'αυθαίρετος' - search in All Authors, Showing 1 to 5 of 5 hits

1Aristoteles, Ethica Nicomachea, 3, 7; 27 (auctor 384BC-322BC)
εἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντασίας οὐ κύριοι, ἀλλ' ὁποῖός ποθ' ἕκαστός ἐστι, τοιοῦτο καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος ἑαυτῷ τῆς ἕξεώς ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος· εἰ δὲ μή, οὐθεὶς αὑτῷ αἴτιος τοῦ κακοποιεῖν, ἀλλὰ δι' ἄγνοιαν τοῦ τέλους ταῦτα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθαι, ἡ δὲ τοῦ τέλους ἔφεσις οὐκ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ᾗ κρινεῖ καλῶς καὶ τὸ κατ' ἀλήθειαν ἀγαθὸν αἱρήσεται, καὶ ἔστιν εὐφυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ' ἑτέρου μὴ οἷόν τε λαβεῖν μηδὲ μαθεῖν, ἀλλ' οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυΐα.
2Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 17
ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.
3Constantinus I, Epistolae, 8, 0479A (auctor c.272–337)
Ἐπειδὴ τοιοῦτοι χάρται παρὰ Ἀνυλίνου τοῦ λαμπροτάτου ἀνθυπάτου τῆς Ἀφρικῆς πρὸς μὲ πλείους ἀπεστάλησαν, ἐν οἵς ἐμφρέται Καικιλιανὸν τὸν ἐπίσκοπον τῆς Καρταγεννησίων πόλεως παρά τινων κολλήγων αὐτοῦ τῶν κατὰ τὴν Ἀφρικὴν καθεστώτων, ἐν πολλοῖς πράγμασιν εὐθύνεσθαι· καὶ τοῦτό μοι βαρὺ σφόδρα δοκεῖ, τὸ ἐν ταύταις ταῖς ἐπαρχίαις ἅς τῇ ἐμῇ καθοσιώσει αὐθαίρετος ἡ θεία πρόνοια ἐνεχείρισε, κᾄκεῖσε πολὺ πλῆθος λαοῦ, ὄχλον ἐπὶ τὸ φαυλότερον ἐπιμένοντα εὑρίσκεσθαι ὡσανεὶ διχοστατοῦντα, καὶ μεταξὺ ἐπισκόπους διαφόρας ἔχειν, ἔδοξέ μοι ἵν' αὐτὸς ὁ Καικιλιανὸς μετὰ δέκα ἐπισκόπων τῶν αὐτῶν εὐθύνειν δοκούντων, καὶ δέκα ἑτέρων οὓς αὐτὸς τῇ ἑαυτοῦ δίκῃ ἀναγκαίους ὑπολάβοι, εἰς τὴν Ῥώμην πλῷ ἀπιέναι· ἵν' ἐκεῖσε ὑμῶν παρόντων, ἀλλὰ μὴν καὶ Ῥετικίου καὶ Ματέριου καὶ Μαρίνου τῶν κολλήγων ὑμῶν, οὓς τούτου ἔνεκεν εἰς τὴν Ρώμην προσέταξα ἐπισπεῦσαι, δυνηθῇ ἀκουσθῆναι, ὡς ἂν καταμάθοισε τῷ σεβασμιωτάτῳ νόμῳ αῥμόττειν· ἵνα μέντοι καὶ περὶ πάντων αὐτῶν τούτων πληρεστάτην δυνηθῆτε ἒχειν γνῶσιν, τὰ ἀντίτυπα τῶν ἐγγράφων τῶν πρὸς μὲ παρὰ Ἀνυλίνου ἀποσταλέντων, γράμμασιν ἐμοῖς ὑποτάξας, πρὸς τοὺς προειρημένους κόλληγας ὑμῶν ἐξέπεμψα· οἷς ἐντυχοῦσα ἡ ὑμετέρα στεῤῥότης, δοκιμάσει ὅν τινα χρὴ πρόπον τὴν προειρημένην δίκην ἐπιμελέστατα διευκρινῆσαι, καὶ κατὰ τὸ δίκαιον τερματίσαι· ὁπότε μη δὲ τὴν ὑμετέραν ἐπιμέλεειαν λανθάνει, τοσαύτην με αἰδῶ τῇ ἐν θέσμῳ καθολικῇ ἐκκλησίᾳ ἀπονέμειν, ὡς μηδὲν καθόλου σχίσμα ἣ διχοστασίαν ἔν τινι τόπῳ βούλεσθαί με ὑμᾶς καταλιπεῖν.
4Desiderius Erasmus, Adagia, Chiliades, 3, 2182; 5 (opus 1508)
Hesychius contra: Ἐφ’ ὃν ἕτερος ἄγει, οὐκ αὐθαίρετος, id est Ad quod alius adigit, non spontaneum.
5Desiderius Erasmus, Adagia, Chiliades, 4, 3408; 1 (opus 1508)
Celebratur inter Graecos cum primis bellus et elegans trimeter: Αὐθαίρετος λύπη ᾿στιν ἡ τέκνον σπορά, id est Ultroneus dolor est parare liberos.