'αρτίως' - search in All Authors, Showing 1 to 58 of 58 hits

1Adrianus I, Epistolae, 96, 1218B
Ἀρτίως δὲ διὰ τῆς εὐσεβοῦς ὑμῶν κελεύσεως εὑρόντες τὸ θέλημα ὑμῶν ἐν τούτοις, τῷ παντοδυνάμῳ θεῷ ὑπερευξάμενοι ὑπὲρ τοῦ ὑμετέρου κράτους, δόξαν καὶ εὐχαριστίαν ἀνεπέμψαμεν.
2Agapetus I, Epistolae, 66, 0067D
Διά τοι τοῦτο, τεθαῤῥηκότες πιστεύοντές τε τῷ θείῳ λογίῳ τῷ διαγορεύοντι, « Ἑν καιρῷ οὐ δειλιάσει καρδία ἡδρασμένη ἐπὶ διανοίᾳ συνέσεως, » πείρᾳ τε μαθόντες ἀκριβεῖς ὑμᾶς φύλακας εἶναι τῶν ἀποστολικῶν θησαυρῶν ἐξωστρακίσαντες ἀρτίως Ἄνθιμον τὸν πρόσχημα εὐσεβείας περιβαλόμενον, τὴν δὲ δύναμιν αὐτῆς ἀρνησάμενον, τὸν τὴν ἁρμοσθεῖσαν αὐτῷ νύμφην ἐξωθήσαντα, καὶ λαβηῖν ἑτέραν κατατολμήσαντα παρὰ τοὺς θείους κανόνας, γινὼσκοντες δὲ καὶ τὸν θεοφύλακτον ἡμῶν βασιλέα, καθάπερ Χριστοῦ μαθητὴν δεδοκιμασμένην ἔχοντα ψυχὴν κοινωνον ὑμῖν τοῦ ἀγαθοῦ ἔργου τούτου γενόμενον, καὶ σπουδάσαντα μὲν ἐκ προοιμίων τῆς αὐτοῦ βασιλείας μεχρι τοῦ νῦν, τὸ τῆς ἐκκλησίας, ἅπαν σῶμα φυλάξαι ὑγιὲς, καὶ ἀκέραιον καὶ πάσης νόσου αἱρετικῆς ἐλεύθερον, καὶ διὰ τοῦτο νομοθετῆσαι τὰς ἁγίας, καὶ ἱερὰς τέσσαρας συνόδουσ, ἐν ταῖς ὅτε δήποτε γινομέναις θείαις μυσταγωγίαις.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571D
Καὶ φαίνονταί πως διὰ τῶν τοιούτων λόγων, συνᾴδοντες τοῖς ἀρτίως ἐξηγηθεῖσι παρὰ τῆς ἐμῆς οὐδενίας, καὶ οἷον ἐπισφραγίζοντες τὴν ὑπὲρ Ὁνωρίου γενομένην συνηγορίαν.
4Aristoteles, Ethica Eudemia, 1; 57 (auctor 384BC-322BC)
καλῶς δ' ἔχει καὶ τὸ χωρὶς κρίνειν τὸν τῆς αἰτίας λόγον καὶ τὸ δεικνύμενον, διά τε τὸ ῥηθὲν ἀρτίως, ὅτι προσέχειν οὐ δεῖ πάντα τοῖς διὰ τῶν λόγων, ἀλλὰ πολλάκις μᾶλλον τοῖς φαινομένοις (νῦν δ' ὁπότ' ἂν λύειν μὴ ἔχωσιν, ἀναγκάζονται πιστεύειν τοῖς εἰρημένοις) , καὶ διότι πολλάκις τὸ μὲν ὑπὸ τοῦ λόγου δεδεῖχθαι δοκοῦν ἀληθὲς μὲν ἐστίν, οὐ μέντοι διὰ ταύτην τὴν αἰτίαν δι' ἥν φησιν ὁ λόγος.
5Aristoteles, Magna moralia, 2, 8, 12; 28 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ ἄνευ τῶν ἐκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυχίας, οἷον ἀρτίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.
6Aristoteles, Metaphysica, 13, 9; 24 (auctor 384BC-322BC)
χαλεπὸν δ' ἐκ μὴ καλῶς ἐχόντων λέγειν καλῶς, κατ' Ἐπίχαρμον· ἀρτίως τε γὰρ λέλεκται, καὶ εὐθέως φαίνεται οὐ καλῶς ἔχον.
7Aristoteles, Politica, 4; 50 (auctor 384BC-322BC)
λοιπὰ δὲ περὶ ὧν τυγχάνομεν διωρικότες ἀρτίως, τὸ βουλευόμενον καὶ τὸ κρῖνον περὶ τῶν δικαίων τοῖς ἀμφισβητοῦσιν.
8Aristoteles, Topica, 6, VI 11; 11 (auctor 384BC-322BC)
Ἔτι εἰ θατέρου τῶν ὀνομάτων τήν μετάληψιν ποιούμενος μή τῆς διαφορᾶς ἀλλά τοῦ γένους τήν μεταλλαγήν ἐποιήσατο, καθάπερ ἐπί τοῦ ἀρτίως ῥηθέντος.
9Aristoteles, Topica, 6, VI 13; 18 (auctor 384BC-322BC)
Ἢ οὐδέ τοῦτ᾿ ἀναγκαῖον, ἐάν μή καθ᾿ αὑτά ᾖ τά ἐξ ὧν σύγκειται ἀγαθά, ἀλλ᾿ οὐδέν κωλύει τό ὅλον μή γίνεσθαι ἀγαθόν, καθάπερ ἐπί τῶν ἀρτίως ῥηθέντων.
10Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 15; 34
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Αβεσσαλωμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ.
11Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 15a; 34
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Αβεσσαλωμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ.
12Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0093B (auctor c.470–c.544)
Πανταχοῦ τοῖς τῶν ἁγίων πατέρων ὅροις ἑπόμενοι, καὶ τὸν ἀρτίως ἀναγνωσθέντα κανόνα τῶν ἑκατὸν πεντήκοντα θεοφιλεστάτων ἐπισκόπων τῶν συναχθέντων ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης μεγάλου Θεοδοσίου τοῦ γενομένου βασιλέως ἐν τῇ βασιλίδι Κωνσταντινουπόλει νέᾳ Ῥὼμῃ, γνωρίζοντες, τὰ αὐτὰ καὶ ἡμεῖς ὁρίζομέν τε καὶ ψηφιζόμεθα περὶ τῶν πρεσβείων τῆς ἁγιωτάτης ἐκκλησίας τῆς αὐτῆς Κωνσταντινουπόλεως νέας Ῥώμης.
13Concilium Constantinopolitanum, Epistola synodica, 13, 1198B
Καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦμεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος, καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν λύκοι, καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωθῆναι, κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν ἐκκλησιῶν βλάβην.
14Desiderius Erasmus, Adagia, Chiliades, 2, 1072; 16 (opus 1508)
Sophocles item in Aiace mastigophoro: Ἐγώ δ’ ἐπίσταμαι γάρ ἀρτίως, ὅτι Ὅτ’ ἐχθρός ἤμην, ἐς τοσόνδ’ ἐχθραντέος, Ὡς καί φιλήσων αὖθις· ἔς τε τόν φίλον Σοσοῦθ’ ὑπουργοῦν ὠφελεῖν βουλήσομαι, Ὡς αἰέν οὐ μενοῦντα· τοῖς πολλοῖσι γάρ Βροτῶν ἄπιστός ἐσθ’ ἑταιρείας λιμήν, id est At ipse didici nuper, ut si quando sim Inimicus ulli, hunc oderim hactenus, velut, Aliquando amicum habiturus; erga amicum item Officia sic exerceam, ut qui non siet Semper futurus amicus; etenim plurimis Sodalitatis portus est tutus parum.
15Desiderius Erasmus, Adagia, Chiliades, 4, 3567; 4 (opus 1508)
Athenaeus libro XI ex Aristophanis fabula cui titulus Philonides citat: Σοιγαροῦν ἐμοί μέν ἀρτίως ὁ δεσπότης Δι’ ἀρετήν τῶν Θηρικλείων εὐκύκλωτον ἀσπίδα, Ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμμένην, Προσφέρων ἔδωκεν, id est Proinde iam nuper meus In Thericleis mihi virtutis ergo praestitae Scutum herus pulchre rotundum deferrens dono dedit, Spuma inundans, delicatum, temperatum par pari.
16Felix III, Epistolae et decreta, 58, 0916B
Οἱ δὲ τοῦ ἀποστόλου θέλοντες, εἶναι κοινωνοὶ ἄγονται καὶ τῇ διδαχῇ τούτου, τὸν Χριστὸν φάσκειν, καὶ πιστεύειν δι' ἡμᾶς σταυρωθέντα, καὶ μὴ τοῦτο ἀπαρνήσασθαι, ὡς καὶ ὁ ἀρτίως καθῇρημένος Πέτρος, διὰ τὸ ἀλλοκότως καὶ δυσμενῶς ἐν τῷ τρισαγίῳ προσκεκαινοτομηκέναι τὸ, Ὁ σταυρωθεὶς δι' ἡμᾶς· εἰδότες ὅτι οὐ Τριάδα τῶν ἀποστόλων σταυρωθεῖσαν παρεδέξασθε, ὀὐ Πατέρα, οὐ Πνεῦμα ἅγιον, εἰ μὴ σαρκὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ μονώτατον.
17Gregorius I, Dialogi, 77, 0167B (auctor 540-604)
Τοῦτου δὲ ἐξελθόντος, συνέβη ἐν τῷ μοναστηρίῳ τῶν παρθένων, ὧν τὴν προνοητικὴν ἐπιμέλειαν ὁ αὐτὸς πατὴρ ἦν ἀναδεξάμενος, μίαν τινὰ ἐξ αὐτῶν, ἥτις πάνυ κατὰ τὴν σάρκα ταύτην εὔοπτος ὑπῆρχεν, πυρετῷ λαβροτάτῳ καταφλέγεσθαι, καὶ φωνὰς ἀφιέναι λέγουσαν· Πάντως ἀρτίως ἀποθνήσκω, ἐὰν μὴ Βασίλειος ὁ μοναχὸς ἔλθῃ, καὶ αὐτός μοι διὰ τῆς συνδρομῆς τῆς ἑαυτοῦ ἰατρείας, τὴν ἴασιν παράσχῃ.
18Gregorius I, Dialogi, 77, 0198A (auctor 540-604)
Γέρων τις κληρικὸς, ἀρτίως ἐκ τῶν μερῶν ἐκείνων ἐνταῦθα κατέλαβεν, ὅστις περὶ τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς Βονιφατίου ταῦτα διηγεῖται, ἅπερ σιωπηθῆναι οὐχ ἠγοῦμαι δίκαιον.
19Gregorius I, Dialogi, 77, 0207D (auctor 540-604)
Βραδύτητος οὖν γενομένης τοῦ κηδευθῆναι αὐτὸν, αἱ ἀδελφαὶ αὐτοῦ περὶ τοῦ θανάτου αὐτοῦ θλιβόμεναι, πρὸς τὸν σεβάσμιον ἄνδρα Φορτουνᾶτον τὸν ἐπίσκοπον κλαίουσαι, ἔδραμον, καὶ τοῖς τούτου ποσὶ μετὰ στεναγμοῦ καὶ δακρύων προσκυλινδούμεναι, ἔλεγον· Οἴδαμεν, τίμιε πάτερ, ὅτι τοῖς τῶν Ἀποστόλων ἴχνεσιν ἐξακολουθῶν, πάντα ὅσα τὸν Θεὸν αἰτεῖς, λαμβάνεις· λεπροὺς γὰρ καθαρίζεις, καὶ τοῖς τυφλοῖς τὸ βλέμμα χαρίζῃ· ἐλθὲ οὖν καὶ τὸν ἀρτίως τελευτήσαντα ἡμῶν ἀδελφὸν ἀνάστησον.
20Gregorius I, Dialogi, 77, 0262C (auctor 540-604)
Ἀρτίως ἐπὶ τῶν ἡμετέρων χρόνων, Κουαδραγέσιμός τις ὀνόμα, ὑποδιάκονος τῆς Βουξεντίας ἐκκλησίας ὑπάρχων, τὴν τῶν προβάτων αὑτοῦ ποίμνην ἐν τοῖς μέρεσιν Αὐρηλίας ἔθος εἶχεν τοῦ βόσκειν.
21Gregorius I, Dialogi, 77, 0266D (auctor 540-604)
Σφόδρα πεπιστευκὼς ἀρτίως ἔγνων πόσον τοῦτο ἐκείνου ὑπάρχει μεῖζον· ἀλλ' αἰτῶ, ἅπερ διηγεῖσθαι ἀπήρξου, ἀκολούθως πλήρωσον, ἵνα τοῦ καιροῦ ἀργοῦντος, ἄνευ οἰκοδομῆς ἡ ὥρα μὴ παρέλθῃ.
22Gregorius I, Dialogi, 77, 0267C (auctor 540-604)
Τῷ ἀρχαίῳ τούτῳ καὶ τηλικούτῳ θαύματι ἐν ταῖς ἡμέραις ἡμῶν πρᾶγμα ὅμοιον ἀντιστρόφως συνέβη, ἐν ἑτέρῳ στοιχείῳ· περὶ οὗ Ἰωάννης ὁ τριβοῦνος ἀρτίως τῇ αὑτοῦ με διηγήσει ἐπίστωσεν.
23Gregorius I, Dialogi, 77, 0270B (auctor 540-604)
Ἐπειδὴ δὲ ἀρτίως ἀκούω τοσούτους ἐν τῇ Ἱταλίᾳ γεγονέναι θαυμαστῆς δυνάμεως ἄνδρας, γνῶναι ἤθελον ἐὰν οὐδὲν αὐτοῖς ἐκ τῶν τοῦ ἀρχαίου ἐχθροῦ ἐνέδρων συνέβη, ἢ καὶ ἐὰν ἐκ τούτων προέκοψαν.
24Gregorius I, Dialogi, 77, 0279C (auctor 540-604)
Ἀναγκαιότερον δὲ μᾶλλον ἡγοῦμαι τὴν ἡμετέραν διήγησιν εἰς τοὺς ἀρτίως ἐν τῇ Ἰταλίᾳ διαλάμψαντας πατέρας ἀνακάμψαι.
25Gregorius I, Dialogi, 77, 0279C (auctor 540-604)
Ἐν τῇ Σαμνείᾳ χώρᾳ ἀρτίως γέγονεν ἀνήρ τις εὐλαβέστατος Μηνᾶς προσαγορευόμενος, τὸν μονήρη βίον ἐλόμενος· ὄστις πολλοῖς τῶν ἡμετέρων γνωστὸς ὑπῆρχεν, ὅστις πρὸ ταύτης τῆς δεκαετίας τὸν βίον ἐτέλεσε.
26Gregorius I, Dialogi, 77, 0283B (auctor 540-604)
Ὅτι δὲ καὶ ἐν τῷ τῆς εἰρήνης καιρῷ ἀρτίως ἐπὶ τῶν ἡμετέρων χρόνων μάρτυρες γεγόνασιν κοσμικοί τινες καὶ τῇ ζωῇ ἀπράγμονες, καὶ ἐν τῇ οὐρανοῦ δόξῃ, στεφάνῳ μαρτυρίου κατεκοσμήθησαν, προφάσεως εὐκαίρου ἐπελθούσης, διηγήσασθαι πειράσομαι.
27Gregorius I, Dialogi, 77, 0315A (auctor 540-604)
Τοῦτο δὲ ὅπερ διηγοῦμαι, καὶ Ἰωάννης ὁ ἔσχατος ὁ προηγησάμενός με ἔγνω, ὅστις ἀρτίως ἐκ τοῦ κόσμου τούτου μετῆλθε, καὶ πᾶσι δὲ διὰ πλάτους ἐδηλοποιήθη.
28Gregorius I, Dialogi, 77, 0327B (auctor 540-604)
Τί θαυμαστὸν, Πέτρε, ἐὰν ἐξερχομένην τὴν ψυχὴν οὐκ ἐθεάσω, ἣνπερ οὐδὲ ἐν τῷ σώματι μένουσαν θεάσασθαι δύνασαι; Μὴ γὰρ ἀρτίως ἐν ᾧ μετ' ἐμοῦ συντυγχάνεις, ὅτι τὴν ψυχήν μου θεωρῆσαι οὐ δύνασαι, ἄψυχον εἶναί με πιστεύεις; Ἡ οὖν τῆς ψυχῆς φύσις ἀθεώρητος ὑπάρχει, ὥστε καὶ ἐκ τοῦ σώματος ἀοράτως ἐξέρχεται, καθὼς καὶ ἐν τῷ σώματι οὖσα, ἀθέατος διαμένει.
29Gregorius I, Dialogi, 77, 0342A (auctor 540-604)
Αὐτὸς δε πρὸς αὐτὴν ἀπεκρίθη, λέγων· Οὐχὶ, ἀλλ' ἡ δεῖνα, ἀρτίως ἔλθῃ μετά σου.
30Gregorius I, Dialogi, 77, 0347A (auctor 540-604)
Ὅθεν τοῦτο, ὅπερ περὶ Ταρσίλλης τῆς ἐμῆς θείας καὶ ἐν ταῖς ὁμιλίαις τοῦ εὐαγγελίου λελεχέναι μέμνημαι, καὶ ἀρτίως λέξω.
31Gregorius I, Dialogi, 77, 0358C (auctor 540-604)
Ἐπειδὴ γὰρ ἀρτίως ταῖς ψυχαῖς καὶ μόνον, τότε δὲ ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασι τῇ δόξῃ εὐφρανθήσονται.
32Gregorius I, Dialogi, 77, 0359C (auctor 540-604)
Ἑτέρῳ δὲ κελεύσας, προσέθετο, λέγων· Γράψον Μάρκελλον, Βαλεντιανὸν, Ἀγνέλλον, καὶ ἄλλους τινὰς, οὕσπερ ἀρτίως οὐ μέμνημαι.
33Gregorius I, Dialogi, 77, 0391B (auctor 540-604)
Ἀρτίως οὖν διὰ τὰς ἁμαρτίας μου εὔξασθε.
34Gregorius I, Dialogi, 77, 0407C (auctor 540-604)
Τούτου ἀσθενήσαντος, καὶ ἐν τοῖς ἐσχάτοις ἐλθόντος, διὰ νυκτερινῆς ὀπτασίας, γέρων τίς ὤφθη ῥᾶβδον κατέχων, καὶ τοῦτον τῇ ῥάβδῳ ἔνυξε, λέγων· Ἀνάστα, ἐκ ταύτης γὰρ τῆς ἀσθενείας ἀρτίως οὐχ ἀποθνήσκεις, ἕτοιμος δὲ γενοῦ, ἐπεὶ χρόνον ἐπίμηκον ἐνθάδε ποιῆσαι οὐκ ἔχεις.
35Gregorius I, Prolegomena, 66, 0167C (auctor 540-604)
» Βενέδικτος μὲν ἐκεῖνος ὁ τῷ ἁγίῳ παραβαλὼν, τῆς τῶν μελλόντων προφητείας παρ' αὐτοῦ δεξάμενος τὰ ἐνέχυρα, ἀνεχώρησεν ἐκ τῆς μονῆς θαυμάζων· ἡμεῖς δὲ ὁρῶμεν ἀρτίως ὑπὸ τοῦ γένους τῶν Λογγοβάρδων καταλυθὲν τὸ μοναστήριον αὐτοῦ· ἀναπαυομένων γὰρ τῶν ἀδελφῶν μεσονυκτίῳ, ἄφνω εἰσπηδήσαντες ἐν τῷ μοναστηρίῳ οἱ Λογγοβάρδοι, πάντα τὰ ἐν τῇ μονῇ διαρπάσαντες, οὐ συνεχωρήθησαν παντελῶς τινος τῶν ἀδελφῶν ἐπικρατεῖς γενέσθαι· ἡ γὰρ τοῦ ἀνθρώπου τοῦ Θεοῦ προσευχὴ ἐφρούρει τούτους, πρὸς τὸ πᾶσι δειχθῆναι τὴν ἐνυπάρχουσαν αὐτohtigr;ι τῆς θείας δυνάμεως χάριν· ὁ γὰρ πιστὸς ἐν ἐπαγγελίαις Θεὸς, ὅπερ τῷ ἑαυτοῦ γνησίῳ θεράποντι Βενεδίκτῳ ὑπέσχετο ἐπλήρωσεν· εἰ γὰρ καὶ τὰ ὑπάρχοντα τῆς μονῆς ἐκ συγχωρήσεως Θεοῦ διήρπασαν, ἀλλ' οὖν ὅμως ἡ τῶν ψυχῶν περιποίησις ὑπὸ κυρίου ἐδωρήθη αὐτῷ.
36Gregorius I, Prolegomena, 66, 0193D (auctor 540-604)
Παρεκάλεσα τὸν κύριόν μου, καὶ εἰσήκουσέ μου· ἀρτίως λοιπὸν ἐὰν δύνησαι ἔξελθε, κἀμὲ καταλείψας εἰς τὸ μοναστήριον ἄπελθε.
37Gregorius I, Prolegomena, 66, 0199C (auctor 540-604)
Διὰ γὰρ τὴν ἐμὴν βραδύτητα, ἡ ἐξήγησίς σου τοσοῦτον ἐπλεόνασεν· ἀλλ' ἐπειδὴ ταῦτα ἀρτίως σαφῶς ἐν τῇ ἐμῇ διανοίᾳ ἐξέχεας, αἰτῶ ὅπως ἐν τῇ τῆς διηγήσεως τάξει ἐπανέλθῃς.
38Gregorius I, Prolegomena, 66, 0202C (auctor 540-604)
Ὅπερ γὰρ διηγοῦμαι πρᾶγμα ἀρτίως αὐτόθι γέγονε.
39Martinus I, Epistolae, 87, 0130B
Οὐ γὰρ ὑπεστειλάμεθα τοῦ μὴ ἀναγγεῖλαι πᾶσι τὴν παραδοθεῖσαν ἡμῖν ἐκ τῶν ἁγίων Πατρῶν τε καὶ συνόδων ὀρθόδοξον ὁμολογίαν, διὰ τῶν ἀρτίως παρ' ἡμῶν συνοδικῶς πεπραγμένων· Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος, ἵνα μηδεὶς ὑμᾶς εἴη ὁ συλαγωγῶν, ἢ παραλογιζόμενος ἐν πιθανολογίᾳ διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης.
40Martinus I, Epistolae, 87, 0160D
Τοῦτον γὰρ οὐδαμῶς οἶδεν ἐπίσκοπον ἡ καθολικὴ Ἐκκλησία, οὐ μόνον διὰ τὸ παρὰ κανόνας αὐτὸν ἐπ' ἀλλοδαπῆς τὴν τοιαὐτην ἀσυμφώνως καὶ δίχα παντὸς ἐγκρίτου ψηφίσματος σφετερίσασθαι προσηγορίαν, ἀλλὰ καὶ τὸ ὁμόφρονά τε καὶ ὁμόδοξον ὑπάρχειν τοῖς αἱρετικοῖς· οἵ τινες καὶ πάρεργον τῆς ἰδίας αἱρέσεως τὴν αὐτοῦ φαυλίσαντες ἐσχεδίασαν χειροτονίαν· ὥσπερ οὖν καὶ τὴν Πέτρου τοῦ ὀνομασθέντος αὐτοῖς καὶ ἀναπλασθέντος ἐπισκόπου Ἀλεξανδρείας· ἵνα διὰ πλειόνων καὶ παραγράπτων προσώπων ὀχυρωτέραν δῆθεν τὴν ἑαυτῶν ἀποφήνωσιν αἵρεσιν· ἥν τινα σὺν αὐτοῖς ἐπὶ τοῦ παρόντος κανονικῶς ἐνθάδε καὶ συνοδικῶς ἀνεθεματίσαμεν, τουτέστι, Θεόδωρον τὸν τῆς Φαρὰν γενόμενον ἐπίσκοπον, καὶ Κύρον τὸν Ἀλεξανδρείας, καὶ Σέργιον τὸν Κωνσταντινουπόλεως, καὶ τοὺς αὐτοῦ διαδόχους, Πύῤῥον καὶ Παῦλον, καὶ τοὺς τὰ ὅμοια αὐτοῖς φρονήσαντας, ἢ φρονοῦντας, ἢ φρονήσοντας, καὶ μέχρι τέλους μὴ μετανοήσαντας, ἢ διορθωσαμένους, μεθ' ὧν καὶ τὸν ἀρτίως ἐξ εἰσηγήσεως αὐτοῦ τοῦ Παύλου γενόμενον τύπον κατὰ τῆς ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως· ὁρίσαντες πανταχοῦ πάντας τοὺς ὀρθοδόξους, εὐσεβῶς φρονεῖν καὶ ὁμολογεῖν, ὡς παρέδωκαν ἡμῖν οἱ ἔγκριτοι τῆς καθολικῆς Ἐκκλησίας Πατέρες, καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ πέντε σύνοδοι, τουτέστι δύο τοῦ αὐτοῦ καὶ ἑνὸς Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ καθ' ὑπόστασιν ἡνωμένας, ἀσυγχύτως καὶ ἀδιαιρέτως, τὰς φύσεις, ἐξ ὧν καὶ ἐν αἷς συνέστηκε· καὶ δύο τὰς κατὰ φύσιν ἐνεργείας, καὶ δύο τὰς κατὰ φύσιν θελήσεις, θείαν καὶ ἀνθρωπίνην, ἐν ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ συμφυῶς ἡνωμένας τε καὶ σωζομένας.
41Martinus I, Epistolae, 87, 0165A
Οὕτω γὰρ καὶ τῆς ἄνω δόξης παραστάτης γενέσθαι καταξιωθήσῃ, καὶ μύστης τῶν οὐρανίων τοῦ Χριστοῦ δωρεῶν· τὰ δὲ συνοδικῶς ἡμῖν ἐνθάδε πραχθέντα πρὸς σύστασιν καὶ ἐκδίκησιν τῆς καθολικῆς Ἐκκλησίας, ταυτὸν δὲ λέγειν, τῶν πατρικῶν, καὶ συνοδικῶν αὐτῆς ὅρων καὶ θεσπισμάτων, ἀρτίως ἐστείλαμεν, τῷ παρ' ἡμῶν προβληθέντι κανονικῶς τοποτηρητῇ Ἰωάννῃ τῷ ἀγαπητῷ ἡμῶν ἀδελφῷ καὶ ἐπισκόπῳ τῆς Φιλαδελφέων πόλεως.
42Martinus I, Epistolae, 87, 0168A
Ἥν τινα μεθ' ἡμῶν καὶ αὐτοὶ βεβαίως κατέχοντες, βεβαιωθήσεσθαι πάντως ἐν τῷ κλήρῳ τῶν ἁγίων καταπτόμενοι πρὸς ἀπόλαυσιν τῶν ὑπὲρ αἴσθησιν καὶ νοῦν ἀγαθῶν· τὰ δὲ συνοδικῶς ἡμῖν ἐνθάδε πραχθέντα πρὸς σύστασιν, καὶ ἐκδίκησιν τῆς καθολικὴς Ἐκκλησίας, ταυτὸν δὲ λέγειν, τῶν πατρικῶν, καὶ συνοδικῶν αὐτοῖς ὅρων καὶ θεσπισμάτων, ἀρτίως ἐστείλαμεν τῷ παρ' ἡμῶν προβληθέντι κανονικῶς τοποτηρητῇ Ἰωάννῃ τῷ ἀγαπητῷ ἡμῶν ἀδελφῷ καὶ ἐπισκόπῳ τῆς Φιλαδελφέων πόλεως, ᾧ καλῶς ποιεῖτε αὐτοί τε συντρέχοντες καὶ πάντας τοὺς ὀρθοδόξους σὺν ὑμῖν διεγείροντες εἰς ἐκπλήρωσιν τῶν εὐσεβῶς ἐπιτραπέντων αὐτῷ κεφαλαίων, εἰς σύστασιν τῆς καθολικῆς Ἐκκλησίας.
43Martinus I, Epistolae, 87, 0168D
Τὰ δὲ συνοδικῶς ἡμίν ἐνθάδε πραχθέντα πρὸς σύστασιν καὶ ἐκδίκησιν τῆς καθολικῆς Ἐκκλησίας, ταυτὸν δὲ λέγειν, τῶν πατρικῶν καὶ συνοδικῶν αὐτῆς ὅρων καὶ θεσπισμάτων ἀρτίως ἐστείλαμεν, τῷ παρ' ἡμῶν προβληθέντι κανονικῶς τοποτηρητῇ Ἰωάννῃ τῷ ἀγαπητῷ ἡμῶν ἀδελφῷ καὶ ἐπισκόπῳ τῆς Φιλαδελφέων πόλεως· ᾧ καλῶς ποιεῖτε, αὐτοί τε συντρέχοντες, καὶ πάντας τοὺς ὀρθοδόξους σὺν ὑμῖν διεγείροντες, εἰς ἐκπλήρωσιν τῶν εὐσεβῶς ἐπιτραπέντων κεφαλαίων, εἰς σύστασιν τῆς καθολικῆς Ἐκκλησίας.
44Martinus I, Epistolae, 87, 0171C
Τοὺς μέντοι πρὸ τῆς πατριαρχείας, ἢ μετὰ τὴν κοίμησιν τοῦ ῥηθέντος ἐν ἁγίοις Σωφρονίου χειροτονηθέντας, ἐπεγράψαμεν, καὶ τωῦτο διὰ τὴν τοῦ καιροῦ στενοχωρίαν, τόπον ἀπολογίας τοῖς οὕτω χειροτονηθεῖσι παρεχομένην, οὐδαμῶς ἐνθεῦθεν τοῦ ἐκκλησιαστικοῦ προκριματιζομένου κανόνος· ἵνα λίβελλον εἰλικρινοῦς μετανοίας, ἤγουν ὀρθοδόξου πίστεως ἐπιδιδοῦντας τῷ ἐπὶ τούτῳ παρ' ἡμῶν ἀρτίως αὐτόθι προχειρισθέντι, κυρώσῃ τούτους ἐν τῇ ἰδίᾳ τάξει βεβαιουμένους, εἰ μέντοι μὴ ἐξ ἑτέρων καὶ οὗτοι κωλύονται κυρωθῆναι παραπτωμάτων, ἅπερ τῷ κανόνι σεσημειωμένα καθέστηκε.
45Martinus I, Epistolae, 87, 0174A
Περὶ δὲ τῶν στάλέντων δογματικῶν χαρτῶν, ἤτοι συγγραφέντων παρὰ τῶν δὶ' ἐναντίας, κατακρίνομεν αὐτὰ, καὶ τοὺς γεγραphgr;ότας, τῇ ἰδίᾳ μέντοι κακοδοξίᾳ προσμένοντας, ὥσπερ καὶ πάντας τοὺς αἱρετικοὺς, μετὰ πάντων τῶν ἀσεβῶν αὐτῶν συγγραμμάτων προτρέποντες πανταχοῦ πάντας τοὺς ὀρθοδόξους τοῖς πατρικῶς καὶ συνοδικῶς ὁρισθεῖσι, καὶ παρ' ἠμῶν ἀρτίως ἐνταῦθα διὰ συνόδου βεβαιωθεῖσιν, εἰς σύστασιν καὶ ἐκδίκησιν τῆς καθολικῆς Ἐκκλησίας, ἂ καὶ ἐν τάχει πᾶσι γνωρίσωμεν, ἐκπέμποντες αὐτὰ, βεβαίως καὶ ἀπαραβατως ἐμμένειν.
46Martinus I, Epistolae, 87, 0178A
Ἀλλὰ σειραῖς τῶν ἀσεβῶν αὐτῶν καὶ κιβδήλων δογμάτων τούτους συνδήσαντες, ἐξ ἀκριβοῦς ἀποδείξεώς τε καὶ ἐξετάσεως τῶν παρ' αὐτῶν γεγραμμένων, κατὰ τῆς ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν πίστεως, ὥσπερ ζιζάνια πονηρὰ τῷ πυρὶ τῆς κανονικῆς ἀποφάσεως, αὐτούς τε καὶ τὰ παρ' αὐτῶν ἀσεβῶς δογματισθέντα καταφλέξαντες, συνοδικῶς κατεκρίναμεν, πανταχοῦ τοῖς πᾶσι τὴν ἐκείνων δημοσιεύσαντες αἴρεσιν· ἵνα ταύτην ἀκριβῶς πάντες γινώσκοντες ἐκ τῶν παρ' ἡμῖν ἀρτίως πραχθέντων, ἐναντίαν ὑπάρχουσαν, καὶ ἀντίπαλον τοῖς πατρικοῖς καὶ συνοδικοῖς ὄροις τῆς καθολικῆς Ἐκκλησίας, πάντες ὁμοτρόπως ἡμῖν οἱ εὐσεβεῖς καὶ ὀρθόδοξοι ζήλῳ Θεοῦ κατὰ τῶν εἰρημένων αἰρετικῶν κινηθέντες, τούτους τε καὶ τὴν τοὺτων αἵρεσιν, κατακρίνωσι, καὶ πάντα τὰ ὑπὲρ ταύτης πραχθέντα τε καὶ γραφέντα δυσσεβῶς παρ' αὐτῶν, μετὰ καὶ τῶν ἐξ εἰσηγήσεως αὐτῶν, γεγενημένων κατὰ τῆς πίστεως, φαμὲν δὴ τῆς ἐκθέσεως Ἠρακλείου τοῦ βασιλέως, και τοῦ τύπου τοῦ νυνὶ γαληνῶς βασιλευοντος, καὶ πάντων ἁπλῶς τῶν τὰ ὅμοια αὐτῶν φρονησάντων, ἢ φρονούντων ἢ φρονεῖν μελλόντων, καὶ μέχρι τέλους τῇ τοιαύτῃ προσμενόντων αἱρέσει, καὶ μὴ μετανοούντων, ἀλλὰ μίαν ἀφρόνως, ἣ μηδεμίαν ὅλως τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ δογματιζόντων θέλησιν καὶ ἐνέργειαν, ὥσπερ οὖν καὶ φύσιν ἐξάπαντος, τῷ γὰρ ταὐτῳ τῆς θελήσεως, καὶ τῆς ἐνεργείας, τὸ ταυτὸν εἰσάγεται τῆς οὐσίας κατὰ τὴν τῶν ἁγὶων καὶ ὀρθοδόξων Πατρῶν διδασκαλίαν, ὧν τὰ δόγματα φυλάττοντες ἀπαραβάτως καὶ διεκδικοῦντες ἡμεῖς, πάντας τοὺς τἀναντία φρονοῦντας αὐτοῖς κατεκρίναμέν τε καὶ κατακρίνομεν.
47Martinus I, Epistolae, 87, 0198A
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ οἱ δι' ἐναντίας τοῖς παρεισάκτοις ἐναβρύνονται τύποις, ἤγουν ἐκθέσεσιν, ἀλλὰ τοῖς πατρικοῖς καὶ συνοδικοῖς τῆς καθολικῆς Ἐκκλησίας ὠχυρωμένοι κηρύγμασι, ταῦτα πανταχοῦ τοῖς πᾶσι διὰ τῶν ἀρτίως παρ' ἡμῶν συνοδικῶς πραχθέντων, ἐγνωρίσαμεν, ἃ καὶ πρὸς ὑμᾶς νυνὶ διαλεγόμεθα, μηδὲν ἐπείσακτον ἢ ξένον κηρύσσοντες, ἀλλ' ἅπερ ἠκούσατε καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἐστι ἐν ἡμῖν ἐῤῥιζωμένα διαπάντος.
48Martinus I, Epistolae, 87, 0198C
Τὴν δὲ τῆς συνάξεως λειτουργείαν τελειῶσιν ὑμῖν, οἱ αὐτόθι πρεσβύτεροί τε καὶ διάκονοι, οἱ ἀκριβῶς καὶ ἀπαραλείπτως τὰ ὀρθὰ τῆς καθολικῆς Ἐκκλησίας σὺν ἡμῖν δεχόμενοι δόγματα, τὰ παρ' ἡμῶν ἀρτίως γραφέντα ὑμῖν, καὶ ἀποβαλλόμενοι πᾶσαν αἵρεσιν καὶ καινοτομίαν τὴν ὑπὸ τοῦ ἀποστολικοῦ καταδικαζομένην κηρύγματος· ἄχρις ἂν, ὡς εἴρηται, ἢ ἐκεῖνος τὰ οἰκεῖα διορθώσηται, ἢ ἄλλος ἀντ' ἐκείνου κανονικῶς χειροτονηθῇ ποιμὲν καλὸς καὶ ἀληθινὸς, καὶ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων μιμήσει τοῦ ἀρχιποίμενος Χριστοῦ εἰς τόπον χλόης κατασκηνῶν ὑμᾶς, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρέφων.
49Origenes Hieronymus Stridonensis Incertus, Lexicon nominum hebraicorum, 23, 1204B
Ἀπφὼ, τανῦν, ἀρτίως· οὕτως εὗρον.
50Plato, Alcibiades, p1, 129; 17 (auctor c.425BC-347BC)
Σωκράτης τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι.
51Plato, Epistolae, 1b, 316; 2 (auctor c.425BC-347BC)
ἀλλ' οὖν, ὅπερ ἀρτίως εἶπον, οὐ διαβολῆς προσδέομαι πρός τε Συρακουσίους καὶ εἰ δή τινας ἑτέρους πείθεις λέγων αὐτά, ἀλλὰ πολὺ μᾶλλον ἀπολογίας πρός τε τὴν προτέραν γενομένην διαβολὴν καὶ τὴν νῦν μετ' ἐκείνην μείζω φυομένην καὶ σφοδροτέραν.
52Plato, Leges, 1f, 792; 13 (auctor c.425BC-347BC)
ταύτην τὴν ἕξιν διώκειν φημὶ δεῖν ἡμῶν καὶ τὸν μέλλοντα ἔσεσθαι θεῖον, μήτ' οὖν αὐτὸν προπετῆ πρὸς τὰς ἡδονὰς γιγνόμενον ὅλως, ὡς οὐδ' ἐκτὸς λυπῶν ἐσόμενον, μήτε ἄλλον, γέροντα ἢ νέον, ἐᾶν πάσχειν ταὐτὸν τοῦθ' ἡμῖν, ἄρρενα ἢ θῆλυν, ἁπάντων δὲ ἥκιστα εἰς δύναμιν τὸν ἀρτίως νεογενῆ· κυριώτατον γὰρ οὖν ἐμφύεται πᾶσι τότε τὸ πᾶν ἦθος διὰ ἔθος.
53Plato, Philebus, p1, 15; 1 (auctor c.425BC-347BC)
Σωκράτης ὁπόταν, ὦ παῖ, τὸ ἓν μὴ τῶν γιγνομένων τε καὶ ἀπολλυμένων τις τιθῆται, καθάπερ ἀρτίως ἡμεῖς εἴπομεν.
54Plato, Philebus, p1, 66; 15 (auctor c.425BC-347BC)
Πρώταρχος τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.
55Plato, Politicus, p1, 282; 7 (auctor c.425BC-347BC)
Ξένος τῆς τοίνυν διακριτικῆς ἥ τε ξαντικὴ καὶ τὰ νυνδὴ ῥηθέντα ἅπαντά ἐστιν· ἡ γὰρ ἐν ἐρίοις τε καὶ στήμοσι διακριτική, κερκίδι μὲν ἄλλον τρόπον γιγνομένη, χερσὶ δὲ ἕτερον, ἔσχεν ὅσα ἀρτίως ὀνόματα ἐρρήθη.
56Plato, Respublica, 1c, 440; 10 (auctor c.425BC-347BC)
ἀλλ' ἦ πρὸς τούτῳ καὶ τόδε ἐνθυμῇ· τὸ ποῖον· ὅτι τοὐναντίον ἢ ἀρτίως ἡμῖν φαίνεται περὶ τοῦ θυμοειδοῦς.
57Priscianus Caesarensis, Ars Prisciani, p. 283 (vol. 2), l. 11 (auctor c.500)
ἀρτίως καὶ ἄρτι et praeteritum, paulo ante et praesens significat apud illos.
58Priscianus Caesarensis, Ars Prisciani, p. 283 (vol. 2), l. 13 (auctor c.500)
Εὐριπίδης ἐν Ἱππολύτῳ στεφανηφόρῳ· ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.