'απαιδευσία' - search in All Authors, Showing 1 to 9 of 9 hits

1Aristoteles, Ethica Eudemia, 1; 56 (auctor 384BC-322BC)
πάσχουσι δὲ τοῦτο δι' ἀπαιδευσίαν· ἀπαιδευσία γάρ ἐστι περὶ ἕκαστον πρᾶγμα τὸ μὴ δύνασθαι κρίνειν τούς τ' οἰκείους λόγους τοῦ πράγματος καὶ τοὺς ἀλλοτρίους.
2Aristoteles, Metaphysica, 4, 4; 4 (auctor 384BC-322BC)
ἀξιοῦσι δὴ καὶ τοῦτο ἀποδεικνύναι τινὲς δι' ἀπαιδευσίαν· ἔστι γὰρ ἀπαιδευσία τὸ μὴ γιγνώσκειν τίνων δεῖ ζητεῖν ἀπόδειξιν καὶ τίνων οὐ δεῖ· ὅλως μὲν γὰρ ἁπάντων ἀδύνατον ἀπόδειξιν εἶναι (εἰς ἄπειρον γὰρ ἂν βαδίζοι, ὥστε μηδ' οὕτως εἶναι ἀπόδειξιν) , εἰ δέ τινων μὴ δεῖ ζητεῖν ἀπόδειξιν, τίνα ἀξιοῦσιν εἶναι μᾶλλον τοιαύτην ἀρχὴν οὐκ ἂν ἔχοιεν εἰπεῖν.
3Aristoteles, Rhetorica, 2, 16, 4; 5 (auctor 384BC-322BC)
διαφέρει δὲ τοῖς νεωστὶ κεκτημένοις καὶ τοῖς πάλαι τὰ ἤθη τῷ ἅπαντα μᾶλλον καὶ φαυλότερα τὰ κακὰ ἔχειν τοὺς νεοπλούτους (ὥσπερ γὰρ ἀπαιδευσία πλούτου ἐστὶ τὸ νεόπλουτον εἶναι) , καὶ ἀδικήματα ἀδικοῦσιν οὐ κακουργικά, ἀλλὰ τὰ μὲν ὑβριστικὰ τὰ δὲ ἀκρατευτικά, οἷον εἰς αἰκίαν καὶ μοιχείαν.
4Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 21; 24
ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ.
5Cicero, Academica, p1, p2; 36 (opus 45BC)
deinde, quia παρὰ τὸ πρέπον videbatur, quod erat hominibus nota non illa quidem ἀπαιδευσία sed in iis rebus ἀτπριψία simul ac veni ad villam, eosdem illos sermones ad Catonem Brutumque transtuli.
6Cicero, Epistolae ad Atticum, 13, 16, 1; 6 (auctor 106BC–43BC)
Primo fuit Catuli, Luculli, Hortensi; deinde quia παρὰ τὸ πρέπον videbatur, quod erat hominibus nota non illa quidem ἀπαιδευσία sed in iis rebus ἀτριψία , simul ac veni ad villam, eosdem illos sermones ad Catonem Brutumque transtuli.
7Desiderius Erasmus, Adagia, Chiliades, 3, 2653; 1 (opus 1508)
Nicolaus Stobaeus in collectaneis suis hanc sententiam proverbii titulo citat: Σίκτει κόρος μέν ὕβριν, ἀπαιδευσία δέ μετ’ ἐξουσίας ἄνοιαν, id est Parit satietas ferociam, imperitia cum potestate coniuncta insaniam.
8Leo I, Epistolae, 54, 0828B (auctor 440-461)
Τοῖς γράμμασι τῆς ὑμετέρας φιλανθρωπίας ἐντυχόντες, οἶς περ πρώην εἰς τὴν καθέδραν Πέτρου τοῦ μακαριωτάτου ἀποστόλου πόθῳ τῆς καθολικῆς πίστεως ἐξεπέμψατε, τοσαύτην παῤῥησίαν ἐλάβομεν εἰς ἐκδίκησιν τῆς δι' ὐμῶν ἀληθείας, καὶ τῆς εἰρήνης, ἵνα ἐν πράγματι οὕτως ἁπλουστέρῳ, καὶ ἀσφαλεῖ, μηδὲν ἡγησώμεθα δύνασθαι καινοτομεῖσθαι πρὸς βλάβην· μάλιστα ὅταν εἰς τὸ ἐπισκοπικὸν κριτήριον, όπερ ἐν τῇ Ἑφεσίων συναχθῆναι προσετάξατε, οὕτως ἀσφαλεῖς ἀπεστάλησαν, ὡς, εἰ τὰ γράμματα, ἃ πρὸς τὴν σύνοδον, ἢ καὶ πρὸς Φλαυιανὸν τὸν ἐπίσκοπον διεπεμψάμεθα, τῶν ἐπισκόπων ταῖς ἀκοαῖς δημοσιευθῆναι ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος συνεχώρησεν, οὕτω τῇ φανερότητι τῆς καθαρᾶς πίστεως, ἡν τινα θεόθεν, ἐμπνευσθεῖσαν καὶ παρελάβομεν, καὶ φυλάττομεν, πᾶσα φιλονεικία, καὶ ταραχὴ ἡσύχασεν ἄν· ἵνα μήτε ἡ' ἀπαιδευσία περαιτέρω παρεφρόνησε, μήτε ἀφορμὴν βλάβης ἡ ἀφροσύνη ἐξεῦρεν.
9Sixtus III, Epistolae et decreta, 50, 0586B
Αὐτίκα δὲ τοῖς ἐν ναυαγίῳ κάμνουσιν αἰτεῖ ἀνοιχθῆναι λιμένα· ἐκείνου μόνου ἀρκούμενος τῷ θανάτῳ, ὃς δοκῶν εἶναι ἐν ἀπαιδευσίᾳ διδάσκαλος, ἐξεδίκει ἑαυτῷ τὰ τοῦ δεσποτικοῦ φόβου πηδάλια, ἀλ' ἐπιμένειν τῷ θρόνῳ οὐκ ἠδυνήθη, διδάσκειν οὐκ εἰδώς.