'αρχή' - search in All Authors, Showing 1 to 500 of 1127 hits      Show next 500

1Abbo Floriacensis, Quaestiones grammaticales, 139, 0529A (auctor c.945–1004)
Quando vero ch pro χ, sicut et ph pro φ, et th pro θ in aliquibus dictionibus scribunt nostri, certum est quod illae dictiones Latinae non sint, et idcirco illas proferimus Graecarum litterarum sonis, licet quidam figurarum similitudine decepti pronuntient X pro χ, et dicant arxe pro eo quod est ἄρχη, et maxaera pro μαχαίρα.
2Adrianus I, Epistolae, 96, 1219B
Ὅθεν καὶ ἕως τῆς σήμερόν εἰσι περικεκοσμημέναι καὶ κεκαλλωπισμέναι αἱ Ἐκκλησίαι ἡμῶν ἐκ τῶν σεβασμίων εἰκόνων αὐτῶν, καθὼς καὶ ὁ μακαριώτατος καὶ ἁγιώτατος πάπας Σίλβεστρος μαρτυρεῖ ἐν ἀρχῇ τῆς ὁρθοδοξίας ἡμῶν τῶν Χριστιανῶν, ὅτε ὁ ἐν θείᾳ τῇ λήξει πάλαι Κωνσταντῖνος ὁ βασιλεὺς εἰς τὴν πίστιν ἐπέστρεψεν.
3Adrianus I, Epistolae, 96, 1230B
Πάλιν τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οὗ ἡ ἀρχή· Ἱκανῶς μὲν ἐκ πολλῶν ὀλίγα λαβόντες ἐγράψαμεν.
4Adrianus I, Epistolae, 96, 1235A
Ἐν τοῖς συνοδικοῖς τῆς ὁμολογίας τῆς πίστεως ὑμῶν, τοῖς τῷ ἀποστολικῷ ἡμῶν θρόνῳ σταλεῖσι διὰ Λέοντος τοῦ εὐλαβεστάτου πρεσβυτέρου ὑμῶν, εὕρομεν ἐν αὐτοῖς ἐν τῇ ἀρχῇ τοῦ πρώτου σελιδίου, τὴν ὑμετέραν εὐλάβειαν ἐκ λαϊκῆς τάξεως καὶ βασιλικῆς ὑπηρεσίας εἰς τὸν ἱερατικὸν βαθμὸν ἀνυψωθεῖσαν.
5Ambrosius Mediolanensis, De Abraham, 14, 0497B (auctor 340-397)
Sarra enim dicitur ἀρχὴ ἐμὴ, hoc est, potestas mea, vel principatus mei initium, vel regis.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665C
Ἐπισκόπου Πόρτου, ἤγουν τοῦ λιμένος Ρώμης, καὶ μάρτυρος τῆς ἀληθείας, ἐκ τοῦ κατὰ Βήρωνος καὶ Ηλικος τῶν αἱρετικῶν, περὶ θεολογίας καὶ σαρκώσεως, κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχὴ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, ἀσιγήσῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸν Θεὸν δοξάζουσι.
7Anonymi, Ars Bobiensis, p. 32, l. 3 (auctor c.450)
hic actus ἡ πρᾶξις, hic affectus, hic accentus, angulus γωνία, ascensus, aditus, aduentus, anus ἡ ἕδρα, acus, apex κεραία, clamor, conplexus, casus, clipeus, conspectus, coetus, coitus, calx πτέρνα (λάκτισμα, ἄσβεστος), carcer, conatus, census ἀπογραφή, cibus, coactus ἡ ἀνάγκη, canus πολιά, concursus, cantus, concentus συνῳδή, collis ἀκρώρεια, cultus, calix κύλιξ, comitatus συνεκδημία, cliuus ἀνάβασις, calor, calculus ψῆφος, callis ἀτραπός, culmus καλάμη, consulatus, cardus κινάρα, cippus στήλη, descensus, dies, ductus χαραγμή, euentus, exitus, error, fons, fragor, focus ἑστία, fetor τρυγίας τοῦ οἴνου ὀδμή, furor, fascis δέσμη, fornix ἁψίς, forfex ψαλίς, faex τρυγία, fulgor, honor, gremius, hortatus προτροπή, ingressus εἴσβασις, ictus πληγή, iuncus ὀξύσχοινος, incessus ἐπίβασις, iussus κέλευσις, inpulsus ἡ μετὰ τοῦ ἀναγκάζειν πειθώ, interitus, introitus, inpetus, luxus ἀσωτία, langor νωθρία, lectus, later πλίνθος, luscinius ἀηδών (et luscinia, ut Horatius dixit), limus ἰλύς, maeror λύπη, motus, mador ὑγρασία (Sallustius in historiis), mergus αἴθυια, magistratus ἀρχή, mercatus ἐμπορία, morbus, mullus, nuntius ἀγγελία, nidor κνῖσα, nidus καλιά, ordo τάξις, odor ὀδμή, obiectus προβολή, ortus ἀνατολή, occasus, ornatus κόσμησις, pons, pumex, profectus προκοπή, poples ἀγκύλη, pelicatus ζηλοτυπία, pallor, pauor, postis φλιά, ros, remus, reditus, raster, radius, rogus, sermo ὁμιλία, solius ἔμβασις, successus διαδοχή, pulpitus θυμέλη, pudor, pilus θρίξ, septentrio, splendor, senatus, sensus αἴσθησις, status, situs θέσις, secessus ὑποχώρησις, torus, turbo θύελλα, turtur τρυγών, turdus κίχλα, terror, uertex κορυφή, uisus, usus, uenter, uortex ἴλιγξ, uomis ὕνις, uicus κώμη, uapor ἀτμίς.
8Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 570, l. 11
ablatiui casus: inpertio illum hac re et illi χορηγῶ αὐτῷ τὸ πρᾶγμα, dignor amicum hospitio ξεναγωγῶ τὸν φίλον, κοινωνῶ τῆς οἰκίας τῷ φίλῳ, satio populum tritico κορεννύω τὸν δῆμον σίτου πυροῦ, saturo exercitum commeatu πληρῶ τὸν στρατὸν ἀναλωμάτων, libero te periculo εὐλυτῶ σε κινδύνου, careo amicis ἀποτυγχάνω στέρομαι τῶν φίλων, quaero te μέμφομαί σε, queror tibi de illo μέμφομαι αὐτῷ παρά σοι, onero seruum lignis φορτίζω ξύλοις τὸν οἰκέτην, dono praeceptorem auro δωροῦμαι τὸν ἐπιστάτην χρυσῷ, tempero me uino ἀπέχομαι οἴνου, glorior dignitate αὐχῶ τῇ ἀξίᾳ ἤτοι δοξάζω, fraudo creditorem pecuniis ἀποστερῶ τὸν χρήστην τοῦ χρυσοῦ, priuo amicum deposito ἀρνοῦμαι τῷ φίλῳ τὴν παραθήκην ἤτοι αὐτῆς ἀποστερῶ αὐτόν, postulo ab imperatore et de imperatore αἰτῶ παρὰ τοῦ βασιλέως, in gratiam redeo cum illo καταλλάττομαι τῷ δεῖνα, luctor cum luctatore παλαίω τῷ ἀθλητῇ, abduco filium domo ἐξωθῶ τὸν παῖδα τῆς οἰκίας, ἀρνοῦμαι τὴν οἴκησιν τῷ παιδί, abdico me praetura παραιτοῦμαι τὴν ἀρχήν, ἀπαγορεύω τῇ ἀρχῇ, abutor hac re ἀποκέχρημαι τῷ πράγματι, dominor in te δεσπόζω σου, fortior illo sum ἰσχυρότερος τοῦ δεῖνά εἰμι· et omnia comparatiua sic proferuntur {καὶ γὰρ πάντα συγκριτικὰ οὕτω προφέρεται }: satior cibo πληροῦμαι τροφῆς, κορέννυμαι, coeo cum uxore συνέρχομαι τῇ γυναικί et concumbo συγκαθεύδω, utor diuitiis χρῶμαι τοῖς χρήμασιν, potior munere ἀπολαύω τοῦ δώρου, antepono te fide mea προκρίνω σε τῆς ἐμῆς πίστεως, iungo tecum amicitias γίνομαί σου φίλος, fruor amore ἀπολαύω τοῦ ἔρωτος, induo te armis ὁπλίζω σε, deficio alacritate ὀλιγοψυχῶ τῇ προθυμίᾳ, nitor pudicitia ἐπερείδομαι τῇ αἰδοῖ, ἐρυθριῶ, patior te ἀνέχομαί σου, communicor cum illo κοινοῦμαι αὐτῷ, alienus sum crimine οὐκ ἥμαρτον, gaudeo gloria ἐναβρύνομαι τῇ δόξῃ, adficio illum laetitia χαροποιῶ αὐτόν, congredior tecum συμβάλλω σοι, confligo tecum συμπλέκομαί σοι, μάχομαί σοι, abstineo me pulmento ἀπέχομαι ὄψων, fretus sum patrocinio tuo θαρρῶ τῇ συνηγορίᾳ σου, ardeo amore φλέγομαι τῷ ἔρωτι, accendo amicum pulchritudine ἐρεθίζω ἐκκάω τῷ κάλλει τὸν φίλον, uro illum superbia mea κνίζω ἐρεθίζω τὸν δεῖνα τῇ ὑπερηφανίᾳ, laetor spe mea εὔελπίς εἰμι, laetor festo die ἀγάλλομαι ἐπὶ τῇ ἑορτῇ, imbuo malum malis ἐμποιῶ τὸν κακὸν κακοῖς, egredior ciuitate ἔξειμι τῆς πόλεως, degredior monte παραπορεύομαι τὸ ὄρος, κάτειμι τοῦ ὄρους, pugno cum hostibus συμπλέκομαι μάχομαι τοῖς πολεμίοις, contentus sum uno nummo ἀρκοῦμαι βραχέσι, ἱκανόν μοί ἐστιν ἓν ἀργύριον, εἷς ὀβολὸς ἀρκούντως ἔχει, orbo uxorem dote ἀποστερῶ τῆς φέρνης ἤτοι προικὸς τὴν γυναῖκα, sermocinor tecum κοινοῦμαί σοι, διαλέγομαί σοι, λαλῶ σοι, ὁμιλῶ σοι, interdico ignominiosum foro ἀπαγορεύω τῷ ἀτίμῳ τῆς ἀγορᾶς, κωλύω τὸν ἄδοξον συνηγορεῖν, cado cogitatione ἁμαρτάνω τῆς βουλῆς, ἐκπίπτω τῆς ἐνθυμήσεως, cado animi conceptu ἀλλοτριοῦμαι τοῦ ἐνθυμήματος ἤτοι τοῦ ἐνθυμίου, exsulto uictoria χαίρω σκιρτῶ ἐπὶ τῇ νίκῃ, soporo te uino κοιμίζω σε τῷ οἴνῳ, ὑπνοποιῶ σε οἴνῳ, gaudeo felicitate χαίπω τῇ ἀγαθῇ τύχῃ, ἄγαμαι τῇ εὐτυχίᾳ, fruor industria καρποῦμαι τὴν σπουδήν, opus est mihi hac re δέομαι χρῄζω τοῦ πράγματος, uaco militia εὐκαιρῶ σχολάζω τῇ στρατιᾷ.
9Aristoteles, Physica, 1, 2; 3
τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεώς ἐστι σκο πεῖν· ὥσπερ γὰρ καὶ τῷ γεωμέτρῃ οὐκέτι λόγος ἔστι πρὸς τὸν ἀνελόντα τὰς ἀρχάς, ἀλλ' ἤτοι ἑτέρας ἐπιστήμης ἢ πα σῶν κοινῆς, οὕτως οὐδὲ τῷ περὶ ἀρχῶν· οὐ γὰρ ἔτι ἀρχὴ ἔστιν, εἰ ἓν μόνον καὶ οὕτως ἓν ἔστιν.
10Aristoteles, Physica, 1, 2; 4
ἡ γὰρ ἀρχὴ τινὸς ἢ τι νῶν.
11Aristoteles, Physica, 1, 2; 8
ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέγοντες εἶναι ἓν τὰ πάντα, πότερον οὐσίαν τὰ πάντα ἢ ποσὰ ἢ ποιά, καὶ πάλιν πότερον οὐσίαν μίαν τὰ πάντα, οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα ἢ ψυχὴν μίαν, ἢ ποιὸν ἓν δὲ τοῦτο, οἷον λευκὸν ἢ θερμὸν ἢ τῶν ἄλλων τι τῶν τοιούτων.
12Aristoteles, Physica, 1, 6; 8
ἔσται γὰρ ἀρχὴ τῆς ἀρχῆς· τὸ γὰρ ὑποκείμενον ἀρχή, καὶ πρό τερον δοκεῖ τοῦ κατηγορουμένου εἶναι.
13Aristoteles, Physica, 1, 7; 27
μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ οὕτως ὂν ὡς τὸ τόδε τι, μία δὲ ἧς ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ, ἡ στέρησις.
14Aristoteles, Physica, 2, 3; 4
ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος, καὶ ὁ πα τὴρ τοῦ τέκνου, καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μετα βάλλον τοῦ μεταβαλλομένου.
15Aristoteles, Physica, 2, 3; 9
ἔστιν δέ τινα καὶ ἀλλήλων αἴτια, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δ' ὡς ἀρχὴ κινήσεως.
16Aristoteles, Physica, 2, 3; 12
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σω μάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπε ράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰα τρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰ πεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
17Aristoteles, Physica, 2, 6; 12
τῶν δὲ τρόπων τῆς αἰτίας ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκάτερον αὐτῶν· ἢ γὰρ τῶν φύσει τι ἢ τῶν ἀπὸ διανοίας αἰτίων ἀεί ἐστιν· ἀλλὰ τούτων τὸ πλῆθος ἀόριστον.
18Aristoteles, Physica, 2, 9; 9
ἐν δὲ τοῖς γιγνομένοις ἕνεκά του ἀνάπαλιν, εἰ τὸ τέλος ἔσται ἢ ἔστι, καὶ τὸ ἔμπροσθεν ἔσται ἢ ἔστιν· εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα.
19Aristoteles, Physica, 2, 9; 10
ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ (ἐκεῖ δὲ τοῦ λογισμοῦ· πράξεις γὰρ οὐκ εἰσίν).
20Aristoteles, Physica, 2, 9; 14
καὶ ἄμφω μὲν τῷ φυσικῷ λεκτέαι αἱ αἰτίαι, μᾶλλον δὲ ἡ τίνος ἕνεκα· αἴτιον γὰρ τοῦτο τῆς ὕλης, ἀλλ' οὐχ αὕτη τοῦ τέλους· καὶ τὸ τέλος τὸ οὗ ἕνεκα, καὶ ἡ ἀρχὴ ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ λόγου, ὥσπερ ἐν τοῖς κατὰ τέχνην, ἐπεὶ ἡ οἰκία τοιόνδε, τάδε δεῖ γενέσθαι καὶ ὑπάρ χειν ἐξ ἀνάγκης, καὶ ἐπεὶ ἡ ὑγίεια τοδί, τάδε δεῖ γενέ σθαι ἐξ ἀνάγκης καὶ ὑπάρχειν – οὕτως καὶ εἰ ἄνθρωπος τοδί, ταδί· εἰ δὲ ταδί, ταδί.
21Aristoteles, Physica, 3, 1; 1
Ἐπεὶ δ' ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μετα βολῆς, ἡ δὲ μέθοδος ἡμῖν περὶ φύσεώς ἐστι, δεῖ μὴ λαν θάνειν τί ἐστι κίνησις· ἀναγκαῖον γὰρ ἀγνοουμένης αὐτῆς ἀγ νοεῖσθαι καὶ τὴν φύσιν.
22Aristoteles, Physica, 3, 2; 9
εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τό δε ἢ τοιόνδε ἢ τοσόνδε, ὃ ἔσται ἀρχὴ καὶ αἴτιον τῆς κινή σεως, ὅταν κινῇ, οἷον ὁ ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.
23Aristoteles, Physica, 3, 4; 5
τῶν δὲ πε περασμένα ποιούντων στοιχεῖα οὐθεὶς ἄπειρα ποιεῖ· ὅσοι δ' ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας καὶ Δη μόκριτος, ὁ μὲν ἐκ τῶν ὁμοιομερῶν, ὁ δ' ἐκ τῆς πανσπερ μίας τῶν σχημάτων, τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναι φασίν· καὶ ὁ μὲν ὁτιοῦν τῶν μορίων εἶναι μίγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γιγνόμενον· ἐντεῦθεν γὰρ ἔοικε καὶ ὁμοῦ ποτὲ πάντα χρήματα φάναι εἶναι, οἷον ἥδε ἡ σὰρξ καὶ τόδε τὸ ὁστοῦν, καὶ οὕτως ὁτιοῦν· καὶ πάντα ἄρα· καὶ ἅμα τοίνυν· ἀρχὴ γὰρ οὐ μόνον ἐν ἑκάστῳ ἔστι τῆς δια κρίσεως, ἀλλὰ καὶ πάντων.
24Aristoteles, Physica, 3, 4; 7
Δημόκριτος δ' οὐδὲν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι τῶν πρώτων φησίν· ἀλλ' ὅμως γε αὐτῷ τὸ κοινὸν σῶμα πάντων ἐστὶν ἀρχή.
25Aristoteles, Physica, 3, 5; 2
εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες· οὔτε γὰρ μάτην οἷόν τε αὐτὸ εἶναι, οὔτε ἄλλην ὑπάρχειν αὐτῷ δύναμιν πλὴν ὡς ἀρχήν· ἅπαντα γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς, τοῦ δὲ ἀπείρου οὐκ ἔστιν ἀρχή· εἴη γὰρ ἂν αὐτοῦ πέρας.
26Aristoteles, Physica, 3, 5; 3
ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ὡς ἀρχή τις οὖσα· τό τε γὰρ γενό μενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἔστιν φθο ρᾶς.
27Aristoteles, Physica, 3, 5; 4
διό, καθάπερ λέγομεν, οὐ ταύτης ἀρχή, ἀλλ' αὕτη τῶν ἄλλων εἶναι δοκεῖ καὶ περιέχειν ἅπαντα καὶ πάντα κυβερ νᾶν, ὥς φασιν ὅσοι μὴ ποιοῦσι παρὰ τὸ ἄπειρον ἄλλας αἰ τίας, οἷον νοῦν ἢ φιλίαν· καὶ τοῦτ' εἶναι τὸ θεῖον· ἀθάνατον γὰρ καὶ ἀνώλεθρον, ὥσπερ φησὶν Ἀναξίμανδρος καὶ οἱ πλεῖ στοι τῶν φυσιολόγων.
28Aristoteles, Physica, 3, 6; 7
φανερὸν δὲ καὶ ὅτι οὐκ ἐνδέχεται εἶ ναι τὸ ἄπειρον ὡς ἐνεργείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν· ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ μεριστόν (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ' ὑποκειμένου), ὥστ' ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα διαιρετόν· πολλὰ δ' ἄπειρα εἶναι τὸ αὐτὸ ἀδύνα τον (ἀλλὰ μὴν ὥσπερ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε οὐσία ἐστὶ καὶ ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαί ρετον.
29Aristoteles, Physica, 3, 7; 2
τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τε λευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μεγέθη, καὶ ἀριθμὸς οὐκ ἔσται ἄπειρος.
30Aristoteles, Physica, 4, 13; 33
ἀκολουθεῖ δὲ καὶ τοῦτό πως τῇ στιγμῇ· καὶ γὰρ ἡ στιγμὴ καὶ συνέχει τὸ μῆκος καὶ ὁρίζει· ἔστι γὰρ τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή.
31Aristoteles, Physica, 4, 13; 34
ἀλλ' ὅταν μὲν οὕτω λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστασθαι, εἰ ἔσται ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή· τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον αἰεὶ ἕτερον.
32Aristoteles, Physica, 4, 13; 35
ὥσθ' ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλ' ὡς τὰ ἔσχατα τῆς γραμμῆς μᾶλλον – καὶ οὐχ ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον (τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου, οὐδ' ἡ διαίρεσις τῆς κινή σεως, ὥσπερ οὐδ' ἡ στιγμὴ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια.
33Aristoteles, Physica, 4, 15; 1
Τὸ δὲ νῦν ἐστιν συνέχεια χρόνου, ὥσπερ ἐλέχθη· συνέχει γὰρ τὸν χρόνον τὸν παρεληλυθότα καὶ ἐσόμενον, καὶ πέρας χρόνου ἐστίν· ἔστι γὰρ τοῦ μὲν ἀρχή, τοῦ δὲ τελευτή.
34Aristoteles, Physica, 4, 15; 14
ἐπεὶ δὲ τὸ νῦν τελευτὴ καὶ ἀρχὴ χρόνου, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τοῦ μὲν παρήκοντος τελευτή, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἔχοι ἂν ὥσπερ ὁ κύκλος ἐν τῷ αὐτῷ πως τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὕτως καὶ ὁ χρό νος ἀεὶ ἐν ἀρχῇ καὶ τελευτῇ.
35Aristoteles, Physica, 4, 15; 15
καὶ διὰ τοῦτο δοκεῖ ἀεὶ ἕτε ρος· οὐ γὰρ τοῦ αὐτοῦ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· ἅμα γὰρ ἂν καὶ κατὰ τὸ αὐτὸ τἀναντία ἂν εἴη.
36Aristoteles, Physica, 4, 15; 16
καὶ οὐχ ὑπολείψει δή· αἰεὶ γὰρ ἐν ἀρχῇ.
37Aristoteles, Physica, 6, 7; 22
τὸ μὲν οὖν κατὰ τὸ τέλος τῆς μεταβολῆς πρῶ τον λεγόμενον ὑπάρχει τε καὶ ἔστιν (ἐνδέχεται γὰρ ἐπιτε λεσθῆναι μεταβολὴν καὶ ἔστι μεταβολῆς τέλος, ὃ δὴ καὶ δέδεικται ἀδιαίρετον ὂν διὰ τὸ πέρας εἶναι)· τὸ δὲ κατὰ τὴν ἀρχὴν ὅλως οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ἀρχὴ μεταβολῆς, οὐδ' ἐν ᾧ πρώτῳ τοῦ χρόνου μετέβαλλεν.
38Aristoteles, Physica, 7, 2; 1
Τὸ δὲ πρῶτον κινοῦν, μὴ ὡς τὸ οὗ ἕνεκεν, ἀλλ' ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἅμα τῷ κινουμένῳ ἐστί (λέγω δὲ τὸ ἅμα, ὅτι οὐδέν ἐστιν αὐτῶν μεταξύ)· τοῦτο γὰρ κοι νὸν ἐπὶ παντὸς κινουμένου καὶ κινοῦντός ἐστιν.
39Aristoteles, Physica, 8, 1; 27
τὸ γὰρ ἔσχατον τοῦ τελευταίου ληφθέντος χρόνου ἔν τινι τῶν νῦν ἔσται (οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν), ὥστ' ἐπεί ἐστιν ἀρχή τε καὶ τελευτὴ τὸ νῦν, ἀνάγκη αὐτοῦ ἐπ' ἀμφότερα εἶναι ἀεὶ χρόνον.
40Aristoteles, Physica, 8, 2; 3
πολὺ δὲ μάλιστα τὸ τοιοῦτον ἐπὶ τῶν ἐμψύχων εἶναι φα νερόν· οὐδεμιᾶς γὰρ ἐν ἡμῖν ἐνούσης κινήσεως ἐνίοτε, ἀλλ' ἡσυχάζοντες ὅμως κινούμεθά ποτε, καὶ ἐγγίγνεται ἐν ἡμῖν ἐξ ἡμῶν αὐτῶν ἀρχὴ κινήσεως, κἂν μηθὲν ἔξωθεν κι νήσῃ.
41Aristoteles, Physica, 8, 3; 1
Ἀρχὴ δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης ἀπορίας, διὰ τί ποτε ἔνια τῶν ὄντων ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ πάλιν.
42Aristoteles, Physica, 8, 3; 5
ἔτι δ' αἱ περὶ τῶν ἀρχῶν ἐνστάσεις, ὥσπερ ἐν τοῖς περὶ τὰ μαθήματα λόγοις οὐδέν εἰσιν πρὸς τὸν μαθη ματικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, οὕτως οὐδὲ περὶ τοῦ νῦν ῥηθέντος πρὸς τὸν φυσικόν· ὑπόθεσις γὰρ ὅτι ἡ φύ σις ἀρχὴ τῆς κινήσεως.
43Aristoteles, Physica, 8, 3; 6
σχεδὸν δὲ καὶ τὸ φάναι κινεῖσθαι πάντα ψεῦδος μέν, ἧττον δὲ τούτου παρὰ τὴν μέθοδον· ἐτέ θη μὲν γὰρ ἡ φύσις ἐν τοῖς φυσικοῖς ἀρχή, καθάπερ κινή σεως, καὶ ἠρεμίας, ὅμως δὲ φυσικὸν ἡ κίνησις· καί φασί τινες κινεῖσθαι τῶν ὄντων οὐ τὰ μὲν τὰ δ' οὔ, ἀλλὰ πάντα καὶ ἀεί, ἀλλὰ λανθάνειν τοῦτο τὴν ἡμετέραν αἴσθησιν· πρὸς οὓς καίπερ οὐ διορίζοντας ποίαν κίνησιν λέγουσιν, ἢ πάσας, οὐ χαλεπὸν ἀπαντῆσαι.
44Aristoteles, Physica, 8, 4; 3
τό τε γὰρ αὐτὸ ὑφ' αὑτοῦ κινούμενον φύ σει κινεῖται, οἷον ἕκαστον τῶν ζῴων (κινεῖται γὰρ τὸ ζῷον αὐτὸ ὑφ' αὑτοῦ, ὅσων δ' ἡ ἀρχὴ ἐν αὐτοῖς τῆς κινήσεως, ταῦτα φύσει φαμὲν κινεῖσθαι· διὸ τὸ μὲν ζῷον ὅλον φύσει αὐτὸ ἑαυτὸ κινεῖ, τὸ μέντοι σῶμα ἐνδέχεται καὶ φύσει καὶ παρὰ φύσιν κινεῖσθαι· διαφέρει γὰρ ὁποίαν τε ἂν κίνησιν κινούμενον τύχῃ καὶ ἐκ ποίου στοιχείου συνεστηκός), καὶ τῶν ὑπ' ἄλλου κινουμένων τὰ μὲν φύσει κινεῖται τὰ δὲ παρὰ φύσιν, παρὰ φύσιν μὲν οἷον τὰ γεηρὰ ἄνω καὶ τὸ πῦρ κάτω, ἔτι δὲ τὰ μόρια τῶν ζῴων πολλάκις κινεῖται παρὰ φύσιν, παρὰ τὰς θέσεις καὶ τοὺς τρόπους τῆς κινήσεως.
45Aristoteles, Physica, 8, 5; 32
ἀλλὰ μὴν καὶ εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν ἢ τὸ ὑπ' ἄλλου κινούμενον, ἐκεῖνο πᾶς ἂν θείη· τὸ γὰρ αὐτὸ καθ' αὑτὸ ὂν ἀεὶ πρότερον αἴτιον τοῦ καθ' ἕτερον καὶ αὐτοῦ ὄντος.
46Aristoteles, Physica, 8, 6; 13
ἱκανὸν δὲ καὶ ἕν, ὃ πρῶτον τῶν ἀκινήτων ἀΐδιον ὂν ἔσται ἀρχὴ τοῖς ἄλλοις κινήσεως.
47Aristoteles, Physica, 8, 6; 21
ἐπεὶ δὲ τὰ μὲν τοιαῦτα δῆλα πᾶσι, βουλόμεθα δὲ δεῖξαι καὶ τοῖν δυοῖν ἑκατέρου τὴν φύσιν, ὅτι ἔστιν τὰ μὲν ἀεὶ ἀκίνητα τὰ δὲ ἀεὶ κινούμενα, προϊόντες δ' ἐπὶ τοῦτο καὶ θέντες ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖ σθαι, καὶ τοῦτ' εἶναι ἢ ἀκίνητον ἢ κινούμενον, καὶ κινούμενον ἢ ὑφ' αὑτοῦ ἢ ὑπ' ἄλλου ἀεί, προήλθομεν ἐπὶ τὸ λαβεῖν ὅτι τῶν κινουμένων ἐστὶν ἀρχὴ κινουμένων μὲν ὃ αὐτὸ ἑαυτὸ κινεῖ, πάντων δὲ τὸ ἀκίνητον, ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ ἑαυτά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος, ταῦτα δὲ καὶ δόξαν παρεῖχε μή ποτε ἐν δέχεται κίνησιν ἐγγίγνεσθαι μὴ οὖσαν ὅλως, διὰ τὸ ἐν τούτοις ὁρᾶν ἡμᾶς τοῦτο συμβαῖνον (ἀκίνητα γάρ ποτε ὄντα κινεῖ ται πάλιν, ὡς δοκεῖ), τοῦτο δὴ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὑτὰ κινεῖ, καὶ ὅτι ταύτην οὐ κυρίως· οὐ γὰρ ἐξ αὐτοῦ τὸ αἴτιον, ἀλλ' ἔνεισιν ἄλλαι κινήσεις φυσικαὶ τοῖς ζῴοις, ἃς οὐ κινοῦνται δι' αὑτῶν, οἷον αὔξησις φθίσις ἀναπνοή, ἃς κι νεῖται τῶν ζῴων ἕκαστον ἠρεμοῦν καὶ οὐ κινούμενον τὴν ὑφ' αὑτοῦ κίνησιν.
48Aristoteles, Physica, 8, 8; 10
ἔτι δὲ πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις· καὶ γὰρ βαρὺ καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσιν καὶ ἀραιότητες εἶναί τινες.
49Aristoteles, Physica, 8, 11; 11
ἔτι δὲ ἄλλο ἐστὶν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ὥστε τῆς εὐθείας τῶν ἐντὸς τῶν ἄκρων ὁτιοῦν σημεῖον δυνάμει μέν ἐστι μέσον, ἐνεργείᾳ δ' οὐκ ἔστιν, ἐὰν μὴ διέλῃ ταύτῃ καὶ ἐπιστὰν πάλιν ἄρξηται κινεῖσθαι· οὕτω δὲ τὸ μέσον ἀρχὴ γίγνεται καὶ τελευτή, ἀρχὴ μὲν τῆς ὕστερον, τελευτὴ δὲ τῆς πρώτης (λέγω δ' οἷον ἐὰν φερόμενον τὸ Α στῇ ἐπὶ τοῦ Β καὶ πάλιν φέρηται ἐπὶ τὸ Γ).
50Aristoteles, Physica, 8, 11; 17
ὅταν δὴ χρήσηται τὸ φερόμενον Α τῷ Β μέσῳ καὶ τελευτῇ καὶ ἀρχῇ, ἀνάγκη στῆναι διὰ τὸ δύο ποιεῖν, ὥσπερ ἂν εἰ καὶ νοήσειεν.
51Aristoteles, Physica, 8, 11; 25
εἰ γὰρ ἡ τὸ Η φέροιτο πρὸς τὸ Δ καὶ πά λιν ἀνακάμψασα κάτω φέροιτο, τῷ ἄκρῳ ἐφ' οὗ Δ τε λευτῇ καὶ ἀρχῇ κέχρηται, τῷ ἑνὶ σημείῳ ὡς δύο· διὸ στῆ ναι ἀνάγκη· καὶ οὐχ ἅμα γέγονεν ἐπὶ τῷ Δ καὶ ἀπελή λυθεν ἀπὸ τοῦ Δ· ἐκεῖ γὰρ ἂν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν.
52Aristoteles, Physica, 8, 11; 28
τὰ μὲν οὖν ἐν μέσῳ δυνάμει ἔστι, τοῦτο δ' ἐνεργείᾳ, καὶ τελευτὴ μὲν κάτωθεν, ἀρχὴ δὲ ἄνωθεν· καὶ τῶν κινήσεων ἄρα ὡσαύτως.
53Aristoteles, Physica, 8, 12; 7
ἂν δὲ ποιῇ ἐντελεχείᾳ, οὐ ποιή σει συνεχῆ, ἀλλὰ στήσει, ὅπερ ἐπὶ τοῦ ἀριθμοῦντος τὰ ἡμί σεα φανερόν ἐστιν ὅτι συμβαίνει· τὸ γὰρ ἓν σημεῖον ἀνάγκη αὐτῷ ἀριθμεῖν δύο· τοῦ μὲν γὰρ ἑτέρου τελευτὴ ἡμίσεος τοῦ δ' ἑτέρου ἀρχὴ ἔσται, ἂν μὴ μίαν ἀριθμῇ τὴν συνεχῆ, ἀλλὰ δύο ἡμισείας.
54Aristoteles, Physica, 8, 12; 11
τὸ σημεῖον μὲν οὖν ἀμφοῖν κοινόν, καὶ τοῦ προτέρου καὶ τοῦ ὑστέρου, καὶ ταὐτὸν καὶ ἓν ἀριθμῷ, λόγῳ δ' οὐ ταὐτόν (τοῦ μὲν γὰρ τελευτή, τοῦ δ' ἀρχή)· τῷ δὲ πράγματι ἀεὶ τοῦ ὑστέρου πάθους ἐστίν.
55Aristoteles, Physica, 8, 13; 20
ὥστ' οὐδ' ἐν τῷ ἡμικυκλίῳ οὐδ' ἐν ἄλλῃ περιφερείᾳ οὐδεμιᾷ ἐνδέχεται συνεχῶς κινεῖσθαι· πολλάκις γὰρ ἀνάγκη ταὐτὰ κινεῖσθαι καὶ τὰς ἐναντίας μεταβάλλειν μεταβολάς· οὐ γὰρ συνάπτει τῇ ἀρχῇ τὸ πέρας.
56Aristoteles, Physica, 8, 14; 7
εὐλόγως δὲ συμ βέβηκε τὸ τὴν κύκλῳ μίαν εἶναι καὶ συνεχῆ, καὶ μὴ τὴν ἐπ' εὐθείας· τῆς μὲν γὰρ ἐπ' εὐθείας ὥρισται καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, καὶ πάντ' ἔχει ἐν αὑτῇ, ὥστ' ἔστιν ὅθεν ἄρξεται τὸ κινούμενον καὶ οὗ τελευτήσει (πρὸς γὰρ τοῖς πέ ρασιν ἠρεμεῖ πᾶν, ἢ ὅθεν ἢ οὗ), τῆς δὲ περιφεροῦς ἀόριστα· τί γὰρ μᾶλλον ὁποιονοῦν πέρας τῶν ἐπὶ τῆς γραμμῆς;
57Aristoteles, Physica, 8, 14; 8
ὁμοίως γὰρ ἕκαστον καὶ ἀρχὴ καὶ μέσον καὶ τέλος, ὥστ' ἀεί τε εἶναι ἐν ἀρχῇ καὶ ἐν τέλει καὶ μηδέποτε.
58Aristoteles, Physica, 8, 14; 10
αἴτιον δ' ὅτι πάντα συμβέβηκε ταῦτα τῷ κέντρῳ· καὶ γὰρ ἀρχὴ καὶ μέσον τοῦ μεγέθους καὶ τέλος ἐστίν, ὥστε διὰ τὸ ἔξω εἶναι τοῦτο τῆς περιφερείας οὐκ ἔστιν ὅπου τὸ φερόμενον ἠρεμήσει ὡς διεληλυθός (ἀεὶ γὰρ φέρεται περὶ τὸ μέσον, ἀλλ' οὐ πρὸς τὸ ἔσχατον), διὰ δὲ τὸ τοῦτο μένειν ἀεί τε ἠρεμεῖ πως τὸ ὅλον καὶ κινεῖται συνεχῶς.
59Aristoteles, Physica, 8, 14; 12
ἔτι δὲ καὶ ὁμαλῆ ἐνδέχεται εἶναι τὴν κύκλῳ μόνην· τὰ γὰρ ἐπ' εὐθείας ἀνωμαλῶς ἀπὸ τῆς ἀρχῆς φέρεται καὶ πρὸς τὸ τέλος· πάντα γὰρ ὅσῳπερ ἂν ἀφίστηται [πλεῖον] τοῦ ἠρεμοῦντος, φέρεται θᾶττον· τῆς δὲ κύκλῳ μόνης οὔτ' ἀρχὴ οὔτε τέλος ἐν αὐτῇ πέφυκεν, ἀλλ' ἐκτός.
60Aristoteles, Physica, 8, 16; 1
ὅτι μὲν οὖν ἀεί τε κίνησις ἦν καὶ ἔσται τὸν ἅπαντα χρό νον, καὶ τίς ἀρχὴ τῆς ἀϊδίου κινήσεως, ἔτι δὲ τίς πρώτη κί νησις, καὶ τίνα κίνησιν ἀΐδιον ἐνδέχεται μόνην εἶναι, καὶ τὸ κινοῦν πρῶτον ὅτι ἀκίνητον, εἴρηται.
61Aristoteles, Analytica posteriora, 1, I 2; 15 (auctor 384BC-322BC)
Ἀρχή δ᾿ ἐστίν ἀποδείξεως πρότασις ἄμεσος, ἄμεσος δέ ἧς μή ἐστιν ἄλλη προτέρα.
62Aristoteles, Analytica posteriora, 1, I 6; 6 (auctor 384BC-322BC)
Οὐ γάρ τό ἔνδοξον ἢ μή ἀρχή ἐστιν, ἀλλά τό πρῶτον τοῦ γένους περί ὃ δείκνυται· καί τἀληθές οὐ πᾶν οἰκεῖον.
63Aristoteles, Analytica posteriora, 1, I 8; 4 (auctor 384BC-322BC)
Ὁμοίως δ᾿ ἔχει καί περί ὁρισμούς, ἐπείπερ ἐστίν ὁ ὁρισμός ἢ ἀρχή ἀποδείξεως ἢ ἀπόδειξις θέσει διαφέρουσα ἢ συμπέρασμά τι ἀποδείξεως.
64Aristoteles, Analytica posteriora, 1, I 23; 12 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ τό Α τῷ Β μή ὑπάρχει, εἰ μέν ἔστιν ἢ μέσον ἢ πρότερον ᾧ οὐχ ὑπάρχει, ἔστιν ἀπόδειξις, εἰ δέ μή, οὐκ ἔστιν, ἀλλ᾿ ἀρχή καί στοιχεῖα τοσαῦτ᾿ ἐστίν ὅσοι ὅροι· αἱ γάρ τούτων προτάσεις ἀρχαί τῆς ἀποδείξεώς εἰσιν.
65Aristoteles, Analytica posteriora, 1, I 23; 18 (auctor 384BC-322BC)
Καί ὥσπερ ἐν τοῖς ἄλλοις ἡ ἀρχή ἁπλοῦν, τοῦτο δ᾿ οὐ ταὐτό πανταχοῦ, ἀλλ᾿ ἐν βάρει μέν μνᾶ, ἐν δέ μέλει δίεσις, ἄλλο δ᾿ ἐν ἄλλῳ, οὕτως ἐν συλλογισμῷ τό ἓν πρότασις ἄμεσος, ἐν δ᾿ ἀποδείξει καί ἐπιστήμῃ ὁ νοῦς.
66Aristoteles, Analytica posteriora, 1, I 24; 33 (auctor 384BC-322BC)
Ἐγγυτάτω δέ τό ἄμεσον· τοῦτο δ᾿ ἀρχή.
67Aristoteles, Analytica posteriora, 1, I 25; 20 (auctor 384BC-322BC)
Ἔτι εἰ ἀρχή συλλογισμοῦ ἡ καθόλου πρότασις ἄμεσος, ἔστι δ᾿ ἐν μέν τῇ δεικτικῇ καταφατική ἐν δέ τῇ στερητικῇ ἀποφατική ἡ καθόλου πρότασις, ἡ δέ καταφατική τῆς ἀποφατικῆς προτέρα καί γνωριμωτέρα· διά γάρ τήν κατάφασιν ἡ ἀπόφασις γνώριμος, καί προτέρα ἡ κατάφασις, ὥσπερ καί τό εἶναι τοῦ μή εἶναι· ὥστε βελτίων ἡ ἀρχή τῆς δεικτικῆς ἢ τῆς στερητικῆς· ἡ δέ βελτίοσιν ἀρχαῖς χρωμένη βελτίων.
68Aristoteles, Analytica posteriora, 2, II 3; 2 (auctor 384BC-322BC)
Ἀρχή δ᾿ ἔστω τῶν μελλόντων, ἥπερ ἐστίν οἰκειοτάτη τῶν ἐχομένων λόγων.
69Aristoteles, Analytica posteriora, 2, II 4; 20 (auctor 384BC-322BC)
Ὥστ᾿ οὐκ ἀποδέδεικται· τό γάρ ἐν ἀρχῇ εἴληφεν.
70Aristoteles, Analytica posteriora, 2, II 12; 9 (auctor 384BC-322BC)
Ἀρχή δέ καί τούτων τά γεγονότα.
71Aristoteles, Analytica posteriora, 2, II 12; 29 (auctor 384BC-322BC)
Ἀρχή δέ τό Γ διά τό ἐγγύτερον τοῦ νῦν εἶναι, ὅ ἐστιν ἀρχή τοῦ χρόνου.
72Aristoteles, Analytica posteriora, 2, II 12; 39 (auctor 384BC-322BC)
Ἀρχή δέ καί ἐν τούτοις ἄμεσος ληπτέα.
73Aristoteles, Analytica posteriora, 2, II 19; 14 (auctor 384BC-322BC)
Ἐκ δ᾿ ἐμπειρίας ἢ ἐκ παντός ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ, τοῦ ἑνός παρά τά πολλά, ὃ ἂν ἐν ἅπασιν ἓν ἐνῇ ἐκείνοις τό αὐτό, τέχνης ἀρχή καί ἐπιστήμης, ἐάν μέν περί γένεσιν, τέχνης, ἐάν δέ περί τό ὄν, ἐπιστήμης.
74Aristoteles, Analytica posteriora, 2, II 19; 20 (auctor 384BC-322BC)
Ἐπεί δέ τῶν περί τήν διάνοιαν ἕξεων, αἷς ἀληθεύομεν, αἱ μέν ἀεί ἀληθεῖς εἰσίν, αἱ δέ ἐπιδέχονται τό ψεῦδος, οἷον δόξα καί λογισμός, ἀληθῆ δ᾿ ἀεί ἐπιστήμη καί νοῦς, καί οὐδέν ἐπιστήμης ἀκριβέστερον ἄλλο γένος ἢ νοῦς, αἱ δ᾿ ἀρχαί τῶν ἀποδείξεων γνωριμώτεραι, ἐπιστήμη δ᾿ ἅπασα μετά λόγου ἐστί, τῶν ἀρχῶν ἐπιστήμη μέν οὐκ ἂν εἴη, ἐπεί δ᾿ οὐδέν ἀληθέστερον ἐνδέχεται εἶναι ἐπιστήμης ἢ νοῦν, νοῦς ἂν εἴη τῶν ἀρχῶν, ἔκ τε τούτων σκοποῦσι καί ὅτι ἀποδείξεως ἀρχή οὐκ ἀπόδειξις, ὥστ᾿ οὐδ᾿ ἐπιστήμης ἐπιστήμη.
75Aristoteles, Analytica posteriora, 2, II 19; 21 (auctor 384BC-322BC)
Εἰ οὖν μηδέν ἄλλο παρ᾿ ἐπιστήμην γένος ἔχομεν ἀληθές, νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή.
76Aristoteles, Analytica posteriora, 2, II 19; 22 (auctor 384BC-322BC)
Καί ἡ μέν ἀρχή τῆς ἀρχῆς εἴη ἄν, ἡ δέ πᾶσα ὁμοίως ἔχει πρός τό ἅπαν πρᾶγμα.
77Aristoteles, Analytica priora, 1, I 4; 15 (auctor 384BC-322BC)
Οὐκοῦν εἰ ἔστι παντός κατηγορεῖσθαι τό ἐν ἀρχῇ λεχθέν, ἀνάγκη τό Α τινί τῷ Γ ὑπάρχειν.
78Aristoteles, Analytica priora, 1, I 5; 16 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι ἂν ᾖ συλλογισμός καθόλου τῶν ὅρων ὄντων, ἀνάγκη τούς ὅρους ἔχειν ὡς ἐν ἀρχῇ εἴπομεν· ἄλλως γάρ ἐχόντων οὐ γίνεται τό ἀναγκαῖον.
79Aristoteles, Analytica priora, 1, I 17; 16 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι πρός τό οὕτως ἐνδεχόμενον καί μή ἐνδεχόμενον, ὡς ἐν ἀρχῇ διωρίσαμεν, οὐ τό ἐξ ἀνάγκης τινί ὑπάρχειν ἀλλά τό ἐξ ἀνάγκης τινί μή ὑπάρχειν ληπτέον.
80Aristoteles, Analytica priora, 2, II 8; 18 (auctor 384BC-322BC)
Εἰ γάρ τό Α τινί τῷ Γ ὑπάρχει, τῷ δέ Β μηδενί, τό Β τινί τῷ Γ οὐχ ὑπάρξει, οὐχ ἁπλῶς οὐδενί· καί εἰ τό μέν Α τῷ Γ τινί, τό δέ Β παντί, ὥσπερ ἐν ἀρχῇ ἐλήφθη, τό Α τινί τῷ Β ὑπάρξει.
81Aristoteles, Analytica priora, 2, II 16; 1 (auctor 384BC-322BC)
Τό δ᾿ ἐν ἀρχῇ αἰτεῖσθαι καί λαμβάνειν ἔστι μέν, ὡς ἐν γένει λαβεῖν, ἐν τῷ μή ἀποδεικνύναι τό προκείμενον, τοῦτο δ᾿ ἐπισυμβαίνει πολλαχῶς· καί γάρ εἰ ὅλως μή συλλογίζεται, καί εἰ δι᾿ ἀγνωστοτέρων ἢ ὁμοίως ἀγνώστων, καί εἰ διά τῶν ὑστέρων τό πρότερον· ἡ γάρ ἀπόδειξις ἐκ πιστοτέρων τε καί προτέρων ἐστίν.
82Aristoteles, Analytica priora, 2, II 16; 6 (auctor 384BC-322BC)
Εἰ οὖν τις ἀδήλου ὄντος ὅτι τό Α ὑπάρχει τῷ Γ, ὁμοίως δέ καί ὅτι τῷ Β, αἰτοῖτο τῷ Β ὑπάρχειν τό Α, οὔπω δῆλον εἰ τό ἐν ἀρχῇ αἰτεῖται, ἀλλ᾿ ὅτι οὐκ ἀποδείκνυσι, δῆλον· οὐ γάρ ἀρχή ἀποδείξεως τό ὁμοίως ἄδηλον.
83Aristoteles, Analytica priora, 2, II 16; 7 (auctor 384BC-322BC)
Εἰ μέντοι τό Β πρός τό Γ οὕτως ἔχει ὥστε ταὐτόν εἶναι, ἢ δῆλον ὅτι ἀντιστρέφουσιν, ἢ ὑπάρχει θάτερον θατέρῳ, τό ἐν ἀρχῇ αἰτεῖται.
84Aristoteles, Analytica priora, 2, II 16; 13 (auctor 384BC-322BC)
Εἰ οὖν ἐστί τό ἐν ἀρχῇ αἰτεῖσθαι τό δι᾿ αὑτοῦ δεικνύναι τό μή δι᾿ αὑτοῦ δῆλον, τοῦτο δ᾿ ἐστί τό μή δεικνύναι, ὅταν ὁμοίως ἀδήλων ὄντων τοῦ δεικνυμένου καί δι᾿ οὗ δείκνυται ἢ τῷ ταὐτά τῷ αὐτῷ ἢ τῷ ταὐτόν τοῖς αὐτοῖς ὑπάρχειν, ἐν μέν τῷ μέσῳ σχήματι καί τρίτῳ ἀμφοτέρως ἂν ἐνδέχοιτο τό ἐν ἀρχῇ αἰτεῖσθαι, ἐν δέ κατηγορικῷ συλλογισμῷ ἔν τε τῷ τρίτῳ καί τῷ πρώτῳ.
85Aristoteles, Analytica priora, 2, II 16; 15 (auctor 384BC-322BC)
Ἔστι δέ τό ἐν ἀρχῇ αἰτεῖσθαι ἐν μέν ταῖς ἀποδείξεσι τά κατ᾿ ἀλήθειαν οὕτως ἔχοντα, ἐν δέ τοῖς διαλεκτικοῖς τά κατά δόξαν.
86Aristoteles, Athenaion Politeia, p2, 3, 3; 7 (auctor 384BC-322BC)
ὅτι δὲ τελευταία τούτων ἐγένετο τῶν ἀρχῶν, σημεῖον καὶ τὸ μηδὲν τῶν πατρίων τὸν ἄρχοντα διοικεῖν, ὥσπερ ὁ βασιλεὺς καὶ ὁ πολέμαρχος, ἀλλ' ἁπλῶς τὰ ἐπίθετα· διὸ καὶ νεωστὶ γέγονεν ἡ ἀρχὴ μεγάλη, τοῖς ἐπιθέτοις αὐξηθεῖσα.
87Aristoteles, Athenaion Politeia, p2, 5, 2; 2 (auctor 384BC-322BC)
ἰσχυρᾶς δὲ τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα, καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ, ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστὶν ἀρχή· γιγνώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται, πρεσβυτάτην ἐσορῶν γαῖαν Ἰαονίας κλινομένην· σολον φρ.
88Aristoteles, Athenaion Politeia, p2, 5, 3; 7 (auctor 384BC-322BC)
28 καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις· διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶ τήν τε φιλαργυρίαν τήν θ' ὑπερηφανίαν, σολον φρ.
89Aristoteles, Athenaion Politeia, p2, 8, 3; 6 (auctor 384BC-322BC)
ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ' ἑκάστην· ἦν δ' ἐπὶ τῶν ναυκραριῶν ἀρχὴ καθεστηκυῖα ναύκραροι, τεταγμένη πρός τε τὰς εἰσφορὰς καὶ τὰς δαπάνας τὰς γιγνομένας· διὸ καὶ ἐν τοῖς νόμοις τοῖς Σόλωνος οἷς οὐκέτι χρῶνται πολλαχοῦ γέγραπται, “ τοὺς ναυκράρους εἰσπράττειν, καὶ “ ἀναλίσκειν ἐκ τοῦ ναυκραρικοῦ ἀργυρίου.
90Aristoteles, Athenaion Politeia, p2, 16, 9; 15 (auctor 384BC-322BC)
διὸ καὶ πολὺν χρόνον ἔμεινεν ἐν τῇ ἀρχῇ, καὶ ὅτ' ἐκπέσοι πάλιν ἀνελάμβανε ῥᾳδίως.
91Aristoteles, Athenaion Politeia, p2, 17, 1; 1 (auctor 384BC-322BC)
Πεισίστρατος μὲν οὖν ἐγκατεγήρασε τῇ ἀρχῇ, καὶ ἀπέθανε νοσήσας ἐπὶ Φιλόνεω ἄρχοντος, ἀφ' οὗ μὲν κατέστη τὸ πρῶτον τύραννος, ἔτη τριάκοντα καὶ τρία βιώσας, ἃ δ' ἐν τῇ ἀρχῇ διέμεινεν, ἑνὸς δέοντα εἴκοσι.
92Aristoteles, Athenaion Politeia, p2, 41, 2; 6 (auctor 384BC-322BC)
τρίτη δ' ἡ μετὰ τὴν στάσιν ἡ ἐπὶ Σόλωνος, ἀφ' ἧς ἀρχὴ δημοκρατίας ἐγένετο.
93Aristoteles, Athenaion Politeia, p2, 66, 2; 4 (auctor 384BC-322BC)
ἐπει̣δὰν δ' ἔλθωσιν καὶ νενεμημένοι ἐφ' ἕκαστον ὦσιν οἱ δικασταί, ἡ ἀρχὴ ἡ ἐφεστηκυῖα ἐν τῷ δικαστηρίῳ ἑκάστῳ ἕλκει ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν, ἵνα γένωνται δέκα, εἷς ἐξ ἑκάστης τῆς φυλῆς, καὶ ταῦτα τὰ πινάκι̣α εἰς ἕτερον κενὸν κιβώτιον ἐμβάλλει· καὶ τούτων ε # τοὺς πρώτους διακληροῖ, ἕνα μὲν ἐπὶ τὸ ὕδωρ, τέτταρας δὲ ἄλλους ἐπὶ τὰς ψήφ̣ους, ἵνα μηδεὶς παρασκευάζηι μήτε τὸν ἐπὶ τὸ ὕδωρ μήτε τοὺς ἐπὶ τὰς ψήφους, μηδὲ γίγνηται περὶ ταῦτα κακούργημα μηδέν.
94Aristoteles, Categoriae, 9; 5 (auctor 384BC-322BC)
Ὑπὲρ δὲ τῶν λοιπῶν, τοῦ τε ποτὲ καὶ τοῦ ποῦ καὶ τοῦ ἔχειν, διὰ τὸ προφανῆ εἶναι οὐδὲν ὑπὲρ αὐτῶν ἄλλο λέγεται ἢ ὅσα ἐν ἀρχῇ ἐρρέθη, ὅτι τὸ ἔχειν μὲν σημαίνει τὸ ὑποδεδέσθαι, τὸ ὡπλίσθαι, τὸ δὲ ποῦ οἷον ἐν Λυκείῳ, καὶ τὰ ἄλλα δὲ ὅσα ὑπὲρ αὐτῶν ἐρρέθη.
95Aristoteles, De anima, 1, I 1; 2 (auctor 384BC-322BC)
Δοκεῖ δέ καί πρός ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δέ πρός τήν φύσιν· ἔστι γάρ οἷον ἀρχή τῶν ζῴων.
96Aristoteles, De anima, 1, I 1; 16 (auctor 384BC-322BC)
Ἔοικε δ’ οὐ μόνον τό τί ἐστι γνῶναι χρήσιμον εἶναι πρός τό θεωρῆσαι τάς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν τοῖς μαθήμασι τί τό εὐθύ καί καμπύλον ἢ τί γραμμή καί ἐπίπεδον πρός τό κατιδεῖν πόσαις ὀρθαῖς αἱ τοῦ τριγώνου γωνίαι ἴσαι, ἀλλά καί ἀνάπαλιν τά συμβεβηκότα συμβάλλεται μέγα μέρος πρός τό εἰδέναι τό τί ἐστιν· ἐπειδάν γάρ ἔχωμεν ἀποδιδόναι κατά τήν φαντασίαν περί τῶν συμβεβηκότων, ἢ πάντων ἢ τῶν πλείστων, τότε καί περί τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα· πάσης γάρ ἀποδείξεως ἀρχή τό τί ἐστιν, ὥστε καθ’ ὅσους τῶν ὁρισμῶν μή συμβαίνει τά συμβεβηκότα γνωρίζειν, ἀλλά μηδ’ εἰκάσαι περί αὐτῶν εὐμαρές, δῆλον ὅτι διαλεκτικῶς εἴρηνται καί κενῶς ἅπαντες.
97Aristoteles, De anima, 1, I 2; 2 (auctor 384BC-322BC)
Ἀρχή δέ τῆς ζητήσεως προθέσθαι τά μάλιστα δοκοῦνθ’ ὑπάρχειν αὐτῇ κατά φύσιν.
98Aristoteles, De anima, 1, I 2; 30 (auctor 384BC-322BC)
Ἀποδίδωσι δ’ ἄμφω τῇ αὐτῇ ἀρχῇ, τό τε γινώσκειν καί τό κινεῖν, λέγων νοῦν κινῆσαι τό πᾶν.
99Aristoteles, De anima, 1, I 5; 55 (auctor 384BC-322BC)
Ἔοικε δέ καί ἡ ἐν τοῖς φυτοῖς ἀρχή ψυχή τις εἶναι· μόνης γάρ ταύτης κοινωνεῖ καί ζῷα καί φυτά.
100Aristoteles, De anima, 2, II 2; 14 (auctor 384BC-322BC)
Νῦν δ’ ἐπί τοσοῦτον εἰρήσθω μόνον, ὅτι ἐστίν ἡ ψυχή τῶν εἰρημένων τούτων ἀρχή καί τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει.
101Aristoteles, De anima, 2, II 4; 8 (auctor 384BC-322BC)
Ἔστι δέ ἡ ψυχή τοῦ ζῶντος σώματος αἰτία καί ἀρχή.
102Aristoteles, De anima, 2, II 4; 11 (auctor 384BC-322BC)
Ὅτι μέν οὖν ὡς οὐσία, δῆλον· τό γάρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία, τό δέ ζῆν τοῖς ζῶσι τό εἶναί ἐστιν, αἰτία δέ καί ἀρχή τούτων ἡ ψυχή.
103Aristoteles, De anima, 2, II 4; 36 (auctor 384BC-322BC)
Ὥσθ’ ἡ μέν τοιαύτη τῆς ψυχῆς ἀρχή δύναμίς ἐστιν οἵα σώζειν τό ἔχον αὐτήν ᾗ τοιοῦτον, ἡ δέ τροφή παρασκευάζει ἐνεργεῖν.
104Aristoteles, De anima, 2, II 10; 8 (auctor 384BC-322BC)
Δοκεῖ δ’ εἶναι ἀρχή τό ποτόν καί ἄποτον· γεῦσις γάρ τις ἀμφότερα· ἀλλά τό μέν φαύλη καί φθαρτική τῆς γεύσεως, τό δέ κατά φύσιν.
105Aristoteles, De anima, 3, III 5; 4 (auctor 384BC-322BC)
Ἀεί γάρ τιμιώτερον τό ποιοῦν τοῦ πάσχοντος καί ἡ ἀρχή τῆς ὕλης.
106Aristoteles, De anima, 3, III 10; 4 (auctor 384BC-322BC)
Καί ἡ ὄρεξις ἕνεκά του πᾶσα· οὗ γάρ ἡ ὄρεξις, αὕτη ἀρχή τοῦ πρακτικοῦ νοῦ· τό δ’ ἔσχατον ἀρχή τῆς πράξεως.
107Aristoteles, De anima, 3, III 10; 5 (auctor 384BC-322BC)
Ὥστε εὐλόγως ταῦτα δύο φαίνεται τά κινοῦντα, ὄρεξις καί διάνοια πρακτική· τό ὀρεκτόν γάρ κινεῖ, καί διά τοῦτο ἡ διάνοια κινεῖ, ὅτι ἀρχή αὐτῆς ἐστί τό ὀρεκτόν.
108Aristoteles, De anima, 3, III 10; 19 (auctor 384BC-322BC)
Νῦν δέ ὡς ἐν κεφαλαίῳ εἰπεῖν τό κινοῦν ὀργανικῶς, ὅπου ἀρχή καί τελευτή τό αὐτό, οἷον ὁ γιγγλυμός· ἐνταῦθα γάρ τό κυρτόν καί κοῖλον τό μέν τελευτή τό δ’ ἀρχή· διό τό μέν ἠρεμεῖ τό δέ κινεῖται, λόγῳ μέν ἕτερα ὄντα, μεγέθει δ’ ἀχώριστα· πάντα γάρ ὤσει καί ἕλξει κινεῖται.
109Aristoteles, De arte poetica, 6; 20 (auctor 384BC-322BC)
Ἀρχή μέν οὖν καί οἷον ψυχή ὁ μῦθος τῆς τραγῳδίας, δεύτερον δέ τά ἤθη.
110Aristoteles, De arte poetica, 7; 4 (auctor 384BC-322BC)
Ἀρχή δ᾿ ἐστίν ὃ αὐτό μέν μή ἐξ ἀνάγκης μετ᾿ ἄλλο ἐστί, μετ᾿ ἐκεῖνο δ᾿ ἕτερον πέφυκεν εἶναι ἢ γίνεσθαι· τελευτή δέ τοὐναντίον ὃ αὐτό μετ᾿ ἄλλο πέφυκεν εἶναι, ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπί τό πολύ, μετά δέ τοῦτο ἄλλο οὐδέν· μέσον δέ ὃ καί αὐτό μετ᾿ ἄλλο καί μετ᾿ ἐκεῖνο ἕτερον.
111Aristoteles, De arte poetica, 20; 8 (auctor 384BC-322BC)
Σύνδεσμος δ᾿ ἐστί φωνή ἄσημος, ἣ οὔτε κωλύει οὔτε ποιεῖ φωνήν μίαν σημαντικήν, ἐκ πλειόνων φωνῶν πεφυκυῖαν συντίθεσθαι, καί ἐπί τῶν ἄκρων καί ἐπί τοῦ μέσου, ἢν μή ἁρμόττῃ ἐν ἀρχῇ λόγου τιθέναι καθ᾿ αὑτόν, οἷον μέν, ἤτοι, δή.
112Aristoteles, De caelo, 1, 2, 11; 35 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ φύσις μέν ἐστιν ἡ ἐν αὐτῷ ὑπάρχουσα κινήσεως ἀρχή, δύναμις δ´ ἡ ἐν ἄλλῳ ἢ ᾗ ἄλλο, κίνησις δὲ ἡ μὲν κατὰ φύσιν ἡ δὲ βίᾳ πᾶσα, τὴν μὲν κατὰ φύσιν, οἷον τῷ λίθῳ τὴν κάτω, θάττω ποιήσει τὸ κατὰ δύναμιν, τὴν δὲ παρὰ φύσιν ὅλως αὐτή.
113Aristoteles, De caelo, 2, 2, 2; 4 (auctor 384BC-322BC)
Εἰ δὲ δεῖ καὶ τῷ οὐρανῷ προσάπτειν τι τῶν τοιούτων, καὶ τὸ πρῶτον, καθάπερ εἴπομεν, ἐν τοῖς ζῴοις ὑπάρχον εὔλογον ὑπάρχειν ἐν αὐτῷ· τριῶν γὰρ ὄντων ἕκαστον οἷον ἀρχή τις ἐστίν.
114Aristoteles, De caelo, 2, 2, 2; 6 (auctor 384BC-322BC)
Ἔστι δὲ τὸ μὲν ἄνω τοῦ μήκους ἀρχή, τὸ δὲ δεξιὸν τοῦ πλάτους, τὸ δ´ ἔμπροσθεν τοῦ βάθους.
115Aristoteles, De caelo, 2, 2, 3; 9 (auctor 384BC-322BC)
Διὸ καὶ οὐκ ἐν ἅπαντι σώματι τὸ ἄνω καὶ κάτω καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ ὄπισθεν ζητητέον, ἀλλ´ ὅσα ἔχει κινήσεως ἀρχὴν ἐν αὑτοῖς ἔμψυχα ὄντα· τῶν γὰρ ἀψύχων ἐν οὐθενὶ ὁρῶμεν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
116Aristoteles, De caelo, 2, 2, 6; 15 (auctor 384BC-322BC)
Ἔτι δ´ ὡς τὸ μῆκος τοῦ πλάτους πρότερον, εἰ τὸ μὲν ἄνω τοῦ μήκους ἀρχή, τὸ δὲ δεξιὸν τοῦ πλάτους, ἡ δὲ τοῦ προτέρου ἀρχὴ προτέρα, πρότερον ἂν εἴη τὸ ἄνω τοῦ δεξιοῦ κατὰ γένεσιν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ πρότερον.
117Aristoteles, De caelo, 2, 2, 9; 24 (auctor 384BC-322BC)
Δεξιὸν γὰρ ἑκάστου λέγομεν, ὅθεν ἡ ἀρχὴ τῆς κατὰ τόπον κινήσεως· τοῦ δ´ οὐρανοῦ ἀρχὴ τῆς περιφορᾶς, ὅθεν αἱ ἀνατολαὶ τῶν ἄστρων, ὥστε τοῦτ´ ἂν εἴη δεξιόν, οὗ δ´ αἱ δύσεις, ἀριστερόν.
118Aristoteles, De caelo, 2, 2, 10; 29 (auctor 384BC-322BC)
Ἀλλὰ τῆς μὲν δευτέρας περιφορᾶς, οἷον τῆς τῶν πλανήτων, ἡμεῖς μὲν ἐν τοῖς ἄνω καὶ ἐν τοῖς δεξιοῖς ἐσμεν, ἐκεῖνοι δὲ ἐν τοῖς κάτω καὶ ἐν τοῖς ἀριστεροῖς· ἀνάπαλιν γὰρ τούτοις ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι διὰ τὸ ἐναντίας εἶναι τὰς φοράς, ὥστε συμβαίνειν ἡμᾶς μὲν εἶναι πρὸς τῇ ἀρχῇ, ἐκείνους δὲ πρὸς τῷ τέλει.
119Aristoteles, De caelo, 2, 6, 1; 3 (auctor 384BC-322BC)
Τῆς δὲ κύκλῳ φορᾶς οὐκ ἔστιν οὔτε ὅθεν οὔτε οἷ οὔτε μέσον· οὔτε γὰρ ἀρχὴ οὔτε πέρας οὔτε μέσον ἐστὶν αὐτῆς ἁπλῶς· τῷ τε γὰρ χρόνῳ ἀΐδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος· ὥστ´ εἰ μή ἐστιν ἀκμὴ αὐτοῦ τῆς φορᾶς, οὐδ´ ἂν ἀνωμαλία εἴη· ἡ γὰρ ἀνωμαλία γίγνεται διὰ τὴν ἄνεσιν καὶ ἐπίτασιν.
120Aristoteles, De caelo, 2, 13, 3; 9 (auctor 384BC-322BC)
Ἐκεῖνο μὲν γὰρ ἀρχὴ τὸ μέσον καὶ τίμιον, τὸ δὲ τοῦ τόπου μέσον ἔοικε τελευτῇ μᾶλλον ἢ ἀρχῇ· τὸ μὲν γὰρ ὁριζόμενον τὸ μέσον, τὸ δ´ ὁρίζον τὸ πέρας.
121Aristoteles, De caelo, 2a, 2, 11; 35 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ φύσις μέν ἐστιν ἡ ἐν αὐτῷ ὑπάρχουσα κινήσεως ἀρχή, δύναμις δ´ ἡ ἐν ἄλλῳ ἢ ᾗ ἄλλο, κίνησις δὲ ἡ μὲν κατὰ φύσιν ἡ δὲ βίᾳ πᾶσα, τὴν μὲν κατὰ φύσιν, οἷον τῷ λίθῳ τὴν κάτω, θάττω ποιήσει τὸ κατὰ δύναμιν, τὴν δὲ παρὰ φύσιν ὅλως αὐτή.
122Aristoteles, De divinatione per somnum, 1; 17 (auctor 384BC-322BC)
Τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε, μάλιστα δὲ τά τε ὑπερβατὰ πάντα καὶ ὧν μὴ ἐν αὐτοῖς ἡ ἀρχὴ ἀλλὰ περὶ ναυμαχίας καὶ τῶν πόρρω συμβαινόντων ἐστίν· περὶ γὰρ τούτων τὸν αὐτὸν τρόπον ἔχειν εἰκὸς οἷον ὅταν μεμνημένῳ τινὶ περί τινος τύχῃ τοῦτο γινόμενον· τί γὰρ κωλύει καὶ ἐν τοῖς ὕπνοις οὕτως; Μᾶλλον δ’ εἰκὸς πολλὰ τοιαῦτα συμβαίνειν.
123Aristoteles, De generatione animalium, 1, 1; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ περὶ τῶν ἄλλων μορίων εἴρηται τῶν ἐν τοῖς ζῴοις καὶ κοινῇ καὶ καθ' ἕκαστον γένος περὶ τῶν ἰδίων χωρίς, τίνα τρόπον διὰ τὴν τοιαύτην αἰτίαν ἐστὶν ἕκαστον, λέγω δὲ ταύτην τὴν ἕνεκά του· ὑπόκεινται γὰρ αἰτίαι τέτταρες, τό τε οὗ ἕνεκα ὡς τέλος καὶ ὁ λόγος τῆς οὐσίας (ταῦτα μὲν οὖν ὡς ἕν τι σχεδὸν ὑπολαβεῖν δεῖ), τρίτον δὲ καὶ τέταρτον ἡ ὕλη καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως-περὶ μὲν οὖν τῶν ἄλλων εἴρηται (ὁ τε γὰρ λόγος καὶ τὸ οὗ ἕνεκα ὡς τέλος ταὐτὸν καὶ ἡ ὕλη τοῖς ζῴοις τὰ μέρη· παντὶ μὲν τῷ ὅλῳ τὰ ἀνομοιομερῆ, τοῖς δ' ἀνομοιομερέσι τὰ ὁμοιομερῆ, τούτοις δὲ τὰ καλούμενα στοιχεῖα τῶν σωμάτων), λοιπὸν δὲ τῶν μὲν μορίων τὰ πρὸς τὴν γένεσιν συντελοῦντα τοῖς ζῴοις περὶ ὧν οὐθὲν διώρισται πρότερον, περὶ αἰτίας δὲ τῆς κινούσης τίς ἀρχή.
124Aristoteles, De generatione animalium, 1, 2; 13 (auctor 384BC-322BC)
φανερὸν οὖν ὅτι ἀρχή τις οὖσα φαίνεται τὸ θῆλυ καὶ τὸ ἄρρεν· πολλὰ γοῦν συμμεταβάλλει μεταβαλλόντων ᾗ θῆλυ καὶ ἄρρεν, ὡς ἀρχῆς μεταπιπτούσης.
125Aristoteles, De generatione animalium, 1, 18; 49 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως καὶ τῶν ἑπομένων πρῶτον λαβεῖν περὶ σπέρματος τί ἐστιν· οὕτω γὰρ καὶ περὶ τῶν ἔργων αὐτοῦ καὶ τῶν περὶ αὐτὸ συμβαινόντων ἔσται μᾶλλον εὐθεώρητον.
126Aristoteles, De generatione animalium, 1, 18; 53 (auctor 384BC-322BC)
ἔτι δὲ παρὰ ταῦτα ὡς Ἐπίχαρμος ποιεῖ τὴν ἐποικοδόμησιν, ἐκ τῆς διαβολῆς ἡ λοιδορία, ἐκ δὲ ταύτης ἡ μάχη· ταῦτα δὲ πάντα ἔκ τινος ἡ ἀρχὴ τῆς κινήσεως.
127Aristoteles, De generatione animalium, 1, 18; 54 (auctor 384BC-322BC)
τῶν δὲ τοιούτων ἐνίων μὲν ἐν αὐτοῖς ἡ ἀρχὴ τῆς κινήσεώς ἐστιν οἷον καὶ ἐν τοῖς νῦν εἰρημένοις (μέρος γάρ τι ἡ διαβολὴ τῆς πάσης ταραχῆς ἐστιν), ἐνίων δ' ἔξω οἷον αἱ τέχναι τῶν δημιουργουμένων καὶ ὁ λύχνος τῆς καιομένης οἰκίας.
128Aristoteles, De generatione animalium, 1, 21; 5 (auctor 384BC-322BC)
ἀλλὰ μὴν τό γε θῆλυ ᾗ θῆλυ παθητικόν, τὸ δ' ἄρρεν ᾗ ἄρρεν ποιητικὸν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
129Aristoteles, De generatione animalium, 2, 1; 5 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τούτων ἀρχὴ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἕνεκα τῆς γενέσεως ἂν εἴη τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τοῖς ἔχουσιν.
130Aristoteles, De generatione animalium, 2, 1; 7 (auctor 384BC-322BC)
διὰ τοῦτ' ἐν ὅσοις ἐνδέχεται καὶ καθ' ὅσον ἐνδέχεται κεχώρισται τοῦ θήλεος τὸ ἄρρεν· βέλτιον γὰρ καὶ θειότερον ἡ ἀρχὴ τῆς κινήσεως ᾗ τὸ ἄρρεν ὑπάρχει τοῖς γιγνομένοις-ὕλη δὲ τὸ θῆλυ.
131Aristoteles, De generatione animalium, 2, 1; 83 (auctor 384BC-322BC)
ἡ γὰρ τέχνη ἀρχὴ καὶ εἶδος τοῦ γιγνομένου, ἀλλ' ἐν ἑτέρῳ· ἡ δὲ τῆς φύσεως κίνησις ἐν αὐτῷ ἀφ' ἑτέρας οὖσα φύσεως τῆς ἐχούσης τὸ εἶδος ἐνεργείᾳ.
132Aristoteles, De generatione animalium, 2, 1; 94 (auctor 384BC-322BC)
ὥστ' εἰ ἡ καρδία πρῶτον ἔν τισι ζῴοις γίγνεται, ἐν δὲ τοῖς μὴ ἔχουσι καρδίαν τὸ ταύτῃ ἀνάλογον, ἐκ ταύτης ἂν εἴη ἡ ἀρχὴ τοῖς ἔχουσι, τοῖς δ' ἄλλοις ἐκ τοῦ ἀνάλογον.
133Aristoteles, De generatione animalium, 2, 1; 95 (auctor 384BC-322BC)
Τί μὲν οὖν ἐστιν αἴτιον ὡς ἀρχὴ τῆς περὶ ἕκαστον γενέσεως, κινοῦν πρῶτον καὶ δημιουργοῦν, εἴρηται πρὸς τὰ διαπορηθέντα πρότερον.
134Aristoteles, De generatione animalium, 2, 4; 22 (auctor 384BC-322BC)
τοῦτο δ' ἐστὶν ὁ τόπος ὁ περὶ τὸ ὑπόζωμα πᾶσι τοῖς ἔχουσιν· ἀρχὴ γὰρ τῆς φύσεως ἡ καρδία καὶ τὸ ἀνάλογον, τὸ δὲ κάτω προσθήκη καὶ τούτου χάριν.
135Aristoteles, De generatione animalium, 2, 4; 50 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ ἀρχὴ καὶ ἐν τοῖς σπέρμασιν ἐν αὐτοῖς ἐστιν ἡ πρώτη· ὅταν δ' αὕτη ἀποκριθῇ ἐνοῦσα δυνάμει πρότερον, ἀπὸ ταύτης ἀφίεται ὅ τε βλαστὸς καὶ ἡ ῥίζα.
136Aristoteles, De generatione animalium, 2, 4; 52 (auctor 384BC-322BC)
οὕτω καὶ ἐν τῷ κυήματι τρόπον τινὰ πάντων ἐνόντων τῶν μορίων δυνάμει ἡ ἀρχὴ πρὸ ὁδοῦ μάλιστα ἐνυπάρχει.
137Aristoteles, De generatione animalium, 2, 4; 58 (auctor 384BC-322BC)
διὸ πρῶτον ἡ καρδία φαίνεται διωρισμένη πᾶσι τοῖς ἐναίμοις· ἀρχὴ γὰρ αὕτη καὶ τῶν ὁμοιομερῶν καὶ τῶν ἀνομοιομερῶν.
138Aristoteles, De generatione animalium, 2, 4; 60 (auctor 384BC-322BC)
τροφὴ δὲ ζῴου ἡ ἐσχάτη αἷμα καὶ τὸ ἀνάλογον, τούτων δ' ἀγγεῖον αἱ φλέβες· διὸ ἡ καρδία καὶ τούτων ἀρχή.
139Aristoteles, De generatione animalium, 2, 5; 18 (auctor 384BC-322BC)
Ἐνυπαρχόντων δ' ἐν τῇ ὕλῃ δυνάμει τῶν μορίων, ὅταν ἀρχὴ γένηται κινήσεως ὥσπερ ἐν τοῖς αὐτομάτοις θαύμασι συνείρεται τὸ ἐφεξῆς· καὶ ὃ βούλονται λέγειν τινὲς τῶν φυσικῶν, τὸ "φέρεσθαι εἰς τὸ ὅμοιον"λεκτέον οὐχ ὡς τόπον μεταβάλλοντα τὰ μόρια κινεῖσθαι ἀλλὰ μένοντα καὶ ἀλλοιούμενα μαλακότητι καὶ σκληρότητι καὶ χρώμασι καὶ ταῖς ἄλλαις ταῖς τῶν ὁμοιομερῶν διαφοραῖς, γιγνόμενα ἐνεργείᾳ ἃ ὑπῆρχεν ὄντα δυνάμει πρότερον.
140Aristoteles, De generatione animalium, 2, 5; 19 (auctor 384BC-322BC)
Γίγνεται δὲ πρῶτον ἡ ἀρχή.
141Aristoteles, De generatione animalium, 2, 6; 16 (auctor 384BC-322BC)
λέγω δ' οἷον τό τε γεννητικὸν καὶ τὸ ὀργανικὸν τῷ γεννωμένῳ· τούτων γὰρ τὸ μὲν ὑπάρχειν δεῖ πρότερον, τὸ ποιητικόν, οἷον τὸ διδάξαν τοῦ μανθάνοντος, τοὺς δ' αὐλοὺς ὕστερον τοῦ μανθάνοντος αὐλεῖν· περίεργον γὰρ μὴ ἐπισταμένοις αὐλεῖν ὑπάρχειν αὐλούς· τριῶν δ' ὄντων-ἑνὸς μὲν τοῦ τέλους ὃ λέγομεν εἶναι οὗ ἕνεκα, δευτέρου δὲ τῶν τούτου ἕνεκα τῆς ἀρχῆς τῆς κινητικῆς καὶ γεννητικῆς (τὸ γὰρ ποιητικὸν καὶ γεννητικόν, ᾗ τοιαῦτα, πρὸς τὸ ποιούμενόν ἐστι καὶ γεννώμενον), τρίτου δὲ τοῦ χρησίμου καὶ ᾧ χρῆται τὸ τέλος-πρῶτον μὲν ὑπάρχειν ἀναγκαῖόν τι μόριον ἐν ᾧ ἡ ἀρχὴ τῆς κινήσεως (καὶ γὰρ εὐθὺς τοῦτο τὸ μόριόν ἐστι τοῦ τέλους ἓν καὶ κυριώτατον), ἔπειτα μετὰ τοῦτο τὸ ὅλον καὶ τὸ τέλος, τρίτον δὲ καὶ τελευταῖον τὰ ὀργανικὰ τούτοις μέρη πρὸς ἐνίας χρήσεις.
142Aristoteles, De generatione animalium, 2, 6; 18 (auctor 384BC-322BC)
ὥστε τῶν μορίων τῶν ὀργανικῶν ὅσα μέν ἐστι γεννητικὰ τὴν φύσιν, ἀεὶ πρότερον δεῖ ὑπάρχειν αὐτά (ἄλλου γὰρ ἕνεκά ἐστιν ὡς ἀρχή), ὅσα δὲ μὴ τοιαῦτα τῶν ἄλλου ἕνεκα ὕστερον.
143Aristoteles, De generatione animalium, 2, 6; 25 (auctor 384BC-322BC)
Οὐ καλῶς δὲ λέγουσιν οὐδὲ τοῦ διὰ τί τὴν ἀνάγκην ὅσοι λέγουσι ὅτι οὕτως ἀεὶ γίγνεται, καὶ ταύτην εἶναι νομίζουσιν ἀρχὴν ἐν αὐτοῖς, ὥσπερ Δημόκριτος ὁ Ἀβδηρίτης, ὅτι τοῦ μὲν ἀεὶ καὶ ἀπείρου οὐκ ἔστιν ἀρχή, τὸ δὲ διὰ τί ἀρχή, τὸ δ' ἀεὶ ἄπειρον, ὥστε τὸ ἐρωτᾶν τὸ διὰ τί περὶ τῶν τοιούτων τινὸς τὸ ζητεῖν εἶναί φησι τοῦ ἀπείρου ἀρχήν.
144Aristoteles, De generatione animalium, 2, 6; 28 (auctor 384BC-322BC)
ἀρχὴ δ' ἐν μὲν τοῖς ἀκινήτοις τὸ τί ἐστιν, ἐν δὲ τοῖς γιγνομένοις ἤδη πλείους-τρόπον δ' ἄλλον καὶ οὐ πᾶσαι τὸν αὐτόν-ὧν μία τὸν ἀριθμὸν ὅθεν ἡ κίνησίς ἐστιν.
145Aristoteles, De generatione animalium, 2, 6; 67 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τῶν μορίων ὅσα δεῖ κινεῖν· ἡ γὰρ ἀρχὴ τῆς κινήσεως ὀψὲ κρατεῖ τῶν ἄνωθεν καὶ τελευταίων ὅσων ἡ κίνησις μὴ συνήρτηται πρὸς αὐτήν, ὥσπερ τῶν κώλων.
146Aristoteles, De generatione animalium, 2, 7; 32 (auctor 384BC-322BC)
καὶ αἱ σπερματικαὶ καθάρσεις ἀπὸ τοῦ ὑποζώματός εἰσιν· ἡ γὰρ ἀρχὴ τῆς φύσεως ἐντεῦθεν, ὥστε διικνεῖσθαι πρὸς τὸν θώρακα τὰς κινήσεις ἀπὸ τῶν ἄρθρων· αἱ δ' ἐκ τοῦ θώρακος ὀσμαὶ πᾶσαι ποιοῦσιν αἴσθησιν διὰ τῆς ἀναπνοῆς.
147Aristoteles, De generatione animalium, 3, 1; 49 (auctor 384BC-322BC)
διόπερ ὅσα δίχροά ἐστι τῶν ᾠῶν, τὴν μὲν ἀρχὴν τὸ ζῷον λαμβάνει ἐκ τοῦ λευκοῦ τῆς γενέσεως (ἐν γὰρ τῷ θερμῷ ἡ ψυχικὴ ἀρχή) τὴν δὲ τροφὴν ἐκ τοῦ ὠχροῦ.
148Aristoteles, De generatione animalium, 3, 1; 50 (auctor 384BC-322BC)
τοῖς μὲν οὖν τὴν φύσιν θερμοτέροις τῶν ζῴων διακέκριται χωρὶς ἐξ οὗ τε ἡ ἀρχὴ γίγνεται καὶ ἐξ οὗ τρέφεται, καὶ τὸ μὲν λευκόν ἐστι τὸ δ' ὠχρόν, καὶ πλέον ἀεὶ τὸ λευκὸν καὶ καθαρὸν τοῦ ὠχροῦ καὶ γεώδους· τοῖς δ' ἧττον θερμοῖς καὶ ὑγροτέροις τὸ ὠχρὸν πλέον καὶ ὑγρότερον.
149Aristoteles, De generatione animalium, 3, 1; 53 (auctor 384BC-322BC)
τὰ δὲ τῶν ὀρνέων καὶ τὰ ὑπηνέμια ἔχει ταύτην τὴν δίχροιαν· ἔχει γὰρ ἐξ οὗ ἑκάτερον ἔσται τῶν μορίων-καὶ ὅθεν ἡ ἀρχὴ καὶ ὅθεν ἡ τροφή-ἀλλὰ ταῦτ' ἀτελῆ καὶ προσδεόμενα τοῦ ἄρρενος· γίγνεται γὰρ τὰ ὑπηνέμια γόνιμα ἐὰν ἔν τινι καιρῷ ὀχευθῇ ὑπὸ τοῦ ἄρρενος.
150Aristoteles, De generatione animalium, 3, 2; 1 (auctor 384BC-322BC)
Ἀποκρίνεται δ' ἐν τοῖς ᾠοῖς ἡ τοῦ ἄρρενος ἀρχὴ καθ' ὃ προσπέφυκε τῇ ὑστέρᾳ τὸ ᾠόν, καὶ γίγνεται δὴ ἀνόμοιον τὸ δίχροον ᾠὸν καὶ οὐ πάμπαν στρογγύλον ἀλλ' ἐπὶ θάτερα ὀξύτερον διὰ τὸ διαφέρειν δεῖν τοῦ λευκοῦ ἐν ᾧ ἔχει τὴν ἀρχήν.
151Aristoteles, De generatione animalium, 3, 2; 3 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο ἐξέρχεται ὕστερον τοῦ ᾠοῦ τὸ ὀξύ· τὸ γὰρ προσπεφυκὸς ὕστερον ἐξέρχεται, κατὰ τὴν ἀρχὴν δὲ προσπέφυκεν, ἐν τῷ ὀξεῖ δ' ἡ ἀρχή.
152Aristoteles, De generatione animalium, 3, 2; 4 (auctor 384BC-322BC)
τὸν αὐτὸν δ' ἔχει τρόπον καὶ ἐν τοῖς τῶν φυτῶν σπέρμασιν· προσπέφυκε γὰρ ἡ ἀρχὴ τοῦ σπέρματος τὰ μὲν ἐν τοῖς κλάδοις τὰ δ' ἐν τοῖς κελύφεσι τὰ δ' ἐν τοῖς περικαρπίοις.
153Aristoteles, De generatione animalium, 3, 2; 5 (auctor 384BC-322BC)
δῆλον δ' ἐπὶ τῶν χεδροπῶν· ᾗ γὰρ συνῆπται τὸ δίθυρον τῶν κυάμων καὶ τῶν τοιούτων σπερμάτων ταύτῃ προσπέφυκεν· ἡ δ' ἀρχὴ ἐνταῦθα τοῦ σπέρματος.
154Aristoteles, De generatione animalium, 3, 11; 33 (auctor 384BC-322BC)
ἐν μὲν γὰρ τοῖς θήλεσι περίττωμά τι τοῦ ζῴου τοῦτ' ἔστιν, ὃ ἡ παρὰ τοῦ ἄρρενος ἀρχὴ κινοῦσα, δυνάμει τοιοῦτον ὂν οἷον ἀφ' οὗπερ ἦλθεν, ἀποτελεῖ τὸ ζῷον.
155Aristoteles, De generatione animalium, 3, 11; 34 (auctor 384BC-322BC)
ἐνταῦθα δὲ τί δεῖ λέγειν τὸ τοιοῦτον, καὶ πόθεν καὶ τίς ἡ κινοῦσα ἀρχὴ ἡ κατὰ τὸ ἄρρεν; δεῖ δὴ λαβεῖν ὅτι καὶ ἐν τοῖς ζῴοις τοῖς γεννῶσιν ἐκ τῆς εἰσιούσης τροφῆς ἡ ἐν τῷ ζῴῳ θερμότης ἀποκρίνουσα καὶ συμπέττουσα ποιεῖ τὸ περίττωμα, τὴν ἀρχὴν τοῦ κυήματος.
156Aristoteles, De generatione animalium, 3, 11; 38 (auctor 384BC-322BC)
ἡ μὲν οὖν τῶν φυτῶν τῶν ἀπὸ ταὐτομάτου γιγνομένων σύστασις ὁμοειδής ἐστιν· ἔκ τινος γὰρ μορίου γίγνεται, καὶ τὸ μὲν ἀρχὴ τὸ δὲ τροφὴ γίγνεται ἡ πρώτη τοῖς ἐκφυομένοις.
157Aristoteles, De generatione animalium, 3, 11; 43 (auctor 384BC-322BC)
-ὅτι μὲν οὖν, εἴπερ ἦν τις ἀρχὴ τῆς γενέσεως πᾶσι τοῖς ζῴοις, εὔλογον τοῖν δυοῖν τούτοιν εἶναι τὴν ἑτέραν φανερόν· ἧττον δ' ἔχει λόγον ἐκ τῶν ᾠῶν· οὐθενὸς γὰρ τοιαύτην ὁρῶμεν ζῴου γένεσιν ἀλλὰ τὴν ἑτέραν, καὶ τῶν ἐναίμων τῶν ῥηθέντων καὶ τῶν ἀναίμων.
158Aristoteles, De generatione animalium, 4, 1; 48 (auctor 384BC-322BC)
ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι' ἔνδειαν θερμότητος μηδ' ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὑτοῦ ἀλλὰ ταύτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὐναντίον μεταβάλλειν.
159Aristoteles, De generatione animalium, 4, 1; 54 (auctor 384BC-322BC)
Εἰ οὖν τὸ μὲν ἄρρεν ἀρχή τις καὶ αἴτιον-ἔστι δ' ἄρρεν ᾗ δύναταί τι, θῆλυ δὲ ᾗ ἀδυνατεῖ-τῆς δὲ δυνάμεως ὅρος καὶ τῆς ἀδυναμίας τὸ πεπτικὸν εἶναι ἢ μὴ πεπτικὸν τῆς ὑστάτης τροφῆς, ὃ ἐν μὲν τοῖς ἐναίμοις αἷμα καλεῖται ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον, τούτου δὲ τὸ αἴτιον ἐν τῇ ἀρχῇ καὶ τῷ μορίῳ τῷ ἔχοντι τὴν τῆς φυσικῆς θερμότητος ἀρχήν, ἀναγκαῖον ἄρα ἐν τοῖς ἐναίμοις συνίστασθαι καρδίαν καὶ ἢ ἄρρεν ἔσεσθαι ἢ θῆλυ τὸ γιγνόμενον, ἐν δὲ τοῖς ἄλλοις γένεσιν οἷς ὑπάρχει τὸ θῆλυ καὶ τὸ ἄρρεν τὸ τῇ καρδίᾳ ἀνάλογον.
160Aristoteles, De generatione animalium, 4, 1; 55 (auctor 384BC-322BC)
ἡ μὲν οὖν ἀρχὴ τοῦ θήλεος καὶ τοῦ ἄρρενος καὶ ἡ αἰτία αὕτη καὶ ἐν τούτῳ ἐστίν.
161Aristoteles, De generatione animalium, 4, 3; 3 (auctor 384BC-322BC)
ἀρχὴ δὲ πρώτη τὸ θῆλυ γίγνεσθαι καὶ μὴ ἄρρεν-ἀλλ' αὕτη μὲν ἀναγκαία τῇ φύσει· δεῖ γὰρ σώζεσθαι τὸ γένος τῶν κεχωρισμένων κατὰ τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἐνδεχομένου δὲ μὴ κρατεῖν ποτε τοῦ ἄρρενος, ἢ διὰ νεότητα ἢ γῆρας ἢ δι' ἄλλην τινὰ αἰτίαν τοιαύτην, ἀνάγκη γίγνεσθαι θηλυτοκίαν ἐν τοῖς ζῴοις.
162Aristoteles, De generatione animalium, 4, 8; 11 (auctor 384BC-322BC)
τούτου δ' ἀρχὴ καὶ τῶν φλεβῶν ἡ καρδία· αὕτη δ' ἐν τοῖς μορίοις τούτοις.
163Aristoteles, De generatione animalium, 4, 8; 13 (auctor 384BC-322BC)
διόπερ αἵ τε φωναὶ μεταβάλλουσι καὶ τῶν ἀρρένων καὶ τῶν θηλειῶν ὅταν ἄρχωνται σπέρμα φέρειν (ἡ γὰρ ἀρχὴ τῆς φωνῆς ἐντεῦθεν· ἀλλοία δὲ γίγνεται ἀλλοίου γιγνομένου τοῦ κινοῦντος), καὶ τὰ περὶ τοὺς μαστοὺς αἴρεται καὶ τοῖς ἄρρεσιν ἐπιδήλως, μᾶλλον δὲ τοῖς θήλεσιν· διὰ γὰρ τὸ κάτω τὴν ἔκκρισιν γίγνεσθαι πολλὴν κενὸς ὁ τόπος γίγνεται ὁ τῶν μαστῶν αὐταῖς καὶ σομφός-ὁμοίως δὲ καὶ τοῖς κάτω τοὺς μαστοὺς ἔχουσιν.
164Aristoteles, De generatione animalium, 4, 10; 10 (auctor 384BC-322BC)
ἔστι δὲ ἡ σελήνη ἀρχὴ διὰ τὴν πρὸς τὸν ἥλιον κοινωνίαν καὶ τὴν μετάληψιν τὴν τοῦ φωτός· γίγνεται γὰρ ὥσπερ ἄλλος ἥλιος ἐλάττων· διὸ συμβάλλεται εἰς πάσας τὰς γενέσεις καὶ τελειώσεις.
165Aristoteles, De generatione animalium, 5, 1; 18 (auctor 384BC-322BC)
διὰ γὰρ τὸ φαίνεσθαι προϊούσης τῆς ἡλικίας ἐγειρόμενα μᾶλλον εὔλογον τοὐναντίον ἐν τῇ ἀρχῇ τῆς γενέσεως ὑπάρχειν, τὸν ὕπνον.
166Aristoteles, De generatione animalium, 5, 2; 3 (auctor 384BC-322BC)
[[οἱ γὰρ πόροι τῶν αἰσθητηρίων πάντων, ὥσπερ εἴρηται ἐν τοῖς περὶ αἰσθήσεως, τείνουσι πρὸς τὴν καρδίαν, τοῖς δὲ μὴ ἔχουσι καρδίαν πρὸς τὸ ἀνάλογον. ὁ μὲν οὖν τῆς ἀκοῆς, ἐπεί ἐστι τὸ αἰσθητήριον ἀέρος, ᾗ τὸ πνεῦμα τὸ σύμφυτον ποιεῖται ἐνίοις μὲν τὴν σφύξιν τοῖς δὲ τὴν ἀναπνοὴν καὶ εἰσπνοήν, ταύτῃ περαίνει· διὸ καὶ ἡ μάθησις γίγνεται τῶν λεγομένων ὥστ' ἀντιφθέγγεσθαι τὸ ἀκουσθέν· οἷς γὰρ ἡ κίνησις εἰσῆλθε διὰ τοῦ αἰσθητηρίου τοιαύτη πάλιν, οἷον ἀπὸ χαρακτῆρος τοῦ αὐτοῦ καὶ ἑνός, διὰ τῆς φωνῆς γίγνεται ἡ κίνησις ὥσθ' ὃ ἤκουσε τοῦτ' εἰπεῖν. καὶ χασμώμενοι καὶ ἐκπνέοντες ἧττον ἀκούουσιν ἢ εἰσπνέοντες διὰ τὸ ἐπὶ τῷ πνευματικῷ μορίῳ τὴν ἀρχὴν τοῦ αἰσθητηρίου εἶναι τοῦ τῆς ἀκοῆς, καὶ σείεσθαι καὶ κινεῖσθαι ἅμα κινοῦντος τοῦ ὀργάνου τὸ πνεῦμα· κινεῖται γὰρ κινοῦν τὸ ὄργανον. καὶ ἐν ταῖς ὑγραῖς ὥραις καὶ κράσεσι συμβαίνει τὸ αὐτὸ πάθος * * * καὶ τὰ ὦτα πληροῦσθαι δοκεῖ πνεύματος διὰ τὸ γειτνιᾶν †τῇ ἀρχῇ τοῦ πνευματικοῦ τόπου†. ἡ μὲν οὖν περὶ τὰς διαφορὰς ἀκρίβεια τῆς κρίσεως καὶ τῶν ψόφων καὶ τῶν ὀσμῶν ἐν τῷ τὸ αἰσθητήριον καθαρὸν εἶναι καὶ τὸν ὑμένα τὸν ἐπιπολῆς ἐστιν· πᾶσαι γὰρ αἱ κινήσεις διάδηλοι καθάπερ ἐπὶ τῆς ὄψεως καὶ ἐπὶ τῶν τοιούτων συμβαίνουσιν]].
167Aristoteles, De generatione animalium, 5, 6; 5 (auctor 384BC-322BC)
συμβαίνει δὲ ταῦτα ὅταν ἐν τῇ γενέσει διαστραφῇ· εὔφθαρτον γὰρ καὶ εὐκίνητον τὸ μικρόν, τὸ δὲ γιγνόμενον τοιοῦτον· ἐν μικρῷ γὰρ ἡ ἀρχὴ τοῖς γιγνομένοις.
168Aristoteles, De generatione animalium, 5, 7; 27 (auctor 384BC-322BC)
Ἐκτεμνόμενα δὲ πάντα εἰς τὸ θῆλυ μεταβάλλει, καὶ διὰ τὸ ἀνίεσθαι τὴν ἰσχὺν τὴν νευρώδη ἐν τῇ ἀρχῇ ὁμοίαν ἀφίησι φωνὴν τοῖς θήλεσιν.
169Aristoteles, De generatione animalium, 5, 7; 29 (auctor 384BC-322BC)
οὕτω γὰρ καὶ ἡ τῶν ὄρχεων φύσις προσήρτηται πρὸς τοὺς σπερματικοὺς πόρους, οὗτοι δ' ἐκ τῆς φλεβὸς ἧς ἡ ἀρχὴ ἐκ τῆς καρδίας πρὸς αὐτῷ τῷ κινοῦντι τὴν φωνήν.
170Aristoteles, De generatione animalium, 5, 7; 34 (auctor 384BC-322BC)
τούτου δ' ἀνιεμένου καὶ ἡ ἀρχὴ ἡ κινοῦσα τὴν φωνὴν ἐκλύεται κατὰ τὸν αὐτὸν λόγον.
171Aristoteles, De generatione et corruptione, 1, 2, 6; 11 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ τούτων πάντων, πότερον οὕτω γίνεται καὶ ἀλλοιοῦται καὶ αὐξάνεται τὰ ὄντα καὶ τἀναντία τούτοις πάσχει, τῶν πρώτων ὑπαρχόντων μεγεθῶν ἀδιαιρέτων, ἢ οὐθέν ἐστι μέγεθος ἀδιαίρετον· διαφέρει γὰρ τοῦτο πλεῖστον.
172Aristoteles, De generatione et corruptione, 1, 5, 12; 36 (auctor 384BC-322BC)
Ἀλλὰ τὸ ἀλλοιοῦν καὶ ἡ ἀρχὴ τῆς κινήσεως ἐν τῷ αὐξανομένῳ καὶ τῷ ἀλλοιουμένῳ· ἐν τούτοις γὰρ τὸ κινοῦν, ἐπεὶ καὶ τὸ εἰσελθὸν γένοιτ´ ἄν ποτε μεῖζον, καὶ τὸ ἀπολαῦσαν αὐτοῦ σῶμα, οἷον εἰ εἰσελθὸν γένοιτο πνεῦμα.
173Aristoteles, De generatione et corruptione, 1, 7, 9; 17 (auctor 384BC-322BC)
Τὸν αὐτὸν δὲ λόγον ὑποληπτέον εἶναι περὶ τοῦ ποιεῖν καὶ πάσχειν ὅνπερ καὶ περὶ τοῦ κινεῖν καὶ κινεῖσθαι· διχῶς γὰρ λέγεται καὶ τὸ κινοῦν· ἐν ᾧ τε γὰρ ἡ ἀρχὴ τῆς κινήσεως, δοκεῖ τοῦτο κινεῖν (ἡ γὰρ ἀρχὴ πρώτη τῶν αἰτίων), καὶ πάλιν τὸ ἔσχατον πρὸς τὸ κινούμενον καὶ τὴν γένεσιν.
174Aristoteles, De generatione et corruptione, 1, 7, 10; 22 (auctor 384BC-322BC)
Ἔστι δὲ ἡ μὲν ἰατρικὴ ὡς ἀρχή, τὸ δὲ σιτίον τὸ ἔσχατον καὶ ἁπτόμενον.
175Aristoteles, De generatione et corruptione, 1, 7, 7; 26 (auctor 384BC-322BC)
Ἔστι δὲ τὸ ποιητικὸν αἴτιον ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
176Aristoteles, De generatione et corruptione, 1, 8, 20; 47 (auctor 384BC-322BC)
Τὸ δὲ τῇ μὲν οἴεσθαι πάσχειν τῇ δὲ μή, διορίσαντας ἐν ἀρχῇ τοῦτο λεκτέον.
177Aristoteles, De generatione et corruptione, 2, 1, 7; 16 (auctor 384BC-322BC)
Ὥστε πρῶτον μὲν τὸ δυνάμει σῶμα αἰσθητὸν ἀρχή, δεύτερον δ´ αἱ ἐναντιώσεις, λέγω δ´ οἷον θερμότης καὶ ψυχρότης, τρίτον δ´ ἤδη πῦρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ μεταβάλλει εἰς ἄλληλα, καὶ οὐχ ὡς Ἐμπεδοκλῆς καὶ ἕτεροι λέγουσιν (οὐδὲ γὰρ ἂν ἦν ἀλλοίωσις), αἱ δ´ ἐναντιώσεις οὐ μεταβάλλουσιν.
178Aristoteles, De generatione et corruptione, 2, 6, 12; 29 (auctor 384BC-322BC)
Τί οὖν ἐστὶ τὸ κινοῦν πρῶτον καὶ αἴτιον τῆς κινήσεως; οὐ γὰρ δὴ ἡ φιλία καὶ τὸ νεῖκος, ἀλλά τινος κινήσεως ταῦτα αἴτια· εἰ δ´ ἔστιν, ἐκεῖνο ἀρχή· ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν· αἱ γὰρ ἀλλοιώσεις αἱ τῆς ψυχῆς πῶς ἔσονται, οἷον τὸ μουσικὸν εἶναι καὶ πάλιν ἄμουσον, ἢ μνήμη ἢ λήθη; δῆλον γὰρ ὅτι εἰ μὲν πῦρ ἡ ψυχή, τὰ πάθη ὑπάρξει αὐτῇ ὅσα πυρὶ ᾗ πῦρ· εἰ δὲ μικτόν, τὰ σωματικά· τούτων δ´ οὐδὲν σωματικόν.
179Aristoteles, De generatione et corruptione, 2, 10, 10; 22 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἀνάγκη εἶναί τι τὸ κινοῦν εἰ κίνησις ἔσται, ὥσπερ εἴρηται πρότερον ἐν ἑτέροις, καὶ εἰ ἀεί, ὅτι ἀεί τι δεῖ εἶναι, καὶ εἰ συνεχής, ἓν τὸ αὐτὸ καὶ ἀκίνητον καὶ ἀγένητον καὶ ἀναλλοίωτον, καὶ εἰ πλείους εἶεν αἱ κύκλῳ κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ἀνάγκη ὑπὸ μίαν ἀρχήν· συνεχοῦς δ´ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι, εἴπερ ἀδύνατον χρόνον χωρὶς κινήσεως εἶναι· συνεχοῦς ἄρα τινὸς ἀριθμὸς ὁ χρόνος, τῆς κύκλῳ ἄρα, καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις διωρίσθη.
180Aristoteles, De generatione et corruptione, 2, 11, 2; 9 (auctor 384BC-322BC)
Ὥστ´ εἰ μή ἐστιν ἀρχὴ τοῦ ἀπείρου, οὐδὲ πρῶτον ἔσται οὐδὲν δι´ ὃ ἀναγκαῖον ἔσται γενέσθαι.
181Aristoteles, De generatione et corruptione, 2, 11, 10; 23 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ τῆς σκέψεως πάλιν αὕτη, πότερον ὁμοίως ἅπαντα ἀνακάμπτει ἢ οὔ, ἀλλὰ τὰ μὲν ἀριθμῷ τὰ δὲ εἴδει μόνον.
182Aristoteles, De incessu animalium, 2, 2; 1 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ τῆς σκέψεως ὑποθεμένοις οἷς εἰώθαμεν χρῆσθαι πολλάκις πρὸς τὴν μέθοδον τὴν φυσικήν, λαβόντες τὰ τοῦτον ἔχοντα τὸν τρόπον ἐν πᾶσι τοῖς τῆς φύσεως ἔργοις, τούτων δ' ἓν μέν ἐστιν ὅτι ἡ φύσις οὐθὲν ποιεῖ μάτην, ἀλλ' ἀεὶ ἐκ τῶν ἐνδεχομένων τῇ οὐσίᾳ περὶ ἕκαστον γένος ζῴου τὸ ἄριστον· διόπερ εἰ βέλτιον ὡδί, οὕτως καὶ ἔχει κατὰ φύσιν.
183Aristoteles, De incessu animalium, 4, 2; 5 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ ἀρχή τις, τὸ δὲ πέρας· ἀρχὴ δὲ τὸ ἄνω.
184Aristoteles, De incessu animalium, 4, 5; 11 (auctor 384BC-322BC)
Ὅσα δὲ τῶν ζῴων μὴ μόνον αἰσθήσεως κοινωνεῖ, ἀλλὰ δύναται ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ δι' αὑτῶν, ἐν τούτοις δὴ διώρισται πρὸς τοῖς λεχθεῖσι τό τ' ἀριστερὸν καὶ τὸ δεξιὸν ὁμοίως τοῖς πρότερον εἰρημένοις, ἔργῳ τινὶ καὶ οὐ θέσει διωρισμένον ἑκάτερον αὐτῶν· ὅθεν μὲν γάρ ἐστι τοῦ σώματος ἡ τῆς κατὰ τόπον μεταβολῆς ἀρχὴ φύσει, τοῦτο μὲν δεξιὸν ἑκάστων, τὸ δ' ἀντικείμενον καὶ τούτῳ πεφυκὸς ἀκολουθεῖν ἀριστερόν.
185Aristoteles, De incessu animalium, 4, 7; 14 (auctor 384BC-322BC)
Ὅτι δ' ἐκ τῶν δεξιῶν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι, σημεῖον καὶ τὸ φέρειν τὰ φορτία πάντας ἐπὶ τοῖς ἀριστεροῖς· οὕτως γὰρ ἐνδέχεται κινεῖσθαι τὸ φέρον, λελυμένου τοῦ κινήσοντος.
186Aristoteles, De incessu animalium, 4, 8; 15 (auctor 384BC-322BC)
Διὸ καὶ ἀσκωλιάζουσι ῥᾷον ἐπὶ τοῖς ἀριστεροῖς· κινεῖν γὰρ πέφυκε τὸ δεξιόν, κινεῖσθαι δὲ τὸ ἀριστερόν· ὥστε καὶ τὸ φορτίον οὐκ ἐπὶ τῷ κινήσοντι ἀλλ' ἐπὶ τῷ κινησομένῳ δεῖ ἐπικεῖσθαι· ἐὰν δ' ἐπὶ τῷ κινοῦντι καὶ τῇ ἀρχῇ τῆς κινήσεως ἐπιτεθῇ, ἤτοι ὅλως οὐ κινήσεται ἢ χαλεπώτερον.
187Aristoteles, De incessu animalium, 4, 9; 16 (auctor 384BC-322BC)
Σημεῖον δ' ὅτι ἀπὸ τῶν δεξιῶν ἡ ἀρχὴ τῆς κινήσεως καὶ αἱ προβολαί· πάντες γὰρ τὰ ἀριστερὰ προβάλλονται, καὶ ἑστῶτες προβεβλήκασι τὰ ἀριστερὰ μᾶλλον, ἂν μὴ ἀπὸ τύχης συμβῇ.
188Aristoteles, De incessu animalium, 4, 9; 19 (auctor 384BC-322BC)
Ὅθεν μὲν γὰρ ἡ ἀρχὴ τῆς κινήσεως, τὸ αὐτὸ πᾶσι καὶ ἐν τῷ αὐτῷ τὴν θέσιν ἔχει κατὰ φύσιν· δεξιὸν δ' ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι.
189Aristoteles, De incessu animalium, 5, 5; 8 (auctor 384BC-322BC)
Εὐλόγως δὲ παὶ αἱ ἀρχαί εἰσιν ἀπὸ τούτων τῶν μορίων· ἡ μὲν γὰρ ἀρχὴ τίμιον, τὸ δ' ἄνω τοῦ κάτω καὶ τὸ πρόσθεν τοῦ ὄπισθεν καὶ τὸ δεξιὸν τοῦ ἀριστεροῦ τιμιώτερον.
190Aristoteles, De incessu animalium, 6, 1; 1 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν ἐκ τῶν δεξιῶν ἡ τῆς κινήσεώς ἐστιν ἀρχή, φανερὸν ἐκ τῶν εἰρημένων.
191Aristoteles, De incessu animalium, 6, 6; 5 (auctor 384BC-322BC)
Ἐπεὶ οὖν τό τε ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν τῇ αὐτῇ ἀρχῇ καὶ κοινῇ συνήρτηται πρὸς αὑτά (λέγω δὲ ταύτην τὴν τῆς κινήσεως κυρίαν), δεῖ δ' ἐν ἅπαντι τῷ μέλλοντι κατὰ τρόπον ποιεῖσθαι τὴν ἀφ' ἑκάστου κίνησιν ὡρίσθαι πως καὶ τετάχθαι ταῖς ἀποστάσεσι ταῖς πρὸς τὰς ῥηθείσας ἀρχάς (τάς τε ἀντιστοίχους καὶ τὰς συστοίχους τῶν ἐν τοῖς μέρεσι τούτοις) τὸ τῶν λεχθεισῶν κινήσεων ἁπασῶν αἴτιον, (αὕτη δ' ἐστὶν ἀφ' ἧς ἀρχῆς κοινῆς τῶν ἐν τῷ ζῴω ἥ τε τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κίνησίς ἐστιν, ὁμοίως δὲ καὶ ἡ τοῦ ἄνω καὶ κάτω) ταύτην δ' ἔχειν ἑκάστῳ ᾗ παραπλησίως πρὸς ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν,
192Aristoteles, De incessu animalium, 10, 2; 4 (auctor 384BC-322BC)
Ἀλλὰ πάντα γε, καθάπερ εἴρηται, κάμψει καὶ ἐκτάσει ποιεῖται τὴν μεταβολήν· ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον μέχρι τινὸς οἷον εἰς ὑπεῖκον προέρχεται, ὥστ' ἀναγκαῖον, εἰ μὴ καὶ κατ' ἄλλο μόριον γίνεται ἡ κάμψις, ἀλλ' ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ, τοῖς δ' ὄρνισι τῆς πτέρυγος, τοῖς δ' ἄλλοις τοῦ ἀνάλογον μορίου, καθάπερ τοῖς ἰχθύσι.
193Aristoteles, De incessu animalium, 10, 2; 5 (auctor 384BC-322BC)
Τοῖς δ', ὥσπερ οἱ ὄφεις, ἐν ταῖς καμπαῖς τοῦ σώματός ἐστιν ἡ ἀρχὴ τῆς κάμψεως.
194Aristoteles, De incessu animalium, 13, 3; 3 (auctor 384BC-322BC)
Καὶ τὰ κάτω δὴ πρὸς τὰ ἄνω φανερὸν ὅτι ἐναντίως· ἡ γὰρ ἀρχὴ ὑπεναντίως, ὁ μὲν ὦμος ἐπὶ τὸ κυρτόν, ὁ δὲ μηρὸς ἐπὶ τὸ κοῖλον· διὸ καὶ ὁ μὲν ποὺς ἐπὶ τὸ κοῖλον, ὁ δὲ καρπὸς τῆς χειρὸς ἐπὶ τὸ κυρτόν.
195Aristoteles, De incessu animalium, 15, 1; 3 (auctor 384BC-322BC)
Διὸ καὶ κεκαμμέναι τὸν αὐτόν εἰσι τρόπον ὥσπερ ἐκείνοις τὰ πρόσθια σκέλη, ἐπεὶ τῆς ἐν τῇ πορείᾳ κινήσεως τούτοις ἀπὸ τῶν πτερύγων ἡ κατὰ φύσιν ἀρχὴ τῆς μεταβολῆς ἐστι· πτῆσις γάρ ἐστιν ἡ τούτων οἰκεία κίνησις.
196Aristoteles, De insomniis, 3; 8 (auctor 384BC-322BC)
Ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεώς φησιν ἡ ἀρχή, ἐὰν μὴ ἑτέρα κυριωτέρα ἀντιφῇ.
197Aristoteles, De interpretatione, 9; 25 (auctor 384BC-322BC)
Εἰ δὴ ταῦτα ἀδύνατα — ὁρῶμεν γὰρ ὅτι ἔστιν ἀρχὴ τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τι, καὶ ὅτι ὅλως ἔστιν ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι τὸ δυνατὸν εἶναι καὶ μὴ ὁμοίως· ἐν οἷς ἄμφω ἐνδέχεται, καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ὥστε καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι.
198Aristoteles, De interpretatione, 13; 30 (auctor 384BC-322BC)
Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον καὶ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ μὴ εἶναι, καὶ τἆλλα ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δεῖ.
199Aristoteles, De iuventute et senectute De vita et morte, 2; 3 (auctor 384BC-322BC)
Ἀλλ’ ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ τὸν λόγον· πολλὰ γὰρ τῶν ζῴων ἀφαιρουμένου ἑκατέρου τῶν μορίων, τῆς τε καλουμένης κεφαλῆς καὶ τοῦ δεκτικοῦ τῆς τροφῆς, ζῇ μεθ’ οὗπερ ἂν ᾖ τὸ μέσον.
200Aristoteles, De iuventute et senectute De vita et morte, 3; 2 (auctor 384BC-322BC)
Ἥ τε γὰρ τῶν σπερμάτων γένεσις συμβαίνει πᾶσιν ἐκ τοῦ μέσου· διθύρων γὰρ ὄντων πάντων, ᾗ συμπέφυκεν ἔχεται, καὶ τὸ μέσον ἐστὶν ἑκατέρου τῶν μορίων· ἐντεῦθεν γὰρ ὅ τε καυλὸς ἐκφύεται καὶ ἡ ῥίζα τῶν φυομένων, ἡ δ’ ἀρχὴ τὸ μέσον αὐτῶν ἐστίν.
201Aristoteles, De iuventute et senectute De vita et morte, 3; 3 (auctor 384BC-322BC)
Ἔν τε ταῖς ἐμφυτείαις καὶ ταῖς ἀποφυτείαις μάλιστα τοῦτο συμβαίνει περὶ τοὺς ὄζους· ἔστι γὰρ ἀρχή τις ὁ ὄζος τοῦ κλάδου, ἅμα δὲ καὶ μέσον, ὥστε ἢ τοῦτο ἀφαιροῦσιν ἢ εἰς τοῦτο ἐμβάλλουσιν, ἵνα ἢ ὁ κλάδος ἢ αἱ ῥίζαι ἐκ τούτων γίνωνται, ὡς οὔσης τῆς ἀρχῆς ἐκ τοῦ μέσου καυλοῦ καὶ ῥίζης.
202Aristoteles, De iuventute et senectute De vita et morte, 3; 7 (auctor 384BC-322BC)
Ἡ δὲ καρδία ὅτι ἐστὶν ἀρχὴ τῶν φλεβῶν, ἐν τοῖς περὶ τὰ μέρη τῶν ζῴων εἴρηται πρότερον· καὶ ὅτι τὸ αἷμα τοῖς ἐναίμοις ἐστὶ τελευταία τροφή, ἐξ οὗ γίνεται τὰ μόρια.
203Aristoteles, De iuventute et senectute De vita et morte, 3; 15 (auctor 384BC-322BC)
Κατὰ μὲν οὖν τὰ φαινόμενα δῆλον ἐκ τῶν εἰρημένων ὅτι ἐν τούτῳ τε καὶ ἐν τῷ μέσῳ τοῦ σώματος τῶν τριῶν μορίων ἥ τε τῆς αἰσθητικῆς ἀρχὴ ψυχῆς ἐστὶ καὶ ἡ τῆς αὐξητικῆς καὶ τῆς θρεπτικῆς.
204Aristoteles, De iuventute et senectute De vita et morte, 5; 7 (auctor 384BC-322BC)
Δῆλον τοίνυν ὡς εἴπερ δεῖ σώζεσθαι τὸ θερμόν (τοῦτο δ’ ἀναγκαῖον, εἴπερ μέλλει ζῆν), δεῖ γίνεσθαί τινα τοῦ θερμοῦ τοῦ ἐν τῇ ἀρχῇ κατάψυξιν.
205Aristoteles, De longitudine et brevitate vitae, 1; 2 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν.
206Aristoteles, De longitudine et brevitate vitae, 6; 8 (auctor 384BC-322BC)
Τὰ δ’ ἔντομα μέχρι μὲν τοῦ ζῆν ἦλθεν, πολὺν δ’ οὐ δύναται χρόνον· οὐ γὰρ ἔχει ὄργανα, οὐδὲ δύναται ποιεῖν αὐτὰ ἡ ἀρχὴ ἡ ἐν ἑκάστῳ.
207Aristoteles, De longitudine et brevitate vitae, 6; 13 (auctor 384BC-322BC)
Αἴτιον δ’ ὅτι ἐνυπάρχει πάντῃ ἡ ἀρχὴ δυνάμει ἐνοῦσα.
208Aristoteles, De memoria et reminiscentia, 2; 30 (auctor 384BC-322BC)
Ἔοικε δὴ καθόλου ἀρχὴ καὶ τὸ μέσον πάντων· εἰ γὰρ μὴ πρότερον, ὅταν ἐπὶ τοῦτο ἔλθῃ, μνησθήσεται, ἢ οὐκέτ’ οὐδὲ ἄλλοθεν, οἷον εἴ τις νοήσειεν ἐφ’ ὧν Α Β Γ Δ Ε Ζ Η Θ· εἰ γὰρ μὴ ἐπὶ τοῦ Ε μέμνηται, ἐπὶ τοῦ Ε Θ ἐμνήσθη· ἐντεῦθεν γὰρ ἐπ’ ἄμφω κινηθῆναι ἐνδέχεται, καὶ ἐπὶ τὸ Δ καὶ ἐπὶ τὸ Ε.
209Aristoteles, De motu animalium, 1; 2 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἀρχὴ τῶν ἄλλων κινήσεων τὸ αὐτὸ ἑαυτὸ κινοῦν, τούτου δὲ τὸ ἀκίνητον, καὶ ὅτι τὸ πρῶτον κινοῦν ἀναγκαῖον ἀκίνητον εἶναι, διώρισται πρότερον, ὅτεπερ καὶ περὶ κινήσεως ἀϊδίου, πότερον ἔστιν ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι, τίς ἐστιν.
210Aristoteles, De motu animalium, 1; 8 (auctor 384BC-322BC)
ἀλλ' οὖν ἀεὶ ἡ ἀρχή, ἠρεμεῖ κινουμένου τοῦ μορίου τοῦ κάτωθεν, οἷον τοῦ μὲν βραχίονος κινουμένου τὸ ὠλέκρανον, ὅλου δὲ τοῦ κώλου ὁ ὦμος, καὶ τῆς μὲν κνήμης τὸ γόνυ, ὅλου δὲ τοῦ σκέλους τὸ ἰσχίον.
211Aristoteles, De motu animalium, 1; 9 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν καὶ ἐν αὑτῷ ἕκαστόν τι δεῖ ἔχειν ἠρεμοῦν, ὅθεν ἡ ἀρχὴ τοῦ κινουμένου ἔσται, καὶ πρὸς ὃ ἀπερειδόμενον καὶ ὅλον ἀθρόον κινηθήσεται καὶ κατὰ μέρος, φανερόν.
212Aristoteles, De motu animalium, 4; 6 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τῆς ἀπορίας ταύτης ἕτερος ἔστω λόγος· ἆρα δὲ δεῖ τι ἀκίνητον εἶναι καὶ ἠρεμοῦν ἔξω τοῦ κινουμένου, μηδὲν ὂν ἐκείνου μόριον, ἢ οὔ; καὶ τοῦτο πότερον καὶ ἐπὶ τοῦ παντὸς οὕτως ὑπάρχειν ἀναγκαῖον; ἴσως γὰρ ἂν δόξειεν ἄτοπον εἶναι, εἰ ἡ ἀρχὴ τῆς κινήσεως ἐντός.
213Aristoteles, De motu animalium, 4; 13 (auctor 384BC-322BC)
πάντα γὰρ ὑπ' ἄλλου κινεῖται τὰ ἄψυχα, ἀρχὴ δὲ πάντων τῶν οὕτως κινουμένων τὰ αὐτὰ αὑτὰ κινοῦντα.
214Aristoteles, De motu animalium, 6; 2 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὰ ἄψυχα πάντα κινεῖται ὑφ' ἑτέρου, περὶ δὲ τοῦ πρώτου κινουμένου καὶ ἀεὶ κινουμένου, τίνα τρόπον κινεῖται, καὶ πῶς κινεῖ τὸ πρῶτον κινοῦν, διώρισται πρότερον ἐν τοῖς περὶ τῆς πρώτης φιλοσοφίας, λοιπόν ἐστι θεωρῆσαι πῶς ἡ ψυχὴ κινεῖ τὸ σῶμα, καὶ τίς ἡ ἀρχὴ τῆς τοῦ ζῴου κινήσεως.
215Aristoteles, De motu animalium, 7; 23 (auctor 384BC-322BC)
ὅτι δὲ μικρὰ μεταβολὴ γινομένη ἐν ἀρχῇ μεγάλας καὶ πολλὰς ποιεῖ διαφορὰς ἄποθεν, οὐκ ἄδηλον· οἷον τοῦ οἴακος ἀκαριαῖόν τι μεθισταμένου πολλὴ ἡ τῆς πρώρας γίνεται μετάστασις.
216Aristoteles, De motu animalium, 8; 1 (auctor 384BC-322BC)
Ἀρχὴ μὲν οὖν, ὥσπερ εἴρηται, τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτὸν καὶ φευκτόν· ἐξ ἀνάγκης δ' ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψύξις.
217Aristoteles, De motu animalium, 8; 10 (auctor 384BC-322BC)
τὸ δὲ κινοῦν πρῶτον τὸ ζῷον ἀνάγκη εἶναι ἔν τινι ἀρχῇ.
218Aristoteles, De motu animalium, 8; 11 (auctor 384BC-322BC)
ἡ δὲ καμπὴ ὅτι μέν ἐστι ἀρχὴ τοῦ δὲ τελευτή, εἴρηται.
219Aristoteles, De motu animalium, 8; 14 (auctor 384BC-322BC)
κινεῖται μὲν οὖν καὶ οὐ κινεῖ τὸ ἔσχατον τοῦ βραχίονος, τῆς δ' ἐν τῷ ὠλεκράνῳ κάμψεως τὸ μὲν κινεῖται τὸ ἐν αὐτῷ τῷ ὅλῳ κινουμένῳ, ἀνάγκη δ' εἶναί τι καὶ ἀκίνητον, ὃ δή φαμεν δυνάμει μὲν ἓν εἶναι σημεῖον, ἐνεργείᾳ δὲ γίνεσθαι δύο· ὥστ' εἰ τὸ ζῷον ἦν ὁ βραχίων, ἐνταῦθ' ἄν που ἦν ἡ ἀρχὴ τῆς ψυχῆς ἡ κινοῦσα.
220Aristoteles, De motu animalium, 8; 15 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐνδέχεται καὶ πρὸς τὴν χεῖρα ἔχειν τι οὕτως τῶν ἀψύχων, οἷον εἰ κινοίη τὴν βακτηρίαν ἐν τῇ χειρί, φανερὸν ὅτι οὐκ ἂν εἴη ἐν οὐδετέρῳ ἡ ψυχὴ τῶν ἐσχάτων, οὔτ' ἐν τῷ ἐσχάτῳ τοῦ κινουμένου οὔτ' ἐν τῇ ἑτέρᾳ ἀρχῇ.
221Aristoteles, De motu animalium, 8; 17 (auctor 384BC-322BC)
ὥστε διά γε τοῦτο, εἰ μὴ καὶ ἐν τῇ βακτηρίᾳ ἡ κινοῦσα ἀπὸ τῆς ψυχῆς ἀρχὴ ἔνεστιν, οὐδ' ἐν τῇ χειρί· ὁμοίως γὰρ ἔχει καὶ τὸ ἄκρον τῆς χειρὸς πρὸς τὸν καρπόν, καὶ τοῦτο τὸ μέρος πρὸς τὸ ὠλέκρανον.
222Aristoteles, De motu animalium, 8; 19 (auctor 384BC-322BC)
ἀνάγκη ἄρα ἐν μηδεμιᾷ εἶναι ἀρχῇ, ἥ ἐστιν ἄλλου τελευτή, μηδὲ εἴ τι ἐστὶν ἕτερον ἐκείνου ἐξωτέρω, οἷον τοῦ μὲν τῆς βακτηρίας ἐσχάτου ἐν τῇ χειρὶ ἡ ἀρχή, τούτου δ' ἐν τῷ καρπῷ.
223Aristoteles, De motu animalium, 8; 20 (auctor 384BC-322BC)
εἰ δὲ μηδ' ἐν τῇ χειρί, ὅτι ἀνωτέρω ἔτι, ἡ ἀρχὴ οὐδ' ἐνταῦθα· ἔτι γὰρ τοῦ ὠλεκράνου μένοντος κινεῖται ἅπαν τὸ κάτω συνεχές.
224Aristoteles, De motu animalium, 9; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δ' ὁμοίως ἔχει ἀπὸ τῶν ἀριστερῶν καὶ ἀπὸ τῶν δεξιῶν, καὶ ἅμα τἀναντία κινεῖται, ὥστε μὴ εἶναι τῷ ἠρεμεῖν τὸ δεξιὸν κινεῖσθαι τὸ ἀριστερὸν μηδ' αὖ τῷ τοῦτο ἐκεῖνο, ἀεὶ δ' ἐν τῷ ἀνωτέρω ἀμφοτέρων ἡ ἀρχή, ἀνάγκη ἐν τῷ μέσῳ εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς τῆς κινούσης· ἀμφοτέρων γὰρ τῶν ἄκρων τὸ μέσον ἔσχατον.
225Aristoteles, De motu animalium, 10; 5 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἡ ἀρχὴ τοῖς μὲν ἐν τῇ καρδίᾳ τοῖς δ' ἐν τῷ ἀνάλογον, διὰ τοῦτο καὶ τὸ πνεῦμα τὸ σύμφυτον ἐνταῦθα φαίνεται ὄν.
226Aristoteles, De motu animalium, 10; 11 (auctor 384BC-322BC)
ἔν τε γὰρ τῇ πόλει ὅταν ἅπαξ συστῇ ἡ τάξις, οὐδὲν δεῖ κεχωρισμένου μονάρχου, ὃν δεῖ παρεῖναι παρ' ἕκαστον τῶν γινομένων, ἀλλ' αὐτὸς ἕκαστος ποιεῖ τὰ αὑτοῦ ὡς τέτακται, καὶ γίνεται τόδε μετὰ τόδε διὰ τὸ ἔθος· ἔν τε τοῖς ζῴοις τὸ αὐτὸ τοῦτο διὰ τὴν φύσιν γίνεται καὶ τῷ πεφυκέναι ἕκαστον οὕτω συστάντων ποιεῖν τὸ αὑτοῦ ἔργον, ὥστε μηδὲν δεῖν ἐν ἑκάστῳ εἶναι ψυχήν, ἀλλ' ἔν τινι ἀρχῇ τοῦ σώματος οὔσης τἆλλα ζῆν μὲν τῷ προσπεφυκέναι, ποιεῖν δὲ τὸ ἔργον τὸ αὑτῶν διὰ τὴν φύσιν.
227Aristoteles, De motu animalium, 11; 8 (auctor 384BC-322BC)
αἱ δὲ κινήσεις τῇ τε ἀρχῇ ἀπὸ τῶν μορίων καὶ τοῖς μορίοις ἀπὸ τῆς ἀρχῆς εὐλόγως συμβαίνουσι, καὶ πρὸς ἀλλήλας οὕτως ἀφικνοῦνται.
228Aristoteles, De motu animalium, 11; 10 (auctor 384BC-322BC)
αἱ οὖν κινήσεις καθ' ἕκαστον στοιχεῖον τῶν ἐπιγεγραμμένων ἐπὶ τὴν ἀρχὴν ἀφικνοῦνται, καὶ ἀπὸ τῆς ἀρχῆς κινουμένης καὶ μεταβαλλούσης, ἐπειδὴ πολλὰ δυνάμει ἐστίν, ἡ μὲν τοῦ Β ἀρχὴ ἐπὶ τὸ Β, ἡ δὲ τοῦ Γ ἐπὶ τὸ Γ, ἡ δ' ἀμφοῖν ἐπ' ἄμφω.
229Aristoteles, De motu animalium, 11; 14 (auctor 384BC-322BC)
αἱ οὖν κινήσεις καθ' ἕκαστον στοιχεῖον τῶν ἐπιγεγραμμένων ἐπὶ τὴν ἀρχὴν ἀφικνοῦνται, καὶ ἀπὸ τῆς ἀρχῆς κινουμένης καὶ μεταβαλλούσης, ἐπειδὴ πολλὰ δυνάμει ἐστίν, ἡ μὲν τοῦ Β ἀρχὴ ἐπὶ τὸ Β, ἡ δὲ τοῦ Γ ἐπὶ τὸ Γ, ἡ δ' ἀμφοῖν ἐπ' ἄμφω.
230Aristoteles, De partibus animalium, 1, 1, 8; 12 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις, ἐπεὶ πλείους ὁρῶμεν αἰτίας περὶ τὴν γένεσιν τὴν φυσικήν, οἷον τήν τε οὗ ἕνεκα καὶ τὴν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, διοριστέον καὶ περὶ τούτων, ποία πρώτη καὶ δευτέρα πέφυκεν.
231Aristoteles, De partibus animalium, 1, 1, 8; 13 (auctor 384BC-322BC)
Φαίνεται δὲ πρώτη, ἣν λέγομεν ἕνεκά τινος· λόγος γὰρ οὗτος, ἀρχὴ δ´ ὁ λόγος ὁμοίως ἔν τε τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς φύσει συνεστηκόσιν.
232Aristoteles, De partibus animalium, 1, 1, 11; 22 (auctor 384BC-322BC)
Ἡ γὰρ ἀρχὴ τοῖς μὲν τὸ ὄν, τοῖς δὲ τὸ ἐσόμενον· ἐπεὶ γὰρ τοιόνδε ἐστὶν ἡ ὑγίεια ἢ ὁ ἄνθρωπος, ἀνάγκη τόδ´ εἶναι ἢ γενέσθαι, ἀλλ´ οὐκ ἐπεὶ τόδ´ ἐστὶν ἢ γέγονεν, ἐκεῖνο ἐξ ἀνάγκης ἐστὶν ἢ ἔσται.
233Aristoteles, De partibus animalium, 1, 1, 28; 67 (auctor 384BC-322BC)
Ἢ οὐκ ἔστι πᾶσα ἡ ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια ἅπαντα, ἀλλ´ αὐξήσεως μὲν ὅπερ καὶ ἐν τοῖς φυτοῖς, ἀλλοιώσεως δὲ τὸ αἰσθητικόν, φορᾶς δ´ ἕτερόν τι καὶ οὐ τὸ νοητικόν· ὑπάρχει γὰρ ἡ φορὰ καὶ ἐν ἑτέροις τῶν ζῴων, διάνοια δ´ οὐδενί.
234Aristoteles, De partibus animalium, 1, 1, 29; 70 (auctor 384BC-322BC)
Φαίνεται γάρ, ὥσπερ ἐν τοῖς τεχναστοῖς ἐστιν ἡ τέχνη, οὕτως ἐν αὐτοῖς τοῖς πράγμασιν ἄλλη τις ἀρχὴ καὶ αἰτία τοιαύτη, ἣν ἔχομεν καθάπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐκ τοῦ παντός.
235Aristoteles, De partibus animalium, 1, 1, 32; 76 (auctor 384BC-322BC)
Ἀρχὴ ἄρα καὶ ποιητικὸν τοῦ ἐξ αὐτοῦ τὸ σπέρμα.
236Aristoteles, De partibus animalium, 1, 1, 36; 86 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν δύο τρόποι τῆς αἰτίας, καὶ δεῖ λέγοντας τυγχάνειν μάλιστα μὲν ἀμφοῖν, εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν, καὶ ὅτι πάντες οἱ τοῦτο μὴ λέγοντες οὐδὲν ὡς εἰπεῖν περὶ φύσεως λέγουσιν· ἀρχὴ γὰρ ἡ φύσις μᾶλλον τῆς ὕλης.
237Aristoteles, De partibus animalium, 1, 3, 14; 29 (auctor 384BC-322BC)
Λέγω δ´ οἷον συμβαίνει τοῖς διαιρουμένοις τὸ μὲν ἄπτερον τὸ δὲ πτερωτόν, πτερωτοῦ δὲ τὸ μὲν ἥμερον τὸ δ´ ἄγριον, ἢ τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· οὐ γὰρ διαφορὰ τοῦ πτερωτοῦ τὸ ἥμερον οὐδὲ τὸ λευκόν, ἀλλ´ ἑτέρας ἀρχὴ διαφορᾶς, ἐκεῖ δὲ κατὰ συμβεβηκός.
238Aristoteles, De partibus animalium, 2, 1, 17; 31 (auctor 384BC-322BC)
Καθάπερ οὖν ῥέοντος ὕδατος ἰλύς, τἆλλα σπλάγχνα τῆς διὰ τῶν φλεβῶν ῥύσεως τοῦ αἵματος οἷον προχεύματά ἐστιν· ἡ δὲ καρδία, διὰ τὸ τῶν φλεβῶν ἀρχὴ εἶναι καὶ ἔχειν ἐν αὑτῇ τὴν δύναμιν τὴν δημιουγοῦσαν τὸ αἷμα πρώτην, εὔλογον, ἐξ οἵας δέχεται τροφῆς, ἐκ τοιαύτης συνεστάναι καὶ αὐτήν.
239Aristoteles, De partibus animalium, 2, 7, 1; 1 (auctor 384BC-322BC)
Περὶ δ´ ἐγκεφάλου σχεδόν ἐστιν ἐχόμενον εἰπεῖν· πολλοῖς γὰρ καὶ ὁ ἐγκέφαλος δοκεῖ μυελὸς εἶναι καὶ ἀρχὴ τοῦ μυελοῦ διὰ τὸ συνεχῆ τὸν ῥαχίτην αὐτῷ ὁρᾶν μυελόν.
240Aristoteles, De partibus animalium, 2, 7, 15; 25 (auctor 384BC-322BC)
Καὶ ῥαφὰς δὲ πλείστας ἔχει περὶ τὴν κεφαλήν, καὶ τὸ ἄρρεν πλείους τῶν θηλειῶν, διὰ τὴν αὐτὴν αἰτίαν, ὅπως ὁ τόπος εὔπνους ᾖ, καὶ μᾶλλον ὁ πλείων ἐγκέφαλος· ὑγραινόμενος γὰρ ἢ ξηραινόμενος μᾶλλον οὐ ποιήσει τὸ αὑτοῦ ἔργον, ἀλλ´ ἢ οὐ ψύξει ἢ πήξει, ὥστε νόσους καὶ παρανοίας ποιεῖν καὶ θανάτους· τὸ γὰρ ἐν τῇ καρδίᾳ θερμὸν καὶ ἡ ἀρχὴ συμπαθέστατόν ἐστι καὶ ταχεῖαν ποιεῖται τὴν αἴσθησιν μεταβάλλοντός τι καὶ πάσχοντος τοῦ περὶ τὸν ἐγκέφαλον αἵματος.
241Aristoteles, De partibus animalium, 2, 7, 16; 27 (auctor 384BC-322BC)
Τὰ μὲν οὖν τῆς τροφῆς περιττώματα περὶ τὴν τῆς τροφῆς σκέψιν καὶ θεωρίαν οἰκείους ἔχει τοὺς λόγους, τίσι τε τῶν ζῴων ὑπάρχει καὶ διὰ τίνας αἰτίας, τὰ δὲ περὶ σπέρματος καὶ γάλακτος ἐν τοῖς περὶ γενέσεως· τὸ μὲν γὰρ ἀρχὴ γενέσεως αὐτῶν ἐστι, τὸ δὲ χάριν γενέσεως.
242Aristoteles, De partibus animalium, 2, 8, 1; 1 (auctor 384BC-322BC)
Περὶ δὲ τῶν ἄλλων μορίων τῶν ὁμοιομερῶν σκεπτέον, καὶ πρῶτον περὶ σαρκὸς ἐν τοῖς ἔχουσι σάρκας, ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον· τοῦτο γὰρ ἀρχὴ καὶ σῶμα καθ´ αὑτὸ τῶν ζῴων ἐστίν.
243Aristoteles, De partibus animalium, 2, 9, 4; 6 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ τῶν μὲν φλεβῶν ἡ καρδία, τῶν δ´ ὀστῶν ἡ καλουμένη ῥάχις τοῖς ἔχουσιν ὀστᾶ πᾶσιν, ἀφ´ ἧς συνεχὴς ἡ τῶν ἄλλων ὀστῶν ἐστι φύσις.
244Aristoteles, De partibus animalium, 2, 9, 17; 34 (auctor 384BC-322BC)
Ἔτι δὲ περὶ γονῆς καὶ γάλακτος ἀπελίπομεν ἐν τῇ περὶ τῶν ὑγρῶν καὶ ὁμοιομερῶν θεωρίᾳ· τοῖς γὰρ περὶ γενέσεως λόγοις ἁρμόττουσαν ἔχει τὴν σκέψιν· τὸ μὲν γὰρ αὐτῶν ἀρχή, τὸ δὲ τροφὴ τῶν γινομένων ἐστίν.
245Aristoteles, De partibus animalium, 2, 10, 2; 4 (auctor 384BC-322BC)
Τρίτον δὲ μέρος ἐν πᾶσίν ἐστι τὸ τούτων μέσον, ἐν ᾧ ἡ ἀρχή ἐστιν ἡ τῆς ζωῆς.
246Aristoteles, De partibus animalium, 2, 10, 7; 14 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν ἀρχὴ τῶν αἰσθήσεών ἐστιν ὁ περὶ τὴν καρδίαν τόπος, διώρισται πρότερον ἐν τοῖς περὶ αἰσθήσεως· καὶ διότι αἱ μὲν δύο φανερῶς ἠρτημέναι πρὸς τὴν καρδίαν εἰσίν, ἥ τε τῶν ἁπτῶν καὶ ἡ τῶν χυμῶν, τῶν δὲ τριῶν ἡ μὲν τῆς ὀσφρήσεως μέση, ἀκοὴ δὲ καὶ ὄψις μάλιστ´ ἐν τῇ κεφαλῇ διὰ τὴν τῶν αἰσθητηρίων φύσιν εἰσί, καὶ τούτων ἡ ὄψις πᾶσιν, ἐπεὶ ἥ γ´ ἀκοὴ καὶ ἡ ὄσφρησις ἐπὶ τῶν ἰχθύων καὶ τῶν τοιούτων ποιεῖ τὸ λεγόμενον φανερόν· ἀκούουσι μὲν γὰρ καὶ ὀσφραίνονται, αἰσθητήριον δ´ οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ τούτων τῶν αἰσθητῶν.
247Aristoteles, De partibus animalium, 2, 13, 5; 12 (auctor 384BC-322BC)
Ἐκ δὲ τοῦ κανθοῦ τοῦ παρὰ τοὺς μυκτῆρας σκαρδαμύττουσιν, ὅτι βέλτιον ἀπ´ ἀρχῆς μιᾶς τὴν φύσιν εἶναι αὐτῶν, οὗτοι δ´ ἔχουσιν ἀρχὴν τὴν πρὸς τὸν μυκτῆρα πρόσφυσιν· καὶ τὸ πρόσθιον ἀρχὴ τοῦ πλαγίου μᾶλλον.
248Aristoteles, De partibus animalium, 3, 4, 4; 11 (auctor 384BC-322BC)
Ἡ δὲ καρδία τῶν φλεβῶν ἀρχή· φαίνονται γὰρ ἐκ ταύτης οὖσαι καὶ οὐ διὰ ταύτης, καὶ ἡ φύσις αὐτῆς φλεβώδης ὡς ὁμογενοῦς οὔσης.
249Aristoteles, De partibus animalium, 3, 4, 7; 18 (auctor 384BC-322BC)
Ὥσπερ δ´ ἐλέχθη, διὰ μὲν τῶν ἄλλων σπλάγχνων διέχουσιν αἱ φλέβες, διὰ δὲ τῆς καρδίας οὐ διατείνει φλέψ· ὅθεν καὶ δῆλον ὅτι μόριον καὶ ἀρχὴ τῶν φλεβῶν ἐστιν ἡ καρδία.
250Aristoteles, De partibus animalium, 3, 4, 8; 21 (auctor 384BC-322BC)
Καὶ τοῦτ´ εὐλόγως· ἐκ τῆς καρδίας γὰρ ἐποχετεύεται καὶ εἰς τὰς φλέβας, εἰς δὲ τὴν καρδίαν οὐκ ἄλλοθεν· αὕτη γάρ ἐστιν ἀρχὴ ἢ πηγὴ τοῦ αἵματος καὶ ὑποδοχὴ πρώτη.
251Aristoteles, De partibus animalium, 3, 4, 10; 27 (auctor 384BC-322BC)
Οὐ μόνον δὲ κατὰ τὸν λόγον οὕτως ἔχειν φαίνεται, ἀλλὰ καὶ κατὰ τὴν αἴσθησιν· ἐν γὰρ τοῖς ἐμβρύοις εὐθέως ἡ καρδία φαίνεται κινουμένη τῶν μορίων καθάπερ εἰ ζῷον, ὡς ἀρχὴ τῆς φύσεως τοῖς ἐναίμοις οὖσα.
252Aristoteles, De partibus animalium, 3, 4, 13; 33 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ ζῷον αἰσθήσει ὥρισται, αἰσθητικὸν δὲ πρῶτον τὸ πρῶτον ἔναιμον, τοιοῦτον δ´ ἡ καρδία· καὶ γὰρ ἀρχὴ τοῦ αἵματος καὶ ἔναιμον πρῶτον.
253Aristoteles, De partibus animalium, 3, 4, 18; 47 (auctor 384BC-322BC)
Ἔτι δὲ βέλτιον τρεῖς εἶναι τὰς κοιλίας, ὅπως ᾖ μία ἀρχὴ κοινή· τὸ δὲ μέσον καὶ περιττὸν ἀρχή· ὥστε μεγέθους δεῖ μείζονος αὐταῖς ἀεί, διόπερ αἱ μέγισται τρεῖς ἔχουσι μόναι.
254Aristoteles, De partibus animalium, 3, 10, 2; 6 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον ὅτι τοῦ διορισμοῦ χάριν ἐστὶ τοῦ τε περὶ τὴν κοιλίαν τόπου καὶ τοῦ περὶ τὴν καρδίαν, ὅπως ἡ τῆς αἰσθητικῆς ψυχῆς ἀρχὴ ἀπαθὴς ᾖ καὶ μὴ ταχὺ καταλαμβάνηται διὰ τὴν ἀπὸ τῆς τροφῆς γινομένην ἀναθυμίασιν καὶ τὸ πλῆθος τῆς ἐπεισάκτου θερμότητος.
255Aristoteles, De partibus animalium, 4, 5, 2; 6 (auctor 384BC-322BC)
Τὸ γὰρ αἰσθητικὸν ψυχῆς καὶ τὸ τῆς ζωῆς αἴτιον ἀρχῇ τινι τῶν μορίων καὶ τοῦ σώματος ὑπάρχει πᾶσι τοῖς ζῴοις.
256Aristoteles, De partibus animalium, 4, 10, 12; 27 (auctor 384BC-322BC)
Αἴτιον δ´ ὥσπερ εἴρηται πρότερον, ὅτι ἡ τῆς ψυχῆς ἀρχὴ πολλῷ δὴ δυσκίνητός ἐστι καὶ σωματώδης.
257Aristoteles, De sensu et sensibilibus, 1; 45 (auctor 384BC-322BC)
Τούτου μὲν γὰρ βέλτιον τὸ ἐν ἀρχῇ συμφύεσθαι τοῦ ὄμματος.
258Aristoteles, De somno et vigilia, 2; 18 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τρόποι πλείους τῆς αἰτίας (καὶ γὰρ τὸ τίνος ἕνεκα, καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, καὶ τὴν ὕλην καὶ τὸν λόγον αἴτιον εἶναί φαμεν), πρῶτον μὲν οὖν ἐπειδὴ λέγομεν τὴν φύσιν ἕνεκά του ποιεῖν, τοῦτο δ’ ἀγαθόν τι, τὴν δ’ ἀνάπαυσιν παντὶ τῷ πεφυκότι κινεῖσθαι, μὴ δυναμένῳ δ’ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι μεθ’ ἡδονῆς ἀναγκαῖον εἶναι καὶ ὠφέλιμον, τῷ δ’ ὕπνῳ δι’ αὐτὴν τὴν ἀλήθειαν προσάπτουσι τὴν μεταφορὰν ταύτην ὡς ἀναπαύσει ὄντι· ὥστε σωτηρίας ἕνεκα τῶν ζῴων ὑπάρχει.
259Aristoteles, De somno et vigilia, 2; 24 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίνεται ἀπὸ τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις ἀφ’ οὗπερ καὶ ἡ τῆς κινήσεως, διώρισται πρότερον ἐν ἑτέροις.
260Aristoteles, De somno et vigilia, 2; 26 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἐναίμοις τοῦτ’ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος· πάντα γὰρ τὰ ἔναιμα καρδίαν ἔχει, καὶ ἡ ἀρχὴ τῆς κινήσεως καὶ τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστιν.
261Aristoteles, De somno et vigilia, 2; 27 (auctor 384BC-322BC)
Τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς καταψύξεώς ἐστιν ἐνταῦθα, καὶ τὸ ἀναπνεῖν τε καὶ τὸ ὑγρῷ καταψύχεσθαι πρός γε σωτηρίαν τοῦ ἐν τούτῳ τῷ μορίῳ θερμοῦ ἡ φύσις πεπόρικεν.
262Aristoteles, De somno et vigilia, 3; 1 (auctor 384BC-322BC)
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίγνεται, τοῦ τ’ ἐγρηγορέναι καὶ τοῦ καθεύδειν.
263Aristoteles, De somno et vigilia, 3; 2 (auctor 384BC-322BC)
Φανερὸν δὴ ὅτι ἐπεὶ ἀναγκαῖον τῷ ζῴῳ, ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον τροφήν τε λαμβάνειν καὶ αὔξησιν, τροφὴ δ’ ἐστὶ πᾶσιν ἡ ἐσχάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις τοῖς δ’ ἀναίμοις τὸ ἀνάλογον, τόπος δὲ τοῦ αἵματος αἱ φλέβες, τούτων δ’ ἀρχὴ ἡ καρδία· φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν.
264Aristoteles, De somno et vigilia, 3; 21 (auctor 384BC-322BC)
Διὸ καὶ συμβαίνει πολλοῖς ἡ ἀρχὴ τούτου τοῦ πάθους καθεύδουσιν, καὶ καθεύδοντες μὲν ἁλίσκονται, ἐγρηγορότες δ’ οὔ· ὅταν γὰρ πολὺ φέρηται τὸ πνεῦμα ἄνω, καταβαῖνον πάλιν τὰς φλέβας ὀγκοῖ, καὶ συνθλίβει τὸν πόρον δι’ οὗ ἡ ἀναπνοὴ γίνεται.
265Aristoteles, De somno et vigilia, 3; 47 (auctor 384BC-322BC)
Παντὸς δὲ τοῦ αἵματος ἀρχή, ὥσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις, ἡ καρδία.
266Aristoteles, De sophisticis elenchis, 4; 35 (auctor 384BC-322BC)
τῶν δ᾿ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστίν ἑπτά, ἓν μέν παρά τό συμβεβηκός, δεύτερον δέ τό ἁπλῶς ἢ μή ἁπλῶς ἀλλά πῇ ἢ ποῦ ἢ ποτέ ἢ πρός τι λέγεσθαι, τρίτον δέ τό παρά τήν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον δέ τό παρά τό ἑπόμενον, πέμπτον δέ τό παρά τό ἐν ἀρχῇ λαμβάνειν, ἕκτον δέ τό μή αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον δέ τό τά πλείω ἐρωτήματα ἓν ποιεῖν.
267Aristoteles, De sophisticis elenchis, 5; 13 (auctor 384BC-322BC)
Γίνεται δέ τό τοιοῦτον ἐν οἷς ὁμοίως ὑπάρχει τά ἀντικείμενα· δοκεῖ γάρ ἢ ἄμφω ἢ μηδέτερον δοτέον ἁπλῶς εἶναι κατηγορεῖν, οἷον εἰ τό μέν ἥμισυ λευκόν τό δ᾿ ἥμισυ μέλαν, πότερον λευκόν ἢ μέλαν; Οἱ δέ παρά τό μή διωρίσθαι τί ἐστι συλλογισμός ἢ τί ἔλεγχος, ἀλλά παρά τήν ἔλλειψιν γίνονται τοῦ λόγου· ἔλεγχος μέν γάρ ἀντίφασις τοῦ αὐτοῦ καί ἑνός, μή ὀνόματος ἀλλά πράγματος, καί ὀνόματος μή συνωνύμου ἀλλά τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων, ἐξ ἀνάγκης, μή συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατά ταὐτό καί πρός ταὐτό καί ὡσαύτως καί ἐν τῷ αὐτῷ χρόνῳ.
268Aristoteles, De sophisticis elenchis, 5; 19 (auctor 384BC-322BC)
Οἱ δέ παρά τό ἐν ἀρχῇ λαμβάνειν γίνονται μέν οὕτως καί τοσαυταχῶς ὁσαχῶς ἐνδέχεται τό ἐξ ἀρχῆς αἰτεῖσθαι, φαίνονται δ᾿ ἐλέγχειν διά τό μή δύνασθαι συνορᾶν τό ταὐτόν καί τό ἕτερον.
269Aristoteles, De sophisticis elenchis, 6; 11 (auctor 384BC-322BC)
Οὐδ᾿ εἰ τό τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δ᾿ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρχή ἢ πρῶτον τοῦτο.
270Aristoteles, De sophisticis elenchis, 6; 21 (auctor 384BC-322BC)
Οἵ τε παρά τό λαμβάνειν τό ἐν ἀρχῇ καί τό ἀναίτιον ὡς αἴτιον τιθέναι δῆλοι διά τοῦ ὁρισμοῦ.
271Aristoteles, De sophisticis elenchis, 6; 22 (auctor 384BC-322BC)
Δεῖ γάρ τό συμπέρασμα τῷ ταῦτ᾿ εἶναι αἴτια τοῦ συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις· καί πάλιν μή ἀριθμουμένου τοῦ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρά τήν αἴτησιν τοῦ ἐν ἀρχῇ.
272Aristoteles, De sophisticis elenchis, 7; 10 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τῶν τό ἐν ἀρχῇ λαμβανόντων καί τῶν ἀναιτίων, καί ὅσοι τά πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν· ἐν ἅπασι γάρ ἡ ἀπάτη διά τό παρά μικρόν· οὐ γάρ διακριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τόν ὅρον διά τήν εἰρημένην αἰτίαν.
273Aristoteles, De sophisticis elenchis, 8; 9 (auctor 384BC-322BC)
Ὁ δέ φαινόμενος παρά τά μόρια τοῦ ἀληθινοῦ· ἑκάστου γάρ ἐκλείποντος φανείη ἂν ἔλεγχος, οἷον ὁ παρά τό μή συμβαῖνον διά τόν λόγον, ὁ εἰς τό ἀδύνατον καί ὁ τάς δύο ἐρωτήσεις μίαν ποιῶν παρά τήν πρότασιν, καί ἀντί τοῦ καθ᾿ αὑτό ὁ παρά τό συμβεβηκός, καί τό τούτου μόριον, ὁ παρά τό ἑπόμενον· ἔτι τό μή ἐπί τοῦ πράγματος ἀλλ᾿ ἐπί τοῦ λόγου συμβαίνειν· εἶτ᾿ ἀντί τοῦ καθόλου τήν ἀντίφασιν καί κατά ταὐτό καί πρός ταὐτό καί ὡσαύτως παρά τε τό ἐπί τι ἢ παρ᾿ ἕκαστον τούτων· ἔτι παρά τό μή ἐναριθμουμένου τοῦ ἐν ἀρχῇ τό ἐν ἀρχῇ λαμβάνειν.
274Aristoteles, De sophisticis elenchis, 12; 4 (auctor 384BC-322BC)
Δυνατόν δέ νῦν ἧττον κακουργεῖν διά τούτων ἢ πρότερον· ἀπαιτοῦνται γάρ τί τοῦτο πρός τό ἐν ἀρχῇ.
275Aristoteles, De sophisticis elenchis, 17; 31 (auctor 384BC-322BC)
Ἐπεί δέ πῶς αἰτεῖται τό ἐν ἀρχῇ δῆλον, οἴονται δέ πάντες, ἂν ᾖ σύνεγγυς, ἀναιρετέον καί μή συγχωρητέον εἶναι ἔνια ὡς τό ἐν ἀρχῇ αἰτοῦντος, ὅταν τε τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μέν συμβαίνειν ἐκ τῆς θέσεως, ᾖ δέ ψεῦδος ἢ ἄδοξον, ταὐτό λεκτέον· τά γάρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως.
276Aristoteles, De sophisticis elenchis, 19; 5 (auctor 384BC-322BC)
Ἐν ἀρχῇ μέν οὖν τό διπλοῦν καί.
277Aristoteles, De sophisticis elenchis, 26; 2 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς ἀδύνατον τό αὐτό εἶναι διπλάσιον καί μή διπλάσιον, ἀλλά φατέον, μή μέντοι ὡδί, ὥς ποτ᾿ ἦν τό ἐλέγχεσθαι διωμολογημένον.
278Aristoteles, De sophisticis elenchis, 27; 1 (auctor 384BC-322BC)
Τούς δέ παρά τό αἰτεῖσθαι καί λαμβάνειν τό ἐν ἀρχῇ πυνθανομένῳ μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ᾿ ἂν ἔνδοξον ᾖ, λέγοντα τἀληθές.
279Aristoteles, De sophisticis elenchis, 30; 1 (auctor 384BC-322BC)
Πρός δέ τούς τά πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθύς ἐν ἀρχῇ διοριστέον.
280Aristoteles, De sophisticis elenchis, 33; 32 (auctor 384BC-322BC)
Μέγιστον γάρ ἴσως ἀρχή παντός, ὥσπερ λέγεται· διό καί χαλεπώτατον· ὅσῳ γάρ κράτιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὂν τῷ μεγέθει χαλεπώτατόν ἐστιν ὀφθῆναι.
281Aristoteles, Ethica Eudemia, 2; 118 (auctor 384BC-322BC)
πρὸς δὲ τούτοις ὅ γ' ἄνθρωπος καὶ πράξεών τινών ἐστιν ἀρχὴ μόνον τῶν ζῴων· τῶν γὰρ ἄλλων οὐθὲν εἴποιμεν ἂν πράττειν.
282Aristoteles, Ethica Eudemia, 2; 121 (auctor 384BC-322BC)
ὁ δ' ἄνθρωπος ἀρχὴ κινήσεως τινός· ἡ γὰρ πρᾶξις κίνησις.
283Aristoteles, Ethica Eudemia, 2; 122 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὥσπερ ἐν τοῖς ἄλλοις ἡ ἀρχὴ αἰτία ἐστὶ τῶν δι' αὐτὴν ὄντων ἢ γινομένων, δεῖ νοῆσαι καθάπερ ἐπὶ τῶν ἀποδείξεων.
284Aristoteles, Ethica Eudemia, 2; 127 (auctor 384BC-322BC)
εἰ γὰρ μηθὲν ἄλλο αἴτιον τοῦ τὸ τρίγωνον οὕτως ἔχειν, ἀρχή τις ἂν εἴη τοῦτο καὶ αἴτιον τῶν ὕστερον.
285Aristoteles, Ethica Eudemia, 2; 130 (auctor 384BC-322BC)
ὥστε ὅσων πράξεων ὁ ἄνθρωπός ἐστιν ἀρχὴ καὶ κύριος, φανερὸν ὅτι ἐνδέχεται καὶ γίνεσθαι καὶ μή, καὶ ὅτι ἐφ' αὑτῷ ταῦτ' ἐστι γίνεσθαι καὶ μή, ὧν γε κύριός ἐστι τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι.
286Aristoteles, Ethica Eudemia, 2; 132 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἥ τε ἀρετὴ καὶ ἡ κακία καὶ τὰ ἀπ' αὐτῶν ἔργα τὰ μὲν ἐπαινετὰ τὰ δὲ ψεκτά (ψέγεται γὰρ καὶ ἐπαινεῖται οὐ διὰ τὰ ἐξ ἀνάγκης ἢ τύχης ἢ φύσεως ὑπάρχοντα, ἀλλ' ὅσων αὐτοὶ αἴτιοι ἐσμέν· ὅσων γὰρ ἄλλος αἴτιος, ἐκεῖνος καὶ τὸν ψόγον καὶ τὸν ἔπαινον ἔχει) , δῆλον ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ ταῦτ' ἐστιν ὧν αὐτὸς αἴτιος καὶ ἀρχὴ πράξεων.
287Aristoteles, Ethica Eudemia, 2; 133 (auctor 384BC-322BC)
ληπτέον ἄρα ποίων αὐτὸς αἴτιος καὶ ἀρχὴ πράξεων.
288Aristoteles, Ethica Eudemia, 2; 178 (auctor 384BC-322BC)
ἐν μὲν τοῖς ἀψύχοις ἁπλῆ ἡ ἀρχή, ἐν δὲ τοῖς ἐμψύχοις πλεονάζει· οὐ γὰρ ἀεὶ ἡ ὄρεξις καὶ ὁ λόγος συμφωνεῖ.
289Aristoteles, Ethica Eudemia, 2; 190 (auctor 384BC-322BC)
τὴν γὰρ ἔξωθεν ἀρχήν, τὴν παρὰ τὴν ὁρμὴν ἢ ἐμποδίζουσαν ἢ κινοῦσαν, ἀνάγκην λέγομεν, ὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα τύπτοι τινὰ ἀντιτείνοντος καὶ τῷ βούλεσθαι καὶ τῷ ἐπιθυμεῖν· ὅταν δ' ἔσωθεν ἡ ἀρχή, οὐ βίᾳ.
290Aristoteles, Ethica Eudemia, 2; 253 (auctor 384BC-322BC)
λέγω δὲ βουλευτικήν, ἧς ἀρχὴ καὶ αἰτία βούλευσίς ἐστι, καὶ ὀρέγεται διὰ τὸ βουλεύσασθαι.
291Aristoteles, Ethica Eudemia, 2; 262 (auctor 384BC-322BC)
ἐπεὶ δὲ βουλεύεται ἀεὶ ὁ βουλευόμενος ἕνεκα τινός, καὶ ἐστὶ σκοπός τις ἀεὶ τῷ βουλευομένῳ πρὸς ὃν σκοπεῖ τὸ συμφέρον, περὶ μὲν τοῦ τέλους οὐθεὶς βουλεύεται, ἀλλὰ τοῦτ' ἐστιν ἀρχὴ καὶ ὑπόθεσις, ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ὑποθέσεις (εἴρηται δὲ περὶ αὐτῶν ἐν μὲν τοῖς ἐν ἀρχῇ βραχέως, ἐν δὲ τοῖς ἀναλυτικοῖς δι' ἀκριβείας) , περὶ δὲ τῶν πρὸς τὸ τέλος φερόντων ἡ σκέψις καὶ μετὰ τέχνης καὶ ἄνευ τέχνης πᾶσιν ἐστίν, οἷον εἰ πολεμῶσιν ἢ μὴ πολεμῶσιν τοῦτο βουλευομένοις.
292Aristoteles, Ethica Eudemia, 2; 284 (auctor 384BC-322BC)
ἀλλὰ δὴ ὥσπερ ἀρχὴ τοῦτο ὑποκείσθω.
293Aristoteles, Ethica Eudemia, 2; 286 (auctor 384BC-322BC)
ὁμοίως δ' οὐδ' ἄλλη οὐδεμία περὶ τοῦ τέλους· ὥσπερ γὰρ ταῖς θεωρητικαῖς αἱ ὑποθέσεις ἀρχαί, οὕτω καὶ ταῖς ποιητικαῖς τὸ τέλος ἀρχὴ καὶ ὑπόθεσις.
294Aristoteles, Ethica Eudemia, 2; 288 (auctor 384BC-322BC)
τῆς μὲν οὖν νοήσεως ἀρχὴ τὸ τέλος, τῆς δὲ πράξεως ἡ τῆς νοήσεως τελευτή.
295Aristoteles, Ethica Eudemia, 7; 244 (auctor 384BC-322BC)
ἔστι γὰρ ἡ εὔνοια ἀρχὴ φιλίας· ὁ μὲν γὰρ φίλος πᾶς εὔνους, ὁ δ' εὔνους οὐ πᾶς φίλος.
296Aristoteles, Ethica Eudemia, 7; 245 (auctor 384BC-322BC)
ἀρχομένῳ γὰρ ἔοικεν ὁ εὐνοῶν μόνον, διὸ ἀρχὴ φιλίας, ἀλλ' οὐ φιλία.
297Aristoteles, Ethica Eudemia, 7; 344 (auctor 384BC-322BC)
ἔστι δὲ κἀνταῦθα ἐν ἀρχῇ ἀμφισβήτησις, ἂν φῇ ὃ μὲν ὡς χρησίμους συνελθεῖν αὐτούς, ὃ δὲ μή, ἀλλ' ὡς κατ' ἄλλην τινὰ φιλίαν.
298Aristoteles, Ethica Eudemia, 8; 53 (auctor 384BC-322BC)
ἢ οὕτως γε πάντων ἔσται· καὶ γὰρ τοῦ νοῆσαι καὶ βουλεύσασθαι· οὐ γὰρ δὴ ἐβουλεύσατο βουλευσάμενος, καὶ τοῦτ' ἐβουλεύσατο, ἀλλ' ἔστιν ἀρχή τις, οὐδ' ἐνόησε νοήσας πρότερον ἢ νοῆσαι, καὶ τοῦτο εἰς ἄπειρον.
299Aristoteles, Ethica Eudemia, 8; 54 (auctor 384BC-322BC)
οὐκ ἄρα τοῦ νοῆσαι ὁ νοῦς ἀρχή, οὐδὲ τοῦ βουλεύσασθαι βουλή.
300Aristoteles, Ethica Eudemia, 8; 56 (auctor 384BC-322BC)
ἢ ἔστι τις ἀρχὴ ἧς οὐκ ἔστιν ἄλλη ἔξω, αὕτη δὲ [διὰ τί] τοιαύτη τῷ εἶναι τὸ τοιοῦτο δύναται ποιεῖν· τὸ δὲ ζητούμενον τοῦτ' ἐστί, τίς ἡ τῆς κινήσεως ἀρχὴ ἐν τῇ ψυχῇ.
301Aristoteles, Ethica Eudemia, 8; 58 (auctor 384BC-322BC)
κινεῖ γάρ πως πάντα τὸ ἐν ἡμῖν θεῖον· λόγου δ' ἀρχὴ οὐ λόγος, ἀλλά τι κρεῖττον· τί οὖν ἂν κρεῖττον καὶ ἐπιστήμης εἴη καὶ νοῦ πλὴν θεός· ἡ γὰρ ἀρετὴ τοῦ νοῦ ὄργανον· καὶ διὰ τοῦτο, ὃ οἱ πάλαι ἔλεγον, εὐτυχεῖς καλοῦνται οἳ ἂν ὁρμήσωσι, κατορθοῦσιν ἄλογοι ὄντες, καὶ βουλεύεσθαι οὐ συμφέρει αὐτοῖς.
302Aristoteles, Ethica Eudemia, 8; 63 (auctor 384BC-322BC)
ἔοικε γὰρ ἡ ἀρχὴ ἀπολυομένου τοῦ λόγου ἰσχύειν μᾶλλον· καὶ ὥσπερ οἱ τυφλοὶ μνημονεύουσι μᾶλλον ἀπολυθέντες τοῦ πρὸς τοῖς ὁρατοῖς, τῷ ἐρρωμενέστερον εἶναι τὸ μνημονεῦον.
303Aristoteles, Ethica Eudemia, 8; 103 (auctor 384BC-322BC)
ἐπεὶ δὲ καὶ ἄνθρωπος φύσει συνέστηκεν ἐξ ἄρχοντος καὶ ἀρχομένου, καὶ ἕκαστον ἂν δέοι πρὸς τὴν ἑαυτῶν ἀρχὴν ζῆν (αὕτη δὲ διττή· ἄλλως γὰρ ἡ ἰατρικὴ ἀρχὴ καὶ ἄλλως ἡ ὑγίεια· ταύτης δὲ ἕνεκα ἐκείνη) · οὕτω δ' ἔχει κατὰ τὸ θεωρητικόν.
304Aristoteles, Ethica Nicomachea, 1, 2; 11 (auctor 384BC-322BC)
ἀρχὴ γὰρ τὸ ὅτι, καὶ εἰ τοῦτο φαίνοιτο ἀρκούντως, οὐδὲν προσδεήσει τοῦ διότι· ὁ δὲ τοιοῦτος ἔχει ἢ λάβοι ἂν ἀρχὰς ῥᾳδίως.
305Aristoteles, Ethica Nicomachea, 1, 7; 5 (auctor 384BC-322BC)
οὐκ ἀπαιτητέον δ' οὐδὲ τὴν αἰτίαν ἐν ἅπασιν ὁμοίως, ἀλλ' ἱκανὸν ἔν τισι τὸ ὅτι δειχθῆναι καλῶς, οἷον καὶ περὶ τὰς ἀρχάς· τὸ δ' ὅτι πρῶτον καὶ ἀρχή.
306Aristoteles, Ethica Nicomachea, 1, 7; 8 (auctor 384BC-322BC)
δοκεῖ γὰρ πλεῖον ἢ ἥμισυ τοῦ παντὸς εἶναι ἡ ἀρχή, καὶ πολλὰ συμφανῆ γίνεσθαι δι' αὐτῆς τῶν ζητουμένων.
307Aristoteles, Ethica Nicomachea, 1, 10; 9 (auctor 384BC-322BC)
ὁμολογούμενα δὲ ταῦτ' ἂν εἴη καὶ τοῖς ἐν ἀρχῇ· τὸ γὰρ τῆς πολιτικῆς τέλος ἄριστον ἐτίθεμεν, αὕτη δὲ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ποιούς τινας καὶ ἀγαθοὺς τοὺς πολίτας ποιῆσαι καὶ πρακτικοὺς τῶν καλῶν.
308Aristoteles, Ethica Nicomachea, 1, 12; 9 (auctor 384BC-322BC)
ἔοικε δ' οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· ταύτης γὰρ χάριν τὰ λοιπὰ πάντα πάντες πράττομεν, τὴν ἀρχὴν δὲ καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν.
309Aristoteles, Ethica Nicomachea, 3, 1; 2 (auctor 384BC-322BC)
δοκεῖ δὴ ἀκούσια εἶναι τὰ βίᾳ ἢ δι' ἄγνοιαν γινόμενα· βίαιον δὲ οὗ ἡ ἀρχὴ ἔξωθεν, τοιαύτη οὖσα ἐν ᾗ μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχων, οἷον εἰ πνεῦμα κομίσαι ποι ἢ ἄνθρωποι κύριοι ὄντες.
310Aristoteles, Ethica Nicomachea, 3, 1; 7 (auctor 384BC-322BC)
πράττει δὲ ἑκών· καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύταις πράξεσιν ἐν αὐτῷ ἐστίν· ὧν δ' ἐν αὐτῷ ἡ ἀρχή, ἐπ' αὐτῷ καὶ τὸ πράττειν καὶ μή.
311Aristoteles, Ethica Nicomachea, 3, 1; 13 (auctor 384BC-322BC)
τὰ δὴ ποῖα φατέον βίαια· ἢ ἁπλῶς μέν, ὁπότ' ἂν ἡ αἰτία ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται· ἃ δὲ καθ' αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε αἱρετά, καὶ ἡ ἀρχὴ ἐν τῷ πράττοντι, καθ' αὑτὰ μὲν ἀκούσιά ἐστι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια.
312Aristoteles, Ethica Nicomachea, 3, 1; 18 (auctor 384BC-322BC)
ἔοικε δὴ τὸ βίαιον εἶναι οὗ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμβαλλομένου τοῦ βιασθέντος.
313Aristoteles, Ethica Nicomachea, 3, 3; 1 (auctor 384BC-322BC)
ὄντος δ' ἀκουσίου τοῦ βίᾳ καὶ δι' ἄγνοιαν, τὸ ἑκούσιον δόξειεν ἂν εἶναι οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ' ἕκαστα ἐν οἷς ἡ πρᾶξις.
314Aristoteles, Ethica Nicomachea, 3, 5; 18 (auctor 384BC-322BC)
δυνατὰ δὲ ἃ δι' ἡμῶν γένοιτ' ἄν· τὰ γὰρ διὰ τῶν φίλων δι' ἡμῶν πως ἐστίν· ἡ γὰρ ἀρχὴ ἐν ἡμῖν.
315Aristoteles, Ethica Nicomachea, 3, 5; 20 (auctor 384BC-322BC)
ἔοικε δή, καθάπερ εἴρηται, ἄνθρωπος εἶναι ἀρχὴ τῶν πράξεων· ἡ δὲ βουλὴ περὶ τῶν αὑτῷ πρακτῶν, αἱ δὲ πράξεις ἄλλων ἕνεκα.
316Aristoteles, Ethica Nicomachea, 3, 7; 11 (auctor 384BC-322BC)
καὶ γὰρ ἐπ' αὐτῷ τῷ ἀγνοεῖν κολάζουσιν, ἐὰν αἴτιος εἶναι δοκῇ τῆς ἀγνοίας, οἷον τοῖς μεθύουσι διπλᾶ τὰ ἐπιτίμια· ἡ γὰρ ἀρχὴ ἐν αὐτῷ· κύριος γὰρ τοῦ μὴ μεθυσθῆναι, τοῦτο δ' αἴτιον τῆς ἀγνοίας.
317Aristoteles, Ethica Nicomachea, 3, 7; 21 (auctor 384BC-322BC)
τότε μὲν οὖν ἐξῆν αὐτῷ μὴ νοσεῖν, προεμένῳ δ' οὐκέτι, ὥσπερ οὐδ' ἀφέντι λίθον ἔτ' αὐτὸν δυνατὸν ἀναλαβεῖν· ἀλλ' ὅμως ἐπ' αὐτῷ τὸ βαλεῖν [καὶ ῥῖψαι]· ἡ γὰρ ἀρχὴ ἐν αὐτῷ.
318Aristoteles, Ethica Nicomachea, 4, 4; 10 (auctor 384BC-322BC)
ὥσπερ γὰρ ἐν ἀρχῇ εἴπομεν, ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται, καὶ ὧν ἐστίν.
319Aristoteles, Ethica Nicomachea, 5, 3; 6 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο εὖ δοκεῖ ἔχειν τὸ τοῦ Βίαντος, ὅτι ἀρχὴ ἄνδρα δείξει· πρὸς ἕτερον γὰρ καὶ ἐν κοινωνίᾳ ἤδη ὁ ἄρχων.
320Aristoteles, Ethica Nicomachea, 5, 5; 11 (auctor 384BC-322BC)
τούτου δὲ μέρη δύο· τῶν γὰρ συναλλαγμάτων τὰ μὲν ἑκούσιά ἐστι τὰ δ' ἀκούσια, ἑκούσια μὲν τὰ τοιάδε οἷον πρᾶσις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις παρακαταθήκη μίσθωσις (ἑκούσια δὲ λέγεται, ὅτι ἡ ἀρχὴ τῶν συναλλαγμάτων τούτων ἑκούσιος) , τῶν δ' ἀκουσίων τὰ μὲν λαθραῖα, οἷον κλοπὴ μοιχεία φαρμακεία προαγωγεία δουλαπατία δολοφονία ψευδομαρτυρία, τὰ δὲ βίαια, οἷον αἰκία δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός.
321Aristoteles, Ethica Nicomachea, 5, 10; 32 (auctor 384BC-322BC)
ὅταν μὲν οὖν παραλόγως ἡ βλάβη γένηται, ἀτύχημα· ὅταν δὲ μὴ παραλόγως, ἄνευ δὲ κακίας, ἁμάρτημα (ἁμαρτάνει μὲν γὰρ ὅταν ἡ ἀρχὴ ἐν αὐτῷ ᾖ τῆς αἰτίας, ἀτυχεῖ δ' ὅταν ἔξωθεν) · ὅταν δὲ εἰδὼς μὲν μὴ προβουλεύσας δέ, ἀδίκημα, οἷον ὅσα τε διὰ θυμὸν καὶ ἄλλα πάθη, ὅσα ἀναγκαῖα ἢ φυσικὰ συμβαίνει τοῖς ἀνθρώποις· ταῦτα γὰρ βλάπτοντες καὶ ἁμαρτάνοντες ἀδικοῦσι μέν, καὶ ἀδικήματά ἐστιν, οὐ μέντοι πω ἄδικοι διὰ ταῦτα οὐδὲ πονηροί· οὐ γὰρ διὰ μοχθηρίαν ἡ βλάβη· ὅταν δ' ἐκ προαιρέσεως, ἄδικος καὶ μοχθηρός.
322Aristoteles, Ethica Nicomachea, 5, 12a; 5 (auctor 384BC-322BC)
φανερὸν δὲ ὅτι καὶ ὁ διανέμων ἀδικεῖ, ἀλλ' οὐχ ὁ τὸ πλέον ἔχων ἀεί· οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει ἀδικεῖ, ἀλλ' ᾧ τὸ ἑκόντα τοῦτο ποιεῖν· τοῦτο δ' ὅθεν ἡ ἀρχὴ τῆς πράξεως, ἥ ἐστιν ἐν τῷ διανέμοντι ἀλλ' οὐκ ἐν τῷ λαμβάνοντι.
323Aristoteles, Ethica Nicomachea, 6, 2; 9 (auctor 384BC-322BC)
τούτων δ' ἡ αἴσθησις οὐδεμιᾶς ἀρχὴ πράξεως· δῆλον δὲ τῷ τὰ θηρία αἴσθησιν μὲν ἔχειν πράξεως δὲ μὴ κοινωνεῖν.
324Aristoteles, Ethica Nicomachea, 6, 2; 12 (auctor 384BC-322BC)
πράξεως μὲν οὖν ἀρχὴ προαίρεσις – ὅθεν ἡ κίνησις ἀλλ' οὐχ οὗ ἕνεκα – προαιρέσεως δὲ ὄρεξις καὶ λόγος ὁ ἕνεκά τινος.
325Aristoteles, Ethica Nicomachea, 6, 2; 15 (auctor 384BC-322BC)
διὸ ἢ ὀρεκτικὸς νοῦς ἡ προαίρεσις ἢ ὄρεξις διανοητική, καὶ ἡ τοιαύτη ἀρχὴ ἄνθρωπος.
326Aristoteles, Ethica Nicomachea, 6, 3; 9 (auctor 384BC-322BC)
ἡ μὲν δὴ ἐπαγωγὴ ἀρχή ἐστι καὶ τοῦ καθόλου, ὁ δὲ συλλογισμὸς ἐκ τῶν καθόλου.
327Aristoteles, Ethica Nicomachea, 6, 4; 4 (auctor 384BC-322BC)
ἔστι δὲ τέχνη πᾶσα περὶ γένεσιν καὶ τὸ τεχνάζειν καὶ θεωρεῖν ὅπως ἂν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι, καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλὰ μὴ ἐν τῷ ποιουμένῳ· οὔτε γὰρ τῶν ἐξ ἀνάγκης ὄντων ἢ γινομένων ἡ τέχνη ἐστίν, οὔτε τῶν κατὰ φύσιν· ἐν αὑτοῖς γὰρ ἔχουσι ταῦτα τὴν ἀρχήν.
328Aristoteles, Ethica Nicomachea, 6, 5; 13 (auctor 384BC-322BC)
αἱ μὲν γὰρ ἀρχαὶ τῶν πρακτῶν τὸ οὗ ἕνεκα τὰ πρακτά· τῷ δὲ διεφθαρμένῳ δι' ἡδονὴν ἢ λύπην εὐθὺς οὐ φαίνεται ἀρχή, οὐδὲ δεῖν τούτου ἕνεκεν οὐδὲ διὰ τοῦθ' αἱρεῖσθαι πάντα καὶ πράττειν· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς.
329Aristoteles, Ethica Nicomachea, 6, 12; 7 (auctor 384BC-322BC)
[διὸ καὶ ἀρχὴ καὶ τέλος νοῦς· ἐκ τούτων γὰρ αἱ ἀποδείξεις καὶ περὶ τούτων.
330Aristoteles, Ethica Nicomachea, 7, 4; 3 (auctor 384BC-322BC)
ἔστι δ' ἀρχὴ τῆς σκέψεως, πότερον ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατής εἰσι τῷ περὶ ἃ ἢ τῷ ὣς ἔχοντες τὴν διαφοράν, λέγω δὲ πότερον τῷ περὶ ταδὶ εἶναι μόνον ἀκρατὴς ὁ ἀκρατής, ἢ οὒ ἀλλὰ τῷ ὥς, ἢ οὒ ἀλλ' ἐξ ἀμφοῖν· ἔπειτ' εἰ περὶ πάντ' ἐστὶν ἀκρασία καὶ ἐγκράτεια ἢ οὔ.
331Aristoteles, Ethica Nicomachea, 7, 7; 17 (auctor 384BC-322BC)
ὅμοιον οὖν ὥσπερ ἄψυχον συμβάλλειν πρὸς ἔμψυχον, πότερον κάκιον· ἀσινεστέρα γὰρ ἡ φαυλότης ἀεὶ ἡ τοῦ μὴ ἔχοντος ἀρχήν, ὁ δὲ νοῦς ἀρχή.
332Aristoteles, Ethica Nicomachea, 7, 9; 6 (auctor 384BC-322BC)
ἐπεὶ δ' ὃ μὲν τοιοῦτος οἷος μὴ διὰ τὸ πεπεῖσθαι διώκειν τὰς καθ' ὑπερβολὴν καὶ παρὰ τὸν ὀρθὸν λόγον σωματικὰς ἡδονάς, ὃ δὲ πέπεισται διὰ τὸ τοιοῦτος εἶναι οἷος διώκειν αὐτάς, ἐκεῖνος μὲν οὖν εὐμετάπειστος, οὗτος δὲ οὔ· ἡ γὰρ ἀρετὴ καὶ μοχθηρία τὴν ἀρχὴν ἣ μὲν φθείρει ἣ δὲ σῴζει, ἐν δὲ ταῖς πράξεσι τὸ οὗ ἕνεκα ἀρχή, ὥσπερ ἐν τοῖς μαθηματικοῖς αἱ ὑποθέσεις· οὔτε δὴ ἐκεῖ ὁ λόγος διδασκαλικὸς τῶν ἀρχῶν οὔτε ἐνταῦθα, ἀλλ' ἀρετὴ ἢ φυσικὴ ἢ ἐθιστὴ τοῦ ὀρθοδοξεῖν περὶ τὴν ἀρχήν.
333Aristoteles, Ethica Nicomachea, 7, 9; 8 (auctor 384BC-322BC)
ἔστι δέ τις διὰ πάθος ἐκστατικὸς παρὰ τὸν ὀρθὸν λόγον, ὃν ὥστε μὲν μὴ πράττειν κατὰ τὸν ὀρθὸν λόγον κρατεῖ τὸ πάθος, ὥστε δ' εἶναι τοιοῦτον οἷον πεπεῖσθαι διώκειν ἀνέδην δεῖν τὰς τοιαύτας ἡδονὰς οὐ κρατεῖ· οὗτός ἐστιν ὁ ἀκρατής, βελτίων ὢν τοῦ ἀκολάστου, οὐδὲ φαῦλος ἁπλῶς· σῴζεται γὰρ τὸ βέλτιστον, ἡ ἀρχή.
334Aristoteles, Ethica Nicomachea, 8, 11; 1 (auctor 384BC-322BC)
ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ ἐν τοῖς αὐτοῖς εἶναι ἥ τε φιλία καὶ τὸ δίκαιον.
335Aristoteles, Ethica Nicomachea, 8, 12; 14 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ πατρὸς πρὸς υἱεῖς κοινωνία βασιλείας ἔχει σχῆμα· τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει· ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγορεύει· πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία εἶναι.
336Aristoteles, Ethica Nicomachea, 8, 15; 1 (auctor 384BC-322BC)
τριττῶν δ' οὐσῶν φιλιῶν, καθάπερ ἐν ἀρχῇ εἴρηται, καὶ καθ' ἑκάστην τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων τῶν δὲ καθ' ὑπεροχήν (καὶ γὰρ ὁμοίως ἀγαθοὶ φίλοι γίνονται καὶ ἀμείνων χείρονι, ὁμοίως δὲ καὶ ἡδεῖς καὶ διὰ τὸ χρήσιμον, ἰσάζοντες ταῖς ὠφελείαις καὶ διαφέροντες) , τοὺς ἴσους μὲν κατ' ἰσότητα δεῖ τῷ φιλεῖν καὶ τοῖς λοιποῖς ἰσάζειν, τοὺς δ' ἀνίσους τὸ ἀνάλογον ταῖς ὑπεροχαῖς ἀποδιδόναι.
337Aristoteles, Ethica Nicomachea, 8, 15; 13 (auctor 384BC-322BC)
δυναμένῳ δὴ ἀνταποδοτέον τὴν ἀξίαν ὧν ἔπαθεν [καὶ ἑκόντι] (ἄκοντα γὰρ φίλον οὐ ποιητέον· ὡς δὴ διαμαρτόντα ἐν τῇ ἀρχῇ καὶ εὖ παθόντα ὑφ' οὗ οὐκ ἔδει – οὐ γὰρ ὑπὸ φίλου, οὐδὲ δι' αὐτὸ τοῦτο δρῶντος – καθάπερ οὖν ἐπὶ ῥητοῖς εὐεργετηθέντα διαλυτέον) · καὶ † ὁμολογήσαι δ' † ἂν δυνάμενος ἀποδώσειν· ἀδυνατοῦντα δ' οὐδ' ὁ διδοὺς ἠξίωσεν ἄν.
338Aristoteles, Ethica Nicomachea, 8, 15; 15 (auctor 384BC-322BC)
ἐν ἀρχῇ δ' ἐπισκεπτέον ὑφ' οὗ εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὅπως ἐπὶ τούτοις ὑπομένῃ ἢ μή.
339Aristoteles, Ethica Nicomachea, 9, 3; 4 (auctor 384BC-322BC)
ὃ γὰρ ἐν ἀρχῇ εἴπομεν, πλεῖσται διαφοραὶ γίνονται τοῖς φίλοις, ὅταν μὴ ὁμοίως οἴωνται καὶ ὦσι φίλοι.
340Aristoteles, Ethica Nicomachea, 9, 5; 5 (auctor 384BC-322BC)
ἔοικε δὴ ἀρχὴ φιλίας εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή· μὴ γὰρ προησθεὶς τῇ ἰδέᾳ οὐδεὶς ἐρᾷ, ὁ δὲ χαίρων τῷ εἴδει οὐδὲν μᾶλλον ἐρᾷ, ἀλλ' ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ· οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τ' εἶναι μὴ εὔνους γενομένους, οἱ δ' εὖνοι οὐδὲν μᾶλλον φιλοῦσιν· βούλονται γὰρ μόνον τἀγαθὰ οἷς εἰσὶν εὖνοι, συμπράξαιεν δ' ἂν οὐδέν, οὐδ' ὀχληθεῖεν ὑπὲρ αὐτῶν.
341Aristoteles, Ethica Nicomachea, 9, 9; 10 (auctor 384BC-322BC)
ἐν ἀρχῇ γὰρ εἴρηται ὅτι ἡ εὐδαιμονία ἐνέργειά τις ἐστίν, ἡ δ' ἐνέργεια δῆλον ὅτι γίνεται καὶ οὐχ ὑπάρχει ὥσπερ κτῆμά τι.
342Aristoteles, Ethica Nicomachea, 9, 9; 11 (auctor 384BC-322BC)
εἰ δὲ τὸ εὐδαιμονεῖν ἐστὶν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, τοῦ δ' ἀγαθοῦ ἡ ἐνέργεια σπουδαία καὶ ἡδεῖα καθ' αὑτήν, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἔστι δὲ καὶ τὸ οἰκεῖον τῶν ἡδέων, θεωρεῖν δὲ μᾶλλον τοὺς πέλας δυνάμεθα ἢ ἑαυτοὺς καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς οἰκείας, αἱ τῶν σπουδαίων δὲ πράξεις φίλων ὄντων ἡδεῖαι τοῖς ἀγαθοῖς (ἄμφω γὰρ ἔχουσι τὰ τῇ φύσει ἡδέα) · ὁ μακάριος δὴ φίλων τοιούτων δεήσεται, εἴπερ θεωρεῖν προαιρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, τοιαῦται δ' αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος.
343Aristoteles, Historia animalium, 2, II 1; 24 (auctor 384BC-322BC)
Αἱ δέ κινήσεις τῶν ζῴων τῶν μέν τετραπόδων καί πολυπόδων κατά διάμετρόν εἰσι, καί ἑστᾶσιν οὕτως· ἡ δ’ ἀρχή ἀπό τῶν δεξιῶν πᾶσιν.
344Aristoteles, Historia animalium, 2, II 17; 7 (auctor 384BC-322BC)
Ἐνίοις γάρ ἑκάτερον τό μόριον ἀπήρτηται καί οὐ συμπέφυκεν ἡ ἀρχή, οἷον τῶν τε ἰχθύων τοῖς γαλεώδεσι, καί δασυπόδων τι γένος ἐστί καί ἄλλοθι καί περί τήν λίμνην τήν Βόλβην ἐν τῇ καλουμένῃ Συκίνῃ, οὓς ἄν τις δόξειε δύο ἥπατα ἔχειν διά τό πόρρω τούς πόρους συνάπτειν, ὥσπερ καί ἐπί τοῦ τῶν ὀρνίθων πλεύμονος.
345Aristoteles, Historia animalium, 2, II 17; 34 (auctor 384BC-322BC)
Ἀρχή δέ τῆς ἀρτηρίας πρός αὐτῷ ἐστί τῷ στόματι, ὥστε δοκεῖν ὑπό ταύτην εἶναι τήν γλῶτταν.
346Aristoteles, Historia animalium, 3, III 1; 28 (auctor 384BC-322BC)
Τῶν πόρων ἀρχή τῶν ἀπό τῆς ἀρτηρίας, ἐφ’ οἷς Α· κεφαλαί τῶν ὄρχεων καί οἱ καθήκοντες πόροι, ἐφ’ οἷς Κ· οἱ ἀπό τούτων πρός τῷ ὄρχει προσκαθήμενοι, ἐφ’ οἷς τά ΩΩ· οἱ δ’ ἀνακάμπτοντες, ἐν οἷς ἡ ὑγρότης ἡ λευκή, ἐφ’ οἷς τά ΒΒ· αἰδοῖον Δ, κύστις Ε, ὄρχεις δ’ ἐφ’ οἷς τά ΨΨ.
347Aristoteles, Historia animalium, 3, III 1; 33 (auctor 384BC-322BC)
Δίκροαι μέν οὖν εἰσίν ἁπάντων τῶν πρός τοῖς ἄρθροις ἐχόντων τάς ὑστέρας, καί τό μέν αὐτῶν ἐν τοῖς δεξιοῖς μέρεσι, τό δ’ ἕτερον ἐν τοῖς ἀριστεροῖς ἐστίν· ἡ δ’ ἀρχή μία καί τό στόμα ἕν, οἷον καυλός σαρκώδης σφόδρα καί χονδρώδης τοῖς πλείστοις καί μεγίστοις.
348Aristoteles, Historia animalium, 3, III 1; 42 (auctor 384BC-322BC)
Ἔτι δέ διά μέσου τῶν δικρόων κάτωθεν ἀρξαμένη μέχρι πρός τό ὑπόζωμα τείνει, καί τά ᾠά ἐνταῦθα γίνεται καί ἄνω ἐπ’ ἀρχῇ τοῦ ὑποζώματος· εἶτα προελθόντα εἰς τήν εὐρυχωρίαν ζῷα γίνεται ἐκ τῶν ᾠῶν.
349Aristoteles, Historia animalium, 3, III 2; 2 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἀρχῇ ἔοικεν ἡ τοῦ αἵματος φύσις καί ἡ τῶν φλεβῶν, πρῶτον περί τούτων λεκτέον, ἄλλως τε ἐπειδή καί τῶν πρότερον εἰρηκότων τινές οὐ καλῶς λέγουσιν.
350Aristoteles, Historia animalium, 3, III 5; 2 (auctor 384BC-322BC)
Ἡ μέν ἀρχή καί τούτων ἐστίν ἐκ τῆς καρδίας· καί γάρ ἐν αὑτῇ ἡ καρδία ἔχει νεῦρα ἐν τῇ μεγίστῃ κοιλίᾳ, καί ἡ καλουμένη ἀορτή νευρώδης ἐστί φλέψ, τά μέν τελευταῖα καί παντελῶς αὐτῆς· ἄκοιλα γάρ ἐστι, καί τάσιν ἔχει τοιαύτην οἵαν περ τά νεῦρα, ᾗ τελευτᾷ πρός τάς καμπάς τῶν ὀστῶν.
351Aristoteles, Historia animalium, 3, III 7; 2 (auctor 384BC-322BC)
Ἀρχή δέ ἡ ῥάχις ἐστίν ἐν πᾶσι τοῖς ἔχουσιν ὀστᾶ.
352Aristoteles, Historia animalium, 4, IV 2; 50 (auctor 384BC-322BC)
Ἡ δ’ ἀρχή τούτων ἐστίν ἀπό τῶν κοτυληδόνων, αἵ εἰσιν ὑποκάτω τῶν ἐσχάτων ποδῶν.
353Aristoteles, Historia animalium, 4, IV 4; 33 (auctor 384BC-322BC)
Ἡ δ’ ἀρχή τοῦ ἐντέρου περί τήν ἑλίκην τῆς μήκωνος, καί ταύτῃ ἐστίν εὐρύτερον (ἔστι γάρ ἡ μήκων οἱονεί περίττωμα πᾶσι τοῖς ὀστρακηροῖς τό πολύ αὐτῆς), εἶτα ἐπικάμψαν ἄνω φέρεται πάλιν πρός τό σαρκῶδες, καί ἡ τελευτή τοῦ ἐντέρου παρά τήν κεφαλήν ἐστιν, ᾗ ἀφιᾶσι τό περίττωμα, πᾶσιν ὁμοίως τοῖς στρομβώδεσι καί τοῖς χερσαίοις καί τοῖς θαλαττίοις.
354Aristoteles, Historia animalium, 5, V 15; 28 (auctor 384BC-322BC)
Τά δέ λιμνόστρεα καλούμενα, ὅπου ἂν βόρβορος ᾖ, ἐνταῦθα συνίσταται πρῶτον αὐτῶν ἡ ἀρχή.
355Aristoteles, Historia animalium, 5, V 19; 24 (auctor 384BC-322BC)
Πᾶσι δέ καί τοῖς ἄλλοις σκώληξι καί τοῖς ζῴοις τοῖς ἐκ τῶν σκωλήκων περιρρηγνυμένοις ἡ ἀρχή γίγνεται τῆς γενέσεως ὑφ’ ἡλίου ἢ ὑπό πνεύματος.
356Aristoteles, Historia animalium, 5, V 19; 31 (auctor 384BC-322BC)
Ἡ δ’ ἀρχή τῶν σκωληκίων μικρά· πρῶτον μέν γάρ καί ἐνταῦθα ἐρυθραίνεται καί ἐξ ἀκινησίας λαμβάνει κίνησιν οἷον πεφυκότα· εἶτα σκωλήκιον ἀποβαίνει ἀκίνητον· εἶτα κινηθέν ὕστερον γίνεται ἀκίνητον πάλιν· ἐκ δέ τούτου μυῖα ἀποτελεῖται, καί κινεῖται πνεύματος ἢ ἡλίου γενομένου.
357Aristoteles, Historia animalium, 6, VI 2; 25 (auctor 384BC-322BC)
Αἱ δέ πρός τῇ ἀρχῇ τοῦ ὠχροῦ χάλαζαι οὐθέν συμβάλλονται πρός τήν γένεσιν, ὥσπερ τινές ὑπολαμβάνουσιν· εἰσί δέ δύο, ἡ μέν κάτωθεν ἡ δ’ ἄνωθεν.
358Aristoteles, Historia animalium, 6, VI 3; 3 (auctor 384BC-322BC)
Γίνεται δ’ ἐν τούτῳ τῷ χρόνῳ ἤδη ἄνω τό ὠχρόν προσεληλυθός πρός τό ὀξύ, ᾗπερ ἐστίν ἡ ἀρχή τε τοῦ ᾠοῦ καί ἐκλέπεται τό ᾠόν, καί ὅσον στιγμή αἱματίνη ἐν τῷ λευκῷ ἡ καρδία.
359Aristoteles, Historia animalium, 6, VI 3; 10 (auctor 384BC-322BC)
Ἡ μέν οὖν ἀρχή τοῦ νεοττοῦ ἐστίν ἐκ τοῦ λευκοῦ, ἡ δέ τροφή διά τοῦ ὀμφαλοῦ ἐκ τοῦ ὠχροῦ.
360Aristoteles, Historia animalium, 7, VII 4; 15 (auctor 384BC-322BC)
Δοκοῦσι δ’ ὠδίνειν αἱ γυναῖκες ἐνίοτε οὐ γινομένης ὠδῖνος, ἀλλά διά τό τήν κεφαλήν στρέφειν τό ἔμβρυον φαίνεται ὠδῖνος ἀρχή τοῦτο γίνεσθαι.
361Aristoteles, Historia animalium, 7, VII 4; 20 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον δοκεῖ λανθάνειν καί ὅσα φαίνεται τίκτεσθαι πολυχρονιώτερα τῶν ἕνδεκα μηνῶν· καί γάρ τούτων ἡ τῆς συλλήψεως ἀρχή λανθάνει τάς γυναῖκας· πολλάκις γάρ πνευματικῶν γενομένων ἔμπροσθεν τῶν ὑστερῶν, μετά ταῦτα πλησιάσασαι καί συλλαβοῦσαι ἐκείνην οἴονται τήν ἀρχήν εἶναι τῆς συλλήψεως, δι’ ἣν ἐχρήσαντο τοῖς σημείοις ὁμοίοις.
362Aristoteles, Historia animalium, 7, VII 5; 4 (auctor 384BC-322BC)
Ἀρχή δέ ταῖς γυναιξί τοῦ τεκνοῦσθαι καί τοῖς ἄρρεσι τοῦ τεκνοῦν, καί παῦλα ἀμφοτέροις, τοῖς μέν ἡ τοῦ σπέρματος πρόεσις ταῖς δ’ ἡ τῶν καταμηνίων, πλήν οὔτ’ ἀρχομένων γόνιμα εὐθύς οὔτ’ ἔτι ὀλίγων γιγνομένων καί ἀσθενῶν.
363Aristoteles, Historia animalium, 7, VII 8; 7 (auctor 384BC-322BC)
Ὁ δ’ ὀμφαλός ἐστι κέλυφος περί φλέβας, ὧν ἡ ἀρχή ἐκ τῆς ὑστέρας ἐστί, τοῖς μέν ἔχουσι τάς κοτυληδόνας ἐκ τῶν κοτυληδόνων, τοῖς δέ μή ἔχουσιν ἀπό φλεβός.
364Aristoteles, Historia animalium, 9, IX 43; 1 (auctor 384BC-322BC)
Οἱ δέ βομβύλιοι τίκτουσιν ὑπό πέτρας ἐπ’ αὐτῆς τῆς γῆς, θυρίσι δυσίν ἢ μικρῷ πλείοσιν· εὑρίσκεται δέ καί μέλιτος ἀρχή φαύλου τινός ἐν τούτοις.
365Aristoteles, Magna moralia, 1, 1, 3; 3 (auctor 384BC-322BC)
ἔστι γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν τινα εἶναι, λέγω δ' οἷον σπουδαῖον τὸ δὲ σπουδαῖον εἶναί ἐστι τὸ τὰς ἀρετὰς ἔχειν δεῖ ἄρα, εἴ τις μέλλει ἐν τοῖς πολιτικοῖς πρακτικὸς εἶναι, τὸ ἦθος εἶναι σπουδαῖος μέρος ἐστὶν ἄρα, ὡς ἔοικε, καὶ ἀρχὴ ἡ περὶ τὰ ἤθη πραγματεία τῆς πολιτικῆς, τὸ δ' ὅλον καὶ τὴν ἐπωνυμίαν δικαίως δοκεῖ ἄν μοι ἔχειν ἡ πραγματεία οὐκ ἠθικὴν ἀλλὰ πολιτικήν.
366Aristoteles, Magna moralia, 1, 1, 24; 50 (auctor 384BC-322BC)
Ἀλλ' ἴσως [φησὶ] τούτῳ τἀγαθῷ ἀρχῇ χρησάμενος ὑπὲρ τῶν καθ' ἕκαστα, ἐκ τούτου προβάς, ἐρεῖ.
367Aristoteles, Magna moralia, 1, 2, 1; 3 (auctor 384BC-322BC)
τὸ δὲ τίμιον λέγω τὸ τοιοῦτον, τὸ θεῖον, τὸ βέλτιον, οἷον ψυχή, νοῦς, τὸ ἀρχαιότερον, ἡ ἀρχή, τὰ τοιαῦτα τίμια γὰρ ἐφ' οἷς ἡ τιμή, τοῖς δὲ τοιούτοις πᾶσιν τιμὴ ἀκολουθεῖ.
368Aristoteles, Magna moralia, 1, 2, 3; 6 (auctor 384BC-322BC)
τὰ δὲ δυνάμεις, οἷον ἀρχὴ πλοῦτος ἰσχὺς κάλλος τούτοις γὰρ καὶ ὁ σπουδαῖος εὖ ἂν δύνηται χρήσασθαι καὶ ὁ φαῦλος κακῶς διὸ δυνάμεις τὰ τοιαῦτα καλοῦνται ἀγαθά.
369Aristoteles, Magna moralia, 1, 2, 3; 8 (auctor 384BC-322BC)
ἀπὸ τύχης γὰρ καὶ πλοῦτος γίνεται καὶ ἀρχὴ καὶ ὅλως ὅσα εἰς δυνάμεως τάξιν ἥκει.
370Aristoteles, Magna moralia, 1, 3, 1; 2 (auctor 384BC-322BC)
ἔστι γὰρ τῶν ἀγαθῶν τὰ μὲν ἐν ψυχῇ, οἷον αἱ ἀρεταί, τὰ δὲ ἐν τῷ σώματι, οἷον ὑγίεια κάλλος, τὰ δ' ἐκτός, πλοῦτος ἀρχὴ τιμὴ ἢ εἴ τι ἄλλο τῶν τοιούτων.
371Aristoteles, Magna moralia, 1, 10, 1; 3 (auctor 384BC-322BC)
γεννητικὰ δὲ ἐκ τῶν ἀρχῶν, οἷον τὸ δένδρον ἐκ τοῦ σπέρματος αὕτη γάρ τις ἀρχή.
372Aristoteles, Magna moralia, 1, 11, 3; 6 (auctor 384BC-322BC)
ἀρχὴ δ' ἐστὶ πράξεως καὶ σπουδαίας καὶ φαύλης προαίρεσις καὶ βούλησις καὶ τὸ κατὰ λόγον πᾶν.
373Aristoteles, Magna moralia, 1, 11, 3; 8 (auctor 384BC-322BC)
μεταβάλλομεν δὲ καὶ ταῖς πράξεσιν ἑκόντες ὥστε καὶ ἡ ἀρχὴ [καὶ] ἡ προαίρεσις μεταβάλλει [γὰρ] ἑκουσίως.
374Aristoteles, Magna moralia, 1, 18, 5; 11 (auctor 384BC-322BC)
καὶ εὔλογον δὲ τούτου εἶναι προθετικὴν τὴν ἀρετήν ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν, ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν.
375Aristoteles, Magna moralia, 1, 18, 6; 12 (auctor 384BC-322BC)
οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, [καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτ' ἐστίν τὸ δὲ τέλος ἀρχῇ τινι ἔοικεν, καὶ τούτου ἕνεκέν ἐστιν ἕκαστον. ἀλλὰ κατὰ τρόπον τοῦτο ἔσται.] ὥστε δῆλον ὡς κἀπὶ τῆς ἀρετῆς, ἐπειδὴ βελτίστη ἐστὶν αἰτία, ὅτι τοῦ τέλους ἐστὶ στοχαστικὴ μᾶλλον ἢ τῶν πρὸς τὸ τέλος.
376Aristoteles, Magna moralia, 2, 3, 7; 11 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἁπλῶς καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν ἀλλ' εἰ αὑτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι οἶδεν.
377Aristoteles, Magna moralia, 2, 3, 7; 14 (auctor 384BC-322BC)
ὁ γὰρ πλοῦτος καὶ ἡ ἀρχὴ ἁπλῶς μὲν ἀγαθόν, αὐτῷ μέντοι ἴσως οὐκ ἀγαθόν εὐπορήσας γὰρ καὶ ἄρξας πολλὰ κακὰ αὐτὸς ἑαυτῷ ποιήσει καὶ τοῖς φίλοις οὐ γὰρ δυνήσεται ἀρχῇ ὀρθῶς χρήσασθαι.
378Aristoteles, Magna moralia, 2, 3, 9; 16 (auctor 384BC-322BC)
εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἐν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν τὰ γὰρ ἀγαθὰ ἃ αὑτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκων οὐκ ἂν δόξειεν ἀδικεῖν.
379Aristoteles, Magna moralia, 2, 3, 10; 17 (auctor 384BC-322BC)
ὁ δὴ τοιοῦτος λόγος δόξειεν ἂν εἶναι παράδοξος τοῖς πολλοῖς πάντες γὰρ οἴονται καὶ ἀρχῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ ὀρθῶς ὑπολαμβάνοντες.
380Aristoteles, Magna moralia, 2, 3, 16; 31 (auctor 384BC-322BC)
Ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδ' ἡ ἀρετή.
381Aristoteles, Magna moralia, 2, 3, 17; 32 (auctor 384BC-322BC)
τὸ δ' ὅλον ἐπειδήπερ ἡμῖν ἐν ἀρχῇ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταὶ μεσότητες, καὶ ἡ μᾶλλον ἀρετὴ μᾶλλόν ἐστι μεσότης ὥστ' οὐχ ὅτι χείρω ποιήσει εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω ἡ γὰρ μεσότης ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.
382Aristoteles, Magna moralia, 2, 6, 21; 54 (auctor 384BC-322BC)
Ἔστιν δὲ τῶν ἀγαθῶν τὰ μὲν ἐκτός, οἷον πλοῦτος ἀρχὴ τιμὴ φίλοι δόξα, τὰ δ' ἀναγκαῖα καὶ περὶ σῶμα ἐστίν, οἷον ἁφή τε καὶ γεῦσις ⌈ὁ οὖν περὶ ταῦτα ἀκρατής, οὗτος ἁπλῶς ἂν [καὶ] ἀκρατὴς δόξειεν εἶναι,⌋ καὶ ἡδοναὶ σωματικαί καὶ ἣν ζητοῦμεν ἀκρασίαν, ἤδη περὶ ταῦτα δόξειεν ἂν εἶναι.
383Aristoteles, Magna moralia, 2, 6, 23; 59 (auctor 384BC-322BC)
Δῆλον δὲ καὶ ἐντεῦθεν, ὅτι περὶ ταῦτα ἡ ἀκρασία ἐπεὶ γὰρ ψεκτὸς ὁ ἀκρατής, ψεκτὰ εἶναι δεῖ τὰ ὑποκείμενα τιμὴ μὲν οὖν καὶ δόξα καὶ ἀρχὴ καὶ χρήματα καὶ περὶ ὅσα ἄλλα ἀκρατεῖς λέγονται, οὐκ εἰσὶν ψεκτά, αἱ δ' ἡδοναὶ αἱ σωματικαὶ ψεκταί διὸ εἰκότως ὁ περὶ ταύτας ὢν μᾶλλον τοῦ δέοντος, οὗτος ἀκρατὴς τελέως λέγεται.
384Aristoteles, Magna moralia, 2, 6, 32; 71 (auctor 384BC-322BC)
ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστου κακῶς ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς.
385Aristoteles, Magna moralia, 2, 6, 33; 72 (auctor 384BC-322BC)
Ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλ' ἐν ἀνθρώπῳ ἡ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳδιὰ τί; δι' οὐδὲν ἢ ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος.
386Aristoteles, Magna moralia, 2, 6, 34; 73 (auctor 384BC-322BC)
ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ Διονύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἤ τις τούτων τῶν μοχθηρῶν; ἢ δῆλον ὅτι οὗτοι; ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.
387Aristoteles, Magna moralia, 2, 6, 34; 74 (auctor 384BC-322BC)
ἐν μὲν οὖν τῷ ἀκολάστῳ ἔνεστιν ἀρχὴ φαύλη.
388Aristoteles, Magna moralia, 2, 6, 34; 75 (auctor 384BC-322BC)
ᾗ γὰρ πράττει φαῦλα ὄντα καὶ ὁ λόγος σύμφησιν ταῦτα καὶ δοκεῖ αὐτῷ ταῦτα δεῖν πράττειν, ἐν αὐτῷ ἡ ἀρχὴ ἔνεστιν οὐχ ὑγιής.
389Aristoteles, Magna moralia, 2, 7, 30; 81 (auctor 384BC-322BC)
ἁπλῶς δ' οὐχ, ὥσπερ οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λόγος, ἀλλὰ μᾶλλον τὰ πάθη.
390Aristoteles, Magna moralia, 2, 7, 31; 84 (auctor 384BC-322BC)
ἀλλ' οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναντιοῦται διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος εὖ διακείμενον ἢ ὁ λόγος.
391Aristoteles, Magna moralia, 2, 8, 11; 27 (auctor 384BC-322BC)
ὥστ' εἰ καὶ ἡ τοιαύτη ἐστὶν εὐτυχία, ἀλλ' οὖν πρός γε τὴν εὐδαιμονίαν ἡ τοιαύτη ἂν εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.
392Aristoteles, Magna moralia, 2, 9, 5; 8 (auctor 384BC-322BC)
εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα αὐτὸν μὴ βλάψει, βουλήσεται αὑτῷ εἶναι.
393Aristoteles, Magna moralia, 2, 11, 16; 26 (auctor 384BC-322BC)
οἷον φαμὲν ἰατρικὸν τὸ μαχαίριον, ἰατρικὸν τὸν ἄνθρωπον, καὶ ἰατρικὴν τὴν ἐπιστήμην ταῦτα οὐχ ὁμοίως λέγονται, ἀλλὰ τὸ μὲν μαχαίριον τῷ χρήσιμον εἶναι πρὸς ἰατρικὴν ἰατρικὸν λέγεται, ὁ δ' ἄνθρωπος τῷ ποιητικὸς εἶναι ὑγιείας, ἡ δ' ἐπιστήμη τῷ αἰτία εἶναι καὶ ἀρχή.
394Aristoteles, Magna moralia, 2, 12, 8; 9 (auctor 384BC-322BC)
ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἶναι ἡ εὔνοια φιλία (πολλοῖς γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος ἀγαθὸν εὖνοι γινόμεθα ἆρ' οὖν ἤδη καὶ φίλοι; ἢ οὔ; οὐ γὰρ εἴ τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον) ἀλλ' ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δ' ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ᾧ ἐστιν εὔνους.
395Aristoteles, Metaphysica, 1, 2; 14 (auctor 384BC-322BC)
μόνη δ' αὕτη τούτων ἀμφοτέρων τετύχηκεν· ὅ τε γὰρ θεὸς δοκεῖ τῶν αἰτίων πᾶσιν εἶναι καὶ ἀρχή τις, καὶ τὴν τοιαύτην ἢ μόνος ἢ μάλιστ' ἂν ἔχοι ὁ θεός.
396Aristoteles, Metaphysica, 1, 3; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ φανερὸν ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων δεῖ λαβεῖν ἐπιστήμην (τότε γὰρ εἰδέναι φαμὲν ἕκαστον, ὅταν τὴν πρώτην αἰτίαν οἰώμεθα γνωρίζειν) , τὰ δ' αἴτια λέγεται τετραχῶς, ὧν μίαν μὲν αἰτίαν φαμὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι (ἀνάγεται γὰρ τὸ διὰ τί εἰς τὸν λόγον ἔσχατον, αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶτον) , ἑτέραν δὲ τὴν ὕλην καὶ τὸ ὑποκείμενον, τρίτην δὲ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τετάρτην δὲ τὴν ἀντικειμένην αἰτίαν ταύτῃ, τὸ οὗ ἕνεκα καὶ τἀγαθόν (τέλος γὰρ γενέσεως καὶ κινήσεως πάσης τοῦτ' ἐστίν) , τεθεώρηται μὲν οὖν ἱκανῶς περὶ αὐτῶν ἡμῖν ἐν τοῖς περὶ φύσεως, ὅμως δὲ παραλάβωμεν καὶ τοὺς πρότερον ἡμῶν εἰς ἐπίσκεψιν τῶν ὄντων ἐλθόντας καὶ φιλοσοφήσαντας περὶ τῆς ἀληθείας.
397Aristoteles, Metaphysica, 1, 3; 4 (auctor 384BC-322BC)
τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ τὴν γῆν ἐφ' ὕδατος ἀπεφήνατο εἶναι) , λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτῳ ζῶν (τὸ δ' ἐξ οὗ γίγνεται, τοῦτ' ἐστὶν ἀρχὴ πάντων) – διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν, τὸ δ' ὕδωρ ἀρχὴν τῆς φύσεως εἶναι τοῖς ὑγροῖς.
398Aristoteles, Metaphysica, 1, 3; 8 (auctor 384BC-322BC)
τὸ δὲ τοῦτο ζητεῖν ἐστὶ τὸ τὴν ἑτέραν ἀρχὴν ζητεῖν, ὡς ἂν ἡμεῖς φαίημεν, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
399Aristoteles, Metaphysica, 1, 7; 2 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσιν, ἄν τε μίαν ἄν τε πλείους ὑποθῶσι, καὶ ἐάν τε σῶμα ἐάν τε ἀσώματον τοῦτο τιθῶσιν (οἷον Πλάτων μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγων, οἱ δ' Ἰταλικοὶ τὸ ἄπειρον, Ἐμπεδοκλῆς δὲ πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα, Ἀναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· οὗτοί τε δὴ πάντες τῆς τοιαύτης αἰτίας ἡμμένοι εἰσί, καὶ ἔτι ὅσοι ἀέρα ἢ πῦρ ἢ ὕδωρ ἢ πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον· καὶ γὰρ τοιοῦτόν τινες εἰρήκασιν εἶναι τὸ πρῶτον στοιχεῖον) · οὗτοι μὲν οὖν ταύτης τῆς αἰτίας ἥψαντο μόνον, ἕτεροι δέ τινες ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον ὅσοι φιλίαν καὶ νεῖκος ἢ νοῦν ἢ ἔρωτα ποιοῦσιν ἀρχήν) · τὸ δὲ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σαφῶς μὲν οὐθεὶς ἀποδέδωκε, μάλιστα δ' οἱ τὰ εἴδη τιθέντες λέγουσιν (οὔτε γὰρ ὡς ὕλην τοῖς αἰσθητοῖς τὰ εἴδη καὶ τὸ ἓν τοῖς εἴδεσιν οὔθ' ὡς ἐντεῦθεν τὴν ἀρχὴν τῆς κινήσεως γιγνομένην ὑπολαμβάνουσιν – ἀκινησίας γὰρ αἴτια μᾶλλον καὶ τοῦ ἐν ἠρεμίᾳ εἶναι φασιν – ἀλλὰ τὸ τί ἦν εἶναι ἑκάστῳ τῶν ἄλλων τὰ εἴδη παρέχονται, τοῖς δ' εἴδεσι τὸ ἕν) · τὸ δ' οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις τρόπον μέν τινα λέγουσιν αἴτιον, οὕτω δὲ οὐ λέγουσιν οὐδ' ὅνπερ πέφυκεν.
400Aristoteles, Metaphysica, 1, 9; 37 (auctor 384BC-322BC)
νῦν δὲ λέγεται ὡς ὄντος τοῦ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς· εἰ δ' οὕτως, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί, ἀλλὰ δῆλον ὅτι, εἴπερ ἐστί τι ἓν αὐτὸ καὶ τοῦτό ἐστιν ἀρχή, πλεοναχῶς λέγεται τὸ ἕν· ἄλλως γὰρ ἀδύνατον.
401Aristoteles, Metaphysica, 1, 9; 43 (auctor 384BC-322BC)
ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον, τοῦτο μὲν εἰάκαμεν (οὐθὲν γὰρ λέγομεν περὶ τῆς αἰτίας ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς) , τὴν δ' οὐσίαν οἰόμενοι λέγειν αὐτῶν ἑτέρας μὲν οὐσίας εἶναί φαμεν, ὅπως δ' ἐκεῖναι τούτων οὐσίαι, διὰ κενῆς λέγομεν· τὸ γὰρ μετέχειν, ὥσπερ καὶ πρότερον εἴπομεν, οὐθέν ἐστιν.
402Aristoteles, Metaphysica, 2, 1; 10 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ὅτι γ' ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων οὔτ' εἰς εὐθυωρίαν οὔτε κατ' εἶδος, δῆλον.
403Aristoteles, Metaphysica, 2, 1; 11 (auctor 384BC-322BC)
οὔτε γὰρ ὡς ἐξ ὕλης τόδ' ἐκ τοῦδε δυνατὸν ἰέναι εἰς ἄπειρον (οἷον σάρκα μὲν ἐκ γῆς, γῆν δ' ἐξ ἀέρος, ἀέρα δ' ἐκ πυρός, καὶ τοῦτο μὴ ἵστασθαι) , οὔτε ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον τὸν μὲν ἄνθρωπον ὑπὸ τοῦ ἀέρος κινηθῆναι, τοῦτον δ' ὑπὸ τοῦ ἡλίου, τὸν δὲ ἥλιον ὑπὸ τοῦ νείκους, καὶ τούτου μηδὲν εἶναι πέρας) · ὁμοίως δὲ οὐδὲ τὸ οὗ ἕνεκα εἰς ἄπειρον οἷόν τε ἰέναι, βάδισιν μὲν ὑγιείας ἕνεκα, ταύτην δ' εὐδαιμονίας, τὴν δ' εὐδαιμονίαν ἄλλου, καὶ οὕτως ἀεὶ ἄλλο ἄλλου ἕνεκεν εἶναι· καὶ ἐπὶ τοῦ τί ἦν εἶναι δ' ὡσαύτως.
404Aristoteles, Metaphysica, 3, 1; 7 (auctor 384BC-322BC)
περί τε τούτων οὖν, καθάπερ φαμέν, ἐπισκεπτέον, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ' αὑτὰ ταῖς οὐσίαις, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντιότητος, καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων ἁπάντων τῶν τοιούτων περὶ ὅσων οἱ διαλεκτικοὶ πειρῶνται σκοπεῖν ἐκ τῶν ἐνδόξων μόνων ποιούμενοι τὴν σκέψιν, τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων· ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθ' αὑτὰ συμβέβηκεν, καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον ἀλλὰ καὶ ἆρα ἓν ἑνὶ ἐναντίον· καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον· καὶ εἰ τὰ γένη, πότερον ὅσα ἐπὶ τοῖς ἀτόμοις λέγεται τελευταῖα ἢ τὰ πρῶτα, οἷον πότερον ζῷον ἢ ἄνθρωπος ἀρχή τε καὶ μᾶλλον ἔστι παρὰ τὸ καθ' ἕκαστον.
405Aristoteles, Metaphysica, 3, 3; 18 (auctor 384BC-322BC)
τὴν μὲν γὰρ ἀρχὴν δεῖ καὶ τὴν αἰτίαν εἶναι παρὰ τὰ πράγματα ὧν ἀρχή, καὶ δύνασθαι εἶναι χωριζομένην αὐτῶν· τοιοῦτον δέ τι παρὰ τὸ καθ' ἕκαστον εἶναι διὰ τί ἄν τις ὑπολάβοι, πλὴν ὅτι καθόλου κατηγορεῖται καὶ κατὰ πάντων· ἀλλὰ μὴν εἰ διὰ τοῦτο, τὰ μᾶλλον καθόλου μᾶλλον θετέον ἀρχάς· ὥστε ἀρχαὶ τὰ πρῶτ' ἂν εἴησαν γένη.
406Aristoteles, Metaphysica, 4, 2; 8 (auctor 384BC-322BC)
εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτὸν καὶ μία φύσις τῷ ἀκολουθεῖν ἀλλήλοις ὥσπερ ἀρχὴ καὶ αἴτιον, ἀλλ' οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα (διαφέρει δὲ οὐθὲν οὐδ' ἂν ὁμοίως ὑπολάβωμεν, ἀλλὰ καὶ πρὸ ἔργου μᾶλλον) · ταὐτὸ γὰρ εἷς ἄνθρωπος καὶ ἄνθρωπος, καὶ ὢν ἄνθρωπος καὶ ἄνθρωπος, καὶ οὐχ ἕτερόν τι δηλοῖ κατὰ τὴν λέξιν ἐπαναδιπλούμενον τὸ εἷς ἄνθρωπος καὶ εἷς ὢν ἄνθρωπος (δῆλον δ' ὅτι οὐ χωρίζεται οὔτ' ἐπὶ γενέσεως οὔτ' ἐπὶ φθορᾶς) , ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνός, ὥστε φανερὸν ὅτι ἡ πρόσθεσις ἐν τούτοις ταὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον τὸ ἓν παρὰ τὸ ὄν, ἔτι δ' ἡ ἑκάστου οὐσία ἕν ἐστιν οὐ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ ὅπερ ὄν τι· ὥσθ' ὅσα περ τοῦ ἑνὸς εἴδη, τοσαῦτα καὶ τοῦ ὄντος· περὶ ὧν τὸ τί ἐστι τῆς αὐτῆς ἐπιστήμης τῷ γένει θεωρῆσαι, λέγω δ' οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τῶν ἄλλων τῶν τοιούτων.
407Aristoteles, Metaphysica, 4, 3; 9 (auctor 384BC-322BC)
βεβαιοτάτη δ' ἀρχὴ πασῶν περὶ ἣν διαψευσθῆναι ἀδύνατον· γνωριμωτάτην τε γὰρ ἀναγκαῖον εἶναι τὴν τοιαύτην (περὶ γὰρ ἃ μὴ γνωρίζουσιν ἀπατῶνται πάντες) καὶ ἀνυπόθετον.
408Aristoteles, Metaphysica, 4, 3; 11 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν βεβαιοτάτη ἡ τοιαύτη πασῶν ἀρχή, δῆλον· τίς δ' ἔστιν αὕτη, μετὰ ταῦτα λέγωμεν.
409Aristoteles, Metaphysica, 4, 3; 15 (auctor 384BC-322BC)
διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ καὶ τῶν ἄλλων ἀξιωμάτων αὕτη πάντων.
410Aristoteles, Metaphysica, 4, 4; 6 (auctor 384BC-322BC)
τὸ δ' ἐλεγκτικῶς ἀποδεῖξαι λέγω διαφέρειν καὶ τὸ ἀποδεῖξαι, ὅτι ἀποδεικνύων μὲν ἂν δόξειεν αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, ἄλλου δὲ τοῦ τοιούτου αἰτίου ὄντος ἔλεγχος ἂν εἴη καὶ οὐκ ἀπόδειξις.
411Aristoteles, Metaphysica, 4, 4; 7 (auctor 384BC-322BC)
ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα οὐ τὸ ἀξιοῦν ἢ εἶναί τι λέγειν ἢ μὴ εἶναι (τοῦτο μὲν γὰρ τάχ' ἄν τις ὑπολάβοι τὸ ἐξ ἀρχῆς αἰτεῖν) , ἀλλὰ σημαίνειν γέ τι καὶ αὑτῷ καὶ ἄλλῳ· τοῦτο γὰρ ἀνάγκη, εἴπερ λέγοι τι.
412Aristoteles, Metaphysica, 4, 5; 43 (auctor 384BC-322BC)
ἀλλ' ὅπερ εἴπομεν, τοῦτο αὐτῶν τὸ πάθος ἐστίν· λόγον γὰρ ζητοῦσιν ὧν οὐκ ἔστι λόγος· ἀποδείξεως γὰρ ἀρχὴ οὐκ ἀπόδειξίς ἐστιν.
413Aristoteles, Metaphysica, 4, 5; 69 (auctor 384BC-322BC)
ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ.
414Aristoteles, Metaphysica, 5, 1; 1 (auctor 384BC-322BC)
ἀρχὴ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος κινηθείη πρῶτον, οἷον τοῦ μήκους καὶ ὁδοῦ ἐντεῦθεν μὲν αὕτη ἀρχή, ἐξ ἐναντίας δὲ ἑτέρα· ἡ δὲ ὅθεν ἂν κάλλιστα ἕκαστον γένοιτο, οἷον καὶ μαθήσεως οὐκ ἀπὸ τοῦ πρώτου καὶ τῆς τοῦ πράγματος ἀρχῆς ἐνίοτε ἀρκτέον ἀλλ' ὅθεν ῥᾷστ' ἂν μάθοι· ἡ δὲ ὅθεν πρῶτον γίγνεται ἐνυπάρχοντος, οἷον ὡς πλοίου τρόπις καὶ οἰκίας θεμέλιος, καὶ τῶν ζῴων οἱ μὲν καρδίαν οἱ δὲ ἐγκέφαλον οἱ δ' ὅ τι ἂν τύχωσι τοιοῦτον ὑπολαμβάνουσιν· ἡ δὲ ὅθεν γίγνεται πρῶτον μὴ ἐνυπάρχοντος καὶ ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ ἡ μεταβολή, οἷον τὸ τέκνον ἐκ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ ἡ μάχη ἐκ τῆς λοιδορίας· ἡ δὲ οὗ κατὰ προαίρεσιν κινεῖται τὰ κινούμενα καὶ μεταβάλλει τὰ μεταβάλλοντα, ὥσπερ αἵ τε κατὰ πόλεις ἀρχαὶ καὶ αἱ δυναστεῖαι καὶ αἱ βασιλεῖαι καὶ τυραννίδες ἀρχαὶ λέγονται καὶ αἱ τέχναι, καὶ τούτων αἱ ἀρχιτεκτονικαὶ μάλιστα.
415Aristoteles, Metaphysica, 5, 1; 2 (auctor 384BC-322BC)
ἔτι ὅθεν γνωστὸν τὸ πρᾶγμα πρῶτον, καὶ αὕτη ἀρχὴ λέγεται τοῦ πράγματος, οἷον τῶν ἀποδείξεων αἱ ὑποθέσεις.
416Aristoteles, Metaphysica, 5, 1; 5 (auctor 384BC-322BC)
διὸ ἥ τε φύσις ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ ἡ διάνοια καὶ ἡ προαίρεσις καὶ οὐσία καὶ τὸ οὗ ἕνεκα· πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τἀγαθὸν καὶ τὸ καλόν.
417Aristoteles, Metaphysica, 5, 2; 2 (auctor 384BC-322BC)
ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος, καὶ ὁ πατὴρ τοῦ τέκνου καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μεταβλητικὸν τοῦ μεταβάλλοντος.
418Aristoteles, Metaphysica, 5, 2; 8 (auctor 384BC-322BC)
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι οὐ κατὰ συμβεβηκός (οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ὁ χαλκὸς οὐ καθ' ἕτερόν τι ἀλλ' ᾗ ἀνδριάς· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν ἡ κίνησις) , καὶ ἀλλήλων αἴτια (οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλ' οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δ' ὡς ἀρχὴ κινήσεως) .
419Aristoteles, Metaphysica, 5, 2; 12 (auctor 384BC-322BC)
τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως.
420Aristoteles, Metaphysica, 5, 4; 9 (auctor 384BC-322BC)
καὶ ἡ ἀρχὴ τῆς κινήσεως τῶν φύσει ὄντων αὕτη ἐστίν, ἐνυπάρχουσά πως ἢ δυνάμει ἢ ἐντελεχείᾳ.
421Aristoteles, Metaphysica, 5, 6; 18 (auctor 384BC-322BC)
τὸ δὲ ἑνὶ εἶναι ἀρχῇ τινί ἐστιν ἀριθμοῦ εἶναι· τὸ γὰρ πρῶτον μέτρον ἀρχή, ᾧ γὰρ πρώτῳ γνωρίζομεν, τοῦτο πρῶτον μέτρον ἑκάστου γένους· ἀρχὴ οὖν τοῦ γνωστοῦ περὶ ἕκαστον τὸ ἕν.
422Aristoteles, Metaphysica, 5, 11; 1 (auctor 384BC-322BC)
πρότερα καὶ ὕστερα λέγεται ἔνια μέν, ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, τῷ ἐγγύτερον εἶναι ἀρχῆς τινὸς ὡρισμένης ἢ ἁπλῶς καὶ τῇ φύσει ἢ πρός τι ἢ ποὺ ἢ ὑπό τινων, οἷον τὰ μὲν κατὰ τόπον τῷ εἶναι ἐγγύτερον ἢ φύσει τινὸς τόπου ὡρισμένου (οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου) ἢ πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον· τὰ δὲ κατὰ χρόνον (τὰ μὲν γὰρ τῷ πορρώτερον τοῦ νῦν, οἷον ἐπὶ τῶν γενομένων, πρότερον γὰρ τὰ Τρωϊκὰ τῶν Μηδικῶν ὅτι πορρώτερον ἀπέχει τοῦ νῦν· τὰ δὲ τῷ ἐγγύτερον τοῦ νῦν, οἷον ἐπὶ τῶν μελλόντων, πρότερον γὰρ Νέμεα Πυθίων ὅτι ἐγγύτερον τοῦ νῦν τῷ νῦν ὡς ἀρχῇ καὶ πρώτῳ χρησαμένων) · τὰ δὲ κατὰ κίνησιν (τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερον, οἷον παῖς ἀνδρός· ἀρχὴ δὲ καὶ αὕτη τις ἁπλῶς) · τὰ δὲ κατὰ δύναμιν (τὸ γὰρ ὑπερέχον τῇ δυνάμει πρότερον, καὶ τὸ δυνατώτερον· τοιοῦτον δ' ἐστὶν οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη ἀκολουθεῖν θάτερον καὶ τὸ ὕστερον, ὥστε μὴ κινοῦντός τε ἐκείνου μὴ κινεῖσθαι καὶ κινοῦντος κινεῖσθαι· ἡ δὲ προαίρεσις ἀρχή) · τὰ δὲ κατὰ τάξιν (ταῦτα δ' ἐστὶν ὅσα πρός τι ἓν ὡρισμένον διέστηκε κατά τινα λόγον, οἷον παραστάτης τριτοστάτου πρότερον καὶ παρανήτη νήτης· ἔνθα μὲν γὰρ ὁ κορυφαῖος ἔνθα δὲ ἡ μέση ἀρχή) · ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον, ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον ὡς καὶ ἁπλῶς πρότερον.
423Aristoteles, Metaphysica, 5, 12; 1 (auctor 384BC-322BC)
δύναμις λέγεται ἡ μὲν ἀρχὴ κινήσεως ἢ μεταβολῆς ἡ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, οἷον ἡ οἰκοδομικὴ δύναμίς ἐστιν ἣ οὐχ ὑπάρχει ἐν τῷ οἰκοδομουμένῳ, ἀλλ' ἡ ἰατρικὴ δύναμις οὖσα ὑπάρχοι ἂν ἐν τῷ ἰατρευομένῳ, ἀλλ' οὐχ ᾗ ἰατρευόμενος.
424Aristoteles, Metaphysica, 5, 12; 2 (auctor 384BC-322BC)
ἡ μὲν οὖν ὅλως ἀρχὴ μεταβολῆς ἢ κινήσεως λέγεται δύναμις ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, ἡ δ' ὑφ' ἑτέρου ἢ ᾗ ἕτερον (καθ' ἣν γὰρ τὸ πάσχον πάσχει τι, ὁτὲ μὲν ἐὰν ὁτιοῦν, δυνατὸν αὐτό φαμεν εἶναι παθεῖν, ὁτὲ δ' οὐ κατὰ πᾶν πάθος ἀλλ' ἂν ἐπὶ τὸ βέλτιον) · ἔτι ἡ τοῦ καλῶς τοῦτ' ἐπιτελεῖν ἢ κατὰ προαίρεσιν· ἐνίοτε γὰρ τοὺς μόνον ἂν πορευθέντας ἢ εἰπόντας, μὴ καλῶς δὲ ἢ μὴ ὡς προείλοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν.
425Aristoteles, Metaphysica, 5, 12; 12 (auctor 384BC-322BC)
ταῦτα μὲν οὖν τὰ δυνατὰ οὐ κατὰ δύναμιν· τὰ δὲ λεγόμενα κατὰ δύναμιν πάντα λέγεται πρὸς τὴν πρώτην [μίαν]· αὕτη δ' ἐστὶν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
426Aristoteles, Metaphysica, 5, 12; 15 (auctor 384BC-322BC)
ὥστε ὁ κύριος ὅρος τῆς πρώτης δυνάμεως ἂν εἴη ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
427Aristoteles, Metaphysica, 5, 15; 2 (auctor 384BC-322BC)
λέγεται δὲ τὰ μὲν πρῶτα κατ' ἀριθμὸν ἢ ἁπλῶς ἢ ὡρισμένως, πρὸς αὐτοὺς ἢ πρὸς ἕν (οἷον τὸ μὲν διπλάσιον πρὸς ἓν ἀριθμὸς ὡρισμένος, τὸ δὲ πολλαπλάσιον κατ' ἀριθμὸν πρὸς ἕν, οὐχ ὡρισμένον δέ, οἷον τόνδε ἢ τόνδε· τὸ δὲ ἡμιόλιον πρὸς τὸ ὑφημιόλιον κατ' ἀριθμὸν πρὸς ἀριθμὸν ὡρισμένον· τὸ δ' ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατὰ ἀόριστον, ὥσπερ τὸ πολλαπλάσιον πρὸς τὸ ἕν· τὸ δ' ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον ὅλως ἀόριστον κατ' ἀριθμόν· ὁ γὰρ ἀριθμὸς σύμμετρος, κατὰ μὴ συμμέτρου δὲ ἀριθμὸς οὐ λέγεται, τὸ δὲ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτόν τέ ἐστι καὶ ἔτι, τοῦτο δ' ἀόριστον· ὁπότερον γὰρ ἔτυχέν ἐστιν, ἢ ἴσον ἢ οὐκ ἴσον) · ταῦτά τε οὖν τὰ πρός τι πάντα κατ' ἀριθμὸν λέγεται καὶ ἀριθμοῦ πάθη, καὶ ἔτι τὸ ἴσον καὶ ὅμοιον καὶ ταὐτὸ κατ' ἄλλον τρόπον (κατὰ γὰρ τὸ ἓν λέγεται πάντα, ταὐτὰ μὲν γὰρ ὧν μία ἡ οὐσία, ὅμοια δ' ὧν ἡ ποιότης μία, ἴσα δὲ ὧν τὸ ποσὸν ἕν· τὸ δ' ἓν τοῦ ἀριθμοῦ ἀρχὴ καὶ μέτρον, ὥστε ταῦτα πάντα πρός τι λέγεται κατ' ἀριθμὸν μέν, οὐ τὸν αὐτὸν δὲ τρόπον) · τὰ δὲ ποιητικὰ καὶ παθητικὰ κατὰ δύναμιν ποιητικὴν καὶ παθητικὴν καὶ ἐνεργείας τὰς τῶν δυνάμεων, οἷον τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν ὅτι δύναται, καὶ πάλιν τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον καὶ τὸ τέμνον πρὸς τὸ τεμνόμενον ὡς ἐνεργοῦντα.
428Aristoteles, Metaphysica, 5, 17; 2 (auctor 384BC-322BC)
ὥστε φανερὸν ὅτι ὁσαχῶς τε ἡ ἀρχὴ λέγεται, τοσαυταχῶς καὶ τὸ πέρας, καὶ ἔτι πλεοναχῶς· ἡ μὲν γὰρ ἀρχὴ πέρας τι, τὸ δὲ πέρας οὐ πᾶν ἀρχή.
429Aristoteles, Metaphysica, 5, 24; 1 (auctor 384BC-322BC)
τὸ ἔκ τινος εἶναι λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ ἐστὶν ὡς ὕλης, καὶ τοῦτο διχῶς, ἢ κατὰ τὸ πρῶτον γένος ἢ κατὰ τὸ ὕστατον εἶδος, οἷον ἔστι μὲν ὡς ἅπαντα τὰ τηκτὰ ἐξ ὕδατος, ἔστι δ' ὡς ἐκ χαλκοῦ ὁ ἀνδριάς· ἕνα δ' ὡς ἐκ τῆς πρώτης κινησάσης ἀρχῆς (οἷον ἐκ τίνος ἡ μάχη· ἐκ λοιδορίας, ὅτι αὕτη ἀρχὴ τῆς μάχης) · ἕνα δ' ἐκ τοῦ συνθέτου ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὸ ἔπος καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι· τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τέλος.
430Aristoteles, Metaphysica, 6, 1; 5 (auctor 384BC-322BC)
ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι τοῦ ὄντος (περὶ γὰρ τὴν τοιαύτην ἐστὶν οὐσίαν ἐν ᾗ ἡ ἀρχὴ τῆς κινήσεως καὶ στάσεως ἐν αὐτῇ) , δῆλον ὅτι οὔτε πρακτική ἐστιν οὔτε ποιητική (τῶν μὲν γὰρ ποιητῶν ἐν τῷ ποιοῦντι ἡ ἀρχή, ἢ νοῦς ἢ τέχνη ἢ δύναμίς τις, τῶν δὲ πρακτῶν ἐν τῷ πράττοντι, ἡ προαίρεσις· τὸ αὐτὸ γὰρ τὸ πρακτὸν καὶ προαιρετόν) , ὥστε εἰ πᾶσα διάνοια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική, ἡ φυσικὴ θεωρητική τις ἂν εἴη, ἀλλὰ θεωρητικὴ περὶ τοιοῦτον ὂν ὅ ἐστι δυνατὸν κινεῖσθαι, καὶ περὶ οὐσίαν τὴν κατὰ τὸν λόγον ὡς ἐπὶ τὸ πολὺ ὡς οὐ χωριστὴν μόνον.
431Aristoteles, Metaphysica, 6, 2; 9 (auctor 384BC-322BC)
ἐπεὶ οὖν ἐστὶν ἐν τοῖς οὖσι τὰ μὲν ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἐξ ἀνάγκης, οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ἀλλ' ἣν λέγομεν τῷ μὴ ἐνδέχεσθαι ἄλλως, τὰ δ' ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδ' ἀεί, ὡς δ' ἐπὶ τὸ πολύ, αὕτη ἀρχὴ καὶ αὕτη αἰτία ἐστὶ τοῦ εἶναι τὸ συμβεβηκός· ὃ γὰρ ἂν ᾖ μήτ' ἀεὶ μήθ' ὡς ἐπὶ τὸ πολύ, τοῦτό φαμεν συμβεβηκὸς εἶναι.
432Aristoteles, Metaphysica, 7, 4; 1 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν, καὶ τούτων ἕν τι ἐδόκει εἶναι τὸ τί ἦν εἶναι, θεωρητέον περὶ αὐτοῦ.
433Aristoteles, Metaphysica, 7, 7; 15 (auctor 384BC-322BC)
τὸ δὴ ποιοῦν καὶ ὅθεν ἄρχεται ἡ κίνησις τοῦ ὑγιαίνειν, ἂν μὲν ἀπὸ τέχνης, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ, ἐὰν δ' ἀπὸ ταὐτομάτου, ἀπὸ τούτου ὅ ποτε τοῦ ποιεῖν ἄρχει τῷ ποιοῦντι ἀπὸ τέχνης, ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἴσως ἀπὸ τοῦ θερμαίνειν ἡ ἀρχή (τοῦτο δὲ ποιεῖ τῇ τρίψει) · ἡ θερμότης τοίνυν ἡ ἐν τῷ σώματι ἢ μέρος τῆς ὑγιείας ἢ ἕπεταί τι αὐτῇ τοιοῦτον ὅ ἐστι μέρος τῆς ὑγιείας, ἢ διὰ πλειόνων· τοῦτο δ' ἔσχατόν ἐστι, τὸ ποιοῦν τὸ μέρος τῆς ὑγιείας, καὶ τῆς οἰκίας (οἷον οἱ λίθοι) καὶ τῶν ἄλλων· ὥστε, καθάπερ λέγεται, ἀδύνατον γενέσθαι εἰ μηδὲν προϋπάρχοι.
434Aristoteles, Metaphysica, 7, 8; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ὑπό τινός τε γίγνεται τὸ γιγνόμενον (τοῦτο δὲ λέγω ὅθεν ἡ ἀρχὴ τῆς γενέσεώς ἐστι) καὶ ἔκ τινος (ἔστω δὲ μὴ ἡ στέρησις τοῦτο ἀλλ' ἡ ὕλη· ἤδη γὰρ διώρισται ὃν τρόπον τοῦτο λέγομεν) καὶ τὶ γίγνεται (τοῦτο δ' ἐστὶν ἢ σφαῖρα ἢ κύκλος ἢ ὅ τι ἔτυχε τῶν ἄλλων) , ὥσπερ οὐδὲ τὸ ὑποκείμενον ποιεῖ, τὸν χαλκόν, οὕτως οὐδὲ τὴν σφαῖραν, εἰ μὴ κατὰ συμβεβηκὸς ὅτι ἡ χαλκῆ σφαῖρα σφαῖρά ἐστιν ἐκείνην δὲ ποιεῖ.
435Aristoteles, Metaphysica, 7, 9; 7 (auctor 384BC-322BC)
ὥστε, ὥσπερ ἐν τοῖς συλλογισμοῖς, πάντων ἀρχὴ ἡ οὐσία· ἐκ γὰρ τοῦ τί ἐστιν οἱ συλλογισμοί εἰσιν, ἐνταῦθα δὲ αἱ γενέσεις.
436Aristoteles, Metaphysica, 7, 13; 3 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τοῖν δυοῖν εἴρηται (καὶ γὰρ περὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὑποκειμένου, ὅτι διχῶς ὑπόκειται, ἢ τόδε τι ὄν, ὥσπερ τὸ ζῷον τοῖς πάθεσιν, ἢ ὡς ἡ ὕλη τῇ ἐντελεχείᾳ) , δοκεῖ δὲ καὶ τὸ καθόλου αἴτιόν τισιν εἶναι μάλιστα, καὶ εἶναι ἀρχὴ τὸ καθόλου· διὸ ἐπέλθωμεν καὶ περὶ τούτου.
437Aristoteles, Metaphysica, 7, 16; 4 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ ἡ οὐσία ἡ τοῦ ἑνὸς μία, καὶ ὧν μία ἀριθμῷ ἓν ἀριθμῷ, φανερὸν ὅτι οὔτε τὸ ἓν οὔτε τὸ ὂν ἐνδέχεται οὐσίαν εἶναι τῶν πραγμάτων, ὥσπερ οὐδὲ τὸ στοιχείῳ εἶναι ἢ ἀρχῇ· ἀλλὰ ζητοῦμεν τίς οὖν ἡ ἀρχή, ἵνα εἰς γνωριμώτερον ἀναγάγωμεν.
438Aristoteles, Metaphysica, 7, 16; 5 (auctor 384BC-322BC)
μᾶλλον μὲν οὖν τούτων οὐσία τὸ ὂν καὶ ἓν ἢ ἥ τε ἀρχὴ καὶ τὸ στοιχεῖον καὶ τὸ αἴτιον, οὔπω δὲ οὐδὲ ταῦτα, εἴπερ μηδ' ἄλλο κοινὸν μηδὲν οὐσία· οὐδενὶ γὰρ ὑπάρχει ἡ οὐσία ἀλλ' ἢ αὑτῇ τε καὶ τῷ ἔχοντι αὐτήν, οὗ ἐστὶν οὐσία.
439Aristoteles, Metaphysica, 7, 17; 2 (auctor 384BC-322BC)
ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τις ἐστίν, ἐντεῦθεν μετιτέον.
440Aristoteles, Metaphysica, 7, 17; 17 (auctor 384BC-322BC)
οὐσία δὲ ἑκάστου μὲν τοῦτο (τοῦτο γὰρ αἴτιον πρῶτον τοῦ εἶναι) – ἐπεὶ δ' ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων, ἀλλ' ὅσαι οὐσίαι, κατὰ φύσιν καὶ φύσει συνεστήκασι, φανείη ἂν [καὶ] αὕτη ἡ φύσις οὐσία, ἥ ἐστιν οὐ στοιχεῖον ἀλλ' ἀρχή – · στοιχεῖον δ' ἐστὶν εἰς ὃ διαιρεῖται ἐνυπάρχον ὡς ὕλην, οἷον τῆς συλλαβῆς τὸ α καὶ τὸ β.
441Aristoteles, Metaphysica, 8, 4; 1 (auctor 384BC-322BC)
περὶ δὲ τῆς ὑλικῆς οὐσίας δεῖ μὴ λανθάνειν ὅτι εἰ καὶ ἐκ τοῦ αὐτοῦ πάντα πρώτου ἢ τῶν αὐτῶν ὡς πρώτων καὶ ἡ αὐτὴ ὕλη ὡς ἀρχὴ τοῖς γιγνομένοις, ὅμως ἔστι τις οἰκεία ἑκάστου, οἷον φλέγματος [ἐστι πρώτη ὕλη] τὰ γλυκέα ἢ λιπαρά, χολῆς δὲ τὰ πικρὰ ἢ ἄλλ' ἄττα· ἴσως δὲ ταῦτα ἐκ τοῦ αὐτοῦ.
442Aristoteles, Metaphysica, 8, 4; 6 (auctor 384BC-322BC)
εἰ δ' ἄρα τὸ αὐτὸ ἐνδέχεται ἐξ ἄλλης ὕλης ποιῆσαι, δῆλον ὅτι ἡ τέχνη καὶ ἡ ἀρχὴ ἡ ὡς κινοῦσα ἡ αὐτή· εἰ γὰρ καὶ ἡ ὕλη ἑτέρα καὶ τὸ κινοῦν, καὶ τὸ γεγονός.
443Aristoteles, Metaphysica, 9, 1; 3 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν λέγεται πολλαχῶς ἡ δύναμις καὶ τὸ δύνασθαι, διώρισται ἡμῖν ἐν ἄλλοις· τούτων δ' ὅσαι μὲν ὁμωνύμως λέγονται δυνάμεις ἀφείσθωσαν (ἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, καθάπερ ἐν γεωμετρίᾳ καὶ δυνατὰ καὶ ἀδύνατα λέγομεν τῷ εἶναί πως ἢ μὴ εἶναι) , ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρχαί τινές εἰσι, καὶ πρὸς πρώτην μίαν λέγονται, ἥ ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
444Aristoteles, Metaphysica, 9, 1; 4 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ τοῦ παθεῖν ἐστὶ δύναμις, ἡ ἐν αὐτῷ τῷ πάσχοντι ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ' ἄλλου ἢ ᾗ ἄλλο· ἡ δ' ἕξις ἀπαθείας τῆς ἐπὶ τὸ χεῖρον καὶ φθορᾶς τῆς ὑπ' ἄλλου ἢ ᾗ ἄλλο ὑπ' ἀρχῆς μεταβλητικῆς.
445Aristoteles, Metaphysica, 9, 2; 5 (auctor 384BC-322BC)
λόγος γάρ ἐστιν ἀμφοῖν μέν, οὐχ ὁμοίως δέ, καὶ ἐν ψυχῇ ἣ ἔχει κινήσεως ἀρχήν· ὥστε ἄμφω ἀπὸ τῆς αὐτῆς ἀρχῆς κινήσει πρὸς ταὐτὸ συνάψασα· διὸ τὰ κατὰ λόγον δυνατὰ τοῖς ἄνευ λόγου δυνατοῖς ποιεῖ τἀναντία· μιᾷ γὰρ ἀρχῇ περιέχεται, τῷ λόγῳ.
446Aristoteles, Metaphysica, 9, 7; 3 (auctor 384BC-322BC)
ὅρος δὲ τοῦ μὲν ἀπὸ διανοίας ἐντελεχείᾳ γιγνομένου ἐκ τοῦ δυνάμει ὄντος, ὅταν βουληθέντος γίγνηται μηθενὸς κωλύοντος τῶν ἐκτός, ἐκεῖ δ' ἐν τῷ ὑγιαζομένῳ, ὅταν μηθὲν κωλύῃ τῶν ἐν αὐτῷ· ὁμοίως δὲ δυνάμει καὶ οἰκία· εἰ μηθὲν κωλύει τῶν ἐν τούτῳ καὶ τῇ ὕλῃ τοῦ γίγνεσθαι οἰκίαν, οὐδ' ἔστιν ὃ δεῖ προσγενέσθαι ἢ ἀπογενέσθαι ἢ μεταβαλεῖν, τοῦτο δυνάμει οἰκία· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ὅσων ἔξωθεν ἡ ἀρχὴ τῆς γενέσεως.
447Aristoteles, Metaphysica, 9, 8; 2 (auctor 384BC-322BC)
λέγω δὲ δυνάμεως οὐ μόνον τῆς ὡρισμένης ἣ λέγεται ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἢ ᾗ ἄλλο, ἀλλ' ὅλως πάσης ἀρχῆς κινητικῆς ἢ στατικῆς.
448Aristoteles, Metaphysica, 9, 8; 3 (auctor 384BC-322BC)
καὶ γὰρ ἡ φύσις ἐν ταὐτῷ [γίγνεται· ἐν ταὐτῷ γὰρ] γένει τῇ δυνάμει· ἀρχὴ γὰρ κινητική, ἀλλ' οὐκ ἐν ἄλλῳ ἀλλ' ἐν αὐτῷ ᾗ αὐτό.
449Aristoteles, Metaphysica, 9, 8; 12 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα (οἷον ἀνὴρ παιδὸς καὶ ἄνθρωπος σπέρματος· τὸ μὲν γὰρ ἤδη ἔχει τὸ εἶδος τὸ δ' οὔ) , καὶ ὅτι ἅπαν ἐπ' ἀρχὴν βαδίζει τὸ γιγνόμενον καὶ τέλος (ἀρχὴ γὰρ τὸ οὗ ἕνεκα, τοῦ τέλους δὲ ἕνεκα ἡ γένεσις) , τέλος δ' ἡ ἐνέργεια, καὶ τούτου χάριν ἡ δύναμις λαμβάνεται.
450Aristoteles, Metaphysica, 10, 1; 10 (auctor 384BC-322BC)
μέτρον γάρ ἐστιν ᾧ τὸ ποσὸν γιγνώσκεται· γιγνώσκεται δὲ ἢ ἑνὶ ἢ ἀριθμῷ τὸ ποσὸν ᾗ ποσόν, ὁ δὲ ἀριθμὸς ἅπας ἑνί, ὥστε πᾶν τὸ ποσὸν γιγνώσκεται ᾗ ποσὸν τῷ ἑνί, καὶ ᾧ πρώτῳ ποσὰ γιγνώσκεται, τοῦτο αὐτὸ ἕν· διὸ τὸ ἓν ἀριθμοῦ ἀρχὴ ᾗ ἀριθμός.
451Aristoteles, Metaphysica, 10, 1; 12 (auctor 384BC-322BC)
ἐν πᾶσι δὴ τούτοις μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαίρετον, ἐπεὶ καὶ ἐν ταῖς γραμμαῖς χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ.
452Aristoteles, Metaphysica, 10, 1; 15 (auctor 384BC-322BC)
καὶ δὴ καὶ κίνησιν τῇ ἁπλῇ κινήσει καὶ τῇ ταχίστῃ (ὀλίγιστον γὰρ αὕτη ἔχει χρόνον) · διὸ ἐν τῇ ἀστρολογίᾳ τὸ τοιοῦτον ἓν ἀρχὴ καὶ μέτρον (τὴν κίνησιν γὰρ ὁμαλὴν ὑποτίθενται καὶ ταχίστην τὴν τοῦ οὐρανοῦ, πρὸς ἣν κρίνουσι τὰς ἄλλας) , καὶ ἐν μουσικῇ δίεσις, ὅτι ἐλάχιστον, καὶ ἐν φωνῇ στοιχεῖον.
453Aristoteles, Metaphysica, 11, 1; 13 (auctor 384BC-322BC)
ἔτι δ' εἰ μᾶλλον ἀρχὴ τὸ ἁπλούστερον τοῦ ἧττον τοιούτου, τὰ δ' ἔσχατα τῶν ἐκ τοῦ γένους ἁπλούστερα τῶν γενῶν (ἄτομα γάρ, τὰ γένη δ' εἰς εἴδη πλείω καὶ διαφέροντα διαιρεῖται) , μᾶλλον ἂν ἀρχὴ δόξειεν εἶναι τὰ εἴδη τῶν γενῶν.
454Aristoteles, Metaphysica, 11, 1; 14 (auctor 384BC-322BC)
ᾗ δὲ συναναιρεῖται τοῖς γένεσι τὰ εἴδη, τὰ γένη ταῖς ἀρχαῖς ἔοικε μᾶλλον· ἀρχὴ γὰρ τὸ συναναιροῦν.
455Aristoteles, Metaphysica, 11, 2; 6 (auctor 384BC-322BC)
εἰ δὲ μὴ χωριστὴ τῶν σωμάτων ἡ ζητουμένη νῦν ἀρχή, τίνα ἄν τις ἄλλην θείη μᾶλλον τῆς ὕλης· αὕτη γε μὴν ἐνεργείᾳ μὲν οὐκ ἔστι, δυνάμει δ' ἔστιν.
456Aristoteles, Metaphysica, 11, 2; 7 (auctor 384BC-322BC)
μᾶλλόν τ' ἂν ἀρχὴ κυριωτέρα ταύτης δόξειεν εἶναι τὸ εἶδος καὶ ἡ μορφή· τοῦτο δὲ φθαρτόν, ὥσθ' ὅλως οὐκ ἔστιν ἀΐδιος οὐσία χωριστὴ καὶ καθ' αὑτήν.
457Aristoteles, Metaphysica, 11, 2; 8 (auctor 384BC-322BC)
ἀλλ' ἄτοπον· ἔοικε γὰρ καὶ ζητεῖται σχεδὸν ὑπὸ τῶν χαριεστάτων ὡς οὖσά τις ἀρχὴ καὶ οὐσία τοιαύτη· πῶς γὰρ ἔσται τάξις μή τινος ὄντος ἀϊδίου καὶ χωριστοῦ καὶ μένοντος· ἔτι δ' εἴπερ ἔστι τις οὐσία καὶ ἀρχὴ τοιαύτη τὴν φύσιν οἵαν νῦν ζητοῦμεν, καὶ αὕτη μία πάντων καὶ ἡ αὐτὴ τῶν ἀϊδίων τε καὶ φθαρτῶν, ἀπορίαν ἔχει διὰ τί ποτε τῆς αὐτῆς ἀρχῆς οὔσης τὰ μέν ἐστιν ἀΐδια τῶν ὑπὸ τὴν ἀρχὴν τὰ δ' οὐκ ἀΐδια (τοῦτο γὰρ ἄτοπον) · εἰ δ' ἄλλη μέν ἐστιν ἀρχὴ τῶν φθαρτῶν ἄλλη δὲ τῶν ἀϊδίων, εἰ μὲν ἀΐδιος καὶ ἡ τῶν φθαρτῶν, ὁμοίως ἀπορήσομεν (διὰ τί γὰρ οὐκ ἀϊδίου τῆς ἀρχῆς οὔσης καὶ τὰ ὑπὸ τὴν ἀρχὴν ἀΐδια·) · φθαρτῆς δ' οὔσης ἄλλη τις ἀρχὴ γίγνεται ταύτης κἀκείνης ἑτέρα, καὶ τοῦτ' εἰς ἄπειρον πρόεισιν.
458Aristoteles, Metaphysica, 11, 5; 1 (auctor 384BC-322BC)
ἔστι δέ τις ἐν τοῖς οὖσιν ἀρχὴ περὶ ἣν οὐκ ἔστι διεψεῦσθαι, τοὐναντίον δὲ ἀναγκαῖον ἀεὶ ποιεῖν, λέγω δὲ ἀληθεύειν, οἷον ὅτι οὐκ ἐνδέχεται τὸ αὐτὸ καθ' ἕνα καὶ τὸν αὐτὸν χρόνον εἶναι καὶ μὴ εἶναι, καὶ τἆλλα τὰ τοῦτον αὑτοῖς ἀντικείμενα τὸν τρόπον.
459Aristoteles, Metaphysica, 11, 6; 2 (auctor 384BC-322BC)
λύοιτο δ' ἂν αὕτη ἡ ἀπορία θεωρήσασι πόθεν ἐλήλυθεν ἡ ἀρχὴ τῆς ὑπολήψεως ταύτης· ἔοικε γὰρ ἐνίοις μὲν ἐκ τῆς τῶν φυσιολόγων δόξης γεγενῆσθαι, τοῖς δ' ἐκ τοῦ μὴ ταὐτὰ περὶ τῶν αὐτῶν ἅπαντας γιγνώσκειν ἀλλὰ τοῖσδε μὲν ἡδὺ τόδε φαίνεσθαι τοῖσδε δὲ τοὐναντίον.
460Aristoteles, Metaphysica, 11, 7; 6 (auctor 384BC-322BC)
ποιητικῆς μὲν γὰρ ἐν τῷ ποιοῦντι καὶ οὐ τῷ ποιουμένῳ τῆς κινήσεως ἡ ἀρχή, καὶ τοῦτ' ἔστιν εἴτε τέχνη τις εἴτ' ἄλλη τις δύναμις· ὁμοίως δὲ καὶ τῆς πρακτικῆς οὐκ ἐν τῷ πρακτῷ μᾶλλον δ' ἐν τοῖς πράττουσιν ἡ κίνησις.
461Aristoteles, Metaphysica, 11, 7; 8 (auctor 384BC-322BC)
ὅτι μὲν τοίνυν οὔτε πρακτικὴν οὔτε ποιητικὴν ἀλλὰ θεωρητικὴν ἀναγκαῖον εἶναι τὴν φυσικὴν ἐπιστήμην, δῆλον ἐκ τούτων (εἰς ἓν γάρ τι τούτων τῶν γενῶν ἀνάγκη πίπτειν) · ἐπεὶ δὲ τὸ τί ἐστιν ἀναγκαῖον ἑκάστῃ πως τῶν ἐπιστημῶν εἰδέναι καὶ τούτῳ χρῆσθαι ἀρχῇ, δεῖ μὴ λανθάνειν πῶς ὁριστέον τῷ φυσικῷ καὶ πῶς ὁ τῆς οὐσίας λόγος ληπτέος, πότερον ὡς τὸ σιμὸν ἢ μᾶλλον ὡς τὸ κοῖλον.
462Aristoteles, Metaphysica, 11, 7; 14 (auctor 384BC-322BC)
καὶ εἴπερ ἔστι τις τοιαύτη φύσις ἐν τοῖς οὖσιν, ἐνταῦθ' ἂν εἴη που καὶ τὸ θεῖον, καὶ αὕτη ἂν εἴη πρώτη καὶ κυριωτάτη ἀρχή.
463Aristoteles, Metaphysica, 11, 10; 5 (auctor 384BC-322BC)
ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον μέρος τὸ λαμβανόμενον (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ' ὑποκειμένου) , ὥστε ἢ ἀδιαίρετον, ἢ εἰς ἄπειρα διαιρετόν, εἰ μεριστόν· πολλὰ δ' εἶναι τὸ αὐτὸ ἀδύνατον ἄπειρα (ὥσπερ γὰρ ἀέρος ἀὴρ μέρος, οὕτως ἄπειρον ἀπείρου, εἰ ἔστιν οὐσία καὶ ἀρχή) · ἀμέριστον ἄρα καὶ ἀδιαίρετον.
464Aristoteles, Metaphysica, 12, 1; 8 (auctor 384BC-322BC)
ἐκεῖναι μὲν δὴ φυσικῆς (μετὰ κινήσεως γάρ) , αὕτη δὲ ἑτέρας, εἰ μηδεμία αὐτοῖς ἀρχὴ κοινή.
465Aristoteles, Metaphysica, 12, 3; 3 (auctor 384BC-322BC)
ἡ μὲν οὖν τέχνη ἀρχὴ ἐν ἄλλῳ, ἡ δὲ φύσις ἀρχὴ ἐν αὐτῷ (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ) , αἱ δὲ λοιπαὶ αἰτίαι στερήσεις τούτων.
466Aristoteles, Metaphysica, 12, 4; 11 (auctor 384BC-322BC)
ἐπεὶ δὲ οὐ μόνον τὰ ἐνυπάρχοντα αἴτια, ἀλλὰ καὶ τῶν ἐκτὸς οἷον τὸ κινοῦν, δῆλον ὅτι ἕτερον ἀρχὴ καὶ στοιχεῖον, αἴτια δ' ἄμφω, καὶ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή, τὸ δ' ὡς κινοῦν ἢ ἱστὰν ἀρχή τις καὶ οὐσία, ὥστε στοιχεῖα μὲν κατ' ἀναλογίαν τρία, αἰτίαι δὲ καὶ ἀρχαὶ τέτταρες· ἄλλο δ' ἐν ἄλλῳ, καὶ τὸ πρῶτον αἴτιον ὡς κινοῦν ἄλλο ἄλλῳ.
467Aristoteles, Metaphysica, 12, 4; 13 (auctor 384BC-322BC)
εἶδος, ἀταξία τοιαδί, πλίνθοι· τὸ κινοῦν οἰκοδομική [καὶ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή].
468Aristoteles, Metaphysica, 12, 5; 8 (auctor 384BC-322BC)
ἐκεῖνα μὲν οὖν τὰ καθόλου οὐκ ἔστιν· ἀρχὴ γὰρ τὸ καθ' ἕκαστον τῶν καθ' ἕκαστον· ἄνθρωπος μὲν γὰρ ἀνθρώπου καθόλου, ἀλλ' οὐκ ἔστιν οὐδείς, ἀλλὰ Πηλεὺς Ἀχιλλέως σοῦ δὲ ὁ πατήρ, καὶ τοδὶ τὸ Β τουδὶ τοῦ ΒΑ, ὅλως δὲ τὸ Β τοῦ ἁπλῶς ΒΑ.
469Aristoteles, Metaphysica, 12, 6; 6 (auctor 384BC-322BC)
οὐθὲν ἄρα ὄφελος οὐδ' ἐὰν οὐσίας ποιήσωμεν ἀϊδίους, ὥσπερ οἱ τὰ εἴδη, εἰ μή τις δυναμένη ἐνέσται ἀρχὴ μεταβάλλειν· οὐ τοίνυν οὐδ' αὕτη ἱκανή, οὐδ' ἄλλη οὐσία παρὰ τὰ εἴδη· εἰ γὰρ μὴ ἐνεργήσει, οὐκ ἔσται κίνησις.
470Aristoteles, Metaphysica, 12, 7; 6 (auctor 384BC-322BC)
ἐπιθυμητὸν μὲν γὰρ τὸ φαινόμενον καλόν, βουλητὸν δὲ πρῶτον τὸ ὂν καλόν· ὀρεγόμεθα δὲ διότι δοκεῖ μᾶλλον ἢ δοκεῖ διότι ὀρεγόμεθα· ἀρχὴ γὰρ ἡ νόησις.
471Aristoteles, Metaphysica, 12, 7; 13 (auctor 384BC-322BC)
ἐξ ἀνάγκης ἄρα ἐστὶν ὄν· καὶ ᾗ ἀνάγκῃ, καλῶς, καὶ οὕτως ἀρχή.
472Aristoteles, Metaphysica, 12, 7; 24 (auctor 384BC-322BC)
ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἴτια μὲν εἶναι τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐκ ὀρθῶς οἴονται.
473Aristoteles, Metaphysica, 12, 8; 3 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ ἀρχὴ καὶ τὸ πρῶτον τῶν ὄντων ἀκίνητον καὶ καθ' αὑτὸ καὶ κατὰ συμβεβηκός, κινοῦν δὲ τὴν πρώτην ἀΐδιον καὶ μίαν κίνησιν· ἐπεὶ δὲ τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι, καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι καθ' αὑτό, καὶ τὴν ἀΐδιον κίνησιν ὑπὸ ἀϊδίου κινεῖσθαι καὶ τὴν μίαν ὑφ' ἑνός, ὁρῶμεν δὲ παρὰ τὴν τοῦ παντὸς τὴν ἁπλῆν φοράν, ἣν κινεῖν φαμὲν τὴν πρώτην οὐσίαν καὶ ἀκίνητον, ἄλλας φορὰς οὔσας τὰς τῶν πλανήτων ἀϊδίους (ἀΐδιον γὰρ καὶ ἄστατον τὸ κύκλῳ σῶμα· δέδεικται δ' ἐν τοῖς φυσικοῖς περὶ τούτων) , ἀνάγκη καὶ τούτων ἑκάστην τῶν φορῶν ὑπ' ἀκινήτου τε κινεῖσθαι καθ' αὑτὴν καὶ ἀϊδίου οὐσίας.
474Aristoteles, Metaphysica, 12, 8; 18 (auctor 384BC-322BC)
εἰ γὰρ πλείους οὐρανοὶ ὥσπερ ἄνθρωποι, ἔσται εἴδει μία ἡ περὶ ἕκαστον ἀρχή, ἀριθμῷ δέ γε πολλαί.
475Aristoteles, Metaphysica, 12, 10; 4 (auctor 384BC-322BC)
πρὸς μὲν γὰρ ἓν ἅπαντα συντέτακται, ἀλλ' ὥσπερ ἐν οἰκίᾳ τοῖς ἐλευθέροις ἥκιστα ἔξεστιν ὅ τι ἔτυχε ποιεῖν, ἀλλὰ πάντα ἢ τὰ πλεῖστα τέτακται, τοῖς δὲ ἀνδραπόδοις καὶ τοῖς θηρίοις μικρὸν τὸ εἰς τὸ κοινόν, τὸ δὲ πολὺ ὅ τι ἔτυχεν· τοιαύτη γὰρ ἑκάστου ἀρχὴ αὐτῶν ἡ φύσις ἐστίν.
476Aristoteles, Metaphysica, 12, 10; 13 (auctor 384BC-322BC)
οἱ δ' ἄλλοι οὐδ' ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ κακόν· καίτοι ἐν ἅπασι μάλιστα τὸ ἀγαθὸν ἀρχή.
477Aristoteles, Metaphysica, 12, 10; 14 (auctor 384BC-322BC)
οἱ δὲ τοῦτο μὲν ὀρθῶς ὅτι ἀρχήν, ἀλλὰ πῶς τὸ ἀγαθὸν ἀρχὴ οὐ λέγουσιν, πότερον ὡς τέλος ἢ ὡς κινῆσαν ἢ ὡς εἶδος.
478Aristoteles, Metaphysica, 12, 10; 15 (auctor 384BC-322BC)
ἀτόπως δὲ καὶ Ἐμπεδοκλῆς· τὴν γὰρ φιλίαν ποιεῖ τὸ ἀγαθόν, αὕτη δ' ἀρχὴ καὶ ὡς κινοῦσα (συνάγει γάρ) καὶ ὡς ὕλη· μόριον γὰρ τοῦ μίγματος.
479Aristoteles, Metaphysica, 12, 10; 16 (auctor 384BC-322BC)
εἰ δὴ καὶ τῷ αὐτῷ συμβέβηκεν καὶ ὡς ὕλῃ ἀρχῇ εἶναι καὶ ὡς κινοῦντι, ἀλλὰ τό γ' εἶναι οὐ ταὐτό.
480Aristoteles, Metaphysica, 12, 10; 25 (auctor 384BC-322BC)
καὶ τοῖς δύο ἀρχὰς ποιοῦσιν ἄλλην ἀνάγκη ἀρχὴν κυριωτέραν εἶναι, καὶ τοῖς τὰ εἴδη ἔτι ἄλλη ἀρχὴ κυριωτέρα· διὰ τί γὰρ μετέσχεν ἢ μετέχει· καὶ τοῖς μὲν ἄλλοις ἀνάγκη τῇ σοφίᾳ καὶ τῇ τιμιωτάτῃ ἐπιστήμῃ εἶναί τι ἐναντίον, ἡμῖν δ' οὔ.
481Aristoteles, Metaphysica, 12, 10; 27 (auctor 384BC-322BC)
εἴ τε μὴ ἔσται παρὰ τὰ αἰσθητὰ ἄλλα, οὐκ ἔσται ἀρχὴ καὶ τάξις καὶ γένεσις καὶ τὰ οὐράνια, ἀλλ' ἀεὶ τῆς ἀρχῆς ἀρχή, ὥσπερ τοῖς θεολόγοις καὶ τοῖς φυσικοῖς πᾶσιν.
482Aristoteles, Metaphysica, 13, 4; 3 (auctor 384BC-322BC)
Σωκράτους δὲ περὶ τὰς ἠθικὰς ἀρετὰς πραγματευομένου καὶ περὶ τούτων ὁρίζεσθαι καθόλου ζητοῦντος πρώτου (τῶν μὲν γὰρ φυσικῶν ἐπὶ μικρὸν Δημόκριτος ἥψατο μόνον καὶ ὡρίσατό πως τὸ θερμὸν καὶ τὸ ψυχρόν· οἱ δὲ Πυθαγόρειοι πρότερον περί τινων ὀλίγων, ὧν τοὺς λόγους εἰς τοὺς ἀριθμοὺς ἀνῆπτον, οἷον τί ἐστι καιρὸς ἢ τὸ δίκαιον ἢ γάμος· ἐκεῖνος δ' εὐλόγως ἐζήτει τὸ τί ἐστιν· συλλογίζεσθαι γὰρ ἐζήτει, ἀρχὴ δὲ τῶν συλλογισμῶν τὸ τί ἐστιν· διαλεκτικὴ γὰρ ἰσχὺς οὔπω τότ' ἦν ὥστε δύνασθαι καὶ χωρὶς τοῦ τί ἐστι τἀναντία ἐπισκοπεῖν, καὶ τῶν ἐναντίων εἰ ἡ αὐτὴ ἐπιστήμη· δύο γάρ ἐστιν ἅ τις ἂν ἀποδοίη Σωκράτει δικαίως, τούς τ' ἐπακτικοὺς λόγους καὶ τὸ ὁρίζεσθαι καθόλου· ταῦτα γάρ ἐστιν ἄμφω περὶ ἀρχὴν ἐπιστήμης ) · ἀλλ' ὁ μὲν Σωκράτης τὰ καθόλου οὐ χωριστὰ ἐποίει οὐδὲ τοὺς ὁρισμούς· οἱ δ' ἐχώρισαν, καὶ τὰ τοιαῦτα τῶν ὄντων ἰδέας προσηγόρευσαν, ὥστε συνέβαινεν αὐτοῖς σχεδὸν τῷ αὐτῷ λόγῳ πάντων ἰδέας εἶναι τῶν καθόλου λεγομένων, καὶ παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων οἴοιτο μὴ δυνήσεσθαι, πλείω δὲ ποιήσας ἀριθμοίη· πλείω γάρ ἐστι τῶν καθ' ἕκαστα αἰσθητῶν ὡς εἰπεῖν τὰ εἴδη, περὶ ὧν ζητοῦντες τὰς αἰτίας ἐκ τούτων ἐκεῖ προῆλθον· καθ' ἕκαστόν τε γὰρ ὁμώνυμόν τι ἔστι καὶ παρὰ τὰς οὐσίας, τῶν τε ἄλλων ἓν ἔστιν ἐπὶ πολλῶν, καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις.
483Aristoteles, Metaphysica, 13, 8; 9 (auctor 384BC-322BC)
εἰ δ' ἄρα ἔχει πως ἄλλως, λεκτέον ἐν ἀρχῇ μάλιστα τοῦτο καὶ διοριστέον περὶ μονάδος διαφορᾶς, μάλιστα μὲν καὶ διότι ἀνάγκη ὑπάρχειν· εἰ δὲ μή, τίνα λέγουσιν· ὅτι μὲν οὖν, εἴπερ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι, οὔτε συμβλητὰς τὰς μονάδας ἁπάσας ἐνδέχεται εἶναι, φανερόν, οὔτε ἀσυμβλήτους ἀλλήλαις οὐδέτερον τῶν τρόπων· ἀλλὰ μὴν οὐδ' ὡς ἕτεροί τινες λέγουσι περὶ τῶν ἀριθμῶν λέγεται καλῶς.
484Aristoteles, Metaphysica, 13, 8; 12 (auctor 384BC-322BC)
εἰ μὲν οὖν οὕτως ἔχει τὰ περὶ τὸν ἀριθμὸν καὶ θήσει τις εἶναι τὸν μαθηματικὸν μόνον, οὐκ ἔστι τὸ ἓν ἀρχή (ἀνάγκη γὰρ διαφέρειν τὸ ἓν τὸ τοιοῦτο τῶν ἄλλων μονάδων· εἰ δὲ τοῦτο, καὶ δυάδα τινὰ πρώτην τῶν δυάδων, ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἀριθμοὺς τοὺς ἐφεξῆς) · εἰ δέ ἐστι τὸ ἓν ἀρχή, ἀνάγκη μᾶλλον ὥσπερ Πλάτων ἔλεγεν ἔχειν τὰ περὶ τοὺς ἀριθμούς, καὶ εἶναι δυάδα πρώτην καὶ τριάδα, καὶ οὐ συμβλητοὺς εἶναι τοὺς ἀριθμοὺς πρὸς ἀλλήλους.
485Aristoteles, Metaphysica, 13, 8; 39 (auctor 384BC-322BC)
πῶς οὖν ἀρχὴ τὸ ἕν· ὅτι οὐ διαιρετόν, φασίν· ἀλλ' ἀδιαίρετον καὶ τὸ καθόλου καὶ τὸ ἐπὶ μέρους καὶ τὸ στοιχεῖον.
486Aristoteles, Metaphysica, 13, 8; 41 (auctor 384BC-322BC)
ποτέρως οὖν τὸ ἓν ἀρχή· ὥσπερ γὰρ εἴρηται, καὶ ἡ ὀρθὴ τῆς ὀξείας καὶ αὕτη ἐκείνης δοκεῖ προτέρα εἶναι, καὶ ἑκατέρα μία.
487Aristoteles, Metaphysica, 13, 8; 46 (auctor 384BC-322BC)
εἰ δὲ τὸ ἓν αὐτὸ δεῖ † μόνον ἄθετον † εἶναι (οὐθενὶ γὰρ διαφέρει ἢ ὅτι ἀρχή) , καὶ ἡ μὲν δυὰς διαιρετὴ ἡ δὲ μονὰς οὔ, ὁμοιοτέρα ἂν εἴη τῷ ἑνὶ αὐτῷ ἡ μονάς.
488Aristoteles, Metaphysica, 13, 10; 2 (auctor 384BC-322BC)
εἰ μὲν γάρ τις μὴ θήσει τὰς οὐσίας εἶναι κεχωρισμένας, καὶ τὸν τρόπον τοῦτον ὡς λέγεται τὰ καθ' ἕκαστα τῶν ὄντων, ἀναιρήσει τὴν οὐσίαν ὡς βουλόμεθα λέγειν· ἂν δέ τις θῇ τὰς οὐσίας χωριστάς, πῶς θήσει τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς αὐτῶν· εἰ μὲν γὰρ καθ' ἕκαστον καὶ μὴ καθόλου, τοσαῦτ' ἔσται τὰ ὄντα ὅσαπερ τὰ στοιχεῖα, καὶ οὐκ ἐπιστητὰ τὰ στοιχεῖα (ἔστωσαν γὰρ αἱ μὲν ἐν τῇ φωνῇ συλλαβαὶ οὐσίαι τὰ δὲ στοιχεῖα αὐτῶν στοιχεῖα τῶν οὐσιῶν· ἀνάγκη δὴ τὸ ΒΑ ἓν εἶναι καὶ ἑκάστην τῶν συλλαβῶν μίαν, εἴπερ μὴ καθόλου καὶ τῷ εἴδει αἱ αὐταὶ ἀλλὰ μία ἑκάστη τῷ ἀριθμῷ καὶ τόδε τι καὶ μὴ ὁμώνυμον· ἔτι δ' αὐτὸ ὃ ἔστιν ἓν ἕκαστον τιθέασιν· εἰ δ' αἱ συλλαβαί, οὕτω καὶ ἐξ ὧν εἰσίν· οὐκ ἔσται ἄρα πλείω ἄλφα ἑνός, οὐδὲ τῶν ἄλλων στοιχείων οὐθὲν κατὰ τὸν αὐτὸν λόγον ὅνπερ οὐδὲ τῶν [ἄλλων] συλλαβῶν ἡ αὐτὴ ἄλλη καὶ ἄλλη· ἀλλὰ μὴν εἰ τοῦτο, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα ἕτερα ὄντα, ἀλλὰ μόνον τὰ στοιχεῖα· ἔτι δὲ οὐδ' ἐπιστητὰ τὰ στοιχεῖα· οὐ γὰρ καθόλου, ἡ δ' ἐπιστήμη τῶν καθόλου· δῆλον δ' ἐκ τῶν ἀποδείξεων καὶ τῶν ὁρισμῶν, οὐ γὰρ γίγνεται συλλογισμὸς ὅτι τόδε τὸ τρίγωνον δύο ὀρθαῖς, εἰ μὴ πᾶν τρίγωνον δύο ὀρθαί, οὐδ' ὅτι ὁδὶ ὁ ἄνθρωπος ζῷον, εἰ μὴ πᾶς ἄνθρωπος ζῷον) · ἀλλὰ μὴν εἴγε καθόλου αἱ ἀρχαί, ἢ καὶ αἱ ἐκ τούτων οὐσίαι καθόλου ἢ ἔσται μὴ οὐσία πρότερον οὐσίας· τὸ μὲν γὰρ καθόλου οὐκ οὐσία, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ καθόλου, πρότερον δὲ τὸ στοιχεῖον καὶ ἡ ἀρχὴ ὧν ἀρχὴ καὶ στοιχεῖόν ἐστιν.
489Aristoteles, Metaphysica, 14, 1; 5 (auctor 384BC-322BC)
οὐθὲν ἄρα τῶν ἐναντίων κυρίως ἀρχὴ πάντων ἀλλ' ἑτέρα.
490Aristoteles, Metaphysica, 14, 1; 15 (auctor 384BC-322BC)
καὶ τοῦτο κατὰ λόγον· σημαίνει γὰρ τὸ ἓν ὅτι μέτρον πλήθους τινός, καὶ ὁ ἀριθμὸς ὅτι πλῆθος μεμετρημένον καὶ πλῆθος μέτρων (διὸ καὶ εὐλόγως οὐκ ἔστι τὸ ἓν ἀριθμός· οὐδὲ γὰρ τὸ μέτρον μέτρα, ἀλλ' ἀρχὴ καὶ τὸ μέτρον καὶ τὸ ἕν) .
491Aristoteles, Metaphysica, 14, 3; 14 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ ἐκ τοῦ μεγάλου καὶ μικροῦ, ὁ αὐτὸς ἐκείνῳ ἔσται τῷ τῶν ἰδεῶν (ἐξ ἄλλου δέ τινος μικροῦ καὶ μεγάλου τὰ [γὰρ] μεγέθη ποιεῖ) · εἰ δ' ἕτερόν τι ἐρεῖ, πλείω τὰ στοιχεῖα ἐρεῖ· καὶ εἰ ἕν τι ἑκατέρου ἡ ἀρχή, κοινόν τι ἐπὶ τούτων ἔσται τὸ ἕν, ζητητέον τε πῶς καὶ ταῦτα πολλὰ τὸ ἓν καὶ ἅμα τὸν ἀριθμὸν γενέσθαι ἄλλως ἢ ἐξ ἑνὸς καὶ δυάδος ἀορίστου ἀδύνατον κατ' ἐκεῖνον.
492Aristoteles, Metaphysica, 14, 4; 4 (auctor 384BC-322BC)
παρὰ μὲν γὰρ τῶν θεολόγων ἔοικεν ὁμολογεῖσθαι τῶν νῦν τισίν, οἳ οὔ φασιν, ἀλλὰ προελθούσης τῆς τῶν ὄντων φύσεως καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἐμφαίνεσθαι (τοῦτο δὲ ποιοῦσιν εὐλαβούμενοι ἀληθινὴν δυσχέρειαν ἣ συμβαίνει τοῖς λέγουσιν, ὥσπερ ἔνιοι, τὸ ἓν ἀρχήν· ἔστι δ' ἡ δυσχέρεια οὐ διὰ τὸ τῇ ἀρχῇ τὸ εὖ ἀποδιδόναι ὡς ὑπάρχον, ἀλλὰ διὰ τὸ τὸ ἓν ἀρχὴν καὶ ἀρχὴν ὡς στοιχεῖον καὶ τὸν ἀριθμὸν ἐκ τοῦ ἑνός) , οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, ᾗ βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους, οἷον νύκτα καὶ οὐρανὸν ἢ χάος ἢ ὠκεανόν, ἀλλὰ τὸν Δία· οὐ μὴν ἀλλὰ τούτοις μὲν διὰ τὸ μεταβάλλειν τοὺς ἄρχοντας τῶν ὄντων συμβαίνει τοιαῦτα λέγειν, ἐπεὶ οἵ γε μεμιγμένοι αὐτῶν [καὶ] τῷ μὴ μυθικῶς πάντα λέγειν, οἷον Φερεκύδης καὶ ἕτεροί τινες, τὸ γεννῆσαν πρῶτον ἄριστον τιθέασι, καὶ οἱ Μάγοι, καὶ τῶν ὑστέρων δὲ σοφῶν οἷον Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας, ὁ μὲν τὴν φιλίαν στοιχεῖον ὁ δὲ τὸν νοῦν ἀρχὴν ποιήσας.
493Aristoteles, Meteorologica, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπεί γάρ διώρισται πρότερον ἡμῖν μία μέν ἀρχή τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δέ τέτταρα σώματα διά τάς τέτταρας ἀρχάς, ὧν διπλῆν εἶναί φαμεν τήν κίνησιν, τήν μέν ἀπό τοῦ μέσου, τήν δ’ ἐπί τό μέσον· τεττάρων δ’ ὄντων τούτων, πυρός καί ἀέρος καί ὕδατος καί γῆς, τό μέν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ, τό δ’ ὑφιστάμενον γῆν· δύο δ’ ἃ πρός αὑτά τούτοις ἀνάλογον ἔχει· ἀήρ μέν γάρ πυρός ἐγγυτάτω τῶν ἄλλων, ὕδωρ δέ γῆς.
494Aristoteles, Meteorologica, 1, I 2; 3 (auctor 384BC-322BC)
Ἔστι δ’ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνω φοραῖς, ὥστε πᾶσαν αὐτοῦ τήν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· ὅθεν γάρ ἡ τῆς κινήσεως ἀρχή πᾶσιν, ἐκείνην αἰτίαν νομιστέον πρώτην.
495Aristoteles, Meteorologica, 1, I 2; 5 (auctor 384BC-322BC)
Ὥστε τῶν συμβαινόντων περί αὐτόν πῦρ μέν καί γῆν καί τά συγγενῆ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γιγνομένων αἴτια χρή νομίζειν (τό γάρ ὑποκείμενον καί πάσχον τοῦτον προσαγορεύομεν τόν τρόπον), τό δ’ οὕτως αἴτιον ὡς ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τήν τῶν ἀεί κινουμένων αἰτιατέον δύναμιν.
496Aristoteles, Meteorologica, 1, I 4; 2 (auctor 384BC-322BC)
Ἀρχή δ’ ἐστί καί τούτων καί πολλῶν ἄλλων ἥδε.
497Aristoteles, Meteorologica, 1, I 7; 4 (auctor 384BC-322BC)
Ὅταν οὖν εἰς τήν τοιαύτην πύκνωσιν ἐμπέσῃ διά τήν τῶν ἄνωθεν κίνησιν ἀρχή πυρώδης, μήτε οὕτω πολλή λίαν ὥστε ταχύ καί ἐπί πολύ ἐκκάειν, μήθ’ οὕτως ἀσθενής ὥστ’ ἀποσβεσθῆναι ταχύ, ἀλλά πλείων καί ἐπί πολύ, ἅμα δέ κάτωθεν συμπίπτῃ ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστήρ τοῦτο γίνεται κομήτης, ὅπως ἂν τό ἀναθυμιώμενον τύχῃ ἐσχηματισμένον· ἐάν μέν γάρ πάντῃ ὁμοίως, κομήτης, ἐάν δ’ ἐπί μῆκος, καλεῖται πωγωνίας.
498Aristoteles, Meteorologica, 1, I 7; 6 (auctor 384BC-322BC)
Εἰ δή τοῦτο διαμείνειε καί μή καταμαρανθείη διελθόν, ᾗ μάλιστα ἐπύκνωσε τό ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχή τῆς φορᾶς ἡ τελευτή τῆς διαδρομῆς.
499Aristoteles, Meteorologica, 1, I 7; 8 (auctor 384BC-322BC)
Ὅταν μέν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχή τῆς συστάσεως ᾖ, καθ’ ἑαυτόν φαίνεται κομήτης· ὅταν δ’ ὑπό τῶν ἄστρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπό τῆς κινήσεως συνιστῆται ἡ ἀναθυμίασις, τότε κομήτης γίγνεται τούτων τις· οὐ γάρ πρός αὐτοῖς ἡ κόμη γίγνεται τοῖς ἄστροις, ἀλλ’ ὥσπερ αἱ ἅλῳ περί τόν ἥλιον φαίνονται καί τήν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων τῶν ἄστρων, ὅταν οὕτως ᾖ πεπυκνωμένος ὁ ἀήρ ὥστε τοῦτο γίγνεσθαι τό πάθος ὑπό τήν τοῦ ἡλίου πορείαν, οὕτω καί ἡ κόμη τοῖς ἄστροις οἷον ἅλως ἐστίν.
500Aristoteles, Meteorologica, 1, I 13; 4 (auctor 384BC-322BC)
Διό βέλτιον οἱ πολλοί λέγουσιν ἄνευ ζητήσεως τῶν μετά ζητήσεως οὕτω λεγόντων· εἰ μέν γάρ ἐκ μιᾶς ἀρχῆς ἅπαντες ῥέουσι, κἀκεῖ τά πνεύματα τόν αὐτόν τρόπον, τάχ’ ἄν τι λέγοιεν οἱ λέγοντες οὕτως· εἰ δ’ ὁμοίως ἐνταῦθα κἀκεῖ, δῆλον ὅτι τό κόμψευμα ἂν εἴη τοῦτο ψεῦδος, ἐπεί τοῦτό γε προσήκουσαν ἔχει σκέψιν, τί τ’ ἐστίν ὁ ἄνεμος, καί γίνεται πῶς, καί τί τό κινοῦν, καί ἡ ἀρχή πόθεν αὐτῶν, καί πότερον ἄρ’ ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῥέοντα τόν ἄνεμον, καί μέχρι τούτου ῥεῖν ἕως ἂν κενωθῇ τό ἀγγεῖον, οἷον ἐξ ἀσκῶν ἀφιέμενον, ἢ καθάπερ καί οἱ γραφεῖς γράφουσιν, ἐξ αὑτῶν τήν ἀρχήν ἀφιέντας.