'αντιγραφή' - search in All Authors, Showing 1 to 4 of 4 hits

1Agapetus I, Epistolae, 66, 0049C
Κοινὴν τοιγαροῦν, ἀδελφοὶ, χαρὰν εὐσεβεῖ ἀγαλλιάσει ὑποδέξασθε, καὶ ὁπόσον ὑμεῖς τῆς ἀποστολικῆς ἡμῶν καθέδρας ἀποδέχεσθε τὴν κρίσιν, τῇ συνήθει σημάνατε ἀντιγραφῇ, ἔχοντες διπλῆν εὐφροσύνης αἰτίαν, ὅτι τε καὶ τὰ φαῦλα διωρθώθη ἄνευ παρολκῆς, καὶ ἀντὶ τούτων τὰ ἐκταῖα παρηκολούθησε, τοῦ λοιποῦ προφλαττόμενοι, ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι' ὑμῶν, ὅπερ ἀπέστω, γένηται, ἤ τῇ ὑμετέρᾳ στερχθείη συναινέσει.
2Constantinus I, Decreta et constitutiones, 8, 0105D (auctor c.272–337)
ἀλλ' ἐπειδὴ πολλαὶ καὶ διάφοροι αἱρέσεις ἐν ἐκείνῃ τῇ ἀντιγραφῇ, ἐν ᾗ τοῖς αὐτοῖς συνεχωρήθη ἡ τοιαύτη ἐξουσία, ἐδόκουν προστεθεῖσθαι σαφῶς, τυχὸν ἴσως τινὲς αὐτῶν μετ' ὀλίγον ἀπὸ τῆς τοιαύτης παραφυλάξεως ἀνεκρούοντο· ὁπότε εὐτυχῶς ἐγὼ Κωνσταντῖνος ὁ Αὔγουστος, κᾀγὼ Λικίννιος ὁ Αὐγουστος, ἐν τῇ Μεδιολάνῳ ἐληλύθειμεν, καὶ πάντα ὅσα πρὸς τὸ λυσιτελὲς καὶ τὸ χρήσιμον τῷ κοινῷ διέφερεν, ἐν ζητήσει ἔσχομεν, ταῦτα μεταξὺ τῶν λοιπῶν ἅτινα ἐδόκει ἐν πολλοῖς ἅπασιν ἐπωφελῆ εἶναι.
3Leo I, Epistolae, 54, 0834B (auctor 440-461)
Καὶ ὥστε τὰς ἡμετέρας δεησεις τυγχάνειν ἰσχυρὰς, αὐτῶν τῶν γεγραμμένων πρὸς τὴν ὑμετέραν φιλανθρωπίαν ὑπετάξαμεν τάδε τῇ ἀντιγραφῇ [Forte τῇδε τὰ ἀντίγραφα], μείζοσιν ὑμᾶς διαμαρτυρίαις παρακαλοῦντες, ἵν' ὅσῳ χαλεπώτερα γέγονεν.
4Plato, Apologia, p1, 27; 8 (auctor c.425BC-347BC)
οὐκοῦν δαιμόνια μὲν φῄς με καὶ νομίζειν καὶ διδάσκειν, εἴτ' οὖν καινὰ εἴτε παλαιά, ἀλλ' οὖν δαιμόνιά γε νομίζω κατὰ τὸν σὸν λόγον, καὶ ταῦτα καὶ διωμόσω ἐν τῇ ἀντιγραφῇ.