'αντίον' - search in All Authors, Showing 1 to 118 of 118 hits

1Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 21; 19
καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιθλεεμίτης τὸν Γολιαθ τὸν Γεθθαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. –
2Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 11; 23
καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ’ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
3Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 20; 5
καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαιρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
4Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 101; 1
Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐν αντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
5Desiderius Erasmus, Adagia, Chiliades, 3, 2731; 1 (opus 1508)
Cum significabimus duos ex aequo paratos ad disceptandum rixamve, licebit accommodare carmen illud ex eodem libro: Σῶ μέν δή χεῖράς τε καί ἔγχεα ὀξυόεντα Ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι, id est Illi inter sese iamiam pugnare parantes Obtendunt pariterque manus praeacutaque pila.
6Herodotus, Historiae, 1, 31, 4; 6 (auctor c.484BC-425BC)
Ἀργεῖοι μὲν γὰρ περιστάντες ἐμακάριζον τῶν νεηνιέων τὴν ῥώμην, αἱ δὲ Ἀργεῖαι τὴν μητέρα αὐτῶν, οἵων τέκνων ἐκύρησε· ἡ δὲ μήτηρ περιχαρής ἐοῦσα τῷ τε ἔργῳ καὶ τῇ φήμῃ, στᾶσα ἀντίον τοῦ ἀγάλματος εὔχετο Κλεόβι τε καὶ Βίτωνι τοῖσι ἑωυτῆς τέκνοισι, οἵ μιν ἐτίμησαν μεγάλως, τὴν θεὸν δοῦναι τὸ ἀνθρώπῳ τυχεῖν ἄριστον ἐστί.
7Herodotus, Historiae, 1, 72, 3; 3 (auctor c.484BC-425BC)
οὕτω ὁ Ἅλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίον Κύπρου ἐς τὸν Εὔξεινον πόντον.
8Herodotus, Historiae, 1, 99, 1; 2 (auctor c.484BC-425BC)
οἰκοδομηθέντων δὲ πάντων κόσμον τόνδε Δηιόκης πρῶτος ἐστὶ ὁ καταστησάμενος, μήτε ἐσιέναι παρὰ βασιλέα μηδένα, δι' ἀγγέλων δὲ πάντα χρᾶσθαι, ὁρᾶσθαι τε βασιλέα ὑπὸ μηδενός, πρός τε τούτοισι ἔτι γελᾶν τε καὶ ἀντίον πτύειν καὶ ἅπασι εἶναι τοῦτό γε αἰσχρόν.
9Herodotus, Historiae, 1, 133, 3; 4 (auctor c.484BC-425BC)
οἴνῳ δὲ κάρτα προσκέαται, καί σφι οὐκ ἐμέσαι ἔξεστι, οὐκὶ οὐρῆσαι ἀντίον ἄλλου.
10Herodotus, Historiae, 1, 201, 1; 2 (auctor c.484BC-425BC)
τὸ δὲ ἔθνος τοῦτο καὶ μέγα λέγεται εἶναι καὶ ἄλκιμον, οἰκημένον δὲ πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολάς, πέρην τοῦ Ἀράξεω ποταμοῦ, ἀντίον δὲ Ἰσσηδόνων ἀνδρῶν.
11Herodotus, Historiae, 2, 2, 3; 3 (auctor c.484BC-425BC)
παιδία δύο νεογνὰ ἀνθρώπων τῶν ἐπιτυχόντων δίδωσι ποιμένι τρέφειν ἐς τὰ ποίμνια τροφήν τινα τοιήνδε, ἐντειλάμενος μηδένα ἀντίον αὐτῶν μηδεμίαν φωνὴν ἱέναι, ἐν στέγῃ δὲ ἐρήμῃ ἐπ' ἑωυτῶν κέεσθαι αὐτά, καὶ τὴν ὥρην ἐπαγινέειν σφι αἶγας, πλήσαντα δὲ γάλακτος τἆλλα διαπρήσσεσθαι· ταῦτα δὲ ἐποίεέ τε καὶ ἐνετέλλετο Ψαμμήτιχος θέλων ἀκοῦσαι τῶν παιδίων, ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων, ἥντινα φωνὴν ῥήξουσι πρώτην· τά περ ὦν καὶ ἐγένετο.
12Herodotus, Historiae, 2, 34, 2; 3 (auctor c.484BC-425BC)
ἡ δὲ Αἴγυπτος τῆς ὀρεινῆς Κιλικίης μάλιστά κῃ ἀντίη κέεται· ἐνθεῦτεν δὲ ἐς Σινώπην τὴν ἐν τῷ Εὐξείνῳ πόντῳ πέντε ἡμερέων ἰθέα ὁδὸς εὐζώνῳ ἀνδρί· ἡ δὲ Σινώπη τῷ Ἴστρῳ ἐκδιδόντι ἐς θάλασσαν ἀντίον κέεται.
13Herodotus, Historiae, 2, 135, 4; 5 (auctor c.484BC-425BC)
τῆς ὦν δεκάτης τῶν χρημάτων ποιησαμένη ὀβελοὺς βουπόρους πολλοὺς σιδηρέους, ὅσον ἐνεχώρεε ἡ δεκάτη οἱ, ἀπέπεμπε ἐς Δελφούς· οἳ καὶ νῦν ἔτι συννενέαται ὄπισθε μὲν τοῦ βωμοῦ τὸν Χῖοι ἀνέθεσαν, ἀντίον δὲ αὐτοῦ τοῦ νηοῦ.
14Herodotus, Historiae, 2, 166, 1; 1 (auctor c.484BC-425BC)
καλασιρίων δὲ οἵδε ἄλλοι νομοί εἰσι, Θηβαῖος, Βουβαστίτης, Ἀφθίτης, Τανίτης, Μενδήσιος, Σεβεννύτης, Ἀθριβίτης, Φαρβαϊθίτης, Θμουΐτης, Ὀνουφίτης, Ἀνύτιος, Μυεκφορίτης· οὗτος ὁ νομὸς ἐν νήσῳ οἰκέει ἀντίον Βουβάστιος πόλιος.
15Herodotus, Historiae, 4, 157, 3; 5 (auctor c.484BC-425BC)
ἀπικόμενοι δὲ ἐς τὴν νῆσον καὶ ἀναλαβόντες τὸν ἔλιπον, ἔκτισαν αὐτῆς τῆς Λιβύης χῶρον ἀντίον τῆς νήσου τῷ οὔνομα ἦν Ἄζιρις· τὸν νάπαι τε κάλλισται ἐπ' ἀμφότερα συγκληίουσι καὶ ποταμὸς τὰ ἐπὶ θάτερα παραρρέει.
16Herodotus, Historiae, 5, 77, 3; 8 (auctor c.484BC-425BC)
τὰς δὲ πέδας αὐτῶν, ἐν τῇσι ἐδεδέατο, ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν· αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι, κρεμάμεναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου, ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου.
17Herodotus, Historiae, 6, 47, 2; 2 (auctor c.484BC-425BC)
τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτα ἐστὶ τῆς Θάσου μεταξὺ Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ Σαμοθρηίκης, ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι.
18Herodotus, Historiae, 7, 22, 2; 5 (auctor c.484BC-425BC)
τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ ὄρος, χερσονησοειδές τε ἐστὶ καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων· πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης.
19Herodotus, Historiae, 8, 90, 4; 8 (auctor c.484BC-425BC)
ὅκως γάρ τινα ἴδοι Ξέρξης τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ, κατήμενος ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Σαλαμῖνος τὸ καλέεται Αἰγάλεως, ἀνεπυνθάνετο τὸν ποιήσαντα, καὶ οἱ γραμματισταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν.
20Herodotus, Historiae, 9, 31, 2; 5 (auctor c.484BC-425BC)
ἔταξε δὲ οὕτω· ὅ τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξας ἔστησε ἀντίον Λακεδαιμονίων, τὸ δὲ ἀσθενέστερον παρέταξε κατὰ τοὺς Τεγεήτας.
21Hesiodus, Opera et dies, 571; 4 (auctor fl.c.700BC)
ἦμος δὲ σκόλυμός τ' ἀνθεῖ καὶ ἠχέτα τέττιξ δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ' ἀοιδὴν πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, τῆμος πιόταταί τ' αἶγες καὶ οἶνος ἄριστος, μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ' ἤδη εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, μάζα τ' ἀμολγαίη γάλα τ' αἰγῶν σβεννυμενάων, καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης πρωτογόνων τ' ἐρίφων· ἐπὶ δ' αἴθοπα πινέμεν οἶνον, ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, κρήνης τ' αἰενάου καὶ ἀπορρύτου, ἥτ' ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
22Hesiodus, Theogonia, 617; 4 (auctor fl.c.700BC)
δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ' ἔχοντες Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, οἳ μὲν ἀφ' ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί, οἳ δ' ἄρ' ἀπ' Οὐλύμποιο θεοί, δωτῆρες ἐάων, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
23Homerus, Ilias, 1, 206; 5 (auctor fl.700BC)
ἦ πολύ λώϊόν ἐστι κατά στρατόν εὐρύν Ἀχαιῶν δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· δημοβόρος βασιλεύς ἐπεί οὐτιδανοῖσιν ἀνάσσεις· ἦ γάρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
24Homerus, Ilias, 3, 191; 4 (auctor fl.700BC)
τήν δ' αὖτ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτές ἔειπες· ἤδη γάρ καί δεῦρό ποτ' ἤλυθε δῖος Ὀδυσσεύς σεῦ ἕνεκ' ἀγγελίης σύν ἀρηϊφίλῳ Μενελάῳ· τούς δ' ἐγώ ἐξείνισσα καί ἐν μεγάροισι φίλησα, ἀμφοτέρων δέ φυήν ἐδάην καί μήδεα πυκνά.
25Homerus, Ilias, 4, 265; 1 (auctor fl.700BC)
τόν δ' αὖτ' Ἰδομενεύς Κρητῶν ἀγός ἀντίον ηὔδα· Ἀτρεΐδη μάλα μέν τοι ἐγών ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τό πρῶτον ὑπέστην καί κατένευσα· ἀλλ' ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιούς ὄφρα τάχιστα μαχώμεθ', ἐπεί σύν γ' ὅρκι' ἔχευαν Τρῶες· τοῖσιν δ' αὖ θάνατος καί κήδε' ὀπίσσω ἔσσετ' ἐπεί πρότεροι ὑπέρ ὅρκια δηλήσαντο.
26Homerus, Ilias, 5, 159; 3 (auctor fl.700BC)
τόν δ' ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, βῆ δ' ἴμεν ἄν τε μάχην καί ἀνά κλόνον ἐγχειάων Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· εὗρε Λυκάονος υἱόν ἀμύμονά τε κρατερόν τε, στῆ δέ πρόσθ' αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· Πάνδαρε ποῦ τοι τόξον ἰδέ πτερόεντες ὀϊστοί καί κλέος· ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ, οὐδέ τις ἐν Λυκίῃ σέο γ' εὔχεται εἶναι ἀμείνων.
27Homerus, Ilias, 5, 201; 6 (auctor fl.700BC)
τόν δ' αὖτ' Αἰνείας Τρώων ἀγός ἀντίον ηὔδα· μή δ' οὕτως ἀγόρευε· πάρος δ' οὐκ ἔσσεται ἄλλως, πρίν γ' ἐπί νώ τῷδ' ἀνδρί σύν ἵπποισιν καί ὄχεσφιν ἀντιβίην ἐλθόντε σύν ἔντεσι πειρηθῆναι.
28Homerus, Ilias, 5, 239; 5 (auctor fl.700BC)
οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι οὐδέ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλά καί αὔτως ἀντίον εἶμ' αὐτῶν· τρεῖν μ' οὐκ ἐᾷ Παλλάς Ἀθήνη.
29Homerus, Ilias, 5, 533; 8 (auctor fl.700BC)
τώ μέν δή χεῖράς τε καί ἔγχεα ὀξυόεντα ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· Ἀντίλοχος δέ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν.
30Homerus, Ilias, 5, 627; 4 (auctor fl.700BC)
τόν δ' αὖ Σαρπηδών Λυκίων ἀγός ἀντίον ηὔδα· Τληπόλεμ' ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρήν ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
31Homerus, Ilias, 7, 132; 8 (auctor fl.700BC)
ὑμέων δ' οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν οὐδ' οἳ προφρονέως μέμαθ' Ἕκτορος ἀντίον ἐλθεῖν.
32Homerus, Ilias, 8, 198; 1 (auctor fl.700BC)
ὣς ἔφατ' εὐχόμενος, νεμέσησε δέ πότνια Ἥρη, σείσατο δ' εἰνί θρόνῳ, ἐλέλιξε δέ μακρόν Ὄλυμπον, καί ῥα Ποσειδάωνα μέγαν θεόν ἀντίον ηὔδα· ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οὐδέ νυ σοί περ ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσί θυμός.
33Homerus, Ilias, 9, 205; 7 (auctor fl.700BC)
αὐτός δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο τοίχου τοῦ ἑτέροιο, θεοῖσι δέ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον· ὃ δ' ἐν πυρί βάλλε θυηλάς.
34Homerus, Ilias, 11, 210; 4 (auctor fl.700BC)
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι ὅς τις δή πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ἢ αὐτῶν Τρώων ἠέ κλειτῶν ἐπικούρων.
35Homerus, Ilias, 11, 210; 6 (auctor fl.700BC)
τάς μέν ἔπειτ' ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, αὐτάρ ὃ πεζός ἐών ἐς Ἴλιον εἰληλούθει· ὅς ῥα τότ' Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
36Homerus, Ilias, 11, 531; 5 (auctor fl.700BC)
ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπό μεσσαύλοιο ἐσσεύαντο κύνες τε καί ἀνέρες ἀγροιῶται, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες· ὃ δέ κρειῶν ἐρατίζων ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γάρ ἄκοντες ἀντίον ἀΐσσουσι θρασειάων ἀπό χειρῶν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ἠῶθεν δ' ἀπό νόσφιν ἔβη τετιηότι θυμῷ· ὣς Αἴας τότ' ἀπό Τρώων τετιημένος ἦτορ ἤϊε πόλλ' ἀέκων· περί γάρ δίε νηυσίν Ἀχαιῶν.
37Homerus, Ilias, 11, 822; 1 (auctor fl.700BC)
τόν δ' αὖτ' Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· οὐκέτι διογενές Πατρόκλεες ἄλκαρ Ἀχαιῶν ἔσσεται, ἀλλ' ἐν νηυσί μελαίνῃσιν πεσέονται.
38Homerus, Ilias, 12, 34; 1 (auctor fl.700BC)
ὣς ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καί Ἀπόλλων θησέμεναι· τότε δ' ἀμφί μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δέ δούρατα πύργων βαλλόμεν'· Ἀργεῖοι δέ Διός μάστιγι δαμέντες νηυσίν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερόν μήστωρα φόβοιο· αὐτάρ ὅ γ' ὡς τό πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· ὡς δ' ὅτ' ἂν ἔν τε κύνεσσι καί ἀνδράσι θηρευτῇσι κάπριος ἠέ λέων στρέφεται σθένεϊ βλεμεαίνων· οἳ δέ τε πυργηδόν σφέας αὐτούς ἀρτύναντες ἀντίον ἵστανται καί ἀκοντίζουσι θαμειάς αἰχμάς ἐκ χειρῶν· τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδέ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· ὅππῃ τ' ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰών ἐλλίσσεθ' ἑταίρους τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δέ χρεμέτιζον ἐπ' ἄκρῳ χείλει ἐφεσταότες· ἀπό γάρ δειδίσσετο τάφρος εὐρεῖ', οὔτ' ἄρ' ὑπερθορέειν σχεδόν οὔτε περῆσαι ῥηϊδίη· κρημνοί γάρ ἐπηρεφέες περί πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δέ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τούς ἵστασαν υἷες Ἀχαιῶν πυκνούς καί μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
39Homerus, Ilias, 13, 195; 4 (auctor fl.700BC)
τόν μέν ἑταῖροι ἔνεικαν, ὃ δ' ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· ἔτι γάρ πολέμοιο μενοίνα ἀντιάαν· τόν δέ προσέφη κρείων ἐνοσίχθων εἰσάμενος φθογγήν Ἀνδραίμονος υἷϊ Θόαντι ὃς πάσῃ Πλευρῶνι καί αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεός δ' ὣς τίετο δήμῳ· Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαί οἴχονται, τάς Τρωσίν ἀπείλεον υἷες Ἀχαιῶν· τόν δ' αὖτ' Ἰδομενεύς Κρητῶν ἀγός ἀντίον ηὔδα· ὦ Θόαν οὔ τις ἀνήρ νῦν γ' αἴτιος, ὅσσον ἔγωγε γιγνώσκω· πάντες γάρ ἐπιστάμεθα πτολεμίζειν.
40Homerus, Ilias, 13, 231; 6 (auctor fl.700BC)
τόν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνί κλισίῃσι λέλειπται οἰσόμενος· τό νυ γάρ κατεάξαμεν ὃ πρίν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλών ὑπερηνορέοντος.
41Homerus, Ilias, 13, 231; 7 (auctor fl.700BC)
τόν δ' αὖτ' Ἰδομενεύς Κρητῶν ἀγός ἀντίον ηὔδα· δούρατα δ' αἴ κ' ἐθέλῃσθα καί ἓν καί εἴκοσι δήεις ἑσταότ' ἐν κλισίῃ πρός ἐνώπια παμφανόωντα Τρώϊα, τά κταμένων ἀποαίνυμαι· οὐ γάρ ὀΐω ἀνδρῶν δυσμενέων ἑκάς ἱστάμενος πολεμίζειν.
42Homerus, Ilias, 13, 266; 1 (auctor fl.700BC)
τόν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· καί τοι ἐμοί παρά τε κλισίῃ καί νηῒ μελαίνῃ πόλλ' ἔναρα Τρώων· ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.
43Homerus, Ilias, 13, 266; 4 (auctor fl.700BC)
τόν δ' αὖτ' Ἰδομενεύς Κρητῶν ἀγός ἀντίον ηὔδα· οἶδ' ἀρετήν οἷός ἐσσι· τί σε χρή ταῦτα λέγεσθαι· εἰ γάρ νῦν παρά νηυσί λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστ' ἀρετή διαείδεται ἀνδρῶν, ἔνθ' ὅ τε δειλός ἀνήρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη· τοῦ μέν γάρ τε κακοῦ τρέπεται χρώς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ' ἐν φρεσί θυμός, ἀλλά μετοκλάζει καί ἐπ' ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ' ὀδόντων· τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρώς οὔτέ τι λίην ταρβεῖ, ἐπειδάν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ἀρᾶται δέ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· οὐδέ κεν ἔνθα τεόν γε μένος καί χεῖρας ὄνοιτο.
44Homerus, Ilias, 13, 295; 4 (auctor fl.700BC)
τόν δ' αὖτ' Ἰδομενεύς Κρητῶν ἀγός ἀντίον ηὔδα· νηυσί μέν ἐν μέσσῃσιν ἀμύνειν εἰσί καί ἄλλοι Αἴαντές τε δύω Τεῦκρός θ', ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ, ἀγαθός δέ καί ἐν σταδίῃ ὑσμίνῃ· οἵ μιν ἅδην ἐλόωσι καί ἐσσύμενον πολέμοιο Ἕκτορα Πριαμίδην, καί εἰ μάλα καρτερός ἐστιν.
45Homerus, Ilias, 16, 619; 1 (auctor fl.700BC)
τόν δ' αὖ Μηριόνης δουρικλυτός ἀντίον ηὔδα· Αἰνεία χαλεπόν σε καί ἴφθιμόν περ ἐόντα πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα ἔλθῃ ἀμυνόμενος· θνητός δέ νυ καί σύ τέτυξαι.
46Homerus, Ilias, 17, 44; 4 (auctor fl.700BC)
ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκί πεποιθώς βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβών κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θ' αἷμα καί ἔγκατα πάντα λαφύσσει δῃῶν· ἀμφί δέ τόν γε κύνες τ' ἄνδρές τε νομῆες πολλά μάλ' ἰύζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν ἀντίον ἐλθέμεναι· μάλα γάρ χλωρόν δέος αἱρεῖ· ὣς τῶν οὔ τινι θυμός ἐνί στήθεσσιν ἐτόλμα ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
47Homerus, Ilias, 17, 656; 1 (auctor fl.700BC)
ὣς ἔφατ', οὐδ' ἀπίθησε βοήν ἀγαθός Μενέλαος, βῆ δ' ἰέναι ὥς τίς τε λέων ἀπό μεσσαύλοιο, ὅς τ' ἐπεί ἄρ κε κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες· ὃ δέ κρειῶν ἐρατίζων ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γάρ ἄκοντες ἀντίον ἀΐσσουσι θρασειάων ἀπό χειρῶν, καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· ὣς ἀπό Πατρόκλοιο βοήν ἀγαθός Μενέλαος ἤϊε πόλλ' ἀέκων· περί γάρ δίε μή μιν Ἀχαιοί ἀργαλέου πρό φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
48Homerus, Ilias, 19, 37; 8 (auctor fl.700BC)
ἀλλά τά μέν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ θυμόν ἐνί στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· νῦν δ' ἤτοι μέν ἐγώ παύω χόλον, οὐδέ τί με χρή ἀσκελέως αἰεί μενεαινέμεν· ἀλλ' ἄγε θᾶσσον ὄτρυνον πόλεμον δέ κάρη κομόωντας Ἀχαιούς, ὄφρ' ἔτι καί Τρώων πειρήσομαι ἀντίον ἐλθών αἴ κ' ἐθέλωσ' ἐπί νηυσίν ἰαύειν· ἀλλά τιν' οἴω ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο.
49Homerus, Ilias, 20, 144; 7 (auctor fl.700BC)
Πηλεΐδης δ' ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς σίντης, ὅν τε καί ἄνδρες ἀποκτάμεναι μεμάασιν ἀγρόμενοι πᾶς δῆμος· ὃ δέ πρῶτον μέν ἀτίζων ἔρχεται, ἀλλ' ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν δουρί βάλῃ ἐάλη τε χανών, περί τ' ἀφρός ὀδόντας γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, οὐρῇ δέ πλευράς τε καί ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑέ δ' αὐτόν ἐποτρύνει μαχέσασθαι, γλαυκιόων δ' ἰθύς φέρεται μένει, ἤν τινα πέφνῃ ἀνδρῶν, ἢ αὐτός φθίεται πρώτῳ ἐν ὁμίλῳ· ὣς Ἀχιλῆ' ὄτρυνε μένος καί θυμός ἀγήνωρ ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
50Homerus, Ilias, 22, 177; 6 (auctor fl.700BC)
ὁσσάκι δ' ὁρμήσειε πυλάων Δαρδανιάων ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπό πύργους, εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθάς πρός πεδίον· αὐτός δέ ποτί πτόλιος πέτετ' αἰεί.
51Homerus, Ilias, 23, 473; 4 (auctor fl.700BC)
τόν δέ χολωσάμενος Κρητῶν ἀγός ἀντίον ηὔδα· Αἶαν νεῖκος ἄριστε κακοφραδές ἄλλά τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστίν ἀπηνής.
52Homerus, Ilias, 23, 586; 1 (auctor fl.700BC)
τόν δ' αὖτ' Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα· ἄνσχεο νῦν· πολλόν γάρ ἔγωγε νεώτερός εἰμι σεῖο ἄναξ Μενέλαε, σύ δέ πρότερος καί ἀρείων.
53Homerus, Ilias, 24, 299; 9 (auctor fl.700BC)
οἳ δ' ἐπεί οὖν πόλιος κατέβαν, πεδίον δ' ἀφίκοντο, οἳ μέν ἄρ' ἄψορροι προτί Ἴλιον ἀπονέοντο παῖδες καί γαμβροί, τώ δ' οὐ λάθον εὐρύοπα Ζῆν ἐς πεδίον προφανέντε· ἰδών δ' ἐλέησε γέροντα, αἶψα δ' ἄρ' Ἑρμείαν υἱόν φίλον ἀντίον ηὔδα· Ἑρμεία, σοί γάρ τε μάλιστά γε φίλτατόν ἐστιν ἀνδρί ἑταιρίσσαι, καί τ' ἔκλυες ᾧ κ' ἐθέλῃσθα, βάσκ' ἴθι καί Πρίαμον κοίλας ἐπί νῆας Ἀχαιῶν ὣς ἄγαγ', ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ τῶν ἄλλων Δαναῶν, πρίν Πηλεΐωνα δ' ἱκέσθαι.
54Homerus, Odyssea, 1, 178; 12 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " τοιγάρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
55Homerus, Odyssea, 1, 230; 1 (auctor fl.700BC)
τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ξεῖν', ἐπεί ἂρ δή ταῦτά μ' ἀνείρεαι ἠδέ μεταλλᾷς, μέλλεν μέν ποτε οἶκος ὅδ' ἀφνειός καί ἀμύμων ἔμμεναι, ὄφρ' ἔτι κεῖνος ἀνήρ ἐπιδήμιος ἦεν· νῦν δ' ἑτέρως ἐβόλοντο θεοί κακά μητιόωντες, οἳ κεῖνον μέν ἄιστον ἐποίησαν περί πάντων ἀνθρώπων, ἐπεί οὔ κε θανόντι περ ὧδ' ἀκαχοίμην, εἰ μετά οἷς ἑτάροισι δάμη Τρώων ἐνί δήμῳ, ἠέ φίλων ἐν χερσίν, ἐπεί πόλεμον τολύπευσεν.
56Homerus, Odyssea, 1, 280; 7 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ξεῖν', ἦ τοι μέν ταῦτα φίλα φρονέων ἀγορεύεις, ὥς τε πατήρ ᾧ παιδί, καί οὔ ποτε λήσομαι αὐτῶν.
57Homerus, Odyssea, 1, 325; 6 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " μῆτερ ἐμή, τί τ' ἄρα φθονέεις ἐρίηρον ἀοιδόν τέρπειν ὅππῃ οἱ νόος ὄρνυται· οὔ νύ τ' ἀοιδοί αἴτιοι, ἀλλά ποθι Ζεύς αἴτιος, ὅς τε δίδωσιν ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
58Homerus, Odyssea, 1, 365; 7 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Ἀντίνο', ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω· καί κεν τοῦτ' ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
59Homerus, Odyssea, 1, 365; 10 (auctor fl.700BC)
" τόν δ' αὖτ' Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· " Τηλέμαχ', ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται, ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν· κτήματα δ' αὐτός ἔχοις καί δώμασιν οἷσιν ἀνάσσοις.
60Homerus, Odyssea, 1, 365; 14 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Εὐρύμαχ', ἦ τοι νόστος ἀπώλετο πατρός ἐμοῖο· οὔτ' οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
61Homerus, Odyssea, 2, 129; 1 (auctor fl.700BC)
τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Ἀντίνο', οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι ἥ μ' ἔτεχ', ἥ μ' ἔθρεψε· πατήρ δ' ἐμός ἄλλοθι γαίης, ζώει ὅ γ' ἦ τέθνηκε· κακόν δέ με πόλλ' ἀποτίνειν Ἰκαρίῳ, αἴ κ' αὐτός ἑκών ἀπό μητέρα πέμψω.
62Homerus, Odyssea, 2, 177; 1 (auctor fl.700BC)
τόν δ' αὖτ' Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· " ὦ γέρον, εἰ δ' ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν οἴκαδ' ἰών, μή πού τι κακόν πάσχωσιν ὀπίσσω· ταῦτα δ' ἐγώ σέο πολλόν ἀμείνων μαντεύεσθαι.
63Homerus, Odyssea, 2, 177; 8 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Εὐρύμαχ' ἠδέ καί ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, ταῦτα μέν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ' ἀγορεύω· ἤδη γάρ τά ἴσασι θεοί καί πάντες Ἀχαιοί.
64Homerus, Odyssea, 2, 224; 4 (auctor fl.700BC)
" τόν δ' Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα· " Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες ἡμέας ὀτρύνων καταπαυέμεν.
65Homerus, Odyssea, 2, 309; 1 (auctor fl.700BC)
τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Ἀντίνο', οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ' ὑμῖν δαίνυσθαί τ' ἀκέοντα καί εὐφραίνεσθαι ἕκηλον.
66Homerus, Odyssea, 2, 361; 4 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " θάρσει, μαῖ', ἐπεί οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
67Homerus, Odyssea, 3, 1; 7 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Μέντορ, πῶς τ' ἄρ' ἴω· πῶς τ' ἂρ προσπτύξομαι αὐτόν· οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν· αἰδώς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
68Homerus, Odyssea, 3, 51; 8 (auctor fl.700BC)
ὦ ξεῖνοι, τίνες ἐστέ· πόθεν πλεῖθ' ὑγρά κέλευθα· ἤ τι κατά πρῆξιν ἦ μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες ὑπείρ ἅλα, τοί τ' ἀλόωνται ψυχάς παρθέμενοι κακόν ἀλλοδαποῖσι πέροντες· " τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα θαρσήσας· αὐτή γάρ ἐνί φρεσί θάρσος Ἀθήνη θῆχ', ἵνα μιν περί πατρός ἀποιχομένοιο ἔροιτο ἠδ' ἵνα μιν κλέος ἐσθλόν ἐν ἀνθρώποισιν ἔχῃσιν· " ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, εἴρεαι ὁππόθεν εἰμέν· ἐγώ δέ κέ τοι καταλέξω.
69Homerus, Odyssea, 3, 184; 8 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, καί λίην κεῖνος μέν ἐτίσατο, καί οἱ Ἀχαιοί οἴσουσι κλέος εὐρύ καί ἐσσομένοισι πυθέσθαι· αἲ γάρ ἐμοί τοσσήνδε θεοί δύναμιν περιθεῖεν, τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
70Homerus, Odyssea, 3, 184; 12 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· λίην γάρ μέγα εἶπες· ἄγη μ' ἔχει.
71Homerus, Odyssea, 3, 229; 5 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ· κείνῳ δ' οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη φράσσαντ' ἀθάνατοι θάνατον καί κῆρα μέλαιναν.
72Homerus, Odyssea, 4, 147; 3 (auctor fl.700BC)
" τόν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· " Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, κείνου μέν τοι ὅδ' υἱός ἐτήτυμον, ὡς ἀγορεύεις· ἀλλά σαόφρων ἐστί, νεμεσσᾶται δ' ἐνί θυμῷ ὧδ' ἐλθών τό πρῶτον ἐπεσβολίας ἀναφαίνειν ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ' αὐδῇ.
73Homerus, Odyssea, 4, 265; 10 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ἄλγιον· οὐ γάρ οἵ τι τάδ' ἤρκεσε λυγρόν ὄλεθρον, οὐδ' εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
74Homerus, Odyssea, 4, 315; 1 (auctor fl.700BC)
τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρός ἐνίσποις.
75Homerus, Odyssea, 4, 593; 1 (auctor fl.700BC)
τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Ἀτρεΐδη, μή δή με πολύν χρόνον ἐνθάδ' ἔρυκε.
76Homerus, Odyssea, 4, 625; 7 (auctor fl.700BC)
" τόν δ' υἱός Φρονίοιο Νοήμων ἀντίον ηὔδα· " αὐτός ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καί ἄλλος, ὁππότ' ἀνήρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ αἰτίζῃ· χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
77Homerus, Odyssea, 5, 1; 7 (auctor fl.700BC)
" ἦ ῥα καί Ἑρμείαν, υἱόν φίλον, ἀντίον ηὔδα· " Ἑρμεία, σύ γάρ αὖτε τά τ' ἄλλα περ ἄγγελός ἐσσι, νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν, νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων· ἀλλ' ὅ γ' ἐπί σχεδίης πολυδέσμου πήματα πάσχων ἤματί κ' εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο, Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, οἵ κέν μιν περί κῆρι θεόν ὣς τιμήσουσιν, πέμψουσιν δ' ἐν νηί φίλην ἐς πατρίδα γαῖαν, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες, πόλλ', ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεύς, εἴ περ ἀπήμων ἦλθε, λαχών ἀπό ληίδος αἶσαν.
78Homerus, Odyssea, 5, 192; 2 (auctor fl.700BC)
ἷξον δέ σπεῖος γλαφυρόν θεός ἠδέ καί ἀνήρ, καί ῥ' ὁ μέν ἔνθα καθέζετ' ἐπί θρόνου ἔνθεν ἀνέστη Ἑρμείας, νύμφη δ' ἐτίθει πάρα πᾶσαν ἐδωδήν, ἔσθειν καί πίνειν, οἷα βροτοί ἄνδρες ἔδουσιν· αὐτή δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, τῇ δέ παρ' ἀμβροσίην δμῳαί καί νέκταρ ἔθηκαν.
79Homerus, Odyssea, 6, 162; 8 (auctor fl.700BC)
" τόν δ' αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· " ξεῖν', ἐπεί οὔτε κακῷ οὔτ' ἄφρονι φωτί ἔοικας· Ζεύς δ' αὐτός νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδέ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· καί που σοί τάδ' ἔδωκε, σέ δέ χρή τετλάμεν ἔμπης.
80Homerus, Odyssea, 14, 72; 3 (auctor fl.700BC)
ὀπτήσας δ' ἄρα πάντα φέρων παρέθηκ' Ὀδυσῆϊ θέρμ' αὐτοῖς ὀβελοῖσιν· ὁ δ' ἄλφιτα λευκά πάλυνεν· ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, αὐτός δ' ἀντίον ἷζεν, ἐποτρύνων δέ προσηύδα· " ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι, χοίρε'· ἀτάρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν, οὐκ ὄπιδα φρονέοντες ἐνί φρεσίν οὐδ' ἐλεητύν.
81Homerus, Odyssea, 15, 48; 1 (auctor fl.700BC)
τόν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· " Τηλέμαχ', οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο νύκτα διά δνοφερήν ἐλάαν· τάχα δ' ἔσσεται ἠώς.
82Homerus, Odyssea, 15, 48; 13 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, βούλομαι ἤδη νεῖσθαι ἐφ' ἡμέτερ'· οὐ γάρ ὄπισθεν οὖρον ἰών κατέλειπον ἐπί κτεάτεσσιν ἐμοῖσιν· μή πατέρ' ἀντίθεον διζήμενος αὐτός ὄλωμαι, ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλόν ὄληται.
83Homerus, Odyssea, 15, 130; 10 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " καί λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις, πάντα τάδ' ἐλθόντες καταλέξομεν· αἲ γάρ ἐγών ὣς νοστήσας Ἰθάκηνδε, κιχών Ὀδυσῆ' ἐνί οἴκῳ, εἴποιμ' ὡς παρά σεῖο τυχών φιλότητος ἁπάσης ἔρχομαι, αὐτάρ ἄγω κειμήλια πολλά καί ἐσθλά.
84Homerus, Odyssea, 15, 179; 1 (auctor fl.700BC)
τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " οὕτω νῦν Ζεύς θείη, ἐρίγδουπος πόσις Ἥρης· τῷ κέν τοι καί κεῖθι θεῷ ὣς εὐχετοῴμην.
85Homerus, Odyssea, 15, 265; 1 (auctor fl.700BC)
τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " τοιγάρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
86Homerus, Odyssea, 15, 265; 7 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " οὐ μέν δή σ' ἐθέλοντά γ' ἀπώσω νηός ἐΐσης, ἀλλ' ἕπευ· αὐτάρ κεῖθι φιλήσεαι, οἷά κ' ἔχωμεν.
87Homerus, Odyssea, 15, 493; 5 (auctor fl.700BC)
" τόν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· " πῆ γάρ ἐγώ, φίλε τέκνον, ἴω· τεῦ δώμαθ' ἵκωμαι ἀνδρῶν οἳ κραναήν Ἰθάκην κάτα κοιρανέουσιν· ἦ ἰθύς σῆς μητρός ἴω καί σοῖο δόμοιο· " τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ἄλλως μέν σ' ἂν ἐγώ γε καί ἡμέτερόνδε κελοίμην ἔρχεσθ'· οὐ γάρ τι ξενίων ποθή· ἀλλά σοί αὐτῷ χεῖρον, ἐπεί τοι ἐγώ μέν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται· οὐ μέν γάρ τι θαμά μνηστῆρσ' ἐνί οἴκῳ φαίνεται, ἀλλ' ἀπό τῶν ὑπερωΐῳ ἱστόν ὑφαίνει.
88Homerus, Odyssea, 15, 525; 4 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " αἲ γάρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
89Homerus, Odyssea, 15, 525; 6 (auctor fl.700BC)
" τόν δ' αὖ Πείραιος δουρικλυτός ἀντίον ηὔδα· " Τηλέμαχ', εἰ γάρ κεν σύ πολύν χρόνον ἐνθάδε μίμνοι, τόνδε τ' ἐγώ κομιῶ, ξενίων δέ οἱ οὐ ποθή ἔσται.
90Homerus, Odyssea, 16, 1; 11 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ἔσσεται οὕτως, ἄττα· σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω, ὄφρα σέ τ' ὀφθαλμοῖσιν ἴδω καί μῦθον ἀκούσω, ἤ μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνή χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα.
91Homerus, Odyssea, 16, 46; 3 (auctor fl.700BC)
τοῖσιν δ' αὖ κρειῶν πίνακας παρέθηκε συβώτης ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, σῖτον δ' ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον· αὐτός δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
92Homerus, Odyssea, 16, 46; 9 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Εὔμαι', ἦ μάλα τοῦτο ἔπος θυμαλγές ἔειπες· πῶς γάρ δή τόν ξεῖνον ἐγών ὑποδέξομαι οἴκῳ· αὐτός μέν νέος εἰμί καί οὔ πω χερσί πέποιθα ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ· μητρί δ' ἐμῇ δίχα θυμός ἐνί φρεσί μερμηρίζει, ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καί δῶμα κομίζῃ, εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ἦ ἤδη ἅμ' ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἐνί μεγάροισιν ἀνήρ καί πλεῖστα πόρῃσιν.
93Homerus, Odyssea, 16, 90; 5 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " τοιγάρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
94Homerus, Odyssea, 16, 135; 3 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ἄλγιον, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ· εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρός ἑλοίμεθα νόστιμον ἦμαρ.
95Homerus, Odyssea, 16, 135; 7 (auctor fl.700BC)
στῆ δέ κατ' ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα· οὐδ' ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ' ἐνόησεν, οὐ γάρ πω πάντεσσι θεοί φαίνονται ἐναργεῖς, ἀλλ' Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ' οὐχ ὑλάοντο κνυζηθμῷ δ' ἑτέρωσε διά σταθμοῖο φόβηθεν.
96Homerus, Odyssea, 16, 225; 5 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰέν ἄκουον, χεῖράς τ' αἰχμητήν ἔμεναι καί ἐπίφρονα βουλήν· ἀλλά λίην μέγα εἶπες· ἄγη μ' ἔχει· οὐδέ κεν εἴη ἄνδρε δύω πολλοῖσι καί ἰφθίμοισι μάχεσθαι.
97Homerus, Odyssea, 16, 225; 11 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τούς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καί ἄλλοις ἀνδράσι τε κρατέουσι καί ἀθανάτοισι θεοῖσι.
98Homerus, Odyssea, 16, 434; 1 (auctor fl.700BC)
τήν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· " κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, θάρσει· μή τοι ταῦτα μετά φρεσί σῇσι μελόντων.
99Homerus, Odyssea, 17, 45; 1 (auctor fl.700BC)
τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπύν ὄλεθρον· ἀλλ' ὑδρηναμένη, καθαρά χροῒ εἵμαθ' ἑλοῦσα, εἰς ὑπερῷ' ἀναβᾶσα σύν ἀμφιπόλοισι γυναιξίν εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ῥέξειν, αἴ κέ ποθι Ζεύς ἄντιτα ἔργα τελέσσῃ.
100Homerus, Odyssea, 17, 45; 12 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " Πείραι', οὐ γάρ τ' ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
101Homerus, Odyssea, 17, 84; 6 (auctor fl.700BC)
μήτηρ δ' ἀντίον ἷζε παρά σταθμόν μεγάροιο κλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφῶσα.
102Homerus, Odyssea, 17, 84; 8 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " τοιγάρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
103Homerus, Odyssea, 17, 247; 4 (auctor fl.700BC)
αὐτίκα δ' εἴσω ἴεν, μετά δέ μνηστῆρσι καθῖζεν, ἀντίον Εὐρυμάχου· τόν γάρ φιλέεσκε μάλιστα.
104Homerus, Odyssea, 17, 290; 11 (auctor fl.700BC)
τόν δέ πολύ πρῶτος ἴδε Τηλέμαχος θεοειδής ἐρχόμενον κατά δῶμα συβώτην, ὦκα δ' ἔπειτα νεῦσ' ἐπί οἷ καλέσας· ὁ δέ παπτήνας ἕλε δίφρον κείμενον, ἔνθα τε δαιτρός ἐφίζεσκε κρέα πολλά δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι· τόν κατέθηκε φέρων πρός Τηλεμάχοιο τράπεζαν ἀντίον, ἔνθα δ' ἄρ' αὐτός ἐφέζετο· τῷ δ' ἄρα κῆρυξ μοῖραν ἑλών ἐτίθει κανέου τ' ἐκ σῖτον ἀείρας.
105Homerus, Odyssea, 17, 380; 3 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " σίγα, μή μοι τοῦτον ἀμείβεο πολλά ἔπεσσιν· Ἀντίνοος δ' εἴωθε κακῶς ἐρεθιζέμεν αἰεί μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δέ καί ἄλλους.
106Homerus, Odyssea, 17, 505; 7 (auctor fl.700BC)
" τόν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια· " ἔρχεο, δεῦρο κάλεσσον, ἵν' ἀντίον αὐτός ἐνίσπῃ.
107Homerus, Odyssea, 17, 560; 14 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ἔσσεται οὕτως, ἄττα· σύ δ' ἔρχεο δειελιήσας· ἠῶθεν δ' ἰέναι καί ἄγειν ἱερήϊα καλά· αὐτάρ ἐμοί τάδε πάντα καί ἀθανάτοισι μελήσει.
108Homerus, Odyssea, 18, 206; 7 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " μῆτερ ἐμή, τό μέν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· αὐτάρ ἐγώ θυμῷ νοέω καί οἶδα ἕκαστα, ἐσθλά τε καί τά χέρεια· πάρος δ' ἔτι νήπιος ἦα.
109Homerus, Odyssea, 19, 1; 7 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ξεῖνος ὅδ'· οὐ γάρ ἀεργόν ἀνέξομαι ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται, καί τηλόθεν εἰληλουθώς.
110Homerus, Odyssea, 20, 299; 12 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " οὐ μά Ζῆν', Ἀγέλαε, καί ἄλγεα πατρός ἐμοῖο, ὅς που τῆλ' Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, οὔ τι διατρίβω μητρός γάμον, ἀλλά κελεύω γήμασθ' ᾧ κ' ἐθέλῃ, ποτί δ' ἄσπετα δῶρα δίδωμι.
111Homerus, Odyssea, 21, 311; 2 (auctor fl.700BC)
" τήν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· " κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, οὔ τί σε τόνδ' ἄξεσθαι ὀϊόμεθ'· οὐδέ ἔοικεν· ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδέ γυναικῶν, μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν ἦ πολύ χείρονες ἄνδρες ἀμύμονος ἀνδρός ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· ἀλλ' ἄλλος τις πτωχός ἀνήρ ἀλαλήμενος ἐλθών ῥηϊδίως ἐτάνυσσε βιόν, διά δ' ἧκε σιδήρου.
112Homerus, Odyssea, 21, 311; 7 (auctor fl.700BC)
" τήν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " μῆτερ ἐμή, τόξον μέν Ἀχαιῶν οὔ τις ἐμεῖο κρείσσων, ᾧ κ' ἐθέλω, δόμεναί τε καί ἀρνήσασθαι, οὔθ' ὅσσοι κραναήν Ἰθάκην κάτα κοιρανέουσιν, οὔθ' ὅσσοι νήσοισι πρός Ἤλιδος ἱπποβότοιο· τῶν οὔ τίς μ' ἀέκοντα βιήσεται, αἴ κ' ἐθέλωμι καί καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
113Homerus, Odyssea, 22, 126; 10 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ὦ πάτερ, αὐτός ἐγώ τόδε γ' ἤμβροτον – οὐδέ τις ἄλλος αἴτιος – ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας· τῶν δέ σκοπός ἦεν ἀμείνων.
114Homerus, Odyssea, 23, 85; 11 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " αὐτός ταῦτά γε λεῦσσε, πάτερ φίλε· σήν γάρ ἀρίστην μῆτιν ἐπ' ἀνθρώπους φάσ' ἔμμεναι, οὐδέ κέ τίς τοι ἄλλος ἀνήρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
115Homerus, Odyssea, 23, 129; 9 (auctor fl.700BC)
ἐκ δ' ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπί θρόνου ἔνθεν ἀνέστη, ἀντίον ἧς ἀλόχου, καί μιν πρός μῦθον ἔειπε· " δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ' ἔχοντες· οὐ μέν κ' ἄλλη γ' ὧδε γυνή τετληότι θυμῷ ἀνδρός ἀφεσταίη, ὅς οἱ κακά πολλά μογήσας ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
116Homerus, Odyssea, 24, 365; 3 (auctor fl.700BC)
" τόν δ' αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· " αἲ γάρ, Ζεῦ τε πάτερ καί Ἀθηναίη καί Ἄπολλον, οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτήν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, τοῖος ἐών τοι χθιζός ἐν ἡμετέροισι δόμοισιν, τεύχε' ἔχων ὤμοισιν, ἐφεστάμεναι καί ἀμύνειν ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατ' ἔλυσα πολλῶν ἐν μεγάροισι, σύ δέ φρένας ἔνδον ἐγήθεις.
117Homerus, Odyssea, 24, 496; 5 (auctor fl.700BC)
" τόν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· " ὄψεαι, αἴ κ' ἐθέλῃσθα, πάτερ φίλε, τῷδ' ἐπί θυμῷ οὔ τι καταισχύνοντα τεόν γένος, ὡς ἀγορεύεις.
118Macrobius Theodosius, Saturnalia, p6, 13; 62 (auctor c.420)
Πηλεΐδης δ᾽ ἑτέρωθεν ἐναντίος ὦρτο λέων ὣς σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν ἀγρόμενοι, πᾶς δῆμος •ὃ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται, ἀλλ᾽ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν δουρὶ βάλῃ, ἐάλη τε χανών, περί τ᾽ ἀφρὸς ὀδόντας γίνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δ᾽ αὐτὸν ἐποτρύνει μαχέσασθαι, γλαυκιόων δ᾽ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ ἀνδρῶν, ἦ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ• ὣς Ἀχιλῆ᾽ ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.