'αμφί' - search in All Authors, Showing 1 to 352 of 352 hits

1Aldhelmus Schireburnensis, De septenario et de metris, 89, 0211B (auctor 640-709)
Ergo ἀμφὶ utrinque, βραχὺς brevis interpretatum dicitur.
2Aphthonius, De metris omnibus, p. 38, l. 4 (auctor c.350)
alia rursus apud eundem species superiori contraria, in qua breues pro longis lege communium recipiuntur, ut est ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιον ἑανὸν ἕσαθ᾽ ὅν οἱ Ἀθήνη.
3Auctores varii 005, Supplementum adnotationum, 5, 1366A
Χεῦε μέλι νύμφῃσι Διονύσοιό τε δῶρα, Ὄσσοι δ' ἀμφὶ γαῖαν πωτώμενοι αἰὲν ἔασι, Τοῖσδε φόνου πλήσας πάντη περιπληθέα βωμὸν, Ἐν πυρὶ βάλλε δέμας, θύσας, ζώοιο ποτανοῦ, Καὶ μέλι φυρήσας, δηΐῳ ἀλφίτῳ ἔνθεν Ἀτμούς τε λιβάνοιο, καὶ οὐλοχύτας ἐπίβαλλε.
4Auctores varii 005, Supplementum adnotationum, 5, 1366B
Ἀστραίοις δ' ἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν Αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς Λιμνάζειν· τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι· Ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι, Ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα Ἠέρα ῥευσταλέον· ἐπὶ δ' εὐχὰς πέμπετε τοῖσδε.
5Claudianus Claudius, Fragmenta spuria vel suspecta, 415; 17 (auctor c.370-c.404)
ϰαὶ τότ᾿ ἄναϰτα ϑεῶν χόλος ἄσπετος ἐστυϕέλιξε· ῥῆξεν γάρ τετυϕὼς νεϕέλας συχνοῖς τε ϰεραυνοῖς ἀσβέστους πυρόεντας ἐπ᾿ Ἐγϰελάδῳ χέεν ὄμβρους (ἤϑελ᾿ ἀμαλδύνειν)· ὁ δὲ μεσσόϑεν ἔνϑορε πόντου αἰϑόμενος, τῷ δ᾿ ἀμϕὶ περιζείουσα ϑάλασσα δεινὸν παϕλάζεσϰε ϰυϰωμένη ὡς πνριϑαλπής· οὐδὲ Κρονίων λῆγε, Λυϰαονίης δ᾿ ἀπὸ γαίης πέτρον ἀποῤῥήξας ὀλοῷ ἐπέϑηϰε γίγαντι ἄσχετα μηνιόων· ἐπὶ δ᾿ αὐτῷ νῆσος ὄρουσεν, ἣν αὐτὸς προέηϰεν ἐς οὐρανόν· [ἀμϕότερον δὲ ϰαὶ πυρὶ ϰαὶ νούσῳ στυγεροὺς τείρουσι γίγαντας].
6Desiderius Erasmus, Adagia, Chiliades, 2, 1333; 15 (opus 1508)
Tum Homerus Iliados ρ Aiacem sic pugnam ineuntem facit, quemadmodum leo pro catulis dimicans clausis oculis insilit venantium agmen: Αἴας δ’ ἀμφί Μενοιτιάδῃ σάκος εὐρύ κάλυψας Εἱστήκει ὥς τίς τε λέων περί οἸσι τέκεσσι, Ὧι ῥά τε νήπι’ ἄγοντι συναντήσονται ἐν ὕλῃ Ἄνδρες ἐπακτῆρες· ὁ δέ τε σθένεϊ βλεμεαίνων.
7Desiderius Erasmus, Adagia, Chiliades, 2, 1697; 12 (opus 1508)
Οἱ μέν τά προϊδόντες ἐπέδραμον, ὧκα δ’ ἔπειτα Σάμνον δ’ ἀμφί βοῶν ἀγέλας καί πώεα καλά Ἀργεννῶν ὀἹων, κτεῖνον δ’ ἐπί μηλοβοτῆρας.
8Desiderius Erasmus, Adagia, Chiliades, 2, 1772; 4 (opus 1508)
Αὐτάρ ἐπεί δή τεῦξε δόλον κεχολωμέμος Ἄρει, Βῆ ῥ’ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φἰλα δέμνι’ ἔκειτο· Ἀμφί δ’ ἅρ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ, Πολλά δέ καί καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, Ἠ὘τ’ ἀράχνια λεπτά·τά οὔ κέ τις οὐδέ ἴδοιτο, Οὐδέ θεῶν μακάρων.
9Desiderius Erasmus, Adagia, Chiliades, 3, 2585; 11 (opus 1508)
Itidem Pindarus in Nemeis hymno primo: Σέο δέ ἀμφί τρόπῳ τῶν τε καί τῶν χρήσιες, id est Tui vero mores et in his et illis usui sunt.
10Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0436A (auctor c.470–c.544)
Ἄλλως τε καὶ τῆς εἰδωλολατρείας ἐπικρατούσης, ἣν οἱ ἀμφὶ Διοκλητιανὸν καὶ Μαξιμιανὸν ἤγειραν, οὐκ ἔδει τοῖς ἀτίμοις φανεροῦσθαι τὸ τίμιον, ὡς ἂν μὴ τοῖς κυσὶ δοθείη τὸ ἅγιον, καὶ τοῖς χοίροις ῥιφείη τὸ παντὸς μαργαρίτου λαμπρότερον· διὰ ταῦτα γοῦν ἡ ἱερὰ κεφαλὴ, ὡς ἐμοὶ δοκεῖ, κρυπτομένη ἐτύγχανε, λανθάνουσα τοὺς πολλοὺς, καὶ οὐχ ἑαυτὴν διεκφαίνουσα.
11Duebnerus Fridericus, Aristotelis liber de poetica, 1, 20; 7 (auctor 1802-1867)
Articulus autem est vox significationis expers, quae enuntiati principium vel finem vel distinctionem declarat, ut τὸ ἀμφί et τὸ περί et cetera.
12Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0041A
Μουσέα γένος Ἑβραίων [Al. κατὰ γένος Ἑβραίων] προφητῶν ἁπάντων πρῶτον, ἁμφὶ τοὺς [Sc. τοῦ Σωτῆρος ἡμῶν] πρὸ ἐξ ἡμῶν, λέγω δὲ πρὸ ἐξ ἡμῶν, λέγω δὲ τοῦ Κριστοῦ, ἀμφί τε τῆς τῶν ἐθνῶν δι' αὐτοῦ θεογνωσίας χρησμοὺς, καὶ λόγια θείᾳ γραφῇ παραδεδωκότας, τοῖς χρόνοις ἀκμάσαι κατὰ Ἴναχον, εἰρήκασιν ἄνδρες ἐν παιδεύσει γνώριμοι, Κλήμης, Ἀφρικανὸς, Τατιανὸς, τοῦ καθ' ἡμᾶς λόγου· τῶν ἐκ περιτομῆς Ἰώσηπος καὶ Ἰοῦστος ἰδίως ἕκαστος τὴν ἀπόδειξιν ἐκ παλαιᾶς ὑποσχὼν ἱστορίας.
13Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0046B
Τούτων γὰρ ἁπάντων τὴν ἱστορίαν νεωτέρων τῆς Κέκροπος ἡλικίας παῖδες Ἑλλήνων παραδιδοῦσιν [Al. παραδε· δώκασι]. Μωσέα δὲ ἡ παροῦσα συνεξέτασις τῶν χρόνων γενέσθαι κατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτόν φασι τῆς Ἀττικῆς βασιλεῦσαι, συνίστησι πρὸ τῶν Ἰλιακῶν ἀμφὶ τὰ τν' ἔτη . . .. . . Συντρεχόντων ὁμολογουμένως τῶν χρόνων Αὐγούστου Ῥωμαίων αὐτοκράτορος, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως, ἀρχήν τε τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Χριστοῦ ποιησαμένου κατὰ τό πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν τῶν ἐτῶν ἀριθμὸν, προϊὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους τοὺς μέχρι Δαρείου τοῦ Περσῶν βασιλέως, καὶ τῆς κατ' αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεῶ, ἣ γέγονε κατὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους, εὕρει [Al. εὕροι] ἂν ἀπὸ Τιβερίου, ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου, ἔτη φμη'.
14Herodotus, Historiae, 1, 62, 3; 4 (auctor c.484BC-425BC)
καὶ οὗτοί τε πανστρατιῇ ἤισαν ἐπὶ τοὺς κατιόντας καὶ οἱ ἀμφὶ Πεισίστρατον, ὡς ὁρμηθέντες ἐκ Μαραθῶνος ἤισαν ἐπὶ τὸ ἄστυ, ἐς τὠυτὸ συνιόντες ἀπικνέονται ἐπὶ Παλληνίδος Ἀθηναίης ἱρόν, καὶ ἀντία ἔθεντο τὰ ὅπλα.
15Herodotus, Historiae, 1, 63, 1; 3 (auctor c.484BC-425BC)
οἱ δὲ ἀμφὶ Πεισίστρατον ἐσπεσόντες τοὺς Ἀθηναίους τρέπουσι.
16Herodotus, Historiae, 1, 140, 3; 6 (auctor c.484BC-425BC)
καὶ ἀμφὶ μὲν τῷ νόμῳ τούτῳ ἐχέτω ὡς καὶ ἀρχὴν ἐνομίσθη, ἄνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον.
17Herodotus, Historiae, 1, 157, 2; 2 (auctor c.484BC-425BC)
Μαζάρης δὲ ὁ Μῆδος ἐλάσας ἐπὶ τὰς Σάρδις τοῦ Κύρου στρατοῦ μοῖραν ὅσην δή κοτε ἔχων, ὡς οὐκ εὗρε ἔτι ἐόντας τοὺς ἀμφὶ Πακτύην ἐν Σάρδισι, πρῶτα μὲν τοὺς Λυδοὺς ἠνάγκασε τὰς Κύρου ἐντολὰς ἐπιτελέειν, ἐκ τούτου δὲ κελευσμοσύνης Λυδοὶ τὴν πᾶσαν δίαιταν τῆς ζόης μετέβαλον.
18Herodotus, Historiae, 2, 142, 4; 5 (auctor c.484BC-425BC)
καὶ οὐδὲν τῶν κατ' Αἴγυπτον ὑπὸ ταῦτα ἑτεροιωθῆναι, οὔτε τὰ ἐκ τῆς γῆς οὔτε τὰ ἐκ τοῦ ποταμοῦ σφι γινόμενα, οὔτε τὰ ἀμφὶ νούσους οὔτε τὰ κατὰ τοὺς θανάτους.
19Herodotus, Historiae, 3, 32, 1; 1 (auctor c.484BC-425BC)
ἀμφὶ δὲ τῷ θανάτῳ αὐτῆς διξὸς ὥσπερ περὶ Σμέρδιος λέγεται λόγος.
20Herodotus, Historiae, 3, 76, 2; 3 (auctor c.484BC-425BC)
ἐνθαῦτα ἐκστάντες τῆς ὁδοῦ ἐδίδοσαν αὖτις σφίσι λόγους, οἳ μὲν ἀμφὶ τὸν Ὀτάνην πάγχυ κελεύοντες ὑπερβαλέσθαι μηδὲ οἰδεόντων τῶν πρηγμάτων ἐπιτίθεσθαι, οἳ δὲ ἀμφὶ τὸν Δαρεῖον αὐτίκα τε ἰέναι καὶ τὰ δεδογμένα ποιέειν μηδὲ ὑπερβάλλεσθαι.
21Herodotus, Historiae, 4, 127, 4; 8 (auctor c.484BC-425BC)
ἀμφὶ μὲν μάχῃ τοσαῦτα εἰρήσθω, δεσπότας δὲ ἐμοὺς ἐγὼ Δία τε νομίζω τὸν ἐμὸν πρόγονον καὶ Ἱστίην τὴν Σκυθέων βασίλειαν μούνους εἶναι.
22Herodotus, Historiae, 4, 157, 2; 4 (auctor c.484BC-425BC)
ἀκούσαντες δὲ τούτων οἱ ἀμφὶ τὸν Βάττον ἀπέπλωον ὀπίσω· οὐ γὰρ δή σφεας ἀπίει ὁ θεὸς τῆς ἀποικίης, πρὶν δὴ ἀπίκωνται ἐς αὐτὴν Λιβύην.
23Herodotus, Historiae, 5, 19, 2; 3 (auctor c.484BC-425BC)
» πρὸς ταῦτα συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήσσειν μέλλοι ὁ Ἀλέξανδρος, λέγει « ὦ παῖ, σχεδὸν γάρ σευ ἀνακαιομένου συνίημι τοὺς λόγους, ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι νεώτερον· ἐγὼ ὦν σευ χρηίζω μηδὲν νεοχμῶσαι κατ' ἄνδρας τούτους, ἵνα μὴ ἐξεργάσῃ ἡμέας, ἀλλὰ ἀνέχευ ὁρέων τὰ ποιεύμενα· ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι.
24Herodotus, Historiae, 5, 52, 1; 1 (auctor c.484BC-425BC)
ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε· σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος.
25Herodotus, Historiae, 5, 65, 3; 4 (auctor c.484BC-425BC)
μετὰ δὲ ἐξεχώρησαν ἐς Σίγειον τὸ ἐπὶ τῷ Σκαμάνδρῳ, ἄρξαντες μὲν Ἀθηναίων ἐπ' ἔτεα ἕξ τε καὶ τριήκοντα, ἐόντες δὲ καὶ οὗτοι ἀνέκαθεν Πύλιοί τε καὶ Νηλεῖδαι, ἐκ τῶν αὐτῶν γεγονότες καὶ οἱ ἀμφὶ Κόδρον τε καὶ Μέλανθον, οἳ πρότερον ἐπήλυδες ἐόντες ἐγένοντο Ἀθηναίων βασιλέες.
26Herodotus, Historiae, 6, 62, 1; 1 (auctor c.484BC-425BC)
τὸν δὲ Ἀρίστωνα ἔκνιζε ἄρα τῆς γυναικὸς ταύτης ὁ ἔρως· μηχανᾶται δὴ τοιάδε· αὐτός τε τῷ ἑταίρῳ, τοῦ ἦν ἡ γυνὴ αὕτη, ὑποδέκεται δωτίνην δώσειν τῶν ἑωυτοῦ πάντων ἕν, τὸ ἂν αὐτὸς ἐκεῖνος ἕληται, καὶ τὸν ἑταῖρον ἑωυτῷ ἐκέλευε ὡσαύτως τὴν ὁμοίην διδόναι· ὁ δὲ οὐδὲν φοβηθεὶς ἀμφὶ τῇ γυναικί, ὁρέων ἐοῦσαν καὶ Ἀρίστωνι γυναῖκα, καταινέει ταῦτα· ἐπὶ τούτοισι δὲ ὅρκους ἐπήλασαν.
27Herodotus, Historiae, 6, 129, 2; 2 (auctor c.484BC-425BC)
ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῇ καὶ τῷ λεγομένῳ ἐς τὸ μέσον.
28Herodotus, Historiae, 6, 131, 1; 1 (auctor c.484BC-425BC)
ἀμφὶ μὲν κρίσιος τῶν μνηστήρων τοσαῦτα ἐγένετο καὶ οὕτω Ἀλκμεωνίδαι ἐβώσθησαν ἀνὰ τὴν Ἑλλάδα.
29Herodotus, Historiae, 7, 142, 3; 7 (auctor c.484BC-425BC)
κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι· οἱ γὰρ χρησμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον, ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους.
30Herodotus, Historiae, 7, 206, 1; 1 (auctor c.484BC-425BC)
τούτους μὲν τοὺς ἀμφὶ Λεωνίδην πρώτους ἀπέπεμψαν Σπαρτιῆται, ἵνα τούτους ὁρῶντες οἱ ἄλλοι σύμμαχοι στρατεύωνται μηδὲ καὶ οὗτοι μηδίσωσι, ἢν αὐτοὺς πυνθάνωνται ὑπερβαλλομένους· μετὰ δέ, Κάρνεια γάρ σφι ἦν ἐμποδών, ἔμελλον ὁρτάσαντες καὶ φυλακὰς λιπόντες ἐν τῇ Σπάρτῃ κατὰ τάχος βοηθέειν πανδημεί.
31Herodotus, Historiae, 7, 218, 3; 6 (auctor c.484BC-425BC)
οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο, οἳ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος.
32Herodotus, Historiae, 7, 223, 2; 2 (auctor c.484BC-425BC)
οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν, καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες, ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι, ἤδη πολλῶ μᾶλλον ἢ κατ' ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος.
33Herodotus, Historiae, 8, 15, 2; 3 (auctor c.484BC-425BC)
ἦν δὲ πᾶς ὁ ἀγὼν τοῖσι κατὰ θάλασσαν περὶ τοῦ Εὐρίπου, ὥσπερ τοῖσι ἀμφὶ Λεωνίδην τὴν ἐσβολὴν φυλάσσειν.
34Herodotus, Historiae, 8, 25, 3; 4 (auctor c.484BC-425BC)
ταύτην μὲν τὴν ἡμέρην πρὸς θέην ἐτράποντο, τῇ δ' ὑστεραίῃ οἳ μὲν ἀπέπλεον ἐς Ἱστιαίην ἐπὶ τὰς νέας, οἱ δὲ ἀμφὶ Ξέρξην ἐς ὁδὸν ὁρμέατο.
35Herodotus, Historiae, 8, 71, 1; 2 (auctor c.484BC-425BC)
ὡς γὰρ ἐπύθοντο τάχιστα Πελοποννήσιοι τοὺς ἀμφὶ Λεωνίδην ἐν Θερμοπύλῃσι τετελευτηκέναι, συνδραμόντες ἐκ τῶν πολίων ἐς τὸν Ἰσθμὸν ἵζοντο, καί σφι ἐπῆν στρατηγὸς Κλεόμβροτος ὁ Ἀναξανδρίδεω, Λεωνίδεω δὲ ἀδελφεός.
36Herodotus, Historiae, 8, 76, 1; 1 (auctor c.484BC-425BC)
ὃ μὲν ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο· τοῖσι δὲ ὡς πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα, τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν Ψυττάλειαν, μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου, πολλοὺς τῶν Περσέων ἀπεβιβάσαντο· τοῦτο δέ, ἐπειδὴ ἐγίνοντο μέσαι νύκτες, ἀνῆγον μὲν τὸ ἀπ' ἑσπέρης κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα, ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόσουραν τεταγμένοι, κατεῖχόν τε μέχρι Μουνυχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί.
37Herodotus, Historiae, 8, 104, 1; 1 (auctor c.484BC-425BC)
συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον, γένος μὲν ἐόντα Πηδασέα, φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέι· [οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ· ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι· ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν, τότε ἡ ἱρείη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν.
38Herodotus, Historiae, 8, 113, 1; 1 (auctor c.484BC-425BC)
οἱ δ' ἀμφὶ Ξέρξην ἐπισχόντες ὀλίγας ἡμέρας μετὰ τὴν ναυμαχίην ἐξήλαυνον ἐς Βοιωτοὺς τὴν αὐτὴν ὁδόν.
39Herodotus, Historiae, 9, 31, 1; 1 (auctor c.484BC-425BC)
οἱ δὲ ἀμφὶ Μαρδόνιον βάρβαροι ὡς ἀπεκήδευσαν Μασίστιον, παρῆσαν, πυθόμενοι τοὺς Ἕλληνας εἶναι ἐν Πλαταιῇσι, καὶ αὐτοὶ ἐπὶ τὸν Ἀσωπὸν τὸν ταύτῃ ῥέοντα.
40Herodotus, Historiae, 9, 57, 3; 3 (auctor c.484BC-425BC)
καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετός παρεγίνοντό σφι καὶ ἡ ἵππος ἡ τῶν βαρβάρων προσέκειτο πᾶσα.
41Herodotus, Historiae, 9, 69, 1; 2 (auctor c.484BC-425BC)
ἐν δὲ τούτῳ τῷ γινομένῳ φόβῳ ἀγγέλλεται τοῖσι ἄλλοισι Ἕλλησι τοῖσι τεταγμένοισι περὶ τὸ Ἥραιον καὶ ἀπογενομένοισι τῆς μάχης, ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ μετὰ Παυσανίεω· οἳ δὲ ἀκούσαντες ταῦτα, οὐδένα κόσμον ταχθέντες, οἱ μὲν ἀμφὶ Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρέης καὶ τῶν κολωνῶν τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς Δήμητρος, οἱ δὲ ἀμφὶ Μεγαρέας τε καὶ Φλειασίους διὰ τοῦ πεδίου τὴν λειοτάτην τῶν ὁδῶν.
42Herodotus, Historiae, 9, 114, 2; 2 (auctor c.484BC-425BC)
τοῖσι μέν νυν ἀμφὶ Λευτυχίδην Πελοποννησίοις ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα, Ἀθηναίοισι δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας πειρᾶσθαι τῆς Χερσονήσου.
43Herodotus, Historiae, 9, 119, 2; 2 (auctor c.484BC-425BC)
οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν, καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἳ μὲν ἀπέθανον οἳ δὲ ζῶντες ἐλάμφθησαν.
44Hesiodus, Opera et dies, 59; 4 (auctor fl.c.700BC)
αὐτίκα δ' ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς· ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη· ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· [πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.] ἐν δ' ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης ψεύδεά θ' αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος [τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ' ἄρα φωνὴν] θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ' ἔχοντες δῶρον ἐδώρησαν, πῆμ' ἀνδράσιν ἀλφηστῇσιν.
45Hesiodus, Opera et dies, 536; 2 (auctor fl.c.700BC)
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
46Hesiodus, Theogonia, 173; 2 (auctor fl.c.700BC)
ἦλθε δὲ νύκτ' ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ ἱμείρων φιλότητος ἐπέσχετο καί ῥ' ἐτανύσθη πάντη· ὃ δ' ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην μακρὴν καρχαρόδοντα, φίλου δ' ἀπὸ μήδεα πατρὸς ἐσσυμένως ἤμησε, πάλιν δ' ἔρριψε φέρεσθαι ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός· ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα· περιπλομένων δ' ἐνιαυτῶν γείνατ' Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχ' ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θ' ἃς Μελίας καλέουσ' ἐπ' ἀπείρονα γαῖαν.
47Hesiodus, Theogonia, 173; 3 (auctor fl.c.700BC)
μήδεα δ' ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι κάββαλ' ἀπ' ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ὣς φέρετ' ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπ' ἀθανάτου χροὸς ὤρνυτο· τῷ δ' ἔνι κούρη ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητ', ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
48Hesiodus, Theogonia, 173; 4 (auctor fl.c.700BC)
ἐκ δ' ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δ' Ἀφροδίτην [ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν] κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ' ἐν ἀφρῷ θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις· Κυπρογενέα δ', ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ· ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
49Hesiodus, Theogonia, 453; 5 (auctor fl.c.700BC)
οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο, καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
50Hesiodus, Theogonia, 545; 5 (auctor fl.c.700BC)
χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
51Hesiodus, Theogonia, 545; 12 (auctor fl.c.700BC)
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· [ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης, ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
52Hesiodus, Theogonia, 545; 13 (auctor fl.c.700BC)
] ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
53Hesiodus, Theogonia, 687; 1 (auctor fl.c.700BC)
οὐδ' ἄρ' ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν φαῖνε βίην· ἄμυδις δ' ἄρ' ἀπ' οὐρανοῦ ἠδ' ἀπ' Ὀλύμπου ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε καιομένη, λάκε δ' ἀμφὶ πυρὶ μεγάλ' ἄσπετος ὕλη.
54Hesiodus, Theogonia, 687; 8 (auctor fl.c.700BC)
τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
55Hesiodus, Theogonia, 767; 2 (auctor fl.c.700BC)
[ἰφθίμου τ' Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.] ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει μακρῇσιν πέτρῃσι κατηρεφέ'· ἀμφὶ δὲ πάντη κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
56Hesiodus, Theogonia, 820; 3 (auctor fl.c.700BC)
σκληρὸν δ' ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε πόντος τ' Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
57Hesiodus, Theogonia, 820; 6 (auctor fl.c.700BC)
ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα· θυῖε δ' ἄρ' ἀμφ' ἀκτὰς περί τ' ἀμφί τε κύματα μακρὰ ῥιπῇ ὕπ' ἀθανάτων, ἔνοσις δ' ἄσβεστος ὀρώρει· τρέε δ' Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, Τιτῆνές θ' ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες, ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
58Hesiodus, Theogonia, 853; 1 (auctor fl.c.700BC)
Ζεὺς δ' ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ' ὅπλα, βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, πλῆξεν ἀπ' Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
59Homerus, Ilias, 1, 458; 5 (auctor fl.700BC)
ἦμος δ' ἠέλιος κατέδυ καί ἐπί κνέφας ἦλθε, δή τότε κοιμήσαντο παρά πρυμνήσια νηός· ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καί τότ' ἔπειτ' ἀνάγοντο μετά στρατόν εὐρύν Ἀχαιῶν· τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· οἳ δ' ἱστόν στήσαντ' ἀνά θ' ἱστία λευκά πέτασσαν, ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφί δέ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηός ἰούσης· ἣ δ' ἔθεεν κατά κῦμα διαπρήσσουσα κέλευθον.
60Homerus, Ilias, 2, 35; 2 (auctor fl.700BC)
ἔγρετο δ' ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ' ὀμφή· ἕζετο δ' ὀρθωθείς, μαλακόν δ' ἔνδυνε χιτῶνα καλόν νηγάτεον, περί δέ μέγα βάλλετο φᾶρος· ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· εἵλετο δέ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί σύν τῷ ἔβη κατά νῆας Ἀχαιῶν χαλκοχιτώνων· ἠώς μέν ῥα θεά προσεβήσετο μακρόν Ὄλυμπον Ζηνί φόως ἐρέουσα καί ἄλλοις ἀθανάτοισιν· αὐτάρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορήν δέ κάρη κομόωντας Ἀχαιούς· οἳ μέν ἐκήρυσσον, τοί δ' ἠγείροντο μάλ' ὦκα· βουλήν δέ πρῶτον μεγαθύμων ἷζε γερόντων Νεστορέῃ παρά νηῒ Πυλοιγενέος βασιλῆος· τούς ὅ γε συγκαλέσας πυκινήν ἀρτύνετο βουλήν· κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διά νύκτα· μάλιστα δέ Νέστορι δίῳ εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐῴκει· στῆ δ' ἄρ' ὑπέρ κεφαλῆς καί με πρός μῦθον ἔειπεν· εὕδεις Ἀτρέος υἱέ δαΐφρονος ἱπποδάμοιο· οὐ χρή παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τ' ἐπιτετράφαται καί τόσσα μέμηλε· νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διός δέ τοι ἄγγελός εἰμι, ὃς σεῦ ἄνευθεν ἐών μέγα κήδεται ἠδ' ἐλεαίρει· θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιούς πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων· οὐ γάρ ἔτ' ἀμφίς Ὀλύμπια δώματ' ἔχοντες ἀθάνατοι φράζονται· ἐπέγναμψεν γάρ ἅπαντας Ἥρη λισσομένη, Τρώεσσι δέ κήδε' ἐφῆπται ἐκ Διός· ἀλλά σύ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μέν εἰπών ᾤχετ' ἀποπτάμενος, ἐμέ δέ γλυκύς ὕπνος ἀνῆκεν.
61Homerus, Ilias, 2, 301; 1 (auctor fl.700BC)
εὖ γάρ δή τόδε ἴδμεν ἐνί φρεσίν, ἐστέ δέ πάντες μάρτυροι, οὓς μή κῆρες ἔβαν θανάτοιο φέρουσαι· χθιζά τε καί πρωΐζ' ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν ἠγερέθοντο κακά Πριάμῳ καί Τρωσί φέρουσαι, ἡμεῖς δ' ἀμφί περί κρήνην ἱερούς κατά βωμούς ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας καλῇ ὑπό πλατανίστῳ ὅθεν ῥέεν ἀγλαόν ὕδωρ· ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπί νῶτα δαφοινός σμερδαλέος, τόν ῥ' αὐτός Ὀλύμπιος ἧκε φόως δέ, βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
62Homerus, Ilias, 2, 301; 8 (auctor fl.700BC)
ὣς ἔφατ', Ἀργεῖοι δέ μέγ' ἴαχον, ἀμφί δέ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
63Homerus, Ilias, 2, 369; 8 (auctor fl.700BC)
ἱδρώσει μέν τευ τελαμών ἀμφί στήθεσφιν ἀσπίδος ἀμφιβρότης, περί δ' ἔγχεϊ χεῖρα καμεῖται· ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
64Homerus, Ilias, 2, 459; 1 (auctor fl.700BC)
τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλά χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφί ῥέεθρα ἔνθα καί ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι κλαγγηδόν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, ὣς τῶν ἔθνεα πολλά νεῶν ἄπο καί κλισιάων ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτάρ ὑπό χθών σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καί ἵππων.
65Homerus, Ilias, 2, 511; 4 (auctor fl.700BC)
Λοκρῶν δ' ἡγεμόνευεν Ὀϊλῆος ταχύς Αἴας μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας ἀλλά πολύ μείων· ὀλίγος μέν ἔην λινοθώρηξ, ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καί Ἀχαιούς· οἳ Κῦνόν τ' ἐνέμοντ' Ὀπόεντά τε Καλλίαρόν τε Βῆσσάν τε Σκάρφην τε καί Αὐγειάς ἐρατεινάς Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφί ῥέεθρα· τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
66Homerus, Ilias, 2, 511; 6 (auctor fl.700BC)
τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοί ὄπιθεν κομόωντες αἰχμηταί μεμαῶτες ὀρεκτῇσιν μελίῃσι θώρηκας ῥήξειν δηΐων ἀμφί στήθεσσι· τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
67Homerus, Ilias, 2, 780; 1 (auctor fl.700BC)
οἳ δ' ἄρ' ἴσαν ὡς εἴ τε πυρί χθών πᾶσα νέμοιτο· γαῖα δ' ὑπεστενάχιζε Διί ὣς τερπικεραύνῳ χωομένῳ ὅτε τ' ἀμφί Τυφωέϊ γαῖαν ἱμάσσῃ εἰν Ἀρίμοις, ὅθι φασί Τυφωέος ἔμμεναι εὐνάς· ὣς ἄρα τῶν ὑπό ποσσί μέγα στεναχίζετο γαῖα ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο.
68Homerus, Ilias, 2, 819; 9 (auctor fl.700BC)
Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ ῥα Κύτωρον ἔχον καί Σήσαμον ἀμφενέμοντο ἀμφί τε Παρθένιον ποταμόν κλυτά δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καί ὑψηλούς Ἐρυθίνους.
69Homerus, Ilias, 3, 146; 1 (auctor fl.700BC)
οἳ δ' ἀμφί Πρίαμον καί Πάνθοον ἠδέ Θυμοίτην Λάμπόν τε Κλυτίον θ' Ἱκετάονά τ' ὄζον Ἄρηος Οὐκαλέγων τε καί Ἀντήνωρ πεπνυμένω ἄμφω ἥατο δημογέροντες ἐπί Σκαιῇσι πύλῃσι, γήραϊ δή πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταί ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ' ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ' ἐπί πύργῳ.
70Homerus, Ilias, 3, 146; 2 (auctor fl.700BC)
οἳ δ' ὡς οὖν εἴδονθ' Ἑλένην ἐπί πύργον ἰοῦσαν, ἦκα πρός ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον· οὐ νέμεσις Τρῶας καί ἐϋκνήμιδας Ἀχαιούς τοιῇδ' ἀμφί γυναικί πολύν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ἀλλά καί ὧς τοίη περ ἐοῦσ' ἐν νηυσί νεέσθω, μηδ' ἡμῖν τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο.
71Homerus, Ilias, 3, 225; 1 (auctor fl.700BC)
τό τρίτον αὖτ' Αἴαντα ἰδών ἐρέειν' ὃ γεραιός· τίς τάρ ὅδ' ἄλλος Ἀχαιός ἀνήρ ἠΰς τε μέγας τε ἔξοχος Ἀργείων κεφαλήν τε καί εὐρέας ὤμους· τόν δ' Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· οὗτος δ' Αἴας ἐστί πελώριος ἕρκος Ἀχαιῶν· Ἰδομενεύς δ' ἑτέρωθεν ἐνί Κρήτεσσι θεός ὣς ἕστηκ', ἀμφί δέ μιν Κρητῶν ἀγοί ἠγερέθονται.
72Homerus, Ilias, 3, 225; 6 (auctor fl.700BC)
κήρυκες δ' ἀνά ἄστυ θεῶν φέρον ὅρκια πιστά ἄρνε δύω καί οἶνον ἐΰφρονα καρπόν ἀρούρης ἀσκῷ ἐν αἰγείῳ· φέρε δέ κρητῆρα φαεινόν κῆρυξ Ἰδαῖος ἠδέ χρύσεια κύπελλα· ὄτρυνεν δέ γέροντα παριστάμενος ἐπέεσσιν· ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι Τρώων θ' ἱπποδάμων καί Ἀχαιῶν χαλκοχιτώνων ἐς πεδίον καταβῆναι ἵν' ὅρκια πιστά τάμητε· αὐτάρ Ἀλέξανδρος καί ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφί γυναικί· τῷ δέ κε νικήσαντι γυνή καί κτήμαθ' ἕποιτο· οἳ δ' ἄλλοι φιλότητα καί ὅρκια πιστά ταμόντες ναίοιμεν Τροίην ἐριβώλακα, τοί δέ νέονται Ἄργος ἐς ἱππόβοτον καί Ἀχαιΐδα καλλιγύναικα.
73Homerus, Ilias, 3, 302; 9 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτάρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· κρατί δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινόν δέ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
74Homerus, Ilias, 3, 340; 5 (auctor fl.700BC)
Ἀτρεΐδης δέ ἐρυσσάμενος ξίφος ἀργυρόηλον πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφί δ' ἄρ' αὐτῷ τριχθά τε καί τετραχθά διατρυφέν ἔκπεσε χειρός.
75Homerus, Ilias, 4, 85; 3 (auctor fl.700BC)
εὗρε Λυκάονος υἱόν ἀμύμονά τε κρατερόν τε ἑσταότ'· ἀμφί δέ μιν κρατεραί στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο ἀπ' Αἰσήποιο ῥοάων· ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱέ δαΐφρον.
76Homerus, Ilias, 4, 183; 4 (auctor fl.700BC)
ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δ' ἰέναι κατά λαόν Ἀχαιῶν χαλκοχιτώνων παπταίνων ἥρωα Μαχάονα· τόν δέ νόησεν ἑσταότ'· ἀμφί δέ μιν κρατεραί στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
77Homerus, Ilias, 4, 265; 6 (auctor fl.700BC)
ὣς εἰπών τούς μέν λίπεν αὐτοῦ, βῆ δέ μετ' ἄλλους· ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγύν Πυλίων ἀγορητήν οὓς ἑτάρους στέλλοντα καί ὀτρύνοντα μάχεσθαι ἀμφί μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· ἱππῆας μέν πρῶτα σύν ἵπποισιν καί ὄχεσφι, πεζούς δ' ἐξόπιθε στῆσεν πολέας τε καί ἐσθλούς ἕρκος ἔμεν πολέμοιο· κακούς δ' ἐς μέσσον ἔλασσεν, ὄφρα καί οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
78Homerus, Ilias, 4, 310; 7 (auctor fl.700BC)
εὗρ' υἱόν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότ'· ἀμφί δ' Ἀθηναῖοι μήστωρες ἀϋτῆς· αὐτάρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πάρ δέ Κεφαλλήνων ἀμφί στίχες οὐκ ἀλαπαδναί ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαός ἀϋτῆς, ἀλλά νέον συνορινόμεναι κίνυντο φάλαγγες Τρώων ἱπποδάμων καί Ἀχαιῶν· οἳ δέ μένοντες ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών Τρώων ὁρμήσειε καί ἄρξειαν πολέμοιο.
79Homerus, Ilias, 4, 401; 5 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτάρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφί δέ τ' ἄκρας κυρτόν ἐόν κορυφοῦται, ἀποπτύει δ' ἁλός ἄχνην· ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμον δέ· κέλευε δέ οἷσιν ἕκαστος ἡγεμόνων· οἳ δ' ἄλλοι ἀκήν ἴσαν, οὐδέ κε φαίης τόσσον λαόν ἕπεσθαι ἔχοντ' ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότες σημάντορας· ἀμφί δέ πᾶσι τεύχεα ποικίλ' ἔλαμπε, τά εἱμένοι ἐστιχόωντο.
80Homerus, Ilias, 4, 488; 3 (auctor fl.700BC)
τοῦ δ' Ὀδυσεύς μάλα θυμόν ἀποκταμένοιο χολώθη, βῆ δέ διά προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, στῆ δέ μάλ' ἐγγύς ἰών καί ἀκόντισε δουρί φαεινῷ ἀμφί ἓ παπτήνας· ὑπό δέ Τρῶες κεκάδοντο ἀνδρός ἀκοντίσσαντος· ὃ δ' οὐχ ἅλιον βέλος ἧκεν, ἀλλ' υἱόν Πριάμοιο νόθον βάλε Δημοκόωντα ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων.
81Homerus, Ilias, 5, 159; 8 (auctor fl.700BC)
ἵπποι δ' οὐ παρέασι καί ἅρματα τῶν κ' ἐπιβαίην· ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοί πρωτοπαγεῖς νεοτευχέες· ἀμφί δέ πέπλοι πέπτανται· παρά δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι κρῖ λευκόν ἐρεπτόμενοι καί ὀλύρας.
82Homerus, Ilias, 5, 280; 6 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' αὐτῷ βαῖνε λέων ὣς ἀλκί πεποιθώς, πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καί ἀσπίδα πάντοσ' ἐΐσην, τόν κτάμεναι μεμαώς ὅς τις τοῦ γ' ἀντίος ἔλθοι σμερδαλέα ἰάχων· ὃ δέ χερμάδιον λάβε χειρί Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ' ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καί οἶος.
83Homerus, Ilias, 5, 280; 7 (auctor fl.700BC)
τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον ἔνθά τε μηρός ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· θλάσσε δέ οἱ κοτύλην, πρός δ' ἄμφω ῥῆξε τένοντε· ὦσε δ' ἀπό ῥινόν τρηχύς λίθος· αὐτάρ ὅ γ' ἥρως ἔστη γνύξ ἐριπών καί ἐρείσατο χειρί παχείῃ γαίης· ἀμφί δέ ὄσσε κελαινή νύξ ἐκάλυψε.
84Homerus, Ilias, 5, 280; 8 (auctor fl.700BC)
καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, εἰ μή ἄρ' ὀξύ νόησε Διός θυγάτηρ Ἀφροδίτη μήτηρ, ἥ μιν ὑπ' Ἀγχίσῃ τέκε βουκολέοντι· ἀμφί δ' ἑόν φίλον υἱόν ἐχεύατο πήχεε λευκώ, πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων χαλκόν ἐνί στήθεσσι βαλών ἐκ θυμόν ἕλοιτο.
85Homerus, Ilias, 5, 416; 9 (auctor fl.700BC)
ἤτοι τόν Λητώ τε καί Ἄρτεμις ἰοχέαιρα ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· αὐτάρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων αὐτῷ τ' Αἰνείᾳ ἴκελον καί τεύχεσι τοῖον, ἀμφί δ' ἄρ' εἰδώλῳ Τρῶες καί δῖοι Ἀχαιοί δῄουν ἀλλήλων ἀμφί στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
86Homerus, Ilias, 5, 460; 1 (auctor fl.700BC)
ὣς εἰπών αὐτός μέν ἐφέζετο Περγάμῳ ἄκρῃ, Τρῳάς δέ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθών εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· υἱάσι δέ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαόν Ἀχαιοῖς· ἦ εἰς ὅ κεν ἀμφί πύλῃς εὖ ποιητῇσι μάχωνται· κεῖται ἀνήρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ Αἰνείας υἱός μεγαλήτορος Ἀγχίσαο· ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλόν ἑταῖρον.
87Homerus, Ilias, 5, 460; 4 (auctor fl.700BC)
τῶν νῦν οὔ τιν' ἐγώ ἰδέειν δύναμ' οὐδέ νοῆσαι, ἀλλά καταπτώσσουσι κύνες ὣς ἀμφί λέοντα· ἡμεῖς δέ μαχόμεσθ' οἵ πέρ τ' ἐπίκουροι ἔνειμεν.
88Homerus, Ilias, 5, 493; 4 (auctor fl.700BC)
οἳ δέ μένος χειρῶν ἰθύς φέρον· ἀμφί δέ νύκτα θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων πάντοσ' ἐποιχόμενος· τοῦ δ' ἐκραίαινεν ἐφετμάς Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει Τρωσίν θυμόν ἐγεῖραι, ἐπεί ἴδε Παλλάδ' Ἀθήνην οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
89Homerus, Ilias, 5, 711; 8 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετ' αἰγίδα θυσσανόεσσαν δεινήν, ἣν περί μέν πάντῃ Φόβος ἐστεφάνωται, ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δέ κρυόεσσα Ἰωκή, ἐν δέ τε Γοργείη κεφαλή δεινοῖο πελώρου δεινή τε σμερδνή τε, Διός τέρας αἰγιόχοιο.
90Homerus, Ilias, 5, 764; 5 (auctor fl.700BC)
αἳ δέ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καί ἄριστοι ἕστασαν ἀμφί βίην Διομήδεος ἱπποδάμοιο εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσί κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, ἔνθα στᾶσ' ἤϋσε θεά λευκώλενος Ἥρη Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, ὃς τόσον αὐδήσασχ' ὅσον ἄλλοι πεντήκοντα· αἰδώς Ἀργεῖοι κάκ' ἐλέγχεα εἶδος ἀγητοί· ὄφρα μέν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, οὐδέ ποτε Τρῶες πρό πυλάων Δαρδανιάων οἴχνεσκον· κείνου γάρ ἐδείδισαν ὄβριμον ἔγχος· νῦν δέ ἑκάς πόλιος κοίλῃς ἐπί νηυσί μάχονται.
91Homerus, Ilias, 6, 116; 1 (auctor fl.700BC)
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· ἀμφί δέ μιν σφυρά τύπτε καί αὐχένα δέρμα κελαινόν ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
92Homerus, Ilias, 6, 503; 2 (auctor fl.700BC)
ὡς δ' ὅτε τις στατός ἵππος ἀκοστήσας ἐπί φάτνῃ δεσμόν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων εἰωθώς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων· ὑψοῦ δέ κάρη ἔχει, ἀμφί δέ χαῖται ὤμοις ἀΐσσονται· ὃ δ' ἀγλαΐηφι πεποιθώς ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καί νομόν ἵππων· ὣς υἱός Πριάμοιο Πάρις κατά Περγάμου ἄκρης τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ἐβεβήκει καγχαλόων, ταχέες δέ πόδες φέρον· αἶψα δ' ἔπειτα Ἕκτορα δῖον ἔτετμεν ἀδελφεόν εὖτ' ἄρ' ἔμελλε στρέψεσθ' ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
93Homerus, Ilias, 7, 132; 1 (auctor fl.700BC)
αἲ γάρ Ζεῦ τε πάτερ καί Ἀθηναίη καί Ἄπολλον ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόῳ Κελάδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καί Ἀρκάδες ἐγχεσίμωροι Φειᾶς πάρ τείχεσσιν Ἰαρδάνου ἀμφί ῥέεθρα.
94Homerus, Ilias, 7, 313; 2 (auctor fl.700BC)
τόν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν, ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
95Homerus, Ilias, 7, 313; 4 (auctor fl.700BC)
αὐτάρ ἐπεί πόσιος καί ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν Νέστωρ, οὗ καί πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καί μετέειπεν· Ἀτρεΐδη τε καί ἄλλοι ἀριστῆες Παναχαιῶν, πολλοί γάρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, τῶν νῦν αἷμα κελαινόν ἐΰρροον ἀμφί Σκάμανδρον ἐσκέδασ' ὀξύς Ἄρης, ψυχαί δ' Ἄϊδος δέ κατῆλθον· τώ σε χρή πόλεμον μέν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν, αὐτοί δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκρούς βουσί καί ἡμιόνοισιν· ἀτάρ κατακήομεν αὐτούς τυτθόν ἀπό πρό νεῶν, ὥς κ' ὀστέα παισίν ἕκαστος οἴκαδ' ἄγῃ ὅτ' ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
96Homerus, Ilias, 7, 313; 5 (auctor fl.700BC)
τύμβον δ' ἀμφί πυρήν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου· ποτί δ' αὐτόν δείμομεν ὦκα πύργους ὑψηλούς εἶλαρ νηῶν τε καί αὐτῶν.
97Homerus, Ilias, 7, 398; 2 (auctor fl.700BC)
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· καί τότ' ἄρ' Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· Ἰδαῖ' ἤτοι μῦθον Ἀχαιῶν αὐτός ἀκούεις ὥς τοι ὑποκρίνονται· ἐμοί δ' ἐπιανδάνει οὕτως ἀμφί δέ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· οὐ γάρ τις φειδώ νεκύων κατατεθνηώτων γίγνετ' ἐπεί κε θάνωσι πυρός μειλισσέμεν ὦκα.
98Homerus, Ilias, 7, 398; 10 (auctor fl.700BC)
ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ, τῆμος ἄρ' ἀμφί πυρήν κριτός ἔγρετο λαός Ἀχαιῶν, τύμβον δ' ἀμφ' αὐτήν ἕνα ποίεον ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου, ποτί δ' αὐτόν τεῖχος ἔδειμαν πύργους θ' ὑψηλούς, εἶλαρ νηῶν τε καί αὐτῶν.
99Homerus, Ilias, 7, 442; 2 (auctor fl.700BC)
τοῖσι δέ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν ὅς τις ἔτ' ἀθανάτοισι νόον καί μῆτιν ἐνίψει· οὐχ ὁράᾳς ὅτι δ' αὖτε κάρη κομόωντες Ἀχαιοί τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφί δέ τάφρον ἤλασαν, οὐδέ θεοῖσι δόσαν κλειτάς ἑκατόμβας· τοῦ δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς· τοῦ δ' ἐπιλήσονται τό ἐγώ καί Φοῖβος Ἀπόλλων ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
100Homerus, Ilias, 8, 553; 2 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινήν ἀμφί σελήνην φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ· ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαί καί πρώονες ἄκροι καί νάπαι· οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ, πάντα δέ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν· τόσσα μεσηγύ νεῶν ἠδέ Ξάνθοιο ῥοάων Τρώων καιόντων πυρά φαίνετο Ἰλιόθι πρό.
101Homerus, Ilias, 9, 50; 13 (auctor fl.700BC)
ἐκ δέ φυλακτῆρες σύν τεύχεσιν ἐσσεύοντο ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, ἠδ' ἀμφ' Ἀσκάλαφον καί Ἰάλμενον υἷας Ἄρηος ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, ἠδ' ἀμφί Κρείοντος υἱόν Λυκομήδεα δῖον.
102Homerus, Ilias, 9, 492; 11 (auctor fl.700BC)
Κουρῆτές τ' ἐμάχοντο καί Αἰτωλοί μενεχάρμαι ἀμφί πόλιν Καλυδῶνα καί ἀλλήλους ἐνάριζον, Αἰτωλοί μέν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, Κουρῆτες δέ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
103Homerus, Ilias, 9, 538; 3 (auctor fl.700BC)
ἣ δ' ἀμφ' αὐτῷ θῆκε πολύν κέλαδον καί ἀϋτήν ἀμφί συός κεφαλῇ καί δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγύ καί Αἰτωλῶν μεγαθύμων.
104Homerus, Ilias, 9, 538; 5 (auctor fl.700BC)
τῶν δέ τάχ' ἀμφί πύλας ὅμαδος καί δοῦπος ὀρώρει πύργων βαλλομένων· τόν δέ λίσσοντο γέροντες Αἰτωλῶν, πέμπον δέ θεῶν ἱερῆας ἀρίστους, ἐξελθεῖν καί ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον· ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, ἔνθά μιν ἤνωγον τέμενος περικαλλές ἑλέσθαι πεντηκοντόγυον, τό μέν ἥμισυ οἰνοπέδοιο, ἥμισυ δέ ψιλήν ἄροσιν πεδίοιο ταμέσθαι.
105Homerus, Ilias, 9, 620; 5 (auctor fl.700BC)
ἀμφί δέ τοι τῇ ἐμῇ κλισίῃ καί νηῒ μελαίνῃ Ἕκτορα καί μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
106Homerus, Ilias, 10, 1; 6 (auctor fl.700BC)
ὀρθωθείς δ' ἔνδυνε περί στήθεσσι χιτῶνα, ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, ἀμφί δ' ἔπειτα δαφοινόν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος.
107Homerus, Ilias, 10, 128; 2 (auctor fl.700BC)
ὣς εἰπών ἔνδυνε περί στήθεσσι χιτῶνα, ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, ἀμφί δ' ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν διπλῆν ἐκταδίην, οὔλη δ' ἐπενήνοθε λάχνη.
108Homerus, Ilias, 10, 128; 7 (auctor fl.700BC)
βάν δ' ἐπί Τυδεΐδην Διομήδεα· τόν δέ κίχανον ἐκτός ἀπό κλισίης σύν τεύχεσιν· ἀμφί δ' ἑταῖροι εὗδον, ὑπό κρασίν δ' ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν ὄρθ' ἐπί σαυρωτῆρος ἐλήλατο, τῆλε δέ χαλκός λάμφ' ὥς τε στεροπή πατρός Διός· αὐτάρ ὅ γ' ἥρως εὗδ', ὑπό δ' ἔστρωτο ῥινόν βοός ἀγραύλοιο, αὐτάρ ὑπό κράτεσφι τάπης τετάνυστο φαεινός.
109Homerus, Ilias, 10, 254; 2 (auctor fl.700BC)
Τυδεΐδῃ μέν δῶκε μενεπτόλεμος Θρασυμήδης φάσγανον ἄμφηκες· τό δ' ἑόν παρά νηῒ λέλειπτο· καί σάκος· ἀμφί δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καί ἄλλοφον, ἥ τε καταῖτυξ κέκληται, ῥύεται δέ κάρη θαλερῶν αἰζηῶν.
110Homerus, Ilias, 10, 254; 3 (auctor fl.700BC)
Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιόν ἠδέ φαρέτρην καί ξίφος, ἀμφί δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν· πολέσιν δ' ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς· ἔκτοσθε δέ λευκοί ὀδόντες ἀργιόδοντος ὑός θαμέες ἔχον ἔνθα καί ἔνθα εὖ καί ἐπισταμένως· μέσσῃ δ' ἐνί πῖλος ἀρήρει.
111Homerus, Ilias, 10, 503; 8 (auctor fl.700BC)
ἵππων μ' ὠκυπόδων ἀμφί κτύπος οὔατα βάλλει.
112Homerus, Ilias, 10, 540; 11 (auctor fl.700BC)
αὐτοί δ' ἱδρῶ πολλόν ἀπενίζοντο θαλάσσῃ ἐσβάντες κνήμας τε ἰδέ λόφον ἀμφί τε μηρούς.
113Homerus, Ilias, 11, 1; 8 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον, ἀτάρ περί κουλεόν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
114Homerus, Ilias, 11, 47; 3 (auctor fl.700BC)
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπί θρωσμῷ πεδίοιο Ἕκτορά τ' ἀμφί μέγαν καί ἀμύμονα Πουλυδάμαντα Αἰνείαν θ', ὃς Τρωσί θεός ὣς τίετο δήμῳ, τρεῖς τ' Ἀντηνορίδας Πόλυβον καί Ἀγήνορα δῖον ἠΐθεόν τ' Ἀκάμαντ' ἐπιείκελον ἀθανάτοισιν.
115Homerus, Ilias, 11, 336; 7 (auctor fl.700BC)
Ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ, στῆ δέ γνύξ ἐριπών καί ἐρείσατο χειρί παχείῃ γαίης· ἀμφί δέ ὄσσε κελαινή νύξ ἐκάλυψεν.
116Homerus, Ilias, 11, 411; 2 (auctor fl.700BC)
ὡς δ' ὅτε κάπριον ἀμφί κύνες θαλεροί τ' αἰζηοί σεύωνται, ὃ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο θήγων λευκόν ὀδόντα μετά γναμπτῇσι γένυσσιν, ἀμφί δέ τ' ἀΐσσονται, ὑπαί δέ τε κόμπος ὀδόντων γίγνεται, οἳ δέ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο Τρῶες· ὃ δέ πρῶτον μέν ἀμύμονα Δηϊοπίτην οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, αὐτάρ ἔπειτα Θόωνα καί Ἔννομον ἐξενάριξε.
117Homerus, Ilias, 11, 456; 5 (auctor fl.700BC)
αἶψα δ' ἄρ' Αἴαντα προσεφώνεεν ἐγγύς ἐόντα· Αἶαν διογενές Τελαμώνιε κοίρανε λαῶν ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτή τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα Τρῶες ἀποτμήξαντες ἐνί κρατερῇ ὑσμίνῃ.
118Homerus, Ilias, 11, 456; 9 (auctor fl.700BC)
εὗρον ἔπειτ' Ὀδυσῆα Διῒ φίλον· ἀμφί δ' ἄρ' αὐτόν Τρῶες ἕπονθ' ὡς εἴ τε δαφοινοί θῶες ὄρεσφιν ἀμφ' ἔλαφον κεραόν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνήρ ἰῷ ἀπό νευρῆς· τόν μέν τ' ἤλυξε πόδεσσι φεύγων, ὄφρ' αἷμα λιαρόν καί γούνατ' ὀρώρῃ· αὐτάρ ἐπεί δή τόν γε δαμάσσεται ὠκύς ὀϊστός, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων σίντην· θῶες μέν τε διέτρεσαν, αὐτάρ ὃ δάπτει· ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Τρῶες ἕπον πολλοί τε καί ἄλκιμοι, αὐτάρ ὅ γ' ἥρως ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεές ἦμαρ.
119Homerus, Ilias, 11, 489; 2 (auctor fl.700BC)
ὡς δ' ὁπότε πλήθων ποταμός πεδίον δέ κάτεισι χειμάρρους κατ' ὄρεσφιν ὀπαζόμενος Διός ὄμβρῳ, πολλάς δέ δρῦς ἀζαλέας, πολλάς δέ τε πεύκας ἐσφέρεται, πολλόν δέ τ' ἀφυσγετόν εἰς ἅλα βάλλει, ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, δαΐζων ἵππους τε καί ἀνέρας· οὐδέ πω Ἕκτωρ πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερά μάρνατο πάσης ὄχθας πάρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα ἀνδρῶν πῖπτε κάρηνα, βοή δ' ἄσβεστος ὀρώρει Νέστορά τ' ἀμφί μέγαν καί ἀρήϊον Ἰδομενῆα.
120Homerus, Ilias, 11, 655; 5 (auctor fl.700BC)
εἴθ' ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη ὡς ὁπότ' Ἠλείοισι καί ἡμῖν νεῖκος ἐτύχθη ἀμφί βοηλασίῃ, ὅτ' ἐγώ κτάνον Ἰτυμονῆα ἐσθλόν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, ῥύσι' ἐλαυνόμενος· ὃ δ' ἀμύνων ᾗσι βόεσσιν ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπό χειρός ἄκοντι, κάδ δ' ἔπεσεν, λαοί δέ περίτρεσαν ἀγροιῶται.
121Homerus, Ilias, 11, 696; 4 (auctor fl.700BC)
ἡμεῖς μέν τά ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ ἕρδομεν ἱρά θεοῖς· οἳ δέ τρίτῳ ἤματι πάντες ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καί μώνυχες ἵπποι πανσυδίῃ· μετά δέ σφι Μολίονε θωρήσσοντο παῖδ' ἔτ' ἐόντ', οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
122Homerus, Ilias, 11, 696; 11 (auctor fl.700BC)
ἔνθα Διί ῥέξαντες ὑπερμενεῖ ἱερά καλά, ταῦρον δ' Ἀλφειῷ, ταῦρον δέ Ποσειδάωνι, αὐτάρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, δόρπον ἔπειθ' ἑλόμεσθα κατά στρατόν ἐν τελέεσσι, καί κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφί ῥοάς ποταμοῖο.
123Homerus, Ilias, 11, 737; 12 (auctor fl.700BC)
σφῶϊ μέν ἀμφί βοός ἕπετον κρέα, νῶϊ δ' ἔπειτα στῆμεν ἐνί προθύροισι· ταφών δ' ἀνόρουσεν Ἀχιλλεύς, ἐς δ' ἄγε χειρός ἑλών, κατά δ' ἑδριάασθαι ἄνωγε, ξείνιά τ' εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
124Homerus, Ilias, 12, 1; 1 (auctor fl.700BC)
ὣς ὃ μέν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱός ἰᾶτ' Εὐρύπυλον βεβλημένον· οἳ δέ μάχοντο Ἀργεῖοι καί Τρῶες ὁμιλαδόν· οὐδ' ἄρ' ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καί τεῖχος ὕπερθεν εὐρύ, τό ποιήσαντο νεῶν ὕπερ, ἀμφί δέ τάφρον ἤλασαν· οὐδέ θεοῖσι δόσαν κλειτάς ἑκατόμβας· ὄφρά σφιν νῆάς τε θοάς καί ληΐδα πολλήν ἐντός ἔχον ῥύοιτο· θεῶν δ' ἀέκητι τέτυκτο ἀθανάτων· τό καί οὔ τι πολύν χρόνον ἔμπεδον ἦεν.
125Homerus, Ilias, 12, 34; 1 (auctor fl.700BC)
ὣς ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καί Ἀπόλλων θησέμεναι· τότε δ' ἀμφί μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δέ δούρατα πύργων βαλλόμεν'· Ἀργεῖοι δέ Διός μάστιγι δαμέντες νηυσίν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερόν μήστωρα φόβοιο· αὐτάρ ὅ γ' ὡς τό πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· ὡς δ' ὅτ' ἂν ἔν τε κύνεσσι καί ἀνδράσι θηρευτῇσι κάπριος ἠέ λέων στρέφεται σθένεϊ βλεμεαίνων· οἳ δέ τε πυργηδόν σφέας αὐτούς ἀρτύναντες ἀντίον ἵστανται καί ἀκοντίζουσι θαμειάς αἰχμάς ἐκ χειρῶν· τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδέ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· ὅππῃ τ' ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰών ἐλλίσσεθ' ἑταίρους τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δέ χρεμέτιζον ἐπ' ἄκρῳ χείλει ἐφεσταότες· ἀπό γάρ δειδίσσετο τάφρος εὐρεῖ', οὔτ' ἄρ' ὑπερθορέειν σχεδόν οὔτε περῆσαι ῥηϊδίη· κρημνοί γάρ ἐπηρεφέες περί πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δέ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τούς ἵστασαν υἷες Ἀχαιῶν πυκνούς καί μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
126Homerus, Ilias, 12, 108; 5 (auctor fl.700BC)
οἳ δ' ἰθύς πρός τεῖχος ἐΰδμητον βόας αὔας ὑψόσ' ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφί ἄνακτα καί Ἰαμενόν καί Ὀρέστην Ἀσιάδην τ' Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
127Homerus, Ilias, 12, 364; 8 (auctor fl.700BC)
Σαρπήδοντι δ' ἄχος γένετο Γλαύκου ἀπιόντος αὐτίκ' ἐπεί τ' ἐνόησεν· ὅμως δ' οὐ λήθετο χάρμης, ἀλλ' ὅ γε Θεστορίδην Ἀλκμάονα δουρί τυχήσας νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὃ δ' ἑσπόμενος πέσε δουρί πρηνής, ἀμφί δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, Σαρπηδών δ' ἄρ' ἔπαλξιν ἑλών χερσί στιβαρῇσιν ἕλχ', ἣ δ' ἕσπετο πᾶσα διαμπερές, αὐτάρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δέ θῆκε κέλευθον.
128Homerus, Ilias, 12, 400; 4 (auctor fl.700BC)
ὣς ἔφαθ', οἳ δέ ἄνακτος ὑποδείσαντες ὁμοκλήν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφί ἄνακτα.
129Homerus, Ilias, 12, 400; 6 (auctor fl.700BC)
ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηριάασθον μέτρ' ἐν χερσίν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ὥ τ' ὀλίγῳ ἐνί χώρῳ ἐρίζητον περί ἴσης, ὣς ἄρα τούς διέεργον ἐπάλξιες· οἳ δ' ὑπέρ αὐτέων δῄουν ἀλλήλων ἀμφί στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
130Homerus, Ilias, 12, 442; 4 (auctor fl.700BC)
στῆ δέ μάλ' ἐγγύς ἰών, καί ἐρεισάμενος βάλε μέσσας εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς· πέσε δέ λίθος εἴσω βριθοσύνῃ, μέγα δ' ἀμφί πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες ἐσχεθέτην, σανίδες δέ διέτμαγεν ἄλλυδις ἄλλη λᾶος ὑπό ῥιπῆς· ὃ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ νυκτί θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δέ χαλκῷ σμερδαλέῳ, τόν ἕεστο περί χροΐ, δοιά δέ χερσί δοῦρ' ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας νόσφι θεῶν ὅτ' ἐσᾶλτο πύλας· πυρί δ' ὄσσε δεδήει.
131Homerus, Ilias, 13, 32; 1 (auctor fl.700BC)
ἔστι δέ τι σπέος εὐρύ βαθείης βένθεσι λίμνης μεσσηγύς Τενέδοιο καί Ἴμβρου παιπαλοέσσης· ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων λύσας ἐξ ὀχέων, παρά δ' ἀμβρόσιον βάλεν εἶδαρ ἔδμεναι· ἀμφί δέ ποσσί πέδας ἔβαλε χρυσείας ἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν νοστήσαντα ἄνακτα· ὃ δ' ἐς στρατόν ᾤχετ' Ἀχαιῶν.
132Homerus, Ilias, 13, 125; 2 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' Αἴαντας δοιούς ἵσταντο φάλαγγες καρτεραί, ἃς οὔτ' ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών οὔτε κ' Ἀθηναίη λαοσσόος· οἳ γάρ ἄριστοι κρινθέντες Τρῶάς τε καί Ἕκτορα δῖον ἔμιμνον, φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· ἀσπίς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ· ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων, ὡς πυκνοί ἐφέστασαν ἀλλήλοισιν· ἔγχεα δ' ἐπτύσσοντο θρασειάων ἀπό χειρῶν σειόμεν'· οἳ δ' ἰθύς φρόνεον, μέμασαν δέ μάχεσθαι.
133Homerus, Ilias, 13, 155; 7 (auctor fl.700BC)
τόν ῥ' υἱός Τελαμῶνος ὑπ' οὔατος ἔγχεϊ μακρῷ νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὃ δ' αὖτ' ἔπεσεν μελίη ὣς ἥ τ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο χαλκῷ ταμνομένη τέρενα χθονί φύλλα πελάσσῃ· ὣς πέσεν, ἀμφί δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
134Homerus, Ilias, 13, 328; 2 (auctor fl.700BC)
ὡς δ' ὅθ' ὑπό λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφί κελεύθους, οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη, μέμασαν δ' ἐνί θυμῷ ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
135Homerus, Ilias, 13, 361; 7 (auctor fl.700BC)
ἀλλ' ἕπε', ὄφρ' ἐπί νηυσί συνώμεθα ποντοπόροισιν ἀμφί γάμῳ, ἐπεί οὔ τοι ἐεδνωταί κακοί εἰμεν.
136Homerus, Ilias, 13, 424; 2 (auctor fl.700BC)
ἔνθ' Αἰσυήταο διοτρεφέος φίλον υἱόν ἥρω' Ἀλκάθοον, γαμβρός δ' ἦν Ἀγχίσαο, πρεσβυτάτην δ' ὤπυιε θυγατρῶν Ἱπποδάμειαν τήν περί κῆρι φίλησε πατήρ καί πότνια μήτηρ ἐν μεγάρῳ· πᾶσαν γάρ ὁμηλικίην ἐκέκαστο κάλλεϊ καί ἔργοισιν ἰδέ φρεσί· τοὔνεκα καί μιν γῆμεν ἀνήρ ὤριστος ἐνί Τροίῃ εὐρείῃ· τόν τόθ' ὑπ' Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε θέλξας ὄσσε φαεινά, πέδησε δέ φαίδιμα γυῖα· οὔτε γάρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι, ἀλλ' ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρί ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφί χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπό χροός ἤρκει ὄλεθρον· δή τότε γ' αὖον ἄϋσεν ἐρεικόμενος περί δουρί.
137Homerus, Ilias, 13, 526; 5 (auctor fl.700BC)
ἔνθ' Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας λαιμόν τύψ' ἐπί οἷ τετραμμένον ὀξέϊ δουρί· ἐκλίνθη δ' ἑτέρωσε κάρη, ἐπί δ' ἀσπίς ἑάφθη καί κόρυς, ἀμφί δέ οἱ θάνατος χύτο θυμοραϊστής.
138Homerus, Ilias, 13, 601; 3 (auctor fl.700BC)
Ἀτρεΐδης δέ ἐρυσσάμενος ξίφος ἀργυρόηλον ἆλτ' ἐπί Πεισάνδρῳ· ὃ δ' ὑπ' ἀσπίδος εἵλετο καλήν ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφί πελέκκῳ μακρῷ ἐϋξέστῳ· ἅμα δ' ἀλλήλων ἐφίκοντο.
139Homerus, Ilias, 13, 673; 5 (auctor fl.700BC)
οἳ μέν πρό Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετά Βοιωτῶν ἐμάχοντο· Αἴας δ' οὐκέτι πάμπαν Ὀϊλῆος ταχύς υἱός ἵστατ' ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν, ἀλλ' ὥς τ' ἐν νειῷ βόε οἴνοπε πηκτόν ἄροτρον ἶσον θυμόν ἔχοντε τιταίνετον· ἀμφί δ' ἄρά σφι πρυμνοῖσιν κεράεσσι πολύς ἀνακηκίει ἱδρώς· τώ μέν τε ζυγόν οἶον ἐΰξοον ἀμφίς ἐέργει ἱεμένω κατά ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· ὣς τώ παρβεβαῶτε μάλ' ἕστασαν ἀλλήλοιιν.
140Homerus, Ilias, 13, 788; 1 (auctor fl.700BC)
ὣς εἰπών παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως· βάν δ' ἴμεν ἔνθα μάλιστα μάχη καί φύλοπις ἦεν ἀμφί τε Κεβριόνην καί ἀμύμονα Πουλυδάμαντα Φάλκην Ὀρθαῖόν τε καί ἀντίθεον Πολυφήτην Πάλμύν τ' Ἀσκάνιόν τε Μόρυν θ' υἷ' Ἱπποτίωνος, οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί ἠοῖ τῇ προτέρῃ· τότε δέ Ζεύς ὦρσε μάχεσθαι.
141Homerus, Ilias, 13, 788; 3 (auctor fl.700BC)
Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ Πριαμίδης· πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην ῥινοῖσιν πυκινήν, πολλός δ' ἐπελήλατο χαλκός· ἀμφί δέ οἱ κροτάφοισι φαεινή σείετο πήληξ.
142Homerus, Ilias, 13, 788; 4 (auctor fl.700BC)
πάντῃ δ' ἀμφί φάλαγγας ἐπειρᾶτο προποδίζων, εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι· ἀλλ' οὐ σύγχει θυμόν ἐνί στήθεσσιν Ἀχαιῶν.
143Homerus, Ilias, 14, 154; 6 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ἀμβρόσιον ἑανόν ἕσαθ', ὅν οἱ Ἀθήνη ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνί δαίδαλα πολλά· χρυσείῃς δ' ἐνετῇσι κατά στῆθος περονᾶτο.
144Homerus, Ilias, 14, 402; 4 (auctor fl.700BC)
ὡς δ' ὅθ' ὑπό πληγῆς πατρός Διός ἐξερίπῃ δρῦς πρόρριζος, δεινή δέ θεείου γίγνεται ὀδμή ἐξ αὐτῆς, τόν δ' οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται ἐγγύς ἐών, χαλεπός δέ Διός μεγάλοιο κεραυνός, ὣς ἔπεσ' Ἕκτορος ὦκα χαμαί μένος ἐν κονίῃσι· χειρός δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπίς ἑάφθη καί κόρυς, ἀμφί δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
145Homerus, Ilias, 14, 440; 3 (auctor fl.700BC)
τόν μέν Ὀϊλιάδης δουρί κλυτός ἐγγύθεν ἐλθών οὖτα κατά λαπάρην· ὃ δ' ἀνετράπετ', ἀμφί δ' ἄρ' αὐτῷ Τρῶες καί Δαναοί σύναγον κρατερήν ὑσμίνην.
146Homerus, Ilias, 14, 475; 2 (auctor fl.700BC)
ἔνθ' Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρί ἀμφί κασιγνήτῳ βεβαώς· ὃ δ' ὕφελκε ποδοῖιν.
147Homerus, Ilias, 15, 1; 1 (auctor fl.700BC)
αὐτάρ ἐπεί διά τε σκόλοπας καί τάφρον ἔβησαν φεύγοντες, πολλοί δέ δάμεν Δαναῶν ὑπό χερσίν, οἳ μέν δή παρ' ὄχεσφιν ἐρητύοντο μένοντες χλωροί ὑπαί δείους πεφοβημένοι· ἔγρετο δέ Ζεύς Ἴδης ἐν κορυφῇσι παρά χρυσοθρόνου Ἥρης, στῆ δ' ἄρ' ἀναΐξας, ἴδε δέ Τρῶας καί Ἀχαιούς τούς μέν ὀρινομένους, τούς δέ κλονέοντας ὄπισθεν Ἀργείους, μετά δέ σφι Ποσειδάωνα ἄνακτα· Ἕκτορα δ' ἐν πεδίῳ ἴδε κείμενον, ἀμφί δ' ἑταῖροι εἵαθ', ὃ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι κῆρ ἀπινύσσων αἷμ' ἐμέων, ἐπεί οὔ μιν ἀφαυρότατος βάλ' Ἀχαιῶν.
148Homerus, Ilias, 15, 149; 2 (auctor fl.700BC)
Ἴδην δ' ἵκανον πολυπίδακα μητέρα θηρῶν, εὗρον δ' εὐρύοπα Κρονίδην ἀνά Γαργάρῳ ἄκρῳ ἥμενον· ἀμφί δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
149Homerus, Ilias, 15, 220; 6 (auctor fl.700BC)
εὗρ' υἱόν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ἥμενον, οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρετο θυμόν, ἀμφί ἓ γιγνώσκων ἑτάρους· ἀτάρ ἆσθμα καί ἱδρώς παύετ', ἐπεί μιν ἔγειρε Διός νόος αἰγιόχοιο.
150Homerus, Ilias, 15, 253; 4 (auctor fl.700BC)
ὡς δ' ὅτε τις στατός ἵππος ἀκοστήσας ἐπί φάτνῃ δεσμόν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων εἰωθώς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων· ὑψοῦ δέ κάρη ἔχει, ἀμφί δέ χαῖται ὤμοις ἀΐσσονται· ὃ δ' ἀγλαΐηφι πεποιθώς ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καί νομόν ἵππων· ὣς Ἕκτωρ λαιψηρά πόδας καί γούνατ' ἐνώμα ὀτρύνων ἱππῆας, ἐπεί θεοῦ ἔκλυεν αὐδήν.
151Homerus, Ilias, 15, 559; 5 (auctor fl.700BC)
ὣς εἰπών ὃ μέν αὖτις ἀπέσσυτο, τόν δ' ὀρόθυνεν· ἐκ δ' ἔθορε προμάχων, καί ἀκόντισε δουρί φαεινῷ ἀμφί ἓ παπτήνας· ὑπό δέ Τρῶες κεκάδοντο ἀνδρός ἀκοντίσσαντος· ὃ δ' οὐχ ἅλιον βέλος ἧκεν, ἀλλ' Ἱκετάονος υἱόν ὑπέρθυμον Μελάνιππον νισόμενον πόλεμον δέ βάλε στῆθος παρά μαζόν.
152Homerus, Ilias, 15, 559; 8 (auctor fl.700BC)
Ἀντίλοχος δ' οὐ μεῖνε θοός περ ἐών πολεμιστής, ἀλλ' ὅ γ' ἄρ' ἔτρεσε θηρί κακόν ῥέξαντι ἐοικώς, ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφί βόεσσι φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· ὣς τρέσε Νεστορίδης, ἐπί δέ Τρῶές τε καί Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· στῆ δέ μεταστρεφθείς, ἐπεί ἵκετο ἔθνος ἑταίρων.
153Homerus, Ilias, 15, 592; 5 (auctor fl.700BC)
μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοόν πῦρ οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· ἀφλοισμός δέ περί στόμα γίγνετο, τώ δέ οἱ ὄσσε λαμπέσθην βλοσυρῇσιν ὑπ' ὀφρύσιν, ἀμφί δέ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο Ἕκτορος· αὐτός γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ Ζεύς, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα τίμα καί κύδαινε.
154Homerus, Ilias, 15, 592; 9 (auctor fl.700BC)
αὐτάρ ὅ γ' ὥς τε λέων ὀλοόφρων βουσίν ἐπελθών, αἵ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται μυρίαι, ἐν δέ τε τῇσι νομεύς οὔ πω σάφα εἰδώς θηρί μαχέσσασθαι ἕλικος βοός ἀμφί φονῇσιν· ἤτοι ὃ μέν πρώτῃσι καί ὑστατίῃσι βόεσσιν αἰέν ὁμοστιχάει, ὃ δέ τ' ἐν μέσσῃσιν ὀρούσας βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ' Ἀχαιοί θεσπεσίως ἐφόβηθεν ὑφ' Ἕκτορι καί Διί πατρί πάντες, ὃ δ' οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
155Homerus, Ilias, 15, 592; 11 (auctor fl.700BC)
στρεφθείς γάρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, τήν αὐτός φορέεσκε ποδηνεκέ' ἕρκος ἀκόντων· τῇ ὅ γ' ἐνί βλαφθείς πέσεν ὕπτιος, ἀμφί δέ πήληξ σμερδαλέον κονάβησε περί κροτάφοισι πεσόντος.
156Homerus, Ilias, 16, 112; 8 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτάρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· κρατί δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινόν δέ λόφος καθύπερθεν ἔνευεν.
157Homerus, Ilias, 16, 200; 12 (auctor fl.700BC)
εὔχετ' ἔπειτα στάς μέσῳ ἕρκεϊ, λεῖβε δέ οἶνον οὐρανόν εἰσανιδών· Δία δ' οὐ λάθε τερπικέραυνον· Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ τηλόθι ναίων Δωδώνης μεδέων δυσχειμέρου, ἀμφί δέ Σελλοί σοί ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, ἠμέν δή ποτ' ἐμόν ἔπος ἔκλυες εὐξαμένοιο, τίμησας μέν ἐμέ, μέγα δ' ἴψαο λαόν Ἀχαιῶν, ἠδ' ἔτι καί νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ· αὐτός μέν γάρ ἐγώ μενέω νηῶν ἐν ἀγῶνι, ἀλλ' ἕταρον πέμπω πολέσιν μετά Μυρμιδόνεσσι μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, θάρσυνον δέ οἱ ἦτορ ἐνί φρεσίν, ὄφρα καί Ἕκτωρ εἴσεται ἤ ῥα καί οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι μαίνονθ', ὁππότ' ἐγώ περ ἴω μετά μῶλον Ἄρηος.
158Homerus, Ilias, 16, 249; 9 (auctor fl.700BC)
ὣς εἰπών ὄτρυνε μένος καί θυμόν ἑκάστου, ἐν δ' ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφί δέ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν.
159Homerus, Ilias, 16, 306; 10 (auctor fl.700BC)
ἔνθα Λύκων μέν ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφί δέ καυλόν φάσγανον ἐρραίσθη· ὃ δ' ὑπ' οὔατος αὐχένα θεῖνε Πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχεθε δ' οἶον δέρμα, παρηέρθη δέ κάρη, ὑπέλυντο δέ γυῖα.
160Homerus, Ilias, 16, 394; 3 (auctor fl.700BC)
αὐτάρ ἔπειτ' Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κάκ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνής ἐπί γαίῃ κάππεσεν, ἀμφί δέ μιν θάνατος χύτο θυμοραϊστής.
161Homerus, Ilias, 16, 508; 4 (auctor fl.700BC)
ἕλκος μέν γάρ ἔχω τόδε καρτερόν, ἀμφί δέ μοι χείρ ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ· ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδέ μάχεσθαι ἐλθών δυσμενέεσσιν.
162Homerus, Ilias, 16, 508; 6 (auctor fl.700BC)
ἀλλά σύ πέρ μοι ἄναξ τόδε καρτερόν ἕλκος ἄκεσσαι, κοίμησον δ' ὀδύνας, δός δέ κράτος, ὄφρ' ἑτάροισι κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, αὐτός τ' ἀμφί νέκυι κατατεθνηῶτι μάχωμαι.
163Homerus, Ilias, 16, 548; 5 (auctor fl.700BC)
οἳ δ' ἐπεί ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας Τρῶες καί Λύκιοι καί Μυρμιδόνες καί Ἀχαιοί, σύμβαλον ἀμφί νέκυι κατατεθνηῶτι μάχεσθαι δεινόν ἀΰσαντες· μέγα δ' ἔβραχε τεύχεα φωτῶν.
164Homerus, Ilias, 16, 569; 2 (auctor fl.700BC)
τόν ῥα τόθ' ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ χερμαδίῳ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνής ἐπί νεκρῷ κάππεσεν, ἀμφί δέ μιν θάνατος χύτο θυμοραϊστής.
165Homerus, Ilias, 16, 619; 8 (auctor fl.700BC)
οἳ δ' αἰεί περί νεκρόν ὁμίλεον, ὡς ὅτε μυῖαι σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατά πέλλας ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· ὣς ἄρα τοί περί νεκρόν ὁμίλεον, οὐδέ ποτε Ζεύς τρέψεν ἀπό κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, ἀλλά κατ' αὐτούς αἰέν ὅρα καί φράζετο θυμῷ, πολλά μάλ' ἀμφί φόνῳ Πατρόκλου μερμηρίζων, ἢ ἤδη καί κεῖνον ἐνί κρατερῇ ὑσμίνῃ αὐτοῦ ἐπ' ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ χαλκῷ δῃώσῃ, ἀπό τ' ὤμων τεύχε' ἕληται, ἦ ἔτι καί πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
166Homerus, Ilias, 17, 1; 2 (auctor fl.700BC)
βῆ δέ διά προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, ἀμφί δ' ἄρ' αὐτῷ βαῖν' ὥς τις περί πόρτακι μήτηρ πρωτοτόκος κινυρή οὐ πρίν εἰδυῖα τόκοιο· ὣς περί Πατρόκλῳ βαῖνε ξανθός Μενέλαος.
167Homerus, Ilias, 17, 44; 4 (auctor fl.700BC)
ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκί πεποιθώς βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβών κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θ' αἷμα καί ἔγκατα πάντα λαφύσσει δῃῶν· ἀμφί δέ τόν γε κύνες τ' ἄνδρές τε νομῆες πολλά μάλ' ἰύζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν ἀντίον ἐλθέμεναι· μάλα γάρ χλωρόν δέος αἱρεῖ· ὣς τῶν οὔ τινι θυμός ἐνί στήθεσσιν ἐτόλμα ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
168Homerus, Ilias, 17, 82; 1 (auctor fl.700BC)
ὣς εἰπών ὃ μέν αὖτις ἔβη θεός ἂμ πόνον ἀνδρῶν, Ἕκτορα δ' αἰνόν ἄχος πύκασε φρένας ἀμφί μελαίνας· πάπτηνεν δ' ἄρ' ἔπειτα κατά στίχας, αὐτίκα δ' ἔγνω τόν μέν ἀπαινύμενον κλυτά τεύχεα, τόν δ' ἐπί γαίῃ κείμενον· ἔρρει δ' αἷμα κατ' οὐταμένην ὠτειλήν.
169Homerus, Ilias, 17, 106; 9 (auctor fl.700BC)
Αἴας δ' ἀμφί Μενοιτιάδῃ σάκος εὐρύ καλύψας ἑστήκει ὥς τίς τε λέων περί οἷσι τέκεσσιν, ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περί Πατρόκλῳ ἥρωϊ βεβήκει.
170Homerus, Ilias, 17, 246; 5 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἐπί προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτί ῥόον, ἀμφί δέ τ' ἄκραι ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλός ἔξω, τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν.
171Homerus, Ilias, 17, 246; 6 (auctor fl.700BC)
αὐτάρ Ἀχαιοί ἕστασαν ἀμφί Μενοιτιάδῃ ἕνα θυμόν ἔχοντες φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφί δ' ἄρά σφι λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλήν χεῦ', ἐπεί οὐδέ Μενοιτιάδην ἔχθαιρε πάρος γε, ὄφρα ζωός ἐών θεράπων ἦν Αἰακίδαο· μίσησεν δ' ἄρα μιν δηΐων κυσί κύρμα γενέσθαι Τρῳῇσιν· τώ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
172Homerus, Ilias, 17, 274; 3 (auctor fl.700BC)
ἤτοι τόν Λήθοιο Πελασγοῦ φαίδιμος υἱός Ἱππόθοος ποδός ἕλκε κατά κρατερήν ὑσμίνην δησάμενος τελαμῶνι παρά σφυρόν ἀμφί τένοντας Ἕκτορι καί Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
173Homerus, Ilias, 17, 366; 1 (auctor fl.700BC)
ὣς οἳ μέν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης οὔτέ ποτ' ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· ἠέρι γάρ κατέχοντο μάχης ἐπί θ' ὅσσον ἄριστοι ἕστασαν ἀμφί Μενοιτιάδῃ κατατεθνηῶτι.
174Homerus, Ilias, 17, 491; 4 (auctor fl.700BC)
ὃ δ' εὐξάμενος Διί πατρί ἀλκῆς καί σθένεος πλῆτο φρένας ἀμφί μελαίνας· αὐτίκα δ' Ἀλκιμέδοντα προσηύδα πιστόν ἑταῖρον· Ἀλκίμεδον μή δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, ἀλλά μάλ' ἐμπνείοντε μεταφρένῳ· οὐ γάρ ἔγωγε Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, πρίν γ' ἐπ' Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν Ἀργείων, ἤ κ' αὐτός ἐνί πρώτοισιν ἁλοίη.
175Homerus, Ilias, 17, 567; 2 (auctor fl.700BC)
ἐν δέ βίην ὤμοισι καί ἐν γούνεσσιν ἔθηκε, καί οἱ μυίης θάρσος ἐνί στήθεσσιν ἐνῆκεν, ἥ τε καί ἐργομένη μάλα περ χροός ἀνδρομέοιο ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ' ἀνθρώπου· τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφί μελαίνας, βῆ δ' ἐπί Πατρόκλῳ, καί ἀκόντισε δουρί φαεινῷ.
176Homerus, Ilias, 17, 735; 5 (auctor fl.700BC)
πολλά δέ τεύχεα καλά πέσον περί τ' ἀμφί τε τάφρον φευγόντων Δαναῶν· πολέμου δ' οὐ γίγνετ' ἐρωή.
177Homerus, Ilias, 18, 181; 6 (auctor fl.700BC)
ἣ μέν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτάρ Ἀχιλλεύς ὦρτο Διῒ φίλος· ἀμφί δ' Ἀθήνη ὤμοις ἰφθίμοισι βάλ' αἰγίδα θυσσανόεσσαν, ἀμφί δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων χρύσεον, ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
178Homerus, Ilias, 18, 219; 5 (auctor fl.700BC)
ἔνθα δέ καί τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι ἀμφί σφοῖς ὀχέεσσι καί ἔγχεσιν.
179Homerus, Ilias, 18, 243; 3 (auctor fl.700BC)
τοῖσι δέ Πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν Πανθοΐδης· ὃ γάρ οἶος ὅρα πρόσσω καί ὀπίσσω· Ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτί γένοντο, ἀλλ' ὃ μέν ἂρ μύθοισιν, ὃ δ' ἔγχεϊ πολλόν ἐνίκα· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καί μετέειπεν· ἀμφί μάλα φράζεσθε φίλοι· κέλομαι γάρ ἔγωγε ἄστυδε νῦν ἰέναι, μή μίμνειν ἠῶ δῖαν ἐν πεδίῳ παρά νηυσίν· ἑκάς δ' ἀπό τείχεός εἰμεν.
180Homerus, Ilias, 18, 324; 4 (auctor fl.700BC)
τόφρα δέ μοι παρά νηυσί κορωνίσι κείσεαι αὔτως, ἀμφί δέ σέ Τρῳαί καί Δαρδανίδες βαθύκολποι κλαύσονται νύκτάς τε καί ἤματα δάκρυ χέουσαι, τάς αὐτοί καμόμεσθα βίηφί τε δουρί τε μακρῷ πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
181Homerus, Ilias, 18, 324; 5 (auctor fl.700BC)
ὣς εἰπών ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεύς ἀμφί πυρί στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
182Homerus, Ilias, 18, 388; 8 (auctor fl.700BC)
φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα λάρνακ' ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· σπόγγῳ δ' ἀμφί πρόσωπα καί ἄμφω χεῖρ' ἀπομόργνυ αὐχένα τε στιβαρόν καί στήθεα λαχνήεντα, δῦ δέ χιτῶν', ἕλε δέ σκῆπτρον παχύ, βῆ δέ θύραζε χωλεύων· ὑπό δ' ἀμφίπολοι ῥώοντο ἄνακτι χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
183Homerus, Ilias, 18, 490; 6 (auctor fl.700BC)
τήν δ' ἑτέρην πόλιν ἀμφί δύω στρατοί ἥατο λαῶν τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, ἠέ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντός ἔεργεν· οἳ δ' οὔ πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο.
184Homerus, Ilias, 18, 527; 1 (auctor fl.700BC)
οἳ μέν τά προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα τάμνοντ' ἀμφί βοῶν ἀγέλας καί πώεα καλά ἀργεννέων οἰῶν, κτεῖνον δ' ἐπί μηλοβοτῆρας.
185Homerus, Ilias, 18, 561; 2 (auctor fl.700BC)
ἀμφί δέ κυανέην κάπετον, περί δ' ἕρκος ἔλασσε κασσιτέρου· μία δ' οἴη ἀταρπιτός ἦεν ἐπ' αὐτήν, τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
186Homerus, Ilias, 19, 184; 8 (auctor fl.700BC)
πρίν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατά λαιμόν ἰείη οὐ πόσις οὐδέ βρῶσις ἑταίρου τεθνηῶτος ὅς μοι ἐνί κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ κεῖται ἀνά πρόθυρον τετραμμένος, ἀμφί δ' ἑταῖροι μύρονται· τό μοι οὔ τι μετά φρεσί ταῦτα μέμηλεν, ἀλλά φόνος τε καί αἷμα καί ἀργαλέος στόνος ἀνδρῶν.
187Homerus, Ilias, 19, 276; 10 (auctor fl.700BC)
αὐτόν δ' ἀμφί γέροντες Ἀχαιῶν ἠγερέθοντο λισσόμενοι δειπνῆσαι· ὃ δ' ἠρνεῖτο στεναχίζων· λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων, μή με πρίν σίτοιο κελεύετε μηδέ ποτῆτος ἄσασθαι φίλον ἦτορ, ἐπεί μ' ἄχος αἰνόν ἱκάνει· δύντα δ' ἐς ἠέλιον μενέω καί τλήσομαι ἔμπης.
188Homerus, Ilias, 19, 349; 7 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον· αὐτάρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε εἵλετο, τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης.
189Homerus, Ilias, 19, 349; 8 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ καιομένοιο πυρός, τό τε καίεται ὑψόθ' ὄρεσφι σταθμῷ ἐν οἰοπόλῳ· τούς δ' οὐκ ἐθέλοντας ἄελλαι πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· ὣς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανε καλοῦ δαιδαλέου· περί δέ τρυφάλειαν ἀείρας κρατί θέτο βριαρήν· ἣ δ' ἀστήρ ὣς ἀπέλαμπεν ἵππουρις τρυφάλεια, περισσείοντο δ' ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφί θαμειάς.
190Homerus, Ilias, 19, 387; 1 (auctor fl.700BC)
ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος βριθύ μέγα στιβαρόν· τό μέν οὐ δύνατ' ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς· Πηλιάδα μελίην, τήν πατρί φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· ἵππους δ' Αὐτομέδων τε καί Ἄλκιμος ἀμφιέποντες ζεύγνυον· ἀμφί δέ καλά λέπαδν' ἕσαν, ἐν δέ χαλινούς γαμφηλῇς ἔβαλον, κατά δ' ἡνία τεῖναν ὀπίσσω κολλητόν ποτί δίφρον.
191Homerus, Ilias, 20, 1; 1 (auctor fl.700BC)
ὣς οἳ μέν παρά νηυσί κορωνίσι θωρήσσοντο ἀμφί σέ Πηλέος υἱέ μάχης ἀκόρητον Ἀχαιοί, Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπί θρωσμῷ πεδίοιο· Ζεύς δέ Θέμιστα κέλευσε θεούς ἀγορήν δέ καλέσσαι κρατός ἀπ' Οὐλύμποιο πολυπτύχου· ἣ δ' ἄρα πάντῃ φοιτήσασα κέλευσε Διός πρός δῶμα νέεσθαι.
192Homerus, Ilias, 20, 144; 2 (auctor fl.700BC)
ἔνθα Ποσειδάων κατ' ἄρ' ἕζετο καί θεοί ἄλλοι, ἀμφί δ' ἄρ' ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· οἳ δ' ἑτέρωσε καθῖζον ἐπ' ὀφρύσι Καλλικολώνης ἀμφί σέ ἤϊε Φοῖβε καί Ἄρηα πτολίπορθον.
193Homerus, Ilias, 20, 242; 8 (auctor fl.700BC)
ἦ ῥα καί ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος σμερδαλέῳ· μέγα δ' ἀμφί σάκος μύκε δουρός ἀκωκῇ.
194Homerus, Ilias, 20, 373; 9 (auctor fl.700BC)
αὐτάρ ὃ θυμόν ἄϊσθε καί ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφί ἄνακτα κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· ὣς ἄρα τόν γ' ἐρυγόντα λίπ' ὀστέα θυμός ἀγήνωρ· αὐτάρ ὃ βῆ σύν δουρί μετ' ἀντίθεον Πολύδωρον Πριαμίδην.
195Homerus, Ilias, 21, 1; 1 (auctor fl.700BC)
ἀλλ' ὅτε δή πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθα διατμήξας τούς μέν πεδίον δέ δίωκε πρός πόλιν, ᾗ περ Ἀχαιοί ἀτυζόμενοι φοβέοντο ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ· τῇ ῥ' οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ' Ἥρη πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δέ ἐς ποταμόν εἰλεῦντο βαθύρροον ἀργυροδίνην, ἐν δ' ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ' αἰπά ῥέεθρα, ὄχθαι δ' ἀμφί περί μεγάλ' ἴαχον· οἳ δ' ἀλαλητῷ ἔννεον ἔνθα καί ἔνθα ἑλισσόμενοι περί δίνας.
196Homerus, Ilias, 21, 361; 7 (auctor fl.700BC)
αὐτάρ ἐπεί Ξάνθοιο δάμη μένος, οἳ μέν ἔπειτα παυσάσθην, Ἥρη γάρ ἐρύκακε χωομένη περ· ἐν δ' ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ἀργαλέη, δίχα δέ σφιν ἐνί φρεσί θυμός ἄητο· σύν δ' ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ' εὐρεῖα χθών, ἀμφί δέ σάλπιγξεν μέγας οὐρανός.
197Homerus, Ilias, 21, 434; 4 (auctor fl.700BC)
νηπύτι' ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ μέμνηαι ὅσα δή πάθομεν κακά Ἴλιον ἀμφί μοῦνοι νῶϊ θεῶν, ὅτ' ἀγήνορι Λαομέδοντι πάρ Διός ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτόν μισθῷ ἔπι ῥητῷ· ὃ δέ σημαίνων ἐπέτελλεν.
198Homerus, Ilias, 21, 502; 2 (auctor fl.700BC)
ἣ μέν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· ἣ δ' ἄρ' Ὄλυμπον ἵκανε Διός ποτί χαλκοβατές δῶ, δακρυόεσσα δέ πατρός ἐφέζετο γούνασι κούρη, ἀμφί δ' ἄρ' ἀμβρόσιος ἑανός τρέμε· τήν δέ προτί οἷ εἷλε πατήρ Κρονίδης, καί ἀνείρετο ἡδύ γελάσσας· τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακόν ῥέζουσαν ἐνωπῇ· τόν δ' αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· σή μ' ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, ἐξ ἧς ἀθανάτοισιν ἔρις καί νεῖκος ἐφῆπται.
199Homerus, Ilias, 21, 571; 6 (auctor fl.700BC)
ἀμφί δέ οἱ κνημίς νεοτεύκτου κασσιτέροιο σμερδαλέον κονάβησε· πάλιν δ' ἀπό χαλκός ὄρουσε βλημένου, οὐδ' ἐπέρησε, θεοῦ δ' ἠρύκακε δῶρα.
200Homerus, Ilias, 22, 131; 1 (auctor fl.700BC)
ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδόν ἦλθεν Ἀχιλλεύς ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ σείων Πηλιάδα μελίην κατά δεξιόν ὦμον δεινήν· ἀμφί δέ χαλκός ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρός αἰθομένου ἢ ἠελίου ἀνιόντος.
201Homerus, Ilias, 22, 131; 5 (auctor fl.700BC)
ἣ μέν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφί δέ καπνός γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρός αἰθομένοιο· ἣ δ' ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
202Homerus, Ilias, 22, 224; 4 (auctor fl.700BC)
τόν δ' αὖτε προσέειπε θεά γλαυκῶπις Ἀθήνη· ἠθεῖ' ἦ μέν πολλά πατήρ καί πότνια μήτηρ λίσσονθ' ἑξείης γουνούμενοι, ἀμφί δ' ἑταῖροι, αὖθι μένειν· τοῖον γάρ ὑποτρομέουσιν ἅπαντες· ἀλλ' ἐμός ἔνδοθι θυμός ἐτείρετο πένθεϊ λυγρῷ.
203Homerus, Ilias, 22, 289; 7 (auctor fl.700BC)
ὁρμήθη δ' Ἀχιλεύς, μένεος δ' ἐμπλήσατο θυμόν ἀγρίου, πρόσθεν δέ σάκος στέρνοιο κάλυψε καλόν δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ τετραφάλῳ· καλαί δέ περισσείοντο ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφί θαμειάς.
204Homerus, Ilias, 22, 367; 4 (auctor fl.700BC)
τόν δ' ἐπεί ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, στάς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ' ἀγόρευεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδέ μέδοντες ἐπεί δή τόνδ' ἄνδρα θεοί δαμάσασθαι ἔδωκαν, ὃς κακά πόλλ' ἔρρεξεν ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι, εἰ δ' ἄγετ' ἀμφί πόλιν σύν τεύχεσι πειρηθῶμεν, ὄφρά κ' ἔτι γνῶμεν Τρώων νόον ὅν τιν' ἔχουσιν, ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, ἦε μένειν μεμάασι καί Ἕκτορος οὐκέτ' ἐόντος.
205Homerus, Ilias, 22, 367; 10 (auctor fl.700BC)
τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος, ἀμφί δέ χαῖται κυάνεαι πίτναντο, κάρη δ' ἅπαν ἐν κονίῃσι κεῖτο πάρος χαρίεν· τότε δέ Ζεύς δυσμενέεσσι δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
206Homerus, Ilias, 22, 405; 1 (auctor fl.700BC)
ὣς τοῦ μέν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ τίλλε κόμην, ἀπό δέ λιπαρήν ἔρριψε καλύπτρην τηλόσε, κώκυσεν δέ μάλα μέγα παῖδ' ἐσιδοῦσα· ᾤμωξεν δ' ἐλεεινά πατήρ φίλος, ἀμφί δέ λαοί κωκυτῷ τ' εἴχοντο καί οἰμωγῇ κατά ἄστυ.
207Homerus, Ilias, 22, 437; 2 (auctor fl.700BC)
κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατά δῶμα ἀμφί πυρί στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο Ἕκτορι θερμά λοετρά μάχης ἐκ νοστήσαντι νηπίη, οὐδ' ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν χερσίν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
208Homerus, Ilias, 22, 473; 1 (auctor fl.700BC)
ἀμφί δέ μιν γαλόῳ τε καί εἰνατέρες ἅλις ἔσταν, αἵ ἑ μετά σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
209Homerus, Ilias, 23, 1; 8 (auctor fl.700BC)
πολλοί μέν βόες ἀργοί ὀρέχθεον ἀμφί σιδήρῳ σφαζόμενοι, πολλοί δ' ὄϊες καί μηκάδες αἶγες· πολλοί δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ εὑόμενοι τανύοντο διά φλογός Ἡφαίστοιο· πάντῃ δ' ἀμφί νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
210Homerus, Ilias, 23, 35; 2 (auctor fl.700BC)
οἳ δ' ὅτε δή κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν ἀμφί πυρί στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
211Homerus, Ilias, 23, 93; 4 (auctor fl.700BC)
ὣς φάτο, τοῖσι δέ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο· μυρομένοισι δέ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠώς ἀμφί νέκυν ἐλεεινόν.
212Homerus, Ilias, 23, 138; 6 (auctor fl.700BC)
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο εἰ μή Ἀχιλλεύς αἶψ' Ἀγαμέμνονι εἶπε παραστάς· Ἀτρεΐδη, σοί γάρ τε μάλιστά γε λαός Ἀχαιῶν πείσονται μύθοισι, γόοιο μέν ἔστι καί ἆσαι, νῦν δ' ἀπό πυρκαϊῆς σκέδασον καί δεῖπνον ἄνωχθι ὅπλεσθαι· τάδε δ' ἀμφί πονησόμεθ' οἷσι μάλιστα κήδεός ἐστι νέκυς· παρά δ' οἵ τ' ἀγοί ἄμμι μενόντων.
213Homerus, Ilias, 23, 161; 7 (auctor fl.700BC)
τῷ δ' ἐπί κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων οὐρανόθεν πεδίον δέ, κάλυψε δέ χῶρον ἅπαντα ὅσσον ἐπεῖχε νέκυς, μή πρίν μένος ἠελίοιο σκήλει' ἀμφί περί χρόα ἴνεσιν ἠδέ μέλεσσιν.
214Homerus, Ilias, 23, 226; 7 (auctor fl.700BC)
πρῶτον μέν κατά πυρκαϊήν σβέσαν αἴθοπι οἴνῳ ὅσσον ἐπί φλόξ ἦλθε, βαθεῖα δέ κάππεσε τέφρη· κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκά ἄλλεγον ἐς χρυσέην φιάλην καί δίπλακα δημόν, ἐν κλισίῃσι δέ θέντες ἑανῷ λιτί κάλυψαν· τορνώσαντο δέ σῆμα θεμείλιά τε προβάλοντο ἀμφί πυρήν· εἶθαρ δέ χυτήν ἐπί γαῖαν ἔχευαν, χεύαντες δέ τό σῆμα πάλιν κίον.
215Homerus, Ilias, 24, 64; 7 (auctor fl.700BC)
εὗρε δ' ἐνί σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφί δ' ἄρ' ἄλλαι εἵαθ' ὁμηγερέες ἅλιαι θεαί· ἣ δ' ἐνί μέσσῃς κλαῖε μόρον οὗ παιδός ἀμύμονος, ὅς οἱ ἔμελλε φθίσεσθ' ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
216Homerus, Ilias, 24, 93; 2 (auctor fl.700BC)
βῆ δ' ἰέναι, πρόσθεν δέ ποδήνεμος ὠκέα Ἶρις ἡγεῖτ'· ἀμφί δ' ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
217Homerus, Ilias, 24, 93; 7 (auctor fl.700BC)
ἐννῆμαρ δή νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν Ἕκτορος ἀμφί νέκυι καί Ἀχιλλῆϊ πτολιπόρθῳ· κλέψαι δ' ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· αὐτάρ ἐγώ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω αἰδῶ καί φιλότητα τεήν μετόπισθε φυλάσσων.
218Homerus, Ilias, 24, 159; 3 (auctor fl.700BC)
παῖδες μέν πατέρ' ἀμφί καθήμενοι ἔνδοθεν αὐλῆς δάκρυσιν εἵματ' ἔφυρον, ὃ δ' ἐν μέσσοισι γεραιός ἐντυπάς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφί δέ πολλή κόπρος ἔην κεφαλῇ τε καί αὐχένι τοῖο γέροντος τήν ῥα κυλινδόμενος καταμήσατο χερσίν ἑῇσι.
219Homerus, Ilias, 24, 440; 3 (auctor fl.700BC)
ἀλλ' ὅτε δή κλισίην Πηληϊάδεω ἀφίκοντο ὑψηλήν, τήν Μυρμιδόνες ποίησαν ἄνακτι δοῦρ' ἐλάτης κέρσαντες· ἀτάρ καθύπερθεν ἔρεψαν λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντες· ἀμφί δέ οἱ μεγάλην αὐλήν ποίησαν ἄνακτι σταυροῖσιν πυκινοῖσι· θύρην δ' ἔχε μοῦνος ἐπιβλής εἰλάτινος, τόν τρεῖς μέν ἐπιρρήσσεσκον Ἀχαιοί, τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῗδα θυράων τῶν ἄλλων· Ἀχιλεύς δ' ἄρ' ἐπιρρήσσεσκε καί οἶος· δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, ἐς δ' ἄγαγε κλυτά δῶρα ποδώκεϊ Πηλεΐωνι, ἐξ ἵππων δ' ἀπέβαινεν ἐπί χθόνα φώνησέν τε· ὦ γέρον ἤτοι ἐγώ θεός ἄμβροτος εἰλήλουθα Ἑρμείας· σοί γάρ με πατήρ ἅμα πομπόν ὄπασσεν.
220Homerus, Ilias, 24, 552; 9 (auctor fl.700BC)
δμῳάς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι νόσφιν ἀειράσας, ὡς μή Πρίαμος ἴδοι υἱόν, μή ὃ μέν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο παῖδα ἰδών, Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ, καί ἑ κατακτείνειε, Διός δ' ἀλίτηται ἐφετμάς.
221Homerus, Ilias, 24, 552; 10 (auctor fl.700BC)
τόν δ' ἐπεί οὖν δμῳαί λοῦσαν καί χρῖσαν ἐλαίῳ, ἀμφί δέ μιν φᾶρος καλόν βάλον ἠδέ χιτῶνα, αὐτός τόν γ' Ἀχιλεύς λεχέων ἐπέθηκεν ἀείρας, σύν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην.
222Homerus, Ilias, 24, 776; 5 (auctor fl.700BC)
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, τῆμος ἄρ' ἀμφί πυρήν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
223Homerus, Odyssea, 2, 129; 7 (auctor fl.700BC)
τώ δ' ἕως μέν ῥ' ἐπέτοντο μετά πνοιῇς ἀνέμοιο πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν· ἀλλ' ὅτε δή μέσσην ἀγορήν πολύφημον ἱκέσθην, ἔνθ' ἐπιδινηθέντε τιναξάσθην πτερά πυκνά, ἐς δ' ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ' ὄλεθρον· δρυψαμένω δ' ὀνύχεσσι παρειάς ἀμφί τε δειράς δεξιώ ἤιξαν διά τ' οἰκία καί πόλιν αὐτῶν.
224Homerus, Odyssea, 2, 388; 18 (auctor fl.700BC)
ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον, ἀμφί δέ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηός ἰούσης· ἡ δ' ἔθεεν κατά κῦμα διαπρήσσουσα κέλευθον.
225Homerus, Odyssea, 3, 1; 10 (auctor fl.700BC)
ἷξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καί ἕδρας, ἔνθ' ἄρα Νέστωρ ἧστο σύν υἱάσιν, ἀμφί δ' ἑταῖροι δαῖτ' ἐντυνόμενοι κρέα τ' ὤπτων ἄλλα τ' ἔπειρον.
226Homerus, Odyssea, 3, 276; 4 (auctor fl.700BC)
ἔνθα διατμήξας τάς μέν Κρήτῃ ἐπέλασσεν, ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφί ῥέεθρα.
227Homerus, Odyssea, 3, 404; 6 (auctor fl.700BC)
οἱ δ' ἄλλοι μένετ' αὐτοῦ ἀολλέες, εἴπατε δ' εἴσω δμῳῇσιν κατά δώματ' ἀγακλυτά δαῖτα πένεσθαι, ἕδρας τε ξύλα τ' ἀμφί καί ἀγλαόν οἰσέμεν ὕδωρ.
228Homerus, Odyssea, 3, 447; 8 (auctor fl.700BC)
αὐτάρ ἐπεί λοῦσέν τε καί ἔχρισεν λίπ' ἐλαίῳ, ἀμφί δέ μιν φᾶρος καλόν βάλεν ἠδέ χιτῶνα, ἔκ ῥ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· πάρ δ' ὅ γε Νέστορ' ἰών κατ' ἄρ' ἕζετο, ποιμένα λαῶν.
229Homerus, Odyssea, 4, 49; 1 (auctor fl.700BC)
τούς δ' ἐπεί οὖν δμῳαί λοῦσαν καί χρῖσαν ἐλαίῳ, ἀμφί δ' ἄρα χλαίνας οὔλας βάλον ἠδέ χιτῶνας, ἔς ῥα θρόνους ἕζοντο παρ' Ἀτρεΐδην Μενέλαον.
230Homerus, Odyssea, 4, 219; 8 (auctor fl.700BC)
ἀλλ' ὅτε δή μιν ἐγώ λόεον καί χρῖον ἐλαίῳ, ἀμφί δέ εἵματα ἕσσα καί ὤμοσα καρτερόν ὅρκον μή μέν πρίν Ὀδυσῆα μετά Τρώεσσ' ἀναφῆναι, πρίν γε τόν ἐς νῆάς τε θοάς κλισίας τ' ἀφικέσθαι, καί τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
231Homerus, Odyssea, 4, 398; 2 (auctor fl.700BC)
ἦμος δ' ἠέλιος μέσον οὐρανόν ἀμφιβεβήκῃ, τῆμος ἄρ' ἐξ ἁλός εἶσι γέρων ἅλιος νημερτής πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικί καλυφθείς, ἐκ δ' ἐλθών κοιμᾶται ὑπό σπέσσι γλαφυροῖσιν· ἀμφί δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης ἁθρόαι εὕδουσιν, πολιῆς ἁλός ἐξαναδῦσαι, πικρόν ἀποπνείουσαι ἁλός πολυβενθέος ὀδμήν.
232Homerus, Odyssea, 4, 435; 6 (auctor fl.700BC)
ἡμεῖς δέ ἰάχοντες ἐπεσσύμεθ', ἀμφί δέ χεῖρας βάλλομεν· οὐδ' ὁ γέρων δολίης ἐπελήθετο τέχνης, ἀλλ' ἦ τοι πρώτιστα λέων γένετ' ἠυγένειος, αὐτάρ ἔπειτα δράκων καί πάρδαλις ἠδέ μέγας σῦς· γίγνετο δ' ὑγρόν ὕδωρ καί δένδρεον ὑψιπέτηλον· ἡμεῖς δ' ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
233Homerus, Odyssea, 5, 50; 4 (auctor fl.700BC)
ὕλη δέ σπέος ἀμφί πεφύκει τηλεθόωσα, κλήθρη τ' αἴγειρός τε καί εὐώδης κυπάρισσος.
234Homerus, Odyssea, 5, 50; 8 (auctor fl.700BC)
ἀμφί δέ λειμῶνες μαλακοί ἴου ἠδέ σελίνου θήλεον.
235Homerus, Odyssea, 5, 408; 1 (auctor fl.700BC)
" ὤ μοι, ἐπεί δή γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι Ζεύς, καί δή τόδε λαῖτμα διατμήξας ἐπέρησα, ἔκβασις οὔ πῃ φαίνεθ' ἁλός πολιοῖο θύραζε· ἔκτοσθεν μέν γάρ πάγοι ὀξέες, ἀμφί δέ κῦμα βέβρυχεν ῥόθιον, λισσή δ' ἀναδέδρομε πέτρη, ἀγχιβαθής δέ θάλασσα, καί οὔ πως ἔστι πόδεσσι στήμεναι ἀμφοτέροισι καί ἐκφυγέειν κακότητα· μή πώς μ' ἐκβαίνοντα βάλῃ λίθακι ποτί πέτρῃ κῦμα μέγ' ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
236Homerus, Odyssea, 6, 1; 2 (auctor fl.700BC)
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, εἷσεν δέ Σχερίῃ, ἑκάς ἀνδρῶν ἀλφηστάων, ἀμφί δέ τεῖχος ἔλασσε πόλει, καί ἐδείματο οἴκους, καί νηούς ποίησε θεῶν, καί ἐδάσσατ' ἀρούρας.
237Homerus, Odyssea, 6, 211; 2 (auctor fl.700BC)
δή ῥα τότ' ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· " ἀμφίπολοι, στῆθ' οὕτω ἀπόπροθεν, ὄφρ' ἐγώ αὐτός ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφί δ' ἐλαίῳ χρίσομαι· ἦ γάρ δηρόν ἀπό χροός ἐστιν ἀλοιφή.
238Homerus, Odyssea, 6, 211; 6 (auctor fl.700BC)
αὐτάρ ἐπεί δή πάντα λοέσσατο καί λίπ' ἄλειψεν, ἀμφί δέ εἵματα ἕσσαθ' ἅ οἱ πόρε παρθένος ἀδμής, τόν μέν Ἀθηναίη θῆκεν Διός ἐκγεγαυῖα μείζονά τ' εἰσιδέειν καί πάσσονα, κάδ δέ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
239Homerus, Odyssea, 6, 288; 2 (auctor fl.700BC)
δήεις ἀγλαόν ἄλσος Ἀθήνης ἄγχι κελεύθου αἰγείρων· ἐν δέ κρήνη νάει, ἀμφί δέ λειμών· ἔνθα δέ πατρός ἐμοῦ τέμενος τεθαλυῖά τ' ἀλωή, τόσσον ἀπό πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
240Homerus, Odyssea, 7, 1; 5 (auctor fl.700BC)
καί τότ' Ὀδυσσεύς ὦρτο πόλινδ' ἴμεν· ἀμφί δ' Ἀθήνη πολλήν ἠέρα χεῦε φίλα φρονέουσ' Ὀδυσῆι, μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας κερτομέοι τ' ἐπέεσσι καί ἐξερέοιθ' ὅτις εἴη.
241Homerus, Odyssea, 7, 107; 13 (auctor fl.700BC)
ἀμφί δ' ἄρ' Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, καί τότε δή ῥ' αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
242Homerus, Odyssea, 7, 240; 11 (auctor fl.700BC)
ἐγώ δ' ἀπάνευθε διιπετέος ποταμοῖο ἐκβάς ἐν θάμνοισι κατέδραθον, ἀμφί δέ φύλλα ἠφυσάμην· ὕπνον δέ θεός κατ' ἀπείρονα χεῦεν.
243Homerus, Odyssea, 8, 46; 6 (auctor fl.700BC)
τοῖσιν δ' Ἀλκίνοος δυοκαίδεκα μῆλ' ἱέρευσεν, ὀκτώ δ' ἀργιόδοντας ὕας, δύο δ' εἰλίποδας βοῦς· τούς δέρον ἀμφί θ' ἕπον, τετύκοντό τε δαῖτ' ἐρατεινήν.
244Homerus, Odyssea, 8, 250; 5 (auctor fl.700BC)
κῆρυξ δ' ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν Δημοδόκῳ· ὁ δ' ἔπειτα κί' ἐς μέσον· ἀμφί δέ κοῦροι πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο, πέπληγον δέ χορόν θεῖον ποσίν.
245Homerus, Odyssea, 8, 250; 10 (auctor fl.700BC)
αὐτάρ ἐπεί δή τεῦξε δόλον κεχολωμένος Ἄρει, βῆ ῥ' ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι' ἔκειτο, ἀμφί δ' ἄρ' ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ· πολλά δέ καί καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, ἠύτ' ἀράχνια λεπτά, τά γ' οὔ κέ τις οὐδέ ἴδοιτο, οὐδέ θεῶν μακάρων· πέρι γάρ δολόεντα τέτυκτο.
246Homerus, Odyssea, 8, 295; 2 (auctor fl.700BC)
τώ δ' ἐς δέμνια βάντε κατέδραθον· ἀμφί δέ δεσμοί τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι.
247Homerus, Odyssea, 8, 343; 9 (auctor fl.700BC)
ἔνθα δέ μιν Χάριτες λοῦσαν καί χρῖσαν ἐλαίῳ ἀμβρότῳ, οἷα θεούς ἐπενήνοθεν αἰέν ἐόντας, ἀμφί δέ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
248Homerus, Odyssea, 8, 385; 19 (auctor fl.700BC)
ἀμφί δέ οἱ πυρί χαλκόν ἰήνατε, θέρμετε δ' ὕδωρ, ὄφρα λοεσσάμενός τε ἰδών τ' ἐύ κείμενα πάντα δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ' ἔνεικαν, δαιτί τε τέρπηται καί ἀοιδῆς ὕμνον ἀκούων.
249Homerus, Odyssea, 8, 433; 1 (auctor fl.700BC)
ὣς ἔφατ', Ἀρήτη δέ μετά δμῳῇσιν ἔειπεν ἀμφί πυρί στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
250Homerus, Odyssea, 8, 433; 6 (auctor fl.700BC)
τόν δ' ἐπεί οὖν δμῳαί λοῦσαν καί χρῖσαν ἐλαίῳ, ἀμφί δέ μιν χλαῖναν καλήν βάλον ἠδέ χιτῶνα, ἔκ ῥ' ἀσαμίνθου βάς ἄνδρας μέτα οἰνοποτῆρας ἤιε· Ναυσικάα δέ θεῶν ἄπο κάλλος ἔχουσα στῆ ῥα παρά σταθμόν τέγεος πύκα ποιητοῖο, θαύμαζεν δ' Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα· " χαῖρε, ξεῖν', ἵνα καί ποτ' ἐών ἐν πατρίδι γαίῃ μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγρι' ὀφέλλεις.
251Homerus, Odyssea, 9, 1; 6 (auctor fl.700BC)
ναιετάω δ' Ἰθάκην ἐυδείελον· ἐν δ' ὄρος αὐτῇ Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφί δέ νῆσοι πολλαί ναιετάουσι μάλα σχεδόν ἀλλήλῃσι, Δουλίχιόν τε Σάμη τε καί ὑλήεσσα Ζάκυνθος.
252Homerus, Odyssea, 9, 360; 8 (auctor fl.700BC)
ἀλλ' ὅτε δή τάχ' ὁ μοχλός ἐλάινος ἐν πυρί μέλλεν ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δ' αἰνῶς, καί τότ' ἐγών ἆσσον φέρον ἐκ πυρός, ἀμφί δ' ἑταῖροι ἵσταντ'· αὐτάρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
253Homerus, Odyssea, 9, 360; 11 (auctor fl.700BC)
πάντα δέ οἱ βλέφαρ' ἀμφί καί ὀφρύας εὗσεν ἀυτμή γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρί ῥίζαι.
254Homerus, Odyssea, 9, 461; 11 (auctor fl.700BC)
ἀλλ' ὅτε δή δίς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν, καί τότε δή Κύκλωπα προσηύδων· ἀμφί δ' ἑταῖροι μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· " « σχέτλιε, τίπτ' ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα· ὃς καί νῦν πόντονδε βαλών βέλος ἤγαγε νῆα αὖτις ἐς ἤπειρον, καί δή φάμεν αὐτόθ' ὀλέσθαι.
255Homerus, Odyssea, 9, 536; 4 (auctor fl.700BC)
" ἀλλ' ὅτε δή τήν νῆσον ἀφικόμεθ', ἔνθα περ ἄλλαι νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφί δ' ἑταῖροι ἥατ' ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, νῆα μέν ἔνθ' ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ἐκ δέ καί αὐτοί βῆμεν ἐπί ῥηγμῖνι θαλάσσης.
256Homerus, Odyssea, 10, 87; 2 (auctor fl.700BC)
αἱ μέν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι· οὐ μέν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ, οὔτε μέγ' οὔτ' ὀλίγον, λευκή δ' ἦν ἀμφί γαλήνη· αὐτάρ ἐγών οἶος σχέθον ἔξω νῆα μέλαιναν, αὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας· ἔστην δέ σκοπιήν ἐς παιπαλόεσσαν ἀνελθών.
257Homerus, Odyssea, 10, 208; 2 (auctor fl.700BC)
εὗρον δ' ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνί χώρῳ· ἀμφί δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδέ λέοντες, τούς αὐτή κατέθελξεν, ἐπεί κακά φάρμακ' ἔδωκεν.
258Homerus, Odyssea, 10, 208; 4 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἂν ἀμφί ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσ', αἰεί γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τούς ἀμφί λύκοι κρατερώνυχες ἠδέ λέοντες σαῖνον· τοί δ' ἔδεισαν, ἐπεί ἴδον αἰνά πέλωρα.
259Homerus, Odyssea, 10, 261; 1 (auctor fl.700BC)
" ὣς ἔφατ', αὐτάρ ἐγώ περί μέν ξίφος ἀργυρόηλον ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφί δέ τόξα· τόν δ' ἂψ ἠνώγεα αὐτήν ὁδόν ἡγήσασθαι.
260Homerus, Odyssea, 10, 345; 6 (auctor fl.700BC)
αὐτάρ ἐπεί λοῦσέν τε καί ἔχρισεν λίπ' ἐλαίῳ, ἀμφί δέ με χλαῖναν καλήν βάλεν ἠδέ χιτῶνα, εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπί θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου, ὑπό δέ θρῆνυς ποσίν ἦεν· χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπέρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρά δέ ξεστήν ἐτάνυσσε τράπεζαν.
261Homerus, Odyssea, 10, 388; 5 (auctor fl.700BC)
πᾶσιν δ' ἱμερόεις ὑπέδυ γόος, ἀμφί δέ δῶμα σμερδαλέον κονάβιζε· θεά δ' ἐλέαιρε καί αὐτή.
262Homerus, Odyssea, 10, 428; 6 (auctor fl.700BC)
" τόφρα δέ τούς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη ἐνδυκέως λοῦσέν τε καί ἔχρισεν λίπ' ἐλαίῳ, ἀμφί δ' ἄρα χλαίνας οὔλας βάλεν ἠδέ χιτῶνας· δαινυμένους δ' ἐύ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
263Homerus, Odyssea, 10, 503; 9 (auctor fl.700BC)
ἀμφί δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν· αὐτή δ' ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, λεπτόν καί χαρίεν, περί δέ ζώνην βάλετ' ἰξυῖ καλήν χρυσείην, κεφαλῇ δ' ἐπέθηκε καλύπτρην.
264Homerus, Odyssea, 11, 97; 8 (auctor fl.700BC)
θάνατος δέ τοι ἐξ ἁλός αὐτῷ ἀβληχρός μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφί δέ λαοί ὄλβιοι ἔσσονται.
265Homerus, Odyssea, 11, 404; 3 (auctor fl.700BC)
ἤδη μέν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, μουνάξ κτεινομένων καί ἐνί κρατερῇ ὑσμίνῃ· ἀλλά κε κεῖνα μάλιστα ἰδών ὀλοφύραο θυμῷ, ὡς ἀμφί κρητῆρα τραπέζας τε πληθούσας κείμεθ' ἐνί μεγάρῳ, δάπεδον δ' ἅπαν αἵματι θῦεν.
266Homerus, Odyssea, 11, 486; 7 (auctor fl.700BC)
ἦ τοι ὅτ' ἀμφί πόλιν Τροίην φραζοίμεθα βουλάς, αἰεί πρῶτος ἔβαζε καί οὐχ ἡμάρτανε μύθων· Νέστωρ ἀντίθεος καί ἐγώ νικάσκομεν οἴω.
267Homerus, Odyssea, 11, 567; 1 (auctor fl.700BC)
" ἔνθ' ἦ τοι Μίνωα ἴδον, Διός ἀγλαόν υἱόν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, ἥμενον, οἱ δέ μιν ἀμφί δίκας εἴροντο ἄνακτα, ἥμενοι ἑσταότες τε κατ' εὐρυπυλές Ἄϊδος δῶ.
268Homerus, Odyssea, 11, 567; 4 (auctor fl.700BC)
" καί μήν Τάνταλον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα ἑστεῶτ' ἐν λίμνῃ· ἡ δέ προσέπλαζε γενείῳ· στεῦτο δέ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι· ὁσσάκι γάρ κύψει' ὁ γέρων πιέειν μενεαίνων, τοσσάχ' ὕδωρ ἀπολέσκετ' ἀναβροχέν, ἀμφί δέ ποσσί γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δέ δαίμων.
269Homerus, Odyssea, 11, 601; 2 (auctor fl.700BC)
ἀμφί δέ μιν κλαγγή νεκύων ἦν οἰωνῶν ὥς, πάντοσ' ἀτυζομένων· ὁ δ' ἐρεμνῇ νυκτί ἐοικώς, γυμνόν τόξον ἔχων καί ἐπί νευρῆφιν ὀιστόν, δεινόν παπταίνων, αἰεί βαλέοντι ἐοικώς.
270Homerus, Odyssea, 11, 601; 3 (auctor fl.700BC)
σμερδαλέος δέ οἱ ἀμφί περί στήθεσσιν ἀορτήρ χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες, ὑσμῖναί τε μάχαι τε φόνοι τ' ἀνδροκτασίαι τε.
271Homerus, Odyssea, 12, 234; 2 (auctor fl.700BC)
ἦ τοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρί πολλῷ πᾶσ' ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ' ἄχνη ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν· ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρόν ὕδωρ, πᾶσ' ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφί δέ πέτρη δεινόν ἐβεβρύχει, ὑπένερθε δέ γαῖα φάνεσκε ψάμμῳ κυανέη· τούς δέ χλωρόν δέος ᾕρει.
272Homerus, Odyssea, 13, 366; 9 (auctor fl.700BC)
ἀλλ' ἄγε σ' ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι· κάρψω μέν χρόα καλόν ἐνί γναμπτοῖσι μέλεσσι, ξανθάς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφί δέ λαῖφος ἕσσω ὅ κε στυγέῃσιν ἰδών ἄνθρωπον ἔχοντα, κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε, ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς σῇ τ' ἀλόχῳ καί παιδί, τόν ἐν μεγάροισιν ἔλειπες.
273Homerus, Odyssea, 13, 416; 5 (auctor fl.700BC)
κάρψεν μέν χρόα καλόν ἐνί γναμπτοῖσι μέλεσσι, ξανθάς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφί δέ δέρμα πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε· ἀμφί δέ μιν ῥάκος ἄλλο κακόν βάλεν ἠδέ χιτῶνα, ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· ἀμφί δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο, ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καί ἀεικέα πήρην, πυκνά ῥωγαλέην· ἐν δέ στρόφος ἦεν ἀορτήρ.
274Homerus, Odyssea, 14, 1; 4 (auctor fl.700BC)
αὐτός δ' ἀμφί πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δέ δή ἄλλοι ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισι σύεσσιν, οἱ τρεῖς· τόν δέ τέταρτον ἀποπροέηκε πόλινδε σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρ' ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
275Homerus, Odyssea, 14, 285; 13 (auctor fl.700BC)
ἔνθα με Θεσπρωτῶν βασιλεύς ἐκομίσσατο Φείδων ἥρως ἀπριάτην· τοῦ γάρ φίλος υἱός ἐπελθών αἴθρῳ καί καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, χειρός ἀναστήσας, ὄφρ' ἵκετο δώματα πατρός· ἀμφί δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
276Homerus, Odyssea, 14, 321; 8 (auctor fl.700BC)
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ' ἔδυσαν, ἀμφί δέ μοι ῥάκος ἄλλο κακόν βάλον ἠδέ χιτῶνα, ῥωγαλέα, τά καί αὐτός ἐν ὀφθαλμοῖσιν ὅρηαι· ἑσπέριοι δ' Ἰθάκης εὐδειέλου ἔργ' ἀφίκοντο.
277Homerus, Odyssea, 14, 494; 11 (auctor fl.700BC)
πρῶτον μέν ξίφος ὀξύ περί στιβαροῖς βάλετ' ὤμοις, ἀμφί δέ χλαῖναν ἑέσσατ' ἀλεξάνεμον, μάλα πυκνήν, ἂν δέ νάκην ἕλετ' αἰγός ἐϋτρεφέος μεγάλοιο, εἵλετο δ' ὀξύν ἄκοντα, κυνῶν ἀλκτῆρα καί ἀνδρῶν.
278Homerus, Odyssea, 16, 135; 11 (auctor fl.700BC)
φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνές ἠδέ χιτῶνα θῆκ' ἀμφί στήθεσσι, δέμας δ' ὤφελλε καί ἥβην.
279Homerus, Odyssea, 16, 135; 12 (auctor fl.700BC)
ἂψ δέ μελαγχροιής γένετο, γναθμοί δέ τάνυσθεν, κυάνεαι δ' ἐγένοντο γενειάδες ἀμφί γένειον.
280Homerus, Odyssea, 17, 1; 9 (auctor fl.700BC)
τόν δέ πολύ πρώτη εἶδε τροφός Εὐρύκλεια, κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, δακρύσασα δ' ἔπειτ' ἰθύς κίεν· ἀμφί δ' ἄρ' ἄλλαι δμῳαί Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, καί κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καί ὤμους.
281Homerus, Odyssea, 17, 1; 10 (auctor fl.700BC)
ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη ἠέ χρυσέῃ Ἀφροδίτῃ, ἀμφί δέ παιδί φίλῳ βάλε πήχεε δακρύσασα, κύσσε δέ μιν κεφαλήν τε καί ἄμφω φάεα καλά, καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· " ἦλθες, Τηλέμαχε, γλυκερόν φάος.
282Homerus, Odyssea, 17, 45; 8 (auctor fl.700BC)
ἀμφί δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ἔσθλ' ἀγορεύοντες, κακά δέ φρεσί βυσσοδόμευον.
283Homerus, Odyssea, 17, 84; 3 (auctor fl.700BC)
τούς δ' ἐπεί οὖν δμῳαί λοῦσαν καί χρῖσαν ἐλαίῳ, ἀμφί δ' ἄρα χλαίνας οὔλας βάλον ἠδέ χιτῶνας, ἔκ ῥ' ἀσαμίνθων βάντες ἐπί κλισμοῖσι καθῖζον.
284Homerus, Odyssea, 17, 204; 1 (auctor fl.700BC)
ἀλλ' ὅτε δή στείχοντες ὁδόν κάτα παιπαλόεσσαν ἄστεος ἐγγύς ἔσαν καί ἐπί κρήνην ἀφίκοντο τυκτήν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, τήν ποίησ' Ἴθακος καί Νήριτος ἠδέ Πολύκτωρ· ἀμφί δ' ἄρ' αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, πάντοσε κυκλοτερές, κατά δέ ψυχρόν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης· βωμός δ' ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται· ἔνθα σφέας ἐκίχαν' υἱός Δολίοιο Μελανθεύς αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύω δ' ἅμ' ἕποντο νομῆες.
285Homerus, Odyssea, 17, 204; 5 (auctor fl.700BC)
ἀλλ' ἔκ τοι ἐρέω, τό δέ καί τετελεσμένον ἔσται· αἴ κ' ἔλθῃ πρός δώματ' Ὀδυσσῆος θείοιο, πολλά οἱ ἀμφί κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραί ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
286Homerus, Odyssea, 17, 505; 13 (auctor fl.700BC)
" ὣς φάτο, Τηλέμαχος δέ μέγ' ἔπταρεν, ἀμφί δέ δῶμα σμερδαλέον κονάβησε· γέλασσε δέ Πηνελόπεια, αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· " ἔρχεό μοι, τόν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
287Homerus, Odyssea, 17, 505; 16 (auctor fl.700BC)
" ὣς φάτο, βῆ δέ συφορβός, ἐπεί τόν μῦθον ἄκουσεν· ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· " ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμός ἀμφί πόσει κέλεται, καί κήδεά περ πεπαθυίῃ.
288Homerus, Odyssea, 18, 1; 12 (auctor fl.700BC)
" ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντες, ἀμφί δ' ἄρα πτωχούς κακοείμονας ἠγερέθοντο.
289Homerus, Odyssea, 18, 169; 2 (auctor fl.700BC)
ἀλλ' ἴθι καί σῷ παιδί ἔπος φάο μηδ' ἐπίκευθε, χρῶτ' ἀπονιψαμένη καί ἐπιχρίσασα παρειάς· μηδ' οὕτω δακρύοισι πεφυρμένη ἀμφί πρόσωπα ἔρχευ, ἐπεί κάκιον πενθήμεναι ἄκριτον αἰεί.
290Homerus, Odyssea, 18, 290; 16 (auctor fl.700BC)
ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τόν ἀλήτην· μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σ' ἀμφί κάρη κεκοπώς χερσί στιβαρῇσι δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
291Homerus, Odyssea, 19, 89; 1 (auctor fl.700BC)
ὣς φάτο, τοῦ δ' ἤκουσε περίφρων Πηνελόπεια, ἀμφίπολον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· " πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις· πάντα γάρ εὖ ᾔδησθ', ἐπεί ἐξ ἐμεῦ ἔκλυες αὐτῆς ὡς τόν ξεῖνον ἔμελλον ἐνί μεγάροισιν ἐμοῖσιν ἀμφί πόσει εἴρεσθαι, ἐπεί πυκινῶς ἀκάχημαι.
292Homerus, Odyssea, 19, 405; 4 (auctor fl.700BC)
Αὐτόλυκος δ' υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι δεῖπνον ἐφοπλίσσαι· τοί δ' ὀτρύνοντος ἄκουσαν, αὐτίκα δ' εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον· τόν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν, ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
293Homerus, Odyssea, 19, 499; 11 (auctor fl.700BC)
αὐτάρ ἐγώ κλαῖον καί ἐκώκυον ἔν περ ὀνείρῳ, ἀμφί δ' ἔμ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί, οἴκτρ' ὀλοφυρομένην ὅ μοι αἰετός ἔκτανε χῆνας.
294Homerus, Odyssea, 21, 118; 2 (auctor fl.700BC)
πρῶτον μέν πελέκεας στῆσεν, διά τάφρον ὀρύξας πᾶσι μίαν μακρήν, καί ἐπί στάθμην ἴθυνεν, ἀμφί δέ γαῖαν ἔναξε· τάφος δ' ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσε· πάρος δ' οὐ πώ ποτ' ὀπώπει.
295Homerus, Odyssea, 21, 401; 8 (auctor fl.700BC)
" ἦ καί ἐπ' ὀφρύσι νεῦσεν· ὁ δ' ἀμφέθετο ξίφος ὀξύ Τηλέμαχος, φίλος υἱός Ὀδυσσῆος θείοιο, ἀμφί δέ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ' ἄρ' αὐτοῦ πάρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
296Homerus, Odyssea, 22, 330; 8 (auctor fl.700BC)
" ὣς φάτο, τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς· πεπτηώς γάρ ἔκειτο ὑπό θρόνον, ἀμφί δέ δέρμα ἕστο βοός νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
297Homerus, Odyssea, 22, 465; 2 (auctor fl.700BC)
ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠέ πέλειαι ἕρκει ἐνιπλήξωσι, τό θ' ἑστήκῃ ἐνί θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερός δ' ὑπεδέξατο κοῖτος, ὣς αἵ γ' ἑξείης κεφαλάς ἔχον, ἀμφί δέ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
298Homerus, Odyssea, 23, 1; 13 (auctor fl.700BC)
εὗρον ἔπειτ' Ὀδυσῆα μετά κταμένοισι νέκυσσιν ἑσταόθ'· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες, κείατ' ἐπ' ἀλλήλοισιν· ἰδοῦσά κε θυμόν ἰάνθης.
299Homerus, Odyssea, 23, 129; 7 (auctor fl.700BC)
αὐτάρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνί οἴκῳ Εὐρυνόμη ταμίη λοῦσεν καί χρῖσεν ἐλαίῳ, ἀμφί δέ μιν φᾶρος καλόν βάλεν ἠδέ χιτῶνα· αὐτάρ κάκ κεφαλῆς κάλλος πολύ χεῦεν Ἀθήνη μείζονά τ' εἰσιδέειν καί πάσσονα· κάδ δέ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
300Homerus, Odyssea, 23, 181; 8 (auctor fl.700BC)
" ὣς φάτο, τῆς δ' αὐτοῦ λύτο γούνατα καί φίλον ἦτορ, σήματ' ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεύς· δακρύσασα δ' ἔπειτ' ἰθύς δράμεν, ἀμφί δέ χεῖρας δειρῇ βάλλ' Ὀδυσῆϊ, κάρη δ' ἔκυσ' ἠδέ προσηύδα· " μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεί τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο· θεοί δ' ὤπαζον ὀϊζύν, οἳ νῶϊν ἀγάσαντο παρ' ἀλλήλοισι μένοντε ἥβης ταρπῆναι καί γήραος οὐδόν ἱκέσθαι.
301Homerus, Odyssea, 23, 263; 3 (auctor fl.700BC)
σῆμα δέ μοι τόδ' ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης φήῃ ἀθηρηλοιγόν ἔχειν ἀνά φαιδίμῳ ὤμῳ, καί τότε μ' ἐν γαίῃ πήξαντ' ἐκέλευεν ἐρετμόν, ἔρξανθ' ἱερά καλά Ποσειδάωνι ἄνακτι, ἀρνειόν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον, οἴκαδ' ἀποστείχειν, ἔρδειν θ' ἱεράς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοί οὐρανόν εὐρύν ἔχουσι, πᾶσι μάλ' ἑξείης· θάνατος δέ μοι ἐξ ἁλός αὐτῷ ἀβληχρός μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ γήρας ὕπο λιπαρῷ ἀρημένον· ἀμφί δέ λαοί ὄλβιοι ἔσσονται· τά δέ μοι φάτο πάντα τελεῖσθαι.
302Homerus, Odyssea, 24, 35; 1 (auctor fl.700BC)
τόν δ' αὖτε ψυχή προσεφώνεεν Ἀτρείδαο· " ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκάς Ἄργεος· ἀμφί δέ σ' ἄλλοι κτείνοντο Τρώων καί Ἀχαιῶν υἷες ἄριστοι, μαρνάμενοι περί σεῖο· σύ δ' ἐν στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
303Homerus, Odyssea, 24, 35; 3 (auctor fl.700BC)
αὐτάρ ἐπεί σ' ἐπί νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλόν ὕδατί τε λιαρῷ καί ἀλείφατι· πολλά δέ σ' ἀμφί δάκρυα θερμά χέον Δαναοί κείροντό τε χαίτας.
304Homerus, Odyssea, 24, 35; 5 (auctor fl.700BC)
" " ὣς ἔφαθ', οἱ δ' ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί· ἀμφί δέ σ' ἔστησαν κοῦραι ἁλίοιο γέροντος οἴκτρ' ὀλοφυρόμεναι, περί δ' ἄμβροτα εἵματα ἕσσαν.
305Homerus, Odyssea, 24, 35; 7 (auctor fl.700BC)
ἑπτά δέ καί δέκα μέν σε ὁμῶς νύκτας τε καί ἦμαρ κλαίομεν ἀθάνατοί τε θεοί θνητοί τ' ἄνθρωποι· ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρί, πολλά δέ σ' ἀμφί μῆλα κατεκτάνομεν μάλα πίονα καί ἕλικας βοῦς.
306Homerus, Odyssea, 24, 232; 9 (auctor fl.700BC)
ἀλλ' ἄγε μοι τόδε εἰπέ καί ἀτρεκέως κατάλεξον, τεῦ δμώς εἶς ἀνδρῶν· τεῦ δ' ὄρχατον ἀμφιπολεύεις· καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ, εἰ ἐτεόν γ' Ἰθάκην τήνδ' ἱκόμεθ', ὥς μοι ἔειπεν οὗτος ἀνήρ νῦν δή ξυμβλήμενος ἐνθάδ' ἰόντι, οὔ τι μάλ' ἀρτίφρων, ἐπεί οὐ τόλμησεν ἕκαστα εἰπεῖν ἠδ' ἐπακοῦσαι ἐμόν ἔπος, ὡς ἐρέεινον ἀμφί ξείνῳ ἐμῷ, ἤ που ζώει τε καί ἔστιν ἦ ἤδη τέθνηκε καί εἰν Ἀΐδαο δόμοισιν.
307Homerus, Odyssea, 24, 327; 6 (auctor fl.700BC)
ἀμφί δέ παιδί φίλῳ βάλε πήχεε· τόν δέ ποτί οἷ εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
308Homerus, Odyssea, 24, 365; 1 (auctor fl.700BC)
τόφρα δέ Λαέρτην μεγαλήτορα ᾧ ἐνί οἴκῳ ἀμφίπολος Σικελή λοῦσεν καί χρῖσεν ἐλαίῳ, ἀμφί δ' ἄρα χλαῖναν καλήν βάλεν· αὐτάρ Ἀθήνη ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν, μείζονα δ' ἠέ πάρος καί πάσσονα θῆκεν ἰδέσθαι.
309Hugo de Folieto Incertus, De bestiis et aliis rebus, 177, 0105B
Amphi [ἀμφι] enim Graece, utrumque dicitur Latine, id est quae in terris et aquis vivunt, ut phocae, crocodili, hippopotami, id est equi fluctuales.
310Hyginus, Fabulae, VII, 5; LII (auctor fl.200)
quos pastores pro suis educarunt et appellarunt Zeton, ἀπό τοῦ ζητεῖν τόπον, alterum uero Amphionem, ὅτι ἐν διόδωι ἢ ὅτι ἀμφί ὁδόν αὐτόν ἔτεκεν, id est quoniam in biuio eum edidit.
311Isidorus Hispalensis, Etymologiae, 82, 0450C (auctor 565-636)
Ἀμφὶ etiam Graece utrumque dicitur, id est, quia in aquis, et in terris vivunt, ut phocae, crocoditi, hippopotami, hoc est, equi fluviales.
312Isidorus Hispalensis, Etymologiae, 12, 6, 3; 6 (auctor 565-636)
Ἀμφὶ enim Graece utrumque dicitur, id est quia et in aquis et in terris vivunt: ut phocae, corcodilli, hippopotami, hoc est equi fluviales.
313Iulius Paris, Epitoma, p4, 7; 10 (auctor fl.c.350)
' Zeuxis, cum Helenam pinxisset, quid de eo opera homines sensuri essent non expectauit, sed protinus adiecit οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.
314Macrobius Theodosius, Saturnalia, p6, 4; 13 (auctor c.420)
Καὶ τότ᾽ Ὀδυσσεὺς ὦρτο πόλινδ᾽ ἴμεν• ἀμφὶ δ᾽ Ἀθήνη πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ᾽ Ὀδυσῆϊ, μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας κερτομέοι τ᾽ ἐπέεσσι καὶ ἐξερέοιθ᾽ ὅτις εἴη.
315Macrobius Theodosius, Saturnalia, p6, 4; 18 (auctor c.420)
Αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ• ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα• αὐτὰρ κὰκ κεφαλῆς χεῦεν πολὺ κάλλος Ἀθήνη, μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα• κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοιας.
316Macrobius Theodosius, Saturnalia, p6, 6; 10 (auctor c.420)
Ἀλλ᾽ ὅτ᾽ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, πᾶσ᾽ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη δεινὸν βεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε ψάμμῳ κυανέη• τοὺς δὲ χλωρὸν δέος ᾕρει.
317Macrobius Theodosius, Saturnalia, p6, 8; 3 (auctor c.420)
Ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες, τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν.
318Macrobius Theodosius, Saturnalia, p6, 8; 7 (auctor c.420)
Τῶν δ᾽, ὥστ᾽ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων Ἀσίῳ ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσι κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών.
319Macrobius Theodosius, Saturnalia, p6, 8; 19 (auctor c.420)
Αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, ἡβῷμ᾽ ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόῳ Κελάδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα .... Ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν θάρσεϊ ᾧ• γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων• καὶ μαχόμην οἱ ἐγὼ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
320Macrobius Theodosius, Saturnalia, p6, 9; 10 (auctor c.420)
Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης φάσγανον ἄμφηκες (τὸ δ᾽ ἑὸν παρὰ νηῒ λέλειπτο) καὶ σάκος• ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
321Macrobius Theodosius, Saturnalia, p6, 9; 11 (auctor c.420)
Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην καὶ ξίφος• ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ῥινοῦ ποιητήν• πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν ἐντέτατο στερεῶς, ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα εὖ καὶ ἐπισταμένως, μέσσῃ δ᾽ ἐνὶ πῖλος ἀρήρει.
322Macrobius Theodosius, Saturnalia, p6, 10; 29 (auctor c.420)
Ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον• αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε• κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν• δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
323Macrobius Theodosius, Saturnalia, p6, 13; 18 (auctor c.420)
Αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα κούρων ἑλκόντων• γάνυται δέ τε τοῖς Ἐνοσίχθων.
324Macrobius Theodosius, Saturnalia, p6, 13; 20 (auctor c.420)
Sed nec hoc minus eleganter quod de tauro ad sacrificium tracto loquens meminit et Apollinis: Ἑλικώνιον ἀμφὶ ἄνακτα.
325Macrobius Theodosius, Saturnalia, p6, 13; 47 (auctor c.420)
Ὡς δ᾽ ὅτ᾽ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ᾽ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος• πόντῳ μὲν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ᾽ ἄκρας κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ᾽ ἁλὸς ἄχνην.
326Macrobius Theodosius, Saturnalia, p6, 21; 12 (auctor c.420)
— Θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον, Sophocles in fabula quae inscribitur Τυρώ, πρὸς τήνδ' εἶμι... τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια.
327Macrobius Theodosius, Saturnalia, p7, 3; 18 (auctor c.420)
Homerica descriptio est equi fugientis in haec verba: ὡς δ᾽ ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ, δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων, εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο, κυδιόων• ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται• ὃ δ᾽ ἀγλαΐηφι πεποιθὼς, ῥίμφά ἐ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων.
328Plato, Apologia, p1, 18; 3 (auctor c.425BC-347BC)
ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντες, οὓς ἐγὼ μᾶλλον φοβοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον, καίπερ ὄντας καὶ τούτους δεινούς· ἀλλ' ἐκεῖνοι δεινότεροι, ὦ ἄνδρες, οἳ ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες ἔπειθόν τε καὶ κατηγόρουν ἐμοῦ μᾶλλον οὐδὲν ἀληθές, ὡς ἔστιν τις Σωκράτης σοφὸς ἀνήρ, τά τε μετέωρα φροντιστὴς καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκὼς καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν.
329Plato, Cratylos, p1, 400; 1 (auctor c.425BC-347BC)
τοῖς ἀμφὶ Εὐθύφρονα.
330Plato, Cratylos, p1, 400; 13 (auctor c.425BC-347BC)
δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται , δεσμωτηρίου εἰκόνα· εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα, [τὸ] «σῶμα,» καὶ οὐδὲν δεῖν παράγειν οὐδ' ἓν γράμμα.
331Plato, Euthydemus, p1, 286; 5 (auctor c.425BC-347BC)
ἀλλ' ἄρα, ὅταν ἐγὼ μὲν τὸν τοῦ πράγματος λόγον λέγω, σὺ δὲ ἄλλου τινὸς ἄλλον, τότε ἀντιλέγομεν· ἢ ἐγὼ λέγω μὲν τὸ πρᾶγμα, σὺ δὲ οὐδὲ λέγεις τὸ παράπαν· ὁ δὲ μὴ λέγων τῷ λέγοντι πῶς ἂν ἀντιλέγοι· καὶ ὁ μὲν Κτήσιππος ἐσίγησεν· ἐγὼ δὲ θαυμάσας τὸν λόγον, πῶς, ἔφην, ὦ Διονυσόδωρε, λέγεις· οὐ γάρ τοι ἀλλὰ τοῦτόν γε τὸν λόγον πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω – καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῷ καὶ οἱ ἔτι παλαιότεροι· ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν – οἶμαι δὲ αὐτοῦ τὴν ἀλήθειαν παρὰ σοῦ κάλλιστα πεύσεσθαι.
332Plato, Euthydemus, p1, 305; 12 (auctor c.425BC-347BC)
εἶναι μὲν γὰρ τῇ ἀληθείᾳ σφᾶς σοφωτάτους, ἐν δὲ τοῖς ἰδίοις λόγοις ὅταν ἀποληφθῶσιν, ὑπὸ τῶν ἀμφὶ Εὐθύδημον κολούεσθαι.
333Plato, Hippias, p1, 281; 7 (auctor c.425BC-347BC)
ἀτάρ, ὦ Ἱππία, τί ποτε τὸ αἴτιον ὅτι οἱ παλαιοὶ ἐκεῖνοι, ὧν ὀνόματα μεγάλα λέγεται ἐπὶ σοφίᾳ, Πιττακοῦ τε καὶ Βίαντος καὶ τῶν ἀμφὶ τὸν Μιλήσιον Θαλῆν καὶ ἔτι τῶν ὕστερον μέχρι Ἀναξαγόρου, ὡς ἢ πάντες ἢ οἱ πολλοὶ αὐτῶν φαίνονται ἀπεχόμενοι τῶν πολιτικῶν πράξεων· Ἱππίας τί δ' οἴει, ὦ Σώκρατες, ἄλλο γε ἢ ἀδύνατοι ἦσαν καὶ οὐχ ἱκανοὶ ἐξικνεῖσθαι φρονήσει ἐπ' ἀμφότερα, τά τε κοινὰ καὶ τὰ ἴδια· Σωκράτης ἆρ' οὖν πρὸς Διός, ὥσπερ αἱ ἄλλαι τέχναι ἐπιδεδώκασι καὶ εἰσὶ παρὰ τοὺς νῦν δημιουργοὺς οἱ παλαιοὶ φαῦλοι, οὕτω καὶ τὴν ὑμετέραν τὴν τῶν σοφιστῶν τέχνην ἐπιδεδωκέναι φῶμεν καὶ εἶναι τῶν ἀρχαίων τοὺς περὶ τὴν σοφίαν φαύλους πρὸς ὑμᾶς· Ἱππίας πάνυ μὲν οὖν ὀρθῶς λέγεις.
334Plato, Hippias, p3, 371; 2 (auctor c.425BC-347BC)
Ἱππίας ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες· Σωκράτης οὐκ οἶσθα ὅτι λέγων ὕστερον ἢ ὡς πρὸς τὸν Ὀδυσσέα ἔφη ἅμα τῇ ἠοῖ ἀποπλευσεῖσθαι, πρὸς τὸν Αἴαντα οὐκ αὖ φησιν ἀποπλευσεῖσθαι, ἀλλὰ ἄλλα λέγει· Ἱππίας ποῦ δή· Σωκράτης ἐν οἷς λέγει – οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος, πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι κτείνοντ' Ἀργείους, κατά τε φλέξαι πυρὶ νῆας· ἀμφὶ δέ μιν τῇ 'μῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀίω.
335Plato, Menexenus, p1, 242; 6 (auctor c.425BC-347BC)
τρίτος δὲ πόλεμος μετὰ ταύτην τὴν εἰρήνην ἀνέλπιστός τε καὶ δεινὸς ἐγένετο, ἐν ᾧ πολλοὶ καὶ ἀγαθοὶ τελευτήσαντες ἐνθάδε κεῖνται, πολλοὶ μὲν ἀμφὶ Σικελίαν
336Plato, Menon, p1, 99; 6 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα σοφίᾳ τινὶ οὐδὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέα τε καὶ οὓς ἄρτι Ἄνυτος ὅδε ἔλεγεν· διὸ δὴ καὶ οὐχ οἷοί τε ἄλλους ποιεῖν τοιούτους οἷοι αὐτοί εἰσι, ἅτε οὐ δι' ἐπιστήμην ὄντες τοιοῦτοι.
337Plato, Protagoras, p1, 316; 9 (auctor c.425BC-347BC)
ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν, φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς, πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν, οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμῳδίας, τοὺς ἀμφί τε Ὀρφέα καὶ Μουσαῖον· ἐνίους δέ τινας ᾔσθημαι καὶ γυμναστικήν, οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός, τὸ δὲ ἀρχαῖον Μεγαρεύς· μουσικὴν δὲ Ἀγαθοκλῆς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο, μέγας ὢν σοφιστής, καὶ Πυθοκλείδης ὁ Κεῖος καὶ ἄλλοι πολλοί.
338Plato, Sophistes, p1, 216; 1 (auctor c.425BC-347BC)
Θεόδωρος κατὰ τὴν χθὲς ὁμολογίαν, ὦ Σώκρατες, ἥκομεν αὐτοί τε κοσμίως καὶ τόνδε τινὰ ξένον ἄγομεν, τὸ μὲν γένος ἐξ Ἐλέας, ἑταῖρον δὲ τῶν ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα [ἑταίρων], μάλα δὲ ἄνδρα φιλόσοφον.
339Plato, Theaetetus, p1, 170; 6 (auctor c.425BC-347BC)
σκόπει γάρ, ὦ Θεόδωρε, εἰ ἐθέλοι ἄν τις τῶν ἀμφὶ Πρωταγόραν ἢ σὺ αὐτὸς διαμάχεσθαι ὡς οὐδεὶς ἡγεῖται ἕτερος ἕτερον ἀμαθῆ τε εἶναι καὶ ψευδῆ δοξάζειν.
340Plinius minor, Epistolae, 9, 26, 6; 12 (auctor c.61–c.113)
Atque ut Homerum potissimum attingam, quem tandem alterutram in partem potest fugere ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός ... ἠέρι δ' ἔγχος ἐκεκλιτο et totum illud οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ?
341Plotinus, Enneades, 4, 7, 8; 48 (auctor c.205-270)
Ἆρ᾽ οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; Τοῦτο γὰρ ἁρμονίαν τῶν ἀμφὶ Πυθαγόραν λεγόντων ἕτερον τρόπον ὠιήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς ἁρμονία.
342Priscianus Caesarensis, Ars Prisciani, p. 41 (vol. 2), l. 20 (auctor c.500)
et hoc tum fit, quando ἀμφὶ περί significare uolumus, ut Hesiodus: « ἀμφὶ περὶ κρήνην ἰοειδέα.
343Priscianus Caesarensis, Ars Prisciani, p. 317 (vol. 2), l. 8 (auctor c.500)
Πλάτων Μένωνι· οὐκ ἄρα σοφίᾳ τινὶ οὐδὲ σοφοὶ ὄντες οἱ τοιοῦτοι ἄνδρες ἡγοῦντο ταῖς πόλεσιν, οἱ ἀμφὶ Θεμιστοκλέα τε καὶ οὓς ἄρτι Ἄνυτος ὅδε ἔλεγεν.
344Ps Aristoteles, De respiratione, 7; 12 (opus c.300BC)
Ὡς δ’ αὕτως ὅθ’ ὕδωρ μὲν ἔχει κατὰ βένθεα χαλκοῦ πορθμοῦ χωσθέντος βροτέῳ χροῒ ἠδὲ πόροιο, αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων, εἰσόκε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αὔξιμον ὕδωρ.
345Sacerdos, Artes, p. 499, l. 1 (auctor c.280)
amphibrachus nuncupatur, quod ex utraque parte, quod Graeci ἀμφί dicunt, breuem, quam illi βραχεῖαν nuncupant, continet.
346Sacerdos, Artes, p. 523, l. 20 (auctor c.280)
ideo amphicolum, quod ex utraque parte, quod ἀμφί Graece dicitur, clodum sit, quod Graeci χωλόν uocant.
347Servius, Commentarius in Vergilii Aeneidos libros, p11, 125; 2 (auctor fl.c.400)
Et hoc est apud nos ‘am’, quod apud Graecos ἀμφί.
348Servius, In Vergilii Aeneide comentarii, 2, 601; 18 (auctor fl.c.400)
ἀμφὶ δ' ἄρ' εἰδώλῳ Τρῶες καὶ διοῖ Ἀχαιοί .
349Servius, In Vergilii Georgicis comentarii, 1, 383; 10 (auctor fl.c.400)
et est Homericus versus Ἀσίῳ ἐν λειμῶνι Καυστρίου ἀμφὶ ῥέεθρα.
350Suetonius, De Vita Caesarum, p5, 49, 3; 5 (auctor c.70-c.130)
quod ut sensit, trepidanter effatus: ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει ferrum iugulo adegit iuuante Epaphrodito a libellis.
351Thomas Cisterciensis Ioannes Algrinus, Commentaria in Cantica canticorum, 206, 0653A (auctor -1237)
» Quando vere proficit increscendo dicitur amphicircos, ab ἀμφί, quod est circum; et circos, quod est circulus, quia nondum tota illuminata, circulo quodam claritatis est ambita.
352Vossius Gerardus Iohannes, De Arte Grammatica Libri Septem., 1b, 2; 131 (auctor 1577-1649)
[Index lib. 3-4] A. 147. 9. Ambe, vel Ambi, praepositio apud Varronem ab ἀμφὶ : hinc contractum am et an in compositis, [Index lib. 1-2] II. XVIII. 223. Ambitus participium vel producit mediam, vel ancipitem habet: at quando nomen est, eandem corripit, [Index lib. 1-2] II. XVIII. 222, 223. Ambitus producit secundam, quia ex ambeitus, quod ex ambe, et itus, contrahitur, [Index lib. 1-2] II. XVIII. 223. Ambo duo, per pleonasmum, [Index lib. 7] III. 7. item LIX. 224. Ambo, pro ambos.