'αυθάδης' - search in All Authors, Showing 1 to 7 of 7 hits

1Aristoteles, Ethica Eudemia, 3; 126 (auctor 384BC-322BC)
διὸ ἐνίοτε οἱ ἐναντίοι τοῦ αὐτοῦ ἀντιποιοῦνται, οἷον ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ αὐθάδης τῷ σεμνῷ καὶ ὁ θρασὺς τῷ ἀνδρείῳ· εἰσὶ γὰρ καὶ περὶ ταὐτὰ καὶ ὅμοροι μέχρι τινός, ὥσπερ ὁ ἀνδρεῖος ὑπομενετικὸς κινδύνων καὶ ὁ θρασύς, ἀλλ' ὃ μὲν ὧδε ὃ δ' ὧδε· ταῦτα δὲ διαφέρει πλεῖστον.
2Aristoteles, Ethica Eudemia, 3; 169 (auctor 384BC-322BC)
σεμνότης δὲ μεσότης αὐθαδείας καὶ ἀρεσκείας· ὁ μὲν γὰρ μηδὲν πρὸς ἕτερον ζῶν καταφρονητικὸς αὐθάδης, ὁ δὲ πάντα πρὸς ἄλλον ἢ καὶ πάντων ἐλάττων ἄρεσκος, ὁ δὲ τὰ μὲν τὰ δὲ μή, καὶ πρὸς τοὺς ἀξίους οὕτως ἔχων σεμνός.
3Aristoteles, Magna moralia, 1, 28, 2; 2 (auctor 384BC-322BC)
ὅ τε γὰρ αὐθάδης τοιοῦτός ἐστιν οἷος μηθενὶ ἐντυχεῖν μηδὲ διαλεγῆναι (ἀλλὰ τοὔνομα ἔοικεν ἀπὸ τοῦ τρόπου κεῖσθαι ὁ γὰρ αὐθάδης αὐτοάδης τις ἐστίν, ἀπὸ τοῦ αὐτὸς αὑτῷ ἀρέσκειν) ὁ δὲ ἄρεσκος τοιοῦτος οἷος πᾶσιν ὁμιλεῖν καὶ πάντως καὶ πανταχῇ.
4Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 49; 3
Ρουβην, πρωτότοκός μου σύ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 49; 7
ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ.
6Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 21; 24
θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται· ὃς δὲ μνησικακεῖ, παράνομος.
7Markos monachos, Florilegium et opuscula, Sermo A, 14; 3 (auctor fl.1260)
Καὶ γὰρ πᾶς ἀνὴρ τύπον ἐπέχει τοῦ ἀληθινοῦ Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, ἡ δὲ γυνὴ τύπον τῆς ἐκκλησίας, καὶ ὥσπερ ἡ ἐκκλησία τῷ Χριστῷ ὑποτάσσεται, οὕτως ὀφείλει καὶ πᾶσα γυνὴ τῷ ἰδίῳ ἀνδρὶ ὑποτάσσεσθαι {Eph 5,24}, καὶ οὐκ ἐν τούτῳ καταπειθὴς αὐτῷ εἶναι, ἐν ἐκείνῳ δὲ δυσπειθὴς καὶ αὐθάδης, ἀλλ᾿ἐν πᾶσι καὶ πάντοτε· καὶ ἁπλῶς εἰπεῖν αὐτὸν ἔχειν νόμον καὶ κανόνα καὶ ἄρχοντα, καὶ πάντα τὰ ἐκείνῳ ἀρέσκοντα ἐκτελεῖν, καὶ μὴ φιλονεικεῖν καὶ τὸ ἑαυτῆς συντάξαι θέλημα.