'ανάγκη' - search in All Authors, Showing 1 to 500 of 2384 hits      Show next 500

1Agatho papa, Epistolae, 87, 1202D
Καὶ πάλιν· Τῆς θεοπρεποῦς ἐνεργείας μιᾶς οὔσης αὐτοῦ, ἀνάγκη καὶ ἀμέριστον εἶναι ταύτην καὶ ἀδιαίρετον.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605B
Λέγει ὁ τοῦ Θεοῦ δοῦλος· Εὐχαριστῷ τῷ Θεῷ, καθαίροντί με τῶν ἑκουσίων κακῶν, δι' ἀκουσίου κολάσεως· « Πλὴν, οὐαὶ τῷ κόσμῷ ἀπὸ τῶν σκανδαλῶν, ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· Οὐαὶ δὲ δι' οὗ σκάνδαλον ἔρχεται.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613B
Καὶ λέγουσι· Πάντως ἀνάγκη ἐστὶ θελήσεις λέγεσθαι ἐπὶ Χριστοῦ καὶ ἐνεργείας; Ἀπεκρίθη· Πᾶσα ἀνάγκη, εἴπερ εὐσεβεῖν κατὰ ἀλήθειαν θέλωμεν.
4Anonymi, Ars Bobiensis, p. 32, l. 3 (auctor c.450)
hic actus ἡ πρᾶξις, hic affectus, hic accentus, angulus γωνία, ascensus, aditus, aduentus, anus ἡ ἕδρα, acus, apex κεραία, clamor, conplexus, casus, clipeus, conspectus, coetus, coitus, calx πτέρνα (λάκτισμα, ἄσβεστος), carcer, conatus, census ἀπογραφή, cibus, coactus ἡ ἀνάγκη, canus πολιά, concursus, cantus, concentus συνῳδή, collis ἀκρώρεια, cultus, calix κύλιξ, comitatus συνεκδημία, cliuus ἀνάβασις, calor, calculus ψῆφος, callis ἀτραπός, culmus καλάμη, consulatus, cardus κινάρα, cippus στήλη, descensus, dies, ductus χαραγμή, euentus, exitus, error, fons, fragor, focus ἑστία, fetor τρυγίας τοῦ οἴνου ὀδμή, furor, fascis δέσμη, fornix ἁψίς, forfex ψαλίς, faex τρυγία, fulgor, honor, gremius, hortatus προτροπή, ingressus εἴσβασις, ictus πληγή, iuncus ὀξύσχοινος, incessus ἐπίβασις, iussus κέλευσις, inpulsus ἡ μετὰ τοῦ ἀναγκάζειν πειθώ, interitus, introitus, inpetus, luxus ἀσωτία, langor νωθρία, lectus, later πλίνθος, luscinius ἀηδών (et luscinia, ut Horatius dixit), limus ἰλύς, maeror λύπη, motus, mador ὑγρασία (Sallustius in historiis), mergus αἴθυια, magistratus ἀρχή, mercatus ἐμπορία, morbus, mullus, nuntius ἀγγελία, nidor κνῖσα, nidus καλιά, ordo τάξις, odor ὀδμή, obiectus προβολή, ortus ἀνατολή, occasus, ornatus κόσμησις, pons, pumex, profectus προκοπή, poples ἀγκύλη, pelicatus ζηλοτυπία, pallor, pauor, postis φλιά, ros, remus, reditus, raster, radius, rogus, sermo ὁμιλία, solius ἔμβασις, successus διαδοχή, pulpitus θυμέλη, pudor, pilus θρίξ, septentrio, splendor, senatus, sensus αἴσθησις, status, situs θέσις, secessus ὑποχώρησις, torus, turbo θύελλα, turtur τρυγών, turdus κίχλα, terror, uertex κορυφή, uisus, usus, uenter, uortex ἴλιγξ, uomis ὕνις, uicus κώμη, uapor ἀτμίς.
5Aristoteles, Physica, 1, 1; 3
διόπερ ἀνάγκη τὸν τρόπον τοῦτον προάγειν ἐκ τῶν ἀσαφεστέρων μὲν τῇ φύσει ἡμῖν δὲ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα.
6Aristoteles, Physica, 1, 2; 1
Ἀνάγκη δ' ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον, ὥς φησι Παρμενίδης καὶ Μέλισσος, ἢ κι νουμένην, ὥσπερ οἱ φυσικοί, οἱ μὲν ἀέρα φάσκοντες εἶναι οἱ δ' ὕδωρ τὴν πρώτην ἀρχήν· εἰ δὲ πλείους, ἢ πεπερασμένας ἢ ἀπεί ρους, καὶ εἰ πεπερασμένας πλείους δὲ μιᾶς, ἢ δύο ἢ τρεῖς ἢ τέτ ταρας ἢ ἄλλον τινὰ ἀριθμόν, καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἕν, σχήματι δὲ , ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας.
7Aristoteles, Physica, 1, 3; 11
ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ' οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.
8Aristoteles, Physica, 1, 3; 21
ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο, καὶ τῷ λόγῳ φανερόν, οἷον ὁ ἄνθρωπος εἰ ἔστιν ὅπερ ὄν τι, ἀνάγκη καὶ τὸ ζῷον ὅπερ ὄν τι εἶναι καὶ τὸ δίπουν.
9Aristoteles, Physica, 1, 3; 25
εἰ τοίνυν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ δί πουν, ἀνάγκη χωριστὸν εἶναι αὐτό, ὥστε ἐνδέχοιτο ἂν μὴ δίπουν εἶναι τὸν ἄνθρωπον, ἢ ἐν τῷ λόγῳ τῷ τοῦ δίποδος ἐνέσται ὁ τοῦ ἀνθρώπου λόγος.
10Aristoteles, Physica, 1, 4; 3
ἔοικε δὲ Ἀναξα γόρας ἄπειρα οὕτως οἰηθῆναι διὰ τὸ ὑπολαμβάνειν τὴν κοι νὴν δόξαν τῶν φυσικῶν εἶναι ἀληθῆ, ὡς οὐ γιγνομένου οὐδε νὸς ἐκ τοῦ μὴ ὄντος (διὰ τοῦτο γὰρ οὕτω λέγουσιν, ἦν ὁμοῦ πάντα, καὶ τὸ γίγνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι, οἱ δὲ σύγκρισιν καὶ διάκρισιν)· ἔτι δ' ἐκ τοῦ γίγνεσθαι ἐξ ἀλ λήλων τἀναντία· ἐνυπῆρχεν ἄρα· εἰ γὰρ πᾶν μὲν τὸ γι γνόμενον ἀνάγκη γίγνεσθαι ἢ ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, τούτων δὲ τὸ μὲν ἐκ μὴ ὄντων γίγνεσθαι ἀδύνατον (περὶ γὰρ ταύτης ὁμογνωμονοῦσι τῆς δόξης ἅπαντες οἱ περὶ φύσεως), τὸ λοι πὸν ἤδη συμβαίνειν ἐξ ἀνάγκης ἐνόμισαν, ἐξ ὄντων μὲν καὶ ἐνυπαρχόντων γίγνεσθαι, διὰ μικρότητα δὲ τῶν ὄγκων ἐξ ἀναισθήτων ἡμῖν.
11Aristoteles, Physica, 1, 4; 8
ἔτι δ' εἰ ἀνάγκη, οὗ τὸ μόριον ἐνδέχεται ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ μικρότητα, καὶ αὐτὸ ἐνδέχεσθαι (λέγω δὲ τῶν τοιούτων τι μορίων, εἰς ὃ ἐνυπάρχον διαιρεῖ ται τὸ ὅλον), εἰ δὴ ἀδύνατον ζῷον ἢ φυτὸν ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ μικρότητα, φανερὸν ὅτι οὐδὲ τῶν μορίων ὁτιοῦν· ἔσται γὰρ καὶ τὸ ὅλον ὁμοίως.
12Aristoteles, Physica, 1, 4; 14
πρὸς δὲ τούτοις, εἰ ἅπαν μὲν σῶμα ἀφαιρεθέντος τινὸς ἔλατ τον ἀνάγκη γίγνεσθαι, τῆς δὲ σαρκὸς ὥρισται τὸ ποσὸν καὶ μεγέθει καὶ μικρότητι, φανερὸν ὅτι ἐκ τῆς ἐλαχίστης σαρ κὸς οὐθὲν ἐκκριθήσεται σῶμα· ἔσται γὰρ ἐλάττων τῆς ἐλα χίστης.
13Aristoteles, Physica, 1, 5; 10
ἀνάγκη γὰρ πᾶν τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου γίγνεσθαι καὶ τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου, καὶ φθείρεσθαι τὸ ἡρμοσμέ νον εἰς ἀναρμοστίαν, καὶ ταύτην οὐ τὴν τυχοῦσαν ἀλλὰ τὴν ἀντικειμένην.
14Aristoteles, Physica, 1, 7; 12
πολλαχῶς δὲ λεγομένου τοῦ γίγνεσθαι, καὶ τῶν μὲν οὐ γίγνεσθαι ἀλλὰ τόδε τι γίγνεσθαι, ἁπλῶς δὲ γίγνεσθαι τῶν οὐσιῶν μόνον, κατὰ μὲν τἆλλα φανερὸν ὅτι ἀνάγκη ὑποκεῖσθαί τι τὸ γιγνόμενον (καὶ γὰρ ποσὸν καὶ ποιὸν καὶ πρὸς ἕτερον [καὶ ποτὲ] καὶ ποὺ γίγνεται ὑποκειμένου τινὸς διὰ τὸ μόνην τὴν οὐσίαν μηθενὸς κατ' ἄλλου λέγεσθαι ὑποκειμένου, τὰ δ' ἄλλα πάντα κατὰ τῆς οὐσίας)· ὅτι δὲ καὶ αἱ οὐσίαι καὶ ὅσα [ἄλλα] ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίγνεται, ἐπισκοποῦντι γένοιτο ἂν φανερόν.
15Aristoteles, Physica, 1, 7; 29
πρῶτον μὲν οὖν ἐλέχθη ὅτι ἀρ χαὶ τἀναντία μόνον, ὕστερον δ' ὅτι ἀνάγκη καὶ ἄλλο τι ὑποκεῖσθαι καὶ εἶναι τρία· ἐκ δὲ τῶν νῦν φανερὸν τίς ἡ διαφορὰ τῶν ἐναντίων, καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας, καὶ τί τὸ ὑποκείμενον.
16Aristoteles, Physica, 1, 9; 12
ὡς μὲν γὰρ τὸ ἐν ᾧ, καθ' αὑτὸ φθείρεται (τὸ γὰρ φθειρόμενον ἐν τούτῳ ἐστίν, ἡ στέρησις)· ὡς δὲ κατὰ δύναμιν, οὐ καθ' αὑτό, ἀλλ' ἄφθαρτον καὶ ἀγένητον ἀνάγκη αὐτὴν εἶναι.
17Aristoteles, Physica, 2, 1; 9
τὸ δὲ δεικνύναι τὰ φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ δι' αὑτὸ καὶ μὴ δι' αὑτὸ γνώριμον (ὅτι δ' ἐνδέχεται τοῦτο πάσχειν, οὐκ ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομά των εἶναι τὸν λόγον, νοεῖν δὲ μηδέν.
18Aristoteles, Physica, 2, 1; 23
οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις λέγεται οὐκ εἰς ἰατρικὴν ὁδὸς ἀλλ' εἰς ὑγίειαν· ἀνάγκη μὲν γὰρ ἀπὸ ἰατρικῆς οὐκ εἰς ἰατρικὴν εἶναι τὴν ἰά τρευσιν, οὐχ οὕτω δ' ἡ φύσις ἔχει πρὸς τὴν φύσιν, ἀλλὰ τὸ φυόμενον ἐκ τινὸς εἰς τὶ ἔρχεται ᾗ φύεται.
19Aristoteles, Physica, 2, 5; 9
ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφ' ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης.
20Aristoteles, Physica, 2, 6; 3
διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην (σημεῖον δ' ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἡ εὐτυχία ἢ ἐγγύς, ἡ δ' εὐδαιμονία πρᾶξίς τις· εὐπραξία γάρ), ὥσθ' ὁπόσοις μὴ ἐνδέχεται πρᾶξαι, οὐδὲ τὸ ἀπὸ τύχης τι ποιῆσαι.
21Aristoteles, Physica, 2, 6; 14
ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη καὶ νοῦ καὶ φύσεως· ὥστ' εἰ ὅτι μά λιστα τοῦ οὐρανοῦ αἴτιον τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός.
22Aristoteles, Physica, 2, 7; 8
τοιοῦτον δ' ἐστὶν εἴ τι κι νεῖ μὴ κινούμενον, ὥσπερ τό τε παντελῶς ἀκίνητον καὶ [τὸ] πάντων πρῶτον καὶ τὸ τί ἐστιν καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα· ὥστε ἐπεὶ ἡ φύσις ἕνεκά του, καὶ ταύτην εἰδέναι δεῖ, καὶ πάντως ἀποδοτέον τὸ διὰ τί, οἷον ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε (τὸ δὲ ἐκ τοῦδε ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ), καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι (ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα), καὶ ὅτι τοῦτ' ἦν τὸ τί ἦν εἶναι, καὶ διότι βέλ τιον οὕτως, οὐχ ἁπλῶς, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν.
23Aristoteles, Physica, 2, 8; 22
ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα· καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν.
24Aristoteles, Physica, 2, 9; 6
τοῦτο μέντοι τὸ οὗ ἕνεκα ἀδύνατον γενέσθαι, ἂν μὴ σιδηροῦς ᾖ· ἀνάγκη ἄρα σιδηροῦν εἶναι, εἰ πρίων ἔσται καὶ τὸ ἔργον αὐτοῦ.
25Aristoteles, Physica, 2, 9; 8
ἔστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τρόπον τινὰ παραπλησίως· ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν· ἀλλ' οὐκ ἐπεὶ τοῦτο, ἐκεῖνο· ἀλλ' εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθὺ ἔστιν.
26Aristoteles, Physica, 2, 9; 11
ὥστ' εἰ ἔσται οἰκία, ἀνάγκη ταῦτα γενέσθαι ἢ ὑπάρχειν, ἢ εἶναι [ἢ] ὅλως τὴν ὕλην τὴν ἕνεκά του, οἷον πλίνθους καὶ λίθους, εἰ οἰκία· οὐ μέντοι διὰ ταῦτά ἐστι τὸ τέλος ἀλλ' ἢ ὡς ὕλην, οὐδ' ἔσται διὰ ταῦτα.
27Aristoteles, Physica, 3, 1; 20
ὅτι μὲν οὖν ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἡ ἐντελέ χεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον· ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομη τόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια, ᾗ οἰκοδομητόν, οἰκοδό μησίς ἐστιν (ἢ γὰρ οἰκοδόμησις ἡ ἐνέργεια [τοῦ οἰκοδομητοῦ] ἢ ἡ οἰκία· ἀλλ' ὅταν οἰκία ᾖ, οὐκέτ' οἰκοδομητὸν ἔστιν· οἰ κοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν οἰκοδόμη σιν τὴν ἐνέργειαν εἶναι)· ἡ δ' οἰκοδόμησις κίνησίς τις.
28Aristoteles, Physica, 3, 3; 9
ἢ οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον (ἔστι γὰρ ἡ δίδαξις ἐνέργεια τοῦ διδασκαλικοῦ, ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη, ἀλλὰ τοῦδε ἐν τῷδε), οὔτε μίαν δυοῖν κωλύει οὐθὲν τὴν αὐτὴν εἶναι (μὴ ὡς τῷ εἶναι τὸ αὐτό, ἀλλ' ὡς ὑπάρ χει τὸ δυνάμει ὂν πρὸς τὸ ἐνεργοῦν), οὔτ' ἀνάγκη τὸν διδά σκοντα μανθάνειν, οὐδ' εἰ τὸ ποιεῖν καὶ πάσχειν τὸ αὐτό ἐστιν, μὴ μέντοι ὥστε τὸν λόγον εἶναι ἕνα τὸν τί ἦν εἶναι λέγοντα, οἷον ὡς λώπιον καὶ ἱμάτιον, ἀλλ' ὡς ἡ ὁδὸς ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν εἰς Θήβας, ὥσπερ εἴρηται καὶ πρότερον;
29Aristoteles, Physica, 3, 4; 6
ἐπεὶ γὰρ τὸ γιγνόμενον ἐκ τοῦ τοιούτου γίγνεται σώματος, πάντων δ' ἔστι γένεσις πλὴν οὐχ ἅμα, καί τινα ἀρχὴν δεῖ εἶναι τῆς γενέσεως, αὕτη δ' ἐστὶν μία, οἷον ἐκεῖνος καλεῖ νοῦν, ὁ δὲ νοῦς ἀπ' ἀρχῆς τινος ἐργάζε ται νοήσας· ὥστε ἀνάγκη ὁμοῦ ποτε πάντα εἶναι καὶ ἄρξα σθαί ποτε κινούμενα.
30Aristoteles, Physica, 3, 5; 3
ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ὡς ἀρχή τις οὖσα· τό τε γὰρ γενό μενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἔστιν φθο ρᾶς.
31Aristoteles, Physica, 3, 5; 5
τοῦ δ' εἶναί τι ἄπειρον ἡ πίστις ἐκ πέντε μάλιστ' ἂν συμβαίνοι σκοποῦσιν, ἔκ τε τοῦ χρόνου (οὗτος γὰρ ἄπειρος) καὶ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεως (χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ)· ἔτι τῷ οὕτως ἂν μό νως μὴ ὑπολείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γιγνόμενον· ἔτι τῷ τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνειν, ὥστε ἀνάγκη μηδὲν εἶναι πέρας, εἰ ἀεὶ πε ραίνειν ἀνάγκη ἕτερον πρὸς ἕτερον.
32Aristoteles, Physica, 3, 6; 6
ἔτι γὰρ ἧττον ἀνάγκη ἢ τὸν ἀριθμὸν ἢ τὸ μέγεθος.
33Aristoteles, Physica, 3, 6; 15
ἀνάγκη γὰρ πλείω εἶναι, καὶ ἰσά ζειν ἀεὶ τἀναντία, καὶ μὴ εἶναι ἓν αὐτῶν ἄπειρον (εἰ γὰρ ὁποσῳοῦν λείπεται ἡ ἐν ἑνὶ σώματι δύναμις θατέρου, οἷον εἰ τὸ πῦρ πεπέρανται, ὁ δ' ἀὴρ ἄπειρος, ἔστιν δὲ τὸ ἴσον πῦρ τοῦ ἴσου ἀέρος τῇ δυνάμει ὁποσαπλασιονοῦν, μόνον δὲ ἀριθμόν τινα ἔχον, ὅμως φανερὸν ὅτι τὸ ἄπειρον ὑπερβαλεῖ καὶ φθερεῖ τὸ πεπερασμένον)· ἕκαστον δ' ἄπειρον εἶναι ἀδύνατον· σῶμα μὲν γάρ ἐστιν τὸ πάντῃ ἔχον διάστασιν, ἄπειρον δὲ τὸ ἀπεράντως διεστηκός, ὥστε τὸ ἄπειρον σῶμα πανταχῇ ἔσται διεστηκὸς εἰς ἄπειρον.
34Aristoteles, Physica, 3, 6; 36
εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ αὑτῷ στηριζόμενον καὶ ἐν αὑτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον.
35Aristoteles, Physica, 3, 6; 43
ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν, εἰ πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα, καὶ εἰ μὲν βαρύ, ἐπὶ τὸ μέσον ἔχει τὴν φορὰν φύσει, εἰ δὲ κοῦ φον, ἄνω· ἀνάγκη γὰρ καὶ τὸ ἄπειρον, ἀδύνατον δὲ ἢ ἅπαν ὁποτερονοῦν ἢ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι· πῶς γὰρ διελεῖς;
36Aristoteles, Physica, 3, 8; 2
αἴτιον δ' ὅτι τὸ ἕν ἐστιν ἀδιαίρετον, ὅ τι περ ἂν ἓν ᾖ (οἷον ἄνθρωπος εἷς ἄνθρωπος καὶ οὐ πολλοί), ὁ δ' ἀριθμός ἐστιν ἕνα πλείω καὶ πόσ' ἄττα, ὥστ' ἀνάγκη στῆναι ἐπὶ τὸ ἀδιαίρετον (τὸ γὰρ τρία καὶ δύο παρώνυμα ὀνόματά ἐστιν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἀριθμῶν ἕκαστος), ἐπὶ δὲ τὸ πλεῖον ἀεὶ ἔστι νοῆσαι· ἄπειροι γὰρ αἱ διχοτομίαι τοῦ μεγέθους.
37Aristoteles, Physica, 4, 1; 1
Ὁμοίως δ' ἀνάγκη καὶ περὶ τόπου τὸν φυσικὸν ὥσπερ καὶ περὶ ἀπείρου γνωρίζειν, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν.
38Aristoteles, Physica, 4, 1; 15
εἰ δ' ἐστὶ τοιοῦτο, θαυμαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ προ τέρα πάντων· οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδὲν ἔστιν, ἐκεῖνο δ' ἄνευ τῶν ἄλλων, ἀνάγκη πρῶτον εἶναι· οὐ γὰρ ἀπόλλυται ὁ τόπος τῶν ἐν αὐτῷ φθειρομένων.
39Aristoteles, Physica, 4, 6; 8
σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι· ἢ γὰρ μορφὴ ἢ ὕλη ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων, ἢ τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος.
40Aristoteles, Physica, 4, 6; 18
εἰ τοίνυν μηδὲν τῶν τριῶν ὁ τόπος ἐστίν, μήτε τὸ εἶδος μήτε ἡ ὕλη μήτε διάστημά τι ἀεὶ ὑπάρχον ἕτερον παρὰ τὸ τοῦ πράγματος τοῦ μεθιστα μένου, ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττά ρων, τὸ πέρας τοῦ περιέχοντος σώματος
41Aristoteles, Physica, 4, 7; 12
οὔτε γὰρ συναύξεσθαι ἀνάγκη τὸν τόπον, οὔτε στιγμῆς εἶναι τό πον, οὔτε δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, οὔτε διάστημά τι εἶναι σωματικόν (σῶμα γὰρ τὸ μεταξὺ τοῦ τόπου τὸ τυχόν, ἀλλ' οὐ διάστημα σώματος).
42Aristoteles, Physica, 4, 7; 17
διοριστέον δὲ περὶ τούτων ὕστερον· ἀλλὰ διὰ τὸν καιρὸν ἀνάγκη μὲν εἰπεῖν, ἀσαφῶς δὲ νῦν ῥηθὲν τότ' ἔσται σαφέστερον.
43Aristoteles, Physica, 4, 8; 12
Μέλισσος μὲν οὖν καὶ δεί κνυσιν ὅτι τὸ πᾶν ἀκίνητον ἐκ τούτων· εἰ γὰρ κινήσεται, ἀνάγκη εἶναι (φησί) κενόν, τὸ δὲ κενὸν οὐ τῶν ὄντων.
44Aristoteles, Physica, 4, 10; 9
συμβαίνει δὲ τοῖς λέγου σιν εἶναι κενὸν ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον μᾶλλον, ἄν τις ἐπισκοπῇ, μὴ ἐνδέχεσθαι μηδὲ ἓν κινεῖ σθαι, ἐὰν ᾖ κενόν· ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι τὴν γῆν ἠρεμεῖν, οὕτω καὶ ἐν τῷ κενῷ ἀνάγκη ἠρεμεῖν· οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινηθήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν.
45Aristoteles, Physica, 4, 10; 11
ἀνάγκη δὲ ἄν περ ᾖ βίαιος, εἶναι καὶ τὴν κατὰ φύσιν (ἡ μὲν γὰρ βίαιος παρὰ φύσιν, ἡ δὲ παρὰ φύσιν ὑστέρα τῆς κατὰ φύσιν)· ὥστ' εἰ μὴ κατὰ φύ σιν ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων κίνησις, οὐδὲ τῶν ἄλλων ἔσται κινήσεων οὐδεμία.
46Aristoteles, Physica, 4, 10; 18
ὥστε ἢ ἠρε μήσει ἢ εἰς ἄπειρον ἀνάγκη φέρεσθαι, ἐὰν μή τι ἐμπο δίσῃ κρεῖττον.
47Aristoteles, Physica, 4, 10; 29
εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλείονι δὲ τοῖν δυοῖν, καὶ ἔτι πλείονι τοῦ ἑνὸς ἢ τοῖν δυοῖν, τοῦ δὲ μηδενὸς οὐκέτι ἔχει λόγον ᾧ ὑπερέχει· ἀνάγκη γὰρ τὸ ὑπερέχον διαιρεῖσθαι εἴς τε τὴν ὑπεροχὴν καὶ τὸ ὑπερεχόμενον, ὥστε ἔσται τὰ τέτ ταρα ὅσῳ τε ὑπερέχει καὶ οὐδέν.
48Aristoteles, Physica, 4, 10; 49
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
49Aristoteles, Physica, 4, 11; 9
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνε ται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσε ται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλ λων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνερ γείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δ' εἶναι ἕτε ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
50Aristoteles, Physica, 4, 12; 6
πρὸς δὲ τούτοις παντὸς μερι στοῦ, ἄνπερ ᾖ, ἀνάγκη, ὅτε ἔστιν, ἤτοι πάντα τὰ μέρη εἶναι ἢ ἔνια· τοῦ δὲ χρόνου τὰ μὲν γέγονε τὰ δὲ μέλλει, ἔστι δ' οὐδέν, ὄντος μεριστοῦ.
51Aristoteles, Physica, 4, 12; 9
εἰ μὲν γὰρ αἰεὶ ἕτερον καὶ ἕτερον, μηδὲν δ' ἐστὶ τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο μέρος ἅμα (ὃ μὴ περιέχει, τὸ δὲ περιέχεται, ὥσπερ ὁ ἐλάττων χρόνος ὑπὸ τοῦ πλείο νος), τὸ δὲ νῦν μὴ ὂν πρότερον δὲ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον.
52Aristoteles, Physica, 4, 13; 8
ἐπεὶ οὖν οὐ κίνησις, ἀνάγκη τῆς κινήσεώς τι εἶναι αὐτόν.
53Aristoteles, Physica, 4, 13; 11
ἐνταῦθα μὲν δὴ τῇ θέσει· ἐπεὶ δ' ἐν τῷ μεγέθει ἔστι τὸ πρότερον καὶ ὕστερον, ἀνάγκη καὶ ἐν κινήσει εἶναι τὸ πρότερον καὶ ὕστερον, ἀνά λογον τοῖς ἐκεῖ.
54Aristoteles, Physica, 4, 13; 34
ἀλλ' ὅταν μὲν οὕτω λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστασθαι, εἰ ἔσται ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή· τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον αἰεὶ ἕτερον.
55Aristoteles, Physica, 4, 14; 23
ἀλλὰ τοῦτο μὲν συμβέβηκεν, ἐκεῖνο δ' ἀνάγκη παρακολουθεῖν, καὶ τῷ ὄντι ἐν χρόνῳ εἶναί τινα χρόνον ὅτε κἀκεῖνο ἔστιν, καὶ τῷ ἐν κινήσει ὄντι εἶναι τότε κίνησιν.
56Aristoteles, Physica, 4, 14; 24
ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τὸ ἐν χρόνῳ, ληφθήσεταί τις πλείων χρόνος παντὸς τοῦ ἐν χρόνῳ ὄντος· διὸ ἀνάγκη πάντα τὰ ἐν χρόνῳ ὄντα περιέχεσθαι ὑπὸ χρόνου, ὥσπερ καὶ τἆλλα ὅσα ἔν τινί ἐστιν, οἷον τὰ ἐν τόπῳ ὑπὸ τοῦ τόπου.
57Aristoteles, Physica, 4, 14; 27
οὐ γὰρ ὥσπερ τὸ ἐν κινήσει ὂν ἀνάγκη κι νεῖσθαι, οὕτω καὶ τὸ ἐν χρόνῳ· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλ' ἀριθμὸς κινήσεως, ἐν ἀριθμῷ δὲ κινήσεως ἐνδέχεται εἶ ναι καὶ τὸ ἠρεμοῦν.
58Aristoteles, Physica, 4, 14; 35
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετροῦντος τὴν οὐσίαν αὐτῶν)· τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφ' ὁπότερα περι έχει· καὶ εἰ ἐπ' ἄμφω, ἀμφότερα [καὶ ἦν καὶ ἔσται]· ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
59Aristoteles, Physica, 5, 1; 16
ὕστε ἀνάγκη ἐκ τῶν εἰρημένων τρεῖς εἶναι μεταβολάς, τήν τε ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, καὶ τὴν ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον, καὶ τὴν ἐκ μὴ ὑποκειμένου εἰς ὑποκείμενον.
60Aristoteles, Physica, 5, 1; 22
ἐπεὶ δὲ πᾶσα κίνησις μεταβολή τις, μεταβολαὶ δὲ τρεῖς αἱ εἰρημέναι, τούτων δὲ αἱ κατὰ γένεσιν καὶ φθορὰν οὐ κινήσεις, αὗται δ' εἰσὶν αἱ κατ' ἀντίφασιν, ἀνάγκη τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴν κίνησιν εἶναι μό νην.
61Aristoteles, Physica, 5, 1; 24
εἰ οὖν αἱ κατηγορίαι διῄρηνται οὐσίᾳ καὶ ποιότητι καὶ τῷ ποὺ [καὶ τῷ ποτὲ] καὶ τῷ πρός τι καὶ τῷ ποσῷ καὶ τῷ ποιεῖν ἢ πάσχειν, ἀνάγκη τρεῖς εἶναι κι νήσεις, τήν τε τοῦ ποιοῦ καὶ τὴν τοῦ ποσοῦ καὶ τὴν κατὰ τόπον.
62Aristoteles, Physica, 5, 2; 10
ἀνάγκη δὴ καὶ τὴν προτέραν, εἰ ἡ ὑστέρα ἔσται, οἷον εἰ ἡ ἁπλῆ γένεσις ἐγίγνετό ποτε, καὶ τὸ γιγνόμενον ἐγίγνετο, ὥστε οὔπω ἦν τὸ γιγνόμενον ἁπλῶς, ἀλλά τι γιγνόμε νον γιγνόμενον ἤδη, καὶ πάλιν τοῦτ' ἐγίγνετό ποτε, ὥστ' οὐκ ἦν πω τότε γιγνόμενον γιγνόμενον.
63Aristoteles, Physica, 5, 2; 19
ἔτι εἰ τρία εἴδη κινή σεώς ἐστιν, τούτων τινὰ ἀνάγκη εἶναι καὶ τὴν ὑποκειμένην φύσιν καὶ εἰς ἃ κινοῦνται, οἷον τὴν φορὰν ἀλλοιοῦσθαι ἢ φέρεσθαι.
64Aristoteles, Physica, 5, 3; 15
φανερὸν δὲ καὶ ὅτι πρῶτον τὸ ἐφεξῆς ἐστι· τὸ μὲν γὰρ ἁπτόμενον ἐφεξῆς ἀν άγκη εἶναι, τὸ δ' ἐφεξῆς οὐ πᾶν ἅπτεσθαι (διὸ καὶ ἐν προ τέροις τῷ λόγῳ τὸ ἐφεξῆς ἔστιν, οἷον ἐν ἀριθμοῖς, ἁφὴ δ' οὐκ ἔστιν), καὶ εἰ μὲν συνεχές, ἀνάγκη ἅπτεσθαι, εἰ δ' ἅπτε ται, οὔπω συνεχές· οὐ γὰρ ἀνάγκη ἓν εἶναι αὐτῶν τὰ ἄκρα, εἰ ἅμα εἶεν· ἀλλ' εἰ ἕν, ἀνάγκη καὶ ἅμα.
65Aristoteles, Physica, 5, 3; 16
ὥστε ἡ σύμφυ σις ὑστάτη κατὰ τὴν γένεσιν· ἀνάγκη γὰρ ἅψασθαι εἰ συμφύσεται τὰ ἄκρα, τὰ δὲ ἁπτόμενα οὐ πάντα συμπέ φυκεν· ἐν οἷς δὲ μὴ ἔστιν ἁφή, δῆλον ὅτι οὐκ ἔστιν οὐδὲ σύμφυσις ἐν τούτοις.
66Aristoteles, Physica, 5, 3; 17
ὥστ' εἰ ἔστι στιγμὴ καὶ μονὰς οἵας λέ γουσι κεχωρισμένας, οὐχ οἷόν τε εἶναι μονάδα καὶ στιγμὴν τὸ αὐτό· ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δὲ μο νάσιν τὸ ἐφεξῆς, καὶ τῶν μὲν ἐνδέχεται εἶναί τι μεταξύ (πᾶσα γὰρ γραμμὴ μεταξὺ στιγμῶν), τῶν δ' οὐκ ἀνάγκη· οὐδὲ γὰρ μεταξὺ δυάδος καὶ μονάδος.
67Aristoteles, Physica, 5, 4; 10
λέγω δ' ὅτι ἀνάγκη εἶναί τι τὸ κινούμενον, οἷον ἄνθρωπον ἢ χρυσόν, καὶ ἔν τινι τοῦτο κινεῖσθαι, οἷον ἐν τόπῳ ἢ ἐν πάθει, καὶ ποτέ· ἐν χρόνῳ γὰρ πᾶν κινεῖται.
68Aristoteles, Physica, 5, 4; 15
ὁ γὰρ αὐτὸς λόγος· πλὴν τοσοῦτον διαφέρει, ὅτι εἰ μὲν δύο, δι' αὐτὸ τοῦτο, ὡς τῷ ἀριθμῷ, καὶ τὰς ἐνεργείας ἀνάγκη (μία γὰρ ἀριθμῷ ἐνέργεια ἑνὸς ἀριθμῷ)· εἰ δ' ἡ ἕξις μία, ἴσως οὐκ ἄν τῳ δόξειέ πω μία καὶ ἡ ἐνέργεια εἶναι (ὅταν γὰρ παύσηται βαδίζων, οὐκέτι ἔστιν ἡ βάδισις, πάλιν δὲ βαδίζοντος ἔσται).
69Aristoteles, Physica, 5, 4; 17
αὗται μὲν οὖν εἰσιν αἱ ἀπορίαι ἔξω τῆς νῦν σκέψεως· ἐπεὶ δὲ συνεχὴς πᾶσα κίνησις, τήν τε ἁπλῶς μίαν ἀνάγκη καὶ συνεχῆ εἶναι, εἴπερ πᾶσα διαιρετή, καὶ εἰ συνεχής, μίαν.
70Aristoteles, Physica, 5, 4; 23
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία με ταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· δια λαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
71Aristoteles, Physica, 5, 5; 3
ἀνάγκη γὰρ ἢ ἕνα τινὰ τούτων εἶναι τῶν τρόπων ἢ πλείους· οὐ γὰρ ἔστιν ἄλλως ἀντιτιθέναι.
72Aristoteles, Physica, 5, 6; 6
εἰσὶν δὲ αἱ ἐν τοῖς ἐναντίοις, οἷον ἡ ἐν ὑγιείᾳ τῇ ἐν νόσῳ ἠρεμίᾳ (κινήσει δὲ τῇ ἐξ ὑγιείας εἰς νόσον· τῇ γὰρ ἐκ νόσου εἰς ὑγί ειαν ἄλογον – ἡ γὰρ εἰς αὐτὸ κίνησις ἐν ᾧ ἕστηκεν, ἠρέμησις μᾶλλόν ἐστιν, ἢ συμβαίνει γε ἅμα γίγνεσθαι τῇ κινήσει – ἀνάγκη δὲ ἢ ταύτην ἢ ἐκείνην εἶναι)· οὐ γὰρ ἥ γ' ἐν λευκό τητι ἠρεμία ἐναντία τῇ ἐν ὑγιείᾳ.
73Aristoteles, Physica, 6, 1; 3
ἔτι δ' ἀνάγκη ἤτοι συνε χεῖς εἶναι τὰς στιγμὰς ἢ ἁπτομένας ἀλλήλων, ἐξ ὧν ἐστι τὸ συνεχές· ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ἀδιαιρέ των.
74Aristoteles, Physica, 6, 1; 5
ἐπεὶ δ' ἀμερὲς τὸ ἀδιαίρετον, ἀνάγκη ὅλον ὅλου ἅπτεσθαι.
75Aristoteles, Physica, 6, 1; 15
εἰ δὴ παρούσης κινήσεως ἀνάγκη κινεῖσθαί τι, καὶ εἰ κινεῖταί τι, παρεῖναι κίνησιν, καὶ τὸ κινεῖσθαι ἔσται ἐξ ἀδι αιρέτων.
76Aristoteles, Physica, 6, 1; 17
εἰ δὴ ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι οὗ ἐκινεῖτο ὅτε ἐκινεῖτο (οἷον εἰ Θήβαζέ τι βα δίζει, ἀδύνατον ἅμα βαδίζειν Θήβαζε καὶ βεβαδικέναι Θήβαζε), τὴν δὲ τὸ Α τὴν ἀμερῆ ἐκινεῖτο τὸ Ω, ᾗ ἡ τὸ Δ κίνησις παρῆν· ὥστ' εἰ μὲν ὕστερον διεληλύθει ἢ διῄει, διαιρετὴ ἂν εἴη (ὅτε γὰρ διῄει, οὔτε ἠρέμει οὔτε διεληλύθει, ἀλλὰ μεταξὺ ἦν), εἰ δ' ἅμα διέρχεται καὶ διελήλυθε, τὸ βαδίζον, ὅτε βαδίζει, βεβαδικὸς ἐκεῖ ἔσται καὶ κεκινημένον οὗ κινεῖ ται.
77Aristoteles, Physica, 6, 1; 20
εἰ οὖν ἀνάγκη ἢ ἠρεμεῖν ἢ κινεῖσθαι πᾶν, ἠρεμεῖ καθ' ἕκαστον τῶν Α Β Γ, ὥστ' ἔσται τι συνεχῶς ἠρεμοῦν ἅμα καὶ κινούμενον.
78Aristoteles, Physica, 6, 1; 23
ὁμοίως δ' ἀνάγκη τῷ μήκει καὶ τῇ κινήσει ἀδιαίρετον εἶναι τὸν χρόνον, καὶ συγκεῖσθαι ἐκ τῶν νῦν ὄντων ἀδιαιρέτων· εἰ γὰρ πᾶσα διαιρετός, ἐν τῷ ἐλάττονι δὲ τὸ ἰσοταχὲς δίεισιν ἔλαττον, διαιρετὸς ἔσται καὶ ὁ χρόνος.
79Aristoteles, Physica, 6, 2; 1
Ἐπεὶ δὲ πᾶν μέγεθος εἰς μεγέθη διαιρετόν (δέδεικται γὰρ ὅτι ἀδύνατον ἐξ ἀτόμων εἶναί τι συνεχές, μέγεθος δ' ἐστὶν ἅπαν συνεχές), ἀνάγκη τὸ θᾶττον ἐν τῷ ἴσῳ χρόνῳ μεῖ ζον καὶ ἐν τῷ ἐλάττονι ἴσον καὶ ἐν τῷ ἐλάττονι πλεῖον κινεῖ σθαι, καθάπερ ὁρίζονταί τινες τὸ θᾶττον.
80Aristoteles, Physica, 6, 2; 10
ἔτι δ' εἰ πᾶν ἀνάγκη ἢ ἐν ἴσῳ ἢ ἐν ἐλάττονι ἢ ἐν πλείονι κινεῖ σθαι, καὶ τὸ μὲν ἐν πλείονι βραδύτερον, τὸ δ' ἐν ἴσῳ ἰσο ταχές, τὸ δὲ θᾶττον οὔτε ἰσοταχὲς οὔτε βραδύτερον, οὔτ' ἂν ἐν ἴσῳ οὔτ' ἐν πλείονι κινοῖτο τὸ θᾶττον.
81Aristoteles, Physica, 6, 2; 11
λείπεται οὖν ἐν ἐλάτ τονι, ὥστ' ἀνάγκη καὶ τὸ ἴσον μέγεθος ἐν ἐλάττονι χρόνῳ δι ιέναι τὸ θᾶττον.
82Aristoteles, Physica, 6, 2; 13
τούτων δ' ὄντων ἀνάγκη καὶ τὸν χρόνον συνεχῆ εἶναι.
83Aristoteles, Physica, 6, 2; 14
λέγω δὲ συνεχὲς τὸ διαιρετὸν εἰς αἰεὶ διαιρετά· τούτου γὰρ ὑποκειμένου τοῦ συνε χοῦς, ἀνάγκη συνεχῆ εἶναι τὸν χρόνον.
84Aristoteles, Physica, 6, 3; 12
ὅτι δ' οὐκ ἐν ἀπείρῳ δίεισιν τὸ ΒΕ, φανερόν, εἰ ληφθείη ἐπὶ θάτερα πεπερασμένος ὁ χρόνος· εἰ γὰρ ἐν ἐλάττονι τὸ μέρος δίεισιν, τοῦτο ἀνάγκη πεπεράνθαι, θα τέρου γε πέρατος ὑπάρχοντος.
85Aristoteles, Physica, 6, 4; 1
Ἀνάγκη δὲ καὶ τὸ νῦν τὸ μὴ καθ' ἕτερον ἀλλὰ καθ' αὑτὸ καὶ πρῶτον λεγόμενον ἀδιαίρετον εἶναι, καὶ ἐν ἅπαντι τὸ τοιοῦτο χρόνῳ ἐνυπάρχειν.
86Aristoteles, Physica, 6, 4; 4
ἀνάγκη δὴ τὸ αὐτὸ εἶναι τὸ νῦν τὸ ἔσχατον ἀμφοτέ ρων τῶν χρόνων· εἰ γὰρ ἕτερον, ἐφεξῆς μὲν οὐκ ἂν εἴη θά τερον θατέρῳ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν, εἰ δὲ χω ρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος· πᾶν γὰρ τὸ συνεχὲς τοιοῦτον ὥστ' εἶναί τι συνώνυμον μεταξὺ τῶν περάτων.
87Aristoteles, Physica, 6, 4; 10
ὥστ' εἰ ταῦτα ἀδύνατον ὑπάρχειν, ἀνάγκη τὸ αὐτὸ εἶναι τὸ ἐν ἑκατέρῳ νῦν.
88Aristoteles, Physica, 6, 4; 21
ἀνάγκη ἄρα καὶ κινεῖσθαι τὸ κινούμενον ἐν χρόνῳ καὶ ἠρε μεῖν τὸ ἠρεμοῦν.
89Aristoteles, Physica, 6, 5; 1
Τὸ δὲ μεταβάλλον ἅπαν ἀνάγκη διαιρετὸν εἶναι. ἐπεὶ γὰρ ἔκ τινος εἴς τι πᾶσα μεταβολή, καὶ ὅταν μὲν ᾖ ἐν τούτῳ εἰς ὃ μετέβαλλεν, οὐκέτι μεταβάλλει, ὅταν δὲ ἐξ οὗ μετέβαλλεν, καὶ αὐτὸ καὶ τὰ μέρη πάντα, οὔπω μεταβάλλει (τὸ γὰρ ὡσαύτως ἔχον καὶ αὐτὸ καὶ τὰ μέρη οὐ μεταβάλ λει), ἀνάγκη οὖν τὸ μέν τι ἐν τούτῳ εἶναι, τὸ δ' ἐν θατέρῳ τοῦ μεταβάλλοντος· οὔτε γὰρ ἐν ἀμφοτέροις οὔτ' ἐν μηδετέρῳ δυνατόν.
90Aristoteles, Physica, 6, 5; 2
λέγω δ' εἰς ὃ μεταβάλλει τὸ πρῶτον κατὰ τὴν μεταβολήν, οἷον ἐκ τοῦ λευκοῦ τὸ φαιόν, οὐ τὸ μέλαν· οὐ γὰρ ἀνάγκη τὸ μεταβάλλον ἐν ὁποτερῳοῦν εἶναι τῶν ἄκρων.
91Aristoteles, Physica, 6, 6; 3
ἀνάγκη δὴ τὴν ὅλην, ἐφ' ἧς ΔΖ, τοῦ ΑΓ εἶναι κίνησιν.
92Aristoteles, Physica, 6, 6; 7
ὥστ' εἰ μὲν ὅλη διαιρεθή σεται ἡ ΘΙ εἰς τὰς τῶν μερῶν κινήσεις, ἴση ἔσται ἡ ΘΙ τῇ ΔΖ· εἰ δ' ἀπολείπει τι, οἷον τὸ ΚΙ, αὕτη οὐδενὸς ἔσται κί νησις (οὔτε γὰρ τοῦ ὅλου οὔτε τῶν μερῶν διὰ τὸ μίαν εἶναι ἑνός, οὔτε ἄλλου οὐθενός· ἡ γὰρ συνεχὴς κίνησίς ἐστι συνεχῶν τινῶν), ὡσαύτως δὲ καὶ εἰ ὑπερβάλλει κατὰ τὴν διαίρεσιν· ὥστ' εἰ τοῦτο ἀδύνατον, ἀνάγκη τὴν αὐτὴν εἶναι καὶ ἴσην.
93Aristoteles, Physica, 6, 6; 8
αὕτη μὲν οὖν ἡ διαίρεσις κατὰ τὰς τῶν μερῶν κινήσεις ἐστίν, καὶ ἀνάγκη παντὸς εἶναι τοῦ μεριστοῦ αὐτήν· ἄλλη δὲ κατὰ τὸν χρόνον· ἐπεὶ γὰρ ἅπασα κίνησις ἐν χρόνῳ, χρόνος δὲ πᾶς διαιρετός, ἐν δὲ τῷ ἐλάττονι ἐλάττων ἡ κίνησις, ἀνάγκη πᾶσαν κίνησιν διαιρεῖσθαι κατὰ τὸν χρόνον.
94Aristoteles, Physica, 6, 6; 9
ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἔν τινι κινεῖται καὶ χρόνον τινά, καὶ παντὸς ἔστι κίνησις, ἀνάγκη τὰς αὐτὰς εἶναι διαιρέσεις τοῦ τε χρόνου καὶ τῆς κινήσεως καὶ τοῦ κινεῖσθαι καὶ τοῦ κινουμένου καὶ ἐν ᾧ ἡ κίνησις (πλὴν οὐ πάντων ὁμοίως ἐν οἷς ἡ κίνησις, ἀλλὰ τοῦ μὲν τόπου καθ' αὑτό, τοῦ δὲ ποιοῦ κατὰ συμβεβηκός).
95Aristoteles, Physica, 6, 7; 1
Ἐπεὶ δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μετα βάλλει, ἀνάγκη τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέ βληκεν, εἶναι ἐν ᾧ μεταβέβληκεν.
96Aristoteles, Physica, 6, 7; 5
ἔσται ἄρα ἐν τῷ ὄντι· πᾶν γὰρ ἀνάγκη ἢ εἶναι ἢ μὴ εἶναι.
97Aristoteles, Physica, 6, 7; 8
ἔτι δὲ καὶ καθ' ἑκάστην λαμβάνουσι φανερόν, εἴπερ ἀνάγκη τὸ μεταβεβληκὸς εἶναί που ἢ ἔν τινι.
98Aristoteles, Physica, 6, 7; 9
ἐπεὶ γὰρ ἐξ οὗ μεταβέβληκεν ἀπολέλοιπεν, ἀνάγκη δ' εἶναί που, ἢ ἐν τούτῳ ἢ ἐν ἄλλῳ ἔσται.
99Aristoteles, Physica, 6, 7; 12
τοῦτο δ' ἀδύνατον· ἀνάγκη ἄρα τὸ μεταβεβληκὸς εἶναι ἐν τούτῳ εἰς ὃ μεταβέβληκεν.
100Aristoteles, Physica, 6, 7; 14
ὅτι μὲν τοίνυν τὸ μεταβεβληκός, ὅτε μεταβέβληκε πρῶτον, ἐν ἐκείνῳ ἐστίν, δῆλον· ἐν ᾧ δὲ πρώτῳ μεταβέβληκεν τὸ μετα βεβληκός, ἀνάγκη ἄτομον εἶναι.
101Aristoteles, Physica, 6, 7; 18
εἰ δ' ἐν ἑκατέρῳ μετέβαλλεν (ἀνάγκη γὰρ ἢ μεταβεβληκέναι ἢ μεταβάλλειν ἐν ἑκατέρῳ), κἂν ἐν τῷ ὅλῳ μεταβάλλοι· ἀλλ' ἦν μεταβεβληκός.
102Aristoteles, Physica, 6, 7; 26
ἐπεὶ δ' οὐκ ἔστιν ἀμερές, ἀνάγκη διαιρετὸν εἶναι καὶ ἐν ὁτῳοῦν τῶν τούτου μεταβεβληκέναι· διαιρεθέντος γὰρ τοῦ ΑΔ, εἰ μὲν ἐν μηδε τέρῳ μεταβέβληκεν, οὐδ' ἐν τῷ ὅλῳ· εἰ δ' ἐν ἀμφοῖν μετα βάλλει καὶ ἐν τῷ παντί, εἴτ' ἐν θατέρῳ μεταβέβληκεν, οὐκ ἐν τῷ ὅλῳ πρώτῳ.
103Aristoteles, Physica, 6, 7; 27
ὥστε ἀνάγκη ἐν ὁτῳοῦν μεταβεβλη κέναι.
104Aristoteles, Physica, 6, 8; 1
Ἐπεὶ δὲ τὸ μεταβάλλον ἅπαν ἐν χρόνῳ μεταβάλλει, λέγεται δ' ἐν χρόνῳ μεταβάλλειν καὶ ὡς ἐν πρώτῳ καὶ ὡς καθ' ἕτερον, οἷον ἐν τῷ ἐνιαυτῷ ὅτι ἐν τῇ ἡμέρᾳ μετα βάλλει, ἐν ᾧ πρώτῳ χρόνῳ μεταβάλλει τὸ μεταβάλλον, ἐν ὁτῳοῦν ἀνάγκη τούτου μεταβάλλειν.
105Aristoteles, Physica, 6, 8; 6
δεδει γμένου δὲ τούτου φανερὸν ὅτι πᾶν τὸ κινούμενον ἀνάγκη κεκι νῆσθαι πρότερον.
106Aristoteles, Physica, 6, 8; 8
εἰ δὲ τὸ ὁμοταχὲς ἐν τῷ αὐτῷ χρόνῳ κεκίνηταί τι, καὶ θάτερον ἀνάγκη ταὐτὸ κεκινῆσθαι μέγεθος, ὥστε κεκινημένον ἔσται τὸ κινούμενον.
107Aristoteles, Physica, 6, 8; 12
ἔτι δ' εἰ τὸ συνεχῶς μεταβάλλον καὶ μὴ φθαρὲν μηδὲ πεπαυ μένον τῆς μεταβολῆς ἢ μεταβάλλειν ἢ μεταβεβληκέναι ἀναγκαῖον ἐν ὁτῳοῦν, ἐν δὲ τῷ νῦν οὐκ ἔστιν μεταβάλλειν, ἀνάγκη μεταβεβληκέναι καθ' ἕκαστον τῶν νῦν· ὥστ' εἰ τὰ νῦν ἄπειρα, πᾶν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβλη κός.
108Aristoteles, Physica, 6, 8; 13
οὐ μόνον δὲ τὸ μεταβάλλον ἀνάγκη μεταβεβληκέναι, ἀλλὰ καὶ τὸ μεταβεβληκὸς ἀνάγκη μεταβάλλειν πρότε ρον· ἅπαν γὰρ τὸ ἔκ τινος εἴς τι μεταβεβληκὸς ἐν χρόνῳ μεταβέβληκεν.
109Aristoteles, Physica, 6, 8; 19
οὐκοῦν εἰ μὲν ἀδιαίρετόν ἐστι τὸ ΓΔ, ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἀνάγκη μέγεθος εἶναι τὸ μεταξὺ καὶ εἰς ἄπειρα διαιρετόν· ὥστ' εἰς ἐκεῖνα μεταβάλλει πρότερον.
110Aristoteles, Physica, 6, 8; 20
ἀνάγκη ἄρα πᾶν τὸ με ταβεβληκὸς μεταβάλλειν πρότερον.
111Aristoteles, Physica, 6, 8; 22
ὥστε ἀνάγκη τὸ μεταβεβληκὸς μεταβάλλειν καὶ τὸ μεταβάλλον μεταβεβληκέναι, καὶ ἔσται τοῦ μὲν μεταβάλλειν τὸ μεταβεβληκέναι πρότερον, τοῦ δὲ μεταβεβληκέναι τὸ μεταβάλλειν, καὶ οὐδέποτε ληφθή σεται τὸ πρῶτον.
112Aristoteles, Physica, 6, 8; 24
φανερὸν οὖν ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίγνεσθαι πρότερον καὶ τὸ γιγνό μενον γεγονέναι, ὅσα διαιρετὰ καὶ συνεχῆ, οὐ μέντοι αἰεὶ ὃ γίγνεται, ἀλλ' ἄλλο ἐνίοτε, οἷον τῶν ἐκείνου τι, ὥσπερ τῆς οἰκίας τὸν θεμέλιον.
113Aristoteles, Physica, 6, 8; 26
φανερὸν οὖν ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίγνεσθαι πρότερον καὶ τὸ γιγνόμενον γεγονέναι· πᾶν γὰρ μέ γεθος καὶ πᾶς χρόνος ἀεὶ διαιρετά.
114Aristoteles, Physica, 6, 9; 2
ὅτι μὲν οὖν εἴ τι ἰσοταχῶς κινοῖτο, ἀνάγκη τὸ πεπερασμένον ἐν πεπερασμένῳ κινεῖσθαι, δῆλον (ληφθέντος γὰρ μορίου ὃ καταμετρήσει τὴν ὅλην, ἐν ἴσοις χρόνοις τοσούτοις ὅσα τὰ μόριά ἐστιν, τὴν ὅλην κεκίνηται, ὥστ' ἐπεὶ ταῦτα πεπέρανται καὶ τῷ πό σον ἕκαστον καὶ τῷ ποσάκις ἅπαντα, καὶ ὁ χρόνος ἂν εἴη πεπερασμένος· τοσαυτάκις γὰρ ἔσται τοσοῦτος, ὅσος ὁ τοῦ μορίου χρόνος πολλαπλασιασθεὶς τῷ πλήθει τῶν μορίων)· ἀλλὰ δὴ κἂν μὴ ἰσοταχῶς, διαφέρει οὐθέν.
115Aristoteles, Physica, 6, 9; 4
εἰ δὴ ἀνάγκη πρότερον ἕτερον ἑτέρου κεκινῆσθαι (τοῦτο δὲ δῆλον, ὅτι τοῦ χρόνου ἐν τῷ προτέρῳ καὶ ὑστέρῳ ἕτερον κεκίνηται· ἀεὶ γὰρ ἐν τῷ πλείονι ἕτερον ἔσται κεκινημένον, ἐάν τε ἰσο ταχῶς ἐάν τε μὴ ἰσοταχῶς μεταβάλλῃ, καὶ ἐάν τε ἐπι τείνῃ ἡ κίνησις ἐάν τε ἀνιῇ ἐάν τε μένῃ, οὐθὲν ἧττον), εἰλήφθω δή τι τοῦ ΑΒ διαστήματος, τὸ ΑΕ, ὃ καταμετρήσει τὴν ΑΒ.
116Aristoteles, Physica, 6, 9; 6
καὶ πάλιν ἕτε ρον δὴ ἐὰν λάβω ὅσον τὸ ΑΕ, ἀνάγκη ἐν πεπερασμένῳ χρόνῳ· τὸ γὰρ ἅπαν ἐν ἀπείρῳ.
117Aristoteles, Physica, 6, 10; 5
ἐπεὶ δὲ τὸ πεπερασμένον οὐ δίεισι τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ, δῆλον ὡς οὐδὲ τὸ ἄπειρον τὸ πεπε ρασμένον· εἰ γὰρ τὸ ἄπειρον τὸ πεπερασμένον, ἀνάγκη καὶ τὸ πεπερασμένον διιέναι τὸ ἄπειρον.
118Aristoteles, Physica, 6, 11; 2
ἀνάγκη γάρ, εἰ ὁποτερονοῦν, καὶ θάτερον εἶ ναι ἄπειρον· πᾶσα γὰρ φορὰ ἐν τόπῳ.
119Aristoteles, Physica, 6, 12; 1
Ἐπεὶ δὲ πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ τὸ πεφυκὸς ὅτε πέ φυκε καὶ οὗ καὶ ὥς, ἀνάγκη τὸ ἱστάμενον ὅτε ἵσταται κινεῖ σθαι· εἰ γὰρ μὴ κινεῖται, ἠρεμήσει, ἀλλ' οὐκ ἐνδέχεται ἠρε μίζεσθαι τὸ ἠρεμοῦν.
120Aristoteles, Physica, 6, 12; 2
τούτου δ' ἀποδεδειγμένου φανερὸν ὅτι καὶ ἐν χρόνῳ ἵστασθαι ἀνάγκη (τὸ γὰρ κινούμενον ἐν χρόνῳ κινεῖται, τὸ δ' ἱστάμενον δέδεικται κινούμενον, ὥστε ἀνάγκη ἐν χρόνῳ ἵστασθαι)· ἔτι δ' εἰ τὸ μὲν θᾶττον καὶ βραδύτερον ἐν χρόνῳ λέγομεν, ἵστασθαι δ' ἔστιν θᾶττον καὶ βραδύτερον.
121Aristoteles, Physica, 6, 12; 3
ἐν ᾧ δὲ χρόνῳ πρώτῳ τὸ ἱστάμενον ἵσταται, ἐν ὁτῳοῦν ἀνάγκη τούτου ἵστασθαι.
122Aristoteles, Physica, 6, 16; 7
οὐκοῦν ἀνάγκη αὐτὸ καθ' ὃν μεταβάλλει χρόνον ἢ ἐν τῷ ΑΒ εἶναι ἢ ἐν τῷ ΒΓ, ἢ τὸ μέν τι αὐτοῦ ἐν τούτῳ τὸ δ' ἐν θατέρῳ· πᾶν γὰρ τὸ μεταβάλλον οὕτως εἶχεν.
123Aristoteles, Physica, 6, 17; 4
ἀλλὰ ἀδύνατον· ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι.
124Aristoteles, Physica, 7, 1; 1
Ἅπαν τὸ κινούμενον ὑπό τινος ἀνάγκη κινεῖσθαι· εἰ μὲν γὰρ ἐν ἑαυτῷ μὴ ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, φανερὸν ὅτι ὑφ' ἑτέρου κινεῖται (ἄλλο γὰρ ἔσται τὸ κινοῦν)· εἰ δ' ἐν αὑτῷ, ἔστω [τὸ] εἰλημμένον ἐφ' οὗ τὸ ΑΒ ὃ κινεῖται καθ' αὑτό, ἀλλὰ μὴ τούτου τι κινεῖσθαι.
125Aristoteles, Physica, 7, 1; 2
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' ἑαυτοῦ κι νεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπ' οὐδενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· εἶτα τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν, ἀλλ' εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι.
126Aristoteles, Physica, 7, 1; 4
ἐπεὶ γὰρ εἴληπται [τὸ] κινούμενον ἐφ' ᾧ τὸ ΑΒ, ἀνάγκη διαιρετὸν αὐτὸ εἶναι· πᾶν γὰρ τὸ κινούμενον διαιρετόν.
127Aristoteles, Physica, 7, 1; 8
ἀνάγκη ἄρα τοῦ ΓΒ μὴ κινουμένου ἠρεμεῖν τὸ ΑΒ.
128Aristoteles, Physica, 7, 1; 9
ὃ δὲ ἠρεμεῖ μὴ κινουμένου τινός, ὡμολόγηται ὑπό τινος κινεῖσθαι, ὥστε πᾶν ἀνάγκη τὸ κινούμενον ὑπό τινος κινεῖσθαι· ἀεὶ γὰρ ἔσται τὸ κινούμενον διαιρετόν, τοῦ δὲ μέρους μὴ κινου μένου ἀνάγκη καὶ τὸ ὅλον ἠρεμεῖν.
129Aristoteles, Physica, 7, 1; 10
ἐπεὶ δὲ πᾶν τὸ κι νούμενον ἀνάγκη κινεῖσθαι ὑπό τινος, ἐάν γέ τι κινῆται τὴν ἐν τόπῳ κίνησιν ὑπ' ἄλλου κινουμένου, καὶ πάλιν τὸ κινοῦν ὑπ' ἄλλου κινουμένου κινῆται κἀκεῖνο ὑφ' ἑτέρου καὶ ἀεὶ οὕτως, ἀνάγκη εἶναί τι τὸ πρῶτον κινοῦν, καὶ μὴ βαδίζειν εἰς ἄπειρον· μὴ γὰρ ἔστω, ἀλλὰ γενέσθω ἄπει ρον.
130Aristoteles, Physica, 7, 1; 12
ἐπεὶ οὖν ὑπόκειται τὸ κινοῦν κινούμενον κινεῖν, ἀνάγκη ἅμα γίγνεσθαι τὴν τοῦ κινουμένου καὶ τὴν τοῦ κινοῦντος κίνησιν (ἅμα γὰρ κινεῖ τὸ κινοῦν καὶ κινεῖται τὸ κινούμενον)· φανερὸν ὅτι ἅμα ἔσται τοῦ Α καὶ τοῦ Β καὶ τοῦ Γ καὶ ἑκάστου τῶν κινούντων καὶ κινουμένων ἡ κίνησις.
131Aristoteles, Physica, 7, 1; 23
ἀλλ' εἰ τὸ κινοῦν πρώτως κατὰ τόπον καὶ σωματικὴν κίνησιν ἀνάγκη ἢ ἅπτεσθαι ἢ συνεχὲς εἶναι τῷ κινουμένῳ, καθάπερ ὁρῶμεν ἐπὶ πάντων, ἀνάγκη τὰ κινούμενα καὶ τὰ κινοῦντα συνεχῆ εἶναι ἢ ἅπτεσθαι ἀλ λήλων, ὥστ' εἶναί τι ἐξ ἁπάντων ἕν.
132Aristoteles, Physica, 7, 1; 26
ἀμφοτέρως δὲ ἀδύνατον· ὥστε ἀνάγκη ἵστα σθαι καὶ εἶναί τι πρῶτον κινοῦν καὶ κινούμενον.
133Aristoteles, Physica, 7, 2; 2
ἐπεὶ δὲ τρεῖς αἱ κινήσεις, ἥ τε κατὰ τόπον καὶ ἡ κατὰ τὸ ποιὸν καὶ ἡ κατὰ τὸ ποσόν, ἀνάγκη καὶ τὰ κινοῦντα τρία εἶναι, τό τε φέρον καὶ τὸ ἀλλοιοῦν καὶ τὸ αὖξον ἢ φθῖνον.
134Aristoteles, Physica, 7, 2; 5
ὅσα μὲν οὖν αὐτὰ ὑφ' αὑτῶν κινεῖται, φανερὸν ἐν τούτοις ὅτι ἅμα τὸ κινούμενον καὶ τὸ κινοῦν ἐστιν· ἐνυπάρχει γὰρ αὐτοῖς τὸ πρῶτον κινοῦν, ὥστ' οὐδέν ἐστιν ἀναμεταξύ· ὅσα δ' ὑπ' ἄλλου κινεῖται, τετραχῶς ἀνάγκη γίγνεσθαι· τέτταρα γὰρ εἴδη τῆς ὑπ' ἄλλου φορᾶς, ἕλξις, ὦσις, ὄχησις, δίνησις.
135Aristoteles, Physica, 7, 2; 14
ἡ μὲν γὰρ ὄχησις κατὰ τούτων τινὰ τῶν τριῶν τρόπων ἐστίν (τὸ μὲν γὰρ ὀχούμενον κινεῖται κατὰ συμβεβηκός, ὅτι ἐν κινουμένῳ ἐστὶν ἢ ἐπὶ κινουμένου τινός, τὸ δ' ὀχοῦν ὀχεῖ ἢ ἑλκόμενον ἢ ὠθούμενον ἢ δινούμενον, ὥστε κοινή ἐστιν ἁπασῶν τῶν τριῶν ἡ ὄχησις)· ἡ δὲ δίνησις σύγκειται ἐξ ἕλξεώς τε καὶ ὤσεως· ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν ἕλκειν τὸ δ' ὠθεῖν· τὸ μὲν γὰρ ἀφ' αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει.
136Aristoteles, Physica, 7, 3; 20
ἀνάγκη οὖν συνεχὲς εἶναι καὶ τὸ αὖξον καὶ τὸ φθῖνον, τῶν δὲ συνεχῶν οὐδὲν μεταξύ.
137Aristoteles, Physica, 7, 5; 6
ἐπεὶ οὖν τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλ λοίωσις οὐδὲ γένεσις οὐδ' ὅλως μεταβολὴ οὐδεμία, φανερὸν ὅτι οὔθ' αἱ ἕξεις οὔθ' αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶ δος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ἢ ξηρῶν καὶ ὑγρῶν, ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις.
138Aristoteles, Physica, 7, 5; 14
ὥστ' ἀνάγκη πᾶσαν τὴν τοιαύτην ἡδονὴν ὑπὸ τῶν αἰσθητῶν γίγνεσθαι.
139Aristoteles, Physica, 7, 5; 15
ἐπεὶ δ' ἡδονῆς καὶ λύ πης ἐγγιγνομένης καὶ ἡ κακία καὶ ἡ ἀρετὴ ἐγγίγνεται (περὶ ταύτας γάρ εἰσιν), αἱ δ' ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις τοῦ αἰσθητικοῦ, φανερὸν ὅτι ἀλλοιουμένου τινὸς ἀνάγκη καὶ ταύτας ἀποβάλλειν καὶ λαμβάνειν.
140Aristoteles, Physica, 7, 7; 6
ἄτοπόν τε γὰρ εἰ μὴ ἔστιν κύκλῳ ὁμοίως τουτὶ κινεῖσθαι καὶ τουτὶ ἐπὶ τῆς εὐ θείας, ἀλλ' εὐθὺς ἀνάγκη ἢ θᾶττον ἢ βραδύτερον, ὥσπερ ἂν εἰ κάταντες, τὸ δ' ἄναντες· οὐδὲ διαφέρει οὐδὲν τῷ λόγῳ, εἴ τίς φησιν ἀνάγκην εἶναι θᾶττον εὐθὺς ἢ βραδύ τερον κινεῖσθαι· ἔσται γὰρ μείζων καὶ ἐλάττων ἡ περιφερὴς τῆς εὐθείας, ὥστε καὶ ἴση.
141Aristoteles, Physica, 7, 8; 4
καὶ εἰ τὸ Ε τὸ Ζ κινεῖ ἐν τῷ Δ τὴν Γ, οὐκ ἀνάγκη ἐν τῷ ἴσῳ χρόνῳ τὸ ἐφ' οὗ Ε τὸ διπλάσιον τοῦ Ζ κινεῖν τὴν ἡμίσειαν τῆς Γ· εἰ δὴ τὸ Α τὴν τὸ Β κινεῖ ἐν τῷ Δ ὅσην ἡ τὸ Γ, τὸ ἥμισυ τοῦ Α τὸ ἐφ' ᾧ Ε τὴν τὸ Β οὐ κινήσει ἐν τῷ χρόνῳ ἐφ' ᾧ τὸ Δ οὐδ' ἔν τινι τοῦ Δ τι τῆς Γ ἀνάλογον πρὸς τὴν ὅλην τὴν Γ ὡς τὸ Α πρὸς τὸ Ε· ὅλως γὰρ εἰ ἔτυχεν οὐ κινήσει οὐδέν· οὐ γὰρ εἰ ἡ ὅλη ἰσχὺς τοσήνδε ἐκίνησεν, ἡ ἡμίσεια οὐ κινήσει οὔτε ποσὴν οὔτ' ἐν ὁποσῳοῦν· εἷς γὰρ ἂν κινοίη τὸ πλοῖον, εἴπερ ἥ τε τῶν νεωλκῶν τέμνεται ἰσχὺς εἰς τὸν ἀριθμὸν καὶ τὸ μῆκος ὃ πάντες ἐκίνησαν.
142Aristoteles, Physica, 7, 8; 12
εἰ δὲ τὸ ἀλλοιοῦν ἢ αὖξον τὸ τοσόνδε ἐν τῷ τοσῷδε αὔξει ἢ ἀλλοιοῖ, οὐκ ἀνάγκη καὶ τὸ ἥμισυ ἐν ἡμίσει καὶ ἐν ἡμίσει ἥμισυ, ἀλλ' οὐδέν, εἰ ἔτυχεν, ἀλλοιώσει ἢ αὐ ξήσει, ὥσπερ καὶ ἐπὶ τοῦ βάρους.
143Aristoteles, Physica, 8, 1; 3
εἰ δὴ ἐνδέχεταί ποτε μηδὲν κινεῖσθαι, διχῶς ἀνάγκη τοῦτο συμβαίνειν· ἢ γὰρ ὡς Ἀναξαγόρας λέγει (φησὶν γὰρ ἐκεῖνος, ὁμοῦ πάντων ὄντων καὶ ἠρεμούντων τὸν ἄπειρον χρό νον, κίνησιν ἐμποιῆσαι τὸν νοῦν καὶ διακρῖναι), ἢ ὡς Ἐμπε δοκλῆς ἐν μέρει κινεῖσθαι καὶ πάλιν ἠρεμεῖν, κινεῖσθαι μὲν ὅταν ἡ φιλία ἐκ πολλῶν ποιῇ τὸ ἓν ἢ τὸ νεῖκος πολλὰ ἐξ ἑνός, ἠρεμεῖν δ' ἐν τοῖς μεταξὺ χρόνοις, λέγων οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι, ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον' ἐκτελέθουσιν, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ' ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ' αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
144Aristoteles, Physica, 8, 1; 18
εἰ τοίνυν μὴ ἀεὶ ἐκινεῖτο, δῆλον ὡς οὐχ οὕ τως εἶχον ὡς ἦν δυνάμενα τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν, ἀλλ' ἔδει μεταβάλλειν θάτερον αὐτῶν· ἀνάγκη γὰρ ἐν τοῖς πρός τι τοῦτο συμβαίνειν, οἷον εἰ μὴ ὂν διπλάσιον νῦν διπλάσιον, μεταβάλλειν, εἰ μὴ ἀμφότερα, θάτερον.
145Aristoteles, Physica, 8, 1; 22
εἰ δή ἐστιν ὁ χρόνος κινήσεως ἀριθμὸς ἢ κίνησίς τις, εἴπερ ἀεὶ χρόνος ἔστιν, ἀνάγκη καὶ κίνησιν ἀΐδιον εἶναι.
146Aristoteles, Physica, 8, 1; 26
εἰ οὖν ἀδύνατόν ἐστιν καὶ εἶναι καὶ νοῆσαι χρόνον ἄνευ τοῦ νῦν, τὸ δὲ νῦν ἐστι μεσότης τις, καὶ ἀρχὴν καὶ τελευτὴν ἔχον ἅμα, ἀρχὴν μὲν τοῦ ἐσο μένου χρόνου, τελευτὴν δὲ τοῦ παρελθόντος, ἀνάγκη ἀεὶ εἶναι χρόνον.
147Aristoteles, Physica, 8, 1; 27
τὸ γὰρ ἔσχατον τοῦ τελευταίου ληφθέντος χρόνου ἔν τινι τῶν νῦν ἔσται (οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν), ὥστ' ἐπεί ἐστιν ἀρχή τε καὶ τελευτὴ τὸ νῦν, ἀνάγκη αὐτοῦ ἐπ' ἀμφότερα εἶναι ἀεὶ χρόνον.
148Aristoteles, Physica, 8, 1; 28
ἀλλὰ μὴν εἴ γε χρόνον, φανερὸν ὅτι ἀνάγκη εἶναι καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος τι κινήσεως.
149Aristoteles, Physica, 8, 2; 1
Τὰ δὲ ἐναντία τούτοις οὐ χαλεπὸν λύειν. δόξειε δ' ἂν ἐκ τῶν τοιῶνδε σκοποῦσιν ἐνδέχεσθαι μάλιστα κίνησιν εἶ ναί ποτε μὴ οὖσαν ὅλως, πρῶτον μὲν ὅτι οὐδεμία ἀΐδιος μεταβολή· μεταβολὴ γὰρ ἅπασα πέφυκεν ἔκ τινος εἴς τι, ὥστε ἀνάγκη πάσης μεταβολῆς εἶναι πέρας τὰ ἐναντία ἐν οἷς γίγνεται, εἰς ἄπειρον δὲ κινεῖσθαι μηδέν.
150Aristoteles, Physica, 8, 3; 2
ἀνάγκη δὴ ἤτοι πάντα ἠρεμεῖν ἀεί, ἢ πάντα ἀεὶ κινεῖσθαι, ἢ τὰ μὲν κινεῖσθαι τὰ δ' ἠρεμεῖν, καὶ πάλιν τούτων ἤτοι τὰ μὲν κινούμενα κινεῖσθαι ἀεὶ τὰ δ' ἠρεμοῦντα ἠρεμεῖν, ἢ πάντα πεφυκέναι ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, ἢ τὸ λοιπὸν ἔτι καὶ τρίτον.
151Aristoteles, Physica, 8, 3; 12
ἔτι ὅταν τι νοσήσῃ, ἀνάγκη χρόνον γενέσθαι ἐν ᾧ ὑγι ασθήσεται, καὶ μὴ ἐν πέρατι χρόνου μεταβάλλειν· ἀνάγκη δὲ εἰς ὑγίειαν μεταβάλλειν καὶ μὴ εἰς ἄλλο μηθέν.
152Aristoteles, Physica, 8, 3; 16
ἔτι δ' ἡ γῆ καὶ τῶν ἄλλων ἕκαστον ἐξ ἀνάγ κης μένουσι μὲν ἐν τοῖς οἰκείοις τόποις, κινοῦνται δὲ βιαίως ἐκ τούτων· εἴπερ οὖν ἔνι' αὐτῶν ἐστιν ἐν τοῖς οἰκείοις τόποις, ἀνάγκη μηδὲ κατὰ τόπον πάντα κινεῖσθαι.
153Aristoteles, Physica, 8, 3; 26
καὶ εἰ τὰ μὲν ἠρεμεῖ τὰ δὲ κινεῖται, ἀνάγκη ἤτοι πάντα ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι, , ἢ τὰ μὲν ἀεὶ ἠρεμεῖν τὰ δὲ ἀεὶ κινεῖσθαι αὐτῶν, τὰ δ' ὁτὲ μὲν ἠρεμεῖν ὁτὲ δὲ κινεῖσθαι.
154Aristoteles, Physica, 8, 4; 13
οὔτ' ἄρα τούτων οὐθὲν αὐτὸ ἑαυτὸ κινεῖ (συμφυῆ γάρ), οὔτ' ἄλλο συνεχὲς οὐδέν, ἀλλ' ἀνάγκη διῃρῆσθαι τὸ κινοῦν ἐν ἑκάστῳ πρὸς τὸ κινούμενον, οἷον ἐπὶ τῶν ἀψύχων ὁρῶμεν, ὅταν κινῇ τι τῶν ἐμψύχων.
155Aristoteles, Physica, 8, 5; 3
εἰ δὴ ἀνάγκη πᾶν τὸ κινούμενον ὑπό τινός τε κινεῖσθαι, καὶ ἢ ὑπὸ κινουμένου ὑπ' ἄλλου ἢ μή, καὶ εἰ μὲν ὑπ' ἄλλου [κινουμένου], ἀνάγκη τι εἶναι κινοῦν ὃ οὐχ ὑπ' ἄλλου πρῶτον, εἰ δὲ τοιοῦτο τὸ πρῶτον, οὐκ ἀνάγκη θάτερον (ἀδύνατον γὰρ εἰς ἄπειρον ἰέναι τὸ κινοῦν καὶ κινούμενον ὑπ' ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων οὐκ ἔστιν οὐδὲν πρῶτον) – εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖ ται, τὸ δὲ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δέ, ἀνάγκη αὐτὸ ὑφ' αὑτοῦ κινεῖσθαι.
156Aristoteles, Physica, 8, 5; 7
ἀδύνατον δὲ κινεῖν ἄνευ τοῦ αὐτὸ αὑτῷ κινοῦντος τὸ ᾧ κινεῖ· ἀλλ' εἰ μὲν αὐτὸ αὑτῷ κινεῖ, οὐκ ἀνάγκη ἄλλο εἶναι ᾧ κινεῖ, ἂν δὲ ᾖ ἕτερον τὸ ᾧ κινεῖ, ἔστιν τι ὃ κινήσει οὐ τινὶ ἀλλ' αὑτῷ, ἢ εἰς ἄπειρον εἶσιν.
157Aristoteles, Physica, 8, 5; 8
εἰ οὖν κινούμενόν τι κινεῖ, ἀνάγκη στῆναι καὶ μὴ εἰς ἄπειρον ἰέναι· εἰ γὰρ ἡ βακτηρία κινεῖ τῷ κινεῖσθαι ὑπὸ τῆς χειρός, ἡ χεὶρ κινεῖ τὴν βακτηρίαν· εἰ δὲ καὶ ταύτῃ ἄλλο κινεῖ, καὶ ταύτην ἕτερόν τι τὸ κινοῦν.
158Aristoteles, Physica, 8, 5; 9
ὅταν δή τινι κινῇ ἀεὶ ἕτερον, ἀνάγκη εἶναι πρότερον τὸ αὐτὸ αὑτῷ κινοῦν.
159Aristoteles, Physica, 8, 5; 10
εἰ οὖν κινεῖται μὲν τοῦτο, μὴ ἄλλο δὲ τὸ κινοῦν αὐτό, ἀνάγκη αὐτὸ αὑτὸ κινεῖν· ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ἤτοι εὐθὺς τὸ κινού μενον ὑπὸ τοῦ αὑτὸ κινοῦντος κινεῖται, ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον.
160Aristoteles, Physica, 8, 5; 13
πρῶτον μὲν οὖν εἰ κατὰ συμβεβηκός, οὐκ ἀνάγκη κινεῖσθαι τὸ κινοῦν.
161Aristoteles, Physica, 8, 5; 16
ἀλλὰ τὸ κίνησιν μὴ εἶναι ἀδύνατον· δέ δεικται γὰρ πρότερον ὅτι ἀνάγκη κίνησιν ἀεὶ εἶναι.
162Aristoteles, Physica, 8, 5; 18
τρία γὰρ ἀνάγκη εἶναι, τό τε κινούμενον καὶ τὸ κινοῦν καὶ τὸ ᾧ κινεῖ.
163Aristoteles, Physica, 8, 5; 19
τὸ μὲν οὖν κινούμενον ἀνάγκη κινεῖσθαι, κινεῖν δ' οὐκ ἀνάγκη· τὸ δ' ᾧ κινεῖ, καὶ κινεῖν καὶ κινεῖσθαι (συμμεταβάλλει γὰρ τοῦτο ἅμα καὶ κατὰ τὸ αὐτὸ τῷ κινουμένῳ ὄν· δῆλον δ' ἐπὶ τῶν κατὰ τόπον κινούντων· ἅπτεσθαι γὰρ ἀλλήλων ἀνάγκη μέχρι τι νός)· τὸ δὲ κινοῦν οὕτως ὥστ' εἶναι μὴ ᾧ κινεῖ, ἀκίνητον.
164Aristoteles, Physica, 8, 5; 22
ἀλλὰ μὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἐξ ἀνάγκης κινεῖται τὸ κι νοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, ᾗ κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθ' ἕτερον.
165Aristoteles, Physica, 8, 5; 25
ἀλλ' ἀνάγκη στῆναι· πεπερασμέναι γὰρ αἱ κινήσεις.
166Aristoteles, Physica, 8, 5; 30
οὐκ ἄρα ἀνάγκη ἀεὶ κινεῖσθαι τὸ κινούμενον ὑπ' ἄλλου, καὶ τούτου κινουμένου· στήσεται ἄρα.
167Aristoteles, Physica, 8, 5; 39
ὁμοίως δὲ καὶ τῶν ἄλ λων ἕκαστον, ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον.
168Aristoteles, Physica, 8, 5; 42
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰ τιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· δι χῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
169Aristoteles, Physica, 8, 5; 44
ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικι νεῖσθαι, ἀλλ' ἢ ἀκίνητόν γέ τι κινεῖν ἀνάγκη ἢ αὐτὸ ὑφ' αὑτοῦ κινούμενον, εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι.
170Aristoteles, Physica, 8, 5; 53
ἐπεὶ δὲ κινεῖ τὸ μὲν κινούμενον ὑπ' ἄλλου τὸ δ' ἀκίνη τον ὄν, καὶ κινεῖται τὸ μὲν κινοῦν τὸ δὲ οὐδὲν κινοῦν, τὸ αὐτὸ αὑτὸ κινοῦν ἀνάγκη ἐξ ἀκινήτου εἶναι κινοῦντος δέ, καὶ ἔτι ἐκ κινουμένου μὴ κινοῦντος δ' ἐξ ἀνάγκης, ἀλλ' ὁπότερ' ἔτυχεν.
171Aristoteles, Physica, 8, 5; 59
ἀνάγκη ἄρα τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἔχειν τὸ κινοῦν ἀκίνητον δέ, καὶ τὸ κινούμενον μηδὲν δὲ κινοῦν ἐξ ἀνάγκης, ἁπτόμενα ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου θάτερον.
172Aristoteles, Physica, 8, 6; 6
τὸ μὲν γὰρ αὐτὸ ἑαυτὸ κινοῦν ἅπαν ἔχειν ἀνάγκη μέγεθος, εἰ μηδὲν κινεῖται ἀμερές, τὸ δὲ κι νοῦν οὐδεμία ἀνάγκη ἐκ τῶν εἰρημένων.
173Aristoteles, Physica, 8, 6; 14
φανε ρὸν δὲ καὶ ἐκ τοῦδε ὅτι ἀνάγκη εἶναί τι ἓν καὶ ἀΐδιον τὸ πρῶτον κινοῦν.
174Aristoteles, Physica, 8, 6; 15
εἰ δὲ ἀεί, ἀνάγκη συνεχῆ εἶναι· καὶ γὰρ τὸ ἀεὶ συνε χές, τὸ δ' ἐφεξῆς οὐ συνεχές.
175Aristoteles, Physica, 8, 6; 25
ὥστ' εἴπερ ἀνάγκη συνεχῶς εἶναι κίνησιν, εἶναί τι δεῖ τὸ πρῶτον κινοῦν ἀκίνητον καὶ κατὰ συμβεβηκός, εἰ μέλλει, καθάπερ εἴπομεν, ἔσεσθαι ἐν τοῖς οὖσιν ἄπαυστός τις καὶ ἀθάνατος κίνησις, καὶ μενεῖν τὸ ὂν αὐτὸ ἐν αὑτῷ καὶ ἐν τῷ αὐτῷ· τῆς γὰρ ἀρχῆς μενούσης ἀνάγκη καὶ τὸ πᾶν μένειν συνεχὲς ὂν πρὸς τὴν ἀρχήν.
176Aristoteles, Physica, 8, 7; 1
ἀλλὰ μὴν εἴ γε ἔστιν τι ἀεὶ τοιοῦτον, κινοῦν μέν τι ἀκίνητον δὲ αὐτὸ καὶ ἀΐδιον, ἀνάγκη καὶ τὸ πρῶτον ὑπὸ τούτου κι νούμενον ἀΐδιον εἶναι.
177Aristoteles, Physica, 8, 8; 5
ἀνάγκη οὖν ἀλλοίωσιν εἶναι τὴν εἰς τἀναντία μεταβολήν.
178Aristoteles, Physica, 8, 8; 9
εἰ ἄρα ἀνάγκη ἀεὶ κίνησιν εἶναι, ἀνάγκη καὶ φορὰν ἀεὶ εἶναι πρώτην τῶν κινήσεων, καὶ φο ρᾶς, εἰ ἔστιν ἡ μὲν πρώτη ἡ δ' ὑστέρα, τὴν πρώτην.
179Aristoteles, Physica, 8, 8; 12
συγκρινόμενα δὲ καὶ διακρινόμενα ἀνάγκη κατὰ τόπον μεταβάλλειν.
180Aristoteles, Physica, 8, 8; 17
ὥστ' ἐπεὶ κί νησιν μὲν ἀναγκαῖον εἶναι συνεχῶς, εἴη δ' ἂν συνεχῶς ἢ συνεχὴς οὖσα ἢ ἐφεξῆς, μᾶλλον δ' ἡ συνεχής, καὶ βέλτιον συνεχῆ ἢ ἐφεξῆς εἶναι, τὸ δὲ βέλτιον ἀεὶ ὑπολαμβάνομεν ἐν τῇ φύσει ὑπάρχειν, ἂν ᾖ δυνατόν, δυνατὸν δὲ συνεχῆ εἶναι (δειχθήσεται δ' ὕστερον· νῦν δὲ τοῦτο ὑποκείσθω), καὶ ταύτην οὐδεμίαν ἄλλην οἷόν τε εἶναι ἀλλ' ἢ φοράν, ἀνάγκη τὴν φορὰν εἶναι πρώτην.
181Aristoteles, Physica, 8, 8; 18
οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον, οὐδὲ δὴ γίγνεσθαι ἢ φθείρε σθαι· τούτων δὲ οὐδεμίαν ἐνδέχεται τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν.
182Aristoteles, Physica, 8, 8; 21
ἀλλ' ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειέ γ' ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον.
183Aristoteles, Physica, 8, 10; 5
τὸ δὲ μὴ αἰεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν.
184Aristoteles, Physica, 8, 10; 9
οὐδὲν γὰρ διαφέ ρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μετα βολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ με ταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
185Aristoteles, Physica, 8, 10; 11
ἔτι δ' ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ παν τελῶς ἄτοπον ἂν εἶναι δόξειεν, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ μηδένα χρόνον διαμεῖναι.
186Aristoteles, Physica, 8, 11; 9
ὅτι δ' ἀνάγκη ἵστασθαι, ἡ πίστις οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου.
187Aristoteles, Physica, 8, 11; 17
ὅταν δὴ χρήσηται τὸ φερόμενον Α τῷ Β μέσῳ καὶ τελευτῇ καὶ ἀρχῇ, ἀνάγκη στῆναι διὰ τὸ δύο ποιεῖν, ὥσπερ ἂν εἰ καὶ νοήσειεν.
188Aristoteles, Physica, 8, 11; 20
εἰ γὰρ εἴη ἡ τὸ Ε τῇ Ζ ἴση καὶ τὸ Α φέροιτο συνε χῶς ἀπὸ τοῦ ἄκρου πρὸς τὸ Γ, ἅμα δ' εἴη τὸ Α ἐπὶ τῷ Β σημείῳ, καὶ τὸ Δ φέροιτο ἀπὸ τῆς Ζ ἄκρας πρὸς τὸ Η ὁμαλῶς καὶ τῷ αὐτῷ τάχει τῷ Α, τὸ Δ ἔμπροσθεν ἥξει ἐπὶ τὸ Η ἢ τὸ Α ἐπὶ τὸ Γ· τὸ γὰρ πρότερον ὁρμῆσαν καὶ ἀπελθὸν πρότερον ἐλθεῖν ἀνάγκη.
189Aristoteles, Physica, 8, 11; 22
εἰ γὰρ ἅμα, οὐχ ὑστεριεῖ, ἀλλ' ἀνάγκη ἔσται ἵστασθαι.
190Aristoteles, Physica, 8, 11; 24
ἐνταῦθα μὲν οὖν ἀδύνατον οὕτως λέγειν ἐπὶ τῆς συνεχοῦς· ἐπὶ δὲ τοῦ ἀνακάμπτοντος ἀνάγκη λέγειν οὕτως.
191Aristoteles, Physica, 8, 11; 25
εἰ γὰρ ἡ τὸ Η φέροιτο πρὸς τὸ Δ καὶ πά λιν ἀνακάμψασα κάτω φέροιτο, τῷ ἄκρῳ ἐφ' οὗ Δ τε λευτῇ καὶ ἀρχῇ κέχρηται, τῷ ἑνὶ σημείῳ ὡς δύο· διὸ στῆ ναι ἀνάγκη· καὶ οὐχ ἅμα γέγονεν ἐπὶ τῷ Δ καὶ ἀπελή λυθεν ἀπὸ τοῦ Δ· ἐκεῖ γὰρ ἂν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν.
192Aristoteles, Physica, 8, 11; 27
ἀνάγκη γὰρ ἐπὶ τέ λος ἐλθεῖν τὸ ἐνεργείᾳ ὄν, μὴ δυνάμει.
193Aristoteles, Physica, 8, 11; 29
ἀνάγκη ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας.
194Aristoteles, Physica, 8, 12; 7
ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιή σει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμί σεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας.
195Aristoteles, Physica, 8, 12; 17
ὥστε λευκὸν ἢ μὴ λευκὸν ἐν ἐκείνῳ πρῶτον ἀληθὲς εἰπεῖν, ἢ ὅτε γέγονεν οὐκ ἔσται, καὶ ὅτε ἔφθαρται ἔσται, ἢ ἅμα λευκὸν καὶ οὐ λευκὸν καὶ ὅλως ὂν καὶ μὴ ὂν ἀνάγκη εἶναι.
196Aristoteles, Physica, 8, 12; 18
εἰ δ' ὃ ἂν ᾖ πρότερον μὴ ὄν, ἀνάγκη γίγνεσθαι ὄν, καὶ ὅτε γίγνεται μὴ ἔστιν, οὐχ οἷόν τε εἰς ἀτόμους χρόνους διαιρεῖσθαι τὸν χρόνον.
197Aristoteles, Physica, 8, 13; 7
εἰ οὖν τοῦτ' ἀδύνατον, ἀνάγκη ἵστασθαι ἐπὶ τοῦ Γ.
198Aristoteles, Physica, 8, 13; 10
εἰ γὰρ ἅπαν τὸ κινούμενον τῶν εἰρημένων τινὰ κινεῖται κινήσεων καὶ ἠρεμεῖ τῶν ἀντι κειμένων ἠρεμιῶν (οὐ γὰρ ἦν ἄλλη παρὰ ταύτας), τὸ δὲ μὴ αἰεὶ κινούμενον τήνδε τὴν κίνησιν (λέγω δ' ὅσαι ἕτεραι τῷ εἴ δει, καὶ μὴ εἴ τι μόριόν ἐστιν τῆς ὅλης) ἀνάγκη πρότερον ἠρε μεῖν τὴν ἀντικειμένην ἠρεμίαν (ἡ γὰρ ἠρεμία στέρησις κινή σεως)· εἰ οὖν ἐναντίαι μὲν κινήσεις αἱ κατ' εὐθεῖαν, ἅμα δὲ μὴ ἐνδέχεται κινεῖσθαι τὰς ἐναντίας, τὸ ἀπὸ τοῦ Α πρὸς τὸ Γ φερόμενον οὐκ ἂν φέροιτο ἅμα καὶ ἀπὸ τοῦ Γ πρὸς τὸ Α· ἐπεὶ δ' οὐχ ἅμα φέρεται, κινήσεται δὲ ταύτην τὴν κίνη σιν, ἀνάγκη πρότερον ἠρεμῆσαι πρὸς τῷ Γ· αὕτη γὰρ ἦν ἡ ἀντικειμένη ἠρεμία τῇ ἀπὸ τοῦ Γ κινήσει.
199Aristoteles, Physica, 8, 13; 19
τὴν μὲν οὖν ἀεὶ ἐν ἄλλῳ καὶ ἄλλῳ γιγνομένην ἐνδέχεται κινεῖσθαι συνεχῶς, τὴν δ' ἐν τοῖς αὐ τοῖς πολλάκις οὐκ ἐνδέχεται· ἀνάγκη γὰρ ἅμα κινεῖσθαι τὰς ἀντικειμένας.
200Aristoteles, Physica, 8, 13; 20
ὥστ' οὐδ' ἐν τῷ ἡμικυκλίῳ οὐδ' ἐν ἄλλῃ περιφερείᾳ οὐδεμιᾷ ἐνδέχεται συνεχῶς κινεῖσθαι· πολλάκις γὰρ ἀνάγκη ταὐτὰ κινεῖσθαι καὶ τὰς ἐναντίας μεταβάλλειν μεταβολάς· οὐ γὰρ συνάπτει τῇ ἀρχῇ τὸ πέρας.
201Aristoteles, Physica, 8, 13; 23
δῆλον οὖν ἐκ τούτων ὅτι οὐδ' οἱ φυσιολόγοι καλῶς λέγουσιν οἱ πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί· κινεῖσθαι γὰρ ἀνάγκη τούτων τινὰ τῶν κινήσεων, καὶ μάλιστα κατ' ἐκείνους [ἐστὶν] ἀλ λοιοῦσθαι· ῥεῖν γάρ φασιν ἀεὶ καὶ φθίνειν, ἔτι δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν.
202Aristoteles, Physica, 8, 14; 2
ταύτης δὲ ἀνάγκη προτέρας εἶναι ἐκείνας· ἐξ ἐκείνων γὰρ συνέστηκεν.
203Aristoteles, Physica, 8, 17; 13
ἀνάγκη ἄρα καὶ ὑπὸ τοῦ πεπε ρασμένου μὲν ἄπειρον δ' ἔχοντος δύναμιν πάσχειν τι τὸ πά σχον, καὶ πλεῖον ἢ ὑπ' ἄλλου· πλείων γὰρ ἡ ἄπειρος.
204Aristoteles, Physica, 8, 17; 23
ἄπειρος ἄρα ἡ δύναμις ἔσται· πάσης γὰρ πεπερασμένης ὑπερβάλλει δυνάμεως, εἴ γε πάσης πεπερασμένης δυνάμεως ἀνάγκη πεπερασμένον εἶναι καὶ τὸν χρόνον (εἰ γὰρ ἔν τινι ἡ τοσηδί, ἡ μείζων ἐν ἐλάτ τονι μὲν ὡρισμένῳ δὲ χρόνῳ κινήσει, κατὰ τὴν ἀντιστροφὴν τῆς ἀναλογίας)· ἄπειρος δὲ πᾶσα δύναμις, ὥσπερ καὶ πλῆ θος καὶ μέγεθος τὸ ὑπερβάλλον παντὸς ὡρισμένου.
205Aristoteles, Physica, 8, 18; 5
ἀνάγκη δὴ τοῦτο μὲν λέγειν, ὅτι τὸ πρῶτον κινῆσαν ποιεῖ οἷόν τε κινεῖν ἢ τὸν ἀέρα [τοιοῦτον] ἢ τὸ ὕδωρ ἤ τι ἄλλο τοιοῦτον ὃ πέφυκε κινεῖν καὶ κινεῖσθαι· ἀλλ' οὐχ ἅμα παύεται κινοῦν καὶ κινούμενον, ἀλλὰ κινούμενον μὲν ἅμα ὅταν ὁ κινῶν παύσηται κινῶν, κινοῦν δὲ ἔτι ἐστίν.
206Aristoteles, Physica, 8, 18; 9
ταῦτα δ' ἀνάγκη ἅμα παύεσθαι, τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, καὶ τὴν ὅλην κίνησιν.
207Aristoteles, Physica, 8, 19; 1
ἐπεὶ δ' ἐν τοῖς οὖσιν ἀνάγκη κίνησιν εἶναι συνεχῆ, αὕτη δὲ μία ἐστίν, ἀνάγκη δὲ τὴν μίαν μεγέθους τέ τινος εἶναι (οὐ γὰρ κινεῖται τὸ ἀμέγεθες) καὶ ἑνὸς καὶ ὑφ' ἑνός (οὐ γὰρ ἔσται συνεχής, ἀλλ' ἐχομένη ἑτέρα ἑτέρας καὶ διῃρημένη), τὸ δὴ κινοῦν εἰ ἕν, ἢ κινούμενον κινεῖ ἢ ἀκίνητον ὄν.
208Aristoteles, Physica, 8, 19; 3
τοῦτο γὰρ οὐκ ἀνάγκη συμμεταβάλλειν, ἀλλ' ἀεί τε δυνήσεται κινεῖν (ἄπονον γὰρ τὸ οὕτω κινεῖν) καὶ ὁμα λὴς αὕτη ἡ κίνησις ἢ μόνη ἢ μάλιστα· οὐ γὰρ ἔχει μετα βολὴν τὸ κινοῦν οὐδεμίαν.
209Aristoteles, Physica, 8, 19; 5
ἀνάγκη δὴ ἢ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι· αὗται γὰρ αἱ ἀρχαί.
210Aristoteles, Physica, 8, 19; 11
εἰ γὰρ μέγεθος ἔχει, ἀνάγκη ἤτοι πεπερασμένον αὐτὸ εἶναι ἢ ἄπειρον.
211Aristoteles, Analytica posteriora, 1, I 2; 6 (auctor 384BC-322BC)
Εἰ τοίνυν ἐστί τό ἐπίστασθαι οἷον ἔθεμεν, ἀνάγκη καί τήν ἀποδεικτικήν ἐπιστήμην ἐξ ἀληθῶν τ᾿ εἶναι καί πρώτων καί ἀμέσων καί γνωριμωτέρων καί προτέρων καί αἰτίων τοῦ συμπεράσματος· οὕτω γάρ ἔσονται καί αἱ ἀρχαί οἰκεῖαι τοῦ δεικνυμένου.
212Aristoteles, Analytica posteriora, 1, I 2; 20 (auctor 384BC-322BC)
Ἀμέσου δ᾿ ἀρχῆς συλλογιστικῆς θέσιν μέν λέγω ἣν μή ἔστι δεῖξαι, μηδ᾿ ἀνάγκη ἔχειν τόν μαθησόμενόν τι· ἣν δ᾿ ἀνάγκη ἔχειν τόν ὁτιοῦν μαθησόμενον, ἀξίωμα· ἔστι γάρ ἔνια τοιαῦτα· τοῦτο γάρ μάλιστ᾿ ἐπί τοῖς τοιούτοις εἰώθαμεν ὄνομα λέγειν.
213Aristoteles, Analytica posteriora, 1, I 2; 23 (auctor 384BC-322BC)
Ἐπεί δέ δεῖ πιστεύειν τε καί εἰδέναι τό πρᾶγμα τῷ τοιοῦτον ἔχειν συλλογισμόν ὃν καλοῦμεν ἀπόδειξιν, ἔστι δ᾿ οὗτος τῷ τάδ᾿ εἶναι ἐξ ὧν ὁ συλλογισμός, ἀνάγκη μή μόνον προγινώσκειν τά πρῶτα, ἢ πάντα ἢ ἔνια, ἀλλά καί μᾶλλον· ἀεί γάρ δι᾿ ὃ ὑπάρχει ἕκαστον, ἐκεῖνο μᾶλλον ὑπάρχει, οἷον δι᾿ ὃ φιλοῦμεν, ἐκεῖνο φίλον μᾶλλον.
214Aristoteles, Analytica posteriora, 1, I 2; 26 (auctor 384BC-322BC)
Συμβήσεται δέ τοῦτο, εἰ μή τις προγνώσεται τῶν δι᾿ ἀπόδειξιν πιστευόντων· μᾶλλον γάρ ἀνάγκη πιστεύειν ταῖς ἀρχαῖς ἢ πάσαις ἢ τισί τοῦ συμπεράσματος.
215Aristoteles, Analytica posteriora, 1, I 3; 6 (auctor 384BC-322BC)
Καί τοῦθ᾿ ὅτι ἀναγκαῖον, φανερόν· εἰ γάρ ἀνάγκη μέν ἐπίστασθαι τά πρότερα καί ἐξ ὧν ἡ ἀπόδειξις, ἵσταται δέ ποτε τά ἄμεσα, ταῦτ᾿ ἀναπόδεικτα ἀνάγκη εἶναι.
216Aristoteles, Analytica posteriora, 1, I 3; 13 (auctor 384BC-322BC)
Εἰ δή τοῦ Α ὄντος ἀνάγκη τό Β εἶναι, τούτου δ᾿ ὄντος τό Α (τοῦτο γάρ ἦν τό κύκλῳ), κείσθω τό Α, ἐφ᾿ οὗ τό Γ.
217Aristoteles, Analytica posteriora, 1, I 3; 18 (auctor 384BC-322BC)
Ἑνός μέν οὖν κειμένου δέδεικται ὅτι οὐδέποτ᾿ ἀνάγκη τι εἶναι ἕτερον (λέγω δ᾿ ἑνός, ὅτι οὔτε ὅρου ἑνός οὔτε θέσεως μιᾶς τεθείσης), ἐκ δύο δέ θέσεων πρώτων καί ἐλαχίστων ἐνδέχεται, εἴπερ καί συλλογίσασθαι.
218Aristoteles, Analytica posteriora, 1, I 4; 16 (auctor 384BC-322BC)
Ὥστ᾿ εἰ ἀνάγκη φάναι ἢ ἀποφάναι, ἀνάγκη καί τά καθ᾿ αὑτά ὑπάρχειν.
219Aristoteles, Analytica posteriora, 1, I 6; 1 (auctor 384BC-322BC)
Εἰ οὖν ἐστίν ἡ ἀποδεικτική ἐπιστήμη ἐξ ἀναγκαίων ἀρχῶν (ὃ γάρ ἐπίσταται, οὐ δυνατόν ἄλλως ἔχειν), τά δέ καθ᾿ αὑτά ὑπάρχοντα ἀναγκαῖα τοῖς πράγμασιν (ἃ μέν γάρ ἐν τῷ τί ἐστιν ὑπάρχει· τοῖς δ᾿ αὐτά ἐν τῷ τί ἐστιν ὑπάρχει κατηγορουμένοις αὐτῶν, ὧν θάτερον τῶν ἀντικειμένων ἀνάγκη ὑπάρχειν), φανερόν ὅτι ἐκ τοιούτων τινῶν ἂν εἴη ὁ ἀποδεικτικός συλλογισμός· ἅπαν γάρ ἢ οὕτως ὑπάρχει ἢ κατά συμβεβηκός, τά δέ συμβεβηκότα οὐκ ἀναγκαῖα.
220Aristoteles, Analytica posteriora, 1, I 6; 4 (auctor 384BC-322BC)
Σημεῖον δ᾿ ὅτι ἡ ἀπόδειξις ἐξ ἀναγκαίων, ὅτι καί τάς ἐνστάσεις οὕτω φέρομεν πρός τούς οἰομένους ἀποδεικνύναι, ὅτι οὐκ ἀνάγκη, ἂν οἰώμεθα ἢ ὅλως ἐνδέχεσθαι ἄλλως ἢ ἕνεκά γε τοῦ λόγου.
221Aristoteles, Analytica posteriora, 1, I 6; 22 (auctor 384BC-322BC)
Ἐπεί τοίνυν εἰ ἐπίσταται ἀποδεικτικῶς, δεῖ ἐξ ἀνάγκης ὑπάρχειν, δῆλον ὅτι καί διά μέσου ἀναγκαίου δεῖ ἔχειν τήν ἀπόδειξιν· ἢ οὐκ ἐπιστήσεται οὔτε διότι οὔτε ὅτι ἀνάγκη ἐκεῖνο εἶναι, ἀλλ᾿ ἢ οἰήσεται οὐκ εἰδώς, ἐάν ὑπολάβῃ ὡς ἀναγκαῖον τό μή ἀναγκαῖον, ἢ οὐδ᾿ οἰήσεται ὁμοίως, ἐάν τε τό ὅτι εἰδῇ διά μέσων ἐάν τε τό διότι καί δι᾿ ἀμέσων.
222Aristoteles, Analytica posteriora, 1, I 6; 25 (auctor 384BC-322BC)
Καίτοι ἀπορήσειεν ἄν τις ἴσως τίνος ἕνεκα ταῦτα δεῖ ἐρωτᾶν περί τούτων, εἰ μή ἀνάγκη τό συμπέρασμα εἶναι· οὐδέν γάρ διαφέρει εἴ τις ἐρόμενος τά τυχόντα εἶτα εἴπειεν τό συμπέρασμα.
223Aristoteles, Analytica posteriora, 1, I 6; 26 (auctor 384BC-322BC)
Δεῖ δ᾿ ἐρωτᾶν οὐχ ὡς ἀναγκαῖον εἶναι διά τά ἠρωτημένα, ἀλλ᾿ ὅτι λέγειν ἀνάγκη τῷ ἐκεῖνα λέγοντι, καί ἀληθῶς λέγειν, ἐάν ἀληθῶς ᾖ ὑπάρχοντα.
224Aristoteles, Analytica posteriora, 1, I 6; 28 (auctor 384BC-322BC)
Τά μέν γάρ συμβεβηκότα οὐκ ἀναγκαῖα, ὥστ᾿ οὐκ ἀνάγκη τό συμπέρασμα εἰδέναι διότι ὑπάρχει, οὐδ᾿ εἰ ἀεί εἴη, μή καθ᾿ αὑτό δέ, οἷον οἱ διά σημείων συλλογισμοί.
225Aristoteles, Analytica posteriora, 1, I 7; 7 (auctor 384BC-322BC)
Ὤστ᾿ ἢ ἁπλῶς ἀνάγκη τό αὐτό εἶναι γένος ἢ πῇ, εἰ μέλλει ἡ ἀπόδειξις μεταβαίνειν.
226Aristoteles, Analytica posteriora, 1, I 7; 8 (auctor 384BC-322BC)
Ἄλλως δ᾿ ὅτι ἀδύνατον, δῆλον· ἐκ γάρ τοῦ αὐτοῦ γένους ἀνάγκη τά ἄκρα καί τά μέσα εἶναι.
227Aristoteles, Analytica posteriora, 1, I 8; 1 (auctor 384BC-322BC)
Φανερόν δέ καί ἐάν ὦσιν αἱ προτάσεις καθόλου ἐξ ὧν ὁ συλλογισμός, ὅτι ἀνάγκη καί τό συμπέρασμα ἀΐδιον εἶναι τῆς τοιαύτης ἀποδείξεως καί τῆς ἁπλῶς εἰπεῖν ἀποδείξεως.
228Aristoteles, Analytica posteriora, 1, I 8; 3 (auctor 384BC-322BC)
Ὅταν δ᾿ ᾖ, ἀνάγκη τήν ἑτέραν μή καθόλου εἶναι πρότασιν καί φθαρτήν, φθαρτήν μέν ὅτι καί τό συμπέρασμα οὔσης, μή καθόλου δέ ὅτι ᾧ μέν ἔσται ᾧ δ᾿ οὐκ ἔσται ἐφ᾿ ὧν, ὥστ᾿ οὐκ ἔστι συλλογίσασθαι καθόλου, ἀλλ᾿ ὅτι νῦν.
229Aristoteles, Analytica posteriora, 1, I 9; 6 (auctor 384BC-322BC)
Ὤστ᾿ εἰ καθ᾿ αὑτό κἀκεῖνο ὑπάρχει ᾧ ὑπάρχει, ἀνάγκη τό μέσον ἐν τῇ αὐτῇ συγγενείᾳ εἶναι.
230Aristoteles, Analytica posteriora, 1, I 10; 2 (auctor 384BC-322BC)
Τί μέν οὖν σημαίνει καί τά πρῶτα καί τά ἐκ τούτων, λαμβάνεται· ὅτι δ᾿ ἔστι, τάς μέν ἀρχάς ἀνάγκη λαμβάνειν, τά δ᾿ ἄλλα δεικνύναι, οἷον τί μονάς ἢ τί τό εὐθύ καί τρίγωνον· εἶναι δέ τήν μονάδα λαβεῖν καί μέγεθος, τά δ᾿ ἕτερα δεικνύναι.
231Aristoteles, Analytica posteriora, 1, I 10; 13 (auctor 384BC-322BC)
Οὐκ ἔστι δ᾿ ὑπόθεσις οὐδ᾿ αἴτημα, ὃ ἀνάγκη εἶναι δι᾿ αὑτό καί δοκεῖν ἀνάγκη.
232Aristoteles, Analytica posteriora, 1, I 11; 1 (auctor 384BC-322BC)
Εἴδη μέν οὖν εἶναι ἢ ἕν τι παρά τά πολλά οὐκ ἀνάγκη, εἰ ἀπόδειξις ἔσται, εἶναι μέντοι ἓν κατά πολλῶν ἀληθές εἰπεῖν ἀνάγκη· οὐ γάρ ἔσται τό καθόλου, ἂν μή τοῦτο ᾖ· ἐάν δέ τό καθόλου μή ᾖ, τό μέσον οὐκ ἔσται, ὥστ᾿ οὐδ᾿ ἀπόδειξις.
233Aristoteles, Analytica posteriora, 1, I 13; 6 (auctor 384BC-322BC)
Ἀνάγκη οὖν τό Α τῷ Γ ὑπάρχειν, ὥστ᾿ ἀποδέδεικται ὅτι οἱ πλάνητες ἐγγύς εἰσιν.
234Aristoteles, Analytica posteriora, 1, I 15; 10 (auctor 384BC-322BC)
Ἐάν δέ μηδέτερον ᾖ ἐν ὅλῳ μηδενί, μή ὑπάρχῃ δέ τό Α τῷ Β, ἀνάγκη ἀτόμως μή ὑπάρχειν.
235Aristoteles, Analytica posteriora, 1, I 15; 11 (auctor 384BC-322BC)
Εἰ γάρ ἔσται τι μέσον, ἀνάγκη θάτερον αὐτῶν ἐν ὅλῳ τινί εἶναι.
236Aristoteles, Analytica posteriora, 1, I 16; 7 (auctor 384BC-322BC)
τό μέν γάρ Β ἀδύνατον εἶναι ἐν ὅλῳ τινί· πρώτως γάρ ἐλέγετο αὐτῷ τό Α μή ὑπάρχειν· τό δέ Α οὐκ ἀνάγκη πᾶσι τοῖς οὖσιν εἶναι καθόλου, ὥστ᾿ ἀμφότεραι ψευδεῖς.
237Aristoteles, Analytica posteriora, 1, I 16; 16 (auctor 384BC-322BC)
Ἀλλά καί τήν Γ Β ἐνδέχεται ἀληθῆ εἶναι τῆς ἑτέρας οὔσης ψευδοῦς, οἷον εἰ τό Β καί ἐν τῷ Γ καί ἐν τῷ Α ἐστίν· ἀνάγκη γάρ θάτερον ὑπό θάτερον εἶναι, ὥστ᾿ ἂν λάβῃ τό Α μηδενί τῶν Γ ὑπάρχειν, ψευδής ἔσται ἡ πρότασις.
238Aristoteles, Analytica posteriora, 1, I 16; 29 (auctor 384BC-322BC)
Ἀνάγκη γάρ, εἰ τῷ Β παντί, καί τῷ Α τινί ὑπάρχειν· ἐάν οὖν ληφθῇ τῷ μέν Β παντί ὑπάρχειν τό Γ, τῷ δέ Α μηδενί, ἡ μέν Γ Β ἀληθής ἔσται, ἡ δέ Γ Α ψευδής.
239Aristoteles, Analytica posteriora, 1, I 17; 4 (auctor 384BC-322BC)
Ἐπεί οὖν ἀνάγκη τήν Γ Β καταφατικήν λαμβάνεσθαι συλλογισμοῦ γινομένου, δῆλον ὅτι ἀεί αὕτη ἔσται ἀληθής· οὐ γάρ ἀντιστρέφεται.
240Aristoteles, Analytica posteriora, 1, I 17; 6 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ ἐξ ἄλλης συστοιχίας ληφθείη τό μέσον, οἷον τό Δ εἰ καί ἐν τῷ Α ὅλῳ ἐστί καί κατά τοῦ Β κατηγορεῖται παντός· ἀνάγκη γάρ τήν μέν Δ Β πρότασιν μένειν, τήν δ᾿ ἑτέραν ἀντιστρέφεσθαι, ὥσθ᾿ ἡ μέν ἀεί ἀληθής, ἡ δ᾿ ἀεί ψευδής.
241Aristoteles, Analytica posteriora, 1, I 17; 8 (auctor 384BC-322BC)
Ἐάν δέ μή διά τοῦ οἰκείου μέσου γίνηται ὁ συλλογισμός, ὅταν μέν ὑπό τό Α ᾖ τό μέσον, τῷ δέ Β μηδενί ὑπάρχῃ, ἀνάγκη ψευδεῖς εἶναι ἀμφοτέρας.
242Aristoteles, Analytica posteriora, 1, I 17; 16 (auctor 384BC-322BC)
Ἐάν μέν οὖν στερητικός ᾖ τῆς ἀπάτης ὁ συλλογισμός, εἴρηται πότε καί διά τίνων ἔσται ἡ ἀπάτη· ἐάν δέ καταφατικός, ὅταν μέν διά τοῦ οἰκείου μέσου, ἀδύνατον ἀμφοτέρας εἶναι ψευδεῖς· ἀνάγκη γάρ τήν Γ Β μένειν, εἴπερ ἔσται συλλογισμός, καθάπερ ἐλέχθη καί πρότερον.
243Aristoteles, Analytica posteriora, 1, I 17; 18 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ ἐξ ἄλλης συστοιχίας λαμβάνοιτο τό μέσον, ὥσπερ ἐλέχθη καί ἐπί τῆς στερητικῆς ἀπάτης· ἀνάγκη γάρ τήν μέν Δ Β μένειν, τήν δ᾿ Α Δ ἀντιστρέφεσθαι, καί ἡ ἀπάτη ἡ αὐτή τῇ πρότερον.
244Aristoteles, Analytica posteriora, 1, I 18; 1 (auctor 384BC-322BC)
Φανερόν δέ καί ὅτι, εἴ τις αἴσθησις ἐκλέλοιπεν, ἀνάγκη καί ἐπιστήμην τινά ἐκλελοιπέναι, ἣν ἀδύνατον λαβεῖν, εἴπερ μανθάνομεν ἢ ἐπαγωγῇ ἢ ἀποδείξει.
245Aristoteles, Analytica posteriora, 1, I 19; 2 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι αἱ μέν ἀρχαί καί αἱ λεγόμεναι ὑποθέσεις αὗταί εἰσι· λαβόντα γάρ ταῦτα οὕτως ἀνάγκη δεικνύναι, οἷον ὅτι τό Α τῷ Γ ὑπάρχει διά τοῦ Β, πάλιν δ᾿ ὅτι τό Α τῷ Β δι᾿ ἄλλου μέσου, καί ὅτι τό Β τῷ Γ ὡσαύτως.
246Aristoteles, Analytica posteriora, 1, I 19; 9 (auctor 384BC-322BC)
Ἂρ᾿ οὖν τοῦτο ἀνάγκη στῆναι, ἢ ἐνδέχεται εἰς ἄπειρον ἰέναι; καί πάλιν εἰ τοῦ μέν Α μηδέν κατηγορεῖται καθ᾿ αὑτό, τό δέ Α τῷ Θ ὑπάρχει πρώτῳ, μεταξύ δέ μηδενί προτέρῳ, καί τό Θ τῷ Η, καί τοῦτο τῷ Β, ἆρα καί τοῦτο ἵστασθαι ἀνάγκη, ἢ καί τοῦτ᾿ ἐνδέχεται εἰς ἄπειρον ἰέναι; διαφέρει δέ τοῦτο τοῦ πρότερον τοσοῦτον, ὅτι τό μέν ἐστιν, ἆρα ἐνδέχεται ἀρξαμένῳ ἀπό τοιούτου ὃ μηδενί ὑπάρχει ἑτέρῳ ἀλλ᾿ ἄλλο ἐκείνῳ, ἐπί τό ἄνω εἰς ἄπειρον ἰέναι, θάτερον δέ ἀρξάμενον ἀπό τοιούτου ὃ αὐτό μέν ἄλλου, ἐκείνου δέ μηδέν κατηγορεῖται, ἐπί τό κάτω σκοπεῖν εἰ ἐνδέχεται εἰς ἄπειρον ἰέναι.
247Aristoteles, Analytica posteriora, 1, I 21; 6 (auctor 384BC-322BC)
Τοῦ μέν τοίνυν Β Γ, καί ἀεί τοῦ ἑτέρου διαστήματος, ἀνάγκη βαδίζειν εἰς ἄμεσα· κατηγορικόν γάρ τοῦτο τό διάστημα.
248Aristoteles, Analytica posteriora, 1, I 21; 13 (auctor 384BC-322BC)
Οὕτω δ᾿ ἂν δεικνύοι, οἷον ὅτι τό Δ τῷ μέν Β παντί ὑπάρχει, τῷ δέ Γ οὐδενί, εἰ ἀνάγκη ὑπάρχειν τι τῷ Β.
249Aristoteles, Analytica posteriora, 1, I 21; 21 (auctor 384BC-322BC)
Φανερόν δ᾿ ὅτι καί ἐάν μή μιᾷ ὁδῷ δεικνύηται ἀλλά πάσαις, ὁτέ μέν ἐκ τοῦ πρώτου σχήματος, ὁτέ δέ ἐκ τοῦ δευτέρου ἢ τρίτου, ὅτι καί οὕτω στήσεται· πεπερασμέναι γάρ εἰσιν αἱ ὁδοί, τά δέ πεπερασμένα πεπερασμενάκις ἀνάγκη πεπεράνθαι πάντα.
250Aristoteles, Analytica posteriora, 1, I 22; 1 (auctor 384BC-322BC)
Ἐπί μέν οὖν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων δῆλον· εἰ γάρ ἔστιν ὁρίσασθαι ἢ εἰ γνωστόν τό τί ἦν εἶναι, τά δ᾿ ἄπειρα μή ἔστι διελθεῖν, ἀνάγκη πεπεράνθαι τά ἐν τῷ τί ἐστι κατηγορούμενα.
251Aristoteles, Analytica posteriora, 1, I 22; 32 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα εἶναί τι οὗ πρῶτόν τι κατηγορεῖται καί τούτου ἄλλο, καί τοῦτο ἵστασθαι, καί εἶναί τι ὃ οὐκέτι οὔτε κατ᾿ ἄλλου προτέρου οὔτε κατ᾿ ἐκείνου ἄλλο πρότερον κατηγορεῖται.
252Aristoteles, Analytica posteriora, 1, I 22; 35 (auctor 384BC-322BC)
Εἰ οὖν ἔστι τι εἰδέναι δι᾿ ἀποδείξεως ἁπλῶς καί μή ἐκ τινῶν μηδ᾿ ἐξ ὑποθέσεως, ἀνάγκη ἵστασθαι τάς κατηγορίας τάς μεταξύ.
253Aristoteles, Analytica posteriora, 1, I 22; 43 (auctor 384BC-322BC)
Ἀλλά μήν ἀνάγκη γε πάντα ὑπάρχειν τῷ πρώτῳ, οἷον τῷ ἀριθμῷ κἀκείνοις τόν ἀριθμόν, ὥστ᾿ ἀντιστρέφοντα ἔσται, ἀλλ᾿ οὐχ ὑπερτείνοντα.
254Aristoteles, Analytica posteriora, 1, I 22; 47 (auctor 384BC-322BC)
Εἰ δέ τοῦτο, δῆλον ἤδη καί τῶν ἀποδείξεων ὅτι ἀνάγκη ἀρχάς τε εἶναι, καί μή πάντων εἶναι ἀπόδειξιν, ὅπερ ἔφαμέν τινας λέγειν κατ᾿ ἀρχάς.
255Aristoteles, Analytica posteriora, 1, I 23; 7 (auctor 384BC-322BC)
Κατά μέν τοίνυν κοινόν τι ὑπάρχειν οὐκ ἀνάγκη ἀεί τό αὐτό πλείοσιν, ἐπείπερ ἔσται ἄμεσα διαστήματα.
256Aristoteles, Analytica posteriora, 1, I 23; 8 (auctor 384BC-322BC)
Ἐν μέντοι τῷ αὐτῷ γένει καί ἐκ τῶν αὐτῶν ἀτόμων ἀνάγκη τούς ὅρους εἶναι, εἴπερ τῶν καθ᾿ αὑτά ὑπαρχόντων ἔσται τό κοινόν· οὐ γάρ ἦν ἐξ ἄλλου γένους εἰς ἄλλο διαβῆναι τά δεικνύμενα.
257Aristoteles, Analytica posteriora, 1, I 24; 13 (auctor 384BC-322BC)
Ἔτι τε οὐδεμία ἀνάγκη ὑπολαμβάνειν τι εἶναι τοῦτο παρά ταῦτα, ὅτι ἓν δηλοῖ, οὐδέν μᾶλλον ἢ ἐπί τῶν ἄλλων, ὅσα μή τί σημαίνει ἀλλ᾿ ἢ ποιόν ἢ πρός τι ἢ ποιεῖν.
258Aristoteles, Analytica posteriora, 1, I 26; 3 (auctor 384BC-322BC)
Ἔστω δή τό Α μηδενί ὑπάρχον τῷ Β, τῷ δέ Γ τό Β παντί· ἀνάγκη δή τῷ Γ μηδενί ὑπάρχειν τό Α.
259Aristoteles, Analytica posteriora, 1, I 29; 6 (auctor 384BC-322BC)
Οὐ μήν ὥστε μηδέτερον κατά μηδετέρου λέγεσθαι τῶν μέσων· ἀνάγκη γάρ τῷ αὐτῷ τινί ἄμφω ὑπάρχειν.
260Aristoteles, Analytica posteriora, 1, I 31; 5 (auctor 384BC-322BC)
Ἀλλά δῆλον ὅτι καί εἰ ἦν αἰσθάνεσθαι τό τρίγωνον ὅτι δυσίν ὀρθαῖς ἴσας ἔχει τάς γωνίας, ἐζητοῦμεν ἂν ἀπόδειξιν καί οὐχ ὥσπερ φασί τινες ἠπιστάμεθα· αἰσθάνεσθαι μέν γάρ ἀνάγκη καθ᾿ ἕκαστον, ἡ δ᾿ ἐπιστήμη τῷ τό καθόλου γνωρίζειν ἐστίν.
261Aristoteles, Analytica posteriora, 1, I 32; 9 (auctor 384BC-322BC)
Ἀνάγκη δέ γε ἢ εἰς μέσα ἁρμόττειν ἢ ἄνωθεν ἢ κάτωθεν, ἢ τούς μέν εἴσω ἔχειν τούς δ᾿ ἔξω τῶν ὅρων.
262Aristoteles, Analytica posteriora, 2, II 4; 2 (auctor 384BC-322BC)
Ταῦτα δ᾿ ἀνάγκη ἀντιστρέφειν.
263Aristoteles, Analytica posteriora, 2, II 4; 4 (auctor 384BC-322BC)
Ἀλλά μήν καί εἰ τό Α ἐν τῷ τί ἐστιν ὑπάρχει παντί τῷ Β, καί καθόλου τό Β παντός τοῦ Γ ἐν τῷ τί ἐστι λέγεται, ἀνάγκη καί τό Α ἐν τῷ τί ἐστι τοῦ Γ λέγεσθαι.
264Aristoteles, Analytica posteriora, 2, II 4; 5 (auctor 384BC-322BC)
Εἰ δέ μή οὕτω τις λήψεται διπλώσας, οὐκ ἀνάγκη ἔσται τό Α τοῦ Γ κατηγορεῖσθαι ἐν τῷ τί ἐστιν, εἰ τό μέν Α τοῦ Β ἐν τῷ τί ἐστι, μή καθ᾿ ὅσων δέ τό Β ἐν τῷ τί ἐστιν.
265Aristoteles, Analytica posteriora, 2, II 4; 10 (auctor 384BC-322BC)
Εἰ τοίνυν συλλογιεῖται, ἀνάγκη κατά τοῦ Β τό Α παντός κατηγορεῖσθαι.
266Aristoteles, Analytica posteriora, 2, II 4; 14 (auctor 384BC-322BC)
Οἱ μέν οὖν διά τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐστι ψυχή ἢ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων, τό ἐξ ἀρχῆς αἰτοῦνται, οἷον εἴ τις ἀξιώσειε ψυχήν εἶναι τό αὐτό αὑτῷ αἴτιον τοῦ ζῆν, τοῦτο δ᾿ ἀριθμόν αὐτόν αὑτόν κινοῦντα· ἀνάγκη γάρ αἰτῆσαι τήν ψυχήν ὅπερ ἀριθμόν εἶναι αὐτόν αὑτόν κινοῦντα, οὕτως ὡς τό αὐτό ὄν.
267Aristoteles, Analytica posteriora, 2, II 5; 2 (auctor 384BC-322BC)
Οὐδαμοῦ γάρ ἀνάγκη γίνεται τό πρᾶγμα ἐκεῖνο εἶναι τωνδί ὄντων, ἀλλ᾿ ὥσπερ οὐδ᾿ ὁ ἐπάγων ἀποδείκνυσιν.
268Aristoteles, Analytica posteriora, 2, II 5; 3 (auctor 384BC-322BC)
Οὐ γάρ δεῖ τό συμπέρασμα ἐρωτᾶν, οὐδέ τῷ δοῦναι εἶναι· ἀλλ᾿ ἀνάγκη εἶναι ἐκείνων ὄντων, κἂν μή φῇ ὁ ἀποκρινόμενος.
269Aristoteles, Analytica posteriora, 2, II 5; 6 (auctor 384BC-322BC)
Καί τό εἶναι τόν ἄνθρωπον, τό ὅλον, ζῷον πεζόν, οὐκ ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλά λαμβάνει καί τοῦτο.
270Aristoteles, Analytica posteriora, 2, II 5; 14 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἐν τοῖς συμπεράσμασι τοῖς ἄνευ τῶν μέσων, ἐάν τις εἴπῃ ὅτι τούτων ὄντων ἀνάγκη τοδί εἶναι, ἐνδέχεται ἐρωτῆσαι διά τί, οὕτως καί ἐν τοῖς διαιρετικοῖς ὅροις.
271Aristoteles, Analytica posteriora, 2, II 6; 2 (auctor 384BC-322BC)
Ἢ πάλιν εἴληφε τό τί ἦν εἶναι καί ἐν τούτῳ; ἀνάγκη γάρ διά τοῦ μέσου δεῖξαι.
272Aristoteles, Analytica posteriora, 2, II 6; 5 (auctor 384BC-322BC)
Ὥστε ἀνάγκη καί ἄνευ τοῦ τί συλλογισμός ἢ τοῦ τί ἦν εἶναι συλλελογίσθαί τι.
273Aristoteles, Analytica posteriora, 2, II 6; 9 (auctor 384BC-322BC)
Πρός ἀμφοτέρους δέ, τόν τε κατά διαίρεσιν δεικνύντα καί πρός τόν οὕτω συλλογισμόν, τό αὐτό ἀπόρημα· διά τί ἔσται ὁ ἄνθρωπος ζῷον δίπουν πεζόν, ἀλλ᾿ οὐ ζῷον καί πεζόν; ἐκ γάρ τῶν λαμβανομένων οὐδεμία ἀνάγκη ἐστίν ἓν γίνεσθαι τό κατηγορούμενον, ἀλλ᾿ ὥσπερ ἂν ἄνθρωπος ὁ αὐτός εἴη μουσικός καί γραμματικός.
274Aristoteles, Analytica posteriora, 2, II 7; 1 (auctor 384BC-322BC)
Πῶς οὖν δή ὁ ὁριζόμενος δείξει τήν οὐσίαν ἢ τό τί ἐστιν; οὔτε γάρ ὡς ἀποδεικνύς ἐξ ὁμολογουμένων εἶναι δῆλον ποιήσει ὅτι ἀνάγκη ἐκείνων ὄντων ἕτερόν τι εἶναι, ἀπόδειξις γάρ τοῦτο, οὔθ᾿ ὡς ὁ ἐπάγων διά τῶν καθ᾿ ἕκαστα δήλων ὄντων, ὅτι πᾶν οὕτως τῷ μηδέν ἄλλως· οὐ γάρ τί ἐστι δείκνυσιν, ἀλλ᾿ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν.
275Aristoteles, Analytica posteriora, 2, II 7; 3 (auctor 384BC-322BC)
Ἔτι πῶς δείξει τό τί ἐστιν; ἀνάγκη γάρ τόν εἰδότα τό τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν, εἰδέναι καί ὅτι ἔστιν· τό γάρ μή ὂν οὐδείς οἶδεν ὅ τι ἐστίν, ἀλλά τί μέν σημαίνει ὁ λόγος ἢ τό ὄνομα, ὅταν εἴπω τραγέλαφος, τί δ᾿ ἔστι τραγέλαφος, ἀδύνατον εἰδέναι.
276Aristoteles, Analytica posteriora, 2, II 8; 2 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἐστίν, ὡς ἔφαμεν, ταὐτόν τό εἰδέναι τί ἐστι καί τό εἰδέναι τό αἴτιον τοῦ τί ἐστι· λόγος δέ τούτου, ὅτι ἔστι τι τό αἴτιον· καί τοὔτο ἢ τό αὐτό ἢ ἄλλο, κἂν ᾖ ἄλλο, ἢ ἀποδεικτόν ἢ ἀναπόδεικτον· εἰ τοίνυν ἐστίν ἄλλο καί ἐνδέχεται ἀποδεῖξαι, ἀνάγκη μέσον εἶναι τό αἴτιον καί ἐν τῷ σχήματι τῷ πρώτῳ δείκνυσθαι· καθόλου τε γάρ καί κατηγορικόν τό δεικνύμενον.
277Aristoteles, Analytica posteriora, 2, II 8; 4 (auctor 384BC-322BC)
Τῶν τε γάρ τί ἐστιν ἀνάγκη τό μέσον εἶναι τί ἐστι, καί τῶν ἰδίων ἴδιον.
278Aristoteles, Analytica posteriora, 2, II 11; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ ἐπίστασθαι οἰόμεθα ὅταν εἰδῶμεν τήν αἰτίαν, αἰτίαι δέ τέτταρες, μία μέν τό τί ἦν εἶναι, μία δέ τό τίνων ὄντων ἀνάγκη τοῦτ᾿ εἶναι, ἑτέρα δέ ἥ τι πρῶτον ἐκίνησε, τετάρτη δέ τό τίνος ἕνεκα, πᾶσαι αὗται διά τοῦ μέσου δείκνυνται.
279Aristoteles, Analytica posteriora, 2, II 11; 2 (auctor 384BC-322BC)
Τό τε γάρ οὗ ὄντος τοδί ἀνάγκη εἶναι μιᾶς μέν προτάσεως ληφθείσης οὐκ ἔστι, δυοῖν δέ τοὐλάχιστον· τοῦτο δ᾿ ἐστίν, ὅταν ἓν μέσον ἔχωσιν.
280Aristoteles, Analytica posteriora, 2, II 11; 3 (auctor 384BC-322BC)
Τούτου οὖν ἑνός ληφθέντος τό συμπέρασμα ἀνάγκη εἶναι.
281Aristoteles, Analytica posteriora, 2, II 11; 27 (auctor 384BC-322BC)
Ἂρ᾿ οὖν εἰ εἶναι ἐνδέχεται, καί γίνεσθαι ἐνδέχεται; ὥσπερ εἰ βροντᾷ ἀποσβεννυμένου τε τοῦ πυρός ἀνάγκη σίζειν καί ψοφεῖν, καί εἰ ὡς οἱ Πυθαγόρειοί φασιν ἀπειλῆς ἕνεκα τοῖς ἐν τῷ ταρτάρῳ, ὅπως φοβῶνται.
282Aristoteles, Analytica posteriora, 2, II 11; 29 (auctor 384BC-322BC)
Ἡ δ᾿ ἀνάγκη διττή· ἡ μέν γάρ κατά φύσιν καί τήν ὁρμήν, ἡ δέ βίᾳ ἡ παρά τήν ὁρμήν, ὥσπερ λίθος ἐξ ἀνάγκης καί ἄνω καί κάτω φέρεται, ἀλλ᾿ οὐ διά τήν αὐτήν ἀνάγκην.
283Aristoteles, Analytica posteriora, 2, II 12; 26 (auctor 384BC-322BC)
Ἀνάγκη γάρ καί ἐν τούτοις τό μέσον καί τό πρῶτον ἄμεσα εἶναι.
284Aristoteles, Analytica posteriora, 2, II 12; 31 (auctor 384BC-322BC)
Τοῦ δή Δ γενομένου ἀνάγκη τό Α γεγονέναι.
285Aristoteles, Analytica posteriora, 2, II 12; 32 (auctor 384BC-322BC)
Αἴτιον δέ τό Γ· τοῦ γάρ Δ γενομένου τό Γ ἀνάγκη γεγονέναι, τοῦ δέ Γ γεγονότος ἀνάγκη πρότερον τό Α γεγονέναι.
286Aristoteles, Analytica posteriora, 2, II 12; 34 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἄρξασθαί γε ὅμως ἀνάγκη ἀπό μέσου καί ἀπό τοῦ νῦν πρώτου.
287Aristoteles, Analytica posteriora, 2, II 12; 36 (auctor 384BC-322BC)
Εἰ γάρ ἀληθές εἰπεῖν ὅτι ἔσται τό Δ, ἀνάγκη πρότερον ἀληθές εἰπεῖν ὅτι τό Α ἔσται.
288Aristoteles, Analytica posteriora, 2, II 12; 41 (auctor 384BC-322BC)
Εἰ γέγονεν οἰκία, ἀνάγκη τετμῆσθαι λίθους καί γεγονέναι.
289Aristoteles, Analytica posteriora, 2, II 12; 42 (auctor 384BC-322BC)
Τοῦτο διά τί; ὅτι ἀνάγκη θεμέλιον γεγονέναι, εἴπερ καί οἰκίαν γεγονέναι.
290Aristoteles, Analytica posteriora, 2, II 12; 43 (auctor 384BC-322BC)
Εἰ δέ θεμέλιον, πρότερον λίθους γεγονέναι ἀνάγκη.
291Aristoteles, Analytica posteriora, 2, II 12; 49 (auctor 384BC-322BC)
Βεβρεγμένης τῆς γῆς ἀνάγκη ἀτμίδα γίνεσθαι, τούτου δέ γενομένου νέφος, τούτου δέ γενομένου ὕδωρ· τούτου δέ γενομένου ἀνάγκη βεβρέχθαι τήν γῆν· τοῦτο δ᾿ ἦν τό ἐξ ἀρχῆς, ὥστε κύκλῳ περιελήλυθεν· ἑνός γάρ αὐτῶν ὁτουοῦν ὄντος ἕτερόν ἐστι, κἀκείνου ἄλλο, καί τούτου τό πρῶτον.
292Aristoteles, Analytica posteriora, 2, II 12; 51 (auctor 384BC-322BC)
Τῶν δή τοιούτων ἀνάγκη καί τό μέσον ὡς ἐπί τό πολύ εἶναι.
293Aristoteles, Analytica posteriora, 2, II 12; 52 (auctor 384BC-322BC)
Εἰ γάρ τό Α κατά τοῦ Β καθόλου κατηγορεῖται, καί τοῦτο κατά τοῦ Γ καθόλου, ἀνάγκη καί τό Α κατά τοῦ Γ ἀεί καί ἐπί παντός κατηγορεῖσθαι· τοῦτο γάρ ἐστι τό καθόλου, καί ἐπί παντί καί ἀεί.
294Aristoteles, Analytica posteriora, 2, II 12; 53 (auctor 384BC-322BC)
Ἀλλ᾿ ὑπέκειτο ὡς ἐπί τό πολύ· ἀνάγκη ἄρα καί τό μέσον ὡς ἐπί τό πολύ εἶναι τό ἐφ᾿ οὗ τό Β.
295Aristoteles, Analytica posteriora, 2, II 13; 7 (auctor 384BC-322BC)
Τά δή τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον, ὧν ἕκαστον μέν ἐπί πλεῖον ὑπάρξει, ἅπαντα δέ μή ἐπί πλέον· ταύτην γάρ ἀνάγκη οὐσίαν εἶναι τοῦ πράγματος.
296Aristoteles, Analytica posteriora, 2, II 13; 13 (auctor 384BC-322BC)
Ἀνάγκη γάρ, εἰ μή τοῦτο ἦν τριάδι εἶναι, οἷον γένος τι εἶναι τοῦτο, ἢ ὠνομασμένον ἢ ἀνώνυμον.
297Aristoteles, Analytica posteriora, 2, II 13; 37 (auctor 384BC-322BC)
Τό δ᾿ ἅπαν ἐμπίπτειν εἰς τήν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα ὧν μή ἐστι μεταξύ, οὐκ αἴτημα· ἀνάγκη γάρ ἅπαν ἐν θατέρῳ αὐτῶν εἶναι, εἴπερ ἐκείνου διαφορά ἔσται.
298Aristoteles, Analytica posteriora, 2, II 13; 41 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἔσται, ἐάν ληφθῇ ὃ πᾶσιν ἀκολουθεῖ, ἐκείνῳ δέ μή πάντα· ἀνάγκη γάρ εἶναί τι τοιοῦτον.
299Aristoteles, Analytica posteriora, 2, II 13; 60 (auctor 384BC-322BC)
Εἰ δέ μή διαλέγεσθαι δεῖ μεταφοραῖς, δῆλον ὅτι οὐδ᾿ ὁρίζεσθαι οὔτε μεταφοραῖς οὔτε ὅσα λέγεται μεταφοραῖς· διαλέγεσθαι γάρ ἀνάγκη ἔσται μεταφοραῖς.
300Aristoteles, Analytica posteriora, 2, II 16; 17 (auctor 384BC-322BC)
Ὑπάρξει ἄρα τό Α τοῖς ΔΕ· αἴτιον δέ τῷ μέν Δ τό Β, τῷ δέ Ε τό Γ· ὥστε τοῦ μέν αἰτίου ὑπάρχοντος ἀνάγκη τό πρᾶγμα ὑπάρχειν, τοῦ δέ πράγματος ὑπάρχοντος οὐκ ἀνάγκη πᾶν ὃ ἂν ᾖ αἴτιον, ἀλλ᾿ αἴτιον μέν, οὐ μέντοι πᾶν.
301Aristoteles, Analytica posteriora, 2, II 19; 8 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα ἔχειν μέν τινα δύναμιν, μή τοιαύτην δ᾿ ἔχειν ἣ ἔσται τούτων τιμιωτέρα κατ᾿ ἀκρίβειαν.
302Aristoteles, Analytica priora, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν, τούτων δέ αἱ μέν καταφατικαί αἱ δέ ἀποφατικαί καθ᾿ ἑκάστην πρόσρησιν, πάλιν δέ τῶν καταφατικῶν καί ἀποφατικῶν αἱ μέν καθόλου αἱ δέ ἐν μέρει αἱ δέ ἀδιόριστοι, τήν μέν ἐν τῷ ὑπάρχειν καθόλου στερητικήν ἀνάγκη τοῖς ὅροις ἀντιστρέφειν, οἷον εἰ μηδεμία ἡδονή ἀγαθόν, οὐδ᾿ ἀγαθόν οὐδέν ἔσται ἡδονή· τήν δέ κατηγορικήν ἀντιστρέφειν μέν ἀναγκαῖον, οὐ μήν καθόλου ἀλλ᾿ ἐν μέρει, οἷον εἰ πᾶσα ἡδονή ἀγαθόν, καί ἀγαθόν τι εἶναι ἡδονήν· τῶν δέ ἐν μέρει τήν μέν καταφατικήν ἀντιστρέφειν ἀνάγκη κατά μέρος (εἰ γάρ ἡδονή τις ἀγαθόν, καί ἀγαθόν τι ἔσται ἡδονή), τήν δέ στερητικήν οὐκ ἀναγκαῖον· οὐ γάρ εἰ ἄνθρωπος μή ὑπάρχει τινί ζῴῳ, καί ζῷον οὐχ ὑπάρχει τινί ἀνθρώπῳ.
303Aristoteles, Analytica priora, 1, I 2; 8 (auctor 384BC-322BC)
Εἰ γάρ τό Α τινί τῶν Β, καί τό Β τινί τῶν Α ἀνάγκη ὑπάρχειν.
304Aristoteles, Analytica priora, 1, I 2; 10 (auctor 384BC-322BC)
Εἰ δέ γε τό Α τινί τῶν Β μή ὑπάρχει, οὐκ ἀνάγκη καί τό Β τινί τῷ Α μή ὑπάρχειν, οἷον εἰ τό μέν Β ἐστί ζῷον, τό δέ Α ἄνθρωπος· ἄνθρωπος μέν γάρ οὐ παντί ζῴῳ, ζῷον δέ παντί ἀνθρώπῳ ὑπάρχει.
305Aristoteles, Analytica priora, 1, I 3; 3 (auctor 384BC-322BC)
Εἰ μέν γάρ ἀνάγκη τό Α τῷ Β μηδενί ὑπάρχειν, ἀνάγκη καί τό Β τῷ Α μηδενί ὑπάρχειν· εἰ γάρ τινί ἐνδέχεται, καί τό Α τῷ Β τινί ἐνδέχοιτο ἄν.
306Aristoteles, Analytica priora, 1, I 3; 4 (auctor 384BC-322BC)
Εἰ δέ ἐξ ἀνάγκης τό Α παντί ἢ τινί τῷ Β ὑπάρχει, καί τό Β τινί τῷ Α ἀνάγκη ὑπάρχειν· εἰ γάρ μή ἀνάγκη, οὐδ᾿ ἂν τό Α τινί τῶν Β ἐξ ἀνάγκης ὑπάρχοι.
307Aristoteles, Analytica priora, 1, I 3; 9 (auctor 384BC-322BC)
Τούτων γάρ τό μέν ἐξ ἀνάγκης οὐχ ὑπάρχει, τό δέ οὐκ ἀνάγκη ὑπάρχειν, καί ὁμοίως ἀντιστρέφει ἡ πρότασις· εἰ γάρ ἐνδέχεται μηδενί ἀνθρώπῳ ἵππον, καί ἄνθρωπον ἐγχωρεῖ μηδενί ἵππῳ· καί εἰ τό λευκόν ἐγχωρεῖ μηδενί ἱματίῳ, καί τό ἱμάτιον ἐγχωρεῖ μηδενί λευκῷ· εἰ γάρ τινι ἀνάγκη, καί τό λευκόν ἱματίῳ τινί ἔσται ἐξ ἀνάγκης· τοῦτο γάρ δέδεικται πρότερον.
308Aristoteles, Analytica priora, 1, I 4; 3 (auctor 384BC-322BC)
Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρός ἀλλήλους ὥστε τόν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καί τόν μέσον ἐν ὅλῳ τῷ πρώτῳ ἢ εἶναι ἢ μή εἶναι, ἀνάγκη τῶν ἄκρων εἶναι συλλογισμόν τέλειον.
309Aristoteles, Analytica priora, 1, I 4; 5 (auctor 384BC-322BC)
Εἰ γάρ τό Α κατά παντός τοῦ Β καί τό Β κατά παντός τοῦ Γ, ἀνάγκη τό Α κατά παντός τοῦ Γ κατηγορεῖσθαι· πρότερον γάρ εἴρηται πῶς τό κατά παντός λέγομεν.
310Aristoteles, Analytica priora, 1, I 4; 12 (auctor 384BC-322BC)
Εἰ δ᾿ ὁ μέν καθόλου τῶν ὅρων ὁ δ᾿ ἐν μέρει πρός τόν ἕτερον, ὅταν μέν τό καθόλου τεθῇ πρός τό μεῖζον ἄκρον ἢ κατηγορικόν ἢ στερητικόν, τό δέ ἐν μέρει πρός τό ἔλαττον κατηγορικόν, ἀνάγκη συλλογισμόν εἶναι τέλειον, ὅταν δέ πρός τό ἔλαττον ἢ καί ἄλλως πως ἔχωσιν οἱ ὅροι, ἀδύνατον.
311Aristoteles, Analytica priora, 1, I 4; 15 (auctor 384BC-322BC)
Οὐκοῦν εἰ ἔστι παντός κατηγορεῖσθαι τό ἐν ἀρχῇ λεχθέν, ἀνάγκη τό Α τινί τῷ Γ ὑπάρχειν.
312Aristoteles, Analytica priora, 1, I 4; 16 (auctor 384BC-322BC)
Καί εἰ τό μέν Α μηδενί τῷ Β ὑπάρχει, τό δέ Β τινί τῷ Γ, ἀνάγκη τό Α τινί τῷ Γ μή ὑπάρχειν· ὥρισται γάρ καί τό κατά μηδενός πῶς λέγομεν· ὥστε ἔσται συλλογισμός τέλειος.
313Aristoteles, Analytica priora, 1, I 4; 29 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων ὡς ἐάν ᾖ συλλογισμός ἐν τούτῳ τῷ σχήματι κατά μέρος, ὅτι ἀνάγκη τούς ὅρους οὕτως ἔχειν ὡς εἴπομεν· ἄλλως γάρ ἐχόντων οὐδαμῶς γίνεται.
314Aristoteles, Analytica priora, 1, I 5; 16 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἂν ᾖ συλλογισμός καθόλου τῶν ὅρων ὄντων, ἀνάγκη τούς ὅρους ἔχειν ὡς ἐν ἀρχῇ εἴπομεν· ἄλλως γάρ ἐχόντων οὐ γίνεται τό ἀναγκαῖον.
315Aristoteles, Analytica priora, 1, I 5; 17 (auctor 384BC-322BC)
Ἐάν δέ πρός τόν ἕτερον ᾖ καθόλου τό μέσον, ὅταν μέν πρός τόν μείζω γένηται καθόλου ἢ κατηγορικῶς ἢ στερητικῶς, πρός δέ τόν ἐλάττω κατά μέρος καί ἀντικειμένως τῷ καθόλου (λέγω δέ τό ἀντικειμένως, εἰ μέν τό καθόλου στερητικόν, τό ἐν μέρει καταφατικόν· εἰ δέ κατηγορικόν τό καθόλου, τό ἐν μέρει στερητικόν), ἀνάγκη γίνεσθαι συλλογισμόν στερητικόν κατά μέρος.
316Aristoteles, Analytica priora, 1, I 5; 18 (auctor 384BC-322BC)
Εἰ γάρ τό Μ τῷ μέν Ν μηδενί τῷ δέ Ξ τινί ὑπάρχει, ἀνάγκη τό Ν τινί τῷ Ξ μή ὑπάρχειν.
317Aristoteles, Analytica priora, 1, I 5; 20 (auctor 384BC-322BC)
Πάλιν εἰ τῷ μέν Ν παντί τό Μ, τῷ δέ Ξ τινί μή ὑπάρχει, ἀνάγκη τό Ν τινί τῷ Ξ μή ὑπάρχειν· εἰ γάρ παντί ὑπάρχει, κατηγορεῖται δέ καί τό Μ παντός τοῦ Ν, ἀνάγκη τό Μ παντί τῷ Ξ ὑπάρχειν· ὑπέκειτο δέ τινί μή ὑπάρχειν.
318Aristoteles, Analytica priora, 1, I 5; 40 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων ὅτι ἐάν τε οὕτως ἔχωσιν οἱ ὅροι πρός ἀλλήλους ὡς ἐλέχθη, γίνεται συλλογισμός ἐξ ἀνάγκης, ἄν τ᾿ ᾖ συλλογισμός, ἀνάγκη τούς ὅρους οὕτως ἔχειν.
319Aristoteles, Analytica priora, 1, I 6; 3 (auctor 384BC-322BC)
Καθόλου μέν οὖν ὄντων, ὅταν καί τό Π καί τό Ρ παντί τῷ Σ ὑπάρχῃ, ὅτι τινί τῷ Ρ τό Π ὑπάρξει ἐξ ἀνάγκης· ἐπεί γάρ ἀντιστρέφει τό κατηγορικόν, ὑπάρξει τό Σ τινί τῷ Ρ, ὥστ᾿ ἐπεί τῷ μέν Σ παντί τό Π, τῷ δέ Ρ τινί τό Σ, ἀνάγκη τό Π τινί τῷ Ρ ὑπάρχειν· γίνεται γάρ συλλογισμός διά τοῦ πρώτου σχήματος.
320Aristoteles, Analytica priora, 1, I 6; 14 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ὁ μέν ᾖ καθόλου πρός τό μέσον ὁ δ᾿ ἐν μέρει, κατηγορικῶν μέν ὄντων ἀμφοῖν ἀνάγκη γίνεσθαι συλλογισμόν, ἂν ὁποτεροσοῦν ᾖ καθόλου τῶν ὅρων.
321Aristoteles, Analytica priora, 1, I 6; 15 (auctor 384BC-322BC)
Εἰ γάρ τό μέν Ρ παντί τῷ Σ τό δέ Π τινί, ἀνάγκη τό Π τινί τῷ Ρ ὑπάρχειν.
322Aristoteles, Analytica priora, 1, I 6; 17 (auctor 384BC-322BC)
Πάλιν εἰ τό μέν Ρ τινί τῷ Σ τό δέ Π παντί ὑπάρχει, ἀνάγκη τό Π τινί τῷ Ρ ὑπάρχειν· ὁ γάρ αὐτός τρόπος τῆς ἀποδείξεως.
323Aristoteles, Analytica priora, 1, I 6; 20 (auctor 384BC-322BC)
Εἰ γάρ τό Ρ παντί τῷ Σ, τό δέ Π τινί μή ὑπάρχει, ἀνάγκη τό Π τινί τῷ Ρ μή ὑπάρχειν.
324Aristoteles, Analytica priora, 1, I 6; 40 (auctor 384BC-322BC)
Φανερόν οὖν καί ἐν τούτῳ τῷ σχήματι πότ᾿ ἔσται καί πότ᾿ οὐκ ἔσται συλλογισμός, καί ὅτι ἐχόντων τε τῶν ὅρων ὡς ἐλέχθη γίνεται συλλογισμός ἐξ ἀνάγκης, ἄν τ᾿ ᾖ συλλογισμός, ἀνάγκη τούς ὅρους οὕτως ἔχειν.
325Aristoteles, Analytica priora, 1, I 7; 1 (auctor 384BC-322BC)
Δῆλον δέ καί ὅτι ἐν ἅπασι τοῖς σχήμασιν, ὅταν μή γίνηται συλλογισμός, κατηγορικῶν μέν ἢ στερητικῶν ἀμφοτέρων ὄντων τῶν ὅρων οὐδέν ὅλως γίνεται ἀναγκαῖον, κατηγορικοῦ δέ καί στερητικοῦ, καθόλου ληφθέντος τοῦ στερητικοῦ ἀεί γίνεται συλλογισμός τοῦ ἐλάττονος ἄκρου πρός τό μεῖζον, οἷον εἰ τό μέν Α παντί τῷ Β ἢ τινί, τό δέ Β μηδενί τῷ Γ· ἀντιστρεφομένων γάρ τῶν προτάσεων ἀνάγκη τό Γ τινί τῷ Α μή ὑπάρχειν.
326Aristoteles, Analytica priora, 1, I 8; 4 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τοῖς ἄλλοις τόν αὐτόν τρόπον δειχθήσεται διά τῆς ἀντιστροφῆς τό συμπέρασμα ἀναγκαῖον, ὥσπερ ἐπί τοῦ ὑπάρχειν· ἐν δέ τῷ μέσῳ σχήματι, ὅταν ᾖ τό καθόλου καταφατικόν τό δ᾿ ἐν μέρει στερητικόν, καί πάλιν ἐν τῷ τρίτῳ, ὅταν τό μέν καθόλου κατηγορικόν τό δ᾿ ἐν μέρει στερητικόν, οὐχ ὁμοίως ἔσται ἡ ἀπόδειξις, ἀλλ᾿ ἀνάγκη ἐκθεμένους ᾧ τινί ἑκάτερον μή ὑπάρχει, κατά τούτου ποιεῖν τόν συλλογισμόν· ἔσται γάρ ἀναγκαίως ἐπί τούτων· εἰ δέ κατά τοῦ ἐκτεθέντος ἐστίν ἀναγκαῖος, καί κατ᾿ ἐκείνου τινός· τό γάρ ἐκτεθέν ὅπερ ἐκεῖνό τί ἐστιν.
327Aristoteles, Analytica priora, 1, I 9; 9 (auctor 384BC-322BC)
Ἔστω δή πρῶτον τό καθόλου ἀναγκαῖον, καί τό μέν Α παντί τῷ Β ὑπαρχέτω ἐξ ἀνάγκης, τό δέ Β τινί τῷ Γ ὑπαρχέτω μόνον· ἀνάγκη δή τό Α τινί τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης· τό γάρ Γ ὑπό τό Β ἐστί, τῷ δέ Β παντί τό Α ὑπῆρχεν ἐξ ἀνάγκης.
328Aristoteles, Analytica priora, 1, I 10; 12 (auctor 384BC-322BC)
Τό δέ γε Β τινί τῷ Α ἀνάγκη ὑπάρχειν, εἴπερ καί τό Α παντί τῷ Β ἐξ ἀνάγκης ὑπῆρχεν.
329Aristoteles, Analytica priora, 1, I 10; 13 (auctor 384BC-322BC)
Ὥστε τό Γ ἀνάγκη τινί τῷ Α μή ὑπάρχειν.
330Aristoteles, Analytica priora, 1, I 11; 14 (auctor 384BC-322BC)
Τό μέν οὖν ἀγαθόν ἐνδέχεται μηδενί ἵππῳ ὑπάρχειν, τό δέ ζῷον ἀνάγκη παντί ὑπάρχειν· ἀλλ᾿ οὐκ ἀνάγκη ζῷόν τι μή εἶναι ἀγαθόν, εἴπερ ἐνδέχεται πᾶν εἶναι ἀγαθόν.
331Aristoteles, Analytica priora, 1, I 11; 18 (auctor 384BC-322BC)
Εἰ οὖν ἀνάγκη τό Β παντί τῷ Γ ὑπάρχειν, τό δέ Α ὑπό τό Γ ἐστίν, ἀνάγκη τό Β τινί τῷ Α ὑπάρχειν.
332Aristoteles, Analytica priora, 1, I 11; 27 (auctor 384BC-322BC)
Τό μέν οὖν Β τινί τῷ Γ ἀνάγκη ὑπάρχειν, τό δέ Α τῷ Γ ἐνδέχεται, καί τό Α τῷ Β οὐκ ἀναγκαῖον· οὐ γάρ ἀνάγκη δίπουν τι καθεύδειν ἢ ἐγρηγορέναι.
333Aristoteles, Analytica priora, 1, I 11; 29 (auctor 384BC-322BC)
Εἰ δ᾿ ὁ μέν κατηγορικός ὁ δέ στερητικός τῶν ὅρων, ὅταν μέν ᾖ τό καθόλου στερητικόν τε καί ἀναγκαῖον, καί τό συμπέρασμα ἔσται ἀναγκαῖον· εἰ γάρ τό Α τῷ Γ μηδενί ἐνδέχεται, τό δέ Β τινί τῷ Γ ὑπάρχει, τό Α τινί τῷ Β ἀνάγκη μή ὑπάρχειν.
334Aristoteles, Analytica priora, 1, I 11; 31 (auctor 384BC-322BC)
Τά μέν γάρ ἄλλα ταὐτά ἃ καί ἐπί τῶν πρότερον ἐροῦμεν, ὅροι δ᾿ ὅταν μέν ᾖ τό καθόλου κατηγορικόν ἀναγκαῖον, ἐγρήγορσις—ζῷον—ἄνθρωπος, μέσον ἄνθρωπος, ὅταν δ᾿ ἐν μέρει τό κατηγορικόν ἀναγκαῖον, ἐγρήγορσις—ζῷον—λευκόν· ζῷον μέν γάρ ἀνάγκη τινί λευκῷ ὑπάρχειν, ἐγρήγορσις δ᾿ ἐνδέχεται μηδενί, καί οὐκ ἀνάγκη τινί ζῴῳ μή ὑπάρχειν ἐγρήγορσιν.
335Aristoteles, Analytica priora, 1, I 12; 2 (auctor 384BC-322BC)
Ἐν ἀμφοτέροις δέ, καί καταφατικῶν καί στερητικῶν ὄντων τῶν συλλογισμῶν, ἀνάγκη τήν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι.
336Aristoteles, Analytica priora, 1, I 13; 3 (auctor 384BC-322BC)
Ὅτι δέ τοῦτ᾿ ἔστι τό ἐνδεχόμενον, φανερόν ἔκ τε τῶν ἀποφάσεων καί τῶν καταφάσεων τῶν ἀντικειμένων· τό γάρ οὐκ ἐνδέχεται ὑπάρχειν καί ἀδύνατον ὑπάρχειν καί ἀνάγκη μή ὑπάρχειν ἤτοι ταὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις, ὥστε καί τά ἀντικείμενα τούτοις, τό ἐνδέχεται ὑπάρχειν καί οὐκ ἀδύνατον ὑπάρχειν καί οὐκ ἀνάγκη μή ὑπάρχειν, ἤτοι ταὐτά ἔσται ἢ ἀκολουθοῦντα ἀλλήλοις· κατά παντός γάρ ἡ κατάφασις ἢ ἡ ἀπόφασίς ἐστιν.
337Aristoteles, Analytica priora, 1, I 14; 13 (auctor 384BC-322BC)
Πάλιν εἰ τό Α ἐνδέχεται μηδενί τῷ Β, τό δέ Β τινί τῶν Γ ἐνδέχεται ὑπάρχειν, ἀνάγκη τό Α ἐνδέχεσθαί τινι τῶν Γ μή ὑπάρχειν.
338Aristoteles, Analytica priora, 1, I 14; 23 (auctor 384BC-322BC)
Λείπεται δή τοῦ ἐνδέχεσθαι εἶναι· τοῦτο δ᾿ ἀδύνατον· δέδεικται γάρ ὅτι οὕτως ἐχόντων τῶν ὅρων καί παντί τῷ ἐσχάτῳ τό πρῶτον ἀνάγκη καί οὐδενί ἐνδέχεται ὑπάρχειν.
339Aristoteles, Analytica priora, 1, I 15; 8 (auctor 384BC-322BC)
Πρῶτον δέ λεκτέον ὅτι εἰ τοῦ Α ὄντος ἀνάγκη τό Β εἶναι, καί δυνατοῦ ὄντος τοῦ Α δυνατόν ἔσται τό Β ἐξ ἀνάγκης.
340Aristoteles, Analytica priora, 1, I 15; 19 (auctor 384BC-322BC)
Διωρισμένων δή τούτων ὑπαρχέτω τό Α παντί τῷ Β, τό δέ Β παντί τῷ Γ ἐνδεχέσθω· ἀνάγκη οὖν τό Α παντί τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν.
341Aristoteles, Analytica priora, 1, I 15; 23 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα τό Α παντί τῷ Γ ἐνδέχεσθαι· ψεύδους γάρ τεθέντος καί οὐκ ἀδυνάτου τό συμβαῖνόν ἐστιν ἀδύνατον.
342Aristoteles, Analytica priora, 1, I 15; 32 (auctor 384BC-322BC)
Τούτων οὖν τεθέντων ἀνάγκη τό Α ἐνδέχεσθαι μηδενί τῷ Γ ὑπάρχειν.
343Aristoteles, Analytica priora, 1, I 15; 34 (auctor 384BC-322BC)
Ἀνάγκη δή τό Α τινί τῷ Β ὑπάρχειν· γίνεται γάρ συλλογισμός διά τοῦ τρίτου σχήματος· τοῦτο δέ ἀδύνατον.
344Aristoteles, Analytica priora, 1, I 15; 44 (auctor 384BC-322BC)
Τό μέν οὖν Α οὐδενί τῷ Β ὑπάρξει, τό δέ Β παντί τῷ Γ ἐνδέχεται, καί οὐκ ἔσται τό συμπέρασμα ἀναγκαῖον· οὐ γάρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον, ἀλλ᾿ οὐκ ἀνάγκη τινά.
345Aristoteles, Analytica priora, 1, I 16; 11 (auctor 384BC-322BC)
Ἀνάγκη δή τό Α μηδενί τῷ Γ ὑπάρχειν.
346Aristoteles, Analytica priora, 1, I 16; 22 (auctor 384BC-322BC)
Οἷον εἰ τό μέν Α μηδενί τῶν Β ἐνδέχεται ὑπάρχειν, τό δέ Β τινί τῶν Γ ἐνδέχεται ὑπάρχειν, ἀνάγκη τό Α τινί τῶν Γ μή ὑπάρχειν.
347Aristoteles, Analytica priora, 1, I 17; 4 (auctor 384BC-322BC)
Πρῶτον οὖν δεικτέον ὅτι οὐκ ἀντιστρέφει τό ἐν τῷ ἐνδέχεσθαι στερητικόν, οἷον εἰ τό Α ἐνδέχεται μηδενί τῷ Β, οὐκ ἀνάγκη καί τό Β ἐνδέχεσθαι μηδενί τῷ Α.
348Aristoteles, Analytica priora, 1, I 17; 11 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἀδύνατον· οὐ γάρ εἰ μή ἐνδέχεται μηδενί τό Β τῷ Α, ἀνάγκη τινί ὑπάρχειν.
349Aristoteles, Analytica priora, 1, I 17; 28 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐδ᾿ ἐνδέχεσθαι μή ὑπάρχειν· ἀνάγκη γάρ μηδένα ἵππον ἄνθρωπον εἶναι, τό δ᾿ ἀναγκαῖον οὐκ ἦν ἐνδεχόμενον.
350Aristoteles, Analytica priora, 1, I 19; 15 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι οὐδέ τοῦ μή ὑπάρχειν, εἴπερ οὕτως ἐχόντων ἀνάγκη ὑπάρχειν.
351Aristoteles, Analytica priora, 1, I 20; 8 (auctor 384BC-322BC)
Καί εἰ τό μέν Α ἐνδέχεται μηδενί τῷ Γ ὑπάρχειν, τό δέ Β παντί τῷ Γ, ἀνάγκη τό Α τινί τῷ Β ἐνδέχεσθαι μή ὑπάρχειν· ἔσται γάρ πάλιν τό πρῶτον σχῆμα διά τῆς ἀντιστροφῆς.
352Aristoteles, Analytica priora, 1, I 20; 17 (auctor 384BC-322BC)
Ὅταν δέ ἀμφότεραι ἀδιόριστοι ἢ ἐν μέρει ληφθῶσιν, οὐκ ἔσται συλλογισμός· καί γάρ παντί ἀνάγκη τό Α τῷ Β καί μηδενί ὑπάρχειν.
353Aristoteles, Analytica priora, 1, I 21; 9 (auctor 384BC-322BC)
Ὑπαρχέτω γάρ τό μέν Β παντί τῷ Γ, τό δέ Α ἐνδεχέσθω τινί τῷ Γ μή ὑπάρχειν· ἀνάγκη δή τό Α ἐνδέχεσθαι τινί τῷ Β μή ὑπάρχειν.
354Aristoteles, Analytica priora, 1, I 22; 3 (auctor 384BC-322BC)
Ἐπεί οὖν τό μέν Α παντί τῷ Γ ἀνάγκη, τό δέ Γ τινί τῷ Β ἐνδέχεται, καί τό Α τινί τῷ Β ἐνδεχόμενον ἔσται καί οὐχ ὑπάρχον· οὕτω γάρ συνέπιπτεν ἐπί τοῦ πρώτου σχήματος.
355Aristoteles, Analytica priora, 1, I 22; 11 (auctor 384BC-322BC)
Ὅτε δ᾿ οὕτως εἶχον αἱ προτάσεις, συνέβαινε τό Α τῷ Γ καί ἐνδέχεσθαι τινί μή ὑπάρχειν καί μή ὑπάρχειν, ὥστε καί τό Α τῷ Β ἀνάγκη τινί μή ὑπάρχειν.
356Aristoteles, Analytica priora, 1, I 22; 12 (auctor 384BC-322BC)
Ὅταν δέ τό στερητικόν τεθῇ πρός τό ἔλαττον ἄκρον, ἐάν μέν ἐνδεχόμενον, ἔσται συλλογισμός μεταληφθείσης τῆς προτάσεως, καθάπερ ἐν τοῖς πρότερον, ἐάν δ᾿ ἀναγκαῖον, οὐκ ἔσται· καί γάρ παντί ἀνάγκη καί οὐδενί ἐνδέχεται ὑπάρχειν· Ὅροι τοῦ παντί ὑπάρχειν ὕπνος—ἵππος καθεύδων—ἄνθρωπος, τοῦ μηδενί ὕπνος—ἵππος ἐγρηγορώς—ἄνθρωπος.
357Aristoteles, Analytica priora, 1, I 22; 15 (auctor 384BC-322BC)
Ἀνάγκη γάρ διά τοῦ πρώτου σχήματος τελειοῦσθαι τούς συλλογισμούς, ὥστε καθάπερ ἐν ἐκείνοις, καί ἐπί τούτων ἀναγκαῖον συμπίπτειν.
358Aristoteles, Analytica priora, 1, I 23; 2 (auctor 384BC-322BC)
Ἀνάγκη δή πᾶσαν ἀπόδειξιν καί πάντα συλλογισμόν ἢ ὑπάρχον τι ἢ μή ὑπάρχον δεικνύναι, καί τοῦτο ἢ καθόλου ἢ κατά μέρος, ἔτι ἢ δεικτικῶς ἢ ἐξ ὑποθέσεως.
359Aristoteles, Analytica priora, 1, I 23; 5 (auctor 384BC-322BC)
Εἰ δή δέοι τό Α κατά τοῦ Β συλλογίσασθαι ἢ ὑπάρχον ἢ μή ὑπάρχον, ἀνάγκη λαβεῖν τι κατά τινος.
360Aristoteles, Analytica priora, 1, I 23; 14 (auctor 384BC-322BC)
Εἰ οὖν ἀνάγκη μέν τι λαβεῖν πρός ἄμφω κοινόν, τοῦτο δ᾿ ἐνδέχεται τριχῶς (ἢ γάρ τό Α τοῦ Γ καί τό Γ τοῦ Β κατηγορήσαντας, ἢ τό Γ κατ᾿ ἀμφοῖν, ἢ ἄμφω κατά τοῦ Γ), ταῦτα δ᾿ ἐστί τά εἰρημένα σχήματα, φανερόν ὅτι πάντα συλλογισμόν ἀνάγκη γίνεσθαι διά τούτων τινός τῶν σχημάτων.
361Aristoteles, Analytica priora, 1, I 23; 22 (auctor 384BC-322BC)
Εἰ δέ τοῦτ᾿ ἀληθές, πᾶσαν ἀπόδειξιν καί πάντα συλλογισμόν ἀνάγκη γίνεσθαι διά τριῶν τῶν προειρημένων σχημάτων.
362Aristoteles, Analytica priora, 1, I 24; 7 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἐν ἅπαντι δεῖ τό καθόλου ὑπάρχειν, καί ὅτι τό μέν καθόλου ἐξ ἁπάντων τῶν ὅρων καθόλου δείκνυται, τό δ᾿ ἐν μέρει καί οὕτως κἀκείνως, ὥστ᾿ ἐάν μέν ᾖ τό συμπέρασμα καθόλου, καί τούς ὅρους ἀνάγκη καθόλου εἶναι, ἐάν δ᾿ οἱ ὅροι καθόλου, ἐνδέχεται τό συμπέρασμα μή εἶναι καθόλου.
363Aristoteles, Analytica priora, 1, I 24; 8 (auctor 384BC-322BC)
Δῆλον δέ καί ὅτι ἐν ἅπαντι συλλογισμῷ ἢ ἀμφοτέρας ἢ τήν ἑτέραν πρότασιν ὁμοίαν ἀνάγκη γίνεσθαι τῷ συμπεράσματι.
364Aristoteles, Analytica priora, 1, I 25; 8 (auctor 384BC-322BC)
Οὐκοῦν ἀνάγκη τι αὐτῶν ἄλλο πρός ἄλλο εἰλῆφθαι, τό μέν ὡς ὅλον τό δ᾿ ὡς μέρος· τοῦτο γάρ δέδεικται πρότερον, ὅτι ὄντος συλλογισμοῦ ἀναγκαῖον οὕτως τινάς ἔχειν τῶν ὅρων.
365Aristoteles, Analytica priora, 1, I 25; 24 (auctor 384BC-322BC)
Ὥστ᾿ ἐπεί αἱ μέν ἄρτιαι οἱ δέ περιττοί ἦσαν, ἀνάγκη παραλλάττειν τῆς αὐτῆς προσθέσεως γινομένης.
366Aristoteles, Analytica priora, 1, I 27; 15 (auctor 384BC-322BC)
Ὅταν δ᾿ ὑπό τινος περιέχηται τό ὑποκείμενον ᾧ τά ἑπόμενα δεῖ λαβεῖν, τά μέν τῷ καθόλου ἑπόμενα ἢ μή ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις (εἴληπται γάρ ἐν ἐκείνοις· ὅσα γάρ ζῴῳ, καί ἀνθρώπῳ ἕπεται, καί ὅσα μή ὑπάρχει, ὡσαύτως), τά δέ περί ἕκαστον ἴδια ληπτέον· ἔστι γάρ ἄττα τῷ εἴδει ἴδια παρά τό γένος· ἀνάγκη γάρ τοῖς ἑτέροις εἴδεσιν ἴδια ἄττα ὑπάρχειν.
367Aristoteles, Analytica priora, 1, I 27; 16 (auctor 384BC-322BC)
Οὐδέ δή τῷ καθόλου ἐκλεκτέον οἷς ἕπεται τό περιεχόμενον, οἷον ζῴῳ οἷς ἕπεται ἄνθρωπος· ἀνάγκη γάρ, εἰ ἀνθρώπῳ ἀκολουθεῖ τό ζῷον, καί τούτοις ἅπασιν ἀκολουθεῖν.
368Aristoteles, Analytica priora, 1, I 28; 1 (auctor 384BC-322BC)
Κατασκευάζειν μέν οὖν βουλομένοις κατά τινος ὅλου τοῦ μέν κατασκευαζομένου βλεπτέον εἰς τά ὑποκείμενα, καθ᾿ ὧν αὐτό τυγχάνει λεγόμενον, οὗ δέ δεῖ κατηγορεῖσθαι, ὅσα τούτῳ ἕπεται· ἂν γάρ τι τούτων ᾖ ταὐτόν, ἀνάγκη θάτερον θατέρῳ ὑπάρχειν.
369Aristoteles, Analytica priora, 1, I 28; 2 (auctor 384BC-322BC)
Ἢν δέ μή ὅτι παντί ἀλλ᾿ ὅτι τινί, οἷς ἕπεται ἑκάτερον· εἰ γάρ τι τούτων ταὐτόν, ἀνάγκη τινί ὑπάρχειν.
370Aristoteles, Analytica priora, 1, I 28; 5 (auctor 384BC-322BC)
Ἐάν δέ τινί μή ὑπάρχειν, ᾧ μέν μή ὑπάρχειν, οἷς ἕπεται, ὃ δέ μή ὑπάρχειν, ἃ μή δυνατόν αὐτῷ ὑπάρχειν· εἰ γάρ τι τούτων εἴη ταὐτόν, ἀνάγκη τινί μή ὑπάρχειν.
371Aristoteles, Analytica priora, 1, I 28; 8 (auctor 384BC-322BC)
Εἰ μέν οὖν ταὐτό τι ἔσται τῶν Γ τινί τῶν Ζ, ἀνάγκη τό Α παντί τῷ Ε ὑπάρχειν· τό μέν γάρ Ζ παντί τῷ Ε, τῷ δέ Γ παντί τῷ Α, ὥστε παντί τῷ Ε τό Α.
372Aristoteles, Analytica priora, 1, I 28; 9 (auctor 384BC-322BC)
Εἰ δέ τό Γ καί τό Η ταὐτόν, ἀνάγκη τινί τῶν Ε τό Α ὑπάρχειν· τῷ μέν γάρ Γ τό Α, τῷ δέ Η τό Ε παντί ἀκολουθεῖ.
373Aristoteles, Analytica priora, 1, I 28; 13 (auctor 384BC-322BC)
Εἰ δέ τῷ Η τό Β ταὐτόν, ἀντεστραμμένος ἔσται συλλογισμός· τό μέν γάρ Η τῷ Α ὑπάρξει παντί (τό γάρ Β τῷ Α), τό δέ Ε τῷ Β (ταὐτό γάρ ἦν τῷ Η)· τό δέ Α τῷ Ε παντί μέν οὐκ ἀνάγκη ὑπάρχειν, τινί δ᾿ ἀνάγκη διά τό ἀντιστρέφειν τῇ καθόλου κατηγορίᾳ τήν κατά μέρος.
374Aristoteles, Analytica priora, 1, I 28; 34 (auctor 384BC-322BC)
Εἶτα ἐν ὅσοις καί συμβαίνει γίνεσθαι συλλογισμόν τῷ ληφθῆναι ἐναντία ἢ μή ἐνδεχόμενα τῷ αὐτῷ ὑπάρχειν, εἰς τούς προειρημένους ἅπαντα ἀναχθήσεται τρόπους, οἷον εἰ τό Β καί τό Ζ ἐναντία ἢ μή ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν· ἔσται μέν γάρ τούτων ληφθέντων συλλογισμός ὅτι οὐδενί τῶν Ε τό Α ὑπάρχει, ἀλλ᾿ οὐκ ἐξ αὐτῶν ἀλλ᾿ ἐκ τοῦ προειρημένου τρόπου· τό γάρ Β τῷ μέν Α παντί τῷ δέ Ε οὐδενί ὑπάρξει, ὥστ᾿ ἀνάγκη ταὐτό εἶναι τό Β τινί τῶν Θ.
375Aristoteles, Analytica priora, 1, I 28; 35 (auctor 384BC-322BC)
Πάλιν εἰ τό Β καί Η μή ἐγχωρεῖ τῷ αὐτῷ παρεῖναι, ὅτι τινί τῶν Ε οὐχ ὑπάρξει τό Α· καί γάρ οὕτως τό μέσον ἔσται σχῆμα· τό γάρ Β τῷ μέν Α παντί τῷ δέ Η οὐδενί ὑπάρξει, ὥστ᾿ ἀνάγκη τό Β ταὐτόν τινι εἶναι τῶν Θ.
376Aristoteles, Analytica priora, 1, I 29; 8 (auctor 384BC-322BC)
Ὁμοίως δέ κἀπί τῶν ἄλλων· ἐν ἅπασι γάρ ἀνάγκη κοινόν τινα λαβεῖν ὅρον ἄλλον τῶν ὑποκειμένων, πρός ὃν ἔσται τοῦ ψεύδους ὁ συλλογισμός, ὥστ᾿ ἀντιστραφείσης ταύτης τῆς προτάσεως, τῆς δ᾿ ἑτέρας ὁμοίως ἐχούσης, δεικτικός ἔσται ὁ συλλογισμός διά τῶν αὐτῶν ὅρων.
377Aristoteles, Analytica priora, 1, I 31; 9 (auctor 384BC-322BC)
Καί πάλιν θέμενος τό μέν Α ζῷον θνητόν, ἐφ᾿ οὗ τό Β ὑπόπουν, ἐφ᾿ οὗ δέ τό Γ ἄπουν, τόν δ᾿ ἄνθρωπον τό Δ, ὡσαύτως λαμβάνει τό μέν Α ἤτοι ἐν τῷ Β ἢ ἐν τῷ Γ εἶναι (ἅπαν γάρ ζῷον θνητόν ἢ ὑπόπουν ἢ ἄπουν ἐστί), κατά δέ τοῦ Δ τό Α (τόν γάρ ἄνθρωπον ζῷον θνητόν εἶναι ἔλαβεν)· ὥστ᾿ ὑπόπουν μέν ἢ ἄπουν εἶναι ζῷον ἀνάγκη τόν ἄνθρωπον, ὑπόπουν δ᾿ οὐκ ἀνάγκη, ἀλλά λαμβάνει· τοῦτο δ᾿ ἦν ὃ ἔδει πάλιν δεῖξαι.
378Aristoteles, Analytica priora, 1, I 32; 8 (auctor 384BC-322BC)
Πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι καί ζῴου οὐσίαν, ἀνθρώπου ὄντος ἀνάγκη οὐσίαν εἶναι· ἀλλ᾿ οὔπω συλλελόγισται· οὐ γάρ ἔχουσιν αἱ προτάσεις ὡς εἴπομεν.
379Aristoteles, Analytica priora, 1, I 32; 11 (auctor 384BC-322BC)
Ὤστ᾿ οὐκ εἴ τι συμβαίνει τεθέντων τινῶν, πειρατέον ἀνάγειν εὐθύς, ἀλλά πρῶτον ληπτέον τάς δύο προτάσεις, εἶθ᾿ οὕτω διαιρετέον εἰς τούς ὅρους, μέσον δέ θετέον τῶν ὅρων τόν ἐν ἀμφοτέραις ταῖς προτάσεσι λεγόμενον· ἀνάγκη γάρ τό μέσον ἐν ἀμφοτέραις ὑπάρχειν ἐν ἅπασι τοῖς σχήμασιν.
380Aristoteles, Analytica priora, 1, I 41; 4 (auctor 384BC-322BC)
Εἰ μέν οὖν τό Α τῷ Β ὑπάρχει, μή παντί δέ καθ᾿ οὗ τό Β, οὔτ᾿ εἰ παντί τῷ Γ τό Β, οὔτ᾿ εἰ μόνον ὑπάρχει, ἀνάγκη τό Α οὐχ ὅτι οὐ παντί, ἀλλ᾿ οὐδ᾿ ὑπάρχειν.
381Aristoteles, Analytica priora, 1, I 41; 8 (auctor 384BC-322BC)
Καί εἰ μέν κατά παντός τό Β, καί τό Α οὕτως· εἰ δέ μή κατά παντός, οὐκ ἀνάγκη τό Α κατά παντός.
382Aristoteles, Analytica priora, 1, I 46; 12 (auctor 384BC-322BC)
Εἰ γάρ ἐστι ξύλον οὐ λευκόν, ἔσται ξύλον· τό δέ μή ὂν λευκόν ξύλον οὐκ ἀνάγκη ξύλον εἶναι.
383Aristoteles, Analytica priora, 1, I 46; 19 (auctor 384BC-322BC)
Καί ᾧ τό Γ, ἀνάγκη τό Β παντί ὑπάρχειν.
384Aristoteles, Analytica priora, 1, I 46; 43 (auctor 384BC-322BC)
Συμβαίνει δ᾿ ἐνίοτε καί ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων ἀπατᾶσθαι διά τό μή τά ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντί θάτερον ὑπάρχειν, οἷον εἰ τό Α καί τό Β μή ἐνδέχεται ἅμα τῷ αὐτῷ, ἀνάγκη δ᾿ ὑπάρχειν, ᾧ μή θάτερον, θάτερον· καί πάλιν τό Γ καί τό Δ ὡσαύτως, ᾧ δέ τό Γ, παντί ἕπεται τό Α.
385Aristoteles, Analytica priora, 1, I 46; 46 (auctor 384BC-322BC)
Ἀνάγκη δή παντί ἢ τό Α ἢ τό Ζ· ἢ γάρ τήν φάσιν ἢ τήν ἀπόφασιν.
386Aristoteles, Analytica priora, 1, I 46; 53 (auctor 384BC-322BC)
Οὐ γάρ ἴσως ἀνάγκη παντί τό Α ἢ τό Ζ, οὐδέ τό Ζ ἢ τό Β· οὐ γάρ ἐστιν ἀπόφασις τοῦ Α τό Ζ.
387Aristoteles, Analytica priora, 2, II 1; 5 (auctor 384BC-322BC)
Εἰ δέ τινί μή ὑπάρχει, οὐκ ἀνάγκη καί τό Β τινί τῷ Α μή ὑπάρχειν· ἐνδέχεται γάρ παντί ὑπάρχειν.
388Aristoteles, Analytica priora, 2, II 1; 7 (auctor 384BC-322BC)
Ὅσα γάρ ἢ ὑπό τό μέσον ἢ ὑπό τό συμπέρασμά ἐστιν, ἁπάντων ἔσται ὁ αὐτός συλλογισμός, ἐάν τά μέν ἐν τῷ μέσῳ τά δ᾿ ἐν τῷ συμπεράσματι τεθῇ, οἷον εἰ τό Α Β συμπέρασμα διά τοῦ Γ, ὅσα ὑπό τό Β ἢ τό Γ ἐστίν, ἀνάγκη κατά πάντων λέγεσθαι τό Α· εἰ γάρ τό Δ ἐν ὅλῳ τῷ Β, τό δέ Β ἐν τῷ Α, καί τό Δ ἔσται ἐν τῷ Α.
389Aristoteles, Analytica priora, 2, II 2; 5 (auctor 384BC-322BC)
Εἰ γάρ τοῦ Α ὄντος ἀνάγκη τό Β εἶναι, τοῦ Β μή ὄντος ἀνάγκη τό Α μή εἶναι.
390Aristoteles, Analytica priora, 2, II 2; 6 (auctor 384BC-322BC)
Εἰ οὖν ἀληθές ἐστι τό Α, ἀνάγκη τό Β ἀληθές εἶναι, ἢ συμβήσεται τό αὐτό ἅμα εἶναί τε καί οὐκ εἶναι· τοῦτο δ᾿ ἀδύνατον.
391Aristoteles, Analytica priora, 2, II 2; 8 (auctor 384BC-322BC)
Εἰ οὖν ἀληθές, ᾧ τό Β ὑπάρχει, τό Α παντί, ᾧ δέ τό Γ, τό Β, ᾧ τό Γ, ἀνάγκη τό Α ὑπάρχειν καί οὐχ οἷόν τε τοῦτο ψεῦδος εἶναι· ἅμα γάρ ὑπάρξει ταὐτό καί οὐχ ὑπάρξει.
392Aristoteles, Analytica priora, 2, II 4; 33 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἂν μέν ᾖ τό συμπέρασμα ψεῦδος, ἀνάγκη, ἐξ ὧν ὁ λόγος, ψευδῆ εἶναι ἢ πάντα ἢ ἔνια, ὅταν δ᾿ ἀληθές, οὐκ ἀνάγκη ἀληθές εἶναι οὔτε τί οὔτε πάντα, ἀλλ᾿ ἔστι μηδενός ὄντος ἀληθοῦς τῶν ἐν τῷ συλλογισμῷ τό συμπέρασμα ὁμοίως εἶναι ἀληθές, οὐ μήν ἐξ ἀνάγκης.
393Aristoteles, Analytica priora, 2, II 4; 34 (auctor 384BC-322BC)
Αἴτιον δ᾿ ὅτι ὅταν δύο ἔχῃ οὕτω πρός ἄλληλα ὥστε θατέρου ὄντος ἐξ ἀνάγκης εἶναι θάτερον, τούτου μή ὄντος μέν οὐδέ θάτερον ἔσται, ὄντος δ᾿ οὐκ ἀνάγκη εἶναι θάτερον.
394Aristoteles, Analytica priora, 2, II 4; 37 (auctor 384BC-322BC)
Ὅταν γάρ τουδί ὄντος λευκοῦ τοῦ Α τοδί ἀνάγκη μέγα εἶναι τό Β, μεγάλου δέ τοῦ Β ὄντος τό Γ μή λευκόν, ἀνάγκη, εἰ τό Α λευκόν, τό Γ μή εἶναι λευκόν.
395Aristoteles, Analytica priora, 2, II 4; 38 (auctor 384BC-322BC)
Καί ὅταν δύο ὄντων θατέρου ὄντος ἀνάγκη θάτερον εἶναι, τούτου μή ὄντος ἀνάγκη τό Α μή εἶναι.
396Aristoteles, Analytica priora, 2, II 4; 40 (auctor 384BC-322BC)
Τοῦ δέ Α μή ὄντος λευκοῦ, εἰ ἀνάγκη τό Β μέγα εἶναι, συμβαίνει ἐξ ἀνάγκης τοῦ Β μεγάλου μή ὄντος αὐτό τό Β εἶναι μέγα.
397Aristoteles, Analytica priora, 2, II 5; 5 (auctor 384BC-322BC)
Εἴτε γάρ ἄλλο μέσον λήψεται, οὐ κύκλῳ· οὐδέν γάρ λαμβάνεται τῶν αὐτῶν· εἴτε τούτων τι, ἀνάγκη θάτερον μόνον· εἰ γάρ ἄμφω, ταὐτό ἔσται συμπέρασμα, δεῖ δ᾿ ἕτερον.
398Aristoteles, Analytica priora, 2, II 5; 10 (auctor 384BC-322BC)
Πάλιν ἐάν ληφθῆ τό μέν Γ παντί τῷ Α, τό δέ Α παντί τῷ Β, παντί τῷ Β τό Γ ἀνάγκη ὑπάρχειν.
399Aristoteles, Analytica priora, 2, II 5; 13 (auctor 384BC-322BC)
Ἐάν οὖν ληφθῇ τό Γ παντί τῷ Β καί τό Β παντί τῷ Α ὑπάρχειν, ἀμφότεραί τε αἱ προτάσεις ἀποδεδειγμέναι λαμβάνονται, καί τό Γ τῷ Α ἀνάγκη ὑπάρχειν.
400Aristoteles, Analytica priora, 2, II 5; 21 (auctor 384BC-322BC)
Ἔστω τό Α μηδενί τῶν Γ ὑπάρχειν, ὅπερ ἦν τό συμπέρασμα· ᾧ δέ τό Α μηδενί, τό Β εἰλήφθω παντί ὑπάρχειν· ἀνάγκη οὖν τό Β παντί τῷ Γ ὑπάρχειν.
401Aristoteles, Analytica priora, 2, II 6; 5 (auctor 384BC-322BC)
Ἐάν οὖν ληφθῇ τό Β παντί τῷ Α ὑπάρχον, τῷ δέ Γ μηδενί, ἀνάγκη τό Α μηδενί τῷ Γ ὑπάρχειν· γίνεται γάρ τό δεύτερον σχῆμα, μέσον τό Β.
402Aristoteles, Analytica priora, 2, II 7; 6 (auctor 384BC-322BC)
Καίτοι ἀνάγκη, εἰ τό Γ τινί τῷ Β, καί τό Β τινί τῷ Γ ὑπάρχειν.
403Aristoteles, Analytica priora, 2, II 7; 10 (auctor 384BC-322BC)
Εἰ γάρ τό Γ παντί τῷ Β, τό δέ Α τινί τῷ Β, ἀνάγκη τό Α τινί τῷ Γ ὑπάρχειν· μέσον τό Β.
404Aristoteles, Analytica priora, 2, II 7; 13 (auctor 384BC-322BC)
Ἐάν οὖν προσληφθῇ τό Γ παντί τῷ Β ὑπάρχειν, ἀνάγκη τό Α τινί τῷ Γ μή ὑπάρχειν· μέσον τό Β.
405Aristoteles, Analytica priora, 2, II 7; 15 (auctor 384BC-322BC)
Ἐάν οὖν ληφθῇ, ᾧ τό Α τινί μή ὑπάρχει, τό Γ τινί ὑπάρχειν, ἀνάγκη τό Γ τινί τῶν Β ὑπάρχειν.
406Aristoteles, Analytica priora, 2, II 8; 2 (auctor 384BC-322BC)
Ἀνάγκη γάρ τοῦ συμπεράσματος ἀντιστραφέντος καί τῆς ἑτέρας μενούσης προτάσεως ἀναιρεῖσθαι τήν λοιπήν· εἰ γάρ ἔσται, καί τό συμπέρασμα ἔσται.
407Aristoteles, Analytica priora, 2, II 8; 8 (auctor 384BC-322BC)
Ὅλως δέ τήν πρός τῷ μείζονι ἄκρῳ πρότασιν οὐκ ἔστιν ἀνασκευάσαι καθόλου διά τῆς ἀντιστροφῆς· ἀεί γάρ ἀναιρεῖται διά τοῦ τρίτου σχήματος· ἀνάγκη γάρ πρός τό ἔσχατον ἄκρον ἀμφοτέρας λαβεῖν τάς προτάσεις.
408Aristoteles, Analytica priora, 2, II 10; 6 (auctor 384BC-322BC)
Ἢ γάρ ἀμφοτέρας ἀνάγκη κατά μέρος εἶναι διά τῆς ἀντιστροφῆς, ἢ τό καθόλου πρός τῷ ἐλάττονι ἄκρῳ γίνεσθαι· οὕτω δ᾿ οὐκ ἦν συλλογισμός οὔτ᾿ ἐν τῷ πρώτῳ σχήματι οὔτ᾿ ἐν τῷ μέσῳ.
409Aristoteles, Analytica priora, 2, II 11; 4 (auctor 384BC-322BC)
Οἷον εἰ τό Α τῷ Β παντί ὑπάρχει, μέσον δέ τό Γ, ἐάν ὑποτεθῇ τό Α ἢ μή παντί ἢ μηδενί τῷ Β ὑπάρχειν, τῷ δέ Γ παντί, ὅπερ ἦν ἀληθές, ἀνάγκη τό Γ τῷ Β ἢ μηδενί ἢ μή παντί ὑπάρχειν.
410Aristoteles, Analytica priora, 2, II 11; 17 (auctor 384BC-322BC)
Οὐκοῦν ἀνάγκη τό Α μηδενί ἢ μή παντί τῷ Γ ὑπάρχειν.
411Aristoteles, Analytica priora, 2, II 11; 19 (auctor 384BC-322BC)
Ἔστω γάρ ἀληθές, καί φανερόν ὅτι παντί ὑπάρχει τῷ Γ τό Α, ὥστ᾿ εἰ τοῦτο ψεῦδος, ἀνάγκη τό Α τινί τῷ Β ὑπάρχειν.
412Aristoteles, Analytica priora, 2, II 11; 24 (auctor 384BC-322BC)
Ἀνάγκη οὖν τό Γ τινί τῷ Β ὑπάρχειν.
413Aristoteles, Analytica priora, 2, II 11; 31 (auctor 384BC-322BC)
Οὐκοῦν ἀνάγκη τό Γ παντί τῷ Β ὑπάρχειν.
414Aristoteles, Analytica priora, 2, II 11; 48 (auctor 384BC-322BC)
Εἰ γάρ κατά παντός ἢ φάσις ἢ ἀπόφασις, δειχθέντος ὅτι οὐχ ἡ ἀπόφασις, ἀνάγκη τήν κατάφασιν ἀληθεύεσθαι.
415Aristoteles, Analytica priora, 2, II 12; 12 (auctor 384BC-322BC)
Ἀνάγκη οὖν τό Γ μηδενί τῷ Β.
416Aristoteles, Analytica priora, 2, II 12; 13 (auctor 384BC-322BC)
Ὥστ᾿ εἰ τοῦτ᾿ ἀδύνατον, ἀνάγκη τό Α τινί τῷ Β ὑπάρχειν.
417Aristoteles, Analytica priora, 2, II 12; 16 (auctor 384BC-322BC)
Ἀνάγκη οὖν τό Γ τινί τῷ Β μή ὑπάρχειν.
418Aristoteles, Analytica priora, 2, II 12; 19 (auctor 384BC-322BC)
Ἀνάγκη οὖν τό Γ μηδενί τῷ Β ὑπάρχειν.
419Aristoteles, Analytica priora, 2, II 13; 9 (auctor 384BC-322BC)
Οὐκοῦν ἀνάγκη τῷ Γ τινί τό Α ὑπάρχειν.
420Aristoteles, Analytica priora, 2, II 14; 3 (auctor 384BC-322BC)
Καί ἔνθα μέν οὐκ ἀνάγκη γνώριμον εἶναι τό συμπέρασμα, οὐδέ προϋπολαμβάνειν ὡς ἔστιν ἢ οὔ· ἔνθα δέ ἀνάγκη ὡς οὐκ ἔστιν.
421Aristoteles, Analytica priora, 2, II 14; 19 (auctor 384BC-322BC)
Καί φανερόν ἐκ τούτων ὅτι ἀνάγκη τό Α τινί τῷ Β ὑπάρχειν.
422Aristoteles, Analytica priora, 2, II 18; 3 (auctor 384BC-322BC)
Εἰ μέν οὖν ἐκ τῶν δύο, τούτων ἀνάγκη τήν ἑτέραν ἢ καί ἀμφοτέρας εἶναι ψευδεῖς· ἐξ ἀληθῶν γάρ οὐκ ἦν ψευδής συλλογισμός.
423Aristoteles, Analytica priora, 2, II 20; 3 (auctor 384BC-322BC)
Ἦν γάρ συλλογισμός καί οὕτω καί ἐκείνως ἐχόντων τῶν ὅρων, ὥστ᾿ εἰ τό κείμενον ᾖ ἐναντίον τῷ συμπεράσματι, ἀνάγκη γίνεσθαι ἔλεγχον· ὁ γάρ ἔλεγχος ἀντιφάσεως συλλογισμός.
424Aristoteles, Analytica priora, 2, II 20; 4 (auctor 384BC-322BC)
Εἰ δέ μηδέν συγχωροῖτο, ἀδύνατον γίνεσθαι ἔλεγχον· οὐ γάρ ἦν συλλογισμός πάντων τῶν ὅρων στερητικῶν ὄντων, ὥστ᾿ οὐδ᾿ ἔλεγχος· εἰ μέν γάρ ἔλεγχος, ἀνάγκη συλλογισμόν εἶναι, συλλογισμοῦ δ᾿ ὄντος οὐκ ἀνάγκη ἔλεγχον.
425Aristoteles, Analytica priora, 2, II 22; 1 (auctor 384BC-322BC)
Ὅταν δ ἀντιστρέφῃ τά ἄκρα, ἀνάγκη καί τό μέσον ἀντιστρέφειν στρέφειν πρός ἄμφω.
426Aristoteles, Analytica priora, 2, II 22; 10 (auctor 384BC-322BC)
Πάλιν εἰ τό Α καί τό Β ἀντιστρέφει, καί τό Γ καί τό Δ ὡσαύτως, ἅπαντι δ᾿ ἀνάγκη τό Α ἢ τό Γ ὑπάρχειν, καί τό Β καί Δ οὕτως ἕξει ὥστε παντί θάτερον ὑπάρχειν.
427Aristoteles, Analytica priora, 2, II 22; 12 (auctor 384BC-322BC)
Οἷον εἰ τό ἀγένητον ἄφθαρτον καί τό ἄφθαρτον ἀγένητον, ἀνάγκη τό γένομενον φθαρτόν καί τό φθαρτόν γεγονέναι· δύο γάρ συλλογισμοί σύγκεινται.
428Aristoteles, Analytica priora, 2, II 22; 18 (auctor 384BC-322BC)
Ὅταν δέ τό Α ὅλῳ τῷ Β καί τῷ Γ ὑπάρχῃ καί μηδενός ἄλλου κατηγορῆται, ὑπάρχῃ δέ καί τό Β παντί τῷ Γ, ἀνάγκη τό Α καί Β ἀντιστρέφειν· ἐπεί γάρ κατά μόνων τῶν Β Γ λέγεται τό Α, κατηγορεῖται δέ τό Β καί αὐτό αὑτοῦ καί τοῦ Γ, φανερόν ὅτι καθ᾿ ὧν τό Α, καί τό Β λεχθήσεται πάντων πλήν αὐτοῦ τοῦ Α.
429Aristoteles, Analytica priora, 2, II 22; 19 (auctor 384BC-322BC)
Πάλιν ὅταν τό Α καί τό Β ὅλῳ τῷ Γ ὑπάρχῃ, ἀντιστρέφῃ δέ τό Γ τῷ Β, ἀνάγκη τό Α παντί τῷ Β ὑπάρχειν· ἐπεί γάρ παντί τῷ Γ τό Α, τό δέ Γ τῷ Β διά τό ἀντιστρέφειν, καί τό Α παντί τῷ Β ὑπάρξει.
430Aristoteles, Analytica priora, 2, II 23; 7 (auctor 384BC-322BC)
Εἰ οὖν ἀντιστρέφει τό Γ τῷ Β καί μή ὑπερτείνει τό μέσον, ἀνάγκη τό Α τῷ Β ὑπάρχειν.
431Aristoteles, Analytica priora, 2, II 26; 9 (auctor 384BC-322BC)
Ἁπλῶς γάρ ἐν πᾶσι καθόλου μέν ἐνιστάμενον ἀνάγκη πρός τό καθόλου τῶν προτεινομένων τήν ἀντίφασιν εἰπεῖν, οἷον εἰ μή τήν αὐτήν ἀξιοῖ τῶν ἐναντίων πάντων, εἰπόντα τῶν ἀντικειμένων μίαν.
432Aristoteles, Analytica priora, 2, II 26; 10 (auctor 384BC-322BC)
Οὕτω δ᾿ ἀνάγκη τό πρῶτον εἶναι σχῆμα· μέσον γάρ γίνεται τό καθόλου πρός τό ἐξ ἀρχῆς.
433Aristoteles, Analytica priora, 2, II 27; 12 (auctor 384BC-322BC)
Οὕτω μέν οὖν γίνονται συλλογισμοί, πλήν ὁ μέν διά τοῦ πρώτου σχήματος ἄλυτος, ἂν ἀληθής ᾖ (καθόλου γάρ ἐστιν), ὁ δέ διά τοῦ ἐσχάτου λύσιμος, κἂν ἀληθές ᾖ τό συμπέρασμα, διά τό μή εἶναι καθόλου μηδέ πρός τό πρᾶγμα τόν συλλογισμόν· οὐ γάρ εἰ Πιττακός σπουδαῖος, διά τοῦτο καί τούς ἄλλους ἀνάγκη σοφούς.
434Aristoteles, Analytica priora, 2, II 27; 13 (auctor 384BC-322BC)
Ὁ δέ διά τοῦ μέσου σχήματος ἀεί καί πάντως λύσιμος· οὐδέποτε γάρ γίνεται συλλογισμός οὕτως ἐχόντων τῶν ὅρων· οὐ γάρ εἰ ἡ κύουσα ὠχρά, ὠχρά δέ καί ἥδε, κύειν ἀνάγκη ταύτην.
435Aristoteles, Analytica priora, 2, II 27; 18 (auctor 384BC-322BC)
Εἰ γάρ ἐστιν ἰδίᾳ τινί γένει ὑπάρχον ἀτόμῳ πάθος, οἷον τοῖς λέουσιν ἀνδρεία, ἀνάγκη καί σημεῖον εἶναί τι· συμπάσχειν γάρ ἀλλήλοις ὑπόκειται.
436Aristoteles, Analytica priora, 2, II 27; 23 (auctor 384BC-322BC)
Εἰ τοίνυν ταῦτ᾿ ἐστί, καί δυνησόμεθα τοιαῦτα σημεῖα συλλέξαι ἐπί τούτων τῶν ζῴων ἃ μόνον ἓν πάθος ἔχει τι ἴδιον, ἕκαστον δ᾿ ἔχει σημεῖον, ἐπείπερ ἓν ἔχειν ἀνάγκη, δυνησόμεθα φυσιογνωμονεῖν.
437Aristoteles, Athenaion Politeia, p2, 9, 2; 3 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ διὰ τὸ μὴ γεγράφθαι τοὺς νόμους ἁπλῶς μηδὲ σαφῶς, ἀλλ' ὥσπερ ὁ τῶν κλήρων καὶ ἐπικλήρων, ἀνάγκη πολλὰς ἀμφισβητήσεις γίγνεσθαι, καὶ πάντα βραβεύειν καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τὸ δικαστήριον.
438Aristoteles, Athenaion Politeia, p2, 47, 3; 10 (auctor 384BC-322BC)
ἔστι δὲ τῶν μὲν οἰκιῶν ἐν ε # ἔτεσιν ἀνάγκη τὴν τιμὴν ἀποδοῦναι, τῶν δὲ χωρίων ἐν δέκα· καταβάλλουσιν δὲ ταῦτα ἐπὶ τῆς ἐνάτης πρυτανείας.
439Aristoteles, Athenaion Politeia, p2, 48, 1; 2 (auctor 384BC-322BC)
κἄν τις ἐλλίπῃ καταβολήν, ἐνταῦθ' ἐγγέγραπται, καὶ διπλάσιον ἀνάγκη τὸ ἐλλειφθὲν καταβάλλειν ἢ δεδέσθαι, καὶ ταῦτα εἰσπράττειν ἡ βουλὴ καὶ δῆσαι κυρία κατὰ τοὺς νόμους ἐστίν.
440Aristoteles, Athenaion Politeia, p2, 54, 2; 1 (auctor 384BC-322BC)
κληροῦσι δὲ καὶ τάσδε τὰς ἀρχάς· ὁδοποιοὺς πέντε, οἷς προστέτακται δημοσίους ἐργάτας ἔχουσι τὰς ὁδοὺς ἐπισκευάζειν· καὶ λογιστὰς δέκα καὶ συνηγόρους τούτοις δέκα, πρὸς οὓς ἅπαντας ἀνάγκη τοὺς τὰς ἀρχὰς ἄρξαντας λόγον ἀπενεγκεῖν.
441Aristoteles, Athenaion Politeia, p2, 55, 4; 6 (auctor 384BC-322BC)
ταῦτα δ' ἀνερωτήσας, 'κάλει" 3 φησὶν 'τούτων τοὺς μάρτυρας" 3. ἐπειδὰν δὲ παράσχηται τοὺς μάρτυρας, ἐπερωτᾷ 'τούτου βούλεταί τις κατηγορεῖν'· κἂν μὲν ᾖ τις κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν, οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ τὴν ἐπιχειροτονίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς βούληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον· καὶ πρότερον μὲν εἷς ἐνέβαλλε τὴν ψῆφον, νῦν δ' ἀνάγκη πάντας ἐστὶ διαψηφίζεσθαι περὶ αὐτῶν, ἵνα ἄν τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς δικασταῖς γένηται τοῦτον ἀποδοκιμάσαι.
442Aristoteles, Categoriae, 10; 36 (auctor 384BC-322BC)
Ὧν δὲ ἔστι τι ἀνὰ μέσον, οὐδέποτε ἀνάγκη παντὶ ὑπάρχειν θάτερον· οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ δεκτικόν, οὔτε θερμὸν οὔτε ψυχρόν· τούτων γὰρ ἀνὰ μέσον τι οὐδὲν κωλύει ὑπάρχειν.
443Aristoteles, Categoriae, 10; 39 (auctor 384BC-322BC)
Ὥστε παντὶ μὲν οὐκ ἀνάγκη τῷ δεκτικῷ θάτερον αὐτῶν ὑπάρχειν, ἀλλὰ μόνον οἷς φύσει τὸ ἓν ὑπάρχει, καὶ τούτοις ἀφωρισμένως τὸ ἓν καὶ οὐχ ὁπότερον ἔτυχεν.
444Aristoteles, Categoriae, 11; 9 (auctor 384BC-322BC)
Ἀνάγκη δὲ πάντα τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει εἶναι ἢ ἐν τοῖς ἐναντίοις γένεσιν, ἢ αὐτὰ γένη εἶναι.
445Aristoteles, Categoriae, 13; 8 (auctor 384BC-322BC)
Τὰ δὲ γένη τῶν εἰδῶν ἀεὶ πρότερα· οὐ γὰρ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, οἷον ἐνύδρου μὲν ὄντος ἔστι ζῷον, ζῴου δὲ ὄντος οὐκ ἀνάγκη ἔνυδρον εἶναι.
446Aristoteles, Categoriae, 14; 3 (auctor 384BC-322BC)
Τοῦτο δὲ οὐκ ἀληθές ἐστι· σχεδὸν γὰρ κατὰ πάντα τὰ πάθη ἢ τὰ πλεῖστα ἀλλοιοῦσθαι συμβέβηκεν ἡμῖν οὐδεμιᾶς τῶν ἄλλων κινήσεων κοινωνοῦσιν· οὔτε γὰρ αὔξεσθαι ἀναγκαῖον τὸ κατὰ πάθος κινούμενον οὔτε μειοῦσθαι, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὥσθ᾿ ἑτέρα ἂν εἴη παρὰ τὰς ἄλλας κινήσεις ἡ ἀλλοίωσις· εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον εὐθὺς καὶ αὔξεσθαι ἢ μειοῦσθαι ἢ τινα τῶν ἄλλων ἀκολουθεῖν κινήσεων· ἀλλ᾿ οὐκ ἀνάγκη.
447Aristoteles, De anima, 1, I 1; 29 (auctor 384BC-322BC)
Ὁ μέν γάρ λόγος εἶδος τοῦ πράγματος, ἀνάγκη δ’ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται, ὥσπερ οἰκίας ὁ μέν λόγος τοιοῦτος, ὅτι σκέπασμα κωλυτικόν φθορᾶς ὑπ’ ἀνέμων καί ὄμβρων καί καυμάτων, ὁ δέ φήσει λίθους καί πλίνθους καί ξύλα, ἕτερος δ’ ἐν τούτοις τό εἶδος, ἕνεκα τωνδί.
448Aristoteles, De anima, 2, II 10; 10 (auctor 384BC-322BC)
Ἐπεί δ’ ὑγρόν τό γευστόν, ἀνάγκη καί τό αἰσθητήριον αὐτοῦ μήτε ὑγρόν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι· πάσχει γάρ τι ἡ γεῦσις ὑπό τοῦ γευστοῦ, ᾗ γευστόν.
449Aristoteles, De anima, 3, III 1; 2 (auctor 384BC-322BC)
Εἰ γάρ παντός οὗ ἐστίν αἴσθησις ἁφή, καί νῦν αἴσθησιν ἔχομεν (πάντα γάρ τά τοῦ ἁπτοῦ ᾗ ἁπτόν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν), ἀνάγκη τ’, εἴπερ ἐκλείπει τις αἴσθησις, καί αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν· καί ὅσων μέν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· ὅσα δέ διά τῶν μεταξύ, καί μή αὐτῶν ἁπτόμενοι τοῖς ἁπλοῖς, λέγω δ’ οἷον ἀέρι καί ὕδατι.
450Aristoteles, De anima, 3, III 1; 3 (auctor 384BC-322BC)
Ἔχει δ’ οὕτως, ὥστ’ εἰ μέν δι’ ἑνός πλείω αἰσθητά ἕτερα ὄντα ἀλλήλων τῷ γένει, ἀνάγκη τόν ἔχοντα τό τοιοῦτον αἰσθητήριον ἀμφοῖν αἰσθητικόν εἶναι· οἷον εἰ ἐξ ἀέρος ἐστί τό αἰσθητήριον, καί ἔστιν ὁ ἀήρ καί ψόφου καί χρόας.
451Aristoteles, De anima, 3, III 2; 1 (auctor 384BC-322BC)
Ἐπεί δ’ αἰσθανόμεθα ὅτι ὁρῶμεν καί ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ, ἢ ἑτέρᾳ.
452Aristoteles, De anima, 3, III 2; 12 (auctor 384BC-322BC)
Εἰ δ’ ἔστιν ἡ κίνησις καί ἡ ποίησις καί τό πάθος ἐν τῷ ποιουμένῳ, ἀνάγκη καί τόν ψόφον καί τήν ἀκοήν τήν κατ’ ἐνέργειαν ἐν τῇ κατά δύναμιν εἶναι· ἡ γάρ τοῦ ποιητικοῦ καί κινητικοῦ ἐνέργεια ἐν τῷ πάσχοντι ἐγγίνεται.
453Aristoteles, De anima, 3, III 2; 13 (auctor 384BC-322BC)
Διό οὐκ ἀνάγκη τό κινοῦν κινεῖσθαι.
454Aristoteles, De anima, 3, III 2; 18 (auctor 384BC-322BC)
Ἐπεί δέ μία μέν ἐστιν ἐνέργεια ἡ τοῦ αἰσθητοῦ καί ἡ τοῦ αἰσθητικοῦ, τό δ’ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καί σώζεσθαι τήν οὕτω λεγομένην ἀκοήν καί ψόφον, καί χυμόν δή καί γεῦσιν καί τά ἄλλα ὁμοίως· τά δέ κατά δύναμιν λεγόμενα οὐκ ἀνάγκη, ἀλλ’ οἱ πρότερον φυσιολόγοι τοῦτο οὐ καλῶς ἔλεγον, οὐθέν οἰόμενοι οὔτε λευκόν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως, οὐδέ χυμόν ἄνευ γεύσεως.
455Aristoteles, De anima, 3, III 2; 21 (auctor 384BC-322BC)
Εἰ δ’ ἡ συμφωνία φωνή τίς ἐστιν, ἡ δέ φωνή καί ἡ ἀκοή ἔστιν ὡς ἕν ἐστι καί ἔστιν ὡς οὐχ ἓν τό αὐτό, λόγος δ’ ἡ συμφωνία, ἀνάγκη καί τήν ἀκοήν λόγον τινά εἶναι.
456Aristoteles, De anima, 3, III 2; 29 (auctor 384BC-322BC)
Ἀνάγκη δή αἰσθήσει· αἰσθητά γάρ ἐστιν.
457Aristoteles, De anima, 3, III 2; 30 (auctor 384BC-322BC)
Ἧι καί δῆλον ὅτι ἡ σάρξ οὐκ ἔστι τό ἔσχατον αἰσθητήριον· ἀνάγκη γάρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τό κρῖνον.
458Aristoteles, De anima, 3, III 3; 5 (auctor 384BC-322BC)
Διό ἀνάγκη ἤτοι ὥσπερ ἔνιοι λέγουσι, πάντα τά φαινόμενα εἶναι ἀληθῆ, ἢ τήν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι· τοῦτο γάρ ἐναντίον τῷ τῷ ὁμοίῳ τό ὅμοιον γνωρίζειν· δοκεῖ δέ καί ἡ ἀπάτη καί ἡ ἐπιστήμη τῶν ἐναντίων ἡ αὐτή εἶναι.
459Aristoteles, De anima, 3, III 3; 9 (auctor 384BC-322BC)
Τοῦτο μέν γάρ τό πάθος ἐφ’ ἡμῖν ἐστίν, ὅταν βουλώμεθα (πρό ὀμμάτων γάρ ἔστι ποιήσασθαι, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καί εἰδωλοποιοῦντες), δοξάζειν δ’ οὐκ ἐφ’ ἡμῖν· ἀνάγκη γάρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν.
460Aristoteles, De anima, 3, III 3; 29 (auctor 384BC-322BC)
εἰ ἔτι ἔχει, ἀνάγκη τήν αὐτήν ἀληθῆ εἶναι καί ψευδῆ.
461Aristoteles, De anima, 3, III 3; 32 (auctor 384BC-322BC)
Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδί κινεῖσθαι ἕτερον ὑπό τούτου, ἡ δέ φαντασία κίνησίς τις δοκεῖ εἶναι καί οὐκ ἄνευ αἰσθήσεως γίγνεσθαι ἀλλ’ αἰσθανομένοις καί ὧν αἴσθησις ἐστίν, ἔστι δέ γίνεσθαι κίνησιν ὑπό τῆς ἐνεργείας τῆς αἰσθήσεως, καί ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει, εἴη ἂν αὕτη ἡ κίνησις οὔτε ἄνευ αἰσθήσεως ἐνδεχομένη οὔτε μή αἰσθανομένοις ὑπάρχειν, καί πολλά κατ’ αὐτήν καί ποιεῖν καί πάσχειν τό ἔχον, καί εἶναι καί ἀληθῆ καί ψευδῆ.
462Aristoteles, De anima, 3, III 4; 4 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα, ἐπεί πάντα νοεῖ, ἀμιγῆ εἶναι, ὥσπερ φησίν Ἀναξαγόρας, ἵνα κρατῇ, τοῦτο δ’ ἐστίν ἵνα γνωρίζῃ· παρεμφαινόμενον γάρ κωλύει τό ἀλλότριον καί ἀντιφράττει, ὥστε μηδ’ αὐτοῦ εἶναι φύσιν μηδεμίαν ἀλλ’ ἢ ταύτην, ὅτι δυνατόν.
463Aristoteles, De anima, 3, III 5; 1 (auctor 384BC-322BC)
Ἐπεί δ’ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τό μέν ὕλη ἑκάστῳ γένει (τοῦτο δέ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δέ τό αἴτιον καί ποιητικόν, τῷ ποιεῖν πάντα, οἷον ἡ τέχνη πρός τήν ὕλην πέπονθεν, ἀνάγκη καί ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τάς διαφοράς.
464Aristoteles, De anima, 3, III 8; 5 (auctor 384BC-322BC)
Ἀνάγκη δ’ ἢ αὐτά ἢ τά εἴδη εἶναι.
465Aristoteles, De anima, 3, III 8; 8 (auctor 384BC-322BC)
Καί διά τοῦτο οὔτε μή αἰσθανόμενος μηθέν οὐθέν ἂν μάθοι οὐδέ ξυνείη· ὅταν τε θεωρῇ, ἀνάγκη ἅμα φάντασμά τι θεωρεῖν· τά γάρ φαντάσματα ὥσπερ αἰσθήματά ἐστι, πλήν ἄνευ ὕλης.
466Aristoteles, De anima, 3, III 11; 3 (auctor 384BC-322BC)
Εἰ δέ ταῦτα, καί ἐπιθυμίαν ἀνάγκη.
467Aristoteles, De anima, 3, III 11; 5 (auctor 384BC-322BC)
Ἡ μέν οὖν αἰσθητική φαντασία, ὥσπερ εἴρηται, καί ἐν τοῖς ἄλλοις ζῴοις ὑπάρχει, ἡ δέ βουλευτική ἐν τοῖς λογιστικοῖς· πότερον γάρ πράξει τόδε ἢ τόδε, λογισμοῦ ἤδη ἐστίν ἔργον· καί ἀνάγκη ἑνί μετρεῖν· τό μεῖζον γάρ διώκει.
468Aristoteles, De anima, 3, III 12; 1 (auctor 384BC-322BC)
Τήν μέν οὖν θρεπτικήν ψυχήν ἀνάγκη πᾶν ἔχειν ὅτι περ ἂν ζῇ καί ψυχήν ἔχῃ ἀπό γενέσεως μέχρι φθορᾶς· ἀνάγκη γάρ τό γενόμενον αὔξησιν ἔχειν καί ἀκμήν καί φθίσιν, ταῦτα δ’ ἄνευ τροφῆς ἀδύνατον· ἀνάγκη ἄρα ἐνεῖναι τήν θρεπτικήν δύναμιν ἐν πᾶσι τοῖς φυομένοις καί φθίνουσιν.
469Aristoteles, De anima, 3, III 12; 9 (auctor 384BC-322BC)
Ἀλλά μήν εἴγε αἴσθησιν ἔχει, ἀνάγκη τό σῶμα εἶναι ἢ ἁπλοῦν ἢ μικτόν.
470Aristoteles, De anima, 3, III 12; 10 (auctor 384BC-322BC)
Οὐχ οἷόν τε δέ ἁπλοῦν· ἁφήν γάρ οὐχ ἕξει, ἔστι δέ ἀνάγκη ταύτην ἔχειν.
471Aristoteles, De anima, 3, III 12; 12 (auctor 384BC-322BC)
Ἐπεί γάρ τό ζῷον σῶμα ἔμψυχόν ἐστι, σῶμα δέ ἅπαν ἁπτόν, ἁπτόν δέ τό αἰσθητόν ἁφῇ, ἀνάγκη καί τό τοῦ ζῴου σῶμα ἁπτικόν εἶναι, εἰ μέλλει σώζεσθαι τό ζῷον.
472Aristoteles, De anima, 3, III 12; 17 (auctor 384BC-322BC)
Ὥστε καί τήν γεῦσιν ἀνάγκη ἁφήν εἶναί τινα, διά τό τοῦ ἁπτοῦ καί θρεπτικοῦ αἴσθησιν εἶναι.
473Aristoteles, De anima, 3, III 12; 19 (auctor 384BC-322BC)
Αἱ δέ ἄλλαι τοῦ τε εὖ ἕνεκα καί γένει ζῴων ἤδη οὐ τῷ τυχόντι, ἀλλά τισίν, οἷον τῷ πορευτικῷ ἀνάγκη ὑπάρχειν· εἰ γάρ μέλλει σώζεσθαι, οὐ μόνον δεῖ ἁπτόμενον αἰσθάνεσθαι ἀλλά καί ἄποθεν.
474Aristoteles, De anima, 3, III 13; 11 (auctor 384BC-322BC)
Φανερόν τοίνυν ὅτι ἀνάγκη μόνης ταύτης στερισκόμενα τῆς αἰσθήσεως τά ζῷα ἀποθνήσκειν· οὔτε γάρ ταύτην ἔχειν οἷόν τε μή ζῷον, οὔτε ζῷον ὂν ἄλλην ἔχειν ἀνάγκη πλήν ταύτης.
475Aristoteles, De anima, 3, III 13; 15 (auctor 384BC-322BC)
Διό ἡ τῶν ἁπτῶν ὑπερβολή οὐ μόνον τό αἰσθητήριον φθείρει, ἀλλά καί τό ζῷον, ὅτι ἀνάγκη μόνην ἔχειν ταύτην.
476Aristoteles, De arte poetica, 2; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ μιμοῦνται οἱ μιμούμενοι πράττοντας, ἀνάγκη δέ τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι (τά γάρ ἤθη σχεδόν ἀεί τούτοις ἀκολουθεῖ μόνοις· κακίᾳ γάρ καί ἀρετῇ τά ἤθη διαφέρουσι πάντες), ἤτοι βελτίονας ἢ καθ᾿ ἡμᾶς ἢ χείρονας ἢ καί τοιούτους, ὥσπερ οἱ γραφεῖς· Πολύγνωτος μέν γάρ κρείττους, Παύσων δέ χείρους, Διονύσιος δέ ὁμοίους εἴκαζεν.
477Aristoteles, De arte poetica, 6; 6 (auctor 384BC-322BC)
Ἐπεί δέ πράξεώς ἐστι μίμησις, πράττεται δέ ὑπό τινων πραττόντων, οὓς ἀνάγκη ποιούς τινας εἶναι κατά τε τό ἦθος καί τήν διάνοιαν (διά γάρ τούτων καί τάς πράξεις εἶναί φαμεν ποιάς τινας,) πέφυκεν αἴτια δύο τῶν πράξεων εἶναι, διάνοια καί ἦθος, καί κατά ταύτας καί τυγχάνουσι καί ἀποτυγχάνουσι πάντες.
478Aristoteles, De arte poetica, 6; 8 (auctor 384BC-322BC)
Ἀνάγκη οὖν πάσης τραγῳδίας μέρη εἶναι ἕξ, καθ᾿ἃ ποιά τις ἐστίν ἡ τραγῳδία· ταῦτα δ᾿ ἐστί μῦθος καί ἤθη καί λέξις καί διάνοια καί ὄψις καί μελοποιία.
479Aristoteles, De arte poetica, 9; 14 (auctor 384BC-322BC)
Λέγω δ᾿ ἐπεισοδιώδη μῦθον, ἐν ᾧ τά ἐπεισόδια μετ᾿ ἄλληλα οὔτ᾿ εἰκός οὔτ᾿ ἀνάγκη εἶναι.
480Aristoteles, De arte poetica, 9; 16 (auctor 384BC-322BC)
Ἐπεί δέ οὐ μόνον τελείας ἐστί πράξεως ἡ μίμησις ἀλλά καί φοβερῶν καί ἐλεεινῶν, ταῦτα δέ γίνεται καί μάλιστα, καί μᾶλλον ὅταν γένηται παρά τήν δόξαν, δι᾿ ἄλληλα· τό γάρ θαυμαστόν οὕτως ἕξει μᾶλλον ἢ εἰ ἀπό τοῦ αὐτομάτου καί τῆς τύχης, ἐπεί καί τῶν ἀπό τύχης ταῦτα θαυμασιώτατα δοκεῖ, ὅσα ὥσπερ ἐπίτηδες φαίνεται γεγονέναι, οἷον ὡς ὁ ἀνδριάς ὁ τοῦ Μίτυος ἐν Ἄργει ἀπέκτεινε τόν αἴτιον τοῦ θανάτου τῷ Μίτυϊ, θεωροῦντι ἐμπεσών· ἔοικε γάρ τά τοιαῦτα οὐκ εἰκῇ γενέσθαι, ὥστε ἀνάγκη τούς τοιούτους εἶναι καλλίους μύθους.
481Aristoteles, De arte poetica, 13; 6 (auctor 384BC-322BC)
Ἄνάγκη ἄρα τόν καλῶς ἔχοντα μῦθον ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασιν, καί μεταβάλλειν οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλά τοὐναντίον ἐξ εὐτυχίας εἰς δυστυχίαν, μή διά μοχθηρίαν ἀλλά δι᾿ ἁμαρτίαν μεγάλην, ἢ οἵου εἴρηται, ἢ βελτίονος μᾶλλον ἢ χείρονος.
482Aristoteles, De arte poetica, 14; 7 (auctor 384BC-322BC)
Ἀνάγκη δέ ἢ φίλων εἶναι πρός ἀλλήλους τάς τοιαύτας πράξεις ἢ ἐχθρῶν ἢ μηδετέρων.
483Aristoteles, De arte poetica, 14; 15 (auctor 384BC-322BC)
Καί παρά ταῦτα οὐκ ἔστιν ἄλλως· ἢ γάρ πρᾶξαι ἀνάγκη ἢ μή, καί εἰδότας ἢ μή εἰδότας.
484Aristoteles, De arte poetica, 23; 1 (auctor 384BC-322BC)
Περί δέ τῆς διηγηματικῆς καί ἐν μέτρῳ μιμητικῆς, ὅτι δεῖ τούς μύθους καθάπερ ἐν ταῖς τραγῳδίαις συνιστάναι δραματικούς, καί περί μίαν πρᾶξιν ὅλην καί τελείαν, ἔχουσαν ἀρχήν καί μέσον καί τέλος, ἵν᾿ ὥσπερ ζῷον ἓν ὅλον ποιῇ τήν οἰκείαν ἡδονήν, δῆλον, καί μή ὁμοίας ἱστορίας τάς συνήθεις εἶναι, ἐν αἷς ἀνάγκη οὐχί μιᾶς πράξεως ποιεῖσθαι δήλωσιν ἀλλ᾿ ἑνός χρόνου, ὅσα ἐν τούτῳ συνέβη περί ἕνα ἢ πλείους, ὧν ἕκαστον ὡς ἔτυχεν ἔχει πρός ἄλληλα.
485Aristoteles, De arte poetica, 24; 26 (auctor 384BC-322BC)
Διό δή, ἂν τό πρῶτον ψεῦδος, ἄλλου δέ τούτου ὄντος, ἀνάγκη εἶναι ἢ γενέσθαι ἢ προσθεῖναι· διά γάρ τό τοῦτο εἰδέναι ἀληθές ὄν, παραλογίζεται ἡμῶν ἡ ψυχή καί τό πρῶτον ὡς ὄν.
486Aristoteles, De arte poetica, 25; 2 (auctor 384BC-322BC)
Ἐπεί γάρ ἐστι μιμητής ὁ ποιητής, ὥσπερ ἂν εἰ ζωγράφος ἤ τις ἄλλος εἰκονοποιός, ἀνάγκη μιμεῖσθαι τριῶν ὄντων τόν ἀριθμόν ἕν τι ἀεί· ἢ γάρ οἷα ἦν ἢ ἔστιν, ἢ οἷα φασί καί δοκεῖ, ἢ οἷα εἶναι δεῖ.
487Aristoteles, De arte poetica, 26; 18 (auctor 384BC-322BC)
Ὥστ᾿ ἐάν μέν ἕνα μῦθον ποιῶσιν, ἀνάγκη ἢ βραχέα δεικνύμενον μύουρον φαίνεσθαι, ἢ ἀκολουθοῦντα τῷ τοῦ μέτρου μήκει ὑδαρῆ.
488Aristoteles, De caelo, 1, 1, 5; 15 (auctor 384BC-322BC)
Ἔπειτα δῆλον ὅτι τοῦ αὐτοῦ λόγου ἐστὶ στερεὰ μὲν ἐξ ἐπιπέδων συγκεῖσθαι, ἐπίπεδα δ´ ἐκ γραμμῶν, ταύτας δ´ ἐκ στιγμῶν· οὕτω δ´ ἐχόντων οὐκ ἀνάγκη τὸ τῆς γραμμῆς μέρος γραμμὴν εἶναι· περὶ δὲ τούτων ἐπέσκεπται πρότερον ἐν τοῖς περὶ κινήσεως λόγοις, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη.
489Aristoteles, De caelo, 1, 1, 9; 23 (auctor 384BC-322BC)
Τὸ δὲ βαρύτερον ἢ κουφότερον ἴσως οὐκ ἀνάγκη βαρὺ ἢ κοῦφον εἶναι, ὥσπερ καὶ τὸ μὲν μέγα μεῖζον, τὸ δὲ μεῖζον οὐ πᾶν μέγα· πολλὰ γάρ ἐστιν ἃ μικρὰ ὄντα ἁπλῶς ὅμως μείζω ἑτέρων ἐστίν.
490Aristoteles, De caelo, 1, 1, 9; 24 (auctor 384BC-322BC)
Εἰ δὴ ὃ ἂν βαρὺ ὂν βαρύτερον ᾖ, ἀνάγκη βάρει μεῖζον εἶναι, τὸ βαρὺ ἅπαν διαιρετὸν ἂν εἴη.
491Aristoteles, De caelo, 1, 1, 11; 28 (auctor 384BC-322BC)
Εἰ δὲ πᾶν τὸ βαρὺ ἢ μαλακὸν ἢ σκληρὸν ἀνάγκη εἶναι, ῥᾴδιον ἐκ τούτων ἀδύνατόν τι συναγαγεῖν.
492Aristoteles, De caelo, 1, 1, 12; 31 (auctor 384BC-322BC)
Καὶ γὰρ ἐπὶ πόσων συμβήσεται τοῦτο καὶ ἐπὶ ποίων; Ἢ πῶς διοριοῦσι μὴ βουλόμενοι πλάττειν; καὶ εἰ πᾶν μεῖζον βάρος βάρους βάρει, συμβήσεται καὶ ἕκαστον τῶν ἀβαρῶν βάρος ἔχειν· εἰ γὰρ αἱ τέτταρες στιγμαὶ βάρος ἔχουσι, τὸ δ´ ἐκ πλειόνων ἢ τοδὶ βαρέος ὄντος βαρύτερον, τὸ δὲ βαρέος βαρύτερον ἀνάγκη βάρει εἶναι, ὥσπερ καὶ τὸ λευκοῦ λευκότερον λευκῷ, ἔσται τὸ μεῖζον μιᾷ στιγμῇ βαρύτερον, ὥστε, ἀφαιρεθέντος τοῦ ἴσου, [ὥστε] καὶ ἡ μία στιγμὴ βάρος ἕξει.
493Aristoteles, De caelo, 1, 2, 1; 3 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ παρὰ φύσιν ἐστί τις κίνησις, ἀνάγκη εἶναι καὶ κατὰ φύσιν, παρ´ ἣν αὕτη· καὶ εἰ πολλαὶ αἱ παρὰ φύσιν, τὴν κατὰ φύσιν μίαν· κατὰ φύσιν μὲν γὰρ ἁπλῶς, παρὰ φύσιν δ´ ἔχει πολλὰς ἕκαστον.
494Aristoteles, De caelo, 1, 2, 2; 5 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν φαίνεταί τι μένον ἐπὶ τοῦ μέσου, εἰ μὲν κατὰ φύσιν, δῆλον ὅτι καὶ ἡ φορὰ ἡ ἐνταῦθα κατὰ φύσιν αὐτῷ· εἰ δὲ βίᾳ, τί τὸ φέρεσθαι κωλῦον; Εἰ μὲν ἠρεμοῦν, τὸν αὐτὸν κυκλήσομεν λόγον· ἀνάγκη γὰρ ἢ κατὰ φύσιν εἶναι τὸ πρῶτον ἠρεμοῦν ἢ εἰς ἄπειρον ἰέναι, ὅπερ ἀδύνατον· εἰ δὲ κινούμενον τὸ κωλῦον φέρεσθαι, καθάπερ φησὶν Ἐμπεδοκλῆς τὴν γῆν ὑπὸ τῆς δίνης ἠρεμεῖν, ποῦ ἂν ἐφέρετο, ἐπειδὴ εἰς ἄπειρον ἀδύνατον; Οὐθὲν γὰρ γίγνεται ἀδύνατον, τὸ δ´ ἄπειρον διελθεῖν ἀδύνατον.
495Aristoteles, De caelo, 1, 2, 2; 6 (auctor 384BC-322BC)
Ὥστ´ ἀνάγκη στῆναί που τὸ φερόμενον, κἀκεῖ μὴ βίᾳ μένειν ἀλλὰ κατὰ φύσιν.
496Aristoteles, De caelo, 1, 2, 3; 9 (auctor 384BC-322BC)
Εἰ γὰρ ἄλλο ὑπ´ ἄλλου κινεῖται βίᾳ τῶν στοιχείων, ἀλλὰ καὶ κατὰ φύσιν ἀνάγκη τινὰ εἶναι κίνησιν ἑκάστου, παρ´ ἣν ἡ βίαιός ἐστιν· καὶ δεῖ τὴν πρώτην κινοῦσαν μὴ βίᾳ κινεῖν, ἀλλὰ κατὰ φύσιν· εἰς ἄπειρον γὰρ εἶσιν, εἰ μή τι ἔσται κατὰ φύσιν κινοῦν πρῶτον, ἀλλ´ ἀεὶ τὸ πρότερον βίᾳ κινούμενον κινήσει.
497Aristoteles, De caelo, 1, 2, 4; 11 (auctor 384BC-322BC)
Ἀνάγκη γὰρ ἢ βίαιον εἶναι τὴν κίνησιν ἢ κατὰ φύσιν.
498Aristoteles, De caelo, 1, 2, 4; 12 (auctor 384BC-322BC)
Εἰ δὲ κατὰ φύσιν ἐκινεῖτο, ἀνάγκη κόσμον εἶναι, ἐάν τις βούληται θεωρεῖν ἐπιστήσας· τό τε γὰρ πρῶτον κινοῦν ἀνάγκη κινεῖν ἑαυτὸ κινούμενον κατὰ φύσιν, καὶ τὰ κινούμενα μὴ βίᾳ, ἐν τοῖς οἰκείοις ἠρεμοῦντα τόποις, ποιεῖν ἥνπερ ἔχουσι νῦν τάξιν, τὰ μὲν βάρος ἔχοντα ἐπὶ τὸ μέσον, τὰ δὲ κουφότητα ἔχοντα ἀπὸ τοῦ μέσου· ταύτην δ´ ὁ κόσμος ἔχει τὴν διάταξιν.
499Aristoteles, De caelo, 1, 2, 6; 14 (auctor 384BC-322BC)
Τοῖς δ´ ἄπειρα ἐν ἀπείρῳ τὰ κινούμενα ποιοῦσιν, εἰ μὲν ἓν τὸ κινοῦν, ἀνάγκη μίαν φέρεσθαι φοράν, ὥστ´ οὐκ ἀτάκτως κινηθήσεται, εἰ δ´ ἄπειρα τὰ κινοῦντα, καὶ τὰς φορὰς ἀναγκαῖον ἀπείρους εἶναι· εἰ γὰρ πεπερασμέναι, τάξις τις ἔσται· οὐ γὰρ τῷ μὴ φέρεσθαι εἰς τὸ αὐτὸ ἡ ἀταξία συμβαίνει· οὐδὲ γὰρ νῦν εἰς τὸ αὐτὸ φέρεται πάντα, ἀλλὰ τὰ συγγενῆ μόνον.
500Aristoteles, De caelo, 1, 2, 9; 25 (auctor 384BC-322BC)
Ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε ἴσον οἰσθήσεται τὸ ἀβαρὲς καὶ τὸ βάρος ἔχον· ὅπερ ἀδύνατον.