'αρετή' - search in All Authors, Showing 1 to 500 of 555 hits      Show next 55

1Agatho papa, Epistolae, 87, 1227C
Καὶ καθὼς τοῦ τελευταίου μὲν, ὅμως δὲ πάντων ἐξοχωτέρου, τοῦ μεγάλου ἐκείνου Ἰουστινιανοῦ, οὗτινος ὡς ἡ ἀρετὴ, οὕτω καὶ ἡ εὐσέβεια εἰς κρείττονα τάξιν ἀνεκαίνισε τὰ πάντα· οὗτινος καθ' ὁμοίωμα ἡ αὐτοκρατορία τῆς ἀνδρειοτάτης ὑμῶν εὐμενείας ἀρεταῖς τε καὶ ἐγχειρήμασι τὴν πολιτείαν τῶν Χριστιανῶν κατασφαλίζεται, καὶ ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, τοῖς τε τῆς εὐσεβείας σπουδάσμασι τῇ καθολικῇ συντρέχει Ἐκκλησία, ἵνα ἐν τῇ ἑνώσει [ἑνότητι L.] τῆς ἀληθοῦς ἀποστολικῆς ὁμολογίας τελεώτερον συναφθῇ, ἣν μέχρι τοῦ παρόντος σὺν ἡμῖν ἡ ἁγία τῶν Ρὡμαίων Ἐκκλησία φυλάττει, ὅπως τῆς ἀληθοῦς εὐσεβείας τὸ μυστήριον λαμπρότερον σάλπιγγος εἰς ὅλον τὸν κόσμον κηρυχθῇ· καὶ ἔνθα ταύτης τῆς ἀληθοῦς ὁμολογίας τὸ ἀκέραιον ταῖς εὐσεβέσι σπουδαῖς τῆς ὑμετέρας βασιλείας ἐπικρατεῖ, ἔπαινος ἅμα καὶ εὐεργεσία τοῦ γαληναίου ὑμῶν κράτους κηρυχθῇ, ἵνα μετὰ τῶν τῆς εὐσεβείας ἐπαίνων καὶ τῆς βασιλείας ὑμῶν πλατυνθῶσι Θεοῦ ἐπινεύοντος τὰ ἐξαίρετα [ἐπίσημα]· καὶ οὓς ἡ τῆς ἀληθοῦς εὐσεβείας ὁμολογία προτρέπεται, ἡ βασιλικὴ ἀνδρεία κτήσηται.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571C
Βεβαιότερον δέ μοι τοῦτον πεποίηκεν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐπανελθὼν ὁ ὁσιώτατος πρεσβύτερος κύριος ἀββᾶς Ἀναστάσιος, ἀνὴρ, εἰ καί τις ἄλλος, ἀρετῇ τε θείᾳ καὶ φρονήσει κεκοσμημένος· καὶ φήσας ὡς πολὺς αὑτῷ λόγος κεκίνηται πρὸς τοὺς ἐκεῖσε τῆς μεγάλης ἐκκλησίας ἱερωτάτους ἄνδρας, διὰ τὴν πρὸς Σέργιον ἐξ αὐτῶν γραφεῖσαν ἐπιστολὴν, ὅτου χάριν καὶ πῶς αὐτῇ διερωτῶν ἐνετάγη τὸ ἓν θέλημα; καὶ εὗραν ἀσχαλῶντας ἐν τούτῳ, καὶ ἀπολογουμένους, καὶ πρὸς αὐτοῖς τὸν ταύτην ἐν λατίνοις ὑπαγορεύσαντα, κατὰ κέλευσιν αὐτοῦ κύριον ἀββᾶν Ἰωάννην τὸν ἁγιώτατον σύμπονον, ἰσχυριζόμενον, ὡς οὐδαμῶς ἐπίμνησιν ἐν αὐτῇ δι' ἀριθμοῦ πεποίηνται ἑνὸς τὸ παράπαν θελήματος, εἰ καὶ τοῦτο νῦν ἀνεπλάσθη παρὰ τῶν ταύτην ἐρμηνευσάντων εἰς τὴν Ἑλλάδα φωνήν.
3Aristoteles, Physica, 7, 5; 2
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον – τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν – ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλ λοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ σεις.
4Aristoteles, Physica, 7, 5; 7
περὶ ταῦτα γὰρ ἑκάστη λέγεται κακία καὶ ἀρετή, ὑφ' ὧν ἀλλοιοῦσθαι πέ φυκε τὸ ἔχον· ἡ μὲν γὰρ ἀρετὴ ποιεῖ ἢ ἀπαθὲς ἢ ὡδὶ παθητικόν, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντίως ἀπαθές.
5Aristoteles, Physica, 7, 5; 9
ἔτι δὲ ἡ μὲν ἀρετὴ εὖ διατίθησι πρὸς τὰ οἰκεῖα πάθη, ἡ δὲ κακία κακῶς.
6Aristoteles, Physica, 7, 5; 12
ἀλλοιωθήσεται δ' ὑπὸ τῶν αἰσθητῶν· ἅπασα γὰρ ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικάς, αὗται δὲ ἢ ἐν τῷ πράττειν ἢ ἐν τῷ μεμνῆσθαι ἢ ἐν τῷ ἐλπίζειν.
7Aristoteles, Physica, 7, 5; 15
ἐπεὶ δ' ἡδονῆς καὶ λύ πης ἐγγιγνομένης καὶ ἡ κακία καὶ ἡ ἀρετὴ ἐγγίγνεται (περὶ ταύτας γάρ εἰσιν), αἱ δ' ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις τοῦ αἰσθητικοῦ, φανερὸν ὅτι ἀλλοιουμένου τινὸς ἀνάγκη καὶ ταύτας ἀποβάλλειν καὶ λαμβάνειν.
8Aristoteles, Analytica posteriora, 1, I 24; 4 (auctor 384BC-322BC)
Εἰ γάρ καθ᾿ ἣν μᾶλλον ἐπιστάμεθα ἀπόδειξιν βελτίων ἀπόδειξις (αὕτη γάρ ἀρετή ἀποδείξεως), μᾶλλον δ᾿ ἐπιστάμεθα ἕκαστον, ὅταν αὐτό εἰδῶμεν καθ᾿ αὑτό ἢ ὅταν κατ᾿ ἄλλο, οἷον τόν μουσικόν Κορίσκον, ὅταν ὅτι ὁ Κορίσκος μουσικός ἢ ὅταν ὅτι ἄνθρωπος μουσικός· ὁμοίως δέ καί ἐπί τῶν ἄλλων· ἡ δέ καθόλου ὅτι ἄλλο, οὐχ ὅτι αὐτό τετύχηκεν ἐπιδείκνυσιν, οἷον ὅτι τό ἰσοσκελές οὐχ ὅτι ἰσοσκελές ἀλλ᾿ ὅτι τρίγωνον, ἡ δέ κατά μέρος ὅτι αὐτό· εἰ δή βελτίων μέν ἡ καθ᾿ αὑτό, τοιαύτη δ᾿ ἡ κατά μέρος τῆς καθόλου μᾶλλον, καί βελτίων ἂν ἡ κατά μέρος ἀπόδειξις εἴη.
9Aristoteles, Analytica priora, 2, II 25; 3 (auctor 384BC-322BC)
Ἡ μέν οὖν ἐπιστήμη ὅτι διδακτόν, φανερόν· ἡ δ᾿ ἀρετή εἰ ἐπιστήμη, ἄδηλον.
10Aristoteles, Categoriae, 7; 8 (auctor 384BC-322BC)
Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον, ἑκάτερον ὂν τῶν πρός τι, καὶ ἐπιστήμη ἀγνοίᾳ.
11Aristoteles, Categoriae, 8; 5 (auctor 384BC-322BC)
Τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί· ἥ τε γὰρ ἐπιστήμη δοκεῖ τῶν παραμονίμων εἶναι καὶ δυσκινήτων, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ, ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου· ὡσαύτως δὲ καὶ ἡ ἀρετή, οἷον ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη καὶ ἕκαστον τῶν τοιούτων, οὐκ εὐκίνητον δοκεῖ εἶναι οὐδ᾿ εὐμετάβολον.
12Aristoteles, Categoriae, 11; 10 (auctor 384BC-322BC)
Λευκὸν μὲν γὰρ καὶ μέλαν ἐν τῷ αὐτῷ γένει (χρῶμα γὰρ αὐτῶν τὸ γένος), δικαιοσύνη δὲ καὶ ἀδικία ἐν τοῖς ἐναντίοις γένεσιν (τοῦ μὲν γὰρ ἀρετή, τοῦ δὲ κακία τὸ γένος)· ἀγαθὸν δὲ καὶ κακὸν οὐκ ἔστιν ἐν γένει, ἀλλ᾿ αὐτὰ τυγχάνει γένη τινῶν ὄντα.
13Aristoteles, De arte poetica, 2; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ μιμοῦνται οἱ μιμούμενοι πράττοντας, ἀνάγκη δέ τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι (τά γάρ ἤθη σχεδόν ἀεί τούτοις ἀκολουθεῖ μόνοις· κακίᾳ γάρ καί ἀρετῇ τά ἤθη διαφέρουσι πάντες), ἤτοι βελτίονας ἢ καθ᾿ ἡμᾶς ἢ χείρονας ἢ καί τοιούτους, ὥσπερ οἱ γραφεῖς· Πολύγνωτος μέν γάρ κρείττους, Παύσων δέ χείρους, Διονύσιος δέ ὁμοίους εἴκαζεν.
14Aristoteles, De arte poetica, 13; 5 (auctor 384BC-322BC)
Ἔστι δέ τοιοῦτος ὁ μήτε ἀρετῇ διαφέρων καί δικαιοσύνῃ, μήτε διά κακίαν καί μοχθηρίαν μεταβάλλων εἰς τήν δυστυχίαν ἀλλά δι᾿ ἁμαρτίαν τινά, τῶν ἐν μεγάλῃ δόξῃ ὄντων καί εὐτυχίᾳ, οἷον Οἰδίπους καί Θυέστης καί οἱ ἐκ τῶν τοιούτων γενῶν ἐπιφανεῖς ἄνδρες.
15Aristoteles, De arte poetica, 22; 1 (auctor 384BC-322BC)
Λέξεως δέ ἀρετή σαφῆ καί μή ταπεινήν εἶναι.
16Aristoteles, Ethica Eudemia, 1; 44 (auctor 384BC-322BC)
διόπερ ἐζήτει τί ἐστιν ἀρετή, ἀλλ' οὐ πῶς γίνεται καὶ ἐκ τίνων.
17Aristoteles, Ethica Eudemia, 2; 2 (auctor 384BC-322BC)
πάντα δὴ τὰ ἀγαθὰ ἢ ἐκτὸς ἢ ἐν ψυχῇ, καὶ τούτων αἱρετώτερα τὰ ἐν τῇ ψυχῇ, καθάπερ διαιρούμεθα καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις· φρόνησις γὰρ καὶ ἀρετὴ καὶ ἡδονὴ ἐν ψυχῇ, ὧν ἢ ἔνια ἢ πάντα τέλος εἶναι δοκεῖ πᾶσιν.
18Aristoteles, Ethica Eudemia, 2; 7 (auctor 384BC-322BC)
οἷον ἱματίου ἀρετὴ ἐστίν· καὶ γὰρ ἔργον τι καὶ χρῆσις ἐστίν· καὶ ἡ βελτίστη ἕξις τοῦ ἱματίου ἀρετὴ ἐστίν.
19Aristoteles, Ethica Eudemia, 2; 18 (auctor 384BC-322BC)
οἷον σκυτοτομικῆς καὶ σκυτεύσεως ὑπόδημα· εἰ δή τίς ἐστιν ἀρετὴ σκυτικῆς καὶ σπουδαίου σκυτέως, τὸ ἔργον ἐστὶ σπουδαῖον ὑπόδημα.
20Aristoteles, Ethica Eudemia, 2; 23 (auctor 384BC-322BC)
δῆλον δὲ ἐκ τῶν ὑποκειμένων (ἦν μὲν γὰρ ἡ εὐδαιμονία τὸ ἄριστον, τὰ δὲ τέλη ἐν ψυχῇ καὶ τὰ ἄριστα τῶν ἀγαθῶν, αὐτὴ δὲ ἢ ἕξις ἢ ἐνέργεια) , ἐπεὶ βέλτιον ἡ ἐνέργεια τῆς διαθέσεως καὶ τῆς βελτίστης ἕξεως ἡ βελτίστη ἐνέργεια, ἡ δ' ἀρετὴ βελτίστη ἕξις, τῆς ἀρετῆς ἐνέργειαν τῆς ψυχῆς ἄριστον εἶναι.
21Aristoteles, Ethica Eudemia, 2; 26 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ἦν ἡ εὐδαιμονία τέλεόν τι, καὶ ἔστι ζωὴ καὶ τελέα καὶ ἀτελής, καὶ ἀρετὴ ὡσαύτως (ἣ μὲν γὰρ ὅλη, ἣ δὲ μόριον) , ἡ δὲ τῶν ἀτελῶν ἐνέργεια ἀτελής, εἴη ἂν ἡ εὐδαιμονία ζωῆς τελείας ἐνέργεια κατ' ἀρετὴν τελείαν.
22Aristoteles, Ethica Eudemia, 2; 33 (auctor 384BC-322BC)
διὸ καὶ ἄλλο εἴ τι μόριόν ἐστι ψυχῆς, οἷον τὸ θρεπτικόν, ἡ τούτου ἀρετὴ οὐκ ἔστι μόριον τῆς ὅλης ἀρετῆς, ὥσπερ οὐδ' ἡ τοῦ σώματος· ἐν τῷ ὕπνῳ γὰρ μᾶλλον ἐνεργεῖ τὸ θρεπτικόν, τὸ δ' αἰσθητικὸν καὶ ὀρεκτικὸν ἀτελῆ ἐν τῷ ὕπνῳ.
23Aristoteles, Ethica Eudemia, 2; 35 (auctor 384BC-322BC)
μετὰ ταῦτα περὶ ψυχῆς θεωρητέον· ἡ γὰρ ἀρετὴ ψυχῆς, οὐ κατὰ συμβεβηκός.
24Aristoteles, Ethica Eudemia, 2; 40 (auctor 384BC-322BC)
καὶ ὥσπερ ἡ εὐεξία σύγκειται ἐκ τῶν κατὰ μόριον ἀρετῶν, οὕτω καὶ ἡ τῆς ψυχῆς ἀρετὴ ᾗ τέλος.
25Aristoteles, Ethica Eudemia, 2; 42 (auctor 384BC-322BC)
ἐπαινοῦμεν γὰρ οὐ μόνον τοὺς δικαίους ἀλλὰ καὶ τοὺς συνετοὺς καὶ τοὺς σοφούς· ἐπαινετὸν γὰρ ὑπέκειτο ἡ ἀρετὴ ἢ τὸ ἔργον, ταῦτα δ' οὐκ ἐνεργεῖ, ἀλλ' εἰσὶν αὐτῶν ἐνέργειαι.
26Aristoteles, Ethica Eudemia, 2; 49 (auctor 384BC-322BC)
καὶ ἡ ἀρετὴ ἄρα ἡ τοιαύτη διάθεσις ἐστίν, ἣ γίνεταί τε ὑπὸ τῶν ἀρίστων περὶ ψυχὴν κινήσεων καὶ ἀφ' ἧς πράττεται τὰ ἄριστα τῆς ψυχῆς ἔργα καὶ πάθη, καὶ ὑπὸ τῶν αὐτῶν πὼς μὲν γίνεται, πὼς δὲ φθείρεται, καὶ πρὸς ταὐτὰ ἡ χρῆσις αὐτῆς ὑφ' ὧν καὶ αὔξεται καὶ φθείρεται, πρὸς ἃ βέλτιστα διατίθησιν.
27Aristoteles, Ethica Eudemia, 2; 50 (auctor 384BC-322BC)
σημεῖον δ' ὅτι περὶ ἡδέα καὶ λυπηρὰ καὶ ἡ ἀρετὴ καὶ ἡ κακία· αἱ γὰρ κολάσεις ἰατρεῖαι οὖσαι καὶ γινόμεναι διὰ τῶν ἐναντίων, καθάπερ ἐπὶ τῶν ἄλλων, διὰ τούτων εἰσίν.
28Aristoteles, Ethica Eudemia, 2; 51 (auctor 384BC-322BC)
ὅτι μὲν τοίνυν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδέα καὶ λυπηρά ἐστι, δῆλον· ἐπεὶ δ' ἐστὶ τὸ ἦθος, ὥσπερ καὶ τὸ ὄνομα σημαίνει ὅτι ἀπὸ ἔθους ἔχει τὴν ἐπίδοσιν, ἐθίζεται δὲ τὸ ὑπ' ἀγωγῆς μὴ ἐμφύτου τῷ πολλάκις κινεῖσθαι πώς, οὕτως ἤδη τὸ ἐνεργητικόν, ὃ ἐν τοῖς ἀψύχοις οὐχ ὁρῶμεν (οὐδὲ γὰρ ἂν μυριάκις ῥίψῃς ἄνω τὸν λίθον, οὐδέποτε ποιήσει τοῦτο μὴ βίᾳ) , διὸ ἔστω τὸ ἦθος τοῦτο ψυχῆς κατὰ ἐπιτακτικὸν λόγον τοῦ ἀλόγου μέν, δυναμένου δ' ἀκολουθεῖν τῷ λόγῳ ποιότης.
29Aristoteles, Ethica Eudemia, 2; 67 (auctor 384BC-322BC)
ληπτέον ἄρα ἡ ποία μεσότης ἀρετή, καὶ περὶ ποῖα μέσα.
30Aristoteles, Ethica Eudemia, 2; 100 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὑπόκειται ἀρετὴ εἶναι ἡ τοιαύτη ἕξις ἀφ' ἧς πρακτικοὶ τῶν βελτίστων καὶ καθ' ἣν ἄριστα διάκεινται περὶ τὸ βέλτιστον, βέλτιστον δὲ καὶ ἄριστον τὸ κατὰ τὸν ὀρθὸν λόγον, τοῦτο δ' ἐστὶ τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως τῆς πρὸς ἡμᾶς· ἀναγκαῖον ἂν εἴη τὴν ἠθικὴν ἀρετὴν καθ' αὑτὸν ἕκαστον μεσότητα εἶναι καὶ περὶ μέσ' ἄττα ἐν ἡδοναῖς καὶ λύπαις καὶ ἡδέσι καὶ λυπηροῖς.
31Aristoteles, Ethica Eudemia, 2; 103 (auctor 384BC-322BC)
– ἐπεὶ δ' ἐστί τις ἕξις ἀφ' ἧς τοιοῦτος ἔσται ὁ ἔχων αὐτὴν ὥστε τοῦ αὐτοῦ πράγματος ὃ μὲν ἀποδέχεσθαι τὴν ὑπερβολὴν ὃ δὲ τὴν ἔλλειψιν, ἀνάγκη, ὡς ταῦτ' ἀλλήλοις ἐναντία καὶ τῷ μέσῳ, οὕτω καὶ τὰς ἕξεις ἀλλήλαις ἐναντίας εἶναι καὶ τῇ ἀρετῇ.
32Aristoteles, Ethica Eudemia, 2; 132 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἥ τε ἀρετὴ καὶ ἡ κακία καὶ τὰ ἀπ' αὐτῶν ἔργα τὰ μὲν ἐπαινετὰ τὰ δὲ ψεκτά (ψέγεται γὰρ καὶ ἐπαινεῖται οὐ διὰ τὰ ἐξ ἀνάγκης ἢ τύχης ἢ φύσεως ὑπάρχοντα, ἀλλ' ὅσων αὐτοὶ αἴτιοι ἐσμέν· ὅσων γὰρ ἄλλος αἴτιος, ἐκεῖνος καὶ τὸν ψόγον καὶ τὸν ἔπαινον ἔχει) , δῆλον ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ ταῦτ' ἐστιν ὧν αὐτὸς αἴτιος καὶ ἀρχὴ πράξεων.
33Aristoteles, Ethica Eudemia, 2; 136 (auctor 384BC-322BC)
δῆλον τοίνυν ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία τῶν ἑκουσίων ἂν εἴησαν.
34Aristoteles, Ethica Eudemia, 2; 137 (auctor 384BC-322BC)
ληπτέον ἄρα τί τὸ ἑκούσιον καὶ τί τὸ ἀκούσιον, καὶ τί ἐστιν ἡ προαίρεσις, ἐπειδὴ ἡ ἀρετὴ καὶ ἡ κακία ὁρίζεται τούτοις.
35Aristoteles, Ethica Eudemia, 2; 154 (auctor 384BC-322BC)
ἡ γὰρ ἐγκράτεια ἀρετή, ἡ δ' ἀρετὴ δικαιοτέρους ποιεῖ.
36Aristoteles, Ethica Eudemia, 2; 273 (auctor 384BC-322BC)
ὥστε καὶ ἐκ τούτων δῆλον ὅτι περὶ ἡδονὰς καὶ λύπας ἡ ἀρετὴ καὶ ἡ κακία.
37Aristoteles, Ethica Eudemia, 2; 275 (auctor 384BC-322BC)
ἀνάγκη τοίνυν, ἐπειδὴ ἡ ἀρετὴ μὲν ἡ ἠθικὴ αὐτή τε μεσότης τίς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας πᾶσα, ἡ δὲ κακία ἐν ὑπερβολῇ καὶ ἐλλείψει καὶ περὶ ταὐτὰ τῇ ἀρετῇ, τὴν ἀρετὴν εἶναι τὴν ἠθικὴν ἕξιν προαιρετικὴν μεσότητος τῆς πρὸς ἡμᾶς ἐν ἡδέσι καὶ λυπηροῖς, καθ' ὅσα ποῖός τις λέγεται τὸ ἦθος, ἢ χαίρων ἢ λυπούμενος· ὁ γὰρ φιλόγλυκυς ἢ φιλόπικρος οὐ λέγεται ποῖός τις τὸ ἦθος.
38Aristoteles, Ethica Eudemia, 2; 276 (auctor 384BC-322BC)
τούτων δὲ διωρισμένων, λέγωμεν πότερον ἡ ἀρετὴ ἀναμάρτητον ποιεῖ τὴν προαίρεσιν καὶ τὸ τέλος ὀρθόν, οὕτως ὥστε οὗ ἕνεκα δεῖ προαιρεῖσθαι, ἢ ὥσπερ δοκεῖ τισί, τὸν λόγον.
39Aristoteles, Ethica Eudemia, 2; 278 (auctor 384BC-322BC)
ἔστι δ' ἀρετὴ καὶ ἐγκράτεια ἕτερον.
40Aristoteles, Ethica Eudemia, 2; 279 (auctor 384BC-322BC)
λεκτέον δ' ὕστερον περὶ αὐτῶν, ἐπεὶ ὅσοις γε δοκεῖ τὸν λόγον ὀρθὸν παρέχειν ἡ ἀρετή, τοῦτο αἴτιον.
41Aristoteles, Ethica Eudemia, 2; 283 (auctor 384BC-322BC)
πότερον δ' ἡ ἀρετὴ ποιεῖ τὸν σκοπὸν ἢ τὰ πρὸς τὸν σκοπόν· τιθέμεθα δὴ ὅτι τὸν σκοπόν, διότι τούτου οὐκ ἔστι συλλογισμὸς οὐδὲ λόγος.
42Aristoteles, Ethica Eudemia, 2; 289 (auctor 384BC-322BC)
εἰ οὖν πάσης ὀρθότητος ἢ ὁ λόγος ἢ ἡ ἀρετὴ αἰτία, εἰ μὴ ὁ λόγος, διὰ τὴν ἀρετὴν ἂν ὀρθὸν εἴη τὸ τέλος, ἀλλ' οὐ τὰ πρὸς τὸ τέλος.
43Aristoteles, Ethica Eudemia, 2; 292 (auctor 384BC-322BC)
οὗ μὲν οὖν ἕνεκα τὸ μέσον ἐστίν, οὗ αἰτία ἡ ἀρετὴ τῷ προαιρεῖσθαι οὗ ἕνεκα.
44Aristoteles, Ethica Eudemia, 2; 294 (auctor 384BC-322BC)
τὸ μὲν οὖν τυγχάνειν τούτων ἄλλης δυνάμεως, ὅσα ἕνεκα τοῦ τέλους δεῖ πράττειν· τοῦ δὲ τὸ τέλος ὀρθὸν εἶναι τῆς προαιρέσεως [οὗ] ἡ ἀρετὴ αἰτία.
45Aristoteles, Ethica Eudemia, 2; 299 (auctor 384BC-322BC)
διὰ ταῦτα καὶ ψεκτὸν ἡ κακία καὶ ἡ ἀρετὴ ἐπαινετόν· τὰ γὰρ ἀκούσια αἰσχρὰ καὶ κακὰ οὐ ψέγεται οὐδὲ τὰ ἀγαθὰ ἐπαινεῖται, ἀλλὰ τὰ ἑκούσια.
46Aristoteles, Ethica Eudemia, 3; 74 (auctor 384BC-322BC)
ἀλλ' ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν) , δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστ' οὔτε δι' ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε δι' ἡδονήν, ἀλλ' ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει· αἰσχρὸν γάρ.
47Aristoteles, Ethica Eudemia, 3; 131 (auctor 384BC-322BC)
ἡ δὲ μεγαλοψυχία κρατίστη· κρίνει δ' ἡ περὶ ἕκαστον ἀρετὴ τὸ μεῖζον καὶ τὸ ἔλαττον ὀρθῶς, ἅπερ ὁ φρόνιμος ἂν κελεύσειε καὶ ἡ ἀρετή, ὥστε ἕπεσθαι αὐτῇ πάσας τὰς ἀρετάς, ἢ αὐτὴν ἕπεσθαι πάσαις.
48Aristoteles, Ethica Eudemia, 3; 133 (auctor 384BC-322BC)
ἑκάστη δ' ἀρετὴ καταφρονητικοὺς ποιεῖ τῶν παρὰ τὸν λόγον μεγάλων, οἷον ἀνδρεία κινδύνων (μέγα γὰρ οἴεται εἶναι τῶν αἰσχρῶν, καὶ πλῆθος οὐ πᾶν φοβερόν) , καὶ σώφρων ἡδονῶν μεγάλων καὶ πολλῶν, καὶ ἐλευθέριος χρημάτων.
49Aristoteles, Ethica Eudemia, 3; 143 (auctor 384BC-322BC)
μεγάλη γὰρ οὐ τῷ πλήθει τῶν τιμώντων οὐδὲ τῷ ποιῷ μόνον, ἀλλὰ καὶ τῷ τιμίαν εἶναι· τῇ ἀληθείᾳ δὲ καὶ ἀρχαὶ καὶ τἆλλα ἀγαθὰ τίμια καὶ ἄξια σπουδῆς ταῦτα ὅσα μεγάλα ἀληθῶς ἐστίν, ὥστε καὶ ἀρετὴ οὐδεμία ἄνευ μεγέθους· διὸ δοκοῦσι μεγαλοψύχους ποιεῖν ἑκάστη, περὶ ὅ ἐστιν ἑκάστη αὐτῶν, ὥσπερ εἴπομεν.
50Aristoteles, Ethica Eudemia, 3; 181 (auctor 384BC-322BC)
διὰ δὲ τὸ φυσικὰ εἶναι εἰς τὰς φυσικὰς συμβάλλεται ἀρετάς· ἔστι γάρ, ὥσπερ λεχθήσεται ἐν τοῖς ὕστερον, ἑκάστη πως ἀρετὴ καὶ φύσει καὶ ἄλλως μετὰ φρονήσεως.
51Aristoteles, Ethica Eudemia, 7; 81 (auctor 384BC-322BC)
καὶ τοῦτο ἡ ἀρετὴ ποιεῖ· καὶ ἡ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται.
52Aristoteles, Ethica Eudemia, 7; 88 (auctor 384BC-322BC)
ὥστε καὶ ἡ ἕξις ἡ ἀνθρώπου ἀρετή.
53Aristoteles, Ethica Eudemia, 7; 89 (auctor 384BC-322BC)
ἔστω γὰρ ὁ ἄνθρωπος τῶν φύσει σπουδαίων· ἡ γὰρ τοῦ φύσει σπουδαίου ἀρετὴ ἁπλῶς ἀγαθόν, ἡ δὲ τοῦ μὴ ἐκείνῳ.
54Aristoteles, Ethica Eudemia, 7; 131 (auctor 384BC-322BC)
941 πολὺ δὲ κάλλιον εἰπεῖν ὅτι ἡ ἀρετὴ τῆς φύσεως, καὶ ὅτι χρόνος λέγεται δεικνύναι τὸν φιλούμενον, καὶ αἱ ἀτυχίαι μᾶλλον τῶν εὐτυχιῶν.
55Aristoteles, Ethica Eudemia, 7; 151 (auctor 384BC-322BC)
ἄλλη δὲ διαφορὰ τούτων ἡ καθ' ὑπερβολήν, ὥσπερ θεοῦ ἀρετὴ πρὸς ἄνθρωπον.
56Aristoteles, Ethica Eudemia, 7; 314 (auctor 384BC-322BC)
ὅλως μὲν γὰρ ἐν τῇ χρησίμῃ τῶν τριῶν πλεῖστα ἐγκλήματα (ἡ μὲν γὰρ ἀρετὴ ἀνέγκλητον, οἱ δ' ἡδεῖς ἔχοντες καὶ δόντες ἀπαλλάττονται· οἱ δὲ χρήσιμοι οὐκ εὐθὺς διαλύονται, ἂν μὴ νομικῶς καὶ ἑταιρικῶς προσφέρωνται) · ὅμως δὲ τῆς χρησίμου ἡ νομικὴ ἀνέγκλητος.
57Aristoteles, Ethica Eudemia, 8; 8 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδ' ἀρετή.
58Aristoteles, Ethica Eudemia, 8; 10 (auctor 384BC-322BC)
ἡ γὰρ τοῦ ἄρχοντος ἀρετὴ τῇ τοῦ ἀρχομένου χρῆται.
59Aristoteles, Ethica Eudemia, 8; 11 (auctor 384BC-322BC)
τίς οὖν ἐστίν· ἢ ὥσπερ λέγεται ἀκρασία κακία τοῦ ἀλόγου τῆς ψυχῆς, καὶ ὡς ἀκόλαστος ὁ ἀκρατὴς ἔχων νοῦν· ἀλλ' εἰ δή, ἂν ἰσχυρὰ ᾖ ἡ ἐπιθυμία, στρέψει καὶ λογιεῖται τἀναντία ἡ σφι, δῆλον ὅτι, κἂν ἐν μὲν τούτῳ ἀρετή, ἐν δὲ τῷ λόγῳ ἄγνοια ᾖ, ἕτεραι μεταποιοῦνται.
60Aristoteles, Ethica Eudemia, 8; 13 (auctor 384BC-322BC)
ἄτοπον γὰρ εἰ τὴν μὲν ἐν τῷ λογιστικῷ ἀρετὴν μοχθηρία ποτὲ ἐγγενομένη ἐν τῷ ἀλόγῳ στρέψει καὶ ποιήσει ἀγνοεῖν, ἡ δ' ἀρετὴ ἐν τῷ ἀλόγῳ ἀγνοίας ἐνούσης οὐ στρέψει ταύτην, καὶ ποιήσει φρονίμως κρίνειν καὶ τὰ δέοντα, καὶ πάλιν ἡ φρόνησις ἡ ἐν τῷ λογιστικῷ τὴν ἐν τῷ ἀλόγῳ ἀκολασίαν σωφρόνως πράττειν· ὅπερ δοκεῖ ἡ ἐγκράτεια.
61Aristoteles, Ethica Eudemia, 8; 19 (auctor 384BC-322BC)
ἀλλ' ὅτι ἐπιστήμην ἔφη, οὐκ ὀρθόν· ἀρετὴ γάρ ἐστι καὶ οὐκ ἐπιστήμη, ἀλλὰ γένος ἄλλο γνώσεωσ.
62Aristoteles, Ethica Eudemia, 8; 20 (auctor 384BC-322BC)
ἐπεὶ δ' οὐ μόνον ἡ φρόνησις ποιεῖ τὴν εὐπραγίαν καὶ ἀρετή, ἀλλὰ φαμὲν καὶ τοὺς εὐτυχεῖς εὖ πράττειν ὡς καὶ τῆς εὐτυχίας [εὖ] ποιούσης εὐπραγίαν καὶ τὰ αὐτὰ τῆς ἐπιστήμης, σκεπτέον ἆρ' ἐστι φύσει ὃ μὲν εὐτυχὴς ὃ δ' ἀτυχής, ἢ οὔ, καὶ πῶς ἔχει περὶ τούτων.
63Aristoteles, Ethica Eudemia, 8; 58 (auctor 384BC-322BC)
κινεῖ γάρ πως πάντα τὸ ἐν ἡμῖν θεῖον· λόγου δ' ἀρχὴ οὐ λόγος, ἀλλά τι κρεῖττον· τί οὖν ἂν κρεῖττον καὶ ἐπιστήμης εἴη καὶ νοῦ πλὴν θεός· ἡ γὰρ ἀρετὴ τοῦ νοῦ ὄργανον· καὶ διὰ τοῦτο, ὃ οἱ πάλαι ἔλεγον, εὐτυχεῖς καλοῦνται οἳ ἂν ὁρμήσωσι, κατορθοῦσιν ἄλογοι ὄντες, καὶ βουλεύεσθαι οὐ συμφέρει αὐτοῖς.
64Aristoteles, Ethica Eudemia, 8; 96 (auctor 384BC-322BC)
ἔστιν οὖν καλοκἀγαθία ἀρετὴ τέλειος.
65Aristoteles, Ethica Nicomachea, 1, 3; 6 (auctor 384BC-322BC)
ἔτι δ' ἐοίκασι τὴν τιμὴν διώκειν ἵνα πιστεύσωσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι· ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι, καὶ παρ' οἷς γινώσκονται, καὶ ἐπ' ἀρετῇ· δῆλον οὖν ὅτι κατά γε τούτους ἡ ἀρετὴ κρείττων.
66Aristoteles, Ethica Nicomachea, 1, 9; 2 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ ἀρετὴ τοῖς δὲ φρόνησις ἄλλοις δὲ σοφία τις εἶναι δοκεῖ, τοῖς δὲ ταῦτα ἢ τούτων τι μεθ' ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς· ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν συμπαραλαμβάνουσιν.
67Aristoteles, Ethica Nicomachea, 1, 13; 12 (auctor 384BC-322BC)
ταύτης μὲν οὖν κοινή τις ἀρετὴ καὶ οὐκ ἀνθρωπίνη φαίνεται· δοκεῖ γὰρ ἐν τοῖς ὕπνοις ἐνεργεῖν μάλιστα τὸ μόριον τοῦτο καὶ ἡ δύναμις αὕτη, ὁ δ' ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλοι καθ' ὕπνον (ὅθεν φασὶν οὐδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίου τοὺς εὐδαίμονας τῶν ἀθλίων· συμβαίνει δὲ τοῦτο εἰκότως· ἀργία γάρ ἐστιν ὁ ὕπνος τῆς ψυχῆς ᾗ λέγεται σπουδαία καὶ φαύλη) , πλὴν εἰ μὴ κατὰ μικρὸν καὶ διικνοῦνταί τινες τῶν κινήσεων, καὶ ταύτῃ βελτίω γίνεται τὰ φαντάσματα τῶν ἐπιεικῶν ἢ τῶν τυχόντων.
68Aristoteles, Ethica Nicomachea, 1, 13; 25 (auctor 384BC-322BC)
διορίζεται δὲ καὶ ἡ ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην· λέγομεν γὰρ αὐτῶν τὰς μὲν διανοητικὰς τὰς δὲ ἠθικάς, σοφίαν μὲν καὶ σύνεσιν καὶ φρόνησιν διανοητικάς, ἐλευθεριότητα δὲ καὶ σωφροσύνην ἠθικάς.
69Aristoteles, Ethica Nicomachea, 2, 1; 6 (auctor 384BC-322BC)
ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται, ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ κακοὶ γίνονται κιθαρισταί.
70Aristoteles, Ethica Nicomachea, 2, 2; 1 (auctor 384BC-322BC)
ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά ἐστιν ὥσπερ αἱ ἄλλαι (οὐ γὰρ ἵνα εἰδῶμεν τί ἐστιν ἡ ἀρετὴ σκεπτόμεθα, ἀλλ' ἵν' ἀγαθοὶ γενώμεθα, ἐπεὶ οὐδὲν ἂν ἦν ὄφελος αὐτῆς) , ἀναγκαῖον ἐπισκέψασθαι τὰ περὶ τὰς πράξεις, πῶς πρακτέον αὐτάς· αὗται γάρ εἰσι κύριαι καὶ τοῦ ποιὰς γενέσθαι τὰς ἕξεις, καθάπερ εἰρήκαμεν.
71Aristoteles, Ethica Nicomachea, 2, 2; 12 (auctor 384BC-322BC)
περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή· διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα.
72Aristoteles, Ethica Nicomachea, 2, 2; 14 (auctor 384BC-322BC)
ἔτι δ' εἰ αἱ ἀρεταί εἰσι περὶ πράξεις καὶ πάθη, παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπεται ἡδονὴ καὶ λύπη, καὶ διὰ τοῦτ' ἂν εἴη ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας.
73Aristoteles, Ethica Nicomachea, 2, 2; 18 (auctor 384BC-322BC)
ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς καὶ λύπας τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον.
74Aristoteles, Ethica Nicomachea, 2, 2; 24 (auctor 384BC-322BC)
ἔτι δὲ χαλεπώτερον ἡδονῇ μάχεσθαι ἢ θυμῷ, καθάπερ φησὶν Ἡράκλειτος, περὶ δὲ τὸ χαλεπώτερον ἀεὶ καὶ τέχνη γίνεται καὶ ἀρετή· καὶ γὰρ τὸ εὖ βέλτιον ἐν τούτῳ.
75Aristoteles, Ethica Nicomachea, 2, 2; 25 (auctor 384BC-322BC)
ὥστε καὶ διὰ τοῦτο περὶ ἡδονὰς καὶ λύπας πᾶσα ἡ πραγματεία καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικῇ· ὁ μὲν γὰρ εὖ τούτοις χρώμενος ἀγαθὸς ἔσται, ὁ δὲ κακῶς κακός.
76Aristoteles, Ethica Nicomachea, 2, 2; 26 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἐστὶν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας, καὶ ὅτι ἐξ ὧν γίνεται, ὑπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται μὴ ὡσαύτως γινομένων, καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ, εἰρήσθω.
77Aristoteles, Ethica Nicomachea, 2, 4; 1 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα τί ἐστιν ἡ ἀρετὴ σκεπτέον.
78Aristoteles, Ethica Nicomachea, 2, 4; 2 (auctor 384BC-322BC)
ἐπεὶ οὖν τὰ ἐν τῇ ψυχῇ γινόμενα τρία ἐστί, πάθη δυνάμεις ἕξεις, τούτων ἄν τι εἴη ἡ ἀρετή.
79Aristoteles, Ethica Nicomachea, 2, 4; 9 (auctor 384BC-322BC)
ὅ τι μὲν οὖν ἐστὶ τῷ γένει ἡ ἀρετή, εἴρηται.
80Aristoteles, Ethica Nicomachea, 2, 5; 2 (auctor 384BC-322BC)
ῥητέον οὖν ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν.
81Aristoteles, Ethica Nicomachea, 2, 5; 3 (auctor 384BC-322BC)
ὁμοίως ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν τὸν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους.
82Aristoteles, Ethica Nicomachea, 2, 5; 4 (auctor 384BC-322BC)
εἰ δὴ τοῦτ' ἐπὶ πάντων οὕτως ἔχει, καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ εἴη ἂν ἡ ἕξις ἀφ' ἧς ἀγαθὸς ἄνθρωπος γίνεται καὶ ἀφ' ἧς εὖ τὸ ἑαυτοῦ ἔργον ἀποδώσει.
83Aristoteles, Ethica Nicomachea, 2, 5; 12 (auctor 384BC-322BC)
εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν τοῖς εὖ ἔχουσιν ἔργοις ὅτι οὔτ' ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, ὡς τῆς μὲν ὑπερβολῆς καὶ τῆς ἐλλείψεως φθειρούσης τὸ εὖ, τῆς δὲ μεσότητος σῳζούσης, οἱ δ' ἀγαθοὶ τεχνῖται, ὡς λέγομεν, πρὸς τοῦτο βλέποντες ἐργάζονται) · ἡ δ' ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστὶν ὥσπερ καὶ ἡ φύσις, τοῦ μέσου ἂν εἴη στοχαστική.
84Aristoteles, Ethica Nicomachea, 2, 5; 16 (auctor 384BC-322BC)
ἡ δ' ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστίν, ἐν οἷς ἡ μὲν ὑπερβολὴ ἁμαρτάνεται καὶ ἡ ἔλλειψις [ψέγεται], τὸ δὲ μέσον ἐπαινεῖται καὶ κατορθοῦται· ταῦτα δ' ἄμφω τῆς ἀρετῆς.
85Aristoteles, Ethica Nicomachea, 2, 5; 17 (auctor 384BC-322BC)
μεσότης τις ἄρα ἐστὶν ἡ ἀρετή, στοχαστική γε οὖσα τοῦ μέσου.
86Aristoteles, Ethica Nicomachea, 2, 6; 1 (auctor 384BC-322BC)
ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν.
87Aristoteles, Ethica Nicomachea, 2, 6; 3 (auctor 384BC-322BC)
διὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι λέγοντα μεσότης ἐστὶν ἡ ἀρετή, κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ ἀκρότης.
88Aristoteles, Ethica Nicomachea, 2, 7; 21 (auctor 384BC-322BC)
εἰσὶ δὲ καὶ ἐν τοῖς παθήμασι καὶ περὶ τὰ πάθη μεσότητες· ἡ γὰρ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπαινεῖται δὲ καὶ ὁ αἰδήμων.
89Aristoteles, Ethica Nicomachea, 2, 9; 1 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἐστὶν ἡ ἀρετὴ ἡ ἠθικὴ μεσότης, καὶ πῶς, καὶ ὅτι μεσότης δύο κακιῶν, τῆς μὲν καθ' ὑπερβολὴν τῆς δὲ κατ' ἔλλειψιν, καὶ ὅτι τοιαύτη ἐστὶ διὰ τὸ στοχαστικὴ τοῦ μέσου εἶναι τοῦ ἐν τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσιν, ἱκανῶς εἴρηται.
90Aristoteles, Ethica Nicomachea, 3, 4; 1 (auctor 384BC-322BC)
διωρισμένων δὲ τοῦ τε ἑκουσίου καὶ τοῦ ἀκουσίου, περὶ προαιρέσεως ἕπεται διελθεῖν· οἰκειότατον γὰρ εἶναι δοκεῖ τῇ ἀρετῇ καὶ μᾶλλον τὰ ἤθη κρίνειν τῶν πράξεων.
91Aristoteles, Ethica Nicomachea, 3, 7; 3 (auctor 384BC-322BC)
ἐφ' ἡμῖν δὴ καὶ ἡ ἀρετή, ὁμοίως δὲ καὶ ἡ κακία.
92Aristoteles, Ethica Nicomachea, 3, 7; 28 (auctor 384BC-322BC)
εἰ δὴ ταῦτ' ἐστὶν ἀληθῆ, τί μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἔσται ἑκούσιον· ἀμφοῖν γὰρ ὁμοίως, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τὸ τέλος φύσει ἢ ὁπωσδήποτε φαίνεται καὶ κεῖται, τὰ δὲ λοιπὰ πρὸς τοῦτο ἀναφέροντες πράττουσιν ὁπωσδήποτε.
93Aristoteles, Ethica Nicomachea, 3, 7; 29 (auctor 384BC-322BC)
εἴτε δὴ τὸ τέλος μὴ φύσει ἑκάστῳ φαίνεται οἱονδήποτε, ἀλλά τι καὶ παρ' αὐτόν ἐστιν, εἴτε τὸ μὲν τέλος φυσικόν, τῷ δὲ τὰ λοιπὰ πράττειν ἑκουσίως τὸν σπουδαῖον ἡ ἀρετὴ ἑκούσιόν ἐστιν, οὐθὲν ἧττον καὶ ἡ κακία ἑκούσιον ἂν εἴη· ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει τὸ δι' αὐτὸν ἐν ταῖς πράξεσι καὶ εἰ μὴ ἐν τῷ τέλει.
94Aristoteles, Ethica Nicomachea, 4, 4; 2 (auctor 384BC-322BC)
δοκεῖ γὰρ καὶ αὐτὴ περὶ χρήματά τις ἀρετὴ εἶναι· οὐχ ὥσπερ δ' ἡ ἐλευθεριότης διατείνει περὶ πάσας τὰς ἐν χρήμασι πράξεις, ἀλλὰ περὶ τὰς δαπανηρὰς μόνον· ἐν τούτοις δ' ὑπερέχει τῆς ἐλευθεριότητος μεγέθει.
95Aristoteles, Ethica Nicomachea, 4, 4; 19 (auctor 384BC-322BC)
οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργου.
96Aristoteles, Ethica Nicomachea, 4, 4; 20 (auctor 384BC-322BC)
κτῆμα μὲν γὰρ τὸ πλείστου ἄξιον τιμιώτατον, οἷον χρυσός, ἔργον δὲ τὸ μέγα καὶ καλόν (τοῦ γὰρ τοιούτου ἡ θεωρία θαυμαστή, τὸ δὲ μεγαλοπρεπὲς θαυμαστόν) · καὶ ἔστιν ἔργου ἀρετή, μεγαλοπρέπεια, ἐν μεγέθει.
97Aristoteles, Ethica Nicomachea, 4, 7; 15 (auctor 384BC-322BC)
καὶ δόξειεν ἂν εἶναι μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα.
98Aristoteles, Ethica Nicomachea, 4, 10; 1 (auctor 384BC-322BC)
ἔοικε δὲ καὶ περὶ ταύτην εἶναι ἀρετή τις, καθάπερ ἐν τοῖς πρώτοις ἐλέχθη, ἣ δόξειεν ἂν παραπλησίως ἔχειν πρὸς τὴν μεγαλοψυχίαν ὥσπερ καὶ ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν.
99Aristoteles, Ethica Nicomachea, 4, 15; 10 (auctor 384BC-322BC)
οὐκ ἔστι δ' οὐδ' ἡ ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή· δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον.
100Aristoteles, Ethica Nicomachea, 5, 3; 3 (auctor 384BC-322BC)
αὕτη μὲν οὖν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστι τελεία, ἀλλ' οὐχ ἁπλῶς ἀλλὰ πρὸς ἕτερον.
101Aristoteles, Ethica Nicomachea, 5, 3; 4 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο πολλάκις κρατίστη τῶν ἀρετῶν εἶναι δοκεῖ ἡ δικαιοσύνη, καὶ οὔθ' ἕσπερος οὔθ' ἑῷος οὕτω θαυμαστός· καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ' ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν.
102Aristoteles, Ethica Nicomachea, 5, 3; 5 (auctor 384BC-322BC)
τελεία δ' ἐστίν, ὅτι ὁ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλ' οὐ μόνον καθ' αὑτόν· πολλοὶ γὰρ ἐν μὲν τοῖς οἰκείοις τῇ ἀρετῇ δύνανται χρῆσθαι, ἐν δὲ τοῖς πρὸς ἕτερον ἀδυνατοῦσιν.
103Aristoteles, Ethica Nicomachea, 5, 3; 8 (auctor 384BC-322BC)
κάκιστος μὲν οὖν ὁ καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους χρώμενος τῇ μοχθηρίᾳ, ἄριστος δ' οὐχ ὁ πρὸς αὑτὸν τῇ ἀρετῇ ἀλλὰ πρὸς ἕτερον· τοῦτο γὰρ ἔργον χαλεπόν.
104Aristoteles, Ethica Nicomachea, 5, 3; 9 (auctor 384BC-322BC)
αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλ' ὅλη ἀρετή ἐστιν, οὐδ' ἡ ἐναντία ἀδικία μέρος κακίας ἀλλ' ὅλη κακία.
105Aristoteles, Ethica Nicomachea, 5, 3; 10 (auctor 384BC-322BC)
τί δὲ διαφέρει ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη αὕτη, δῆλον ἐκ τῶν εἰρημένων· ἔστι μὲν γὰρ ἡ αὐτή, τὸ δ' εἶναι οὐ τὸ αὐτό, ἀλλ' ᾗ μὲν πρὸς ἕτερον, δικαιοσύνη, ᾗ δὲ τοιάδε ἕξις ἁπλῶς, ἀρετή.
106Aristoteles, Ethica Nicomachea, 6, 2; 7 (auctor 384BC-322BC)
ληπτέον ἄρ' ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου, ἡ δ' ἀρετὴ πρὸς τὸ ἔργον τὸ οἰκεῖον.
107Aristoteles, Ethica Nicomachea, 6, 2; 10 (auctor 384BC-322BC)
ἔστι δ' ὅπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτ' ἐν ὀρέξει δίωξις καὶ φυγή· ὥστ' ἐπειδὴ ἡ ἠθικὴ ἀρετὴ ἕξις προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, δεῖ διὰ ταῦτα μὲν τόν τε λόγον ἀληθῆ εἶναι καὶ τὴν ὄρεξιν ὀρθήν, εἴπερ ἡ προαίρεσις σπουδαία, καὶ τὰ αὐτὰ τὸν μὲν φάναι τὴν δὲ διώκειν.
108Aristoteles, Ethica Nicomachea, 6, 5; 15 (auctor 384BC-322BC)
ἀλλὰ μὴν τέχνης μὲν ἔστιν ἀρετή, φρονήσεως δ' οὐκ ἔστιν· καὶ ἐν μὲν τέχνῃ ὁ ἑκὼν ἁμαρτάνων αἱρετώτερος, περὶ δὲ φρόνησιν ἧττον, ὥσπερ καὶ περὶ τὰς ἀρετάς.
109Aristoteles, Ethica Nicomachea, 6, 5; 16 (auctor 384BC-322BC)
δῆλον οὖν ὅτι ἀρετή τις ἐστὶ καὶ οὐ τέχνη.
110Aristoteles, Ethica Nicomachea, 6, 5; 17 (auctor 384BC-322BC)
δυοῖν δ' ὄντοιν μεροῖν τῆς ψυχῆς τῶν λόγον ἐχόντων, θατέρου ἂν εἴη ἀρετή, τοῦ δοξαστικοῦ· ἥ τε γὰρ δόξα περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν καὶ ἡ φρόνησις.
111Aristoteles, Ethica Nicomachea, 6, 7; 1 (auctor 384BC-322BC)
τὴν δὲ σοφίαν ἔν τε ταῖς τέχναις τοῖς ἀκριβεστάτοις τὰς τέχνας ἀποδίδομεν, οἷον Φειδίαν λιθουργὸν σοφὸν καὶ Πολύκλειτον ἀνδριαντοποιόν, ἐνταῦθα μὲν οὖν οὐθὲν ἄλλο σημαίνοντες τὴν σοφίαν ἢ ὅτι ἀρετὴ τέχνης ἐστίν· εἶναι δέ τινας σοφοὺς οἰόμεθα ὅλως οὐ κατὰ μέρος οὐδ' ἄλλο τι σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ τὸν δ' οὔτ' ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ' ἀροτῆρα οὔτ' ἄλλως τι σοφόν.
112Aristoteles, Ethica Nicomachea, 6, 12; 9 (auctor 384BC-322BC)
τί μὲν οὖν ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τί ἑκατέρα τυγχάνει οὖσα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἀρετὴ ἑκατέρα, εἴρηται.
113Aristoteles, Ethica Nicomachea, 6, 13; 8 (auctor 384BC-322BC)
† ἔτι τὸ ἔργον ἀποτελεῖται κατὰ τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετήν· ἡ μὲν γὰρ ἀρετὴ τὸν σκοπὸν ποιεῖ ὀρθόν, ἡ δὲ φρόνησις τὰ πρὸς τοῦτον.
114Aristoteles, Ethica Nicomachea, 6, 13; 9 (auctor 384BC-322BC)
τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς οὐκ ἔστιν ἀρετὴ τοιαύτη, τοῦ θρεπτικοῦ· οὐδὲν γὰρ ἐπ' αὐτῷ πράττειν ἢ μὴ πράττειν.
115Aristoteles, Ethica Nicomachea, 6, 13; 12 (auctor 384BC-322BC)
τὴν μὲν οὖν προαίρεσιν ὀρθὴν ποιεῖ ἡ ἀρετή, τὸ δ' ὅσα ἐκείνης ἕνεκα πέφυκε πράττεσθαι οὐκ ἔστι τῆς ἀρετῆς ἀλλ' ἑτέρας δυνάμεως.
116Aristoteles, Ethica Nicomachea, 6, 13; 19 (auctor 384BC-322BC)
σκεπτέον δὴ πάλιν καὶ περὶ ἀρετῆς· καὶ γὰρ ἡ ἀρετὴ παραπλησίως ἔχει ὡς ἡ φρόνησις πρὸς τὴν δεινότητα – οὐ ταὐτὸ μέν, ὅμοιον δέ – οὕτω καὶ ἡ φυσικὴ ἀρετὴ πρὸς τὴν κυρίαν.
117Aristoteles, Ethica Nicomachea, 6, 13; 22 (auctor 384BC-322BC)
πλὴν τοσοῦτον ἔοικεν ὁρᾶσθαι, ὅτι ὥσπερ σώματι ἰσχυρῷ ἄνευ ὄψεως κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς διὰ τὸ μὴ ἔχειν ὄψιν, οὕτω καὶ ἐνταῦθα· ἐὰν δὲ λάβῃ νοῦν, ἐν τῷ πράττειν διαφέρει· ἡ δ' ἕξις ὁμοία οὖσα τότ' ἔσται κυρίως ἀρετή.
118Aristoteles, Ethica Nicomachea, 6, 13; 23 (auctor 384BC-322BC)
ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο ἐστὶν εἴδη, δεινότης καὶ φρόνησις, οὕτω καὶ ἐπὶ τοῦ ἠθικοῦ δύο ἐστί, τὸ μὲν ἀρετὴ φυσικὴ τὸ δ' ἡ κυρία, καὶ τούτων ἡ κυρία οὐ γίνεται ἄνευ φρονήσεως.
119Aristoteles, Ethica Nicomachea, 6, 13; 26 (auctor 384BC-322BC)
ἐοίκασι δὴ μαντεύεσθαί πως ἅπαντες ὅτι ἡ τοιαύτη ἕξις ἀρετή ἐστιν, ἡ κατὰ τὴν φρόνησιν.
120Aristoteles, Ethica Nicomachea, 6, 13; 28 (auctor 384BC-322BC)
ἔστι γὰρ οὐ μόνον ἡ κατὰ τὸν ὀρθὸν λόγον, ἀλλ' ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις ἀρετή ἐστιν· ὀρθὸς δὲ λόγος περὶ τῶν τοιούτων ἡ φρόνησίς ἐστιν.
121Aristoteles, Ethica Nicomachea, 7, 1; 3 (auctor 384BC-322BC)
ὥστ' εἰ, καθάπερ φασίν, ἐξ ἀνθρώπων γίνονται θεοὶ δι' ἀρετῆς ὑπερβολήν, τοιαύτη τις ἂν εἴη δῆλον ὅτι ἡ τῇ θηριώδει ἀντιτιθεμένη ἕξις· καὶ γὰρ ὥσπερ οὐδὲ θηρίου ἐστὶ κακία οὐδ' ἀρετή, οὕτως οὐδὲ θεοῦ, ἀλλ' ἣ μὲν τιμιώτερον ἀρετῆς, ἣ δ' ἕτερόν τι γένος κακίας.
122Aristoteles, Ethica Nicomachea, 7, 1; 5 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τῆς διαθέσεως τῆς τοιαύτης ὕστερον ποιητέον τινὰ μνείαν, περὶ δὲ κακίας εἴρηται πρότερον· περὶ δὲ ἀκρασίας καὶ μαλακίας καὶ τρυφῆς λεκτέον, καὶ περὶ ἐγκρατείας καὶ καρτερίας· οὔτε γὰρ ὡς περὶ τῶν αὐτῶν ἕξεων τῇ ἀρετῇ καὶ τῇ μοχθηρίᾳ ἑκατέραν αὐτῶν ὑποληπτέον, οὔθ' ὡς ἕτερον γένος.
123Aristoteles, Ethica Nicomachea, 7, 3; 15 (auctor 384BC-322BC)
συμβαίνει δὴ ἔκ τινος λόγου ἡ ἀφροσύνη μετ' ἀκρασίας ἀρετή· τἀναντία γὰρ πράττει ὧν ὑπολαμβάνει διὰ τὴν ἀκρασίαν, ὑπολαμβάνει δὲ τἀγαθὰ κακὰ εἶναι καὶ οὐ δεῖν πράττειν, ὥστε τἀγαθὰ καὶ οὐ τὰ κακὰ πράξει.
124Aristoteles, Ethica Nicomachea, 7, 9; 6 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὃ μὲν τοιοῦτος οἷος μὴ διὰ τὸ πεπεῖσθαι διώκειν τὰς καθ' ὑπερβολὴν καὶ παρὰ τὸν ὀρθὸν λόγον σωματικὰς ἡδονάς, ὃ δὲ πέπεισται διὰ τὸ τοιοῦτος εἶναι οἷος διώκειν αὐτάς, ἐκεῖνος μὲν οὖν εὐμετάπειστος, οὗτος δὲ οὔ· ἡ γὰρ ἀρετὴ καὶ μοχθηρία τὴν ἀρχὴν ἣ μὲν φθείρει ἣ δὲ σῴζει, ἐν δὲ ταῖς πράξεσι τὸ οὗ ἕνεκα ἀρχή, ὥσπερ ἐν τοῖς μαθηματικοῖς αἱ ὑποθέσεις· οὔτε δὴ ἐκεῖ ὁ λόγος διδασκαλικὸς τῶν ἀρχῶν οὔτε ἐνταῦθα, ἀλλ' ἀρετὴ ἢ φυσικὴ ἢ ἐθιστὴ τοῦ ὀρθοδοξεῖν περὶ τὴν ἀρχήν.
125Aristoteles, Ethica Nicomachea, 8, 4; 2 (auctor 384BC-322BC)
οἱ δὲ βουλόμενοι τἀγαθὰ τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι· δι' αὑτοὺς γὰρ οὕτως ἔχουσι, καὶ οὐ κατὰ συμβεβηκός· διαμένει οὖν ἡ τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δ' ἀρετὴ μόνιμον.
126Aristoteles, Ethica Nicomachea, 8, 7; 16 (auctor 384BC-322BC)
ἡδὺς δὲ καὶ χρήσιμος ἅμα εἴρηται ὅτι ὁ σπουδαῖος· ἀλλ' ὑπερέχοντι οὐ γίνεται ὁ τοιοῦτος φίλος, ἐὰν μὴ καὶ τῇ ἀρετῇ ὑπερέχηται· εἰ δὲ μή, οὐκ ἰσάζει ἀνάλογον ὑπερεχόμενος.
127Aristoteles, Ethica Nicomachea, 8, 8; 5 (auctor 384BC-322BC)
ἑτέρα γὰρ ἑκάστου τούτων ἀρετὴ καὶ τὸ ἔργον, ἕτερα δὲ καὶ δι' ἃ φιλοῦσιν· ἕτεραι οὖν καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι.
128Aristoteles, Ethica Nicomachea, 8, 10; 1 (auctor 384BC-322BC)
μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φιλεῖν, καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων ἀρετὴ τὸ φιλεῖν ἔοικεν, ὥστ' ἐν οἷς τοῦτο γίνεται κατ' ἀξίαν, οὗτοι μόνιμοι φίλοι καὶ ἡ τούτων φιλία.
129Aristoteles, Ethica Nicomachea, 8, 13; 1 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτ' ἂν διελθεῖν· ἔστι γὰρ ἀρετή τις ἢ μετ' ἀρετῆς, ἔτι δ' ἀναγκαιότατον εἰς τὸν βίον.
130Aristoteles, Ethica Nicomachea, 8, 14; 20 (auctor 384BC-322BC)
εἴη δ' ἂν καὶ δι' ἀρετήν, εἰ ἐπιεικεῖς εἶεν· ἔστι γὰρ ἑκατέρου ἀρετή, καὶ χαίροιεν ἂν τῷ τοιούτῳ.
131Aristoteles, Ethica Nicomachea, 9, 3; 9 (auctor 384BC-322BC)
εἰ δ' ὃ μὲν διαμένοι ὃ δ' ἐπιεικέστερος γίνοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ· ἢ οὐκ ἐνδέχεται· ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν ταῖς παιδικαῖς φιλίαις· εἰ γὰρ ὃ μὲν διαμένοι τὴν διάνοιαν παῖς ὃ δ' ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι μήτ' ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπούμενοι· οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ' ὑπάρξει αὐτοῖς, ἄνευ δὲ τούτων οὐκ ἦν φίλους εἶναι· συμβιοῦν γὰρ οὐχ οἷόν τε.
132Aristoteles, Ethica Nicomachea, 9, 4; 5 (auctor 384BC-322BC)
πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει (τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι· ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος εἶναι) · οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν· καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα (τοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ) · καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ φρονεῖ.
133Aristoteles, Ethica Nicomachea, 9, 8; 16 (auctor 384BC-322BC)
τοὺς μὲν οὖν περὶ τὰς καλὰς πράξεις διαφερόντως σπουδάζοντας πάντες ἀποδέχονται καὶ ἐπαινοῦσιν· πάντων δὲ ἁμιλλωμένων πρὸς τὸ καλὸν καὶ διατεινομένων τὰ κάλλιστα πράττειν κοινῇ τ' ἂν πάντ' εἴη τὰ δέοντα καὶ ἰδίᾳ ἑκάστῳ τὰ μέγιστα τῶν ἀγαθῶν, εἴπερ ἡ ἀρετὴ τοιοῦτόν ἐστιν.
134Aristoteles, Ethica Nicomachea, 10, 5; 29 (auctor 384BC-322BC)
εἰ δὲ τοῦτο καλῶς λέγεται, καθάπερ δοκεῖ, καὶ ἔστιν ἑκάστου μέτρον ἡ ἀρετὴ καὶ ἁγαθός, ᾗ τοιοῦτος, καὶ ἡδοναὶ εἶεν ἂν αἱ τούτῳ φαινόμεναι καὶ ἡδέα οἷς οὗτος χαίρει.
135Aristoteles, Ethica Nicomachea, 10, 6; 9 (auctor 384BC-322BC)
δοκεῖ μὲν οὖν εὐδαιμονικὰ ταῦτα εἶναι διὰ τὸ τοὺς ἐν δυναστείαις ἐν τούτοις ἀποσχολάζειν, οὐδὲν δ' ἴσως σημεῖον οἱ τοιοῦτοί εἰσιν· οὐ γὰρ ἐν τῷ δυναστεύειν ἡ ἀρετὴ οὐδ' ὁ νοῦς, ἀφ' ὧν αἱ σπουδαῖαι ἐνέργειαι· οὐδ' εἰ ἄγευστοι οὗτοι ὄντες ἡδονῆς εἰλικρινοῦς καὶ ἐλευθερίου ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν, διὰ τοῦτο ταύτας οἰητέον αἱρετωτέρας εἶναι· καὶ γὰρ οἱ παῖδες τὰ παρ' αὑτοῖς τιμώμενα κράτιστα οἴονται εἶναι.
136Aristoteles, Ethica Nicomachea, 10, 8; 3 (auctor 384BC-322BC)
ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ, καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετή.
137Aristoteles, Ethica Nicomachea, 10, 8; 4 (auctor 384BC-322BC)
συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ, καὶ αὕτη τῇ φρονήσει, εἴπερ αἱ μὲν τῆς φρονήσεως ἀρχαὶ κατὰ τὰς ἠθικάς εἰσιν ἀρετάς, τὸ δ' ὀρθὸν τῶν ἠθικῶν κατὰ τὴν φρόνησιν.
138Aristoteles, Magna moralia, 1, 1, 5; 8 (auctor 384BC-322BC)
Ἀναγκαῖον μὲν οὖν εἰδῆσαι τί ἐστιν ἀρετή (οὐ γὰρ ῥᾴδιον εἰδέναι τὸ ἐκ τίνων ἔσται καὶ πῶς ἔσται, ἀγνοοῦντα τὸ τί ἐστίν, ὥσπερ οὐδ' ἐπὶ τῶν ἐπιστημῶν).
139Aristoteles, Magna moralia, 1, 1, 17; 34 (auctor 384BC-322BC)
διὰ τί; ὅτι ὅταν βουλώμεθα δεῖξαί [καί] τι τῶν μέρος ἀγαθῶν, ἢ τῷ ὁρισμῷ δείκνυμεν ὅτι ὁ αὐτὸς λόγος ἐφαρμόττει ἐπί τε τἀγαθὸν καὶ ἐπὶ τοῦτο ὃ ἂν βουλώμεθα δεῖξαι ὅτι ἀγαθόν, ἢ τῇ ἐπαγωγῇ, οἷον ὅταν θέλωμεν δεῖξαι ὅτι ἡ μεγαλοψυχία ἐστὶν ἀγαθόν, φαμὲν ὅτι ἡ δικαιοσύνη ἀγαθὸν καὶ ἡ ἀνδρεία καὶ ἁπλῶς αἱ ἀρεταί, ἡ δὲ μεγαλοψυχία ἀρετή, ὥστε καὶ ἡ μεγαλοψυχία ἀγαθόν οὐδὲ δὴ ὑπὲρ τοῦ κατὰ τὴν ἐπαγωγὴν κοινοῦ ἀγαθοῦ λεκτέον τῇ πολιτικῇ, ὅτι τὰ αὐτὰ ἀδύνατα συμβήσεται τούτῳ καὶ τῷ κατὰ τὸν ὅρον κοινῷ ἀγαθῷ.
140Aristoteles, Magna moralia, 1, 2, 2; 4 (auctor 384BC-322BC)
οὐκοῦν καὶ ἡ ἀρετὴ τίμιον, ὅταν γε δὴ ἀπ' αὐτῆς σπουδαῖός τις γένηται ἤδη γὰρ οὗτος εἰς τὸ τῆς ἀρετῆς σχῆμα ἥκει.
141Aristoteles, Magna moralia, 1, 3, 5; 9 (auctor 384BC-322BC)
Μετὰ τοῦτο τοίνυν τοῦτ' ἐάν τις σκοπῇ ἐπὶ τῶν ἐπιστημῶν πασῶν, ὄψεται οὐκ ἄλλην μὲν ποιοῦσαν οἰκίαν, ἄλλην δὲ σπουδαίαν οἰκίαν, ἀλλὰ τὴν οἰκοδομικήν καὶ οὗ ποιητικὸς ὁ οἰκοδόμος, ἡ τούτου ἀρετὴ τοῦ αὐτοῦ τούτου εὖ ποιητική.
142Aristoteles, Magna moralia, 1, 4, 1; 1 (auctor 384BC-322BC)
Μετὰ τοίνυν τοῦτο ὁρῶμεν ὅτι οὐθενὶ ἄλλῳ ἢ ψυχῇ ζῶμεν ἐν ψυχῇ δέ ἐστιν ἀρετή τὸ αὐτό γέ τοί φαμεν τήν τε ψυχὴν ποιεῖν καὶ τὴν τῆς ψυχῆς ἀρετήν.
143Aristoteles, Magna moralia, 1, 4, 1; 2 (auctor 384BC-322BC)
ἀλλ' ἡ μὲν ἀρετὴ ἐν ἑκάστῳ τοῦτο ποιεῖ εὖ οὗ ἐστιν ἀρετή, ἡ δὲ ψυχὴ καὶ τἆλλα μέν, ψυχῇ δὲ ζῶμεν διὰ τὴν τῆς ψυχῆς ἀρετὴν ἄρα εὖ ζήσομεν.
144Aristoteles, Magna moralia, 1, 4, 4; 7 (auctor 384BC-322BC)
ὧν γὰρ ἦν ἕξις καὶ χρῆσις, ἡ χρῆσις καὶ ἡ ἐνέργεια τέλος τῆς δὲ ψυχῆς ἡ ἀρετὴ ἕξις ἐστίν ἔστιν δὲ καὶ ἐνέργεια καὶ [ἡ] χρῆσις αὐτῆς τῶν ἀρετῶν ὥστε τέλος ἂν εἴη ἡ ἐνέργεια καὶ ἡ χρῆσις αὐτῆς ἡ εὐδαιμονία ἄρ' ἂν εἴη ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν.
145Aristoteles, Magna moralia, 1, 4, 9; 17 (auctor 384BC-322BC)
οἷον ἐπειδήπερ ἔστιν, ὡς δοκεῖ, μόριόν τι τῆς ψυχῆς ᾧ τρεφόμεθα, ὃ καλοῦμεν θρεπτικόν (τοῦτο γὰρ εὔλογόν ἐστιν εἶναι τοὺς γοῦν λίθους ὁρῶμεν ἀδυνάτους τρέφεσθαι ὄντας, ὥστε δῆλον ὅτι τῶν ἐμψύχων ἐστὶ τὸ τρέφεσθαι εἰ δὲ τῶν ἐμψύχων, ἡ ψυχὴ ἂν εἴη αἰτία τῆς δὲ ψυχῆς τούτων μὲν τῶν μορίων οὐθὲν αἴτιον ἂν εἴη τοῦ τρέφεσθαι, οἷον τὸ λογιστικὸν ἢ τὸ θυμικὸν ἢ τὸ ἐπιθυμητικόν, ἄλλο δέ τι παρὰ ταῦτα, ᾧ οὐθὲν ἔχομεν οἰκειότερον ὄνομα ἐπιθεῖναι ἢ θρεπτικόν) τί οὖν, ἄν τις εἴποι, πότερον καὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἔστιν ἀρετή; εἰ γὰρ ἔστι, δῆλον ὅτι καὶ ταύτῃ δεήσει ἐνεργεῖν τῆς γὰρ τελείας ἀρετῆς ἡ ἐνέργεια εὐδαιμονία.
146Aristoteles, Magna moralia, 1, 4, 9; 18 (auctor 384BC-322BC)
Εἰ μὲν οὖν ἔστιν ἀρετὴ τούτου ἢ μὴ ἔστιν, ἄλλος λόγος εἰ δ' ἄρα ἔστιν, οὐκ ἔστιν ταύτης ἐνέργεια.
147Aristoteles, Magna moralia, 1, 4, 10; 24 (auctor 384BC-322BC)
Μετὰ ταῦτα τοίνυν λεκτέον ἂν εἴη τί ἐστιν ἡ ἀρετή, ἐπείπερ ἡ ταύτης ἐνέργειά ἐστιν ἡ εὐδαιμονία.
148Aristoteles, Magna moralia, 1, 4, 10; 25 (auctor 384BC-322BC)
ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν, ἐστὶν ἡ ἀρετὴ ἕξις ἡ βελτίστη ἀλλ' ἴσως οὐχ ἱκανὸν οὕτως ἁπλῶς εἰπεῖν, ἀλλὰ σαφέστερον διορίσαι δεῖ.
149Aristoteles, Magna moralia, 1, 5, 3; 7 (auctor 384BC-322BC)
Ἔστιν δ' ἡ ἀρετὴ ἡ ἠθικὴ ὑπὸ ἐνδείας καὶ ὑπερβολῆς φθειρομένη.
150Aristoteles, Magna moralia, 1, 6, 1; 3 (auctor 384BC-322BC)
ἔστιν οὖν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας.
151Aristoteles, Magna moralia, 1, 6, 2; 4 (auctor 384BC-322BC)
Ἡ δ' ἠθικὴ ἀρετὴ ἐντεῦθεν τὰς ἐπωνυμίας ἔχει, εἰ δεῖ παρὰ γράμμα λέγοντα τὴν ἀλήθειαν ὡς ἔχει σκοπεῖν (δεῖ δ' ἴσως).
152Aristoteles, Magna moralia, 1, 7, 1; 1 (auctor 384BC-322BC)
Μετὰ τοίνυν τοῦτο δεῖ βουλομένους εἰπεῖν τὸ τί ἐστιν ἡ ἀρετή, εἰδῆσαι τίνα ἐστὶν τὰ ἐν τῇ ψυχῇ γινόμενα.
153Aristoteles, Magna moralia, 1, 7, 2; 2 (auctor 384BC-322BC)
ἔστιν δ' ἃ γίνεται ταῦτα, πάθη δυνάμεις ἕξεις ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη ἀρετή.
154Aristoteles, Magna moralia, 1, 8, 2; 3 (auctor 384BC-322BC)
ἐπεὶ τοίνυν ἐστὶν ἡ ἀρετὴ τῶν παθῶν τούτων μεσότης, τὰ δὲ πάθη ἤτοι λῦπαί εἰσιν ἢ ἡδοναὶ ἢ οὐκ ἄνευ λύπης ἢ ἡδονῆς ἡ ἄρα ἀρετή ἐστιν περὶ λύπας καὶ ἡδονάς, καὶ ἐντεῦθέν ἐστι δῆλον.
155Aristoteles, Magna moralia, 1, 9, 10; 21 (auctor 384BC-322BC)
ἐπὶ μὲν γὰρ τῇ ἀρετῇ ἔπαινος, ἐπὶ δὲ τῇ κακίᾳ ψόγος ἔπαινος δὲ καὶ ψόγος οὐκ ἐπὶ τοῖς ἀκουσίοις ὥστε δῆλον ὅτι ὡσαύτως ἐφ' ἡμῖν καὶ τὰ σπουδαῖά ἐστι πράττειν καὶ τὰ φαῦλα.
156Aristoteles, Magna moralia, 1, 18, 4; 7 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν διῄρηται ἐν τίνι ἡ ἁμαρτία καὶ πῶς, λοιπόν ἐστι τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότε ρον τοῦ τέλους ἢ τῶν πρὸς τὸ τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν.
157Aristoteles, Magna moralia, 1, 19, 1; 2 (auctor 384BC-322BC)
τούτου ἄρ' ἐστὶ[ν ἡ ἀρετὴ] στοχαστικὴ μᾶλλον ἢ ἐξ ὧν ἔσται.
158Aristoteles, Magna moralia, 1, 19, 3; 6 (auctor 384BC-322BC)
Διὰ τί οὖν, ἄν τις εἴποι, πρότερον μὲν ἐλέγομεν τὴν ἐνέργειαν κρεῖττον εἶναι ἢ τὴν ἕξιν τὴν αὐτήν, νῦν δὲ οὐκ ἐξ οὗ ἡ ἐνέργεια, τοῦτο τῇ ἀρετῇ ἀποδίδομεν ὡς κάλλιον, ἀλλ' ἐν ᾧ οὐκ ἔστιν ἐνέργεια; ναί, ἀλλὰ καὶ νῦν φαμεν τοῦτο ὁμοίως, τὴν ἐνέργειαν τῆς ἕξεως βέλτιον εἶναι.
159Aristoteles, Magna moralia, 1, 21, 1; 2 (auctor 384BC-322BC)
ἔστιν γὰρ ἡ σωφροσύνη καὶ ἁπλῶς ἅπασα ἀρετὴ ἕξις ἡ βελτίστη, ἡ δὲ βελτίστη ἕξις τοῦ βελτίστου ἐστίν, βέλτιστον δὲ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδείας τὸ μέσον κατ' ἀμφότερα γάρ εἰσι ψεκτοί, καὶ καθ' ὑπερβολὴν καὶ κατ' ἔνδειαν.
160Aristoteles, Magna moralia, 1, 21, 4; 9 (auctor 384BC-322BC)
πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν ἐστίν.
161Aristoteles, Magna moralia, 1, 22, 2; 4 (auctor 384BC-322BC)
ὅτι δ' εἰσὶ μεσότητες, καὶ οὕτως ἄν τις εἴποι εἰ γάρ ἐστιν ἐν μεσότητι τὸ βέλτιστον, ἡ δ' ἀρετή ἐστιν ἡ βελτίστη ἕξις, [βέλτιστον δ' ἐστὶ τὸ μέσον,] ἡ ἀρετὴ ἂν εἴη τὸ μέσον.
162Aristoteles, Magna moralia, 1, 24, 1; 4 (auctor 384BC-322BC)
ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία πολυειδές.
163Aristoteles, Magna moralia, 1, 33, 2; 5 (auctor 384BC-322BC)
διὸ καί, φασίν, δοκεῖ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ εἶναι εἰ γὰρ δίκαια μέν ἐστιν ἃ ὁ νόμος κελεύει ποιεῖν, ὁ δὲ νόμος τὰ κατὰ πάσας ἀρετὰς ὄντα προστάττει, ὁ ἄρα τοῖς κατὰ νόμον ἐμμένων δικαίοις τελείως σπουδαῖος ἔσται, ὥστε ὁ δίκαιος καὶ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ ἐστίν.
164Aristoteles, Magna moralia, 1, 34, 12; 17 (auctor 384BC-322BC)
ἔστιν δ' ἡ φρόνησις ἀρετή, ὡς δόξειεν ἄν, οὐκ ἐπιστήμη.
165Aristoteles, Magna moralia, 1, 34, 12; 18 (auctor 384BC-322BC)
ἐπαινετοὶ γάρ εἰσιν οἱ φρόνιμοι, ὁ δ' ἔπαινος ἀρετῆς ἔτι δ' ἐπιστήμης μὲν πάσης ἀρετὴ ἐστίν, φρονήσεως δὲ ἀρετὴ οὐκ ἔστιν, ἀλλ' ὡς ἔοικεν, αὐτό τί ἐστιν ἀρετή.
166Aristoteles, Magna moralia, 1, 34, 17; 27 (auctor 384BC-322BC)
Πότερον δ' ἐστὶν ἡ σοφία ἀρετὴ ἢ οὔ; διὰ τοῦτο δῆλον ἂν γένοιτο, ὅτι ἐστὶν ἀρετή, ἐξ αὐτῆς τῆς φρονήσεως.
167Aristoteles, Magna moralia, 1, 34, 17; 28 (auctor 384BC-322BC)
εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μορίου τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν ἡ μὲν γὰρ σοφία περὶ τὸ ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμφέρον ἀνθρώπῳ), εἰ οὖν τὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.
168Aristoteles, Magna moralia, 1, 34, 21; 37 (auctor 384BC-322BC)
ὅτι ἴσως γε πρῶτον μὲν οὐδ' ἀλλοτρία δόξειεν ἂν εἶναι ἡ σκέψις ἡ ὑπὲρ αὐτῆς, εἴπερ ἐστὶν ἀρετή, ὡς φαμέν.
169Aristoteles, Magna moralia, 1, 34, 24; 43 (auctor 384BC-322BC)
ἔστιν οὖν ἡ φυσικὴ ἀρετὴ αὕτη ἡ ἄνευ λόγου χωριζομένη μὲν τοῦ λόγου μικρὰ καὶ ἀπολειπομένη τοῦ ἐπαινεῖσθαι, πρὸς δὲ τὸν λόγον καὶ τὴν προαίρεσιν προστιθεμένη τελείαν ποιεῖ τὴν ἀρετήν.
170Aristoteles, Magna moralia, 1, 34, 25; 45 (auctor 384BC-322BC)
οὐδ' αὖ ὁ λόγος καὶ ἡ προαίρεσις οὐ πάνυ τελειοῦται τῷ εἶναι ἀρετὴ ἄνευ τῆς φυσικῆς ὁρμῆς.
171Aristoteles, Magna moralia, 1, 34, 26; 49 (auctor 384BC-322BC)
ἀλλὰ βέλτιον, ὡς ἡμεῖς ἀφορίζομεν, τὸ μετὰ λόγου εἶναι τὴν ὁρμὴν πρὸς τὸ καλόν τὸ γὰρ τοιοῦτον καὶ ἀρετὴ καὶ ἐπαινετόν.
172Aristoteles, Magna moralia, 1, 34, 27; 50 (auctor 384BC-322BC)
Πότερον δ' ἐστὶν ἡ φρόνησις ἀρετὴ ἢ οὔ, ἀπορήσειεν ἄν τις.
173Aristoteles, Magna moralia, 1, 34, 27; 51 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλ' ἐντεῦθεν ἂν γένοιτο δῆλον ὅτι ἀρετή.
174Aristoteles, Magna moralia, 1, 34, 27; 54 (auctor 384BC-322BC)
τὸ γὰρ ὅλον ὡς ἂν αὕτη προστάττῃ, οὕτω καὶ ἡ ἀνδρεία πράττει, ὥστε εἰ αὐτὴ ἐπαινετὴ τῷ ποιεῖν ἃ ἂν ἡ φρόνησις προστάττῃ, ἥ γε φρόνησις τελείως ἂν εἴη καὶ ἐπαινετὴ καὶ ἀρετή.
175Aristoteles, Magna moralia, 2, 3, 13; 22 (auctor 384BC-322BC)
ὥστε ἅμα τὸ ἑλέσθαι [καὶ] παρέσται καὶ ἡ τελεία ἀρετὴ ὑπάρξει, ἣν ἔφαμεν μετὰ φρονήσεως εἶναι, οὐκ ἄνευ δὲ τῆς φυσικῆς ὁρμῆς τῆς ἐπὶ τὸ καλόν.
176Aristoteles, Magna moralia, 2, 3, 13; 23 (auctor 384BC-322BC)
οὐδ' ἐναντιώσεται ἀρετὴ ἀρετῇ.
177Aristoteles, Magna moralia, 2, 3, 15; 30 (auctor 384BC-322BC)
ἀλλ' ἀπὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.
178Aristoteles, Magna moralia, 2, 3, 16; 31 (auctor 384BC-322BC)
Ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδ' ἡ ἀρετή.
179Aristoteles, Magna moralia, 2, 3, 17; 32 (auctor 384BC-322BC)
τὸ δ' ὅλον ἐπειδήπερ ἡμῖν ἐν ἀρχῇ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταὶ μεσότητες, καὶ ἡ μᾶλλον ἀρετὴ μᾶλλόν ἐστι μεσότης ὥστ' οὐχ ὅτι χείρω ποιήσει εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω ἡ γὰρ μεσότης ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.
180Aristoteles, Magna moralia, 2, 4, 1; 2 (auctor 384BC-322BC)
ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησο2. μένους ἀτόπους γίνεσθαι οὐ γὰρ ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις.
181Aristoteles, Magna moralia, 2, 5, 2; 3 (auctor 384BC-322BC)
ἡ δὲ ἀντικειμένη ἀρετὴ ταύτῃ ἐστὶν ἀνώνυμος, ἔστιν δ' ἡ τοιαύτη ὑπὲρ ἄνθρωπον οὖσα, οἷον ἡρωϊκή τις καὶ θεία.
182Aristoteles, Magna moralia, 2, 5, 3; 4 (auctor 384BC-322BC)
ἀνώνυμος δέ ἐστιν αὕτη ἡ ἀρετή, ὅτι οὐκ ἔστιν θεοῦ ἀρετή ὁ γὰρ θεὸς βελτίων τῆς ἀρετῆς καὶ οὐ κατ' ἀρετήν ἐστι σπουδαῖος οὕτω μὲν γὰρ βέλτιον ἔσται ἡ ἀρετὴ τοῦ θεοῦ.
183Aristoteles, Magna moralia, 2, 5, 3; 5 (auctor 384BC-322BC)
διὸ ἀνώνυμος ἡ ἀρετὴ ἡ τῇ κακίᾳ τῇ θηριότητι ἀντικειμένη.
184Aristoteles, Magna moralia, 2, 5, 3; 6 (auctor 384BC-322BC)
θέλει δὲ τῇ τοιαύτῃ ἀντικεῖσθαι ἡ θεία καὶ ὑπὲρ ἄνθρωπον ὥσπερ γὰρ καὶ ἡ κακία ἡ θηριότης ὑπὲρ ἄνθρωπον ἐστίν, οὕτω καὶ ἡ ἀρετὴ ἡ ἀντικειμένη.
185Aristoteles, Magna moralia, 2, 7, 2; 4 (auctor 384BC-322BC)
ἐπειδὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δ' εὐδαιμονίαν διωρίκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δ' ἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγκαῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.
186Aristoteles, Magna moralia, 2, 7, 24; 64 (auctor 384BC-322BC)
διὰ τί; ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς.
187Aristoteles, Magna moralia, 2, 7, 25; 66 (auctor 384BC-322BC)
ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης μεθ' ἡδονῆς ἄρα.
188Aristoteles, Magna moralia, 2, 7, 28; 78 (auctor 384BC-322BC)
οἷον ἐπειδὴ ὁ λόγος κρατεῖ ποτε τῶν παθῶν (φαμὲν γὰρ ἐπὶ τοῦ ἐγκρατοῦς), καὶ τὰ πάθη δὲ πάλιν ἀντεστραμμένως τοῦ λόγου κρατεῖ (οἷον ἐπὶ τῶν ἀκρατῶν συμβαίνει), ἐπεὶ οὖν τὸ ἄλογον μέρος τῆς ψυχῆς ἔχον τὴν κακίαν κρατεῖ τοῦ λόγου εὖ διακειμένου (ὁ γὰρ ἀκρατὴς τοιοῦτος), καὶ ὁ λόγος ὁμοίως φαύλως διακείμενος κρατήσει τῶν παθῶν εὖ διακειμένων καὶ ἐχόντων τὴν οἰκείαν ἀρετήν, εἰ δὲ τοῦτ' ἔσται, συμβήσεται τῇ ἀρετῇ κακῶς χρῆσθαι (ὁ γὰρ λόγος φαύλως διακείμενος καὶ χρώμενος τῇ ἀρετῇ κακῶς αὐτῇ χρήσεται) τὸ δὴ τοιοῦτον ἄτοπον ἂν συμβαίνειν δόξειεν.
189Aristoteles, Magna moralia, 2, 7, 30; 80 (auctor 384BC-322BC)
τότε γάρ φαμεν εἶναι ἀρετήν, ὅταν ὁ λόγος εὖ διακείμενος τοῖς πάθεσιν ἔχουσι τὴν οἰκείαν ἀρετὴν σύμμετρος ᾖ, καὶ τὰ πάθη τῷ λόγῳ οὕτω γὰρ διακείμενα συμφωνήσουσι πρὸς ἄλληλα, ὥστε τὸν μὲν λόγον προστάττειν ἀεὶ τὸ βέλτιστον, τὰ δὲ πάθη ῥᾳδίως εὖ διακείμενα ποιεῖν ὃ ἂν ὁ λόγος προστάττῃ ἂν οὖν ὁ λόγος φαύλως ᾖ διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ ἐκλείποντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή) ὥστ' οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ.
190Aristoteles, Magna moralia, 2, 11, 22; 38 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ ἀρετὴ ἀμετάπτωτον, δι' ἣν ἡ φιλία, ὥστε εἰκὸς τὴν φιλίαν τὴν τοιαύτην ἀμετάπτωτον εἶναι, τὸ δὲ συμφέρον οὐδέποτε ταὐτόν διὸ ἡ διὰ τὸ συμφέρον φιλία οὐ βεβαία, ἀλλὰ τῷ συμφέροντι συμμεταπίπτει ὁμοίως καὶ ἡ κατὰ τὴν ἡδονήν.
191Aristoteles, Magna moralia, 2, 11, 25; 46 (auctor 384BC-322BC)
κοινωσάμενοι οὖν ἡδονῇ ἀρετὴν ζητοῦσιν, οὐκ ὀρθῶς οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ καὶ τῷ συμφέροντι ἡ ἀρετή, ἀλλὰ τῇ ἀρετῇ ἀμφότερα ταῦτα ἀκολουθεῖ.
192Aristoteles, Magna moralia, 2, 11, 25; 48 (auctor 384BC-322BC)
" οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ ἡ ἀρετή, ἀλλὰ τῇ ἀρετῇ ἡ ἡδονὴ ἀκολουθεῖ.
193Aristoteles, Magna moralia, 2, 11, 39; 68 (auctor 384BC-322BC)
ἀλλ' οἱ ἄνθρωποι διὰ φιλοτιμίαν φιλεῖσθαι μᾶλλον βούλονται ἢ φιλεῖν, διὰ τὸ ἐν τῷ φιλεῖσθαι ὑπεροχήν τινα εἶναι ἀεὶ γὰρ ὁ φιλούμενος ὑπερέχει ἡδονῇ ἢ εὐπορίᾳ ἢ ἀρετῇ, ὁ δὲ φιλότιμος τῆς ὑπεροχῆς ὀρέγεται.
194Aristoteles, Magna moralia, 2, 11, 41; 74 (auctor 384BC-322BC)
ἀλλὰ ταῦτα πότερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατ' ἀρετὴν πάθη; ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει καὶ γὰρ συζῆν μετ' οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθ' ἄν, καὶ τὸ ζῆν καὶ τὸ εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.
195Aristoteles, Metaphysica, 5, 14; 5 (auctor 384BC-322BC)
ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, καθ' ἃς ποιοῦσιν ἢ πάσχουσι καλῶς ἢ φαύλως τὰ ἐν κινήσει ὄντα· τὸ μὲν γὰρ ὡδὶ δυνάμενον κινεῖσθαι ἢ ἐνεργεῖν ἀγαθὸν τὸ δ' ὡδὶ καὶ ἐναντίως μοχθηρόν.
196Aristoteles, Metaphysica, 5, 16; 1 (auctor 384BC-322BC)
τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν μηδὲ ἓν μόριον (οἷον χρόνος τέλειος ἑκάστου οὗτος οὗ μὴ ἔστιν ἔξω λαβεῖν χρόνον τινὰ ὃς τούτου μέρος ἐστὶ τοῦ χρόνου) , καὶ τὸ κατ' ἀρετὴν καὶ τὸ εὖ μὴ ἔχον ὑπερβολὴν πρὸς τὸ γένος, οἷον τέλειος ἰατρὸς καὶ τέλειος αὐλητὴς ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηθὲν ἐλλείπωσιν (οὕτω δὲ μεταφέροντες καὶ ἐπὶ τῶν κακῶν λέγομεν συκοφάντην τέλειον καὶ κλέπτην τέλειον, ἐπειδὴ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, οἷον κλέπτην ἀγαθὸν καὶ συκοφάντην ἀγαθόν· καὶ ἡ ἀρετὴ τελείωσίς τις· ἕκαστον γὰρ τότε τέλειον καὶ οὐσία πᾶσα τότε τελεία, ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους) · ἔτι οἷς ὑπάρχει τὸ τέλος, σπουδαῖον ὄν, ταῦτα λέγεται τέλεια· κατὰ γὰρ τὸ ἔχειν τὸ τέλος τέλεια, ὥστ' ἐπεὶ τὸ τέλος τῶν ἐσχάτων τί ἐστι, καὶ ἐπὶ τὰ φαῦλα μεταφέροντες λέγομεν τελείως ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν μηδὲν ἐλλείπῃ τῆς φθορᾶς καὶ τοῦ κακοῦ ἀλλ' ἐπὶ τῷ ἐσχάτῳ ᾖ· διὸ καὶ ἡ τελευτὴ κατὰ μεταφορὰν λέγεται τέλος, ὅτι ἄμφω ἔσχατα· τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον.
197Aristoteles, Metaphysica, 5, 20; 2 (auctor 384BC-322BC)
ἔτι ἕξις λέγεται ἂν ᾖ μόριον διαθέσεως τοιαύτης· διὸ καὶ ἡ τῶν μερῶν ἀρετὴ ἕξις τίς ἐστιν.
198Aristoteles, Physica, 7, 3; 8 (auctor 384BC-322BC)
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον—τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν—ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλλοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώσεις.
199Aristoteles, Physica, 7, 3; 13 (auctor 384BC-322BC)
περὶ ταῦτα γὰρ ἑκάστη λέγεται κακία καὶ ἀρετή, ὑφ' ὧν ἀλλοιοῦσθαι πέφυκε τὸ ἔχον· ἡ μὲν γὰρ ἀρετὴ ποιεῖ ἢ ἀπαθὲς ἢ ὡδὶ παθητικόν, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντίως ἀπαθές.
200Aristoteles, Physica, 7, 3; 15 (auctor 384BC-322BC)
ἔτι δὲ ἡ μὲν ἀρετὴ εὖ διατίθησι πρὸς τὰ οἰκεῖα πάθη, ἡ δὲ κακία κακῶς.
201Aristoteles, Physica, 7, 3; 18 (auctor 384BC-322BC)
ἀλλοιωθήσεται δ' ὑπὸ τῶν αἰσθητῶν· ἅπασα γὰρ ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικάς, αὗται δὲ ἢ ἐν τῷ πράττειν ἢ ἐν τῷ μεμνῆσθαι ἢ ἐν τῷ ἐλπίζειν.
202Aristoteles, Physica, 7, 3; 21 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἡδονῆς καὶ λύπης ἐγγιγνομένης καὶ ἡ κακία καὶ ἡ ἀρετὴ ἐγγίγνεται (περὶ ταύτας γάρ εἰσιν), αἱ δ' ἡδοναὶ καὶ αἱ λῦπαι ἀλλοιώσεις τοῦ αἰσθητικοῦ, φανερὸν ὅτι ἀλλοιουμένου τινὸς ἀνάγκη καὶ ταύτας ἀποβάλλειν καὶ λαμβάνειν.
203Aristoteles, Politica, 1; 36 (auctor 384BC-322BC)
χαλεπωτάτη γὰρ ἀδικία ἔχουσα ὅπλα· ὁ δὲ ἄνθρωπος ὅπλα ἔχων φύεται φρονήσει καὶ ἀρετῇ, οἷς ἐπὶ τἀναντία ἔστι χρῆσθαι μάλιστα.
204Aristoteles, Politica, 1; 79 (auctor 384BC-322BC)
αἴτιον δὲ ταύτης τῆς ἀμφισβητήσεως, καὶ ὃ ποιεῖ τοὺς λόγους ἐπαλλάττειν, ὅτι τρόπον τινὰ ἀρετὴ τυγχάνουσα χορηγίας καὶ βιάζεσθαι δύναται μάλιστα, καὶ ἔστιν ἀεὶ τὸ κρατοῦν ἐν ὑπεροχῇ ἀγαθοῦ τινος, ὥστε δοκεῖν μὴ ἄνευ ἀρετῆς εἶναι τὴν βίαν, ἀλλὰ περὶ τοῦ δικαίου μόνον εἶναι τὴν ἀμφισβήτησιν (διὰ γὰρ τοῦτο τοῖς μὲν ἄνοια δοκεῖν τὸ δίκαιον εἶναι, τοῖς δ' αὐτὸ τοῦτο δίκαιον, τὸ τὸν κρείττονα ἄρχειν) · ἐπεὶ διαστάντων γε χωρὶς τούτων τῶν λόγων οὔτε ἰσχυρὸν οὐθὲν ἔχουσιν οὔτε πιθανὸν ἅτεροι λόγοι, ὡς οὐ δεῖ τὸ βέλτιον κατ' ἀρετὴν ἄρχειν καὶ δεσπόζειν.
205Aristoteles, Politica, 1; 83 (auctor 384BC-322BC)
τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ εὐγενείας· αὑτοὺς μὲν γὰρ οὐ μόνον παρ' αὑτοῖς εὐγενεῖς ἀλλὰ πανταχοῦ νομίζουσιν, τοὺς δὲ βαρβάρους οἴκοι μόνον, ὡς ὄν τι τὸ μὲν ἁπλῶς εὐγενὲς καὶ ἐλεύθερον τὸ δ' οὐχ ἁπλῶς, ὥσπερ καὶ ἡ Θεοδέκτου Ἑλένη φησὶ θείων δ' ἀπ' ἀμφοῖν ἔκγονον ῥιζωμάτων τίς ἂν προσειπεῖν ἀξιώσειεν λάτριν· ὅταν δὲ τοῦτο λέγωσιν, οὐθενὶ ἀλλ' ἢ ἀρετῇ καὶ κακίᾳ διορίζουσι τὸ δοῦλον καὶ ἐλεύθερον, καὶ τοὺς εὐγενεῖς καὶ τοὺς δυσγενεῖς.
206Aristoteles, Politica, 1; 181 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν περὶ δούλων ἀπορήσειεν ἄν τις, πότερον ἔστιν ἀρετή τις δούλου παρὰ τὰς ὀργανικὰς καὶ διακονικὰς ἄλλη τιμιωτέρα τούτων, οἷον σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ τῶν ἄλλων τῶν τοιούτων ἕξεων, ἢ οὐκ ἔστιν οὐδεμία παρὰ τὰς σωματικὰς ὑπηρεσίας (ἔχει γὰρ ἀπορίαν ἀμφοτέρως· εἴτε γὰρ ἔστιν, τί διοίσουσι τῶν ἐλευθέρων· εἴτε μὴ ἔστιν, ὄντων ἀνθρώπων καὶ λόγου κοινωνούντων ἄτοπον) .
207Aristoteles, Politica, 1; 182 (auctor 384BC-322BC)
σχεδὸν δὲ ταὐτόν ἐστι τὸ ζητούμενον καὶ περὶ γυναικὸς καὶ παιδός, πότερα καὶ τούτων εἰσὶν ἀρεταί, καὶ δεῖ τὴν γυναῖκα εἶναι σώφρονα καὶ ἀνδρείαν καὶ δικαίαν, καὶ παῖς ἔστι καὶ ἀκόλαστος καὶ σώφρων, ἢ οὔ· καθόλου δὴ τοῦτ' ἐστὶν ἐπισκεπτέον περὶ ἀρχομένου φύσει καὶ ἄρχοντος, πότερον ἡ αὐτὴ ἀρετὴ ἢ ἑτέρα.
208Aristoteles, Politica, 1; 193 (auctor 384BC-322BC)
ὥστε φανερὸν ὅτι ἔστιν ἠθικὴ ἀρετὴ τῶν εἰρημένων πάντων, καὶ οὐχ ἡ αὐτὴ σωφροσύνη γυναικὸς καὶ ἀνδρός, οὐδ' ἀνδρεία καὶ δικαιοσύνη, καθάπερ ᾤετο Σωκράτης, ἀλλ' ἡ μὲν ἀρχικὴ ἀνδρεία ἡ δ' ὑπηρετική, ὁμοίως δ' ἔχει καὶ περὶ τὰς ἄλλας.
209Aristoteles, Politica, 1; 194 (auctor 384BC-322BC)
δῆλον δὲ τοῦτο καὶ κατὰ μέρος μᾶλλον ἐπισκοποῦσιν· καθόλου γὰρ οἱ λέγοντες ἐξαπατῶσιν ἑαυτοὺς ὅτι τὸ εὖ ἔχειν τὴν ψυχὴν ἀρετή, ἢ τὸ ὀρθοπραγεῖν, ἤ τι τῶν τοιούτων· πολὺ γὰρ ἄμεινον λέγουσιν οἱ ἐξαριθμοῦντες τὰς ἀρετάς, ὥσπερ Γοργίας, τῶν οὕτως ὁριζομένων.
210Aristoteles, Politica, 1; 197 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὁ παῖς ἀτελής, δῆλον ὅτι τούτου μὲν καὶ ἡ ἀρετὴ οὐκ αὐτοῦ πρὸς αὑτόν ἐστιν, ἀλλὰ πρὸς τὸ τέλος καὶ τὸν ἡγούμενον· ὁμοίως δὲ καὶ δούλου πρὸς δεσπότην.
211Aristoteles, Politica, 2, 1273B; 291 (auctor 384BC-322BC)
ὅπου δὲ μὴ μάλιστα ἀρετὴ τιμᾶται, ταύτην οὐχ οἷόν τε βεβαίως ἀριστοκρατεῖσθαι τὴν πολιτείαν.
212Aristoteles, Politica, 3, 1277A; 48 (auctor 384BC-322BC)
εἰ γὰρ ἀδύνατον ἐξ ἁπάντων σπουδαίων ὄντων εἶναι πόλιν, δεῖ γ' ἕκαστον τὸ καθ' αὑτὸν ἔργον εὖ ποιεῖν, τοῦτο δὲ ἀπ' ἀρετῆς· ἐπειδὴ ἀδύνατον ὁμοίους εἶναι πάντας τοὺς πολίτας, οὐκ ἂν εἴη μία ἀρετὴ πολίτου καὶ ἀνδρὸς ἀγαθοῦ.
213Aristoteles, Politica, 3; 51 (auctor 384BC-322BC)
διότι μὲν τοίνυν ἁπλῶς οὐχ ἡ αὐτή, φανερὸν ἐκ τούτων· ἀλλ' ἆρα ἔσται τινὸς ἡ αὐτὴ ἀρετὴ πολίτου τε σπουδαίου καὶ ἀνδρὸς σπουδαίου· φαμὲν δὴ τὸν ἄρχοντα τὸν σπουδαῖον ἀγαθὸν εἶναι καὶ φρόνιμον, τὸν δὲ πολίτην οὐκ ἀναγκαῖον εἶναι φρόνιμον.
214Aristoteles, Politica, 3; 55 (auctor 384BC-322BC)
εἰ δὲ ἡ αὐτὴ ἀρετὴ ἄρχοντός τε ἀγαθοῦ καὶ ἀνδρὸς ἀγαθοῦ, πολίτης δ' ἐστὶ καὶ ὁ ἀρχόμενος, οὐχ ἡ αὐτὴ ἁπλῶς ἂν εἴη πολίτου καὶ ἀνδρός, τινὸς μέντοι πολίτου· οὐ γὰρ ἡ αὐτὴ ἄρχοντος καὶ πολίτου, καὶ διὰ τοῦτ' ἴσως Ἰάσων ἔφη πεινῆν ὅτε μὴ τυραννοῖ, ὡς οὐκ ἐπιστάμενος ἰδιώτης εἶναι.
215Aristoteles, Politica, 3; 56 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ἐπαινεῖταί γε τὸ δύνασθαι ἄρχειν καὶ ἄρχεσθαι, καὶ πολίτου δοκεῖ που ἡ ἀρετὴ εἶναι τὸ δύνασθαι καὶ ἄρχειν καὶ ἄρχεσθαι καλῶς.
216Aristoteles, Politica, 3; 68 (auctor 384BC-322BC)
τούτων δὲ ἀρετὴ μὲν ἑτέρα, δεῖ δὲ τὸν πολίτην τὸν ἀγαθὸν ἐπίστασθαι καὶ δύνασθαι καὶ ἄρχεσθαι καὶ ἄρχειν, καὶ αὕτη ἀρετὴ πολίτου, τὸ τὴν τῶν ἐλευθέρων ἀρχὴν ἐπίστασθαι ἐπ' ἀμφότερα.
217Aristoteles, Politica, 3; 70 (auctor 384BC-322BC)
καὶ γὰρ ἀρχομένου μὲν ἐλευθέρου δὲ δῆλον ὅτι οὐ μία ἂν εἴη τοῦ ἀγαθοῦ ἀρετή, οἷον δικαιοσύνη, ἀλλ' εἴδη ἔχουσα καθ' ἃ ἄρξει καὶ ἄρξεται, ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἑτέρα σωφροσύνη καὶ ἀνδρεία (δόξαι γὰρ ἂν εἶναι δειλὸς ἀνήρ, εἰ οὕτως ἀνδρεῖος εἴη ὥσπερ γυνὴ ἀνδρεία, καὶ γυνὴ λάλος, εἰ οὕτω κοσμία εἴη ὥσπερ ὁ ἀνὴρ ὁ ἀγαθός· ἐπεὶ καὶ οἰκονομία ἑτέρα ἀνδρὸς καὶ γυναικός· τοῦ μὲν γὰρ κτᾶσθαι τῆς δὲ φυλάττειν ἔργον ἐστίν) .
218Aristoteles, Politica, 3; 71 (auctor 384BC-322BC)
ἡ δὲ φρόνησις ἄρχοντος ἴδιος ἀρετὴ μόνη.
219Aristoteles, Politica, 3; 72 (auctor 384BC-322BC)
τὰς γὰρ ἄλλας ἔοικεν ἀναγκαῖον εἶναι κοινὰς καὶ τῶν ἀρχομένων καὶ τῶν ἀρχόντων, ἀρχομένου δέ γε οὐκ ἔστιν ἀρετὴ φρόνησις, ἀλλὰ δόξα ἀληθής· ὥσπερ αὐλοποιὸς γὰρ ὁ ἀρχόμενος, ὁ δ' ἄρχων αὐλητὴς ὁ χρώμενος.
220Aristoteles, Politica, 3; 73 (auctor 384BC-322BC)
πότερον μὲν οὖν ἡ αὐτὴ ἀρετὴ ἀνδρὸς ἀγαθοῦ καὶ πολίτου σπουδαίου ἢ ἑτέρα, καὶ πῶς ἡ αὐτὴ καὶ πῶς ἑτέρα, φανερὸν ἐκ τούτων.
221Aristoteles, Politica, 3; 157 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐχ ἥ γ' ἀρετὴ φθείρει τὸ ἔχον αὐτήν, οὐδὲ τὸ δίκαιον πόλεως φθαρτικόν· ὥστε δῆλον ὅτι καὶ τὸν νόμον τοῦτον οὐχ οἷόν τ' εἶναι δίκαιον.
222Aristoteles, Politica, 3; 205 (auctor 384BC-322BC)
εἰ γὰρ μᾶλλον τὸ τὶ μέγεθος, καὶ ὅλως ἂν τὸ μέγεθος ἐνάμιλλον εἴη καὶ πρὸς πλοῦτον καὶ πρὸς ἐλευθερίαν· ὥστ' εἰ πλεῖον ὁδὶ διαφέρει κατὰ μέγεθος ἢ ὁδὶ κατ' ἀρετήν, καὶ πλεῖον ὑπερέχει ὅλως ἀρετὴ μεγέθους, εἴη ἂν συμβλητὰ πάντα.
223Aristoteles, Politica, 3; 210 (auctor 384BC-322BC)
πρὸς μὲν οὖν τὸ πόλιν εἶναι δόξειεν ἂν ἢ πάντα ἢ ἔνιά γε τούτων ὀρθῶς ἀμφισβητεῖν, πρὸς μέντοι ζωὴν ἀγαθὴν ἡ παιδεία καὶ ἡ ἀρετὴ μάλιστα δικαίως ἂν ἀμφισβητοίησαν, καθάπερ εἴρηται καὶ πρότερον.
224Aristoteles, Politica, 3; 212 (auctor 384BC-322BC)
εἴρηται μὲν οὖν καὶ πρότερον ὅτι διαμφισβητοῦσι τρόπον τινὰ δικαίως πάντες, ἁπλῶς δ' οὐ πάντες δικαίως· οἱ πλούσιοι μὲν ὅτι πλεῖον μέτεστι τῆς χώρας αὐτοῖς, ἡ δὲ χώρα κοινόν, ἔτι πρὸς τὰ συμβόλαια πιστοὶ μᾶλλον ὡς ἐπὶ τὸ πλέον· οἱ δὲ ἐλεύθεροι καὶ εὐγενεῖς ὡς ἐγγὺς ἀλλήλων (πολῖται γὰρ μᾶλλον οἱ γενναιότεροι τῶν ἀγεννῶν, ἡ δ' εὐγένεια παρ' ἑκάστοις οἴκοι τίμιος) · ἔτι διότι βελτίους εἰκὸς τοὺς ἐκ βελτιόνων, εὐγένεια γάρ ἐστιν ἀρετὴ γένους· ὁμοίως δὲ φήσομεν δικαίως καὶ τὴν ἀρετὴν ἀμφισβητεῖν, κοινωνικὴν γὰρ ἀρετὴν εἶναί φαμεν τὴν δικαιοσύνην, ᾗ πάσας ἀναγκαῖον ἀκολουθεῖν τὰς ἄλλας· ἀλλὰ μὴν καὶ οἱ πλείους πρὸς τοὺς ἐλάττους, καὶ γὰρ κρείττους καὶ πλουσιώτεροι καὶ βελτίους εἰσίν, ὡς λαμβανομένων τῶν πλειόνων πρὸς τοὺς ἐλάττους.
225Aristoteles, Politica, 4; 58 (auctor 384BC-322BC)
εἴδη γὰρ πλείω τοῦ τε δήμου καὶ τῶν λεγομένων γνωρίμων ἔστιν, οἷον δήμου μὲν εἴδη ἓν μὲν οἱ γεωργοί, ἕτερον δὲ τὸ περὶ τὰς τέχνας, ἄλλο δὲ τὸ ἀγοραῖον τὸ περὶ ὠνὴν καὶ πρᾶσιν διατρῖβον, ἄλλο δὲ τὸ περὶ τὴν θάλατταν, καὶ τούτου τὸ μὲν πολεμικὸν τὸ δὲ χρηματιστικὸν τὸ δὲ πορθμευτικὸν τὸ δ' ἁλιευτικόν (πολλαχοῦ γὰρ ἕκαστα τούτων πολύοχλα, οἷον ἁλιεῖς μὲν ἐν Τάραντι καὶ Βυζαντίῳ, τριηρικὸν δὲ Ἀθήνησιν, ἐμπορικὸν δὲ ἐν Αἰγίνῃ καὶ Χίῳ, πορθμευτικὸν δ' ἐν Τενέδῳ) , πρὸς δὲ τούτοις τὸ χερνητικὸν καὶ τὸ μικρὰν ἔχον οὐσίαν ὥστε μὴ δύνασθαι σχολάζειν, ἔτι τὸ μὴ ἐξ ἀμφοτέρων [πολιτῶν] ἐλεύθερον, κἂν εἴ τι τοιοῦτον ἕτερον πλήθους εἶδος· τῶν δὲ γνωρίμων πλοῦτος εὐγένεια ἀρετὴ παιδεία καὶ τὰ τούτοις λεγόμενα κατὰ τὴν αὐτὴν διαφοράν.
226Aristoteles, Politica, 4; 113 (auctor 384BC-322BC)
δοκεῖ δὲ ἀριστοκρατία μὲν εἶναι μάλιστα τὸ τὰς τιμὰς νενεμῆσθαι κατ' ἀρετήν (ἀριστοκρατίας μὲν γὰρ ὅρος ἀρετή, ὀλιγαρχίας δὲ πλοῦτος, δήμου δ' ἐλευθερία) · τὸ δ' ὅ τι ἂν δόξῃ τοῖς πλείοσιν, ἐν πάσαις ὑπάρχει· καὶ γὰρ ἐν ὀλιγαρχίᾳ καὶ ἐν ἀριστοκρατίᾳ καὶ ἐν δήμοις, ὅ τι ἂν δόξῃ τῷ πλείονι μέρει τῶν μετεχόντων τῆς πολιτείας, τοῦτ' ἐστὶ κύριον.
227Aristoteles, Politica, 4; 114 (auctor 384BC-322BC)
ἐν μὲν οὖν ταῖς πλείσταις πόλεσι τοῦτο τῆς πολιτείας εἶδος καλεῖται· μόνον γὰρ ἡ μίξις στοχάζεται τῶν εὐπόρων καὶ τῶν ἀπόρων, πλούτου καὶ ἐλευθερίας· (σχεδὸν γὰρ παρὰ τοῖς πλείστοις οἱ εὔποροι τῶν καλῶν κἀγαθῶν δοκοῦσι κατέχειν χώραν) · ἐπεὶ δὲ τρία ἐστὶ τὰ ἀμφισβητοῦντα τῆς ἰσότητος τῆς πολιτείας, ἐλευθερία πλοῦτος ἀρετή (τὸ γὰρ τέταρτον, ὃ καλοῦσιν εὐγένειαν, ἀκολουθεῖ τοῖς δυσίν· ἡ γὰρ εὐγένειά ἐστιν ἀρχαῖος πλοῦτος καὶ ἀρετή) , φανερὸν ὅτι τὴν μὲν τοῖν δυοῖν μίξιν, τῶν εὐπόρων καὶ τῶν ἀπόρων, πολιτείαν λεκτέον, τὴν δὲ τῶν τριῶν ἀριστοκρατίαν μάλιστα τῶν ἄλλων παρὰ τὴν ἀληθινὴν καὶ πρώτην.
228Aristoteles, Politica, 4; 229 (auctor 384BC-322BC)
ἢ γὰρ πάντες οἱ πολῖται καθιστᾶσιν ἢ τινές, καὶ ἢ ἐκ πάντων ἢ ἐκ τινῶν ἀφωρισμένων (οἷον ἢ τιμήματι ἢ γένει ἢ ἀρετῇ ἤ τινι τοιούτῳ ἄλλῳ, ὥσπερ ἐν Μεγάροις ἐκ τῶν συγκατελθόντων καὶ συμμαχεσαμένων πρὸς τὸν δῆμον) · καὶ ταῦτα ἢ αἱρέσει ἢ κλήρῳ (πάλιν ταῦτα συνδυαζόμενα, λέγω δὲ τὰς μὲν τινὲς τὰς δὲ πάντες, καὶ τὰς μὲν ἐκ πάντων τὰς δ' ἐκ τινῶν, καὶ τὰς μὲν αἱρέσει τὰς δὲ κλήρῳ) .
229Aristoteles, Politica, 5; 8 (auctor 384BC-322BC)
εἰσὶ δέ τινες οἳ κατὰ γένος ὑπερέχοντες οὐκ ἀξιοῦσι τῶν ἴσων αὑτοὺς διὰ τὴν ἀνισότητα ταύτην· εὐγενεῖς γὰρ εἶναι δοκοῦσιν οἷς ὑπάρχει προγόνων ἀρετὴ καὶ πλοῦτος.
230Aristoteles, Politica, 5, 1302A; 14 (auctor 384BC-322BC)
διὸ καὶ μάλιστα δύο γίνονται πολιτεῖαι, δῆμος καὶ ὀλιγαρχία· εὐγένεια γὰρ καὶ ἀρετὴ ἐν ὀλίγοις, ταῦτα δ' ἐν πλείοσιν· εὐγενεῖς γὰρ καὶ ἀγαθοὶ οὐδαμοῦ ἑκατόν, εὔποροι δὲ πολλαχοῦ.
231Aristoteles, Politica, 5; 46 (auctor 384BC-322BC)
μεγίστη μὲν οὖν ἴσως διάστασις ἀρετὴ καὶ μοχθηρία, εἶτα πλοῦτος καὶ πενία, καὶ οὕτως δὴ ἑτέρα ἑτέρας μᾶλλον, ὧν μία καὶ ἡ εἰρημένη ἐστί.
232Aristoteles, Politica, 7, 1323B; 9 (auctor 384BC-322BC)
ἡμεῖς δὲ αὐτοῖς ἐροῦμεν ὅτι ῥᾴδιον μὲν περὶ τούτων καὶ διὰ τῶν ἔργων λαμβάνειν τὴν πίστιν, ὁρῶντας ὅτι κτῶνται καὶ φυλάττουσιν οὐ τὰς ἀρετὰς τοῖς ἐκτὸς ἀλλ' ἐκεῖνα ταύταις, καὶ τὸ ζῆν εὐδαιμόνως, εἴτ' ἐν τῷ χαίρειν ἐστὶν εἴτ' ἐν ἀρετῇ τοῖς ἀνθρώποις εἴτ' ἐν ἀμφοῖν, ὅτι μᾶλλον ὑπάρχει τοῖς τὸ ἦθος μὲν καὶ τὴν διάνοιαν κεκοσμημένοις εἰς ὑπερβολήν, περὶ δὲ τὴν ἔξω κτῆσιν τῶν ἀγαθῶν μετριάζουσιν, ἢ τοῖς ἐκεῖνα μὲν κεκτημένοις πλείω τῶν χρησίμων, ἐν δὲ τούτοις ἐλλείπουσιν· οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν λόγον σκοπουμένοις εὐσύνοπτόν ἐστιν.
233Aristoteles, Problemata, 1, 30 (auctor 384BC-322BC)
30. Τίς καταπλάσματος ἀρετή;
234Aristoteles, Problemata, 1, 33 (auctor 384BC-322BC)
33. Τίς ἐναίμου ἀρετή;
235Aristoteles, Rhetorica, 1, 5, 5; 6 (auctor 384BC-322BC)
εὐγένεια μὲν οὖν ἐστιν ἔθνει μὲν καὶ πόλει τὸ αὐτόχθονας ἢ ἀρχαίους εἶναι, καὶ ἡγεμόνας τοὺς πρώτους ἐπιφανεῖς, καὶ πολλοὺς ἐπιφανεῖς γεγονέναι ἐξ αὐτῶν ἐπὶ τοῖς ζηλουμένοις· ἰδίᾳ δὲ εὐγένεια ἢ ἀπ' ἀνδρῶν ἢ ἀπὸ γυναικῶν, καὶ γνησιότης ἀπ' ἀμφοῖν, καί, ὥσπερ ἐπὶ πόλεως, τὸ τούς τε πρώτους γνωρίμους ἢ ἐπ' ἀρετῇ ἢ πλούτῳ ἢ ἄλλῳ τῳ τῶν τιμωμένων εἶναι, καὶ πολλοὺς ἐπιφανεῖς ἐκ τοῦ γένους καὶ ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ πρεσβυτέρους.
236Aristoteles, Rhetorica, 1, 5, 6; 8 (auctor 384BC-322BC)
ἔστιν δὲ τῷ κοινῷ μὲν [εὐτεκνία], νεότης ἂν ᾖ πολλὴ καὶ ἀγαθή, ἀγαθὴ δὲ κατ' ἀρετὴν σώματος, οἷον μέγεθος, κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικήν· ψυχῆς δὲ σωφροσύνη καὶ ἀνδρεία νέου ἀρεταί· ἰδίᾳ δὲ εὐτεκνία καὶ πολυτεκνία τὸ τὰ ἴδια τέκνα πολλὰ καὶ τοιαῦτα εἶναι, καὶ θήλεα καὶ ἄρρενα· θηλειῶν δὲ ἀρετὴ σώματος μὲν κάλλος καὶ μέγεθος, ψυχῆς δὲ σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας.
237Aristoteles, Rhetorica, 1, 5, 10; 18 (auctor 384BC-322BC)
σώματος δὲ ἀρετὴ ὑγίεια, αὕτη δὲ οὕτως ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν· πολλοὶ γὰρ ὑγιαίνουσιν, ὥσπερ Ἡρόδικος λέγεται, οὓς οὐδεὶς ἂν εὐδαιμονίσειε τῆς ὑγιείας διὰ τὸ πάντων ἀπέχεσθαι τῶν ἀνθρωπίνων ἢ τῶν πλείστων.
238Aristoteles, Rhetorica, 1, 5, 13; 22 (auctor 384BC-322BC)
μεγέθους δὲ ἀρετὴ τὸ ὑπάρχειν κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῶν πολλῶν τοσούτῳ μείζον' ὥστε μὴ βραδυτέρας ποιεῖν τὰς κινήσεις διὰ τὴν ὑπερβολήν.
239Aristoteles, Rhetorica, 1, 5, 14; 23 (auctor 384BC-322BC)
ἀγωνιστικὴ δὲ σώματος ἀρετὴ σύγκειται ἐκ μεγέθους καὶ ἰσχύος καὶ τάχους (καὶ γὰρ ὁ ταχὺς ἰσχυρός ἐστιν) · ὁ γὰρ δυνάμενος τὰ σκέλη ῥιπτεῖν πως καὶ κινεῖν ταχὺ καὶ πόρρω δρομικός, ὁ δὲ θλίβειν καὶ κατέχειν παλαιστικός, ὁ δὲ ὦσαι τῇ πληγῇ πυκτικός, ὁ δ' ἀμφοτέροις τούτοις παγκρατιαστικός, ὁ δὲ πᾶσι πένταθλος.
240Aristoteles, Rhetorica, 1, 6, 11; 12 (auctor 384BC-322BC)
πλοῦτος· ἀρετὴ γὰρ κτήσεως καὶ ποιητικὸν πολλῶν.
241Aristoteles, Rhetorica, 1, 7, 16; 24 (auctor 384BC-322BC)
καὶ ἀρετὴ μὴ κακίας καὶ κακία μὴ ἀρετῆς μείζων· τὰ μὲν γὰρ τέλη, τὰ δ' οὐ τέλη.
242Aristoteles, Rhetorica, 1, 9, 5; 4 (auctor 384BC-322BC)
ἀρετὴ δ' ἐστὶ μὲν δύναμις ὡς δοκεῖ ποριστικὴ ἀγαθῶν καὶ φυλακτική, καὶ δύναμις εὐεργετικὴ πολλῶν καὶ μεγάλων, καὶ πάντων περὶ πάντα· μέρη δὲ ἀρετῆς δικαιοσύνη, ἀνδρεία, σωφροσύνη, μεγαλοπρέπεια, μεγαλοψυχία, ἐλευθεριότης, φρόνησις, σοφία.
243Aristoteles, Rhetorica, 1, 9, 6; 5 (auctor 384BC-322BC)
ἀνάγκη δὲ μεγίστας εἶναι ἀρετὰς τὰς τοῖς ἄλλοις χρησιμωτάτας, εἴπερ ἐστὶν ἡ ἀρετὴ δύναμις εὐεργετική, καὶ διὰ τοῦτο τοὺς δικαίους καὶ ἀνδρείους μάλιστα τιμῶσιν· ἡ μὲν γὰρ ἐν πολέμῳ, ἡ δὲ καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ χρήσιμος ἄλλοις.
244Aristoteles, Rhetorica, 1, 9, 7; 7 (auctor 384BC-322BC)
ἔστι δὲ δικαιοσύνη μὲν ἀρετὴ δι' ἣν τὰ αὑτῶν ἕκαστοι ἔχουσι, καὶ ὡς ὁ νόμος· ἀδικία δὲ δι' ἣν τὰ ἀλλότρια, οὐχ ὡς ὁ νόμος.
245Aristoteles, Rhetorica, 1, 9, 9; 9 (auctor 384BC-322BC)
σωφροσύνη δὲ ἀρετὴ δι' ἣν πρὸς τὰς ἡδονὰς τὰς τοῦ σώματος οὕτως ἔχουσιν ὡς ὁ νόμος κελεύει· ἀκολασία δὲ τοὐναντίον.
246Aristoteles, Rhetorica, 1, 9, 12; 11 (auctor 384BC-322BC)
μεγαλοψυχία δὲ ἀρετὴ μεγάλων ποιητικὴ εὐεργετημάτων [μικροψυχία δὲ τοὐναντίον], μεγαλοπρέπεια δὲ ἀρετὴ ἐν δαπανήμασι μεγέθους ποιητική, μικροψυχία δὲ καὶ μικροπρέπεια τἀναντία.
247Aristoteles, Rhetorica, 1, 9, 13; 12 (auctor 384BC-322BC)
φρόνησις δ' ἐστὶν ἀρετὴ διανοίας καθ' ἣν εὖ βουλεύεσθαι δύνανται περὶ ἀγαθῶν καὶ κακῶν τῶν εἰρημένων εἰς εὐδαιμονίαν.
248Aristoteles, Rhetorica, 2, 1, 6; 5 (auctor 384BC-322BC)
ἔστι δὲ ταῦτα φρόνησις καὶ ἀρετὴ καὶ εὔνοια· διαψεύδονται γὰρ περὶ ὧν λέγουσιν ἢ συμβουλεύουσιν ἢ δι' ἅπαντα ταῦτα ἢ διὰ τούτων τι· ἢ γὰρ δι' ἀφροσύνην οὐκ ὀρθῶς δοξάζουσιν, ἢ δοξάζοντες ὀρθῶς διὰ μοχθηρίαν οὐ τὰ δοκοῦντα λέγουσιν, ἢ φρόνιμοι μὲν καὶ ἐπιεικεῖς εἰσιν ἀλλ' οὐκ εὖνοι, διόπερ ἐνδέχεται μὴ τὰ βέλτιστα συμβουλεύειν γιγνώσκοντας, καὶ παρὰ ταῦτα οὐδέν.
249Aristoteles, Rhetorica, 2, 5, 7; 6 (auctor 384BC-322BC)
καὶ ἀρετὴ ὑβριζομένη δύναμιν ἔχουσα (δῆλον γὰρ ὅτι προαιρεῖται μὲν ὅταν ὑβρίζηται, ἀεί, δύναται δὲ νῦν) , καὶ φόβος τῶν δυναμένων τι ποιῆσαι· ἐν παρασκευῇ γὰρ ἀνάγκη εἶναι καὶ τὸν τοιοῦτον· ἐπεὶ δ' οἱ πολλοὶ χείρους καὶ ἥττους τοῦ κερδαίνειν καὶ δειλοὶ ἐν τοῖς κινδύνοις, φοβερὸν ὡς ἐπὶ τὸ πολὺ τὸ ἐπ' ἄλλῳ αὐτὸν εἶναι, ὥστε οἱ συνειδότες πεποιηκότι τι δεινὸν φοβεροὶ ἢ κατειπεῖν ἢ ἐγκαταλιπεῖν.
250Aristoteles, Rhetorica, 2, 12, 12; 9 (auctor 384BC-322BC)
καὶ μᾶλλον αἱροῦνται πράττειν τὰ καλὰ τῶν συμφερόντων· τῷ γὰρ ἤθει ζῶσι μᾶλλον ἢ τῷ λογισμῷ, ἔστι δὲ ὁ μὲν λογισμὸς τοῦ συμφέροντος ἡ δὲ ἀρετὴ τοῦ καλοῦ.
251Aristoteles, Rhetorica, 3, 2, 1; 1 (auctor 384BC-322BC)
ἔστω οὖν ἐκεῖνα τεθεωρημένα καὶ ὡρίσθω λέξεως ἀρετὴ σαφῆ εἶναι (σημεῖον γάρ τι ὁ λόγος ὤν, ἐὰν μὴ δηλοῖ οὐ ποιήσει τὸ ἑαυτοῦ ἔργον) , καὶ μήτε ταπεινὴν μήτε ὑπὲρ τὸ ἀξίωμα, ἀλλὰ πρέπουσαν· ἡ γὰρ ποιητικὴ ἴσως οὐ ταπεινή, ἀλλ' οὐ πρέπουσα λόγῳ.
252Aristoteles, Rhetorica, 3, 2, 6; 6 (auctor 384BC-322BC)
σημεῖον δ' ὅτι τούτοις μόνοις πάντες χρῶνται· πάντες γὰρ μεταφοραῖς διαλέγονται καὶ τοῖς οἰκείοις καὶ τοῖς κυρίοις, ὥστε δῆλον ὡς ἂν εὖ ποιῇ τις, ἔσται τε ξενικὸν καὶ λανθάνειν ἐνδέξεται καὶ σαφηνιεῖ· αὕτη δ' ἦν ἡ τοῦ ῥητορικοῦ λόγου ἀρετή.
253Aristoteles, Rhetorica, 3, 10, 7; 27 (auctor 384BC-322BC)
καὶ οἷον ἐν τῷ ἐπιταφίῳ, διότι ἄξιον ἦν ἐπὶ τῷ τάφῳ τῷ τῶν ἐν Σαλαμῖνι τελευτησάντων κείρασθαι τὴν Ἑλλάδα ὡς συγκαταθαπτομένης τῇ ἀρετῇ αὐτῶν τῆς ἐλευθερίας· εἰ μὲν γὰρ εἶπεν ὅτι ἄξιον δακρῦσαι συγκαταθαπτομένης τῆς ἀρετῆς, μεταφορὰ καὶ πρὸ ὀμμάτων, τὸ δὲ « τῇ ἀρετῇ τῆς ἐλευθερίας » ἀντίθεσίν τινα ἔχει.
254Aristoteles, Rhetorica, 3, 12, 6; 21 (auctor 384BC-322BC)
τὸ δὲ προσδιαιρεῖσθαι τὴν λέξιν, ὅτι ἡδεῖαν δεῖ εἶναι καὶ μεγαλοπρεπῆ, περίεργον· τί γὰρ μᾶλλον ἢ σώφρονα καὶ ἐλευθέριον καὶ εἴ τις ἄλλη ἤθους ἀρετή· τὸ δὲ ἡδεῖαν εἶναι ποιήσει δηλονότι τὰ εἰρημένα, εἴπερ ὀρθῶς ὥρισται ἡ ἀρετὴ τῆς λέξεως· τίνος γὰρ ἕνεκα δεῖ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι ἀλλὰ πρέπουσαν· ἄν τε γὰρ ἀδολεσχῇ, οὐ σαφής, οὐδὲ ἂν σύντομος, ἀλλὰ δῆλον ὅτι τὸ μέσον ἁρμόττει.
255Aristoteles, Topica, 2, II 2; 3 (auctor 384BC-322BC)
ἐνδέχεται μέν οὖν καί κατά τήν ὀνομασίαν διορίσαι τόν τιθέμενον, οἷον ὅτι συμβέβηκε τῇ δικαιοσύνῃ ἀρετῇ εἶναι· πολλάκις δέ καί μή διορίσαντι κατάδηλον ὅτι τό γένος ὡς συμβεβηκός ἀποδέδωκεν, οἷον εἴ τις τήν λευκότητα κεχρῶσθαι φήσειεν ἢ τήν βάδισιν κινεῖσθαι.
256Aristoteles, Topica, 2, II 8; 8 (auctor 384BC-322BC)
Ἐπί ταὐτά μέν οὖν ἡ ἀκολούθησις, οἷον τῇ ἀνδρίᾳ καί τῇ δειλίᾳ· τῇ μέν γάρ ἀρετή ἀκολουθεῖ, τῇ δέ κακία, καί τῇ μέν ἀκολουθεῖ τό αἱρετόν, τῇ δέ τό φευκτόν.
257Aristoteles, Topica, 3, III 1; 14 (auctor 384BC-322BC)
Καί τό αἴτιον ἀγαθοῦ καθ᾿ αὑτό τοῦ κατά συμβεβηκός αἰτίου, καθάπερ ἡ ἀρετή τῆς τύχης· ἡ μέν γάρ καθ᾿ αὑτήν ἡ δέ κατά συμβεβηκός αἰτία τῶν ἀγαθῶν, καί εἴ τι ἄλλο τοιοῦτον.
258Aristoteles, Topica, 3, III 6; 34 (auctor 384BC-322BC)
Ἐπί πλεῖον δέ τῆς θέσεως διορισθείσης, οἷον ὅτι ἡ φρόνησις μόνη τῶν ἀρετῶν ἐπιστήμη, τετραχῶς ἔστιν ἀναιρεῖν· δειχθέντος γάρ ὅτι πᾶσα ἀρετή ἐπιστήμη ἢ ὅτι οὐδεμία ἢ ὅτι καί ἄλλη τις, οἷον ἡ δικαιοσύνη, ἢ ὅτι αὐτή ἡ φρόνησις οὐκ ἐπιστήμη, ἀνῃρημένον ἔσται τό προκείμενον.
259Aristoteles, Topica, 4, IV 2; 2 (auctor 384BC-322BC)
Ἔστι γάρ καί ἡ ἀρετή γένος, καί οὐδέτερον τῶν γενῶν τό λοιπόν περιέχει, ὥστ᾿ οὐκ ἂν εἴη ἡ ἐπιστήμη γένος τῆς δικαιοσύνης· δοκεῖ γάρ, ὅταν ἓν εἶδος ὑπό δύο γένη ᾖ, τό ἕτερον ὑπό τοῦ ἑτέρου περιέχεσθαι.
260Aristoteles, Topica, 4, IV 2; 4 (auctor 384BC-322BC)
Δοκεῖ γάρ ἐνίοις ἡ φρόνησις ἀρετή τε καί ἐπιστήμη εἶναι, καί οὐδέτερον τῶν γενῶν ὑπ᾿ οὐδετέρου περιέχεσθαι· οὐ μήν ὑπό πάντων γε συγχωρεῖται τήν φρόνησιν ἐπιστήμην εἶναι.
261Aristoteles, Topica, 4, IV 3; 20 (auctor 384BC-322BC)
Εἰ γάρ τό γένος ἐναντίον τινί, καί τό εἶδος, καθάπερ ἀρετή κακίᾳ καί δικαιοσύνη ἀδικίᾳ.
262Aristoteles, Topica, 4, IV 4; 16 (auctor 384BC-322BC)
Ἢ οὐδέ τό πρότερον ῥηθέν ἀληθές ἂν δόξειεν· ἡ γάρ ἀρετή ὅπερ καλόν καί ὅπερ ἀγαθόν, καί ἡ μέν ἀρετή τῶν πρός τι, τό δ᾿ ἀγαθόν καί τό καλόν οὐ τῶν πρός τι ἀλλά ποιά.
263Aristoteles, Topica, 4, IV 6; 17 (auctor 384BC-322BC)
Οἷον εἰ ἡ ἀρετή δέχεται τό μᾶλλον, καί ἡ δικαιοσύνη καί ὁ δίκαιος· λέγεται γάρ δικαιότερος ἕτερος ἑτέρου.
264Aristoteles, Topica, 4, IV 6; 25 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ τό ἧττον καί τό μᾶλλον, οἷον εἰ τῆς ἐγκρατείας μᾶλλον ἡ δύναμις ἢ ἡ ἀρετή γένος, ἡ δ᾿ ἀρετή γένος, καί ἡ δύναμις.
265Aristoteles, Topica, 6, VI 2; 9 (auctor 384BC-322BC)
Ἔτι εἰ γένος ἡ συμφωνία τῆς σωφροσύνης, ἐν δύο γένεσιν ἔσται ταὐτόν οὐ περιέχουσιν ἄλληλα· οὔτε γάρ ἡ συμφωνία τήν ἀρετήν οὔθ᾿ ἡ ἀρετή τήν συμφωνίαν περιέχει.
266Aristoteles, Topica, 6, VI 4; 36 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ διά τῶν ὑποκάτω τό ἐπάνω ὥρισται, οἷον ἄρτιον ἀριθμόν τόν δίχα διαιρούμενον ἢ τό ἀγαθόν ἕξιν ἀρετῆς· τό τε γάρ δίχα ἀπό τῶν δύο εἴληπται, ἀρτίων ὄντων, καί ἡ ἀρετή ἀγαθόν τί ἐστιν, ὥσθ᾿ ὑποκάτω ταῦτα ἐκείνων ἐστίν.
267Aristoteles, Topica, 6, VI 4; 38 (auctor 384BC-322BC)
Ὅ τε γάρ τῇ ἀρετῇ χρώμενος χρῆται τῷ ἀγαθῷ, ἐπειδή ἀγαθόν τι ἡ ἀρετή· ὁμοίως δέ καί ὁ τῷ δίχα χρώμενος τῷ ἀρτίῳ χρῆται, ἐπειδή εἰς δύο διῃρῆσθαι σημαίνει τό δίχα, τά δέ δύο ἄρτιά ἐστιν.
268Aristoteles, Topica, 6, VI 6; 27 (auctor 384BC-322BC)
Ἔτι ἡ μέν ἕξις τί ἐστι σημαίνει ἡ ἀρετή, τό δ᾿ ἀγαθόν οὐ τί ἐστιν ἀλλά ποιόν· δοκεῖ δ᾿ ἡ διαφορά ποῖόν τι σημαίνειν.
269Aristoteles, Topica, 6, VI 6; 59 (auctor 384BC-322BC)
Ἢ εἰ μή τοῦ πρώτου ἀπέδωκεν, ὅταν τυγχάνῃ πρός πλείω λεγόμενον, οἷον τήν φρόνησιν ἀρετήν ἀνθρώπου ἢ ψυχῆς καί μή τοῦ λογιστικοῦ· πρώτου γάρ τοῦ λογιστικοῦ ἀρετή ἡ φρόνησις· κατά γάρ τοῦτο καί ἡ ψυχή καί ὁ ἄνθρωπος φρονεῖν λέγεται.
270Aristoteles, Topica, 7, VII 1; 21 (auctor 384BC-322BC)
Πάλιν εἰ τό γένος ἑκατέρου μή ταὐτόν, ἀλλά τό μέν ἀγαθόν τό δέ κακόν, ἢ τό μέν ἀρετή τό δ᾿ ἐπιστήμη.
271Aristoteles, Topica, 7, VII 3; 12 (auctor 384BC-322BC)
Ἢ οὐκ ἀναγκαῖον τῶν ἐναντίων τάς ἐναντίας διαφοράς κατηγορεῖσθαι, ἂν μή ἐν τῷ αὐτῷ γένει ᾖ τά ἐναντία· ὧν δέ τά γένη ἐναντία, οὐδέν κωλύει τήν αὐτήν διαφοράν κατ᾿ ἀμφοῖν λέγεσθαι, οἷον κατά δικαιοσύνης καί ἀδικίας· τό μέν γάρ ἀρετή τό δέ κακία ψυχῆς, ὥστε τό ψυχῆς διαφορά ἐν ἀμφοῖν λέγεται, ἐπειδή καί σώματός ἐστιν ἀρετή καί κακία.
272Auctores varii 013, Epistolae et decreta, 13, 0564B
Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διά τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵν' ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμεινε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ· πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην ἀφαιρεθεὶς τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ' ἐμοὶ διάγειν κεκέλευσται· οὕτως ὡς ἐν ταύτῃ τῇ πόλει ἐν ᾗ δίετριβε, πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετὴ ταῖς θείαις πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ.
273Augustinus Hipponensis, De civitate Dei, 41, 0128 (auctor 354-430)
Unde ab eo quod graece ἀρετή dicitur virtus, nomen artis Latinos traduxisse putaverunt.
274Biblia, Biblia graeca iuxta LXX interpretes, Hab, 3; 3
ὁ θεὸς ἐκ Θαιμαν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. διάψαλμα. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
275Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 6; 1
Ελεαζαρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας ἱερέων, ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημένος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον θεὸν προσηύξατο τάδε
276Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 17; 12
ἠθλοθέτει γὰρ τότε ἀρετὴ δι’ ὑπομονῆς δοκιμάζουσα. τὸ νῖκος ἀφθαρσία ἐν ζωῇ πολυχρονίῳ.
277Biblia, Biblia graeca iuxta LXX interpretes, Od, 4; 3
ὁ θεὸς ἐκ Θαιμαν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαραν κατασκίου δασέως. διάψαλμα. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
278Biblia, Novum testamentum graece, Phil, 4; 8
Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
279Biblia, Novum testamentum graece, 2Petr, 2Petr; 3
Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ,
280Biblia, Novum testamentum graece, 2Petr, 2Petr; 5
καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
281Cicero, Epistolae ad Atticum, 10, 12a, 4; 36 (auctor 106BC–43BC)
Quod si adhuc nullum est, esse tamen potest, aut ἀρετὴ non est didakto/n , quod mihi persuaderi non potest.
282Cicero, Paradoxa stoicorum ad M. Brutum, 2, p3, 15; 1 (auctor 106BC–43BC)
ὅτι αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν [In quo virtus sit, ei nihil deesse ad beate vivendum.]
283Coelestinus I, Epistolae et decreta, 50, 0460D
Καὶ θαυμαστὸν οὐδὲν τὸν προνοητικώτατον τοῦ κυρίου ἱερέα ὑπὲρ τοῦ τῆς πίστεῳς ἔρωτος τοιαύτῃ διαμάχεσθαι ἀρετῇ, ὥστε τῇ ἀτόπῳ τῶν ἐναντίων τόλμῃ ἀνθίστασθαι, καὶ τοὺς ἑαυτῷ ἐμπεπιστευμένους τοιαύταις ὑπομνήσεσι βεβαιοῦν.
284Constantinus I, Conciones, 8, 0414A (auctor c.272–337)
εἴη τε γὰρ πονηρία ἐκ φύσεως, ἀλλ' οὐχ εἱμαρμένης, ἥ τε ἀρετὴ, ἤθους καὶ τρόπων ἐστὶ κατορθώματα.
285Constantinus I, Conciones, 8, 0450A (auctor c.272–337)
καὶ ἐν μέσοις τοῖς θηρσὶν ἐξχεταζόμενος, ἠπίων καὶ ἡμερωτέρων (τῶν) θηρίων, ἢ τῶν καθειρξάντων, ἐπειρᾶτο. πάντας γὰρ εὐχῇ κοσμιότητος καὶ σοφροσύνης ἀρετῇ συναιρομένη, τιθασσοὺς ἀπειργάζετο, τοὺς λυσσώδεις τῇ φύσει. γνωσθέντων δὲ τούτων (τῷ) Καμβύσῃ (οὐ γὰρ δυνατὸν ἦν τοσαύτης, οὕτω τε θείας δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι) ὑπερκέπληκτο μὲν αὐτὸς τῷ θαύματι τῶν ἀγγελλομένων.
286Constantinus I, Conciones, 8, 0458A (auctor c.272–337)
Πατρίδι καὶ μακάρεσσιν ἐλεδομένοισι φανεῖται, Πατροδότῳ ἀρετῇ κυβερνῶν ἡνία κόσμου.
287Constantinus I, Decreta et constitutiones, 8, 0270B (auctor c.272–337)
XIX. Ἐπειδὴ οὖν ἀποδείξεσιν ἐναργεστάταις καὶ σαφεστάταις ἐξεφάνη, ἀρετῇ τε τοῦ πάντα δυνατοῦ Θεοῦ, καὶ παραινέσεσιν ἅμα καὶ βοηθείαις ἃς ὑπὲρ ἐμοῦ συχνὰς ἀξιοῖ ποιεῖσθαι, τὴν πρότερον κατέχουσαν πάντα τὰ ἀνθρώπινα δυσχέρειαν ἐκ πάσης ἤδη ἐληλᾶσθαι τῆς ὑφ' ἡλίῳ· οἱ καθένα τε καὶ οἱ σύμπαντες ὁμοῦ ἐσπουδασμέναις καθορᾶται φροντίσι, τίς ἐκείνη καθέστηκεν ἡ ἐξουσία, τίς χάρις, ἢ τῶν μὲν μοχθηροτάτων τό, ὡς εἰπεῖν, σπέρμα ἠφάνισέ τε καὶ διέφθειρε, τῶν δ' ἀγαθῶν τῆν εὐφροσύνην ἀνακληθεῖσαν, ἐπὶ πάσας ἐκτείνει τὰς χώρας ἀφθόνως.
288Constantinus I, Epistolae, 8, 0498D (auctor c.272–337)
ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσαιμι, λέξω· ἴστε δήπου καὶ τοὺς φιλοσόφους αὐτοὺς, ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται, πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἰ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦ δόγματος ἑνώσει, πάλιν εἰς ἀλλήλους συμπνέουσιν· εἰ δὴ τοῦτό ἐστι, πῶς οὐ πολλῷ δικαιότερον, ὑμᾶς τοὺς τοῦ μεγάλου Θεοῦ θεράποντας καθεστῶτας, ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι; ἐπισκεψώμεθα δὴ λογισμῷ μείζονι, καὶ πλείονι συνέσει, τὸ ῥηθὲν.
289Desiderius Erasmus, Adagia, Chiliades, 1, 176; 3 (opus 1508)
Refertur a Plutarcho in commentariolo, cui titulus, Ὅτι διδακτόν ἡ ἀρετή.
290Desiderius Erasmus, Adagia, Chiliades, 2, 1012; 20 (opus 1508)
Moralium Nicomachiorum secundo: Περί τό χαλεπώτερον ἀεί καί τέχνη, καί ἀρετή, id est Et ars, et virtus circa id versatur, quod est difficilius.
291Desiderius Erasmus, Adagia, Chiliades, 2, 1273; 1 (opus 1508)
Ἐν δέ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετή ᾿στιν, id est Iustitia in se virtutem complectitur omnem.
292Desiderius Erasmus, Adagia, Chiliades, 2, 1294; 9 (opus 1508)
Eodem pertinet, quod scribit Theognis: Παύροις ἀνθρώπων ἀρετή καί κάλλος ὀπηδεῖ.
293Desiderius Erasmus, Adagia, Chiliades, 2, 1439; 6 (opus 1508)
Idem in epistola ad Basilium: Ὦ γῆ καί ἥλιε, ἀήρ καί ἀρετή, τραγῳδίσω γάρ τι μικρόν, id est O terra et sol, aer et virtus.
294Desiderius Erasmus, Adagia, Chiliades, 2, 1439; 7 (opus 1508)
Quanquam suspicor pro ἀρετή scriptum fuisse αἰθήρ, quemadmodum ex ἀήρ fecerat ἀνήρ.
295Desiderius Erasmus, Adagia, Chiliades, 3, 2197; 1 (opus 1508)
Σύντομος ἡ πονηρία, βραδεῖα ἡ ἀρετή, id est Compendiaria res improbitas, virtus longa.
296Desiderius Erasmus, Adagia, Chiliades, 3, 2476; 5 (opus 1508)
Refertur a Plutarcho in commentario cui titulus Ὅτι διδακτή ἡ ἀρετή.
297Desiderius Erasmus, Adagia, Chiliades, 3, 2763; 1 (opus 1508)
Sententia proverbialis est ibidem huiusmodi: Συμφερτή δ’ ἀρετή πέλει ἀνδρῶν καί μάλα λυγρῶν, id est Coniuncti pollent etiam vehementer inertes.
298Desiderius Erasmus, Adagia, Chiliades, 4, 3392; 4 (opus 1508)
Utitur Plutarchus, in libello quem inscripsit Ἐρωτικόν, in philosophos qui sub praetextu philosophiae libidini suae serviunt: Πρόφασις μέν οὖν φιλία καί ἀρετή.
299Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p539, p567; 359 (auctor 1520-1575)
inquit igitur ille Iliados V. seu XIII. εἰ γαρ νῦν παρὰ νηυσὶ λεγοίμεθα παντες ἀριστοι ἐς λοχον, ἐνθα μάλιστ' ἀρετὴ διαέιδεται ἀνδρῶν .
300Flauius Sosipater Charisius, Ars, p. 46, l. 19 (auctor c.362)
omnia nomina quae in es terminantur genetiuum faciunt in i, si tamen pura fuerit syllaba, ut acies παράταξις aciei, almities almitiei εὐπρέπεια [et similiter per reliquas litteras], caesaries χαῖτα caesariei, canities πολιά canitiei, dies ἡμέρα diei, effigies ἐκτύπωσις effigiei, eluuies * eluuiei, facies ὄψις faciei, glacies κρύσταλλος glaciei, ingluuies * ingluuiei, illuuies ῥύπος ἀκοσμία illuuiei, incies κίσσαγυναικός inciei, macies λεπτότης maciei, meridies μεσημβρία meridiei, progenies γέννα progeniei, pauperies πενία pauperiei, pernicies ὄλεθρος perniciei, proluuies προγαστρότης proluuiei, rabies λύσσα rabiei, sanies λύθρον saniei, scabies ψώρα scabiei, superficies ὑπερῷον superficiei, species εἶδος speciei, series τάξιςεἱρμός seriei, segnities βραδυτής segnitiei; si uero adiecta non fuerit i littera, confundit declinationem et in is genetiuum facit, ut ambages περίοδος ambagis, clades συμφορά cladis, cautes τραχών cautis, compages ἁρμογή compagis, contages μόλυσμα contagis, casses ὕφασμα ἀράχνης cassis, corbes κόφινος corbis, dapes εὐωχίαι dapis, faeles αἴλουρος faelis, fruges καρπός frugis, indoles ἀρετή indolis, labes ὄλισθος labis, moles μέγεθος molis, nubes νέφος nubis, suboles γέννημα subolis, Pales Εὐνομία Palis, sedesἕδρα sedis, strages σύμπτωσις σωμάτων stragis, saepesφραγμός saepis, ualles φάραγξ uallis, uerres κάπρος βιβαστής uerris, rupes ἀπορρωγάς rupis, scrobes βόθυνος φυτείας scrobis, torques μηνίσκος δέριον torquis.
301Fronto, Epistulae, add., 8; 31 (auctor c.95-165)
7 Ἀχρεῖοι δὲ ἦ οἱ ἐρασταὶ τοῖς ὄντως καλοῖς οὐδὲν ἧττον ἢ τοῖς δικαίως ἐπαινουμένοις οἱ κόλακες· ἀρετῇ δὲ καὶ δόξα καὶ τιμὴ καὶ κέρδος.
302Fronto, Epistulae, ad M. Caesarem, 2, 1; 10 (auctor c.95-165)
εἰ δέ τινος ἐρᾷς καὶ σὺ νέου γενναίου ἀρετῇ καὶ παιδείᾳ καὶ τύχῃ καὶ σωφροσύνῃ διαφέροντος, οὐκ ἂν ἁμαρτάνοις ὁρμῶν ἐπ᾽ ἐκείνῳ καὶ πᾶσαν ἀγαθῶν ἀσφάλειαν ἐπ᾽ αὐτῷ τιθέμενος, ὡς, ἐφ᾽ ὅσον γε ἡμῖν οὗτος περίεστιν (ἀντεραστὴς γὰρ εἶναι σοί φημι, καὶ οὐκ ἀποκρύπτομαι), τὰ ἄλλα γε πάντα ἡμῖν εὐίατα καὶ τούτου μακρῷ δεύτερα.
303Goldastus, Notae, 80, 0314B
Ex dictis patet, tota virtute esse omnibus viribus, πάσῃ ἀρετῇ ; nam et ἀρετὴ Graecis idem quod δύναμις, ἰσχύς.
304Goldastus, Notae, 80, 0314B
Virtus, ἀρετὴ, ἀνδρία, δύναμις, ἰσχύς.
305Herodotus, Historiae, 3, 88, 3; 4 (auctor c.484BC-425BC)
πρῶτον μέν νυν τύπον ποιησάμενος λίθινον ἔστησε· ζῷον δέ οἱ ἐνῆν ἀνὴρ ἱππεύς, ἐπέγραψε δὲ γράμματα λέγοντα τάδε· « Δαρεῖος ὁ Ὑστάσπεος σύν τε τοῦ ἵππου τῇ ἀρετῇ » τὸ οὔνομα λέγων « καὶ Οἰβάρεος τοῦ ἱπποκόμου ἐκτήσατο τὴν Περσέων βασιληίην.
306Herodotus, Historiae, 3, 106, 3; 3 (auctor c.484BC-425BC)
τὰ δὲ δένδρεα τὰ ἄγρια αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ τῶν ἀπὸ τῶν ὀίων· καὶ ἐσθῆτι Ἰνδοὶ ἀπὸ τούτων τῶν δενδρέων χρέωνται.
307Herodotus, Historiae, 7, 102, 1; 2 (auctor c.484BC-425BC)
« βασιλεῦ, ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σεῦ ἁλώσεται, τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφος ἐστί, ἀρετὴ δὲ ἔπακτος ἐστί, ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ· τῇ διαχρεωμένη ἡ Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεσποσύνην.
308Herodotus, Historiae, 7, 225, 1; 1 (auctor c.484BC-425BC)
Ξέρξεώ τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουσι μαχόμενοι, καὶ ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περσέων τε καὶ Λακεδαιμονίων ὠθισμὸς ἐγίνετο πολλός, ἐς ὃ τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνες ὑπεξείρυσαν καὶ ἐτρέψαντο τοὺς ἐναντίους τετράκις.
309Herodotus, Historiae, 8, 144, 1; 2 (auctor c.484BC-425BC)
« τὸ μὲν δεῖσαι Λακεδαιμονίους μὴ ὁμολογήσωμεν τῷ βαρβάρῳ, κάρτα ἀνθρωπήιον ἦν· ἀτὰρ αἰσχρῶς γε οἴκατε ἐξεπιστάμενοι τὸ Ἀθηναίων φρόνημα ἀρρωδῆσαι, ὅτι οὔτε χρυσός ἐστι γῆς οὐδαμόθι τοσοῦτος οὔτε χώρη κάλλεϊ καὶ ἀρετῇ μέγα ὑπερφέρουσα, τὰ ἡμεῖς δεξάμενοι ἐθέλοιμεν ἂν μηδίσαντες καταδουλῶσαι τὴν Ἑλλάδα.
310Herodotus, Historiae, 9, 21, 2; 3 (auctor c.484BC-425BC)
« Μεγαρέες λέγουσι· ἡμεῖς, ἄνδρες σύμμαχοι, οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι, ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν· ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι.
311Herodotus, Historiae, 9, 70, 2; 3 (auctor c.484BC-425BC)
τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον· τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες.
312Herodotus, Historiae, 9, 71, 1; 1 (auctor c.484BC-425BC)
ἠρίστευσε δὲ τῶν βαρβάρων πεζὸς μὲν ὁ Περσέων, ἵππος δὲ ἡ Σακέων, ἀνὴρ δὲ λέγεται Μαρδόνιος· Ἑλλήνων δέ, ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων, ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι.
313Hesiodus, Opera et dies, 274; 10 (auctor fl.c.700BC)
εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς πλουτεῦντα· πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
314Hieronymus Stridonensis, Commentaria in Epistolam ad Ephesios, 3, VI; 70 (auctor 340-420)
Scio in Graeco pro virtute, fortitudinem positam, id est, ἰσχὺν: quia virtus apud eos ἀρετὴ appellatur.
315Hieronymus Stridonensis, Commentaria in Zachariam, 25, 1456B (auctor 340-420)
Cumque illud exstruxerit, ipse quoque portabit gloriam, id est, coronam alteram, quae Hebraice HOD ( ), et ab alio ἐπιδοξότης: ab alio εὐπρέπεια: ab alio ἀρετὴ: ab alio δόξα scribitur, quae vel inclytum, vel decorem, vel virtutem, vel gloriam sonant.
316Hieronymus Stridonensis, Epistolae, 22, 0898 (auctor 340-420)
Et vere iuxta Philosophorum sententiam, μεσότης ἡ ἀρετὴ, ὑπερβολὴ κακία reputantur: Quod nos una et brevi sententiola exprimere possumus: Ne quid nimis (Terent. And. Act. 1) .
317Homerus, Ilias, 9, 492; 2 (auctor fl.700BC)
ἀλλ' Ἀχιλεῦ δάμασον θυμόν μέγαν· οὐδέ τί σε χρή νηλεές ἦτορ ἔχειν· στρεπτοί δέ τε καί θεοί αὐτοί, τῶν περ καί μείζων ἀρετή τιμή τε βίη τε.
318Homerus, Ilias, 11, 84; 1 (auctor fl.700BC)
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δέ λαός· ἦμος δέ δρυτόμος περ ἀνήρ ὁπλίσσατο δεῖπνον οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ' ἐκορέσσατο χεῖρας τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, σίτου τε γλυκεροῖο περί φρένας ἵμερος αἱρεῖ, τῆμος σφῇ ἀρετῇ Δαναοί ῥήξαντο φάλαγγας κεκλόμενοι ἑτάροισι κατά στίχας· ἐν δ' Ἀγαμέμνων πρῶτος ὄρουσ', ἕλε δ' ἄνδρα Βιάνορα ποιμένα λαῶν αὐτόν, ἔπειτα δ' ἑταῖρον Ὀϊλῆα πλήξιππον.
319Homerus, Ilias, 13, 231; 3 (auctor fl.700BC)
συμφερτή δ' ἀρετή πέλει ἀνδρῶν καί μάλα λυγρῶν, νῶϊ δέ καί κ' ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
320Homerus, Ilias, 13, 266; 4 (auctor fl.700BC)
τόν δ' αὖτ' Ἰδομενεύς Κρητῶν ἀγός ἀντίον ηὔδα· οἶδ' ἀρετήν οἷός ἐσσι· τί σε χρή ταῦτα λέγεσθαι· εἰ γάρ νῦν παρά νηυσί λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστ' ἀρετή διαείδεται ἀνδρῶν, ἔνθ' ὅ τε δειλός ἀνήρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη· τοῦ μέν γάρ τε κακοῦ τρέπεται χρώς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ' ἐν φρεσί θυμός, ἀλλά μετοκλάζει καί ἐπ' ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ' ὀδόντων· τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρώς οὔτέ τι λίην ταρβεῖ, ἐπειδάν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ἀρᾶται δέ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· οὐδέ κεν ἔνθα τεόν γε μένος καί χεῖρας ὄνοιτο.
321Homerus, Ilias, 14, 103; 4 (auctor fl.700BC)
πορθεῖ γάρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, οἴκεον δ' ἐν Πλευρῶνι καί αἰπεινῇ Καλυδῶνι Ἄγριος ἠδέ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεύς πατρός ἐμοῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν.
322Homerus, Ilias, 23, 262; 4 (auctor fl.700BC)
ἴστε γάρ ὅσσον ἐμοί ἀρετῇ περιβάλλετον ἵπποι· ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δέ πόρ' αὐτούς πατρί ἐμῷ Πηλῆϊ, ὃ δ' αὖτ' ἐμοί ἐγγυάλιξεν.
323Homerus, Ilias, 23, 351; 6 (auctor fl.700BC)
ἀλλ' ὅτε δή πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφ' ἁλός πολιῆς, τότε δή ἀρετή γε ἑκάστου φαίνετ', ἄφαρ δ' ἵπποισι τάθη δρόμος· ὦκα δ' ἔπειτα αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
324Homerus, Ilias, 23, 555; 6 (auctor fl.700BC)
ἀλλ' ἄγετ' Ἀργείων ἡγήτορες ἠδέ μέδοντες ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μή δ' ἐπ' ἀρωγῇ, μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολύ χείρονες ἦσαν ἵπποι, αὐτός δέ κρείσσων ἀρετῇ τε βίῃ τε.
325Homerus, Odyssea, 4, 625; 2 (auctor fl.700BC)
Ἀντίνοος δέ καθῆστο καί Εὐρύμαχος θεοειδής, ἀρχοί μνηστήρων, ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.
326Homerus, Odyssea, 12, 192; 6 (auctor fl.700BC)
αὐτάρ ἐγώ διά νηός ἰών ὤτρυνον ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδόν ἄνδρα ἕκαστον· " « ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν· οὐ μέν δή τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ εἴλει ἐνί σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν· ἀλλά καί ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε, ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
327Homerus, Odyssea, 14, 401; 1 (auctor fl.700BC)
τόν δ' ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός· " ξεῖν', οὕτω γάρ κέν μοι ἐϋκλείη τ' ἀρετή τε εἴη ἐπ' ἀνθρώπους ἅμα τ' αὐτίκα καί μετέπειτα, ὅς σ' ἐπεί ἐς κλισίην ἄγαγον καί ξείνια δῶκα, αὖτις δέ κτείναιμι φίλον τ' ἀπό θυμόν ἑλοίμην· πρόφρων κεν δή ἔπειτα Δία Κρονίωνα λιτοίμην.
328Homerus, Odyssea, 21, 163; 6 (auctor fl.700BC)
Ἀντίνοος δ' ἔτ' ἐπεῖχε καί Εὐρύμαχος θεοειδής, ἀρχοί μνηστήρων· ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.
329Homerus, Odyssea, 22, 210; 9 (auctor fl.700BC)
μνηστῆρας δ' ὤτρυνε Δαμαστορίδης Ἀγέλαος, Εὐρύνομός τε καί Ἀμφιμέδων Δημοπτόλεμός τε, Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων· οἱ γάρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι, ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο· τούς δ' ἤδη ἐδάμασσε βιός καί ταρφέες ἰοί.
330Homerus, Odyssea, 24, 191; 1 (auctor fl.700BC)
τόν δ' αὖτε ψυχή προσεφώνεεν Ἀτρεΐδαο· " ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν' Ὀδυσσεῦ, ἦ ἄρα σύν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
331Hugo de S Victore, Eruditio didascalica, 176, 0755D (auctor -1141)
Ἀρετή Graece, virtus interpretatur Latine: arithmus numerus; inde arithmetica virtus numeri dicitur.
332Incertus 014, Vita et institutum, 14, 0061B
26. Καὶ ταύτην δὲ ὁ πιστότατος Θεοδόσιος ἀσμένως δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν· ἀλλ' ἐν Κωνσταντινουπόλει τοῦτο μαθών· τοσαύτῃ καὶ τηλικαύτῃ καὶ ὁ βασιλεὺς καὶ ὁ ἀρχιερεὺς διέλαμπον ἀρετῇ· ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι· τοῦ μὲν, τὴν παῤῥησίαν· τοῦ δὲ, τὴν εὐπείθειαν· καὶ τοῦ μὲν, τὴν τοῦ ζήλου θερμότητα· τοῦ δὲ, τῆν τῆς πίστεως καθαρότητα· ἃ μέντοι γε ὑπὸ τοῦ θαυμαστοῦ Ἀμβροσίου ἐν τῇ Μεδιολάνων ὁ βασιλεὺς παιδευθείη, ταῦτα καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν ἐτήρει, καὶ οὐδενὸς τούτων μεθίετο.
333Incertus 014, Vita et institutum, 14, 0061C
τῇ ἱερατικῇ τραπέζῃ τὰ δῶρα προσενεγκὼν, εὐθὺς ἐληλύθει· τοῦ δὲ τῆς ἐκκλησίας προέδρου· Νεκτάριος δὲ τηνικαῦτα ἦν· Τί δῆτα μὴ μεμένηκας ἔνδον, δηλώσαντος· δυσχεράνας ὁ βασιλεὺς· Μόλις, ἔφη, βασιλέως καὶ ἱερέως ἐδιδάχθην τὸ μέσον· ἐπεὶ καὶ μόλις εὗρον· ἀληθείας διδάσκαλον, Ἀμβρόσιον μόνον ἐπίσκοπον ἀξίως καλούμενον· τοσοῦτον ὄνησιν ἔλεγκος παρὰ ἀνδρὸς ἀρετῇ διαλάμποντος.
334Incertus 014, Vita et institutum, 14, 0065A
31. Εἷς δέ τις ἐξ αὐτῶν ἀνὴρ ἅγιος, ἀρετῇ πάση κεκοσμημένος, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσφέρων εὐχὰς, οὗτος οὔτε τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν, οὔτε ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβὼν, κατὰ μέσον τὸ ἄστυ γενόμενος, καὶ τῆς χλανίδος θατέρου τῶν ἀποσταλέντων ἀρχόντων λαβόμενος, ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει· οἱ δὲ μικρόν τι γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν, καὶ χαλεπῶς ἔφερον· ἔπειτα δέ τινες τῶν συνεπομένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετὴν, κατεπήδησάν τε τῶν ἵππων εὐθὺς, καὶ τῶν ἐκείνου γονάτων λαβόμενοι συγγνώμην ἐζήτουν· ὁ δὲ ὅσιος ἀνὴρ τῆς θείας σοφίας ἐμφορηθείς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· Εἴπατε δὴ, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασιλέυς εἶ μόνον, ὰλλὰ καὶ ἄνθρωπος· μὴ τοίνυν πρὸς μόνην ὅρα τὴν βασιλείαν· ἀλλὰ καὶ τὴν φύσιν αὐτὴν λογίζου· ἄνθρωπος γὰρ ὢν, ὁμοφυῶν βασιλεύεις, κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν πάντως ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις· μὴ τοίνυν ὠμῶς οὔτως καὶ ἀπεινῶς τοῦ θεοῦ τὴν εἰκόνα κέλευε κατασφάττεσθαι· παροξύνεις γὰρ οὕτω τὸν δημιουργὸν, τὴν ἐκείνου κολάζων εἰκόνα· σκόπησον γοῦν, ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος, ταῦτα ποιεῖς· ὅσον δὲ τὴς ἀψύχου διαφέρει ἡ ἔμψυχος καὶ ζῶσα καὶ λογικὴ, δῆλον ἅπασι τοῖς τε νοῦν ἔχουσιν ὁμοίως καὶ αἴσθησιν· πρὸς δὲ τούτοις λογισάσθω κακεῖνο· ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς εἰκόνος τῆσδε, πολλὰς δημιουργῆσαι χαλκᾶς· αὐτῷ δὲ προφανῶς ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα.
335Ioannes Saresberiensis, Metalogicus, 199, 0839D (auctor c.1120–1180)
Unde sicut artes dictae sunt, eo quod arctant regulis et praeceptis, vel a virtute, quae Graece ἀρετή dicitur, et animos roborat ad percipiendas vias sapientiae, aut a ratione, cui alimenta et incrementa parant, quae a Graecis arses nominantur: sic et liberales dictae sunt, vel ex eo, quod antiqui liberos suos iis procurabant institui; vel ab hoc quod quaerunt hominis libertatem, ut curis liber sapientiae vacet, et saepissime ab iis liberent curis, quarum principium sapientia non admittit.
336Iustinianus I Augustus, Adversus Origenem, 69, 0197D (auctor c.482–565)
Ἀρετὴ δὲ ἐν ἀλόγοις οὐκ ἔστιν.
337Leo I, Epistolae, 54, 0992B (auctor 440-461)
Εἰ γὰρ καὶ ἐν τῇ ἀρετῇ τοῦ ἁγίου πνεύματος μεταξὺ τῶν διχονοιῶν διὰ τοῦ ἀποστολικοῦ θρόνου ἐκδικητέα ἦν ἐλευθερία, τηλαυγεστέρα ὅμως ὤφθη ἡ χάρις τοῦ Θεοῦ, καὶ τῇ ἐκκλησίᾳ ἡ ἰδία ἀποκατέστη καθαρότης.
338Leo I, Epistolae, 54, 1006C (auctor 440-461)
Οἱ ἅγιοι ἐκεῖνοι, καὶ σεπτοὶ πατέρες, οἵτινες ἐν τῇ Νικέων πόλει τοῦ ἱεροσύλου Ἀρείου μετὰ τῆς ἰδίας δυσσεβείας κατακριθέντος νόμους διαιωνίζοντας τῶν ἐκκλησιαστικῶν ἔθεντο κανόνων, καὶ παρ' ἡμῖν, καὶ ἐν παντὶ τῷ κόσμῳ ταῖς ἰδίαις διατάξεσι ζῶσι, καὶ εἴ τι ποτὲ ἄλλως, ἤπερ αὐτοὶ ἐτύπωσαν, ἐπιχειρηθείη, ἄνευ ἀμφιβολίας καταργεῖται, καὶ ὅπως μηδεμιᾷ ἐναλλαγῇ παραβαθείη τὰ εἰς διηνεκῆ χρησιμώτατα γενικῶς τυπωθέντα· μήτε εἰς ἰδικὸν ἑλκυσθείη δίκαιον, ἅτινα εἰς κοινὴν λυσιτέλειαν τετύπωται· μενόντων τε τῶν ὃρων, οὓς ἐπήξαντο οἱ πατέρες, μηδεὶς κατὰ δικαίου ἀλλοτρίου ἔλθοι· ἀλλ' ἐντὸς οἰκείων καὶ νομίμων ὅρων, καθῶς ἂν ἕκαστος ἰσχύσῃ, εἰς πλάτος ἀγάπης ἑαυτὸν ἐκγυμνάσει, ἥς τινος εὐθαλεῖς καρποὺς ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος δύναται πορίσασθαι, εἰ μᾶλλον τῆς ταπεινοφροσύνης ἀρετῇ σπουδάσει, ἤπερ τῷ τῆς ἀμβιτίονος πνεύματι φυσηθείη.
339Leo III, Epistolae 2, 102, 1068B
Καὶ γὰρ καὶ πρὸς τὴν ὑμετέραν ἀγαπην, πάνυ τὸ θερμὸν καὶ γνήσιον κέκτηται, καὶ ἐν τοῖς τῆς Ἐκκλησίας πράγμασι, τὸ σπουδαῖον καὶ πρόθυμον ἐπιδεικνυται, ὥσπερ καὶ ἐν λόγῳ καὶ βίῳ καὶ ἀρετῇ τὸ προὖχον ἀποφέρεται, ὃς καὶ μέλλει Θεοῦ εὐοδοῦντος τούτῳ καὶ ὑμᾶς κινοῦντος, τὰ τῆς ἀγάπης καὶ ὁμονοιας σύμβολα, τουτέστι τὰς τιμ ας ὑμῶν κεραίας τῶν ἐν χερσὶ συλλαβῶν ἀντίγραφα πρὸς ἡμᾶς κομίζειν, εἰς πλείονα εὐφροσύνην ἡμῶν πνευματικὴν, καὶ καταρτισμὸν τῆς ἐν Κυρίῳ φιλικῆς ἡμῶν διαθέσεως.
340Macrobius Theodosius, Saturnalia, p6, 11; 8 (auctor c.420)
Ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν• οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν, ἠ᾽ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῆφι βίῆφιν• ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀΐω.
341Marius Victorinus, De generatione Divini Verbi, 8, 1023B (auctor c.285-c.365)
Sunt quaedam eiusmodi, quae sunt natura manifesta, sicut quae sunt et omnia supercoelestia: ut τὸ πνεῦμα, καὶ ὁ νοῦς, ἡ ψυχὴ, τὸ νόημα, ἡ παιδεία, ἡ ἀρετὴ, ὁ λόγος, opinio, perfectio, sententia, vita, intelligentia: et adhuc superius, existentialitas, vitalitas, intelligentitas: et adhuc super omnia ista, ὂν μόνον: et istud ὅ ἐστι ἓν μόνον ὄν.
342Markos monachos, Florilegium et opuscula, Florilegium, 35; 4 (auctor fl.1260)
Ἁγιασθήτω τὸ ὄνομά σου {Mt 6,9} Τουτέστι ποίησόν με ἄμεμπτον καὶ ἄξιον τῆς υἱοθεσίας σου, ὅπως καὶ σὺ δι᾿ ἐμὲ ἁγιάζεσαι καὶ δοξάζεσαι· ὡς γὰρ βλασφημεῖται δι᾿ ἐμὲ ὁ θεός, ὅταν τι πονηρὸν ποιήσω, οὕτως, ὅταν ἐν πάσῃ ἀρετῇ πολιτεύομαι, ἁγιάζεται δι᾿ ἐμέ – τουτέστι δοξάζεται.
343Markos monachos, Florilegium et opuscula, Epistola; 2 (auctor fl.1260)
Καὶ ταῦτα μὲν ὁ μέγας ἐκεῖνος πρὸς ἀγνώμονας καὶ σκληροὺς καὶ πολλὰ περιτρεπομένους ἀπὸ θεοῦ· ἐγὼ δὲ τολμήσας ὁ εὐτελὴς καὶ μικρός, ὡς ἂν εἴπῃς – εἴτε γνώσει, εἴτε λόγῳ, εἴτε ἀρετῇ – κατὰ τὴν σὴν προσταγὴν μικρόν σοι τὸ παρὸν βιβλίον ἐσχεδίασα, εἰδὼς ἀκριβῶς τὴν σὴν θεοφιλίαν κατηρτισμένην ὅλην ἐν κυρίῳ καὶ περὶ τὰ θεῖα ὅλην ἐκκρεμαμένην, καὶ σπεύδουσαν μέν, ὑπὸ δὲ τῆς τοῦ βίου τούτου περιπετείας μικρὸν παρασυρομένην, εἰς τοῦτο μόνον, εἰς τὸ ἔτι ἐν κόσμῳ διάγειν καὶ μετὰ τῶν κοσμικῶν ἀναστρεφομένην.
344Markos monachos, Florilegium et opuscula, Appendix, 46; 3 (auctor fl.1260)
Καὶ ψαλμωδία μέν, λέγω, ὅταν ἀτελῶν ἡμῶν ὄντων ἔτι ἱστάμενοι ἐν τῇ ἐκκλησίᾳ ἀκούοντες τοῦ κανονάρχου, ψάλλομεν τῆς ἀκοῆς μόνον ἐνηδυνόμενοι, καὶ ἔοικεν τοῦτο ἡνίκα βασιλεὺς καθεζόμενος ἢ προσερχόμενος εὐφημεῖται παρὰ τῶν ὑπὸ χεῖρα· προσευχὴ δέ, ὅταν ἀποσπᾷ τις ἑαυτὸν ἐκ τῶν ἔξω φροντίδων καὶ μόνος μόνῳ προσλαλεῖ τῷ θεῷ, καὶ ἔστιν τοῦτο σημεῖον τῶν ἐπ᾿ ἀρετῇ προκοπτόντων· ἔοικε δὲ καὶ τοῦτο τοῖς διὰ κατιδίαν φίλοις ἀξιοῦσι τὸν βασιλέα ὑπέρ τινων· ἔντευξις δὲ ὁμιλία πρὸς θεόν, μὴ βλεπομένου τοῦ νοὸς ἀλλαχοῦ, ἀλλ᾿ ὅλως ὅλῳ κολληθέντος τῷ θεῷ καὶ ἐντυγχάνοντος αὐτῷ ὑπὲρ τῶν συμφερόντων.
345Martinus I, Epistolae, 87, 0145C
Πᾶσα μὲν ἀρετὴ, ἀγαπητοὶ ἀδελφοὶ, συναύξειν εἴωθέ πως τοῖς ἐναρέτοις, τὴν πρὸς ἀλλήλους εὐγενεστάτην στοργὴν, οἰκειότητι γνώμης θεοφιλοῦς καὶ πολιτείας ἄλυτον ἐν ἑαυτοῖς συντηροῦσιν ἀεὶ, τὸν τῆς ἀγάπης δεσμόν.
346Martinus I, Epistolae, 87, 0148B
Ὅθεν τούτοις αὐτοῖς, τουτέστι πίστει καὶ ἀρετῇ, τὸν σύνδεσμον τῆς ἀγάπης καὶ ὑμᾶς, ἀδελφοὶ, κεκτημένους γινώσκοντες πρὸς ἡμᾶς τε καὶ ἀλλήλους καὶ τὴν πηγαίαν τῶν ἀγαθῶν αἰτίαν τὸν Κύριον ἡμῶν καἱ Θεὸν Ἰησοῦν Χριστόν, ἔτι δὲ πρὸς τούτους πάλιν τῷ συγγενεῖ τῆς ὁμολογίας πορθμοῦ δίκην εὐκόλως ἡμῖν ἐξυπηρετουμένοις εἰς τὴν τῶν κατὰ ψυχὴν εὐσεβῶν νοημάτων φανέρωσιν, εἰκότως ὑμᾶς ἐγκαρδίως γνησιέστερον ἀσπαζόμεθα· μάλιστα καθάπερ λαμπτῆρας ἀειφανεῖς τοὺς χαρακτῆρας τῆς ὑμετέρας ὁμολογίας ἐνσημηναμένων ἡμῖν, ἤγουν τῷ καθ' ἡμᾶς ἀποστολικῷ θρόνῳ διὰ τῶν ἡμετέρων συνοδικῶν γραμμάτων, οὓς ἐν ὑμῖν ἐμόρφωσε τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ ῥήτορος τῆς καθολικῆς Ἐκκλησίας· Αὐγουστίνου λέγω τοῦ περιδόξου.
347Martinus I, Epistolae, 87, 0153C
Ταῦτα τοίνυν ἀκούσαντες, χάριν, ἔχομεν τῷ Θεῷ, ᾧ λατρεύομεν ἐκ νεότητος ἡμῶν, τῷ δυναμώσαντι ὑμᾶς, σὺν πᾶσι τοῖς ἀγαπῶσιν αὐτὸν, εἰς τὸ μέτρον τῆς τοιαύτης καταντῆσαι θεοφιλοῦς ἀρετῆς· ἐπειδὴ τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι, πάντα συνεργεῖ εἰς ἀγαθὸν, ὃς ἡμῖν καὶ πάντα τῆς θείας αὐτοῦ δυνάμεως, τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδώρηται, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς, ἰδίᾳ δόξῃ καὶ ἀρετῇ, δι' ὧν τὰ τίμια καὶ μεγάλα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γενώμεθα θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τὴν ἐν κόσμῳ ἐπιθυμίαν φθοράν.
348Martinus I, Epistolae, 87, 0164B
Τὴν οὖν διαβεβλημένην αἰσχύνην διαβαλὼν, εὐλαβέστατε ἀδελφὲ, τῇ κατὰ Θεὸν ἐγγράφῳ σου πληροφορίᾳ, δόξαν ἑαυτῷ καὶ χάριν περιεποιήσω· δόξαν μὲν τὴν εἰς αὐτὸν τὸν Κύριον ἡμῶν καὶ Θεὸν ὀρθόδοξον ὁμολογίαν· χάριν δὲ, τὴν λαμπρότητα τῶν ἐν ἀρετῇ φωτεινῶν αὐτοῦ σπουδασμάτων.
349Masenius Iacobus, Palaestra Styli Romani, 1, 4, 2; 15 (auctor 1606-1681)
Recte Aristoteles 'Μόνη λέξεως ἀρετὴ σαφὴ εἶναι.
350Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 80; 16 (auctor 1606-1681)
Σύντομος ἡ πονηρία, βραδεῖα ἡ ἀρετὴ .
351Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 126; 10 (auctor 1606-1681)
'Τη ἀρετη, καὶ τη σοφίαν νικᾶντι χελῶναι.
352Petrus Damianus, De ferenda aequanimiter correptione, 145, 0710D (auctor 1007-1072)
Esto, quod superius diximus, ager et exuberans copia segetum et spirans odorantibus pigmentorum, ut in te quoque delectetur omnipotens Deus, et dicat: « Ecce odor filii mei, sicut odor agri pleni, cui benedixit Deus (Gen. XXV) . » Ut quoniam Ariprandus ipse vocaris, ares ( ἀρετὴ) autem virtus dicitur, tanquam ager uberrimus centeni feras fructus acervum, et Deo prandium merearis offerre virtutum.
353Plato, Alcibiades, p1, 122; 7 (auctor c.425BC-347BC)
τοῦτο μὲν γὰρ εἰ ἐθέλεις εἰσ τοὺς Λακεδαιμονίων πλούτους ἰδεῖν, γνώσῃ ὅτι πολὺ τἀνθάδε τῶν ἐκεῖ ἐλλείπει· γῆν μὲν γὰρ ὅσην ἔχουσιν τῆς θ' ἑαυτῶν καὶ Μεσσήνης, οὐδ' ἂν εἷς ἀμφισβητήσειε τῶν τῇδε πλήθει οὐδ' ἀρετῇ, οὐδ' αὖ ἀνδραπόδων κτήσει τῶν τε ἄλλων καὶ τῶν εἱλωτικῶν, οὐδὲ μὴν ἵππων γε, οὐδ' ὅσα ἄλλα βοσκήματα κατὰ Μεσσήνην νέμεται.
354Plato, Alcibiades, p1, 125; 21 (auctor c.425BC-347BC)
Σωκράτης κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή· Ἀλκιβιάδης ναί.
355Plato, Alcibiades, p1, 133; 6 (auctor c.425BC-347BC)
Σωκράτης ὀφθαλμὸς ἄρ' εἰ μέλλει ἰδεῖν αὑτόν, εἰς ὀφθαλμὸν αὐτῷ βλεπτέον, καὶ τοῦ ὄμματος εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ τυγχάνει ἡ ὀφθαλμοῦ ἀρετὴ ἐγγιγνομένη· ἔστι δὲ τοῦτό που ὄψις· Ἀλκιβιάδης οὕτως.
356Plato, Alcibiades, p1, 133; 7 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν, ὦ φίλε Ἀλκιβιάδη, καὶ ψυχὴ εἰ μέλλει γνώσεσθαι αὑτήν, εἰς ψυχὴν αὐτῇ βλεπτέον, καὶ μάλιστ' εἰς τοῦτον αὐτῆς τὸν τόπον ἐν ᾧ ἐγγίγνεται ἡ ψυχῆς ἀρετή, σοφία, καὶ εἰς ἄλλο ᾧ τοῦτο τυγχάνει ὅμοιον ὄν· Ἀλκιβιάδης ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
357Plato, Alcibiades, p1, 135; 13 (auctor c.425BC-347BC)
Σωκράτης ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή.
358Plato, Apologia, p1, 18; 1 (auctor c.425BC-347BC)
ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶν – ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη – αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή· δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.
359Plato, Apologia, p1, 30; 4 (auctor c.425BC-347BC)
οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελεῖσθαι μήτε χρημάτων πρότερον μηδὲ οὕτω σφόδρα ὡς τῆς ψυχῆς ὅπως ὡς ἀρίστη ἔσται, λέγων ὅτι «οὐκ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλ' ἐξ ἀρετῆς χρήματα καὶ τὰ ἄλλα ἀγαθὰ τοῖς ἀνθρώποις ἅπαντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
360Plato, Apologia, p1, 35; 2 (auctor c.425BC-347BC)
εἰ οὖν ὑμῶν οἱ δοκοῦντες διαφέρειν εἴτε σοφίᾳ εἴτε ἀνδρείᾳ εἴτε ἄλλῃ ᾑτινιοῦν ἀρετῇ τοιοῦτοι ἔσονται, αἰσχρὸν ἂν εἴη· οἵουσπερ ἐγὼ πολλάκις ἑώρακά τινας ὅταν κρίνωνται, δοκοῦντας μέν τι εἶναι, θαυμάσια δὲ ἐργαζομένους, ὡς δεινόν τι οἰομένους πείσεσθαι εἰ ἀποθανοῦνται, ὥσπερ ἀθανάτων ἐσομένων ἂν ὑμεῖς αὐτοὺς μὴ ἀποκτείνητε· οἳ ἐμοὶ δοκοῦσιν αἰσχύνην τῇ πόλει περιάπτειν, ὥστ' ἄν τινα καὶ τῶν ξένων ὑπολαβεῖν ὅτι οἱ διαφέροντες Ἀθηναίων εἰς ἀρετήν, οὓς αὐτοὶ ἑαυτῶν ἔν τε ταῖς ἀρχαῖς καὶ ταῖς ἄλλαις τιμαῖς προκρίνουσιν, οὗτοι γυναικῶν οὐδὲν διαφέρουσιν.
361Plato, Charmides, p1, 158; 1 (auctor c.425BC-347BC)
καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ λεγομένῃ εὐδαιμονίᾳ, καὶ αὖ ἡ πρὸς μητρὸς ὡσαύτως· Πυριλάμπους γὰρ τοῦ σοῦ θείου οὐδεὶς τῶν ἐν τῇ ἠπείρῳ λέγεται καλλίων καὶ μείζων ἀνὴρ δόξαι εἶναι, ὁσάκις ἐκεῖνος ἢ παρὰ μέγαν βασιλέα ἢ παρὰ ἄλλον τινὰ τῶν ἐν τῇ ἠπείρῳ πρεσβεύων ἀφίκετο, σύμπασα δὲ αὕτη ἡ οἰκία οὐδὲν τῆς ἑτέρας ὑποδεεστέρα.
362Plato, Clitophon, p1, 408; 3 (auctor c.425BC-347BC)
τούτοις δὴ τοῖς λόγοις καὶ ἑτέροις τοιούτοις παμπόλλοις καὶ παγκάλως λεγομένοις, ὡς διδακτὸν ἀρετὴ καὶ πάντων ἑαυτοῦ δεῖ μάλιστα ἐπιμελεῖσθαι, σχεδὸν οὔτ' ἀντεῖπον πώποτε οὔτ' οἶμαι μήποτε ὕστερον ἀντείπω, προτρεπτικωτάτους τε ἡγοῦμαι καὶ ὠφελιμωτάτους, καὶ ἀτεχνῶς ὥσπερ καθεύδοντας ἐπεγείρειν ἡμᾶς.
363Plato, Clitophon, p1, 409; 2 (auctor c.425BC-347BC)
καὶ νῦν δὴ τίνα φαμὲν εἶναι τὴν ἐπὶ τῇ τῆς ψυχῆς ἀρετῇ τέχνην· λεγέσθω.
364Plato, Cratylos, p1, 386; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλὰ μὴν οὐδὲ κατ' Εὐθύδημόν γε οἶμαι σοὶ δοκεῖ πᾶσι πάντα ὁμοίως εἶναι ἅμα καὶ ἀεί· οὐδὲ γὰρ ἂν οὕτως εἶεν οἱ μὲν χρηστοί, οἱ δὲ πονηροί, εἰ ὁμοίως ἅπασι καὶ ἀεὶ ἀρετή τε καὶ κακία εἴη.
365Plato, Cratylos, p1, 415; 6 (auctor c.425BC-347BC)
» ἀλλ', ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν εἰρημένων ἐλθεῖν· «ἀρετὴ» γὰρ καὶ «κακία» ὅτι βούλεται τὰ ὀνόματα ζητητέα.
366Plato, Cratylos, p1, 415; 14 (auctor c.425BC-347BC)
εἰ δ' ἐπὶ τοιούτοις ἡ «κακία» ἐστὶν τοὔνομα, τοὐναντίον τούτου ἡ «ἀρετὴ» ἂν εἴη, σημαῖνον πρῶτον μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, ὃ ὀρθῶς μὲν ἔχει «ἀειρείτην» καλεῖν, [ἴσως δὲ αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης,] συγκεκρότηται δὲ καὶ καλεῖται «ἀρετή.
367Plato, Critias, p1, 109; 5 (auctor c.425BC-347BC)
ἄλλοι μὲν οὖν κατ' ἄλλους τόπους κληρουχήσαντες θεῶν ἐκεῖνα ἐκόσμουν, Ἥφαιστος δὲ κοινὴν καὶ Ἀθηνᾶ φύσιν ἔχοντες, ἅμα μὲν ἀδελφὴν ἐκ ταὐτοῦ πατρός, ἅμα δὲ φιλοσοφίᾳ φιλοτεχνίᾳ τε ἐπὶ τὰ αὐτὰ ἐλθόντες, οὕτω μίαν ἄμφω λῆξιν τήνδε τὴν χώραν εἰλήχατον ὡς οἰκείαν καὶ πρόσφορον ἀρετῇ καὶ φρονήσει πεφυκυῖαν, ἄνδρας δὲ ἀγαθοὺς ἐμποιήσαντες αὐτόχθονας ἐπὶ νοῦν ἔθεσαν τὴν τῆς πολιτείας τάξιν· ὧν τὰ μὲν ὀνόματα σέσωται, τὰ δὲ ἔργα διὰ τὰς τῶν παραλαμβανόντων φθορὰς καὶ τὰ μήκη τῶν χρόνων ἠφανίσθη.
368Plato, Critias, p1, 110; 7 (auctor c.425BC-347BC)
καὶ δὴ καὶ τὸ περὶ τῆς χώρας ἡμῶν πιθανὸν καὶ ἀληθὲς ἐλέγετο, πρῶτον μὲν τοὺς ὅρους αὐτὴν ἐν τῷ τότ' ἔχειν ἀφωρισμένους πρὸς τὸν Ἰσθμὸν καὶ τὸ κατὰ τὴν ἄλλην ἤπειρον μέχρι τοῦ Κιθαιρῶνος καὶ Πάρνηθος τῶν ἄκρων, καταβαίνειν δὲ τοὺς ὅρους ἐν δεξιᾷ τὴν Ὠρωπίαν ἔχοντας, ἐν ἀριστερᾷ δὲ πρὸς θαλάττης ἀφορίζοντας τὸν Ἀσωπόν· ἀρετῇ δὲ πᾶσαν γῆν ὑπὸ τῆς ἐνθάδε ὑπερβάλλεσθαι, διὸ καὶ δυνατὴν εἶναι τότε τρέφειν τὴν χώραν στρατόπεδον πολὺ τῶν περὶ γῆν ἀργὸν ἔργων.
369Plato, Critias, p1, 113; 6 (auctor c.425BC-347BC)
πρὸς θαλάττης μέν, κατὰ δὲ μέσον πάσης πεδίον ἦν, ὃ δὴ πάντων πεδίων κάλλιστον ἀρετῇ τε ἱκανὸν γενέσθαι λέγεται, πρὸς τῷ πεδίῳ δὲ αὖ κατὰ μέσον σταδίους ὡς πεντήκοντα ἀφεστὸς ἦν ὄρος βραχὺ πάντῃ.
370Plato, Critias, p1, 117; 2 (auctor c.425BC-347BC)
ταῖς δὲ δὴ κρήναις, τῇ τοῦ ψυχροῦ καὶ τῇ τοῦ θερμοῦ νάματος, πλῆθος μὲν ἄφθονον ἐχούσαις, ἡδονῇ δὲ καὶ ἀρετῇ τῶν ὑδάτων πρὸς ἑκατέρου τὴν χρῆσιν θαυμαστοῦ πεφυκότος, ἐχρῶντο περιστήσαντες οἰκοδομήσεις καὶ δένδρων φυτεύσεις πρεπούσας ὕδασι, δεξαμενάς τε αὖ τὰς μὲν ὑπαιθρίους, τὰς δὲ χειμερινὰς τοῖς θερμοῖς λουτροῖς ὑποστέγους περιτιθέντες, χωρὶς μὲν βασιλικάς, χωρὶς δὲ ἰδιωτικάς, ἔτι δὲ γυναιξὶν ἄλλας καὶ ἑτέρας ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, τὸ πρόσφορον τῆς κοσμήσεως ἑκάστοις ἀπονέμοντες.
371Plato, Crito, p1, 53; 4 (auctor c.425BC-347BC)
πότερον οὖν φεύξῃ τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους· καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται· ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος – τίνας λόγους, ὦ Σώκρατες· ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις καὶ τὰ νόμιμα καὶ οἱ νόμοι· καὶ οὐκ οἴει ἄσχημον [ἂν] φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα· οἴεσθαί γε χρή.
372Plato, Epinomis, p1, 975; 6 (auctor c.425BC-347BC)
καὶ μὴν οὐδ' ἡ τῶν οἰκήσεών γε συνυφὴ καὶ σύμπασα οἰκοδομία καὶ σκευῶν πάντων ἀπεργαστική, χαλκεία τε καὶ ἡ τῶν τεκτονικῶν καὶ πλαστικῶν καὶ πλεκτικῶν καὶ ἔτι συμπάντων ὀργάνων παρασκευή, δήμῳ τὸ πρόσφορον ἔχουσα, ἀλλ' οὐκ ἐπ' ἀρετῇ λεγομένη.
373Plato, Epinomis, p1, 986; 4 (auctor c.425BC-347BC)
ταύτας δὴ πάσας καὶ τούτους τοὺς ἐν ταύταισιν εἴτε αὐτοὺς ἰόντας εἴτε φερομένους ἐν ὀχήμασι πορεύεσθαι ταύτῃ, μηδεὶς ἄλλως ποτὲ νομίσῃ πάντων ἡμῶν ὡς οἱ μὲν θεοί εἰσιν αὐτῶν, οἱ δ' οὔ, μηδ' ὡς οἱ μὲν γνήσιοι, οἱ δὲ τοιοῦτοί τινες οἵους οὐδὲ θέμις εἰπεῖν ἡμῶν οὐδενί, πάντες δὲ δὴ πάντας λέγωμέν τε καὶ φῶμεν ἀδελφούς τ' εἶναι καὶ ἐν ἀδελφαῖς μοίραις, καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μήτε τινὰ μοῖραν τάττωμεν μήτε τινὰ χρόνον ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον ὃν ἔταξεν λόγος ὁ πάντων θειότατος ὁρατόν· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχεν τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά, ἡγούμενος ἄρισθ' οὕτως εὐτυχέστατά τε διάξειν τὸν βίον τελευτήσας τε εἰς τόπους ἥξειν προσήκοντας ἀρετῇ, καὶ μεμυημένος ἀληθῶς τε καὶ ὄντως, μεταλαβὼν φρονήσεως εἷς ὢν μιᾶς, τὸν ἐπίλοιπον χρόνον θεωρὸς τῶν καλλίστων γενόμενος, ὅσα κατ' ὄψιν, διατελεῖ.
374Plato, Euthydemus, p1, 274; 10 (auctor c.425BC-347BC)
τὰ μὲν οὖν πλεῖστα δῆλον ὅτι οὐκ ὀλίγον ἔργον ἐπιδεῖξαι· τόδε δέ μοι εἴπετον, πότερον πεπεισμένον ἤδη ὡς χρὴ παρ' ὑμῶν μανθάνειν δύναισθ' ἂν ἀγαθὸν ποιῆσαι ἄνδρα μόνον, ἢ καὶ ἐκεῖνον τὸν μήπω πεπεισμένον διὰ τὸ μὴ οἴεσθαι ὅλως τὸ πρᾶγμα τὴν ἀρετὴν μαθητὸν εἶναι ἢ μὴ σφὼ εἶναι αὐτῆς διδασκάλω· φέρε, καὶ τὸν οὕτως ἔχοντα τῆς αὐτῆς τέχνης ἔργον πεῖσαι ὡς καὶ διδακτὸν ἡ ἀρετὴ καὶ οὗτοι ὑμεῖς ἐστὲ παρ' ὧν ἂν κάλλιστά τις αὐτὸ μάθοι, ἢ ἄλλης· ταύτης μὲν οὖν, ἔφη, τῆς αὐτῆς, ὦ Σώκρατες, ὁ Διονυσόδωρος.
375Plato, Gorgias, p1, 479; 4 (auctor c.425BC-347BC)
Σωκράτης ἀγνοῶν γε, ὡς ἔοικεν, οἷόν ἐστιν ἡ ὑγίεια καὶ ἀρετὴ σώματος.
376Plato, Gorgias, p1, 492; 3 (auctor c.425BC-347BC)
ἐπεὶ ὅσοις ἐξ ἀρχῆς ὑπῆρξεν ἢ βασιλέων ὑέσιν εἶναι ἢ αὐτοὺς τῇ φύσει ἱκανοὺς ἐκπορίσασθαι ἀρχήν τινα ἢ τυραννίδα ἢ δυναστείαν, τί ἂν τῇ ἀληθείᾳ αἴσχιον καὶ κάκιον εἴη σωφροσύνης καὶ δικαιοσύνης τούτοις τοῖς ἀνθρώποις, οἷς ἐξὸν ἀπολαύειν τῶν ἀγαθῶν καὶ μηδενὸς ἐμποδὼν ὄντος, αὐτοὶ ἑαυτοῖς δεσπότην ἐπαγάγοιντο τὸν τῶν πολλῶν ἀνθρώπων νόμον τε καὶ λόγον καὶ ψόγον· ἢ πῶς οὐκ ἂν ἄθλιοι γεγονότες εἶεν ὑπὸ τοῦ καλοῦ τοῦ τῆς δικαιοσύνης καὶ τῆς σωφροσύνης, μηδὲν πλέον νέμοντες τοῖς φίλοις τοῖς αὑτῶν ἢ τοῖς ἐχθροῖς, καὶ ταῦτα ἄρχοντες ἐν τῇ ἑαυτῶν πόλει· ἀλλὰ τῇ ἀληθείᾳ, ὦ Σώκρατες, ἣν φῂς σὺ διώκειν, ὧδ' ἔχει· τρυφὴ καὶ ἀκολασία καὶ ἐλευθερία, ἐὰν ἐπικουρίαν ἔχῃ, τοῦτ' ἐστὶν ἀρετή τε καὶ εὐδαιμονία, τὰ δὲ ἄλλα ταῦτ' ἐστὶν τὰ καλλωπίσματα, τὰ παρὰ φύσιν συνθήματα ἀνθρώπων, φλυαρία καὶ οὐδενὸς ἄξια.
377Plato, Gorgias, p1, 504; 11 (auctor c.425BC-347BC)
ἐμοὶ γὰρ δοκεῖ ταῖς μὲν τοῦ σώματος τάξεσιν ὄνομα εἶναι ὑγιεινόν, ἐξ οὗ ἐν αὐτῷ ἡ ὑγίεια γίγνεται καὶ ἡ ἄλλη ἀρετὴ τοῦ σώματος.
378Plato, Gorgias, p1, 504; 15 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν πρὸς ταῦτα βλέπων ὁ ῥήτωρ ἐκεῖνος, ὁ τεχνικός τε καὶ ἀγαθός, καὶ τοὺς λόγους προσοίσει ταῖς ψυχαῖς οὓς ἂν λέγῃ, καὶ τὰς πράξεις ἁπάσας, καὶ δῶρον ἐάν τι διδῷ, δώσει, καὶ ἐάν τι ἀφαιρῆται, ἀφαιρήσεται, πρὸς τοῦτο ἀεὶ τὸν νοῦν ἔχων, ὅπως ἂν αὐτοῦ τοῖς πολίταις δικαιοσύνη μὲν ἐν ταῖς ψυχαῖς γίγνηται, ἀδικία δὲ ἀπαλλάττηται, καὶ σωφροσύνη μὲν ἐγγίγνηται, ἀκολασία δὲ ἀπαλλάττηται, καὶ ἡ ἄλλη ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπίῃ.
379Plato, Gorgias, p1, 506; 14 (auctor c.425BC-347BC)
ἀλλὰ μὲν δὴ ἥ γε ἀρετὴ ἑκάστου, καὶ σκεύους καὶ σώματος καὶ ψυχῆς αὖ καὶ ζῴου παντός, οὐ τῷ εἰκῇ κάλλιστα παραγίγνεται, ἀλλὰ τάξει καὶ ὀρθότητι καὶ τέχνῃ, ἥτις ἑκάστῳ ἀποδέδοται αὐτῶν· ἆρα ἔστιν ταῦτα· ἐγὼ μὲν γάρ φημι.
380Plato, Gorgias, p1, 506; 15 (auctor c.425BC-347BC)
τάξει ἆρα τεταγμένον καὶ κεκοσμημένον ἐστὶν ἡ ἀρετὴ ἑκάστου· φαίην ἂν ἔγωγε.
381Plato, Gorgias, p1, 512; 7 (auctor c.425BC-347BC)
τὸ δὲ βέλτιον εἰ μὴ ἔστιν ὃ ἐγὼ λέγω, ἀλλ' αὐτὸ τοῦτ' ἐστὶν ἀρετή, τὸ σῴζειν αὑτὸν καὶ τὰ ἑαυτοῦ ὄντα ὁποῖός τις ἔτυχεν, καταγέλαστός σοι ὁ ψόγος γίγνεται καὶ μηχανοποιοῦ καὶ ἰατροῦ καὶ τῶν ἄλλων τεχνῶν ὅσαι τοῦ σῴζειν ἕνεκα πεποίηνται.
382Plato, Hippias, p1, 284; 1 (auctor c.425BC-347BC)
οὔ· Σωκράτης ἐν δέ γε ταῖς εὐνόμοις πόλεσιν τιμιώτατον ἡ ἀρετή.
383Plato, Laches, p1, 184; 5 (auctor c.425BC-347BC)
καὶ γὰρ οὖν μοι δοκεῖ, εἰ μὲν δειλός τις ὢν οἴοιτο αὐτὸ ἐπίστασθαι, θρασύτερος ἂν δι' αὐτὸ γενόμενος ἐπιφανέστερος γένοιτο οἷος ἦν, εἰ δὲ ἀνδρεῖος, φυλαττόμενος ἂν ὑπὸ τῶν ἀνθρώπων, εἰ καὶ σμικρὸν ἐξαμάρτοι, μεγάλας ἂν διαβολὰς ἴσχειν· ἐπίφθονος γὰρ ἡ προσποίησις τῆς τοιαύτης ἐπιστήμης, ὥστ' εἰ μή τι θαυμαστὸν ὅσον διαφέρει τῇ ἀρετῇ τῶν ἄλλων, οὐκ ἔσθ' ὅπως ἄν τις φύγοι τὸ καταγέλαστος γενέσθαι φάσκων ἔχειν ταύτην τὴν ἐπιστήμην.
384Plato, Laches, p1, 190; 4 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν, ὦ Λάχης, καὶ νῦν ἡμᾶς τώδε παρακαλεῖτον εἰς συμβουλήν, τίν' ἂν τρόπον τοῖς ὑέσιν αὐτῶν ἀρετὴ παραγενομένη ταῖς ψυχαῖς ἀμείνους ποιήσειε· Λάχης πάνυ γε.
385Plato, Laches, p1, 190; 5 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν ἡμῖν τοῦτό γ' ὑπάρχειν δεῖ, τὸ εἰδέναι ὅτι ποτ' ἔστιν ἀρετή· εἰ γάρ που μηδ' ἀρετὴν εἰδεῖμεν τὸ παράπαν ὅτι ποτε τυγχάνει ὄν, τίν' ἂν τρόπον τούτου σύμβουλοι γενοίμεθ' ἂν ὁτῳοῦν, ὅπως ἂν αὐτὸ κάλλιστα κτήσαιτο· Λάχης οὐδένα, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
386Plato, Laches, p1, 198; 2 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν καὶ σὺ τοῦτο ἀπεκρίνω ὡς μόριον, ὄντων δὴ καὶ ἄλλων μερῶν, ἃ σύμπαντα ἀρετὴ κέκληται· Νικίας πῶς γὰρ οὔ· Σωκράτης ἆρ' οὖν ἅπερ ἐγὼ καὶ σὺ ταῦτα λέγεις· ἐγὼ δὲ καλῶ πρὸς ἀνδρείᾳ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἄλλ' ἄττα τοιαῦτα.
387Plato, Laches, p1, 199; 15 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα, ὦ Νικία, μόριον ἀρετῆς ἂν εἴη τὸ νῦν σοι λεγόμενον, ἀλλὰ σύμπασα ἀρετή.
388Plato, Leges, 1, 644; 15 (auctor c.425BC-347BC)
θαῦμα μὲν ἕκαστον ἡμῶν ἡγησώμεθα τῶν ζῴων θεῖον, εἴτε ὡς παίγνιον ἐκείνων εἴτε ὡς σπουδῇ τινι συνεστηκός· οὐ γὰρ δὴ τοῦτό γε γιγνώσκομεν, τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσίν τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ' ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται.
389Plato, Leges, 1, 645; 4 (auctor c.425BC-347BC)
οὕτω καὶ κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη· ἐναργεστέρου δ' αὐτοῦ γενομένου καὶ παιδεία καὶ τἆλλα ἐπιτηδεύματα ἴσως ἔσται μᾶλλον καταφανῆ, καὶ δὴ καὶ τὸ περὶ τῆς ἐν τοῖς οἴνοις διατριβῆς, ὃ δοξασθείη μὲν ἂν εἶναι φαύλου πέρι μῆκος πολὺ λόγων περιττὸν εἰρημένον, φανείη δὲ τάχ' ἂν ἴσως τοῦ μήκους γ' αὐτῶν οὐκ ἀπάξιον.
390Plato, Leges, 1a, 653; 4 (auctor c.425BC-347BC)
Ἀθηναῖος λέγω τοίνυν τῶν παίδων παιδικὴν εἶναι πρώτην αἴσθησιν ἡδονὴν καὶ λύπην, καὶ ἐν οἷς ἀρετὴ ψυχῇ καὶ κακία παραγίγνεται πρῶτον, ταῦτ' εἶναι, φρόνησιν δὲ καὶ ἀληθεῖς δόξας βεβαίους εὐτυχὲς ὅτῳ καὶ πρὸς τὸ γῆρας παρεγένετο· τέλεος δ' οὖν ἔστ' ἄνθρωπος ταῦτα καὶ τὰ ἐν τούτοις πάντα κεκτημένος ἀγαθά.
391Plato, Leges, 1a, 653; 5 (auctor c.425BC-347BC)
παιδείαν δὴ λέγω τὴν παραγιγνομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἂν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγῳ λαμβάνειν, λαβόντων δὲ τὸν λόγον, συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη 'σθ' ἡ συμφωνία σύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ' αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων, κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.
392Plato, Leges, 1a, 659; 1 (auctor c.425BC-347BC)
δὲ ἥτις ἕνα τὸν ἀρετῇ τε καὶ παιδείᾳ διαφέροντα· διὰ ταῦτα δὲ ἀρετῆς φαμεν δεῖσθαι τοὺς τούτων κριτάς, ὅτι τῆς τε ἄλλης μετόχους αὐτοὺς εἶναι δεῖ φρονήσεως καὶ δὴ καὶ τῆς ἀνδρείας.
393Plato, Leges, 1b, 678; 2 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν ἐξ ἐκείνων τῶν διακειμένων οὕτω τὰ νῦν γέγονεν ἡμῖν σύμπαντα, πόλεις τε καὶ πολιτεῖαι καὶ τέχναι καὶ νόμοι, καὶ πολλὴ μὲν πονηρία, πολλὴ δὲ καὶ ἀρετή· Κλεινίας πῶς λέγεις· Ἀθηναῖος ἆρ' οἰόμεθα, ὦ θαυμάσιε, τοὺς τότε, ἀπείρους ὄντας πολλῶν μὲν καλῶν τῶν κατὰ τὰ ἄστη, πολλῶν δὲ καὶ τῶν ἐναντίων, τελέους πρὸς ἀρετὴν ἢ πρὸς κακίαν γεγονέναι· Κλεινίας καλῶς εἶπες, καὶ μανθάνομεν ὃ λέγεις.
394Plato, Leges, 1d, 730; 10 (auctor c.425BC-347BC)
ὁ δὲ καὶ συγκολάζων εἰς δύναμιν τοῖς ἄρχουσιν, ὁ μέγας ἀνὴρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῇ.
395Plato, Leges, 1d, 734; 5 (auctor c.425BC-347BC)
ὁ δὴ σώφρων τοῦ ἀκολάστου καὶ ὁ φρόνιμος τοῦ ἄφρονος, φαῖμεν ἄν, καὶ ὁ τῆς ἀνδρείας τοῦ τῆς δειλίας ἐλάττονα καὶ σμικρότερα καὶ μανότερα ἔχων ἀμφότερα, τῇ τῶν ἡδονῶν ἑκάτερος ἑκάτερον ὑπερβάλλων, τῇ τῆς λύπης ἐκείνων ὑπερβαλλόντων αὐτούς, ὁ μὲν ἀνδρεῖος τὸν δειλόν, ὁ δὲ φρόνιμος τὸν ἄφρονα νικῶσιν, ὥστε ἡδίους εἶναι τοὺς βίους τῶν βίων, σώφρονα καὶ ἀνδρεῖον καὶ φρόνιμον καὶ ὑγιεινὸν δειλοῦ καὶ ἄφρονος καὶ ἀκολάστου καὶ νοσώδους, καὶ συλλήβδην τὸν ἀρετῆς ἐχόμενον κατὰ σῶμα ἢ καὶ κατὰ ψυχὴν τοῦ τῆς μοχθηρίας ἐχομένου βίου ἡδίω τε εἶναι καὶ τοῖς ἄλλοις ὑπερέχειν ἐκ περιττοῦ κάλλει καὶ ὀρθότητι καὶ ἀρετῇ καὶ εὐδοξίᾳ, ὥστε τὸν ἔχοντα αὐτὸν ζῆν εὐδαιμονέστερον ἀπεργάζεσθαι τοῦ ἐναντίου τῷ παντὶ καὶ ὅλῳ.
396Plato, Leges, 1d, 739; 3 (auctor c.425BC-347BC)
ποιῶμεν δὴ κατὰ τοῦτον τὸν λόγον καὶ τὰ νῦν ἡμεῖς, εἰπόντες ἀρετῇ πρώτην πολιτείαν καὶ δευτέραν καὶ τρίτην· τὴν δὲ αἵρεσιν Κλεινίᾳ τε ἀποδιδῶμεν τὰ νῦν καὶ εἴ τις ἄλλος ἀεί ποτε ἐθελήσειεν ἐπὶ τὴν τῶν τοιούτων ἐκλογὴν ἐλθὼν κατὰ τὸν ἑαυτοῦ τρόπον ἀπονείμασθαι τὸ φίλον αὑτῷ τῆς αὑτοῦ πατρίδος.
397Plato, Leges, 1d, 744; 8 (auctor c.425BC-347BC)
ἔστω δὴ πενίας μὲν ὅρος ἡ τοῦ κλήρου τιμή, ὃν δεῖ μένειν καὶ ὃν ἄρχων οὐδεὶς οὐδενί ποτε περιόψεται ἐλάττω γιγνόμενον, τῶν τε ἄλλων κατὰ ταὐτὰ οὐδεὶς ὅστις φιλότιμος ἐπ' ἀρετῇ.
398Plato, Leges, 1e, 782; 7 (auctor c.425BC-347BC)
Ἀθηναῖος ὁρῶ πάντα τοῖς ἀνθρώποις ἐκ τριττῆς χρείας καὶ ἐπιθυμίας ἠρτημένα, δι' ὧν ἀρετή τε αὐτοῖς ἀγομένοις ὀρθῶς καὶ τοὐναντίον ἀποβαίνει κακῶς ἀχθεῖσιν.
399Plato, Leges, 1i, 904; 8 (auctor c.425BC-347BC)
μείζω δὲ δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμείξασα γίγνηται διαφερόντως τοιαύτη, διαφέροντα καὶ μετέβαλεν τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσασα τὸν αὑτῆς βίον.
400Plato, Leges, 1j, 919; 7 (auctor c.425BC-347BC)
ὃς δ' ἂν καπηλείας τῆς ἀνελευθέρου τέχνῃ τινὶ μετάσχῃ, γραφέσθω μὲν αὐτὸν γένους αἰσχύνης ὁ βουλόμενος πρὸς τοὺς ἀρετῇ πρώτους κεκριμένους, ἐὰν δὲ δόξῃ ἀναξίῳ ἐπιτηδεύματι καταρρυπαίνειν τὴν αὑτοῦ πατρῴαν ἑστίαν, δεθεὶς ἐνιαυτὸν ἀποσχέσθω
401Plato, Leges, 1k, 953; 6 (auctor c.425BC-347BC)
ἴτω μὲν νῦν πᾶς ἀκέλευστος ὁ τοιοῦτος ἐπὶ τὰς τῶν πλουσίων καὶ σοφῶν θύρας, τοιοῦτος ἕτερος αὐτὸς ὤν· ἐπὶ γὰρ τὴν τοῦ τῆς παιδείας ἐπιμελουμένου πάσης οἴκησιν ἴτω πιστεύων ἱκανῶς εἶναι ξένος τῷ τοιούτῳ ξένῳ, ἢ τὴν τῶν νικηφόρων τινὸς ἐπ' ἀρετῇ, συνὼν δὲ τούτων τισὶν τὸ μὲν διδάξας, τὸ δὲ μαθὼν ἀπαλλαττέσθω, φίλος παρὰ φίλων δώροις καὶ τιμαῖς πρεπούσαις τιμηθείς.
402Plato, Leges, 1k, 961; 8 (auctor c.425BC-347BC)
Κλεινίας πῶς αὖ φῄς· Ἀθηναῖος ἡ τούτοιν ἀρετὴ δήπου παντὶ παρέχει ζῴῳ σωτηρίαν.
403Plato, Leges, 1k, 964; 5 (auctor c.425BC-347BC)
Ἀθηναῖος μεῖζον δή τι νομοθέτῃ τε καὶ νομοφύλακι, καὶ ὃς ἀρετῇ πάντων διαφέρειν οἴεται καὶ νικητήρια τούτων αὐτῶν εἴληφεν, ἢ ταῦτα αὐτὰ περὶ ὧν νῦν λέγομεν, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, φρόνησις· Κλεινίας καὶ πῶς· Ἀθηναῖος τούτων δὴ πέρι τοὺς ἐξηγητάς, τοὺς διδασκάλους, τοὺς νομοθέτας, τῶν ἄλλων τοὺς φύλακας, τῷ δεομένῳ γνῶναί τε καὶ εἰδέναι, ἢ τῷ δεομένῳ κολάζεσθαί τε καὶ ἐπιπλῆξαι ἁμαρτάνοντι, πότερον οὐ διδάσκοντα ἣν δύναμιν ἔχει κακία τε καὶ ἀρετὴ καὶ πάντως δηλοῦντα, διαφέρειν τῶν ἄλλων, ἀλλ' ἢ ποιητήν τινα ἐλθόντα εἰς τὴν πόλιν ἢ παιδευτὴν νέων φάσκοντ' εἶναι βελτίω φαίνεσθαι τοῦ πᾶσαν ἀρετὴν νενικηκότος· εἶτα ἐν τῇ τοιαύτῃ πόλει ὅπου μὴ λόγῳ ἔργῳ τε ἱκανοὶ φύλακες εἶεν, ἀρετῆς πέρι γιγνώσκοντες ἱκανῶς, θαυμαστόν τι ταύτην τὴν πόλιν ἀφύλακτον οὖσαν πάσχειν ἃ πολλαὶ πάσχουσι τῶν νῦν πόλεων· Κλεινίας οὐδέν γε, ὡς εἰκός.
404Plato, Menexenus, p1, 240; 5 (auctor c.425BC-347BC)
ἐν τούτῳ δὴ ἄν τις γενόμενος γνοίη οἷοι ἄρα ἐτύγχανον ὄντες τὴν ἀρετὴν οἱ Μαραθῶνι δεξάμενοι τὴν τῶν βαρβάρων δύναμιν καὶ κολασάμενοι τὴν ὑπερηφανίαν ὅλης τῆς Ἀσίας καὶ πρῶτοι στήσαντες τρόπαια τῶν βαρβάρων, ἡγεμόνες καὶ διδάσκαλοι τοῖς ἄλλοις γενόμενοι ὅτι οὐκ ἄμαχος εἴη ἡ Περσῶν δύναμις, ἀλλὰ πᾶν πλῆθος καὶ πᾶς πλοῦτος ἀρετῇ ὑπείκει.
405Plato, Menexenus, p1, 241; 5 (auctor c.425BC-347BC)
τρίτον δὲ λέγω τὸ ἐν Πλαταιαῖς ἔργον καὶ ἀριθμῷ καὶ ἀρετῇ γενέσθαι τῆς Ἑλληνικῆς σωτηρίας, κοινὸν ἤδη τοῦτο Λακεδαιμονίων τε καὶ Ἀθηναίων.
406Plato, Menexenus, p1, 243; 2 (auctor c.425BC-347BC)
οὗ δὴ καὶ ἐκφανὴς ἐγένετο ἡ τῆς πόλεως ῥώμη τε καὶ ἀρετή.
407Plato, Menexenus, p1, 243; 4 (auctor c.425BC-347BC)
ὧν χρὴ ἀεὶ μεμνῆσθαί τε καὶ ἐπαινεῖν· τῇ μὲν γὰρ ἐκείνων ἀρετῇ ἐνικήσαμεν οὐ μόνον τὴν τότε ναυμαχίαν, ἀλλὰ καὶ τὸν ἄλλον πόλεμον· δόξαν γὰρ δι' αὐτοὺς ἡ πόλις ἔσχεν μή ποτ' ἂν καταπολεμηθῆναι μηδ' ὑπὸ πάντων ἀνθρώπων – καὶ ἀληθῆ ἔδοξεν – τῇ δὲ ἡμετέρᾳ αὐτῶν διαφορᾷ ἐκρατήθημεν, οὐχ ὑπὸ τῶν ἄλλων· ἀήττητοι γὰρ ἔτι καὶ νῦν ὑπό γε ἐκείνων ἐσμέν, ἡμεῖς δὲ αὐτοὶ ἡμᾶς αὐτοὺς καὶ ἐνικήσαμεν καὶ ἡττήθημεν.
408Plato, Menexenus, p1, 247; 2 (auctor c.425BC-347BC)
ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ· εἰ δὲ μή, ἴστε ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν.
409Plato, Menon, p1, 70; 1 (auctor c.425BC-347BC)
Μένων ἔχεις μοι εἰπεῖν, ὦ Σώκρατες, ἆρα διδακτὸν ἡ ἀρετή· ἢ οὐ διδακτὸν ἀλλ' ἀσκητόν· ἢ οὔτε ἀσκητὸν οὔτε μαθητόν, ἀλλὰ φύσει παραγίγνεται τοῖς ἀνθρώποις ἢ ἄλλῳ τινὶ τρόπῳ· Σωκράτης ὦ Μένων, πρὸ τοῦ μὲν Θετταλοὶ εὐδόκιμοι ἦσαν ἐν τοῖς Ἕλλησιν καὶ ἐθαυμάζοντο ἐφ' ἱππικῇ τε καὶ πλούτῳ, νῦν δέ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ σοφίᾳ, καὶ οὐχ ἥκιστα οἱ τοῦ σοῦ ἑταίρου Ἀριστίππου πολῖται Λαρισαῖοι.
410Plato, Menon, p1, 71; 2 (auctor c.425BC-347BC)
εἰ γοῦν τινα ἐθέλεις οὕτως ἐρέσθαι τῶν ἐνθάδε, οὐδεὶς ὅστις οὐ γελάσεται καὶ ἐρεῖ· «ὦ ξένε, κινδυνεύω σοι δοκεῖν μακάριός τις εἶναι – ἀρετὴν γοῦν εἴτε διδακτὸν εἴθ' ὅτῳ τρόπῳ παραγίγνεται εἰδέναι – ἐγὼ δὲ τοσοῦτον δέω εἴτε διδακτὸν εἴτε μὴ διδακτὸν εἰδέναι, ὥστ' οὐδὲ αὐτὸ ὅτι ποτ' ἐστὶ τὸ παράπαν ἀρετὴ τυγχάνω εἰδώς.
411Plato, Menon, p1, 71; 4 (auctor c.425BC-347BC)
ἀλλὰ σύ, ὦ Σώκρατες, ἀληθῶς οὐδ' ὅτι ἀρετή ἐστιν οἶσθα, ἀλλὰ ταῦτα περὶ σοῦ καὶ οἴκαδε ἀπαγγέλλωμεν· Σωκράτης μὴ μόνον γε, ὦ ἑταῖρε, ἀλλὰ καὶ ὅτι οὐδ' ἄλλῳ πω ἐνέτυχον εἰδότι, ὡς ἐμοὶ δοκῶ.
412Plato, Menon, p1, 71; 12 (auctor c.425BC-347BC)
πρῶτον μέν, εἰ βούλει ἀνδρὸς ἀρετήν, ῥᾴδιον, ὅτι αὕτη ἐστὶν ἀνδρὸς ἀρετή, ἱκανὸν εἶναι τὰ τῆς πόλεως πράττειν, καὶ πράττοντα τοὺς μὲν φίλους εὖ ποιεῖν, τοὺς δ' ἐχθροὺς κακῶς, καὶ αὐτὸν εὐλαβεῖσθαι μηδὲν τοιοῦτον παθεῖν.
413Plato, Menon, p1, 71; 14 (auctor c.425BC-347BC)
καὶ ἄλλη ἐστὶν παιδὸς ἀρετή, καὶ θηλείας καὶ ἄρρενος, καὶ πρεσβυτέρου ἀνδρός, εἰ μὲν βούλει, ἐλευθέρου, εἰ δὲ βούλει,
414Plato, Menon, p1, 72; 2 (auctor c.425BC-347BC)
καὶ ἄλλαι πάμπολλαι ἀρεταί εἰσιν, ὥστε οὐκ ἀπορία εἰπεῖν ἀρετῆς πέρι ὅτι ἐστίν· καθ' ἑκάστην γὰρ τῶν πράξεων καὶ τῶν ἡλικιῶν πρὸς ἕκαστον ἔργον ἑκάστῳ ἡμῶν ἡ ἀρετή ἐστιν, ὡσαύτως δὲ οἶμαι, ὦ Σώκρατες, καὶ ἡ κακία.
415Plato, Menon, p1, 72; 6 (auctor c.425BC-347BC)
Σωκράτης οὕτω δὴ καὶ περὶ τῶν ἀρετῶν· κἂν εἰ πολλαὶ καὶ παντοδαπαί εἰσιν, ἕν γέ τι εἶδος ταὐτὸν ἅπασαι ἔχουσιν δι' ὃ εἰσὶν ἀρεταί, εἰς ὃ καλῶς που ἔχει ἀποβλέψαντα τὸν ἀποκρινόμενον τῷ ἐρωτήσαντι ἐκεῖνο δηλῶσαι, ὃ τυγχάνει οὖσα ἀρετή· ἢ οὐ μανθάνεις ὅτι λέγω· Μένων δοκῶ γέ μοι μανθάνειν· οὐ μέντοι ὡς βούλομαί γέ πω κατέχω τὸ ἐρωτώμενον.
416Plato, Menon, p1, 73; 1 (auctor c.425BC-347BC)
Σωκράτης ἡ δὲ ἀρετὴ πρὸς τὸ ἀρετὴ εἶναι διοίσει τι, ἐάντε ἐν παιδὶ ᾖ ἐάντε ἐν πρεσβύτῃ, ἐάντε ἐν γυναικὶ ἐάντε ἐν ἀνδρί· Μένων ἔμοιγέ πως δοκεῖ, ὦ Σώκρατες, τοῦτο οὐκέτι ὅμοιον εἶναι τοῖς ἄλλοις τούτοις.
417Plato, Menon, p1, 73; 11 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν.
418Plato, Menon, p1, 73; 13 (auctor c.425BC-347BC)
Σωκράτης ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετ' ἐκείνου.
419Plato, Menon, p1, 73; 16 (auctor c.425BC-347BC)
ἀλλ' ἆρα καὶ παιδὸς ἡ αὐτὴ ἀρετή, ὦ Μένων, καὶ δούλου, ἄρχειν οἵω τε εἶναι τοῦ δεσπότου, καὶ δοκεῖ σοι ἔτι ἂν δοῦλος εἶναι ὁ ἄρχων· Μένων οὐ πάνυ μοι δοκεῖ, ὦ Σώκρατες.
420Plato, Menon, p1, 73; 19 (auctor c.425BC-347BC)
οὐ προσθήσομεν αὐτόσε τὸ δικαίως, ἀδίκως δὲ μή· Μένων οἶμαι ἔγωγε· ἡ γὰρ δικαιοσύνη, ὦ Σώκρατες, ἀρετή ἐστιν.
421Plato, Menon, p1, 73; 20 (auctor c.425BC-347BC)
Σωκράτης πότερον ἀρετή, ὦ Μένων, ἢ ἀρετή τις· Μένων πῶς τοῦτο λέγεις· Σωκράτης ὡς περὶ ἄλλου ὁτουοῦν.
422Plato, Menon, p1, 74; 3 (auctor c.425BC-347BC)
Μένων ἡ ἀνδρεία τοίνυν ἔμοιγε δοκεῖ ἀρετὴ εἶναι καὶ σωφροσύνη καὶ σοφία καὶ μεγαλοπρέπεια καὶ ἄλλαι πάμπολλαι.
423Plato, Menon, p1, 77; 3 (auctor c.425BC-347BC)
ἀλλ' ἴθι δὴ πειρῶ καὶ σὺ ἐμοὶ τὴν ὑπόσχεσιν ἀποδοῦναι, κατὰ ὅλου εἰπὼν ἀρετῆς πέρι ὅτι ἐστίν, καὶ παῦσαι πολλὰ ποιῶν ἐκ τοῦ ἑνός, ὅπερ φασὶ τοὺς συντρίβοντάς τι ἑκάστοτε οἱ σκώπτοντες, ἀλλὰ ἐάσας ὅλην καὶ ὑγιῆ εἰπὲ τί ἐστιν ἀρετή.
424Plato, Menon, p1, 77; 5 (auctor c.425BC-347BC)
Μένων δοκεῖ τοίνυν μοι, ὦ Σώκρατες, ἀρετὴ εἶναι, καθάπερ ὁ ποιητὴς λέγει, «χαίρειν τε καλοῖσι καὶ δύνασθαι·» καὶ ἐγὼ τοῦτο λέγω ἀρετήν, ἐπιθυμοῦντα τῶν καλῶν δυνατὸν εἶναι πορίζεσθαι.
425Plato, Menon, p1, 78; 7 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν νυνδὴ ἔλεγες ὅτι ἔστιν ἡ ἀρετὴ βούλεσθαί τε τἀγαθὰ καὶ δύνασθαι· Μένων εἶπον γάρ.
426Plato, Menon, p1, 78; 11 (auctor c.425BC-347BC)
Σωκράτης τοῦτ' ἔστιν ἄρα, ὡς ἔοικε, κατὰ τὸν σὸν λόγον ἀρετή, δύναμις τοῦ πορίζεσθαι τἀγαθά.
427Plato, Menon, p1, 78; 17 (auctor c.425BC-347BC)
Σωκράτης εἶεν· χρυσίον δὲ δὴ καὶ ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι Μένων ὁ τοῦ μεγάλου βασιλέως πατρικὸς ξένος.
428Plato, Menon, p1, 78; 21 (auctor c.425BC-347BC)
Σωκράτης δεῖ ἄρα, ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην ἢ σωφροσύνην ἢ ὁσιότητα προσεῖναι, ἢ ἄλλο τι μόριον ἀρετῆς· εἰ δὲ μή, οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά.
429Plato, Menon, p1, 78; 22 (auctor c.425BC-347BC)
Μένων πῶς γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτ' ἄν· Σωκράτης τὸ δὲ μὴ ἐκπορίζειν χρυσίον καὶ ἀργύριον, ὅταν μὴ δίκαιον ᾖ, μήτε αὑτῷ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἡ ἀπορία· Μένων φαίνεται.
430Plato, Menon, p1, 78; 23 (auctor c.425BC-347BC)
Σωκράτης οὐδὲν ἄρα μᾶλλον ὁ πόρος τῶν τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, ὃ δ'
431Plato, Menon, p1, 79; 4 (auctor c.425BC-347BC)
Σωκράτης εἶτα, ὦ Μένων, παίζεις πρός με· Μένων τί δή, ὦ Σώκρατες· Σωκράτης ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι μηδὲ κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθ' ἃ δέοι ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή ἐστιν οἷόν τ' εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης· τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι· Μένων ἔγωγε.
432Plato, Menon, p1, 79; 6 (auctor c.425BC-347BC)
τί οὖν δὴ τοῦτο λέγω· ὅτι ἐμοῦ δεηθέντος ὅλον εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν, πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου ἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν κατὰ μόρια.
433Plato, Menon, p1, 79; 7 (auctor c.425BC-347BC)
δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ, τῆς αὐτῆς ἐρωτήσεως, ὦ φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη· τοῦτο γάρ ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα ἡ μετὰ δικαιοσύνης πρᾶξις ἀρετή ἐστιν.
434Plato, Menon, p1, 81; 10 (auctor c.425BC-347BC)
οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ· οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε δὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ· ᾧ ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν.
435Plato, Menon, p1, 86; 9 (auctor c.425BC-347BC)
Σωκράτης βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτ' ἐστὶν ἀρετή· Μένων πάνυ μὲν οὖν.
436Plato, Menon, p1, 86; 11 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλ' εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό· ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδ' ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι – τί γὰρ χρὴ ποιεῖν· – ἔοικεν οὖν σκεπτέον εἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν.
437Plato, Menon, p1, 87; 3 (auctor c.425BC-347BC)
» οὕτω δὴ καὶ περὶ ἀρετῆς ἡμεῖς, ἐπειδὴ οὐκ ἴσμεν οὔθ' ὅτι ἐστὶν οὔθ' ὁποῖόν τι, ὑποθέμενοι αὐτὸ σκοπῶμεν εἴτε διδακτὸν εἴτε οὐ διδακτόν ἐστιν, ὧδε λέγοντες· εἰ ποῖόν τί ἐστιν τῶν περὶ τὴν ψυχὴν ὄντων ἀρετή, διδακτὸν ἂν εἴη ἢ οὐ διδακτόν· πρῶτον μὲν δὴ εἰ ἔστιν ἀλλοῖον ἢ οἷον ἐπιστήμη, ἆρα διδακτὸν ἢ οὔ, ἢ ὃ νυνδὴ ἐλέγομεν, ἀναμνηστόν – διαφερέτω δὲ μηδὲν ἡμῖν ὁποτέρῳ ἂν τῷ ὀνόματι χρώμεθα – ἀλλ' ἆρα διδακτόν· ἢ τοῦτό γε παντὶ δῆλον, ὅτι οὐδὲν ἄλλο διδάσκεται ἄνθρωπος ἢ ἐπιστήμην· Μένων ἔμοιγε δοκεῖ.
438Plato, Menon, p1, 87; 4 (auctor c.425BC-347BC)
Σωκράτης εἰ δέ γ' ἐστὶν ἐπιστήμη τις ἡ ἀρετή, δῆλον ὅτι διδακτὸν ἂν εἴη.
439Plato, Menon, p1, 87; 7 (auctor c.425BC-347BC)
Σωκράτης τὸ δὴ μετὰ τοῦτο, ὡς ἔοικε, δεῖ σκέψασθαι πότερόν ἐστιν ἐπιστήμη ἡ ἀρετὴ ἢ ἀλλοῖον ἐπιστήμης.
440Plato, Menon, p1, 87; 10 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν εἰ μέν τί ἐστιν ἀγαθὸν καὶ ἄλλο χωριζόμενον ἐπιστήμης, τάχ' ἂν εἴη ἡ ἀρετὴ οὐκ ἐπιστήμη τις· εἰ δὲ μηδέν ἐστιν ἀγαθὸν ὃ οὐκ ἐπιστήμη περιέχει, ἐπιστήμην ἄν τιν' αὐτὸ ὑποπτεύοντες εἶναι ὀρθῶς ὑποπτεύοιμεν.
441Plato, Menon, p1, 87; 12 (auctor c.425BC-347BC)
Σωκράτης καὶ μὴν ἀρετῇ γ' ἐσμὲν ἀγαθοί· Μένων ναί.
442Plato, Menon, p1, 87; 15 (auctor c.425BC-347BC)
Σωκράτης καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν· Μένων ἀνάγκη ἐκ τῶν ὡμολογηΜένων.
443Plato, Menon, p1, 88; 9 (auctor c.425BC-347BC)
Σωκράτης εἰ ἄρα ἀρετὴ τῶν ἐν τῇ ψυχῇ τί ἐστιν καὶ ἀναγκαῖον αὐτῷ ὠφελίμῳ εἶναι, φρόνησιν αὐτὸ δεῖ εἶναι, ἐπειδήπερ πάντα τὰ κατὰ τὴν ψυχὴν αὐτὰ μὲν καθ' αὑτὰ οὔτε ὠφέλιμα οὔτε βλαβερά ἐστιν, προσγενομένης δὲ φρονήσεως ἢ ἀφροσύνης βλαβερά τε καὶ ὠφέλιμα γίγνεται.
444Plato, Menon, p1, 89; 7 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν ἐπειδὴ οὐ φύσει οἱ ἀγαθοὶ ἀγαθοὶ γίγνονται, ἆρα μαθήσει· Μένων δοκεῖ μοι ἤδη ἀναγκαῖον εἶναι· καὶ δῆλον, ὦ Σώκρατες, κατὰ τὴν ὑπόθεσιν, εἴπερ ἐπιστήμη ἐστὶν ἀρετή, ὅτι διδακτόν ἐστιν.
445Plato, Menon, p1, 89; 10 (auctor c.425BC-347BC)
Μένων τί οὖν δή· πρὸς τί βλέπων δυσχεραίνεις αὐτὸ καὶ ἀπιστεῖς μὴ οὐκ ἐπιστήμη ᾖ ἡ ἀρετή· Σωκράτης ἐγώ σοι ἐρῶ, ὦ Μένων.
446Plato, Menon, p1, 89; 12 (auctor c.425BC-347BC)
τόδε γάρ μοι εἰπέ· εἰ ἔστιν διδακτὸν ὁτιοῦν πρᾶγμα, μὴ μόνον ἀρετή, οὐκ ἀναγκαῖον αὐτοῦ καὶ διδασκάλους καὶ μαθητὰς εἶναι· Μένων ἔμοιγε δοκεῖ.
447Plato, Menon, p1, 93; 1 (auctor c.425BC-347BC)
ἔμαθον· Ἄνυτος καὶ τούτους ἔγωγε ἀξιῶ παρὰ τῶν προτέρων μαθεῖν, ὄντων καλῶν κἀγαθῶν· ἢ οὐ δοκοῦσί σοι πολλοὶ καὶ ἀγαθοὶ γεγονέναι ἐν τῇδε τῇ πόλει ἄνδρες· Σωκράτης ἔμοιγε, ὦ Ἄνυτε, καὶ εἶναι δοκοῦσιν ἐνθάδε ἀγαθοὶ τὰ πολιτικά, καὶ γεγονέναι ἔτι οὐχ ἧττον ἢ εἶναι· ἀλλὰ μῶν καὶ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν τῆς αὑτῶν ἀρετῆς· τοῦτο γάρ ἐστιν περὶ οὗ ὁ λόγος ἡμῖν τυγχάνει ὤν· οὐκ εἰ εἰσὶν ἀγαθοὶ ἢ μὴ ἄνδρες ἐνθάδε, οὐδ' εἰ γεγόνασιν ἐν τῷ πρόσθεν, ἀλλ' εἰ διδακτόν ἐστιν ἀρετὴ πάλαι σκοποῦμεν.
448Plato, Menon, p1, 93; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἆρ' οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν αὑτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, οὐδὲν τῶν γειτόνων βελτίω ποιῆσαι, εἴπερ ἦν γε διδακτὸν ἡ ἀρετή· Ἄνυτος ἴσως μὰ Δί' οὔ.
449Plato, Menon, p1, 94; 7 (auctor c.425BC-347BC)
ἀλλὰ γάρ, ὦ ἑταῖρε Ἄνυτε, μὴ οὐκ ᾖ διδακτὸν ἀρετή.
450Plato, Menon, p1, 96; 10 (auctor c.425BC-347BC)
Σωκράτης ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν· Μένων οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα.
451Plato, Menon, p1, 98; 17 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἡ ἀρετή· Μένων ναί.
452Plato, Menon, p1, 99; 3 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐδ' ἐπιστήμη δὴ ἔτι γίγνεται ἡ ἀρετή· Μένων οὐ φαίνεται.
453Plato, Menon, p1, 99; 17 (auctor c.425BC-347BC)
τούτῳ μέν, ὦ Μένων, καὶ αὖθις διαλεξόμεθα· εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνομένη ἄνευ νοῦ οἷς ἂν
454Plato, Menon, p1, 100; 5 (auctor c.425BC-347BC)
Σωκράτης ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ ἡμῖν φαίνεται παραγιγνομένη ἡ ἀρετὴ οἷς ἂν παραγίγνηται· τὸ δὲ σαφὲς περὶ αὐτοῦ εἰσόμεθα τότε, ὅταν πρὶν ᾧτινι τρόπῳ τοῖς ἀνθρώποις παραγίγνεται ἀρετή, πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθ' αὑτὸ ζητεῖν τί ποτ' ἔστιν ἀρετή.
455Plato, Phaedo, p1, 69; 4 (auctor c.425BC-347BC)
ὦ μακάριε Σιμμία, μὴ γὰρ οὐχ αὕτη ᾖ ἡ ὀρθὴ πρὸς ἀρετὴν ἀλλαγή, ἡδονὰς πρὸς ἡδονὰς καὶ λύπας πρὸς λύπας καὶ φόβον πρὸς φόβον καταλλάττεσθαι, [καὶ] μείζω πρὸς ἐλάττω ὥσπερ νομίσματα, ἀλλ' ᾖ ἐκεῖνο μόνον τὸ νόμισμα ὀρθόν, ἀντὶ οὗ δεῖ πάντα ταῦτα καταλλάττεσθαι, φρόνησις, [καὶ τούτου μὲν πάντα] καὶ μετὰ τούτου [ὠνούμενά τε καὶ πιπρασκόμενα] τῷ ὄντι ᾖ καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ συλλήβδην ἀληθὴς ἀρετή, μετὰ φρονήσεως, καὶ προσγιγνομένων καὶ ἀπογιγνομένων καὶ ἡδονῶν καὶ φόβων καὶ τῶν ἄλλων πάντων τῶν τοιούτων· χωριζόμενα δὲ φρονήσεως [καὶ] ἀλλαττόμενα ἀντὶ ἀλλήλων μὴ σκιαγραφία τις ᾖ ἡ τοιαύτη ἀρετὴ καὶ τῷ ὄντι ἀνδραποδώδης τε καὶ οὐδὲν ὑγιὲς οὐδ' ἀληθὲς ἔχῃ, τὸ δ' ἀληθὲς τῷ ὄντι ᾖ κάθαρσίς τις τῶν τοιούτων πάντων καὶ ἡ σωφροσύνη καὶ ἡ δικαιοσύνη καὶ ἀνδρεία, καὶ αὐτὴ ἡ φρόνησις μὴ καθαρμός τις ᾖ.
456Plato, Phaedo, p1, 93; 18 (auctor c.425BC-347BC)
τοῦτο δ' αὖ πεπονθυῖα ἆρ' ἄν τι πλέον κακίας ἢ ἀρετῆς μετέχοι ἑτέρα ἑτέρας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία εἴη· οὐδὲν πλέον.
457Plato, Phaedrus, p1, 253; 6 (auctor c.425BC-347BC)
τῶν δὲ δὴ ἵππων ὁ μέν, φαμέν, ἀγαθός, ὁ δ' οὔ· ἀρετὴ δὲ τίς τοῦ ἀγαθοῦ ἢ κακοῦ κακία, οὐ διείπομεν, νῦν δὲ λεκτέον.
458Plato, Phaedrus, p1, 256; 2 (auctor c.425BC-347BC)
ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην τε δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας ἀγαγόντα, μακάριον μὲν καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς αὑτῶν καὶ κόσμιοι ὄντες, δουλωσάμενοι μὲν ᾧ κακία ψυχῆς ἐνεγίγνετο, ἐλευθερώσαντες δὲ ᾧ ἀρετή· τελευτήσαντες δὲ δὴ ὑπόπτεροι καὶ ἐλαφροὶ γεγονότες τῶν τριῶν παλαισμάτων τῶν ὡς ἀληθῶς Ὀλυμπιακῶν ἓν νενικήκασιν, οὗ μεῖζον ἀγαθὸν οὔτε σωφροσύνη ἀνθρωπίνη οὔτε θεία μανία δυνατὴ πορίσαι ἀνθρώπῳ.
459Plato, Philebus, p1, 45; 15 (auctor c.425BC-347BC)
Σωκράτης καλῶς· καὶ εἴ γε τοῦθ' οὕτως ἔχει, δῆλον ὡς ἔν τινι πονηρίᾳ ψυχῆς καὶ τοῦ σώματος, ἀλλ' οὐκ ἐν ἀρετῇ μέγισται μὲν ἡδοναί, μέγισται δὲ καὶ λῦπαι γίγνονται.
460Plato, Philebus, p1, 48; 23 (auctor c.425BC-347BC)
Σωκράτης πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες.
461Plato, Philebus, p1, 64; 16 (auctor c.425BC-347BC)
Σωκράτης νῦν δὴ καταπέφευγεν ἡμῖν ἡ τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν· μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.
462Plato, Protagoras, p1, 320; 1 (auctor c.425BC-347BC)
ἃ δὲ αὐτὸς σοφός ἐστιν οὔτε αὐτὸς παιδεύει οὔτε τῳ ἄλλῳ παραδίδωσιν, ἀλλ' αὐτοὶ περιιόντες νέμονται ὥσπερ ἄφετοι, ἐάν που αὐτόματοι περιτύχωσιν τῇ ἀρετῇ.
463Plato, Protagoras, p1, 320; 5 (auctor c.425BC-347BC)
εἰ οὖν ἔχεις ἐναργέστερον ἡμῖν ἐπιδεῖξαι ὡς διδακτόν ἐστιν ἡ ἀρετή, μὴ φθονήσῃς ἀλλ' ἐπίδειξον.
464Plato, Protagoras, p1, 323; 4 (auctor c.425BC-347BC)
ἐν γὰρ ταῖς ἄλλαις ἀρεταῖς, ὥσπερ σὺ λέγεις, ἐάν τις φῇ ἀγαθὸς αὐλητὴς εἶναι, ἢ ἄλλην ἡντινοῦν τέχνην ἣν μή ἐστιν, ἢ καταγελῶσιν ἢ χαλεπαίνουσιν, καὶ οἱ οἰκεῖοι προσιόντες νουθετοῦσιν ὡς μαινόμενον· ἐν δὲ δικαιοσύνῃ καὶ ἐν τῇ ἄλλῃ πολιτικῇ ἀρετῇ, ἐάν τινα καὶ εἰδῶσιν ὅτι ἄδικός ἐστιν, ἐὰν οὗτος αὐτὸς καθ' αὑτοῦ τἀληθῆ λέγῃ ἐναντίον πολλῶν, ὃ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν, ἐνταῦθα μανίαν, καί φασιν πάντας δεῖν φάναι εἶναι δικαίους, ἐάντε ὦσιν ἐάντε μή, ἢ μαίνεσθαι τὸν μὴ προσποιούμενον [δικαιοσύνην]· ὡς ἀναγκαῖον οὐδένα ὅντιν' οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς, ἢ μὴ εἶναι ἐν ἀνθρώποις.
465Plato, Protagoras, p1, 326; 6 (auctor c.425BC-347BC)
τοσαύτης οὖν τῆς ἐπιμελείας οὔσης περὶ ἀρετῆς ἰδίᾳ καὶ δημοσίᾳ, θαυμάζεις, ὦ Σώκρατες, καὶ ἀπορεῖς εἰ διδακτόν ἐστιν ἀρετή· ἀλλ' οὐ χρὴ θαυμάζειν, ἀλλὰ πολὺ μᾶλλον εἰ μὴ διδακτόν.
466Plato, Protagoras, p1, 327; 3 (auctor c.425BC-347BC)
εἰ μὴ οἷόν τ' ἦν πόλιν εἶναι εἰ μὴ πάντες αὐληταὶ ἦμεν ὁποῖός τις ἐδύνατο ἕκαστος, καὶ τοῦτο καὶ ἰδίᾳ καὶ δημοσίᾳ πᾶς πάντα καὶ ἐδίδασκε καὶ ἐπέπληττε τὸν μὴ καλῶς αὐλοῦντα, καὶ μὴ ἐφθόνει τούτου, ὥσπερ νῦν τῶν δικαίων καὶ τῶν νομίμων οὐδεὶς φθονεῖ οὐδ' ἀποκρύπτεται ὥσπερ τῶν ἄλλων τεχνημάτων – λυσιτελεῖ γὰρ οἶμαι ἡμῖν ἡ ἀλλήλων δικαιοσύνη καὶ ἀρετή· διὰ ταῦτα πᾶς παντὶ προθύμως λέγει καὶ διδάσκει καὶ τὰ δίκαια καὶ τὰ νόμιμα – εἰ οὖν οὕτω καὶ ἐν αὐλήσει πᾶσαν προθυμίαν καὶ ἀφθονίαν εἴχομεν ἀλλήλους διδάσκειν, οἴει ἄν τι, ἔφη, μᾶλλον, ὦ Σώκρατες, τῶν ἀγαθῶν αὐλητῶν ἀγαθοὺς αὐλητὰς τοὺς ὑεῖς γίγνεσθαι ἢ τῶν φαύλων· οἶμαι μὲν οὔ, ἀλλὰ ὅτου ἔτυχεν ὁ ὑὸς εὐφυέστατος γενόμενος εἰς αὔλησιν, οὗτος ἂν ἐλλόγιμος ηὐξήθη, ὅτου δὲ ἀφυής, ἀκλεής· καὶ πολλάκις μὲν ἀγαθοῦ αὐλητοῦ φαῦλος ἂν ἀπέβη, πολλάκις δ' ἂν φαύλου ἀγαθός· ἀλλ' οὖν αὐληταί γ' ἂν πάντες ἦσαν ἱκανοὶ ὡς πρὸς τοὺς ἰδιώτας καὶ μηδὲν αὐλήσεως ἐπαΐοντας.
467Plato, Protagoras, p1, 328; 4 (auctor c.425BC-347BC)
τοιοῦτόν σοι, ἔφη, ὦ Σώκρατες, ἐγὼ καὶ μῦθον καὶ λόγον εἴρηκα, ὡς διδακτὸν ἀρετὴ καὶ Ἀθηναῖοι οὕτως ἡγοῦνται, καὶ ὅτι οὐδὲν θαυμαστὸν τῶν ἀγαθῶν πατέρων φαύλους ὑεῖς γίγνεσθαι καὶ τῶν φαύλων ἀγαθούς, ἐπεὶ καὶ οἱ Πολυκλείτου ὑεῖς, Παράλου καὶ Ξανθίππου τοῦδε ἡλικιῶται, οὐδὲν πρὸς τὸν πατέρα εἰσίν, καὶ ἄλλοι ἄλλων δημιουργῶν.
468Plato, Protagoras, p1, 329; 5 (auctor c.425BC-347BC)
ἔλεγες γὰρ ὅτι ὁ Ζεὺς τὴν δικαιοσύνην καὶ τὴν αἰδῶ πέμψειε τοῖς ἀνθρώποις, καὶ αὖ πολλαχοῦ ἐν τοῖς λόγοις ἐλέγετο ὑπὸ σοῦ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης καὶ πάντα ταῦτα ὡς ἕν τι εἴη συλλήβδην, ἀρετή· ταῦτ' οὖν αὐτὰ δίελθέ μοι ἀκριβῶς τῷ λόγῳ, πότερον ἓν μέν τί ἐστιν ἡ ἀρετή, μόρια δὲ αὐτῆς ἐστιν ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης, ἢ ταῦτ' ἐστὶν ἃ νυνδὴ ἐγὼ ἔλεγον πάντα ὀνόματα τοῦ αὐτοῦ ἑνὸς ὄντος.
469Plato, Protagoras, p1, 360; 23 (auctor c.425BC-347BC)
οὔτοι, ἦν δ' ἐγώ, ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα ἢ σκέψασθαι βουλόμενος πῶς ποτ' ἔχει τὰ περὶ τῆς ἀρετῆς καὶ τί ποτ' ἐστὶν αὐτό, ἡ ἀρετή.
470Plato, Protagoras, p1, 361; 1 (auctor c.425BC-347BC)
γενομένου μάλιστ' ἂν κατάδηλον γένοιτο ἐκεῖνο περὶ οὗ ἐγώ τε καὶ σὺ μακρὸν λόγον ἑκάτερος ἀπετείναμεν, ἐγὼ μὲν λέγων ὡς οὐ διδακτὸν ἀρετή, σὺ δ' ὡς διδακτόν.
471Plato, Protagoras, p1, 361; 2 (auctor c.425BC-347BC)
καί μοι δοκεῖ ἡμῶν ἡ ἄρτι ἔξοδος τῶν λόγων ὥσπερ ἄνθρωπος κατηγορεῖν τε καὶ καταγελᾶν, καὶ εἰ φωνὴν λάβοι, εἰπεῖν ἂν ὅτι «ἄτοποί γ' ἐστέ, ὦ Σώκρατές τε καὶ Πρωταγόρα· σὺ μὲν λέγων ὅτι οὐ διδακτόν ἐστιν ἀρετὴ ἐν τοῖς ἔμπροσθεν, νῦν σεαυτῷ τἀναντία σπεύδεις, ἐπιχειρῶν ἀποδεῖξαι ὡς πάντα χρήματά ἐστιν ἐπιστήμη, καὶ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἡ ἀνδρεία, ᾧ τρόπῳ μάλιστ' ἂν διδακτὸν φανείη ἡ ἀρετή.
472Plato, Protagoras, p1, 361; 3 (auctor c.425BC-347BC)
εἰ μὲν γὰρ ἄλλο τι ἦν ἢ ἐπιστήμη ἡ ἀρετή, ὥσπερ Πρωταγόρας ἐπεχείρει λέγειν, σαφῶς οὐκ ἂν ἦν διδακτόν· νῦν δὲ εἰ φανήσεται ἐπιστήμη ὅλον, ὡς σὺ σπεύδεις, ὦ Σώκρατες, θαυμάσιον ἔσται μὴ διδακτὸν ὄν.
473Plato, Respublica, 1, 335; 11 (auctor c.425BC-347BC)
ἀλλ' ἡ δικαιοσύνη οὐκ ἀνθρωπεία ἀρετή· καὶ τοῦτ' ἀνάγκη.
474Plato, Respublica, 1, 335; 16 (auctor c.425BC-347BC)
ἀλλὰ τῇ δικαιοσύνῃ δὴ οἱ δίκαιοι ἀδίκους· ἢ καὶ συλλήβδην ἀρετῇ οἱ ἀγαθοὶ κακούς· ἀλλὰ ἀδύνατον.
475Plato, Respublica, 1, 349; 1 (auctor c.425BC-347BC)
ἃ ἡμεῖς τῷ δικαίῳ προσετίθεμεν, ἐπειδή γε καὶ ἐν ἀρετῇ αὐτὸ καὶ σοφίᾳ ἐτόλμησας θεῖναι.
476Plato, Respublica, 1, 351; 2 (auctor c.425BC-347BC)
ἐλέχθη γάρ που ὅτι καὶ δυνατώτερον καὶ ἰσχυρότερον εἴη ἀδικία δικαιοσύνης· νῦν δέ γ', ἔφην, εἴπερ σοφία τε καὶ ἀρετή ἐστιν δικαιοσύνη, ῥᾳδίως οἶμαι φανήσεται καὶ ἰσχυρότερον ἀδικίας, ἐπειδήπερ ἐστὶν ἀμαθία ἡ ἀδικία – οὐδεὶς ἂν ἔτι τοῦτο ἀγνοήσειεν – ἀλλ' οὔ τι οὕτως ἁπλῶς, ὦ Θρασύμαχε, ἔγωγε ἐπιθυμῶ, ἀλλὰ τῇδέ πῃ σκέψασθαι· πόλιν φαίης ἂν ἄδικον εἶναι καὶ ἄλλας πόλεις ἐπιχειρεῖν δουλοῦσθαι ἀδίκως καὶ καταδεδουλῶσθαι, πολλὰς δὲ καὶ ὑφ' ἑαυτῇ ἔχειν δουλωσαμένην· πῶς γὰρ οὔκ· ἔφη.
477Plato, Respublica, 1, 353; 7 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ ἀρετὴ δοκεῖ σοι εἶναι ἑκάστῳ ᾧπερ καὶ ἔργον τι προστέτακται· ἴωμεν δὲ ἐπὶ τὰ αὐτὰ πάλιν· ὀφθαλμῶν, φαμέν, ἔστι τι ἔργον· ἔστιν.
478Plato, Respublica, 1, 353; 8 (auctor c.425BC-347BC)
ἆρ' οὖν καὶ ἀρετὴ ὀφθαλμῶν ἔστιν· καὶ ἀρετή.
479Plato, Respublica, 1, 353; 10 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ ἀρετή· καὶ ἀρετή.
480Plato, Respublica, 1, 353; 13 (auctor c.425BC-347BC)
ἥτις, ἦν δ' ἐγώ, αὐτῶν ἡ ἀρετή· οὐ γάρ πω τοῦτο ἐρωτῶ, ἀλλ' εἰ τῇ οἰκείᾳ μὲν ἀρετῇ τὸ αὑτῶν ἔργον εὖ ἐργάσεται τὰ ἐργαζόμενα, κακίᾳ δὲ κακῶς.
481Plato, Respublica, 1, 354; 8 (auctor c.425BC-347BC)
οὐ μέντοι καλῶς γε εἱστίαμαι, δι' ἐμαυτὸν ἀλλ' οὐ διὰ σέ· ἀλλ' ὥσπερ οἱ λίχνοι τοῦ ἀεὶ παραφερομένου ἀπογεύονται ἁρπάζοντες, πρὶν τοῦ προτέρου μετρίως ἀπολαῦσαι, καὶ ἐγώ μοι δοκῶ οὕτω, πρὶν ὃ τὸ πρῶτον ἐσκοποῦμεν εὑρεῖν, τὸ δίκαιον ὅτι ποτ' ἐστίν, ἀφέμενος ἐκείνου ὁρμῆσαι ἐπὶ τὸ σκέψασθαι περὶ αὐτοῦ εἴτε κακία ἐστὶν καὶ ἀμαθία, εἴτε σοφία καὶ ἀρετή, καὶ ἐμπεσόντος αὖ ὕστερον λόγου, ὅτι λυσιτελέστερον ἡ ἀδικία τῆς δικαιοσύνης, οὐκ ἀπεσχόμην τὸ μὴ οὐκ ἐπὶ τοῦτο ἐλθεῖν ἀπ' ἐκείνου, ὥστε μοι νυνὶ γέγονεν ἐκ τοῦ διαλόγου μηδὲν εἰδέναι· ὁπότε γὰρ τὸ δίκαιον μὴ οἶδα ὅ ἐστιν, σχολῇ εἴσομαι εἴτε ἀρετή τις οὖσα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ὁ ἔχων αὐτὸ οὐκ εὐδαίμων ἐστὶν ἢ εὐδαίμων.
482Plato, Respublica, 1b, 402; 9 (auctor c.425BC-347BC)
ἀλλὰ τόδε μοι εἰπέ· σωφροσύνῃ καὶ ἡδονῇ ὑπερβαλλούσῃ ἔστι τις κοινωνία· καὶ πῶς· ἔφη, ἥ γε ἔκφρονα ποιεῖ οὐχ ἧττον ἢ λύπη· ἀλλὰ τῇ ἄλλῃ ἀρετῇ·
483Plato, Respublica, 1b, 403; 14 (auctor c.425BC-347BC)
ἐμοὶ μὲν γὰρ οὐ φαίνεται, ὃ ἂν χρηστὸν ᾖ σῶμα, τοῦτο τῇ αὑτοῦ ἀρετῇ ψυχὴν ἀγαθὴν ποιεῖν, ἀλλὰ τοὐναντίον ψυχὴ ἀγαθὴ τῇ αὑτῆς ἀρετῇ σῶμα παρέχειν ὡς οἷόν τε βέλτιστον· σοὶ δὲ πῶς φαίνεται· καὶ ἐμοί, ἔφη, οὕτως.
484Plato, Respublica, 1b, 407; 9 (auctor c.425BC-347BC)
τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν χαλεπή, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ ἰλίγγους ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίγνεσθαι, ὥστε, ὅπῃ ταύτῃ ἀρετὴ ἀσκεῖται καὶ δοκιμάζεται, πάντῃ ἐμπόδιος· κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ καὶ ὠδίνοντα μήποτε λήγειν περὶ τοῦ σώματος.
485Plato, Respublica, 1b, 409; 10 (auctor c.425BC-347BC)
οὐ τοίνυν, ἦν δ' ἐγώ, τοιοῦτον χρὴ τὸν δικαστὴν ζητεῖν τὸν ἀγαθόν τε καὶ σοφόν, ἀλλὰ τὸν πρότερον· πονηρία μὲν γὰρ ἀρετήν τε καὶ αὑτὴν οὔποτ' ἂν γνοίη, ἀρετὴ δὲ φύσεως παιδευομένης χρόνῳ ἅμα αὑτῆς τε καὶ πονηρίας ἐπιστήμην λήψεται.
486Plato, Respublica, 1c, 444; 18 (auctor c.425BC-347BC)
ἀρετὴ μὲν ἄρα, ὡς ἔοικεν, ὑγίειά τέ τις ἂν εἴη καὶ κάλλος καὶ εὐεξία ψυχῆς, κακία δὲ νόσος τε καὶ αἶσχος καὶ ἀσθένεια.
487Plato, Respublica, 1e, 498; 10 (auctor c.425BC-347BC)
ἄνδρα δὲ ἀρετῇ παρισωμένον καὶ ὡμοιωμένον μέχρι τοῦ δυνατοῦ τελέως ἔργῳ τε καὶ λόγῳ, δυναστεύοντα
488Plato, Respublica, 1g, 550; 20 (auctor c.425BC-347BC)
ἢ οὐχ οὕτω πλούτου ἀρετὴ διέστηκεν, ὥσπερ ἐν πλάστιγγι ζυγοῦ κειμένου ἑκατέρου, ἀεὶ τοὐναντίον ῥέποντε· καὶ μάλ', ἔφη.
489Plato, Respublica, 1g, 551; 1 (auctor c.425BC-347BC)
τιμωμένου δὴ πλούτου ἐν πόλει καὶ τῶν πλουσίων ἀτιμοτέρα ἀρετή τε καὶ οἱ ἀγαθοί.
490Plato, Respublica, 1g, 554; 17 (auctor c.425BC-347BC)
διὰ ταῦτα δὴ οἶμαι εὐσχημονέστερος ἂν πολλῶν ὁ τοιοῦτος εἴη· ὁμονοητικῆς δὲ καὶ ἡρμοσμένης τῆς ψυχῆς ἀληθὴς ἀρετὴ πόρρω ποι ἐκφεύγοι ἂν αὐτόν.
491Plato, Respublica, 1h, 576; 13 (auctor c.425BC-347BC)
ἄλλο τι οὖν, ἦν δ' ἐγώ, ὅ γε τυραννικὸς κατὰ τὴν τυραννουμένην πόλιν ἂν εἴη ὁμοιότητι, δημοτικὸς δὲ κατὰ δημοκρατουμένην, καὶ οἱ ἄλλοι οὕτω· τί μήν· οὐκοῦν, ὅτι πόλις πρὸς πόλιν ἀρετῇ καὶ εὐδαιμονίᾳ, τοῦτο καὶ ἀνὴρ πρὸς ἄνδρα· πῶς γὰρ οὔ· τί οὖν ἀρετῇ τυραννουμένη πόλις πρὸς βασιλευομένην οἵαν τὸ πρῶτον διήλθομεν· πᾶν τοὐναντίον, ἔφη· ἡ μὲν γὰρ ἀρίστη, ἡ δὲ κακίστη.
492Plato, Respublica, 1h, 580; 5 (auctor c.425BC-347BC)
καθάπερ γὰρ εἰσῆλθον ἔγωγε ὥσπερ χοροὺς κρίνω ἀρετῇ καὶ κακίᾳ καὶ εὐδαιμονίᾳ καὶ τῷ ἐναντίῳ.
493Plato, Respublica, 1h, 588; 4 (auctor c.425BC-347BC)
οὐκοῦν εἰ τοσοῦτον ἡδονῇ νικᾷ ὁ ἀγαθός τε καὶ δίκαιος τὸν κακόν τε καὶ ἄδικον, ἀμηχάνῳ δὴ ὅσῳ πλείονι νικήσει εὐσχημοσύνῃ τε βίου καὶ κάλλει καὶ ἀρετῇ· ἀμηχάνῳ μέντοι νὴ Δία, ἔφη.
494Plato, Respublica, 1i, 601; 14 (auctor c.425BC-347BC)
οὐκοῦν ἀρετὴ καὶ κάλλος καὶ ὀρθότης ἑκάστου σκεύους καὶ ζῴου καὶ πράξεως οὐ πρὸς ἄλλο τι ἢ τὴν χρείαν ἐστίν, πρὸς ἣν ἂν ἕκαστον ᾖ πεποιημένον ἢ πεφυκός· οὕτως.
495Plato, Respublica, 1i, 612; 5 (auctor c.425BC-347BC)
ἆρ' οὖν, ἦν δ' ἐγώ, ὦ Γλαύκων, νῦν ἤδη ἀνεπίφθονόν ἐστιν πρὸς ἐκείνοις καὶ τοὺς μισθοὺς τῇ δικαιοσύνῃ καὶ τῇ ἄλλῃ ἀρετῇ ἀποδοῦναι, ὅσους τε καὶ οἵους τῇ ψυχῇ παρέχει παρ' ἀνθρώπων τε καὶ θεῶν, ζῶντός τε ἔτι τοῦ ἀνθρώπου καὶ ἐπειδὰν τελευτήσῃ· παντάπασι μὲν οὖν, ἦ δ' ὅς.
496Plato, Respublica, 1i, 617; 12 (auctor c.425BC-347BC)
ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον αὐτῆς ἕκαστος ἕξει.
497Plato, Theaetetus, p1, 176; 9 (auctor c.425BC-347BC)
ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δ' ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι.
498Plato, Timaeus, p1, 24; 6 (auctor c.425BC-347BC)
ᾠκεῖτε δὴ οὖν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μᾶλλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῇ, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεῶν ὄντας.
499Plato, Timaeus, p1, 24; 7 (auctor c.425BC-347BC)
πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῇδε γεγραμμένα θαυμάζεται, πάντων μὴν ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ· λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμηθεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους.
500Plato, Timaeus, p1, 25; 5 (auctor c.425BC-347BC)
τότε οὖν ὑμῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώμῃ ἐγένετο· πάντων γὰρ προστᾶσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον, τὰ μὲν τῶν Ἑλλήνων ἡγουμένη, τὰ δ' αὐτὴ μονωθεῖσα ἐξ ἀνάγκης τῶν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τῶν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθῆναι, τοὺς δ' ἄλλους, ὅσοι κατοικοῦμεν ἐντὸς ὅρων Ἡρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν.