'αυτοκράτωρ' - search in All Authors, Showing 1 to 15 of 15 hits

1Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 1; 7
πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός,
2Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 1; 13
Ζητοῦμεν δὴ τοίνυν εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός.
3Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 1; 30
ὁ γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δὲ παθῶν αὐτοκράτωρ. Ἐπιθεωρεῖτε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός.
4Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 16; 1
Εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους τῶν τέκνων ὁρῶσα, ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
5Dositheus, Hermeneumata Leidensia, II, 34; 1 (auctor c.350)
βασιλεύς rex αὐτοκράτωρ imperator ἄναξ imperator σεβαστός augustus δήμαρχος tribunus plebis σύγκλητος senatus ὕπατοι consules στρατηγός praetor πρεσβευτής legatus ταμίας quaestor ἀγορανόμος aedilis ὑπατικός consularis ἀνθύπατος proconsul ἐπαρχία provincia συγκάθεδροι assessores
6Flavius Constantinus, Epistola, 87, 1147A
Ἐν ὀνόματι τοῦ Κυρίου καὶ Δεσπότου Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν, αὐτοκράτωρ Φλάβιος Κωνσταντῖνος, πιστὸς, μέγας βασιλεύς.
7Ioannes Scotus Erigena, Versus, 122, 1240C (auctor 810-877)
hodie imperator sapiens et preciose Carle Σήμερον, Αὐτοκράτωρ φρόνιμος καὶ τίμιε Κάρλε, martyr excelsus fulget dionisius ecce Μάρτυρος ὑψηλὸς λάμπει Διονύσιος ἰδοὺ, quem Deus celitus in terris et tu magnificavit Ὃν Θεὸς οὐρανόθεν, ἐπὶ γῆς καὶ σὺ, μεγαλύνοι, videns hic tenebras dum dominus abstulit ἰδὼν τοὺς σκότους, ὡς κύριος ἀφειλετο cruce arti mundi arti peccata dixit que Σταυρῷ τοῦ κόσμου τὰς ἁμαρτίας, ἀλάλησέν τε.
8Iustinianus, Digesta Iustiniani Augusti, 19, 2, 49; 2 (auctor c.482-565)
Οἱ ἐπίτροποι γενόμενοι ἢ κουράτορες πρὶν ἐκτίσαι τὰ τῆς κηδεμονίας μισθωταὶ Καίσαρος γενέσθαι κωλύονται· κἄν τις ἀποκρυψάμενος τοῦτο προσέλθῃ τῇ μισθώσει τῶν τοῦ Καίσαρος χωρίων, ὡς παραποιήσας κολάζεται· τοῦτο ἐκέλευσεν ὁ αὐτοκράτωρ σεβῆρος.
9Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 6; 2 (auctor c.482-565)
Ἐὰν δύο ἔχοντι ἐπιτροπὰς ἄλλαι δύο ὁμοῦ ἐπαχθῶσιν, ἡ τῇ τάξει τρίτη βοηθήσει αὐτῷ εἰς τὴν ἄφεσιν τῆς τετάρτης, κἂν αὐτοκράτωρ ᾖ ὁ τὴν τετάρτην ἐγχειρίσας, ἢ τὴν τρίτην, πρὶν μέντοι γνῶναι τὰ τοῦ αὐτοκράτορος φθάσῃ προβληθεὶς εἰς ἄλλην.
10Iustinianus, Digesta Iustiniani Augusti, 49, 1, 25; 2 (auctor c.482-565)
Ἀυτοκράτωρ Ἀλέξανδρος τῷ κοινῷ τῶν ἐν Βιθυνίᾳ Ἑλλήνων.
11Iustinianus I Augustus, Adversus Origenem, 69, 0225 (auctor c.482–565)
Ἐν ὀνόματι Θεοῦ καὶ πατρὸς, καὶ τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, καὶ τοῦ ἁγίου πνεύματος. Αὐτοκράτωρ Καίσαρ Φιλόχριστος Ἰουστινιανὸς, Ἀλαμανικὸς, Γοτθικὸς, Φραγκικὸς, Γερμανικὸς, Ἀντικὸς, Ἀλανικὸς, Οὐανδαλικὸς, ἀφρικανὸς, εὐσεβὴς, εὐτυχὴς, ἔνδοξος, νικητὴς, τροπαιοῦχος, ἀεισέβαστος, Αὔγουστος, ἅπαντι τῷ πληρώματι τῆς καθολικῆς καὶ ἀποστολικῆς ἑκκλησίας.
12Iustinianus I Augustus, Novellae selectae, 72, 0976D (auctor c.482–565)
Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, αὐτοκράτωρ Καῖσαρ, Φλάβιος Ἰουστινιανὸς, Ἀλαμανικὸς, Γοτθικὸς, Φραγγικὸς, Γερμανικὸς, Ἀντικὸς, Ἀλανικὸς, Οὐανδαλικὸς, Ἀφρικὸς, εὐσεβὴς, εὐτυχὴς, ἔνδοξος, νικητὴς, τροπαιοῦχος, ἀεισέβαστος Αὔγουστος, Μηννᾷ πατριάρχῃ.
13Plato, Epistolae, 1, 309; 3 (auctor c.425BC-347BC)
αὐτοκράτωρ δὲ πολλάκις τὴν ὑμετέραν πόλιν διαφυλάξας, ἀπεπέμφθην ἀτιμότερον ἢ πτωχὸν ὑμῶν ἀποστελλόντων προσήκει καὶ κελευόντων ἐκπλεῦσαι, τοσοῦτον παρ' ὑμῖν διατρίψαντα χρόνον.
14Plato, Leges, 1c, 713; 11 (auctor c.425BC-347BC)
γιγνώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα, μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι, ταῦτ' οὖν διανοούμενος ἐφίστη τότε βασιλέας τε καὶ ἄρχοντας ταῖς πόλεσιν ἡμῶν, οὐκ ἀνθρώπους ἀλλὰ γένους θειοτέρου τε καὶ ἀμείνονος, δαίμονας, οἷον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἥμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖσί τινας, ἀλλ' ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος.
15Plato, Leges, 1h, 875; 3 (auctor c.425BC-347BC)
γνῶναι μὲν γὰρ πρῶτον χαλεπὸν ὅτι πολιτικῇ καὶ ἀληθεῖ τέχνῃ οὐ τὸ ἴδιον ἀλλὰ τὸ κοινὸν ἀνάγκη μέλειν – τὸ μὲν γὰρ κοινὸν συνδεῖ, τὸ δὲ ἴδιον διασπᾷ τὰς πόλεις – καὶ ὅτι συμφέρει τῷ κοινῷ τε καὶ ἰδίῳ, τοῖν ἀμφοῖν, ἢν τὸ κοινὸν τιθῆται καλῶς μᾶλλον ἢ τὸ ἴδιον· δεύτερον δέ, ἐὰν ἄρα καὶ τὸ γνῶναί τις ὅτι ταῦτα οὕτω πέφυκεν λάβῃ ἱκανῶς ἐν τέχνῃ, μετὰ δὲ τοῦτο ἀνυπεύθυνός τε καὶ αὐτοκράτωρ ἄρξῃ πόλεως, οὐκ ἄν ποτε δύναιτο ἐμμεῖναι τούτῳ τῷ δόγματι καὶ διαβιῶναι τὸ μὲν κοινὸν ἡγούμενον τρέφων ἐν τῇ πόλει, τὸ δὲ ἴδιον ἑπόμενον τῷ κοινῷ, ἀλλ' ἐπὶ πλεονεξίαν καὶ ἰδιοπραγίαν ἡ θνητὴ φύσις αὐτὸν ὁρμήσει ἀεί, φεύγουσα μὲν ἀλόγως τὴν λύπην, διώκουσα δὲ τὴν ἡδονήν, τοῦ δὲ δικαιοτέρου τε καὶ ἀμείνονος ἐπίπροσθεν ἄμφω τούτω προστήσεται, καὶ σκότος ἀπεργαζομένη ἐν αὑτῇ πάντων κακῶν ἐμπλήσει πρὸς τὸ τέλος αὑτήν τε καὶ τὴν πόλιν ὅλην.