὑπάρχει, μέσον δ᾿ αὐτῶν τό Β, τοῦ δέ Β καί τοῦ Α ἕτερα, τούτων δ᾿ ἄλλα, ἆρα καί ταῦτα εἰς ἄπειρον ἐνδέχεται ἰέναι, ἢ ἀδύνατον; ἔστι δέ τοῦτο σκοπεῖν ταὐτό καί εἰ αἱ ἀποδείξεις εἰς ἄπειρον ἔρχονται, καί εἰ ἔστιν ἀπόδειξις ἅπαντος, ἢ πρός ἄλληλα περαίνεται.
364Aristoteles, Analytica posteriora, 1, I 19; 14 (auctor 384BC-322BC)
Οὐ γάρ ἔστιν ἐν τοῖς κατηγορουμένοις οὗ πρώτου κατηγορεῖται ἢ τελευταίου· πάντα γάρ πρός πάντα ταύτῃ γε ὁμοίως ἔχει, εἴτ᾿ ἐστίν ἄπειρα τά κατ᾿ αὐτοῦ κατηγορούμενα, εἴτ᾿ ἀμφότερά ἐστι τά ἀπορηθέντα ἄπειρα· πλήν εἰ μή ὁμοίως ἐνδέχεται ἀντιστρέφειν, ἀλλά τό μέν ὡς συμβεβηκός, τό δ᾿ ὡς κατηγορίαν.
365Aristoteles, Analytica posteriora, 1, I 21; 21 (auctor 384BC-322BC)
Φανερόν δ᾿ ὅτι καί ἐάν μή μιᾷ ὁδῷ δεικνύηται ἀλλά πάσαις, ὁτέ μέν ἐκ τοῦ πρώτου σχήματος, ὁτέ δέ ἐκ τοῦ δευτέρου ἢ τρίτου, ὅτι καί οὕτω στήσεται· πεπερασμέναι γάρ εἰσιν αἱ ὁδοί, τά δέ πεπερασμένα πεπερασμενάκις ἀνάγκη πεπεράνθαι πάντα.
366Aristoteles, Analytica posteriora, 1, I 22; 6 (auctor 384BC-322BC)
Ὅταν δέ τό ξύλον λευκόν εἶναι φῶ, οὐχ ὅτι ἕτερόν τί ἐστι λευκόν, ἐκείνῳ δέ συμβέβηκε ξύλῳ εἶναι, οἷον ὅταν τόν μουσικόν λευκόν εἶναι φῶ· τότε γάρ ὅτι ὁ ἄνθρωπος λευκός ἐστιν, ᾧ συμβέβηκεν εἶναι μουσικῷ, λέγω· ἀλλά τό ξύλον ἐστί τό ὑποκείμενον, ὅπερ καί ἐγένετο, οὐχ ἕτερόν τι ὂν ἢ ὅπερ ξύλον ἢ ξύλον τί.
367Aristoteles, Analytica posteriora, 1, I 22; 9 (auctor 384BC-322BC)
Ὑποκείσθω δή τό κατηγορούμενον κατηγορεῖσθαι ἀεί, οὗ κατηγορεῖται, ἁπλῶς, ἀλλά μή κατά συμβεβηκός· οὕτω γάρ αἱ ἀποδείξεις ἀποδεικνύουσιν.
368Aristoteles, Analytica posteriora, 1, I 22; 11 (auctor 384BC-322BC)
Ἔτι τά μέν οὐσίαν σημαίνοντα ὅπερ ἐκεῖνο ἢ ὅπερ ἐκεῖνό τι σημαίνει, καθ᾿ οὗ κατηγορεῖται· ὅσα δέ μή οὐσίαν σημαίνει, ἀλλά κατ᾿ ἄλλου ὑποκειμένου λέγεται, ὅ μή ἐστι μήτε ὅπερ ἐκεῖνο μήτε ὅπερ ἐκεῖνό τι, συμβεβηκότα, οἷον κατά τοῦ ἀνθρώπου τό λευκόν.
369Aristoteles, Analytica posteriora, 1, I 22; 13 (auctor 384BC-322BC)
Ἀλλά ζῷον ἴσως· ὅπερ γάρ ζῷόν ἐστιν ὁ ἄνθρωπος.
370Aristoteles, Analytica posteriora, 1, I 22; 25 (auctor 384BC-322BC)
Ἀλλά δή ὅτι οὐδ᾿ εἰς τό ἄνω ἄπειρα ἔσται· ἑκάστου γάρ κατηγορεῖται ὃ ἂν σημαίνῃ ἢ ποιόν τι ἢ ποσόν τι ἤ τι τῶν τοιούτων ἢ τά ἐν τῇ οὐσίᾳ· ταῦτα δέ πεπέρανται, καί τά γένη τῶν κατηγοριῶν πεπέρανται· ἢ γάρ ποιόν ἢ ποσόν ἢ πρός τι ἢ ποιοῦν ἢ πάσχον ἢ ποῦ ἢ ποτέ.
371Aristoteles, Analytica posteriora, 1, I 22; 28 (auctor 384BC-322BC)
Συμβεβηκότα γάρ ἐστι πάντα, ἀλλά τά μέν καθ᾿ αὑτά, τά δέ καθ᾿ ἕτερον τρόπον· ταῦτα δέ πάντα καθ᾿ ὑποκειμένου τινός κατηγορεῖσθαί φαμεν, τό δέ συμβεβηκός οὐκ εἶναι ὑποκείμενόν τι· οὐδέν γάρ τῶν τοιούτων τίθεμεν εἶναι, ὃ οὐχ ἕτερόν τι ὂν λέγεται ὃ λέγεται, ἀλλ᾿ αὐτό ἄλλου καί ἄλλ᾿ ἄττα καθ᾿ ἑτέρου.
372Aristoteles, Analytica posteriora, 1, I 22; 43 (auctor 384BC-322BC)
Ἀλλά μήν ἀνάγκη γε πάντα ὑπάρχειν τῷ πρώτῳ, οἷον τῷ ἀριθμῷ κἀκείνοις τόν ἀριθμόν, ὥστ᾿ ἀντιστρέφοντα ἔσται, ἀλλ᾿ οὐχ ὑπερτείνοντα.
373Aristoteles, Analytica posteriora, 1, I 22; 48 (auctor 384BC-322BC)
Εἰ γάρ εἰσιν ἀρχαί, οὔτε πάντ᾿ ἀποδεικτά οὔτ᾿ εἰς ἄπειρον οἷόντε βαδίζειν· τό γάρ εἶναι τούτων ὁποτερονοῦν οὐδέν ἄλλο ἐστίν ἢ τό εἶναι μηδέν διάστημα ἄμεσον καί ἀδιαίρετον, ἀλλά πάντα διαιρετά.
374Aristoteles, Analytica posteriora, 1, I 22; 51 (auctor 384BC-322BC)
Ἀλλά τοῦτ᾿ ἀδύνατον, εἰ ἵστανται αἱ κατηγορίαι ἐπί τό ἄνω καί τό κάτω.
375Aristoteles, Analytica posteriora, 1, I 24; 5 (auctor 384BC-322BC)
Ἔτι εἰ τό μέν καθόλου μή ἐστί τι παρά τά καθ᾿ ἕκαστα, ἡ δ᾿ ἀπόδειξις δόξαν ἐμποιεῖ εἶναί τι τοῦτο καθ᾿ ὃ ἀποδείκνυσι, καί τινα φύσιν ὑπάρχειν ἐν τοῖς οὖσι ταύτην, οἷον τριγώνου παρά τά τινά καί σχήματος παρά τά τινά καί ἀριθμοῦ παρά τούς τινάς ἀριθμούς, βελτίων δ᾿ ἡ περί ὄντος ἢ μή ὄντος καί δι᾿ ἣν μή ἀπατηθήσεται ἢ δι᾿ ἥν, ἔστι δ᾿ ἡ μέν καθόλου τοιαύτη (προϊόντες γάρ δεικνύουσιν, ὥσπερ περί τοῦ ἀνά λόγον, οἷον ὅτι ὃ ἂν ᾖ τι τοιοῦτον ἔσται ἀνά λόγον, ὃ οὔτε γραμμή οὔτ᾿ ἀριθμός οὔτε στερεόν οὔτ᾿ ἐπίπεδον, ἀλλά παρά ταῦτά τι) εἰ οὖν καθόλου μέν μᾶλλον αὕτη, περί ὄντος δ᾿ ἧττον τῆς κατά μέρος καί ἐμποιεῖ δόξαν ψευδῆ, χείρων ἂν εἴη ἡ καθόλου τῆς κατά μέρος.
376Aristoteles, Analytica posteriora, 1, I 24; 9 (auctor 384BC-322BC)
Εἰ δή τό τρίγωνον ἐπί πλέον ἐστί, καί ὁ αὐτός λόγος, καί μή καθ᾿ ὁμωνυμίαν τό τρίγωνον, καί ὑπάρχει παντί τριγώνῳ τό δύο, οὐκ ἂν τό τρίγωνον ᾗ ἰσοσκελές, ἀλλά τό ἰσοσκελές ᾗ τρίγωνον, ἔχοι τοιαύτας τάς γωνίας.
377Aristoteles, Analytica posteriora, 1, I 24; 12 (auctor 384BC-322BC)
Ἔτι εἰ μέν εἴη τις λόγος εἷς καί μή ὁμωνυμία τό καθόλου, εἴη ἂν οὐδέν ἧττον ἐνίων τῶν κατά μέρος, ἀλλά καί μᾶλλον, ὅσῳ τά ἄφθαρτα ἐν ἐκείνοις ἐστί, τά δέ κατά μέρος φθαρτά μᾶλλον.
378Aristoteles, Analytica posteriora, 1, I 24; 37 (auctor 384BC-322BC)
Ἀλλά τῶν μέν εἰρημένων ἔνια λογικά ἐστι· μάλιστα δέ δῆλον ὅτι ἡ καθόλου κυριωτέρα, ὅτι τῶν προτάσεων τήν μέν προτέραν ἔχοντες ἴσμεν πως καί τήν ὑστέραν καί ἔχομεν δυνάμει, οἷον εἴ τις οἶδεν ὅτι πᾶν τρίγωνον δυσίν ὀρθαῖς, οἶδέ πως καί τό ἰσοσκελές ὅτι δύο ὀρθαῖς, δυνάμει, καί εἰ μή οἶδε τό ἰσοσκελές ὅτι τρίγωνον· ὁ δέ ταύτην ἔχων τήν πρότασιν τό καθόλου οὐδαμῶς οἶδεν, οὔτε δυνάμει οὔτ᾿ ἐνεργείᾳ.
379Aristoteles, Analytica posteriora, 1, I 25; 9 (auctor 384BC-322BC)
Ἔτι ἐπειδή δέδεικται ὅτι ἀδύνατον ἀμφοτέρων οὐσῶν στερητικῶν τῶν προτάσεων γενέσθαι συλλογισμόν, ἀλλά τήν μέν δεῖ τοιαύτην εἶναι, τήν δ᾿ ὅτι ὑπάρχει, ἔτι πρός τούτῳ δεῖ τόδε λαβεῖν.
380Aristoteles, Analytica posteriora, 1, I 26; 15 (auctor 384BC-322BC)
Ἀλλά τό μέν ἐξ οὗ, συλλογισμός ἐστιν, ὃ ἂν οὕτως ἔχῃ ὥστε ἢ ὅλον πρός μέρος ἢ μέρος πρός ὅλον ἔχειν, αἱ δέ τό Α Γ καί Α Β προτάσεις οὐκ ἔχουσιν οὕτω πρός ἀλλήλας.
381Aristoteles, Analytica posteriora, 1, I 27; 1 (auctor 384BC-322BC)
Ἀκριβεστέρα δ᾿ ἐπιστήμη ἐπιστήμης καί προτέρα ἥ τε τοῦ ὅτι καί διότι ἡ αὐτή, ἀλλά μή χωρίς τοῦ ὅτι τῆς τοῦ διότι, καί ἡ μή καθ᾿ ὑποκειμένου τῆς καθ᾿ ὑποκειμένου, οἷον ἀριθμητική ἁρμονικῆς, καί ἡ ἐξ ἐλαττόνων τῆς ἐκ προσθέσεως, οἷον γεωμετρίας ἀριθμητική.
382Aristoteles, Analytica posteriora, 1, I 29; 1 (auctor 384BC-322BC)
Πλείους δ᾿ ἀποδείξεις εἶναι τοῦ αὐτοῦ ἐγχωρεῖ οὐ μόνον ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνοντι μή τό συνεχές μέσον, οἷον τῶν Α Β τό Γ καί Δ καί Ζ, ἀλλά καί ἐξ ἑτέρας.
383Aristoteles, Analytica posteriora, 1, I 30; 2 (auctor 384BC-322BC)
Οὔτε γάρ ὡς ἀναγκαῖον οὔθ᾿ ὡς ἐπί τό πολύ τό ἀπό τύχης ἐστίν, ἀλλά τό παρά ταῦτα γινόμενον· ἡ δ᾿ ἀπόδειξις θατέρου τούτων.
384Aristoteles, Analytica posteriora, 1, I 31; 5 (auctor 384BC-322BC)
Ἀλλά δῆλον ὅτι καί εἰ ἦν αἰσθάνεσθαι τό τρίγωνον ὅτι δυσίν ὀρθαῖς ἴσας ἔχει τάς γωνίας, ἐζητοῦμεν ἂν ἀπόδειξιν καί οὐχ ὥσπερ φασί τινες ἠπιστάμεθα· αἰσθάνεσθαι μέν γάρ ἀνάγκη καθ᾿ ἕκαστον, ἡ δ᾿ ἐπιστήμη τῷ τό καθόλου γνωρίζειν ἐστίν.
385Aristoteles, Analytica posteriora, 1, I 32; 17 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδέ τό ἐξ ἁπάντων δείκνυσθαι ὁτιοῦν, τοῦτ᾿ ἐστί τό ζητεῖν ἁπάντων εἶναι τάς αὐτάς ἀρχάς· λίαν γάρ εὔηθες.
386Aristoteles, Analytica posteriora, 1, I 33; 4 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδέ νοῦς· λέγω γάρ νοῦν ἀρχήν ἐπιστήμης.
387Aristoteles, Analytica posteriora, 1, I 33; 9 (auctor 384BC-322BC)
Πρός δέ τούτοις οὐδείς οἴεται δοξάζειν, ὅταν οἴηται ἀδύνατον ἄλλως ἔχειν, ἀλλ᾿ ἐπίστασθαι· ἀλλ᾿ ὅταν εἶναι μέν οὕτως, οὐ μήν ἀλλά καί ἄλλως οὐδέν κωλύειν, τότε δοξάζειν, ὡς τοῦ μέν τοιούτου δόξαν οὖσαν, τοῦ δ᾿ ἀναγκαίου ἐπιστήμην.
388Aristoteles, Analytica posteriora, 1, I 33; 13 (auctor 384BC-322BC)
Καί γάρ δόξαν ἀληθῆ καί ψευδῆ ὡς μέν τινες λέγουσι τοῦ αὐτοῦ εἶναι, ἄτοπα συμβαίνει αἱρεῖσθαι ἄλλα τε καί μή δοξάζειν ὃ δοξάζει ψευδῶς· ἐπεί δέ τό αὐτό πλεοναχῶς λέγεται, ἔστι μέν ὡς ἐνδέχεται, ἔστι δ᾿ ὡς οὔ.
389Aristoteles, Analytica posteriora, 2, II 2; 7 (auctor 384BC-322BC)
Τό γάρ αἴτιον τοῦ εἶναι μή τοδί ἢ τοδί ἀλλ᾿ ἁπλῶς τήν οὐσίαν, ἢ τό μή ἁπλῶς ἀλλά τι τῶν καθ᾿ αὑτό ἢ κατά συμβεβηκός, τό μέσον ἐστίν.
390Aristoteles, Analytica posteriora, 2, II 3; 14 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἆρα, εἰ μή παντός τοῦ αὐτοῦ, ἀλλά τινος τοῦ αὐτοῦ ἐστίν ὁρισμός καί ἀπόδειξις; ἢ ἀδύνατον; οὐ γάρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός.
391Aristoteles, Analytica posteriora, 2, II 4; 4 (auctor 384BC-322BC)
Ἀλλά μήν καί εἰ τό Α ἐν τῷ τί ἐστιν ὑπάρχει παντί τῷ Β, καί καθόλου τό Β παντός τοῦ Γ ἐν τῷ τί ἐστι λέγεται, ἀνάγκη καί τό Α ἐν τῷ τί ἐστι τοῦ Γ λέγεσθαι.
392Aristoteles, Analytica posteriora, 2, II 5; 1 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδ᾿ ἡ διά τῶν διαιρέσεων ὁδός συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περί τά σχήματα εἴρηται.
393Aristoteles, Analytica posteriora, 2, II 5; 6 (auctor 384BC-322BC)
Καί τό εἶναι τόν ἄνθρωπον, τό ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλά λαμβάνει καί τοῦτο.
394Aristoteles, Analytica posteriora, 2, II 5; 11 (auctor 384BC-322BC)
Ἀλλά συλλογισμός ὅμως οὐκ ἔνεστιν, ἀλλ᾿ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ.
395Aristoteles, Analytica posteriora, 2, II 6; 3 (auctor 384BC-322BC)
Ἔτι ὥσπερ οὐδ᾿ ἐν συλλογισμῷ λαμβάνεται τί ἐστι τό συλλελογίσθαι (ἀεί γάρ ὅλη ἢ μέρος ἡ πρότασις, ἐξ ὧν ὁ συλλογισμός), οὕτως οὐδέ τό τί ἦν εἶναι δεῖ ἐνεῖναι ἐν τῷ συλλογισμῷ, ἀλλά χωρίς τοῦτο τῶν κειμένων εἶναι, καί πρός τόν ἀμφισβητοῦντα εἰ συλλελόγισται ἢ μή τοῦτο, ἀπαντᾶν ὅτι· τοῦτο γάρ ἦν συλλογισμός.
396Aristoteles, Analytica posteriora, 2, II 6; 8 (auctor 384BC-322BC)
Ἕτερον μέντοι ἔστω· καί γάρ ἐν ταῖς ἀποδείξεσιν, ὅτι ἐστί τόδε κατά τοῦδε, ἀλλά μή αὐτό, μηδέ οὗ ὁ αὐτός λόγος, καί ἀντιστρέφει.
397Aristoteles, Analytica posteriora, 2, II 7; 3 (auctor 384BC-322BC)
Ἔτι πῶς δείξει τό τί ἐστιν; ἀνάγκη γάρ τόν εἰδότα τό τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν, εἰδέναι καί ὅτι ἔστιν· τό γάρ μή ὂν οὐδείς οἶδεν ὅ τι ἐστίν, ἀλλά τί μέν σημαίνει ὁ λόγος ἢ τό ὄνομα, ὅταν εἴπω τραγέλαφος, τί δ᾿ ἔστι τραγέλαφος, ἀδύνατον εἰδέναι.
398Aristoteles, Analytica posteriora, 2, II 7; 4 (auctor 384BC-322BC)
Ἀλλά μήν εἰ δείξει τί ἐστι καί ὅτι ἔστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει; ὅ τε γάρ ὁρισμός ἕν τι δηλοῖ καί ἡ ἀπόδειξις· τό δέ τί ἐστιν ἄνθρωπος καί τό εἶναι ἄνθρωπον ἄλλο.
399Aristoteles, Analytica posteriora, 2, II 7; 13 (auctor 384BC-322BC)
Εἰ γάρ καί ἔστιν ἐκ τοῦ μέσου τό ἴσον, ἀλλά διά τί ἐστι τό ὁρισθέν; καί διά τί τοῦτ᾿ ἔστι κύκλος; εἴη γάρ ἂν καί ὀρειχάλκου φάναι εἶναι αὐτόν.
400Aristoteles, Analytica posteriora, 2, II 8; 22 (auctor 384BC-322BC)
Δήλου δ᾿ ὄντος ὅτι τό Α τῷ Γ ὑπάρχει, ἀλλά διά τί ὑπάρχει, τό ζητεῖν τό Β τί ἐστι, πότερον ἀντίφραξις ἢ στροφή τῆς σελήνης ἢ ἀπόσβεσις.
401Aristoteles, Analytica posteriora, 2, II 11; 10 (auctor 384BC-322BC)
Ἀλλά μήν καί τό τί ἦν εἶναι αἴτιον δέδεικται τό μέσον.
402Aristoteles, Analytica posteriora, 2, II 12; 8 (auctor 384BC-322BC)
Ἐπί δέ τῶν μή ἅμα ἆρ᾿ ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ, ὥσπερ δοκεῖ ἡμῖν, ἄλλα ἄλλων αἴτια εἶναι, τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον, καί τοῦ ἔσεσθαι ἕτερον ἐσόμενον, καί τοῦ γίνεσθαι δέ, εἴ τι ἔμπροσθεν ἐγένετο; ἔστι δή ἀπό τοῦ ὕστερον γεγονότος ὁ συλλογισμός.
403Aristoteles, Analytica posteriora, 2, II 13; 3 (auctor 384BC-322BC)
Λέγω δέ ἐπί πλέον ὑπάρχειν, ὅσα ὑπάρχει μέν ἑκάστῳ καθόλου οὐ μήν ἀλλά καί ἄλλῳ.
404Aristoteles, Analytica posteriora, 2, II 13; 4 (auctor 384BC-322BC)
Οἷον ἔστι τι ὃ πάσῃ τριάδι ὑπάρχει, ἀλλά καί μή τριάδι, ὥσπερ τό ὂν ὑπάρχει τῇ τριάδι, ἀλλά καί μή ἀριθμῷ.
405Aristoteles, Analytica posteriora, 2, II 13; 5 (auctor 384BC-322BC)
Ἀλλά καί τό περιττόν ὑπάρχει τε πάσῃ τριάδι καί ἐπί πλέον ὑπάρχει· καί γάρ τῇ πεντάδι ὑπάρχει.
406Aristoteles, Analytica posteriora, 2, II 13; 28 (auctor 384BC-322BC)
Ὅταν γάρ τό πρῶτον ληφθῇ γένος, ἂν μέν τῶν κάτωθέν τινα διαιρέσεων λαμβάνῃ, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τοῦτο, οἷον οὐ πᾶν ζῷον ἢ ὁλόπτερον ἢ σχιζόπτερον, ἀλλά πτηνόν ζῷον ἅπαν· τούτου γάρ διαφορά αὕτη.
407Aristoteles, Analytica posteriora, 2, II 13; 50 (auctor 384BC-322BC)
Ἐάν δέ μή βαδίζῃ εἰς ἕνα ἀλλ᾿ εἰς δύο ἢ πλείω, δῆλον ὅτι οὐκ ἂν εἴη ἕν τι εἶναι τό ζητούμενον, ἀλλά πλείω.
408Aristoteles, Analytica posteriora, 2, II 13; 59 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἔσται, ἐάν διά τῶν καθ᾿ ἕκαστον εἰρημένων ᾖ τό ἐν ἑκάστῳ γένει ὁρίζεσθαι χωρίς, οἷον τό ὅμοιον μή πᾶν ἀλλά τό ἐν χρώμασι καί σχήμασι, καί ὀξύ τό ἐν φωνῇ, καί οὕτως ἐπί τό κοινόν βαδίζειν, εὐλαβούμενον μή ὁμωνυμίᾳ ἐντύχῃ.
409Aristoteles, Analytica posteriora, 2, II 14; 8 (auctor 384BC-322BC)
Νῦν μέν οὖν κατά τά παραδεδομένα κοινά ὀνόματα λέγομεν, δεῖ δέ μή μόνον ἐπί τούτων σκοπεῖν, ἀλλά καί ἂν ἄλλο τι ὀφθῇ ὑπάρχον κοινόν, ἐκλαμβάνοντα, εἶτα τίσι τοῦτ᾿ ἀκολουθεῖ καί ποῖα τούτῳ ἕπεται, οἷον τοῖς κέρατα ἔχουσι τό ἔχειν ἐχῖνον, τό μή ἀμφώδοντ᾿ εἶναι.
410Aristoteles, Analytica posteriora, 2, II 16; 9 (auctor 384BC-322BC)
Ἀλλά καί ὅτι πλατύφυλλον ἡ ἄμπελος, ἔστι διά τοῦ φυλλορροεῖν ἀποδεῖξαι.
411Aristoteles, Analytica posteriora, 2, II 16; 15 (auctor 384BC-322BC)
Ὅτι δ᾿ οὐ τό ἐκλείπειν αἴτιον τοῦ ἐν μέσῳ, ἀλλά τοῦτο τοῦ ἐκλείπειν, φανερόν· ἐν γάρ τῷ λόγῳ τῷ τοῦ ἐκλείπειν ἐνυπάρχει τό ἐν μέσῳ, ὥστε δῆλον ὅτι διά τούτου ἐκεῖνο γνωρίζεται, ἀλλ᾿ οὐ τοῦτο δι᾿ ἐκείνου.
412Aristoteles, Analytica posteriora, 2, II 16; 21 (auctor 384BC-322BC)
Οἷον διά τί τά δένδρα φυλλορροεῖ; εἰ δή διά πῆξιν τοῦ ὑγροῦ, εἴτε φυλλορροεῖ δένδρον, δεῖ ὑπάρχειν πῆξιν, εἴτε πῆξις ὑπάρχει μή ὁτῳοῦν ἀλλά δένδρῳ, φυλλορροεῖν.
413Aristoteles, Analytica posteriora, 2, II 17; 23 (auctor 384BC-322BC)
Εἰ δέ εἰς τό ἄτομον μή εὐθύς ἔρχονται, καί μή μόνον ἓν τό μέσον ἀλλά πλείω, καί τά αἴτια πλείω.
414Aristoteles, Analytica priora, 1, I 1; 5 (auctor 384BC-322BC)
Διαφέρει δέ ἡ ἀποδεικτική πρότασις τῆς διαλεκτικῆς, ὅτι ἡ μέν ἀποδεικτική λῆψις θατέρου μορίου τῆς ἀντιφάσεώς ἐστιν (οὐ γάρ ἐρωτᾷ ἀλλά λαμβάνει ὁ ἁποδεικνύων), ἡ δέ διαλεκτική ἐρώτησις ἀντιφάσεώς ἐστιν.
415Aristoteles, Analytica priora, 1, I 5; 11 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν γίνεται συλλογισμός οὕτως ἐχόντων τῶν ὅρων, φανερόν, ἀλλ᾿ οὐ τέλειος· οὐ γάρ μόνον ἐκ τῶν ἐξ ἀρχῆς ἀλλά καί ἐξ ἄλλων ἐπιτελεῖται τό ἀναγκαῖον.
416Aristoteles, Analytica priora, 1, I 5; 41 (auctor 384BC-322BC)
Δῆλον δέ καί ὅτι πάντες ἀτελεῖς εἰσίν οἱ ἐν τούτῳ τῷ σχήματι συλλογισμοί (πάντες γάρ ἐπιτελοῦνται προσλαμβανομένων τινῶν, ἃ ἢ ἐνυπάρχει τοῖς ὅροις ἐξ ἀνάγκης ἢ τίθενται ὡς ὑποθέσεις, οἷον ὅταν διά τοῦ ἀδυνάτου δεικνύωμεν), καί ὅτι οὐ γίνεται καταφατικός συλλογισμός διά τούτου τοῦ σχήματος, ἀλλά πάντες στερητικοί, καί οἱ καθόλου καί οἱ κατά μέρος.
417Aristoteles, Analytica priora, 1, I 9; 1 (auctor 384BC-322BC)
Συμβαίνει δέ ποτε καί τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τόν συλλογισμόν, πλήν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλά τῆς πρός τό μεῖζον ἄκρον, οἷον εἰ τό μέν Α τῷ Β ἐξ ἀνάγκης εἴληπται ὑπάρχον ἢ μή ὑπάρχον, τό δέ Β τῷ Γ ὑπάρχον μόνον· οὕτως γάρ εἰλημμένων τῶν προτάσεων ἐξ ἀνάγκης τό Α τῷ Γ ὑπάρξει ἢ οὐχ ὑπάρξει.
418Aristoteles, Analytica priora, 1, I 10; 15 (auctor 384BC-322BC)
Ἔτι κἂν ὅρους ἐκθέμενον εἴη δεῖξαι ὅτι τό συμπέρασμα οὐκ ἔστιν ἀναγκαῖον ἁπλῶς, ἀλλά τούτων ὄντων ἀναγκαῖον.
419Aristoteles, Analytica priora, 1, I 11; 15 (auctor 384BC-322BC)
Ἣ εἰ μή τοῦτο δυνατόν, ἀλλά τό ἐγρηγορέναι ἢ καθεύδειν ὅρον θετέον· ἅπαν γάρ ζῷον δεκτικόν τούτων.
420Aristoteles, Analytica priora, 1, I 11; 31 (auctor 384BC-322BC)
Τά μέν γάρ ἄλλα ταὐτά ἃ καί ἐπί τῶν πρότερον ἐροῦμεν, ὅροι δ᾿ ὅταν μέν ᾖ τό καθόλου κατηγορικόν ἀναγκαῖον, ἐγρήγορσις—ζῷον—ἄνθρωπος, μέσον ἄνθρωπος, ὅταν δ᾿ ἐν μέρει τό κατηγορικόν ἀναγκαῖον, ἐγρήγορσις—ζῷον—λευκόν· ζῷον μέν γάρ ἀνάγκη τινί λευκῷ ὑπάρχειν, ἐγρήγορσις δ᾿ ἐνδέχεται μηδενί, καί οὐκ ἀνάγκη τινί ζῴῳ μή ὑπάρχειν ἐγρήγορσιν.
421Aristoteles, Analytica priora, 1, I 13; 12 (auctor 384BC-322BC)
Ἀντιστρέφει μέν οὖν καί κατά τάς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων, οὐ μήν τόν αὐτόν γε τρόπον, ἀλλά τό μέν πεφυκός εἶναι τῷ μή ἐξ ἀνάγκης ὑπάρχειν (οὕτω γάρ ἐνδέχεται μή πολιοῦσθαι ἄνθρωπον), τό δ᾿ ἀόριστον τῷ μηδέν μᾶλλον οὕτως ἢ ἐκείνως.
422Aristoteles, Analytica priora, 1, I 14; 26 (auctor 384BC-322BC)
Δεῖ δέ τό ἐνδέχεσθαι λαμβάνειν μή ἐν τοῖς ἀναγκαίοις, ἀλλά κατά τόν εἰρημένον διορισμόν.
423Aristoteles, Analytica priora, 1, I 15; 1 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἡ μέν ὑπάρχειν ἡ δ᾿ ἐνδέχεσθαι λαμβάνηται τῶν προτάσεων, ὅταν μέν ἡ πρός τό μεῖζον ἄκρον ἐνδέχεσθαι σημαίνῃ, τέλειοί τ᾿ ἔσονται πάντες οἱ συλλογισμοί καί τοῦ ἐνδέχεσθαι κατά τόν εἰρημένον διορισμόν, ὅταν δ᾿ ἡ πρός τό ἔλαττον, ἀτελεῖς τε πάντες, καί οἱ στερητικοί τῶν συλλογισμῶν οὐ τοῦ κατά τόν διορισμόν ἐνδεχομένου, ἀλλά τοῦ μηδενί ἢ μή παντί ἐξ ἀνάγκης ὑπάρχειν· εἰ γάρ μηδενί ἢ μή παντί ἐξ ἀνάγκης, ἐνδέχεσθαί φαμεν καί μηδενί καί μή παντί ὑπάρχειν.
424Aristoteles, Analytica priora, 1, I 15; 11 (auctor 384BC-322BC)
Δεῖ δέ λαμβάνειν μή μόνον ἐν τῇ γενέσει τό ἀδύνατον καί δυνατόν, ἀλλά καί ἐν τῷ ἀληθεύεσθαι καί ἐν τῷ ὑπάρχειν, καί ὁσαχῶς ἄλλως λέγεται τό δυνατόν· ἐν ἅπασι γάρ ὁμοίως ἕξει.
425Aristoteles, Analytica priora, 1, I 15; 12 (auctor 384BC-322BC)
Ἔτι τό ὄντος τοῦ Α τό Β εἶναι, οὐχ ὡς ἑνός τινος ὄντος τοῦ Α τό Β ἔσται δεῖ ὑπολαβεῖν· οὐ γάρ ἐστιν οὐδέν ἐξ ἀνάγκης ἑνός τινος ὄντος, ἀλλά δυοῖν ἐλαχίστοιν, οἷον ὅταν αἱ προτάσεις οὕτως ἔχωσιν ὡς ἐλέχθη κατά τόν συλλογισμόν.
426Aristoteles, Analytica priora, 1, I 15; 15 (auctor 384BC-322BC)
Ὥσπερ οὖν εἴ τις θείη τό μέν Α τάς προτάσεις, τό δέ Β τό συμπέρασμα, συμβαίνοι ἂν οὐ μόνον ἀναγκαίου τοῦ Α ὄντος καί τό Β εἶναι ἀναγκαῖον, ἀλλά καί δυνατοῦ δυνατόν.
427Aristoteles, Analytica priora, 1, I 15; 36 (auctor 384BC-322BC)
Οὗτος οὖν ὁ συλλογισμός οὐκ ἔστι τοῦ κατά τόν διορισμόν ἐνδεχομένου, ἀλλά τοῦ μηδενί ἐξ ἀνάγκης (αὕτη γάρ ἐστιν ἡ ἀντίφασις τῆς γενομένης ὑποθέσεως· ἐτέθη γάρ ἐξ ἀνάγκης τό Α τινί τῷ Γ ὑπάρχειν)· ὁ δέ διά τοῦ ἀδυνάτου συλλογισμός τῆς ἀντικειμένης ἐστίν ἀντιφάσεως.
428Aristoteles, Analytica priora, 1, I 15; 41 (auctor 384BC-322BC)
Ἀλλά τό Α ἐξ ἀνάγκης οὐδενί τῷ Γ· οὐκ ἄρα τό συμπέρασμα ἐνδεχόμενον.
429Aristoteles, Analytica priora, 1, I 16; 16 (auctor 384BC-322BC)
Ὁ μέν οὖν συλλογισμός ἔσται τέλειος, ἀλλ᾿ οὐ τοῦ μή ὑπάρχειν ἀλλά τοῦ ἐνδέχεσθαι μή ὑπάρχειν· ἥ τε γάρ πρότασις οὕτως ἐλήφθη ἡ ἀπό τοῦ μείζονος ἄκρου, καί εἰς τό ἀδύνατον οὐκ ἔστιν ἀγαγεῖν· εἰ γάρ ὑποτεθείη τό Α τῷ Γ τινί ὑπάρχειν, κεῖται δέ καί τῷ Β ἐνδέχεσθαι μηδενί ὑπάρχειν, οὐδέν συμβαίνει διά τούτων ἀδύνατον.
430Aristoteles, Analytica priora, 1, I 17; 9 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδ᾿ ἐκ τοῦ ἀδυνάτου δειχθήσεται ἀντιστρέφον, οἷον εἴ τις ἀξιώσειεν, ἐπεί ψεῦδος τό ἐνδέχεσθαι τό Β τῷ Α μηδενί ὑπάρχειν, ἀληθές τό μή ἐνδέχεσθαι μηδενί· φάσις γάρ καί ἀπόφασις.
431Aristoteles, Analytica priora, 1, I 17; 16 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι πρός τό οὕτως ἐνδεχόμενον καί μή ἐνδεχόμενον, ὡς ἐν ἀρχῇ διωρίσαμεν, οὐ τό ἐξ ἀνάγκης τινί ὑπάρχειν ἀλλά τό ἐξ ἀνάγκης τινί μή ὑπάρχειν ληπτέον.
432Aristoteles, Analytica priora, 1, I 17; 26 (auctor 384BC-322BC)
Ἀλλά τό Β τῷ Γ οὔτε ὑπάρχειν ἐνδέχεται οὔτε μή ὑπάρχειν.
433Aristoteles, Analytica priora, 1, I 19; 1 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἡ μέν ἐξ ἀνάγκης ἡ δ᾿ ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων, τῆς μέν στερητικῆς ἀναγκαίας οὔσης ἔσται συλλογισμός, οὐ μόνον ὅτι ἐνδέχεται μή ὑπάρχειν, ἀλλά καί ὅτι οὐχ ὑπάρχει, τῆς δέ καταφατικῆς οὐκ ἔσται.
434Aristoteles, Analytica priora, 1, I 19; 5 (auctor 384BC-322BC)
Κείσθω γάρ ὑπάρχειν· οὐκοῦν εἰ τό Α τῷ Β μηδενί ἐνδέχεται, τό δέ Β ὑπάρχει τινί τῶν Γ, τό Α τῶν Γ τινί οὐκ ἐνδέχεται· ἀλλά παντί ὑπέκειτο ἐνδέχεσθαι.
435Aristoteles, Analytica priora, 1, I 19; 12 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδέ τοῦ ἀναγκαίου· τό γάρ ἀναγκαῖον ἢ ἐξ ἀμφοτέρων ἀναγκαίων ἢ ἐκ τῆς στερητικῆς συνέβαινεν.
436Aristoteles, Analytica priora, 1, I 19; 23 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδέ τοῦ ἐνδέχεσθαι μή ὑπάρχειν· ἐξ ἀνάγκης γάρ οὕτως ἐχόντων τό Β τῷ Γ οὐχ ὑπάρξει, οἷον εἰ τό μέν Α τεθείη λευκόν, ἐφ᾿ ᾧ δέ τό Β κύκνος, τό δέ Γ ἄνθρωπος.
437Aristoteles, Analytica priora, 1, I 19; 31 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων ὅτι τῆς μέν στερητικῆς τῆς καθόλου τιθεμένης ἀναγκαίας ἀεί γίνεται συλλογισμός, οὐ μόνον τοῦ ἐνδέχεσθαι μή ὑπάρχειν, ἀλλά καί τοῦ μή ὑπάρχειν, τῆς δέ καταφατικῆς οὐδέποτε.
438Aristoteles, Analytica priora, 1, I 24; 9 (auctor 384BC-322BC)
Λέγω δ᾿ οὐ μόνον τῷ καταφατικήν εἶναι ἢ στερητικήν, ἀλλά καί τῷ ἀναγκαίαν ἢ ὑπάρχουσαν ἢ ἐνδεχομένην.
439Aristoteles, Analytica priora, 1, I 25; 2 (auctor 384BC-322BC)
Τούτων δ᾿ ὄντων οὐχ εἷς ἀλλά πλείους εἰσίν οἱ συλλογισμοί.
440Aristoteles, Analytica priora, 1, I 25; 5 (auctor 384BC-322BC)
Ἀλλά καί οὕτως πλείους οἱ συλλογισμοί· πλείω γάρ τά συμπεράσματά ἐστιν, οἷον τό τε Α καί τό Β καί τό Γ.
441Aristoteles, Analytica priora, 1, I 27; 1 (auctor 384BC-322BC)
Πῶς δ᾿ εὐπορήσομεν αὐτοί πρός τό τιθέμενον ἀεί συλλογισμῶν, καί διά ποίας ὁδοῦ ληψόμεθα τάς περί ἕκαστον ἀρχάς, νῦν ἤδη λεκτέον· οὐ γάρ μόνον ἴσως δεῖ τήν γένεσιν θεωρεῖν τῶν συλλογισμῶν, ἀλλά καί τήν δύναμιν ἔχειν τοῦ ποιεῖν.
442Aristoteles, Analytica priora, 1, I 27; 2 (auctor 384BC-322BC)
Ἁπάντων δή τῶν ὄντων τά μέν ἐστι τοιαῦτα ὥστε κατά μηδενός ἄλλου κατηγορεῖσθαι ἀληθῶς καθόλου, οἷον Κλέων καί Καλλίας καί τό καθ᾿ ἕκαστον καί αἰσθητόν, κατά δέ τούτων ἄλλα (καί γάρ ἄνθρωπος καί ζῷον ἑκάτερος τούτων ἐστί)· τά δ᾿ αὐτά μέν κατ᾿ ἄλλων κατηγορεῖται, κατά δέ τούτων ἄλλα πρότερον οὐ κατηγορεῖται· τά δέ καί αὐτά ἄλλων καί αὐτῶν ἕτερα, οἷον ἄνθρωπος Καλλίου καί ἀνθρώπου ζῷον.
443Aristoteles, Analytica priora, 1, I 27; 5 (auctor 384BC-322BC)
Κατά μέν οὖν τούτων οὐκ ἔστιν ἀποδεῖξαι κατηγορούμενον ἕτερον, πλήν εἰ μή κατά δόξαν, ἀλλά ταῦτα κατ᾿ ἄλλων· οὐδέ τά καθ᾿ ἕκαστα κατ᾿ ἄλλων, ἀλλ᾿ ἕτερα κατ᾿ ἐκείνων.
444Aristoteles, Analytica priora, 1, I 27; 6 (auctor 384BC-322BC)
Τά δέ μεταξύ δῆλον ὡς ἀμφοτέρως ἐνδέχεται· καί γάρ αὐτά κατ᾿ ἄλλων καί ἄλλα κατά τούτων λεχθήσεται, καί σχεδόν οἱ λόγοι καί αἱ σκέψεις εἰσί μάλιστα περί τούτων.
445Aristoteles, Analytica priora, 1, I 27; 10 (auctor 384BC-322BC)
δεῖ δ᾿ ἐκλέγειν μή τά ἑπόμενα τινί, ἀλλ᾿ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται, οἷον μή τί τινί ἀνθρώπῳ ἀλλά τί παντί ἀνθρώπῳ ἕπεται· διά γάρ τῶν καθόλου προτάσεων ὁ συλλογισμός.
446Aristoteles, Analytica priora, 1, I 27; 13 (auctor 384BC-322BC)
Αὐτό δέ τό ἑπόμενον οὐ ληπτέον ὅλον ἕπεσθαι, λέγω δ᾿ οἷον ἀνθρώπῳ πᾶν ζῷον ἢ μουσικῇ πᾶσαν ἐπιστήμην, ἀλλά μόνον ἁπλῶς ἀκολουθεῖν, καθάπερ καί προτεινόμεθα· καί γάρ ἄχρηστον θάτερον καί ἀδύνατον, οἷον πάντα ἄνθρωπον εἶναι πᾶν ζῷον ἢ δικαιοσύνην ἅπαν ἀγαθόν.
447Aristoteles, Analytica priora, 1, I 28; 17 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐφ᾿ ὧν αὐτό ἀκολουθεῖ σκεπτέον· εἰ μέν γάρ τοῖς πρώτοις, καί τοῖς ὑπ᾿ ἐκεῖνα ἕπεται εἰ δέ μή τούτοις, ἀλλά τοῖς ὑπό ταῦτα ἐγχωρεῖ.
448Aristoteles, Analytica priora, 1, I 28; 33 (auctor 384BC-322BC)
Δῆλον δέ καί ὅτι ὁποῖα ταὐτά ληπτέον τά κατά τήν ἐπίσκεψιν, καί οὐχ ὁποῖα ἕτερα ἢ ἐναντία, πρῶτον μέν ὅτι τοῦ μέσου χάριν ἡ ἐπίβλεψις, τό δέ μέσον οὐχ ἕτερον ἀλλά ταὐτόν δεῖ λαβεῖν.
449Aristoteles, Analytica priora, 1, I 29; 4 (auctor 384BC-322BC)
Πάλιν ὅτι τινί ὑπάρχει· εἰ γάρ μηδενί τῶν Ε τό Α, τό δέ Ε παντί τῷ Η, οὐδενί τῶν Η ὑπάρξει τό Α· ἀλλά παντί ὑπῆρχεν.
450Aristoteles, Analytica priora, 1, I 29; 19 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων οὐ μόνον ὅτι ἐγχωρεῖ διά ταύτης τῆς ὁδοῦ γίνεσθαι πάντας τούς συλλογισμούς, ἀλλά καί ὅτι δι᾿ ἄλλης ἀδύνατον.
451Aristoteles, Analytica priora, 1, I 31; 9 (auctor 384BC-322BC)
Καί πάλιν θέμενος τό μέν Α ζῷον θνητόν, ἐφ᾿ οὗ τό Β ὑπόπουν, ἐφ᾿ οὗ δέ τό Γ ἄπουν, τόν δ᾿ ἄνθρωπον τό Δ, ὡσαύτως λαμβάνει τό μέν Α ἤτοι ἐν τῷ Β ἢ ἐν τῷ Γ εἶναι (ἅπαν γάρ ζῷον θνητόν ἢ ὑπόπουν ἢ ἄπουν ἐστί), κατά δέ τοῦ Δ τό Α (τόν γάρ ἄνθρωπον ζῷον θνητόν εἶναι ἔλαβεν)· ὥστ᾿ ὑπόπουν μέν ἢ ἄπουν εἶναι ζῷον ἀνάγκη τόν ἄνθρωπον, ὑπόπουν δ᾿ οὐκ ἀνάγκη, ἀλλά λαμβάνει· τοῦτο δ᾿ ἦν ὃ ἔδει πάλιν δεῖξαι.
452Aristoteles, Analytica priora, 1, I 32; 5 (auctor 384BC-322BC)
Ἐνίοτε γάρ τήν καθόλου προτείναντες τήν ἐν ταύτῃ οὐ λαμβάνουσιν, οὔτε γράφοντες οὔτ᾿ ἐρωτῶντες· ἢ ταύτας μέν προτείνουσι, δι᾿ ὧν δ᾿ αὗται περαίνονται, παραλείπουσιν, ἄλλα δέ μάτην ἐρωτῶσιν.
453Aristoteles, Analytica priora, 1, I 32; 11 (auctor 384BC-322BC)
Ὤστ᾿ οὐκ εἴ τι συμβαίνει τεθέντων τινῶν, πειρατέον ἀνάγειν εὐθύς, ἀλλά πρῶτον ληπτέον τάς δύο προτάσεις, εἶθ᾿ οὕτω διαιρετέον εἰς τούς ὅρους, μέσον δέ θετέον τῶν ὅρων τόν ἐν ἀμφοτέραις ταῖς προτάσεσι λεγόμενον· ἀνάγκη γάρ τό μέσον ἐν ἀμφοτέραις ὑπάρχειν ἐν ἅπασι τοῖς σχήμασιν.
454Aristoteles, Analytica priora, 1, I 32; 12 (auctor 384BC-322BC)
Ἐάν μέν οὖν κατηγορῇ καί κατηγορῆται τό μέσον, ἢ αὐτό μέν κατηγορῇ, ἄλλο δ᾿ ἐκείνου ἀπαρνῆται, τό πρῶτον ἔσται σχῆμα· ἐάν δέ καί κατηγορῇ καί ἀπαρνῆται ἀπό τινος, τό μέσον· ἐάν δ᾿ ἄλλα ἐκείνου κατηγορῆται, ἢ τό μέν ἀπαρνῆται τό δέ κατηγορῆται, τό ἔσχατον.
455Aristoteles, Analytica priora, 1, I 33; 5 (auctor 384BC-322BC)
Ἀλλά καί τό Β τῷ Γ· ὁ γάρ Ἀριστομένης ἐστί διανοητός Ἀριστομένης.
456Aristoteles, Analytica priora, 1, I 33; 11 (auctor 384BC-322BC)
Ἀλλά καί τό Α τοῦ Β· φθείροιτο γάρ ἂν αὔριον μουσικός Μίκκαλος.
457Aristoteles, Analytica priora, 1, I 36; 8 (auctor 384BC-322BC)
Ὁτέ δέ τό μέν μέσον ἐπί τοῦ τρίτου λέγεται, τό δέ πρῶτον ἐπί τοῦ μέσου οὐ λέγεται, οἷον εἰ τοῦ ποιοῦ παντός ἐστιν ἐπιστήμη ἢ ἐναντίου, τό δ᾿ ἀγαθόν καί ἐναντίον καί ποιόν, συμπέρασμα μέν ὅτι τοῦ ἀγαθοῦ ἐστίν ἐπιστήμη, οὐκ ἔστι δέ τό ἀγαθόν ἐπιστήμη οὐδέ τό ποιόν οὐδέ τό ἐναντίον, ἀλλά τό ἀγαθόν ταῦτα.
458Aristoteles, Analytica priora, 1, I 38; 5 (auctor 384BC-322BC)
Ἀλλά καί τό Β τοῦ Γ· ἡ γάρ δικαιοσύνη ὅπερ ἀγαθόν.
459Aristoteles, Analytica priora, 1, I 38; 12 (auctor 384BC-322BC)
Ἀλλά καί τό Β τοῦ Γ· τό γάρ ἐφ᾿ ᾧ Γ ὄν τι.
460Aristoteles, Analytica priora, 1, I 42; 1 (auctor 384BC-322BC)
Μή λανθανέτω δ᾿ ἡμᾶς ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ ἅπαντα τά συμπεράσματα δι᾿ ἑνός σχήματός εἰσιν, ἀλλά τό μέν διά τούτου τό δέ δι᾿ ἄλλου.
461Aristoteles, Analytica priora, 1, I 44; 2 (auctor 384BC-322BC)
Οὐ γάρ διά συλλογισμοῦ δεδειγμένοι εἰσίν, ἀλλά διά συνθήκης ὡμολογημένοι πάντες.
462Aristoteles, Analytica priora, 1, I 44; 8 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τῶν διά τοῦ ἀδυνάτου περαινομένων· οὐδέ γάρ τούτους οὐκ ἔστιν ἀναλύειν, ἀλλά τήν μέν εἰς τό ἀδύνατον ἀπαγωγήν ἔστι (συλλογισμῷ γάρ δείκνυται), θάτερον δ᾿ οὐκ ἔστιν· ἐξ ὑποθέσεως γάρ περαίνεται.
463Aristoteles, Analytica priora, 1, I 46; 2 (auctor 384BC-322BC)
Οὐ γάρ ταὐτόν σημαίνει, οὐδ᾿ ἔστιν ἀπόφασις τοῦ εἶναι λευκόν τό εἶναι μή λευκόν, ἀλλά τό μή εἶναι λευκόν.
464Aristoteles, Analytica priora, 1, I 46; 32 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί τοῦ ἔστι πᾶν ζῷον λευκόν οὐ τό ἔστιν οὐ λευκόν ἅπαν ζῷον ἀπόφασις (ἄμφω γάρ ψευδεῖς), ἀλλά τό οὐκ ἔστι πᾶν ζῷον λευκόν.
465Aristoteles, Analytica priora, 1, I 46; 34 (auctor 384BC-322BC)
Ἀλλά τό μέν ἀληθές εἰπεῖν ἔστι λευκόν εἴτε μή λευκόν ὁ αὐτός τρόπος· κατασκευαστικῶς γάρ ἄμφω διά τοῦ πρώτου δείκνυται σχήματος· τό γάρ ἀληθές τῷ ἔστιν ὁμοίως τάττεται· τοῦ γάρ ἀληθές εἰπεῖν λευκόν οὐ τό ἀληθές εἰπεῖν μή λευκόν ἀπόφασις, ἀλλά τό μή ἀληθές εἰπεῖν λευκόν.
466Aristoteles, Analytica priora, 2, II 1; 14 (auctor 384BC-322BC)
Ἀλλά τό μέν τῷ Γ μηδενί ὑπάρχειν τό Β διά τοῦ συλλογισμοῦ δέδεικται, τό δέ τῷ Α μή ὑπάρχειν ἀναπόδεικτον εἴληπται, ὥστ᾿ οὐ διά τόν συλλογισμόν συμβαίνει τό Β τῷ Ε μή ὑπάρχειν.
467Aristoteles, Analytica priora, 2, II 2; 11 (auctor 384BC-322BC)
Ἐκ ψευδῶν δ᾿ ἀληθές ἔστι συλλογίσασθαι καί ἀμφοτέρων τῶν προτάσεων ψευδῶν οὐσῶν καί τῆς μιᾶς, ταύτης δ᾿ οὐχ ὁποτέρας ἔτυχεν ἀλλά τῆς δευτέρας, ἐάνπερ ὅλην λαμβάνῃ ψευδῆ· μή ὅλης δέ λαμβανομένης ἔστιν ὁποτερασοῦν.
468Aristoteles, Analytica priora, 2, II 4; 17 (auctor 384BC-322BC)
Ἀλλά καί εἰ ἀμφότεραι λαμβάνοιντο καταφατικαί.
469Aristoteles, Analytica priora, 2, II 5; 20 (auctor 384BC-322BC)
Ἀλλά ληπτέον, ᾧ τό Α μηδενί ὑπάρχει, τό Β παντί ὑπάρχειν.
470Aristoteles, Analytica priora, 2, II 7; 7 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐ ταὐτόν ἐστι τόδε τῷδε καί τόδε τῷδε ὑπάρχειν· ἀλλά προσληπτέον, εἰ τόδε τινί τῷδε, καί θάτερον τινί τῷδε.
471Aristoteles, Analytica priora, 2, II 10; 19 (auctor 384BC-322BC)
Πάλιν εἰ τό Α παντί τῷ Β, τῷ δέ Γ μηδενί, τό Β οὐδενί τῷ Γ· ἀλλά παντί ὑπῆρχεν.
472Aristoteles, Analytica priora, 2, II 11; 2 (auctor 384BC-322BC)
Ὁ δέ διά τοῦ ἀδυνάτου συλλογισμός δείκνυται μέν, ὅταν ἡ ἀντίφασις τεθῇ τοῦ συμπεράσματος καί προσληφθῇ ἄλλη πρότασις, γίνεται δ᾿ ἐν ἅπασι τοῖς σχήμασιν· ὅμοιον γάρ ἐστι τῇ ἀντιστροφῇ, πλήν διαφέρει τοσοῦτον ὅτι ἀντιστρέφεται μέν γεγενημένου συλλογισμοῦ καί εἰλημμένων ἀμφοῖν τῶν προτάσεων, ἀπάγεται δ᾿ εἰς ἀδύνατον οὐ προομολογηθέντος τοῦ ἀντικειμένου πρότερον, ἀλλά φανεροῦ ὄντος ὅτι ἀληθές.
473Aristoteles, Analytica priora, 2, II 11; 7 (auctor 384BC-322BC)
Τά μέν οὖν ἄλλα προβλήματα πάντα δείκνυται διά τοῦ ἀδυνάτου ἐν ἅπασι τοῖς σχήμασι, τό δέ καθόλου κατηγορικόν ἐν μέν τῷ μέσῳ καί τῷ τρίτῳ δείκνυται, ἐν δέ τῷ πρώτῳ οὐ δείκνυται.
474Aristoteles, Analytica priora, 2, II 11; 39 (auctor 384BC-322BC)
Ἐάν δέ μή παντί ἀλλά τινί ὑπάρχειν ὑποτεθῇ οὐ δείκνυται ὅτι οὐ παντί ἀλλ᾿ ὅτι οὐδενί.
475Aristoteles, Analytica priora, 2, II 11; 44 (auctor 384BC-322BC)
Ὥστ᾿ οὐχ ὑποθετέον τινί ὑπάρχειν, ἀλλά παντί.
476Aristoteles, Analytica priora, 2, II 11; 46 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι οὐ τό ἐναντίον ἀλλά τό ἀντικείμενον ὑποθετέον ἐν ἅπασι τοῖς συλλογισμοῖς.
477Aristoteles, Analytica priora, 2, II 12; 1 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἐν τῷ πρώτῳ σχήματι τά μέν ἄλλα προβλήματα πάντα δείκνυται διά τοῦ ἀδυνάτου, τό δέ καθόλου καταφατικόν οὐ δείκνυται.
478Aristoteles, Analytica priora, 2, II 12; 17 (auctor 384BC-322BC)
Ἀλλά παντί ὑπῆρχεν, ὥστε ψεῦδος τό ὑποτεθέν· οὐδενί ἄρα τῷ Β τό Α ὑπάρξει.
479Aristoteles, Analytica priora, 2, II 13; 5 (auctor 384BC-322BC)
Ἀλλά πρός τό τινί ὑπάρχειν αὕτη ληπτέα ἡ ὑπόθεσις.
480Aristoteles, Analytica priora, 2, II 13; 11 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ὑποτεθῇ παντί τῷ Β ὑπάρχειν τό Α, οὐ δείκνυται τό προτεθέν, ἀλλά πρός τό μή παντί ὑπάρχειν αὕτη ληπτέα ἡ ὑπόθεσις.
481Aristoteles, Analytica priora, 2, II 14; 26 (auctor 384BC-322BC)
Καί εἰ μή καθόλου ὁ συλλογισμός, ἀλλά τό Α τινί τῷ Β δέδεικται μή ὑπάρχειν, ὡσαύτως.
482Aristoteles, Analytica priora, 2, II 16; 3 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἔστι μέν οὕτω ποιεῖν ὥστ᾿ εὐθύς ἀξιῶσαι τό προκείμενον, ἐνδέχεται δέ καί μεταβάντας ἐπ᾿ ἄλλα ἄττα τῶν πεφυκότων δι᾿ ἐκείνου δείκνυσθαι διά τούτων ἀποδεικνύναι τό ἐξ ἀρχῆς, οἷον εἰ τό Α δεικνύοιτο διά τοῦ Β, τό δέ Β διά τοῦ Γ, τό δέ Γ πεφυκός εἴη δείκνυσθαι διά τοῦ Α· συμβαίνει γάρ αὐτό δι᾿ αὑτοῦ τό Α δεικνύναι τούς οὕτω συλλογιζομένους.
483Aristoteles, Analytica priora, 2, II 17; 12 (auctor 384BC-322BC)
Ἀλλά δεῖ πρός τούς ἐξ ἀρχῆς ὅρους συνάπτειν τό ἀδύνατον· οὕτω γάρ ἔσται διά τήν ὑπόθεσιν, οἷον ἐπί μέν τό κάτω λαμβάνοντι τό συνεχές πρός τόν κατηγορούμενον τῶν ὅρων· εἰ γάρ ἀδύνατον τό Α τῷ Δ ὑπάρχειν, ἀφαιρεθέντος τοῦ Α οὐκέτι ἔσται τό ψεῦδος.
484Aristoteles, Analytica priora, 2, II 17; 17 (auctor 384BC-322BC)
Καί γάρ εἰ μή τῷ Β ἀλλά τῷ Κ ἐτέθη τό Α ὑπάρχειν, τό δέ Κ τῷ Γ καί τοῦτο τῷ Δ, καί οὕτω μένει τό ἀδύνατον· ὁμοίως δέ καί ἐπί τό ἄνω λαμβάνοντι τούς ὅρους, ὥστ᾿ ἐπεί καί ὄντος καί μή ὄντος τούτου συμβαίνει τό ἀδύνατον, οὐκ ἂν εἴη παρά τήν θέσιν.
485Aristoteles, Analytica priora, 2, II 21; 16 (auctor 384BC-322BC)
Τό γάρ εἰδέναι πᾶν τρίγωνον ὅτι δύο ὀρθαῖς οὐχ ἁπλοῦν ἐστίν, ἀλλά τό μέν τῷ τήν καθόλου ἔχειν ἐπιστήμην, τό δέ τήν καθ᾿ ἕκαστον.
486Aristoteles, Analytica priora, 2, II 22; 9 (auctor 384BC-322BC)
Καί μόνον τοῦτο ἀπό τοῦ συμπεράσματος ἀρχεται, τά δ᾿ ἄλλα οὐχ ὁμοίως καί ἐπί τοῦ κατηγορικοῦ συλλογισμοῦ.
487Aristoteles, Analytica priora, 2, II 23; 1 (auctor 384BC-322BC)
Πῶς μέν οὖν ἔχουσιν οἱ ὅροι κατά τάς ἀντιστροφάς καί τό αἱρετώτερον ἢ φευκτότερον εἶναι, φανερόν· ὅτι δ᾿ οὐ μόνον οἱ διαλεκτικοί καί ἀποδεικτικοί συλλογισμοί διά τῶν προειρημένων γίνονται σχημάτων, ἀλλά καί οἱ ῥητορικοί καί ἁπλῶς ἡτισοῦν πίστις καί ἡ καθ᾿ ὁποιανοῦν μέθοδον, νῦν ἂν εἴη λεκτέον.
488Aristoteles, Analytica priora, 2, II 23; 6 (auctor 384BC-322BC)
Ἀλλά καί τό Β, τό μή ἔχειν χολήν, παντί ὑπάρχει τῷ Γ.
489Aristoteles, Analytica priora, 2, II 26; 16 (auctor 384BC-322BC)
Τοῦτο γάρ δι᾿ ἄλλων προτάσεων δῆλον· οὐ δεῖ δέ εἰς ἄλλα ἐκτρέπεσθαι τήν ἔνστασιν, ἀλλ᾿ εὐθύς φανεράν ἔχειν τήν ἑτέραν πρότασιν.
490Aristoteles, Analytica priora, 2, II 27; 1 (auctor 384BC-322BC)
Εἰκός δέ καί σημεῖον οὐ ταὐτόν ἐστιν, ἀλλά τό μέν εἰκός ἐστι πρότασις ἔνδοξος· ὃ γάρ ὡς ἐπί τό πολύ ἴσασιν οὕτω γινόμενον ἢ μή γινόμενον ἢ ὂν ἢ μή ὄν, τοῦτ᾿ ἐστίν εἰκός, οἷον τό μισεῖν τούς φθονοῦντας ἢ τό φιλεῖν τούς ἐρωμένους.
491Aristoteles, Analytica priora, 2, II 27; 11 (auctor 384BC-322BC)
Ἢ πάλιν ὅτι οἱ σοφοί ἀγαθοί· Πιττακός γάρ ἀγαθός, ἀλλά καί σοφός.
492Aristoteles, Analytica priora, 2, II 27; 26 (auctor 384BC-322BC)
Ὧι δή τό Γ, τό Β παντί, ἀλλά καί ἄλλοις.
493Aristoteles, Athenaion Politeia, p2, 2, 3; 3 (auctor 384BC-322BC)
χαλεπώτατον μὲν οὖν καὶ πικρότατον ἦν τοῖς πολλοῖς τῶν κατὰ τὴν πολιτείαν τὸ δουλεύειν· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τοῖς ἄλλοις ἐδυσχέραινον· οὐδενὸς γὰρ ὡς εἰπεῖν ἐτύγχανον μετέχοντες.
494Aristoteles, Athenaion Politeia, p2, 6, 3; 5 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλὰ πιθανώτερος ὁ τῶν δημοτικῶν λόγος· οὐ γὰρ εἰκὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν, ὥστ' ἐξὸν αὐτῷ τοὺς ἑτέρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέροις ἀπεχθέσθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὕτω δὲ μικροῖς καὶ ἀναξίοις καταρρυπαίνειν ἑαυτόν.
495Aristoteles, Athenaion Politeia, p2, 8, 4; 7 (auctor 384BC-322BC)
βουλὴν δ' ἐποίησε τετρακοσίους, ἑκατὸν ἐξ ἑκάστης φυλῆς, τὴν δὲ τῶν Ἀρεοπαγιτῶν ἔταξεν ἐπὶ τὸ νομοφυλακεῖν, ὥσπερ ὑπῆρχεν καὶ πρότερον ἐπίσκοπος οὖσα τῆς πολιτείας, καὶ τά τε ἄλλα τὰ πλεῖστα καὶ τὰ μέγιστα τῶν πολιτικῶν διετήρει, καὶ τοὺς ἁμαρτάνοντας ηὔθυνεν κυρία οὖσα καὶ ζημιοῦν καὶ κολάζειν, καὶ τὰς ἐκτίσεις ἀνέφερεν εἰς πόλιν, οὐκ ἐπιγράφουσα τὴν πρόφασιν δι' ὃ τὸ ἐκτίνεσθαι, καὶ τοὺς ἐπὶ καταλύσει τοῦ δήμου συνισταμένους ἔκρινεν, Σόλωνος θέντος νόμον εἰσαγγελίας περὶ αὐτῶν.
496Aristoteles, Athenaion Politeia, p2, 9, 2; 5 (auctor 384BC-322BC)
οὐ μὴν εἰκός, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι καθόλου περιλαβεῖν τὸ βέλτιστον· οὐ γὰρ δίκαιον ἐκ τῶν νῦν γιγνομέων, ἀλλ' ἐκ τῆς ἄλλης πολιτείας θεωρεῖν τὴν ἐκείνου βούλησιν.
497Aristoteles, Athenaion Politeia, p2, 12, 3; 9 (auctor 384BC-322BC)
οὐ χρεών· ἃ μὲν γὰρ εἶπα, σὺν θεοῖσιν ἤνυσα, ἄλλα δ' οὐ μάτην ἔερδον, οὐδέ μοι τυραννίδος ἁνδάνει βίᾳ τι ῥέζειν, οὐδὲ πιείρας χθονὸς πατρίδος κακοῖσιν ἐσθλοὺς ἰσομοιρίαν ἔχειν.
498Aristoteles, Athenaion Politeia, p2, 15, 1; 2 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα ὡς ἐξέπεσε τὸ δεύτερον, ἔτει μάλιστα ἑβδόμῳ μετὰ τὴν κάθοδον, (οὐ γὰρ πολὺν χρόνον κατέσχεν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τῇ τοῦ Μεγακλέους θυγατρὶ συγγίγνεσθαι, φοβηθεὶς ἀμφοτέρας τὰς στάσεις ὑπεξῆλθεν) .
499Aristoteles, Athenaion Politeia, p2, 16, 3; 4 (auctor 384BC-322BC)
τοῦτο δ' ἐποίει δυοῖν χάριν, ἵνα μήτε ἐν τῷ ἄστει διατρίβωσιν, ἀλλὰ διεσπαρμένοι κατὰ τὴν χώραν, καὶ ὅπως εὐποροῦντες τῶν μετρίων καὶ πρὸς τοῖς ἰδίοις ὄντες, μήτ' ἐπιθυμῶσι μήτε σχολάζωσιν ἐπιμελεῖσθαι τῶν κοινῶν.
500Aristoteles, Athenaion Politeia, p2, 18, 5; 8 (auctor 384BC-322BC)
κατηγόρει δὲ τῶν τοῦ τυράννου φίλων, ὡς μὲν οἱ δημοτικοί φασιν ἐπίτηδες, ἵνα ἀσεβήσαιεν ἅμα καὶ γένοιντο ἀσθενεῖς, ἀνελόντες τοὺς ἀναιτίους καὶ φίλους ἑαυτῶν, ὡς δ' ἔνιοι λέγουσιν οὐχὶ πλαττόμενος, ἀλλὰ τοὺς συνειδότας ἐμήνυεν.