'αυτού' - search in All Authors, Showing 1 to 500 of 13052 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1218A
Δεσπόταις εὐσεβεστάτοις καὶ γαληνοτάτοις, νικηταῖς, τροπαιούχοις, τέκνοις ἠγαπημένοις [ἐν] τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, Κωνσταντίνῳ καὶ Εἰρήνῃ Αὐγούστοις Ἀδριανὸς δοῦλος τῶν δούλων τοῦ Θεοῦ Ὁ Θεὸς « ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ λυτρωσάμενος ἡμᾶς τῆς ἐξουσίας τοῦ σκότους » διὰ τῆς σαρκώσεως τοῦ Υἱοῦ αὐτοῦ τοῦ ἀληθινοῦ φωτὸς, « ἐν ᾧ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι, καὶ δι' αὐτοῦ πάντα ἀνακαινίσας, καὶ ἐν αὐτῷ εἰρηνεύσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ ὄντα, » διὰ τὸ πλῆθος τοῦ πλούτου τῆς ἀγαθότητος αὐτοῦ, ἐπιβλέψας εἰς τὸ πρόσωπον τῆς Ἐκκλησίας αὐτοῦ, τὴν ὑμετέραν εὐσέβειαν καὶ προωρισμένην γαληνότητα τῆς ἐπιεικείας εἰς τὴν τελειότητα τῆς πίστεως καλέσαι βασιλικῆς κατηξίωσεν· ἵνα πᾶσαν τὴν φαυλότητα τοῦ ψεύδους δι' ὑμῶν καλύψῃ, καὶ φανερώσῃ τὴν ἀλήθειαν.
2Adrianus I, Epistolae, 96, 1218B
Εἴθε μὴ λογισθείη αὐτοῖς ἡ ἁμαρτία ἐκείνη· κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐμβαλεῖν χεῖρας αὐτῶν εἰς τὴν Ἐκκλησίαν· ὅτι πᾶς ὁ λαὸς ὁ ὢν ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐπλανήθησαν, καὶ ἐν τῇ ἰδίᾳ βουλήσει, ὡς ἔδοξεν ἑκάστῳ, ἐχρήσαντο αὐταῖς, ἕως οὗ ὁ Θεὸς ἤγειρεν ὑμᾶς βασιλεύειν, τοὺς ἐν ἀληθείᾳ ζητοῦντας τὴν δόξαν αὐτοῦ, καὶ τὰ παραδοθόντα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πάντων διδασκάλων κρατεῖν, καὶ τιμᾷν τὰς σεβασμίας εἰκόνας, τὰς διὰ τῆς ἀνοίας τῶν αἱρετικῶν κατενεχθείσας.
3Adrianus I, Epistolae, 96, 1219A
Καὶ μάλιστα ἐὰν τῇ παραδόσει τῆς ὀρθοδόξου πίστεως τῆς Ἐκκλησίας τοῦ ἁγίου Πέτρου καὶ Παύλου τῶν κορυφαίων ἀποστόλων ἐξυκολουθήσῃ, καὶ ἐναγκαλίσηται τὸν βικάριον αὐτῶν, καθὼς καὶ οἱ ἐξ ἀρχῆς προηγησάμενοι βασιλεῖς καὶ ἐτίμησαν τὸν βικάριον αὐτῶν, καὶ ἠγάπησαν ἐξ ὅλης τῆς καρδίας αὐτῶν, τιμήσῃ δὲ τὸ ὑμέτερον Θεοδώρητον κράτος τὴν Ῥωμαϊκὴν ἁγιωτάτην Ἐκκλησίαν τῶν κορυφαίων ἀποστόλων, οἷς ἐδόθη ἐξουσία παρ' αὐτοῦ τοῦ Θεοῦ Λόγου λύειν τε καὶ δεσμεῖν ἁμαρτίας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
4Adrianus I, Epistolae, 96, 1219B
Καὶ κοιμωμένου αὐτοῦ, ἰδοὺ παρέστησαν αὐτῷ οἱ ἅγιοι ἀπόστολοι, ὅ τε Πέτρος καὶ Παῦλος λέγοντες· « Ἐπειδὴ ἐπέτρεψας [Ex., οὐκ ἐπέστρεψας, sive ἔφριξας] βασιλεῦ νηπίων αἱματεκχυσίαν γενέσθαι περὶ τοῦ νοσήματος οὗ ἔχεις, ἰδοὺ ἀπεστάλημεν παρὰ Χριστοῦ δοῦναί σοι σωτηρίαν.
5Adrianus I, Epistolae, 96, 1219C
Καὶ πέμψας μετακάλεσον Σίλβεστρον τὸν ἐπίσκοπον, τὸν ἐκφυγόντα ἐκ σοῦ διὰ τὸν διωγμὸν ὃν ἔχεις, καὶ σήμερον ὄντα ἐν τῷ ὅρει Σωράκτει κεκρυμμένον ἐν σπηλαίοις πετρῶν μετὰ τοῦ κλήρου αὐτοῦ.
6Adrianus I, Epistolae, 96, 1219C
Σὺ δὲ ἑαυτὸν καθάρισον, ἀποθέμενος πᾶσαν τὴν τῶν εἰδώλων λατρείαν, καὶ Θεῷ μόνῳ τῷ ἀληθινῷ προσκύνησον, καὶ κατὰ τὸ θέλημα αὐτοῦ πορεύου.
7Adrianus I, Epistolae, 96, 1219C
» Διεγερθεὶς δὲ ἐκ τοῦ ὕπνου παραχῆμα συνῆξε πάντας τοὺς τοῦ παλατίου αὐτοῦ, καὶ τὸν σκοπὸν τοῦ ἐνυπνίου αὐτοῦ ἐξηγήσατο αὐτοῖς, καὶ εὐθέως ἀπέστειλεν ἐν τῷ ὄρει Σωράκτει, ἐν ᾧ ἦν ὁ ἅγιος Σίλβεστρος κεκρυμμένος μετὰ τοῦ κλήρου αὐτοῦ, σχολάζων ἐν ἀναγνώσει βίβλων.
8Adrianus I, Epistolae, 96, 1219D
Καὶ ἰδὼν κύκλωθεν στρατὸν ἐπιστάντα, εἶπε τῷ κλήρῳ αὐτοῦ· « ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.
9Adrianus I, Epistolae, 96, 1219D
» Καὶ ἐξελθόντι ἐῤῥέθη αὐτῷ παρὰ τῶν στρατιωτῶν, περὶ οὗ ζητεῖται κεφαλαίου· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα μετὰ τριῶν πρεσβυτέρων καὶ δύο διακόνων, καὶ ἰδὼν αὐτὸν εἶπεν· « Εἰρήνη σοι, ὦ βασιλεῦ, ἐκ τοῦ οὐρανοῦ ἄνωθεν, καὶ νίκη· » Ὁ οὖν βασιλεὺς ἱλαρῷ ὄμματι καὶ ἁπλῇ τῇ καρδίᾳ δεξάμενος τοὺς λόγους αὐτοῦ, πάντα ὅσα ἀπεκαλύφθησαν αὐτῷ, ἐξηγήσατο τῷ ἁγίῳ Σιλβέστρῳ.
10Adrianus I, Epistolae, 96, 1223A
Καὶ μετὰ ταῦτα ὁ κύριος Ζαχαρίας, καὶ Στέφανος, καὶ Παῦλος, καὶ ἕτερος Στέφανος, οἱ προηγησάμενοι ἡμῶν ἁγιώτατοι ἀρχιερεῖς, τὸν πάππον καὶ τὸν πατέρα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας περὶ τῆς ἀποκαταστάσεως τῶν αὐτῶν ἱερῶν εἰκόνων ἐδυσώπησαν, ὁμοίως δὲ καὶ ἡ ἡμετέρα εὐτέλεια μετὰ μεγάλης ταπεινοφροσύνης τὴν ὑμετέραν βασιλείαν δυσωπεῖ, ἵνα καθὼς ἐκ τῶν ἁγιωτάτων τῶν προηγησαμένων ἡμῶν καὶ δοκιμωτάτων ἀρχιερέων ἐδεξάμεθα, ἐν ταῖς ἐκκλησίαις διὰ μνήμην τὰς ἱστορίας ἀναστηλώσωμεν, καὶ τὴν ἱερὰν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκωσιν τῆς αὐτοῦ ἀνθρωπομορφίας ἐν τῇ αὐλῇ τοῦ Θεοῦ καταστήσωμεν, ἅμα καὶ τῆς ἁγίας αὐτοῦ μητρὸς, καὶ τῶν ἁγίων καὶ μακαρίων ἀποστόλων, προφητῶν τε καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ διὰ τὸν πόθον σεβώμεθα.
11Adrianus I, Epistolae, 96, 1223A
Λοιπὸν οὖν καὶ ἡ ὑμετέρα ἐπιεικεστάτη βασιλεία δυναστείαν ἐν τοῖς μέρεσι τῆς αὐτῆς Γραικίας ποιῆσαι κελεύσῃ, καὶ τὴν ὀρθόδοξον πίστιν ἐξισώσῃ· ἵνα, καθὼς γεγραπται, « Γένηται μία ποίμνη καὶ εἷς ποιμήν· » ἐπειδὴ ἐν ὅλῳ τῷ κόσμῳ, ὅπου ἐστὶν ὁ Χριστιανισμὸς, αἱ αὐταὶ σεβάσμιαι εἰκόνες παρὰ πάντων τῶν πιστοτά· των τιμῶνται· ὅπως διὰ τοῦ ὁρατοῦ χαρακτῆρος εἰς τὴν ἀόρατον θεότητα τῆς μεγαλειότητος αὐτοῦ ἡ διάνοια ἡμῶν ἁρπαγῇ πνευματικῇ τάξει κατὰ τὴν σάρκα, ἢν ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν δέξασθαι κατηξίωσε.
12Adrianus I, Epistolae, 96, 1223B
Καὶ τὸν λυτρωτὴν ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς ὑπάρχοντα προσκυνῶμεν, καὶ ἐν τῷ πνεύματι δοξάζοντες αἰνῶμεν· ὅτι καθὼς γέγραπται, « Ὁ Θεὸς πνεῦμά ἐστι· » καὶ κατὰ τοῦτο δοξάζοντες πνευματικῶς προσκυνοῦμεν τὴν αὐτοῦ θειότητα.
13Adrianus I, Epistolae, 96, 1223B
Ἐπεὶ μὴ γένοιτο ἡμῖν, ἵνα τὰς αὐτὰς εἰκόνας, καθὼς φλυαροῦσί τινες, θεοποιήσωμεν· ὁ γὰρ μόχθος καὶ ὁ πόθος ἡμῶν, ὃν ἔχομεν, εἰς τὸν πόθον τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ ἐστι.
14Adrianus I, Epistolae, 96, 1223C
Ὁ δὲ Ἄβελ ἐκ τῶν προτοτόκων τῆς ποίμνης αὐτοῦ δῶρα προσήγαγεν ἰδίᾳ βουλήσει Κυρίῳ τῷ Θεῷ.
15Adrianus I, Epistolae, 96, 1223C
Περὶ οὗ ἀναγινώσκομεν, ὅτι « Ἐπέβλεψε Κύριος ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ.
16Adrianus I, Epistolae, 96, 1223D
Καὶ ὁ Ἰακώβ δὲ φυγὼν ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ, ἐν ὕπνοις τοὺς ἀγγέλους τοῦ Θεοῦ εἶδεν ἀναβαίνοντας καὶ καταβαίνοντας διὰ κλίμακος, καὶ ἐπ' αὐτῆς τὸν Κύριον λαλοῦντα πρὸς αὐτόν· καὶ ἀναστὰς, ἰδίᾳ βουλήσει ἐπῆρε τὸν λίθον ὃν εἶχε πρὸς τὴν κεφαλὴν αὐτοῦ· καὶ στήσας αὐτὸν, καὶ ἐκχέας ἐλαιον ἐπάνω αὐτοῦ, ἐκάλεσε τὸν τόπον Βαιθὴλ, λέγων· « Οὐκ ἔστιν ἕτερόν τι, εἰ μὴ οἶκος Θεοῦ, καὶ πύλη οὐρανοῦ.
17Adrianus I, Epistolae, 96, 1226A
Καὶ πάλιν ὁ αὐτὸς Ἰακὼβ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ προσεκύνησε, πίστει τῆς ἀγαπήσεως τοῦτο ποιήσας, περὶ ἧς καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος ἐν τῇ πρὸς Εβραίους ἐπιστολῇ φησιν, ὅτι Οὐ τὴν ῥάβδον, ἀλλὰ τὸν κρατοῦντα αὐτὴν, ἔνδειξιν ἀγαπήσεως ποιήσας, προσεκύνησεν.
18Adrianus I, Epistolae, 96, 1226B
Διὸ ἀδίστακτόν ἐστι, πάντα τὰ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ πρὸς ἔπαινον καὶ εὐπρέπειαν τοῦ οἴκου αὐτοῦ συσταθέντα, καὶ ἅγια καὶ σεβάσμια εἶναι γινώσκεσθαι.
19Adrianus I, Epistolae, 96, 1226B
Προσθεῖναι δέ ἐστι καὶ τοῦτο, γαληνότατοι δεσπόται, πρὸς τὴν τῶν ἀπίστων πληροφορίαν, καὶ διόρθωσιν τῶν πεπλανημένων, ὅπερ ὁ Θεὸς τῷ θεράποντι αὐτοῦ Μωσεῖ προσέταξε, καθὼς ἐν τῇ βίβλῳ τῶν ἀριθμῶν ἀναγινώσκεται, διὰ τὸν λοιμὸν τὸν ἐπελθόντα αὐτοῖς.
20Adrianus I, Epistolae, 96, 1226C
» Ὤ τῆς ἀνοίας τῶν φρυαττομένων κατὰ τῆς πίστεως καὶ θρησκείας τῶν Χριστιανῶν· ὅτι συνειθίσθησαν μὴ σέβεσθαι τὰς σεβασμίους εἰκόνας, ἐν αἷς ἱστορίαι εἰσὶ τοῦ Σωτῆρος ἡμῶν, καὶ τῆς γεννητρίας αὐτοῦ, καὶ πάντων τῶν ἁγίων, ὧν ἡ δύναμις συνιστᾷ καὶ σώζει τὸ ἀνθρώπινον γένος.
21Adrianus I, Epistolae, 96, 1226D
» Καὶ ὁ ψαλμῳδὸς δὲ Δαβὶδ ὑμνεῖ λέγων· « Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ.
22Adrianus I, Epistolae, 96, 1227A
» Καὶ πάλιν τὴν ἔλευσιν καὶ τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εὐαγγελιζόμενος ὁ αὐτὸς, μεγάλως τὸ πρόσωπον αὐτοῦ κατὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν προσκυνεῖσθαι ἐνουθέτησε, λέγων· « Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.
23Adrianus I, Epistolae, 96, 1227B
» Ὅθεν ὁ ἅγιος Αὐγουστῖνος ὁ μέγας διδάσκαλος ἐν ταῖς νουθασίαις αὐτοῦ ἔφη· Τί ἐστιν εἰκὼν Θεοῦ, εἰ μὴ πρόσωπον Θεοῦ, ἐν ᾧ ἐσημειώθη ὁ λαὸς τοῦ Θεοῦ; Ἐν τῷ μεταξὺ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος περὶ τοῦ Ἀβραὰμ λόγον συνεστήσατο, λέγων· Εἶδον πλειστάκις τὴν ἐπιγραφὴν τοῦ πάθους, καὶ οὐκ ἀδακρυτὶ παρῆλθον ἔργον τέχνης εἰς πρόσωπον προσαχθὲν ἱστορίας, καὶ τὰ λοιπὰ ἐκ τῆς ἑρμηνείας αὐτοῦ τῆς εἰς τὰ Ἄσματα τῶν ἄσμάτων, καθὼς ἡ γεγραμμένη διδαχὴ λέγει· Ὕλη τίς ἐστι παντελῶς ἐν διαφόροις βαφαῖς ἀναπληροῦσα τὴν τῆς ψυχῆς [L. τοῦ ἐμψύχου] μίμησιν.
24Adrianus I, Epistolae, 96, 1227C
Πάλιν δὲ ἐκ τοῦ αὐτοῦ ἁγίου, ἐκ τοῦ λόγου τοῦ εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας· Ἐπεὶ καὶ πολέμων τρόπαια καὶ νίκας καὶ λογογράφοι πολλάκις, καὶ ζωγράφοι διασημαίνουσιν· οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες.
25Adrianus I, Epistolae, 96, 1227D
Πάλιν δὲ ἐκ τοῦ λόγου τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τοῦ εἰς τὴν παραβολὴν τοῦ σπόρου· Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐχὶ τὸν ἐνδυόμενον αὐτὸν ὑβρίζεις; Οὐκ οἶδας, ὅτι ὅστις τὴν εἰκόνα τὴν ἐκ ξύλου καὶ χρωμάτων λοιδορεῖ, οὐχ ὡς πρὸς ἄψυχον τολμήσας κρίνεται, ἀλλὰ κατὰ τοῦ βασιλέως; Δισσῶς γὰρ τῷ βασιλεῖ προσφέρει τὴν ὕβριν [οὐκ οἶδας, ὅτε ὅστις τῇ εἰκόνι τοῦ βασιλέως ὕβριν προσάγει, πρὸς αὐτὸν τὸν βασιλέα, ἤγουν τὸ πρωτότυπον καὶ τὴν ἀξίαν αὐτοῦ ἐπιφέρει τὴν ὕβριν].
26Adrianus I, Epistolae, 96, 1230A
Καὶ πάλιν ἐκ τοῦ λόγου τοῦ αὐτοῦ Πατρὸς, τοῦ εἰς τὴν ἁγίαν πεμπτην τῆς Πασχαλίας· Πάντα ἐγένοντο εἰς δόξαν Θεοῦ, εἰς χρῆσιν δὲ ἡμετέραν· νέφη πρὸς τὴν τοῦ ὑετοῦ διακονίαν, ἡ γῆ πρὸς καρποφορίαν πλήθους, θάλασσα τῶν πλεόντων ἄφθονος, πάντα δουλεύουσι Θεῷ [L. τῷ ἀνθρώπῳ], μᾶλλον δὲ τῇ εἰκόνι τοῦ Θεοῦ.
27Adrianus I, Epistolae, 96, 1230C
Διὰ γὰρ τὴν αὐτοῦ μορφὴν καὶ ἡ ὕλη, ὅπου καὶ γράφεται, οὐ καταβάλλεται, ἀλλ' ἐν αὐτῇ συνιστορεῖται.
28Adrianus I, Epistolae, 96, 1230C
Καὶ ἕτερον πάλιν τοῦ μακαρίου Ἀμβροσίου πρὸς Γρατιανὸν τὸν βασιλέα, ἐκ τοῦ τρίτου βιβλίου, κεφαλαίου ἐννάτου· Τί γάρ; μή ποτε καὶ τὴν θεότητα καὶ τὴν σάρκα αὐτοῦ προσκυνοῦντες, μερίζομεν τὸν Χριστὸν, ἢ ὅτε ἐν αὐτῷ τὴν θείαν εἰκόνα καὶ τὸν σταυρὸν προσκυνοῦμεν, μερίζομεν αὐτόν; Μὴ γένοιτο.
29Adrianus I, Epistolae, 96, 1231C
Ποία γάρ ἐστιν ἡ τῆς προσκυνήσεως τιμὴ, εἰ μὴ μόνον καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν καὶ ἀσπαζόμεθα ἀλλήλους κατὰ τιμὴν καὶ ἀγάπησιν; Οὕτω γὰρ τὸν Κύριον ἡμῶν οὐκ ἄλλως προσκυνοῦμεν, δοξάζοντες μέντοι καὶ τρέμομεν; εἰκὼν δέ ἐστιν ὁμοιώσεως αὐτοῦ, ὅτι ἐν αὐτῇ ἐγράφῃ.
30Adrianus I, Epistolae, 96, 1234C
Ὅθεν καὶ τὰς ἐκ διαφόρων καὶ εὐδοκιμωτάτων πατέρων λεπτομερῶς μαρτυρίας, τῶν τὰς αὐτὰς ἱερὰς εἰκόνας συστησάντων, τηρητέον ἐστὶ, καθὼς ἐν ταῖς βίβλοις αὐτῶν εὑρίσκομεν, καὶ τῇ ὑμετέρᾳ ἐπιεικετάτῃ βασιλείᾳ ἐπετηδεύσαμεν ἀναγαγεῖν· δυσωπῶ δὲ μετὰ μεγάλου πόθου καρδίας τὴν ὑμετέραν πρᾳότητα, καὶ ὡς παρὼν γονυπετῶν, καὶ τοῖς ὑμετέροις ἴχνεσι κυλινδούμενος ἱκετεύω, καὶ ἐνώπιον τοῦ Θεοῦ παρακαλῶ καὶ ὁρκίζω, τὰς αὐτὰς ἱερὰς εἰκόνας ἐν αὐτῇ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, καὶ ἐν τοῖς ἀμφοτέροις μέρεσι τῆς Γραικίας, εἰς τὴν ἀρχαίαν βάσιν συστῆσαι καὶ στηρίξαι κελεύσατε, φυλάττοντες τὴν παράδοσιν ταύτης τῆς ἡμετέρας ἱερωτάτης καὶ ἁγιωτάτης Ἐκκλησίας, καὶ ἀποῤῥίπτοντες καὶ βδελυσσόμενοι τῶν ἀσεβῶν αἱρετικῶν τὴν δεινοτητα, ἵνα ταύτην τὴν ἡμετέραν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ῥωμαϊκὴν Ἐκκλησίαν τὴν ἀκατάληπτον [L. ἀνεπίληπτον] ἐναγκαλίσησθε [L. ἵνα ὑμᾶς αὐτοὺ ἡ ἡμετέρα ἁγία καθολ.
31Adrianus I, Epistolae, 96, 1235D
Ὡς ἂν οὖν τὸ τέλειον, καὶ ἐν ταῖς χρωματουργίαις, ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρξὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως.
32Adrianus I, Epistolae, 96, 1238A
Ὅθεν ἐπεὶ τὰς σεπτὰς εἰκόνας, τόν τε κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ καθ' ἡμᾶς καὶ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκωθέντος, καὶ τῆς ἁγίας ἀχράντου καὶ ἀληθῶς Θεογεννήτορος, λοιπὸν δὲ καὶ τῶν ἁγίων αὐτοῦ, ἡ ὑμετέρα ἠγαπημένη ἁγιωσύνη σέβειν καὶ προσκυνεῖν συνέθετο, τὴν αὐτῆς ὀρθόδοξον προαίρεσιν, ἐὰν καθὼς ἀπήρξατο, παραμείνῃ, παντελῶς ἐπαινοῦμεν, καὶ ὡς ποιμαντικῇ μερίμνῃ φροντίζοντες συμβουλεύομεν, ἵνα τὴν ὀρθόδοξον πίστιν, ἥνπερ ἅπαξ ὡμολόγησεν, ἀμετάθετον διατηρήσῃ κηρύττουσα καὶ διδάσκουσα.
33Adrianus I, Epistolae, 96, 1238C
Καὶ ὁ εἰσερχόμενος διὰ τῆς θύρας, διὰ Χριστοῦ εἰσέρχεται, ὅστις ἐκ τοῦ [L. περὶ τοῦ] αὐτοῦ δημιουργοῦ καὶ λυτρωτοῦ τοῦ ἀνθρωπίνου γένους τὴν ἀλήθειαν συνιεὶς, διαφυλάττει καὶ τηρεῖ τὸν βαθμὸν τῆς ποιμαντικῆς ἀξίας, καὶ βαστάζειν τὸ βάρος ἀνέχεται, οὐ πρὸς τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρερχομένην ἀποβλέπων, ἀλλ' ὡς ἀναδεξάμενος τὸ ποίμνιον, ἐπιμελῶς ἀγρυπνεῖ, ἵνα μὴ τὰ πρόβατα τοῦ Θεοῦ εἴτε διὰ διεστραμμένων ἀνθρώπων καὶ σκολιὰ λαλούντων, εἴτε κακῷ πνεύματι πειθόμενα παραφθαρῶσιν.
34Adrianus I, Epistolae, 96, 1238C
Ἀληθῶς δὲ καὶ ὁ μακάριος Ἰακὼβ, ὅστις διὰ γυναῖκας πολλὰ ἔτη δουλεύσας Λάβαν τῷ πενθερῷ αὐτοῦ φαίνεται λέγων· « Εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατα καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν [Ἄλ. ἠτέκνωσαν], κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλωτον οὐκ ἐνήνοχά σοι.
35Adrianus I, Epistolae, 96, 1238D
» Ἐὰν οὕτω ποιεῖ [Al. κάμνει] καὶ ἀγρυπνεῖ ὁ ποιμαίνων τὰ πρόβατα Λάβαν, πόσους καμάτους, πόσας ἀγρυπνίας ὀφείλει ὑποφέρειν ὁ ποιμαίνων τὰ πρόβατα τοῦ Χριστοῦ; Ἀλλ' ἐν πᾶσι τούτοις αὐτὸς ὑμᾶς στηρίξῃ καὶ διδάξῃ, ὃς δι' ἡμᾶς ἄνθρωπος ἐγένετο, καταξιώσας γενέσθαι ὃ ἐποίησεν, αὐτὸς τὴν ἀγάπην τοῦ ἁγίου αὐτοῦ Πνεύματος καὶ τὸν πόθον ἐκχέῃ εἰς ὑμᾶς καὶ ἐκ πάσης μερίμνης διατηρήσῃ, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν ἀνοίξῃ, ἵνα διὰ τοῦ μόχθου καὶ τοῦ ἀγῶνος τῆς ὑμετέρας ἀγάπης, καὶ τοῦ δρόμου, τὴν ἡμετέραν μιμουμένης ἀποστολικὴν τῆς πάλαι ὀρθοδόξου πίστεως παράδοσιν, ἐν τοῖς μέρεσι τοῖς τῶν εὐσεβῶν βασιλέων ἡμῶν αἱ ἱεραὶ καὶ σεπταὶ εἰκόνες κατὰ τὴν ἀρχαίαν τάξιν σταθῶσιν, ὅπως ἐν τούτῳ τὸ ὑμέτερον σταθηρὸν διαμείνῃ ἱερατεῖον.
36Adrianus I, Epistolae, 96, 1242
Τούτου ἕνεκεν μετὰ ἀκροτάτου μόχθου καὶ πόθου τῆς πίστεως καὶ ἀγῶνος ἐν τούτοις πᾶσιν ἀδιστάκτως τὴν ὑμετέραν σεπτοτάτην ἁγιωσύνην ἁρμόζει τὰς ἱερὰς καὶ σεπτας εἰκόνας τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἁγίας αὐτοῦ γεννητρίας καὶ ἀειπαρθένου Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων προφητῶν τε καὶ μαρτύρων, ἄμα ὁμολογητῶν, εν τοῖς μέρεσι τῶν αὐτόθι ἐν τῇ ἀρχαίᾳ τάξει ἀναστῆσαι, ὅπως ἐν ὁμονοίᾳ ἀξίως τὴν προφητικὴν ἀνυμνήσωμεν ᾠδὴν, λέγοντες· Κύριε, σῶσον τοὺς εὐσεβεστάτους βασιλεῖς ἡμῶν, « καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε· » ὅτι ἠγάπησαν « τὴν εὐπρέπειαν τοῦ σου, καὶ τόπον σκηνώματος δόξης σου.
37Agapetus I, Epistolae, 66, 0047D
Ὅθεν, ἐπειδὴ κατὰ τὴν ἀποστολικὴν ἀγάπην, τὴν ἐν τῇ πίστει αὐτοῦ μεταμέλειαν ἀναμένομεν, ἐν τῷ μεταξὺ οὐδὲ καθολικοῦ, οὐδὲ ἱερέως ὀνόματος ἄξιον εἶναι ψηφίζομεν, μέχρις ἂν πάντα τὰ παρὰ τῶν πατέρων παραδοθέντα, δι' ὧν ἀληθῶς τῆς θρησκείας ἡ πίστις, καὶ ἐπιστήμη φυλάττεται, κατὰ τὴν προσήκουσαν πληροφορίαν δέξηται.
38Agapetus I, Epistolae, 66, 0047D
Τοὺς δ' ἑτέρους ὁμοίως τῆν αὐτοῦ ἀπονοίας τοὺς τῇ ψήφῳ τῆς ἀποστολικῆς καθέδρας κατακριθέντας, παραπλησίως ἡ ὑμετέρα ἀγάπη ἀποστραφήτω, ὧν αὐτὸς ἑαυτὸν ἀμέτοχον ἐποίησεν.
39Agapetus I, Epistolae, 66, 0049B
Καὶ τοῦτο δὲ πιστεύομεν τῇ αὐτοῦ ἀξίᾳ προστεθῆναι, ὅπερ ἐκ τῶν χρόνων τοῦ ἀποστόλου Πέτρου, οὐδένα ἄλλον οἱαδὴποτε ἀνατολικὴ ἐκκλησία ἐδέξατο ἐπίσκοπον ταῖς χερσὶν τῆς ἡμετέρας καθέδρας χειροτονηθέντα, καὶ τυχὸν ἢ εἰς ἀπόδειξιν ἐπαίνου αὐτοῦ, ἣ εἰς κατάλυσιν τῶν ἐχθρῶν τῆς ἐνστάσηως εἰς τοσοῦτον πρᾶγμα προέβη, ὥστε ἐκείνοις αὐτὸν εἶναι δοκεῖν ὅμοιον, οὃς ἐν τούτοις ποτὲ τοῖς μέρεσιν αὐτοῦ τῶν ἀποστολων τοῦ πρώτου ἐχειρότόνησεν ἡ ἐπιλογὴ.
40Agapetus I, Epistolae, 66, 0051B
Οἱ ἀπὸ τῆς μανίας Διοσκόρου, καὶ Εὐτυχέως καταγόμενοι ἀποσχίσται, καὶ ἀκέφαλοι, οὐκ οἵδαμεν τίνος αὐτοὺς παρακινήσαντος εἰς ἀπόνοιαν, ὥαπερ τινὸς παῤῥησίας ἐπειλημμένοι, τῇ νός ῳ ἑαυτῶν ἐμπομπεύουσιν παρασυνάγοντες, καὶ παραβαπτίσματα καινοτομοῦντες, ὡς ἐξ ἐπιτροπῆς τοῦτο ποιοῦντες, καὶ ὄνομα ἐπισκόπων ἑαυτοῖς ἐπιφημίζοντες, τοῖς καθ' ἡμᾶς τόποις, φανερῶς ἐπιπολάζειν ἀδεῶς πάντα τολμῶντες, οὐ κατ' ἐκκλησιῶν μόνον, οὐ κατὰ τῶν τῆς ἐκκλησίας τροφίμων, ἀλλ' ἤδη καὶ κατ' αὐτοῦ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, καὶ τῆς ὑμετέρας τιμίας κεφαλῆς, ὡς πεφανέρωται τῇ ὑμετέρᾳ μακαριότητι, τοσαύτη τῶν εἰρημένων ἡ μανία.
41Agapetus I, Epistolae, 66, 0051C
Εὑρόντες γὰρ κατά τινα οἶκον σχῆμα ἔχοντα εὐκτηρίου, ἐν ᾧ μοναχοί τινες οἰκοῦσι τῶν τῆς ἐκείνων ἀθεμίτου συμμορίας, τὴν εἰκόνα τοῦ φιλοθέου ἡμῶν βασιλέως, τῇ μανίᾳ τυφλώττοντες, τὸ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πεπράχασιν, ὃς μὴ δυνάμενος τῷ κτίστῇ κατὰ τοῦ πλάσματος τὴν αὐτοῦ ἐπιδείκνυται μανίαν· ὁρμήσας γὰρ εἷς ἐξ αὐτῶν, ὁ περίφημος ἐν κακοῖς Ἰσαάκιος ὁ Πέρσης, ὁ μαγγανείᾳ τινὶ χρώμενος, καὶ ἐξαπατῶν τὰς καρδίας τῶν ἐθελόντων παρ' αὐτοῦ ἐξαπατᾶσθαι, καὶ ἐγκαιόμενος εἰς τὰ Βηρίνης ἐπὶ πεντήκοντα ἡμέρας, ὡς οἱ τούτου συμμύσται καὶ ταῦτα ποιεῖν οἱ αὐτὸν παρασκευάζοντες πρὸς διαφθορὰν καὶ ἐξαπάτην τῶν ἁπλουστέρων διαφημιζουσιν, ἔτυπτε ῥάβδῳ κατὰ τῆς κεφαλῆς τὴν εἰκόνα, ἐπιφθεγγόμενός τινα κατὰ τοῦ ὀρθοδόξου βασιλέως ἡμῶν, μᾶλλον δὲ κατὰ τοῦ Θεοῦ, δι' ὃν καὶ τὴν εἰκόνα ἔτυπτε, τὰ μήτε ἀκοῇ χωρητὰ μήτε διανοίᾳ δεκτὰ, καὶ κλασθείσης ἐν τῷ τύπτειν τῆς ῥάβδου, ὥσπερ ἐξαπορούμενος τί ἕτερον πράξει εἰς τὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰκόνα, ἐπελθὼν ἀτιμότερον, διεσπάραξε τὴν γεγραμμένην σινδόνα, καὶ τὸ παρ' αὐτοῦ διαῤῥαγὲν ἐκ ταύτης πυρὶ παραδέδωκε.
42Agapetus I, Epistolae, 66, 0053A
Δύο γὰρ ἐναντίους λόγους, ἀληθεῖς εἶναι περὶ τοῦ αὐτοῦ πράγματος, φύσιν οὐκ ἔχει, φησὶν ὁ μέγας Γρηγόριος.
43Agapetus I, Epistolae, 66, 0053C
μακαριώτατοι, μὴ χρήσασθαι τῇ συνήθει παῤῥηίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ, ἀλλ' ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμῳ διανέστητε, καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα, καὶ ὑπερβῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ κανόνων, καὶ λῃστρικῶς ἐπιβάντα τῆς τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ' ἑαυτὸν ἐπεδείξατε, πόῤῥω που τῆς μάνδρας ἀπελάσαντες· οὕτω καὶ νῦν ἐπαγρυπνήσατε, καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ὅτι οὐδὲν κέρδος αὐτῷ, καθά φησιν ὁ θεῖος Γρηγόριος, τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτον κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως, διὰ τῆς παῤῥησίας αὐτῶν κατισχύσοι, καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκκλησίας ἐμφωλεύειν τοῖς δεσποτικοῖς καὶ ἰδιωτικοῖς οἴκοις, καὶ τὰ ἄθεσμα ἐν τούτοις πράττειν.
44Agapetus I, Epistolae, 66, 0053D
Καὶ ταῦτα μὲν τέως φέρομεν, καίπερ ὑπὸ τῶν δεινῶν κατακαμπτόμενοι, εἰ καὶ ἀνύποιστα, ἐλπίδας ἔχοντες εἰς τὸν φιλάνθρωπον Θεὸν τὸν καιρῷ εὐθέτῳ τὴν ὑμετέραν παρουσίαν ἡμῖν ἀναδείξαντα, ὅτι ὥσπερ Πέτρον τὸν μέγαν, τὸν τῶν Ἀποστόλων κορυφαῖον, τοῖς ἐν Ῥώμῃ ἐπὶ καθαιρέσει τῆς Σίμωνος γοητείας ἐξαπέστειλεν, οὕτω καὶ ὑμᾶς ἐξαποστείλας ἐπὶ καθαιρέσει καὶ ἀποδιώξει τῆς Σεύηρου, καὶ Πέτρου, καὶ Ζωόρα, καὶ τὰ ὅμοια αὐτοῖς φρονούντων, καὶ παντοίαις περιθαλπόντων τιμαῖς πρὸς ἀτιμίαν Θεοῦ, βλασφημίας τε καὶ ὑπερηφανίας, δύναμιν ὑμῖν ἐπιχορηγήσει, συνεπισχύοντος ὑμῖν καὶ τοῦ πιστοτάτου, καὶ θεοφυλάκτου ἡμῶν βασιλέως, τούτους ἐξελάσαι πάσης ἔξω ἐκκλησίας, καὶ πόλεως, ὡς ἐπιβούλους, καὶ λυμεῶνας οὐ μόνον τῶν ἁγιωτάτων ἐκκλησιῶν, ἀλλὰ καὶ τῆς πολιτείας ταύτης Πρὸς γὰρ τὴν αὐτοῦ κακίαν ἐπιτήδεια ὄργανα εὑρὼν τούτους ὁ μισόκαλος, πᾶσαν ἀνάστατον πεποίηκε τὴν οἰκουμένην, καὶ αἵμασιν ἁγίων τὴν γῆν κατεμόλυνε, καὶ πόλεις σφαγαῖς, καὶ θορύβοις συνετάραξεν.
45Agapetus I, Epistolae, 66, 0055A
Ὑπομνήσητε τὸ φιλόθεον αὐτοῦ κράτος, προσαγαγεῖν τῷ Θεῷ, καὶ τοὺς παρ' αὐτῶν τῆς ὀρθῆς ἀπαχθέντας πίστεως, ἣ τοὺτο μὴ ἀνεχομένους, τοὺς κατὰ τῆς' ἐκκλησίας ἐπιβούλους, ἀπώσασθαι.
46Agapetus I, Epistolae, 66, 0055B
Ἀλλ' εἰ οὗτοι μόνοι τὴν τοῦ Θεοῦ ἐκκλησίαν διετάραττον, καὶ παρελύπουν, ἐστήσαμεν ἃν μέχρι τοῦτων τὸν ὀδυρμὸν· ἀλλ' ἐπειδὴ καὶ ὑπὸ τῶν δοκούντων ἐντὸς ταύτης εἶναι, καὶ εἰς ἀρχιερέων τάξιν τελεῖν, παντοίως ἐκπορθεῖται, καιρὸς τὸ τοῦ ψαλμοῦ περὶ αὐτῶν εἰπεῖν, « Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἃν ἀπ' αὐτοῦ· σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.
47Agapetus I, Epistolae, 66, 0055D
Συναρπάσας οὖν διὰ ταύτης, ἠδυνήθη καὶ τοῖς βασιλείοις εἰσδῦναι, ὥσπερ ἐπαύξειν προσδοκῶν τὴν ὕπουλον ὑπόληψιν τῆς οἰκείας ζωῆς, καὶ συνδιαιτηθεὶς επὶ πολλοὺς χρόνους, καὶ τοῖς ἐμφωλεύουσιν ἐνταῦθα αἱρετικοῖς, καὶ τὰ ἐκείνοις κεχαρισμένα πράττων, καὶ λέγων, οἷα νοσῶν τὴν ὁμοίαν αὐτοῖς αἱρετικὴν μανίαν, ἐπειδὴ τὸν τῆς ὁσίας μνήμης Ἐπιφάνιον, ἐν ἐσχάτοις ἐθεώρησε διακείμενον, μηχανᾶταί τι, ὅπερ ἅντικρυς τὸν αὐτοῦ διήλεγξε διεφθαρμένον σκοπὸν.
48Agapetus I, Epistolae, 66, 0055D
Ὥσπερ γὰρ ἐπειγόμενος πᾶσι παραστῆσαι τῆς μακρᾶς ἐνταῦθα προσεδρείας αὐτοῦ τὸν δόλον, καὶ τὸ πολλοῖς ἀπορούμενον, καὶ τοῖς συνετωτέροις μόνον ὑποπτευόμενον εἰς φανερὸν καὶ ἄκων ἐνέγκαι ἐξεβιάσθη· πρὸ πολλοῦ γὰρ προὔτινε ( sic ) τὴν μοιχικὴν ἁρπαγὴν τῆς βασιλίδος ἐκκλησίας.
49Agapetus I, Epistolae, 66, 0057B
Μιμεῖσθε γὰρ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐλθόντα καλέσαι οὐ δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν, καὶ πάντως πατρικοῖς σπλάγχνοις, εἰ ἐπιγνοὺς τὴν οἰκείαν ἁμαρτίαν ἐπιστρέψει, προσδέχεσθε· ὁρκίζομεν τὴν ὑμετέραν μακαριότητα, εἰ καὶ τολμηρόν τι ποιοῦμεν, κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου ἁγίας τριάδος, καὶ τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου, καὶ τῆς σωτηρίας καὶ νίκης τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, μὴ περιιδεῖν τοὺς θείους κανόνας, ὑπὸ τούτου καταπατουμένους, μηδέ περιφρονουμένην παρ' αὐτοῦ τὴν παραδοθεῖσαν αὐτῷ ἐκκλησίαν, ἀλλ' ἐξακολουθοῦσαν ἐν ἅπασι τοῖς πρὸ αὐτῆς διαλάμψασιν ἐν τῷ ἀποστολικῷ ὑμῶν θρόνῳ, πρᾶξαι ἐπ' αὐτῷ, ἔτι καὶ νῦν κατὰ τῆς τῶν κανόνων αὐθεντίας νεανιευομένῳ καὶ προτιμήσαντι τὴν μετὰ τῶν εἰρημένων αἱρετικῶν συνδιαγωγὴν τῆς ἰδίας ἐκκλησίας, ὅπερ ὁ ἐν ἁγίοις Κελεστῖνος ἐπὶ Νεστορίῳ τῷ δυσσεβεῖ φαίνεται διαπραξάμενος, προθεσμίαν αὐτῷ παρέχοντες, ὥσπερ οὖν κἀκεῖνος Νεστορίῳ, ἧς ἐντός ἐὰν μὴ ἀπαντήσας τὸν εἰρημένον λίβελλον τῇ ἀποστολικῇ ὑμῶν καθέδρᾳ ἐπιδῷ, τῇ τε ὑμετέρᾳ μακαριότητι, καὶ τῷ ἁγιωτάτῳ τῆς βασιλίδος ἀρχιεπισκόπῳ, καὶ τῆς αἱρετικῆς νόσου ἑαυτὸν ἀπαλλάξῃ, καὶ ἐπί τὴν ἐμπιστευθεῖσαν αὐτῷ Τραπεζοῦντος ἐκκλησίαν ἐξορμήσῃ, ὁρίσατε, ἁγιώτατοι, ἀλλότριον μὲν αὐτὸν εἶναι.
50Agapetus I, Epistolae, 66, 0057D
Ἐπειδὴ δὲ οὐ μόνον οὗτος, ἀλλὰ καὶ ἕτεροι ἐπίσκοποί τε, καὶ κληρικοὶ, καὶ ἀρχιμανδρῖται εὐαρίθμητοι, ἐπιβουλαῖς χρώμενοι, κατὰ τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ διὰ τοῦτο καὶ μόνον τῇδε τῇ πόλει ἐνδιατρίβοντες ταραχὰς παρέχειν καὶ ταύτῃ, καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις, κατ' οὐδένα τρόπον παραιτοῦνται, δεόμεθα καὶ τοῦς τοιούτους ἅπαντας, πρὸς ὑμᾶς ἀχθῆναι, καὶ εὐθύνας ὑποσχεῖν τὰς τοῖς κανόσι πρεπούσας, δῆλον ὅτι καὶ ἐπὶ τοῦ προειρημένου Ἀνθίμου, καὶ τούτων δὲ πάντων, γρηγορούσης τῆς δικαιοκρισίας τῶν παρ' ὑμῶν καλῶς φυλαττομένων κανόνων, ἵνα μικρὸν ἀναψύξῃ ἡ τοῦ Θεοῦ ἐκκλησία τούτων ἐλευθερουμένη, καὶ μάθωσιν οἱ τῇ ποιμαντικῇ καὶ τῷ κλήρῳ προσελθεῖν τούτῳ τῷ τρόπῳ βουλόμενοι, ὡς οὐκ εἰς τέλος παρασιωπήσεται κύριος, ἀλλ' ἀπαγρυπνήσει ἐπὶ τοὺς τοιούτους ποιμένας, ἐφ' οὓς κατὰ τὸν προφήτην καὶ παρωξύνθη ὁ θυμὸς αὐτοῦ.
51Agapetus I, Epistolae, 66, 0059C
Καὶ γὰρ τούτου χάριν εἴς τε τὴν Ῥωμαίων πρὸς ἡμᾶς ἐξαπεστείλαμεν, καὶ τὴν ὑμετέραν δὲ εὐκταίαν εὐαγγελισθέντες παρουσίαν, ἐξεδεξάμεθα ταύτην, τοιαύτας παρὰ τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ὑποσχέσεις δεζάμενοι, ὅτι τὰ παρ' ἡμῶν ἐπ αὐτοῖς κανονικῶς ψηφιζόμενα σπουδάζει ἡ αὐτοῦ εὐσέβεια παντὶ τρόπῳ πέρατι παραδοῦναι, καὶ τῆς χρονίας τούτων ταραχῆς πάντα τὸν κόσμον λοιπὸν ἐλευθερῶσαι, τὰς δὲ προσηγορίας τῶν εἰρημένων ἐπισκόπων, κληρικῶν, καὶ μοναχῶν, καιρῷ δέοντι ἐξονομάσομεν, παριστῶντες, πῶς οἱ μὲν τὰ Νεστορίου, οἱ δὲ τὰ Εὐτυχέος φρονοῦντες, ἐφ' ἑκάτερα διασπᾶν τὴν ἐκκλησίαν ἐπιχειροῦσιν.
52Agapetus I, Epistolae, 66, 0063B
Σεβηριανὸς πρεσβύτερος ὑπέγραψα ὑπὲρ αὐτοῦ, ἐπιτραπεὶς παρ' αὐτοῦ.
53Agapetus I, Epistolae, 66, 0067C
Ἐξ οὗ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὑπὲρ τῶν ἐποφειλομένων ὑμῖν γερῶν, τῆς δι' αὐτὸν ἐν παντὶ καιρῷ μετὰ παῤῥησίας ἀληθοῦς δημοσιευθείσης ὁμολογίας τῇ ἀοράτῳ καὶ φοβερῳ αὐτοῦ δυνάμει ἐπὶ τὴν σεβασμίαν ὑμῶν ἐπανεπαύσατο κεφαλὴν τὸν τοῦ κορυφαίου τῶν ἀποστόλων θρόνον καταπιστεύσας ὑμῖν, μακαριώτατοι, « καὶ ἔστησεν ἐπὶ πέ;ετραν τοὺς πόδας ὑμῶν, καὶ κατεύθυνε τὰ διαβήματα ὑμῶν, καὶ ἐνέπλησε τὸ στόμα ὑμῶν ᾆσμα καινὸν ὕμνον τῷ Θεῷ ἡμῶν, πολλοὶ ἤλπισαν ἐπὶ κύριον.
54Agapetus I, Epistolae, 66, 0067D
Διά τοι τοῦτο, τεθαῤῥηκότες πιστεύοντές τε τῷ θείῳ λογίῳ τῷ διαγορεύοντι, « Ἑν καιρῷ οὐ δειλιάσει καρδία ἡδρασμένη ἐπὶ διανοίᾳ συνέσεως, » πείρᾳ τε μαθόντες ἀκριβεῖς ὑμᾶς φύλακας εἶναι τῶν ἀποστολικῶν θησαυρῶν ἐξωστρακίσαντες ἀρτίως Ἄνθιμον τὸν πρόσχημα εὐσεβείας περιβαλόμενον, τὴν δὲ δύναμιν αὐτῆς ἀρνησάμενον, τὸν τὴν ἁρμοσθεῖσαν αὐτῷ νύμφην ἐξωθήσαντα, καὶ λαβηῖν ἑτέραν κατατολμήσαντα παρὰ τοὺς θείους κανόνας, γινὼσκοντες δὲ καὶ τὸν θεοφύλακτον ἡμῶν βασιλέα, καθάπερ Χριστοῦ μαθητὴν δεδοκιμασμένην ἔχοντα ψυχὴν κοινωνον ὑμῖν τοῦ ἀγαθοῦ ἔργου τούτου γενόμενον, καὶ σπουδάσαντα μὲν ἐκ προοιμίων τῆς αὐτοῦ βασιλείας μεχρι τοῦ νῦν, τὸ τῆς ἐκκλησίας, ἅπαν σῶμα φυλάξαι ὑγιὲς, καὶ ἀκέραιον καὶ πάσης νόσου αἱρετικῆς ἐλεύθερον, καὶ διὰ τοῦτο νομοθετῆσαι τὰς ἁγίας, καὶ ἱερὰς τέσσαρας συνόδουσ, ἐν ταῖς ὅτε δήποτε γινομέναις θείαις μυσταγωγίαις.
55Agapetus I, Epistolae, 66, 0069B
μεγαλοφώνως ὑπὸ τῶν ἱερῶν κηρύκων, ταύτας κηρύττεσθαι, τειχιζούσας τῶν πιστῶν τὰς καρδίας, καὶ τὰς τῶν αἱρετικῶν συμπνιγούσας, ἐλπίζοντα δὲ ἐκ τῆς κατὰ φύσιν αὐτοῦ φιλανθρωπίας, και οἰόμενον καθάπερ τοὺς ἐξ ἁπλότητος ὑπαχθέντας τῇ πλάνῃ εἰκός ἐστιν ἐπιστρέφαι τῷ χρόνῳ, οὕτω καὶ τοὺς ταύτης εὑρετὰς, μᾶλλον δὲ τοῦ διαβόλου μαθητὰς, καὶ μηδέποτε τὴν ἀλήθειαν ἐπιγνόντας, τὴν τῶν ἐξαρχῆς αἱρετικῶν ἐκβολὴν ὑπερτίθεσθαι(al. ὑπεκτίθεσθατ Hard.), δεόμεθα, μακαριώτατοι, ἀναμνῆσαι τὸν μνημονικώτατον, καὶ θεοφύλακτον ἡμῶν βασιλέα τῆς ἱερᾶς ἐκείνης φωνῆς λεγούσης, « Πᾶν δὲ βδέλυγμα ἐμίσησε κύριος, » ὃ πρῶτον, καὶ υέσον καὶ ὕστατόν ἐστι Σευῆρος ὁ ἀλιτήριος ὁ κατὰ Θεοῦ λαλήσας ἀδικίαν ἀεὶ, ποτὲ μὲν τὰ Ἑλλήνων μυστήρια μυηθεὶς, καὶ ταυτα τιμήσας, ποτὲ δὲ τὰ Εὐτυχοῦς διδάξας, καὶ Μάνη, ἐν ὅλῳ δὲ τῷ βίῳ τῇ τῶν Χριστιανῶν πίστει φράσας ἐῤῥῶσθαι, καὶ τὴν Νεστορίου τοῦ ἀνθρωπολάτρου προσηγορίαν, εἰς ἐφόδιον τῆς ἀπάτης τοῖς ἐξ ἁπλότητος πρὸς ὑποδοχὴν ἔχουσιν ἕτοιμα τὰ ὦτα, ἐπινοήσας· τὰ ἐκείνων εἰπὼν ἐναργῶς Νεστοριανούς τε καλέσας τοὺς τῶν ὄρθων δογμάτων καθηγητὰς, οὐ φεισάμενος μήτε τοῦ βαπτίσαντος αὐτὸν, ἀναθεμάτων ἀδυνάμων πάντα τὸν κόσμον ἐπλήρωσεν, ἀποφήναθαι κατατολμήσας αὐτος, ἐνδυνάμους κληρωσάμενος μετὰ τῶν προσχρησάντων αὐτῷ τῆς χειροτονίας σκιὰν κατὰ τῆς εἰρημένης οἰκουμενικῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι, καὶ τῶν ἱερῶν, καὶ θεοφιλῶν ἐπιστολῶν τοῦ ἠν ἁγίοις τὴν μνήμεν πάπα Αέοντος τοῦ γενομένον φωστῆρος καὶ στύλον τῆς ἐκκλησίας, τοῦ στηρίξαντος τοὺς πιστοὺς τῇ βασιλικῇ τρίβῳ πορεύεσθαι, ὡς λείπεσθαι τὸ τῇ θείᾳ γραφῇ ῥηθὲν, πληρωθῆναι ἐπ' αὐτῷ, « καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.
56Agapetus I, Epistolae, 66, 0071B
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
57Agapetus I, Epistolae, 66, 0069D
» Οἷα δὲ οἷα δεδραματούργηται νῦν καὶ παρὰ Ἰσαακκίου τοῦ Πέρσου, βουλομένους ἡμᾶς ἀδακρυτὶ λέγειν, οὐκ ἔστιν, οὐδὲ δέους ἀπηλλάχθαι, διηγουμένους ἃ ταᾶς ἀνόμοις αὐτοῦ χερσὶν ἐκεῖνος οὐκ ἔφριξε δρᾷν.
58Agapetus I, Epistolae, 66, 0071C
Ἐν γὰρ καταγωγίῳ τινὶ τιμίας εἰκόνος ἀνακειμένης τοῦ τῶν εὐσεβῶν ἐπὶ τοῦ παρόντος σκέπτρων κρατοῦντος, ὥσπερ ἁμιλλώμενος ὁ προλεχθεὶς δείλαιος, καὶ ἀλάστωρ ἀνὴρ, εἰ μὴ καὶ κατὰ τὸν ῥηθησόμενον νεώτερον τρόπον βλασφημήσοι τὸ θεῖον, ἀνατείνας τὴν βακτηρίαν, ἐν ᾗ τὸ ἄτιμον αὐτιῦ σχηματίζεται γῆρας στηρίζειν, πληρῶν τὴν πεπλανημένην ἐπίθεσιν, ἔμπροσθεν τῶν ὑπ' αὐτοῦ καταγινομένων ἀπάγεσθαι, ἔτυπτεν ἀφειδῶς τὸ τοῦ φιλοχρίστου βασιλέως ὁμοίωμα, αἱρετικὸν ἀποκαλῶν τὸν ἡνωμένον οὕτω Θεῷ καὶ φρουρούμενον ὑπ' αὐτοῦ, τὸ τῆς ἀληθείας φυλάττοντα κήρυγμα, καὶ οὐκ ἔπαυσε τὸν θυμὸν μέχρι τοσούτου, ἕως οὗ καὶ τὴν φέρουσαν τὸ περιφανὲς ἐκτύπωμα σινδόνα διέῤῥηξε, καὶ μέρος κατέαξεν ἐξ αὐτοῦ, ὃ καὶ πυρὶ παραδέδωκε.
59Agatho papa, Epistolae, 87, 1218A
Πάντων τῶν ἀγαθῶν ἐλπὶς ὑπάρχειν γνωρίζεται, ἡνίκα ἡ βασιλικὴ κορυφὴ τὸν στέψαντα αὐτὴν, καὶ τοῖς ἀνθρώποις ἐγκαταστήσαντα πρὸς σωτηριώδη κυβέρνησιν, ἐπιγινώσκουσα τὴν περὶ αὐτοῦ ἀληθῆ ὡμολογίαν, ἧτινι μόνῃ ὑπὲρ πάντα τὰ δῶρα ἐπιτέρπεται, πιστῶς ἐπιζητεῖ, καὶ ἀναζωπυροῦντι λογισμῷ περιπτύσσεσθαι ἐπιθυμεῖ.
60Agatho papa, Epistolae, 87, 1218A
Καὶ τοῦτο Θεοῦ ἐστιν ἐξοχώτατον δῶρον, ἐξ οὗ πᾶσα δόσις ἀγαθὴ προέρχεται· πρὸς ὃν ἐπαναφέρεται, ὅπερ προσελήφθη ἀπὸ τῆς αὐτοῦ μεγαλειότητος· οὗτινος τῷ πνεύματι ἐν τοῖς τῆς διανοίας ἀποκρύφοις οἰκοδομοῦντος, καὶ ἀναῤῥωννῦντος τῇ πνευματικῇ βράσει τῆς ἀκτῖνος τοῦ εὐσεβοῦς σκοποῦ κύκλῳ πάντα διακαθαίρονται[L., εὐσεβοῦς σκοποῦ ἀκτῖνες κύκλῳ διάττουσιν], καὶ τῆς εὐωδίας ἡ ὀσμὴ ἀπὸ τῆς θυσίας τῆς καρδίας ἀνέρχεται πρὸς τὸν Κύριον, ὅστις τῷ τοιούτῳ δώρῳ εὐαρεστεῖται· ὅθεν καὶ ἐν τοῖς ἐπιγείοις εὐτυχίαν δωρήσηται, καὶ ἅπαντα τὰ ἔθνη ὑποτάξοι, ἅπερ προσκαλῆται πρὸς τὴν ὁμολογίαν τῆς ἀληθοῦς αὐτοῦ ἐπιγνώσεως, τὰ ὑποτεταγμένα τῷ Χριστιανικωτάτῳ κράτει [ἅτινα ὑπ.
61Agatho papa, Epistolae, 87, 1218C
Ἐπεὶ δὲ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν Θεάρεστον πρόθεσιν, ἥνπερ πρὸς τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε, τοῦ Θεοῦ μυστικῶς πληροφοροῦντος, οὐ ῥήμασι ῥευστοῖς, οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ αὐτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος, καὶ πάσης ἀμφιβολίας περιαιρεθείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἡ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως· ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει, τῆς πίστεως [τῇ πίστει, ex L.] ὅμως διὰ τῆς τοῦ Θεοῦ χάριτος σταθεροὶ, ἕνεκεν τῶν προσταχθέντων διὰ τῆς θειώδους σάκρας, ἐγνωκότες τὸν συμβασιλεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν, τὴν κτίστην καὶ πρύτανιν τῶν πάντων Θεὸν, ἱλαρευόμενοι πηρὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχαριστεῖν ἀπηρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτω θαυμαστὸν καὶ σωτηριῶδες, οὕτω μονογενῶς τῷ Θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ἡ ὑμετέρα φιλανθρωπία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβεία καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς Θεάρεστον ἀποτέλεσμα μετὰ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη.
62Agatho papa, Epistolae, 87, 1218D
Πιστεύομεν δὲ, ὅτι ὅπερ ὀλίγοις καὶ άραιοῖς συνεφωνήθη [συνεχωρήθη, L.], τῷ Θεοστέπτῳ ὑμῶν κράτει θεόθεν δωρηθησεται, ἵνα δι' αὐτοῦ τῆς καθολικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως τὸ τηλαυγέστατον λάμψῃ φῶς [ἐκλάμψοι] ἐν ταῖς πάντων καρδίαις· ὅπερ ἐκ τῆς πηγῆς τοῦ ἀληθινοῦ φωτὸς, ὡς δι' ἀκτίνων τῆς ζωοποιοῦ λαμπηδόνος τοῖς μακαρίοις λειτουργοῖς Πέτρῳ καὶ Παύλῳ τοῖς τῶν ἀποστόλων κορυφαίοις, καὶ τοῖς τούτων μαθηταῖς καὶ διαδόχοις τοῖς ἀποστολικοῖς κατὰ βαθμὸν μέχρι τῆς ἡμετέρας οὐδενότητος τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐφυλάχθη, μηδεμιᾷ τῆς αἱρετικῆς πλάνης δυσωδεστάτου σκότους ἀχλύϊ, μήτε νεφέλαις ψεύδους, ἢ νέφεσιν ἀπάτης μολυνθὲν, μήτε παραμεμιγμέναις αἱρετικῶν φαυλότησι, καθάπερ ἀμαυροῖς νέφεσι κατασκιασθὲν, ἀβαρὲς καὶ ἀκέραιον καὶ ταῖς ἰδίαις ἀκτῖσι διαλάμψαν.
63Agatho papa, Epistolae, 87, 1222A
Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολίκῆς πίστεως, οὓς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν· Πιστεύοντες εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτὸς, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον· Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι, ἑνότητα μὲν φύσεως, Τριάδα δὲ προσώπων, ἤγουν ὑποστάσεων, Θεὸν τὸν Πατέρα ὁμολογοῦντες, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐ τρεῖς Θεοὺς, ἀλλ' ἕνα Θεὸν, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν· ὧν μία οὐσία, ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἓν κράτος, μία δόξα, μία προσκύνησις, ἓν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος θέλημα καὶ ἐνέργεια, ἥτις πάντα ἔκτισε, διοικεῖ καὶ διακρατεῖ.
64Agatho papa, Epistolae, 87, 1226B
Ἡμεῖς δὲ εἰ καὶ ἐλάχιστοι, ἀλλ' ὅμως ἀπὸ ὅλης ἰσχύος θαῤῥοῦμεν [L., κειρώμεθα], ἵνα τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους ἡ πολιτεία, ἐν ᾗ τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων ὁ θρόνος τεθεμελίωται, οὗτινος τὴν αὐθεντίαν τῇ ἀληθείᾳ πάντα τῶν Χριστιανῶν τὰ ἔθνη ἅμα ἡμῖν προσκυνοῦσι καὶ σέβουσι, κατὰ τὴν αὐτοῦ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου τιμὴν πάντων τῶν ἐθνῶν ἀποδειχθῇ ὑψηλοτέρα.
65Agatho papa, Epistolae, 87, 1227A
Καὶ καθὼς Θεοδοσίου τοῦ μεγάλου, οὗτινος ἐν ταῖς ἄλλαις αὐτοῦ ἀρεταῖς ἡ μονογενὴς εὐσέβεια κηρύττεται· οὗτινος ἐπινεύσαντος [συναντιλαμβανομένου], διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος τῶν ἑκατὸν πεντήκοντα Πατέρων τῇ γνώμῃ, ἣν αὐτοῖς ἐνέπνευσε, τὸ Πνεῦμα τὸ ἅγιον ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῶ ἐκηρύχθη.
66Agatho papa, Epistolae, 87, 1227D
Καὶ ἡμεῖς γὰρ εἰ καὶ ἀνάξιοι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἱκετεύομεν, ἵνα χωρὶς ὀλίσθου τινὸς μέχρις αὐτοῦ τοῦ τῆς ζωῆς ὅρου ἄσπιλον ἡμᾶς φυλάξαι, καὶ κηρύξαι συγχωρήσῃ, καὶ δι' αὐτῆς ἐνώπιον αὐτοῦ καυχήσασθαι [δοξασθῆναι].
67Agatho papa, Epistolae, 87, 1230A
Διὰ τοῦτο χαρὰ μεγάλη ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐὰν τῆς ὑμετέρας εὐμενοῦς βασιλείας μεσιτευούσης ὁ συμβασιλεὺς ἡμῶν καὶ παντοκράτωρ Θεὸς ταῦτα πρὸς πέρας ἀγάγῃ, ἵνα ὁ οὐρανὸς εὐφρανθῇ, καὶ ἀγαλλιάσηται ἡ γῆ γινομένης εἰρήνης πολλῆς τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· καὶ ἀφαιρεθῇ ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ βδέλυγμα σκανδάλου, τὸ ὂν εἰς πτῶσιν πολλῶν ἀσυστάτων καὶ ἁπλουστέρων· καὶ γένηται μία πίστις, ἓν στόμα, καὶ χεῖλος ἓν, καὶ μία πρὸς πάντα [παρὰ πᾶσι] τοῦ ἀποστολικοῦ κηρύγματος ὁμολογία, ἐν ὅσῳ πάντες ὁμοθυμαδὸν λαλοῦσι τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἥντινα ἐν τοῖς χρόνοις τῆς ὑμετέρας γαληναίας εὐδαιμονίας ὁ πολυέλεος Θεὸς χαρίσασθαι καταξιώσοι, ἐν ᾧ [ι., ως] τὰ διεσπασμένα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατασκευάζονται, τὰ διακεχωρισμένα εἰς ἁρμογὴν ἀληθείας συνέρχονται, τὰ διεζευγμένα εἰς ἀγάπην ἀποστολικῆς πίστεως [ἀληθείας] συνάπτονται, τὰ διεσκορπισμένα εἰς ἕνωσιν ἐπικρατούσης τῆς ἀποστολικῆς Ἐκκλησίας συνέρχονται, ἵνα ὁμοφρόνως ἅμα ἡμῖν πάντες τὴν μεγαλειότητα τοῦ ἐνεργήσαντος τὸ ἀγαθὸν τοῦτο Θεοῦ πιστῶς ἰσχύσωσι παρακαλέσαι ὑπὲρ τοῦ μακροχρόνιον καὶ τελείαν εὐδαιμονίαν θεόθεν χαρισθῆναι τῷ κράτει τῆς ὑμῶν ἀνδρείας, ἵνα τοῖς καμάτοις τῆς ὑμῶν ἀηττήτου ἡμερότητος συναχθήσωνται ἐκ τῶν ἐθνῶν εἰς τὸ πιστεύειν [L., ἐξομολογήσασθαι] τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, καὶ δοξάζειν ἐν ὕμνοις τὴν ἀληθῆ αὐτοῦ ὁμολογίαν, τοῦ ποιήσαντος θαυμάσια μεγάλα μόνου, τοῦ ποιήσαντος τέρατα ἐπὶ τῆς γῆς· ἀνταναιροῦντος πολέμους μέχρι τῶν ἐσχάτων τῆς γῆς· ὅς τὰ διεσπαρμένα συνήγαγε, καὶ τὰ συναχθέντα φυλάττει· ὃς τοὺς εὐσεβεῖς βασιλεῖς ἐπὶ τὸν λαὸν αὐτοῦ βασιλεύειν προστάττει, ὅντινα διὰ τῆς ἀγρύπνου εὐσεβείας, καὶ τῶν ἀηττήτων καμάτων συνεργοῦντος Θεοῦ φυλάττουσιν.
68Agatho papa, Epistolae, 87, 1250C
Οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα, οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν, οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν· οὐχ οὕτως ἡμεῖς περὶ τούτων, ὦ σεβασμία καὶ ἱερὰ κεφαλὴ, ἐπαιδεύθημεν, τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον· ὃς καὶ μιμητὰς ἡμᾶς, ὡς ἐφικτὸν, τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεπῶς γενέσθαι παρακελεύεται, καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως.
69Agatho papa, Epistolae, 87, 1251D
Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
70Agatho papa, Epistolae, 87, 1162B
Κατανοοῦντί μοι τοῦ ἀνθρωπίνου βίου τὰς διαφόρους ὀδύνας, καὶ πρὸς τὸν Θεὸν τὸν μόνον ἀληθινὸν μετὰ σφοδρότητος ὀδυρμῶν στενάζοντι, ὅπως παράκλησιν τῇ χειμαζομένῃ ψυχῆ τῷ πόθῳ τῆς θείας εὐσπλαγχνίας μεταδῷ, καὶ ἀπὸ τοῦ βυθοῦ τῶν θλίψεων τῇ δυναστείᾳ τῆς αὐτοῦ δεξιᾶς ἀνακουφίσῃ, μεγάλην καὶ θαυμαστὴν μετὰ ἀκαταπαύστου εὐχαριστίας ὁμολογῶ, γαληνότατοι δεσπόται καὶ τέκνα, παραμυθίας ἐπιτηδειότητα παραστῆσαι κατηξίωσε τὴν εὐσεβῆ πρόθεσιν τῆς γαληναίας ὑμῶν ἡμερότητος· ἥντινα πρὸς σύστασιν τῇ θεόθεν καταπιστευθείσῃ αὐτῇ [αὐτῆς] Χριστιανικωτάτῃ πολιτείᾳ ἡ αὐτοῦ ἐπίνευσις ἐχαρίσατο, ὅπως ἡ βασιλικὴ ἰσχὺς καὶ εὐμένεια περὶ Θεοῦ, δι' οὗ βασιλεῖς βασιλεύουσι, τοῦ Βασιλέως ὄντως τῶν βασιλευόντων, καὶ Κυρίου τῶν κυριευόντων, καὶ φροντίσῃ, καὶ ζητήσῃ, καὶ τῆς Ἀμωμήτου αὐτοῦ πίστεως τὴν ἀλήθειαν, ὡς παρὰ τῶν ἀποστόλων, καὶ τῶν ἀποστολικῶν Πατέρων παρεδόθη, ἀγρύπνως ἐπιζητήσῃ· καὶ ὡς ἡ ἀληθὴς παράδοσις περιέχει, ἐνστατικῶς ἐπιθυμήσῃ ἐν πάσαις ταῖς Ἐκκλησίαις ἐπικρατῆσαι.
71Agatho papa, Epistolae, 87, 1162D
Ἐπειδὴ καὶ αὐτὸς ὁ πάντων κτίστης καὶ λυτρωτὴς, ὁπόταν ἠδύνατο ἐν τῇ μεγαλειότητι τῆς ἰδίας θεότητος τοὺς θνητοὺς ἐκφοβῆσαι, ἡμερότητι μᾶλλον ἀνεικάστου φιλανθρωπίας ταπεινῶς εἰς τὰ καθ' ἡμᾶς κατελθὼν, οὓς ἐδημιούργησε, καὶ λυτρώσασθαι κατηξίωσεν· ὅστις καὶ αὐτοπροαίρετον παρ' ἡμῶν τῆς ἀληθοῦς πίστεως τὴν περὶ αὐτοῦ ὁμολογίαν ἐκδέχεται.
72Agatho papa, Epistolae, 87, 1167B
Ὅτε δὲ περὶ τοῦ ἑνὸς τῶν αὐτῶν τριῶν προσώπων αὐτῆς τῆς ἁγίας Τριάδος τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ Θεοῦ Λόγου, καὶ περὶ τοῦ μυστηρίου τῆς προσκυνητῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας ὁμολογοῦμεν, πάντα διπλᾶ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν εὐαγγελικὴν παράδοσιν διαβεβαιούμεθα, τουτέστι δύο αὐτοῦ τὰς φύσεις κηρύττομεν, τὴν θείαν δηλαδὴ καὶ τὴν ἀνθρωπίνην, ἐξ ὧν καὶ ἐν αἷς καὶ μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν ὑφέστηκε.
73Agatho papa, Epistolae, 87, 1167B
Καὶ μίαν ἑκάστην αὐτοῦ φύσιν ἰδιότητα φυσικὴν ἔχειν ὁμολογοῦμεν· καὶ ἔχειν τὴν θείαν πάντα, ἅπερ εἰσὶ θεῖα· καὶ τὴν ἀνθρωπίνην πάντα τὰ ἀνθρώπινα χωρίς τινος ἁμαρτίας.
74Agatho papa, Epistolae, 87, 1167B
Καὶ ἑκατέραν ἑνὸς καὶ τοῦ αὐτοῦ Θεοῦ Λόγου τοῦ σαρκωθέντος, τουτέστιν ἐνανθρωπήσαντος ἀσυγχύτως, ἀχωρίστως, ἀτρέπτως εἶναι ἐπιγινώσκομεν· μόνῃ νοήσει τὰ ἡνωμένα διακρίνοντες διὰ τὴν τῆς συγχύσεως δηλαδὴ πλάνην.
75Agatho papa, Epistolae, 87, 1167D
Πιστεύσατε ἐμοὶ τῷ ταπεινῷ, Χριστιανικώτατοι δεσπόται καὶ τέκνα, ὅτι ὑπὲρ τῆς στεῤῥότητος καὶ τοῦ ὑψώματος αὐτοῦ ταῦτα μετὰ ὀδυρμῶν ἐκχέω τὰς ἱκεσίας.
76Agatho papa, Epistolae, 87, 1170B
Καὶ κατὰ τοῦτο μετὰ συντετριμμένης καρδίας, καὶ τοῖς τῆς διανοίας προχεομένοις δάκρυσι προσπίπτων δυσωπῶ, ἐκτεῖναι καταξιώσατε τὴν φιλάνθρωπον δεξιὰν τῇ ἀποστολικῇ διδασκαλίᾳ, ἥντινα ὁ συνεργὸς τῶν εὐσεβῶν ὑμῶν μόχθων, ὁ μακάριος Πέτρος ὁ ἀπόστολος παραδέδωκεν· οὐχ ἵνα συγκλεισθῇ ὑπὸ τὸν μόδιον, ἀλλὰ σάλπιγγος λαμπρότερον ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθῆσεται· ὅτι ἡ αὐτοῦ ἀληθὴς ὁμολογία, ἀπὸ τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν ἀπεκαλύφθη· ἧς ἕνεκεν ἀπὸ τωῦ Κυρίου τῶν ὅλων μακάριος εἶναι ἀπεφάνθη ὁ Πέτρος· ὃς καὶ τοῦ ποιμαίνειν τὰ πνευματικὰ πρόβατα τῆς Ἐκκλησίας ἀπ' αὐτοῦ τοῦ Λυτρωτοῦ τῶν πάντων τῇ τρίτῃ παραθέσει ἐδέξατο· οὗτινος ἐπινεύσαντος τῇ βοηθείᾳ, αὕτη ἡ ἀποστολικὴ αὐτοῦ Ἐκκλησία, καὶ αἱ καθολικαὶ σύνοδοι πιστῶς περιπτυσσόμεναι, ἐν πᾶσιν ἠκολούθησαν, καὶ πάντες οἱ σεβάσμιοι Πατέρες τὴν ἀποστολικὴν αὐτοῦ ἐπεσπάσαντο [Pro ἐπησπάσαντο] διδασκαλίαν, δι' ἧς καὶ δεδοκιμασμένοι τῆς Ἐκκλησίας τοῦ Χριστοῦ φωστῆρες ἔλαμψαν.
77Agatho papa, Epistolae, 87, 1170C
Αὕτη ἐστὶν ἡ τῶν ἀποστόλων τοῦ Χριστοῦ ζῶσα παράδοσις, ἥν τινα μέχρι τοῦ παρόντος ἡ αὐτοῦ κρατεῖ Ἐκκλησία, ἥτις ἐξαιρέτως ἀγαπωμένη, καὶ θαλπομένη, καὶ παῤῥησιαστικῶς κηρυχθεῖσα· ἥτις διὰ τῆς ἀληθοῦς ὁμολογίας τῷ Θεῷ καταλλάσσει· ἥτις τῷ Δεσπότῃ Χριστῷ παρατίθεται· ἥτις τῆς εὐσεβείας ὑμῶν τὸ Χριστιανικώτατων διαφυλάττει κράτος· ἥτις ἀπὸ τοῦ Δεσπότου τοῦ οὐρανοῦ δαψιλεῖς νίκας τῇ ἀνδρείᾳ τῆς ὑμετέρας εὐσεβείας συνεισάγει· ἥτις συνοδεύει ἐν τοῖς πολέμοις, καὶ ἐκπολεμεῖ τοὺς ἐναντίους, τὸ ὑμέτερον θεοκατόρθωτον κράτος πανταχοῦ ὡς ἀκαταμάχητον τεῖχος περισκέπει· ἥτις φόβον τοῖς ἐναντίοις ἔθνεσιν ἐμβάλλει [L., ἐμβάλλοι], καὶ τῇ θείᾳ ὀργῇ τιμωρεῖται [L., τιμωρῆσαιτο]· ἥτις καὶ ἐν πολέμοις τὰ τῆς νίκης βραβεῖα περὶ τῆς τῶν πολεμίων καταστροφῆς καὶ ὑποταγῆς [ἴσ.
78Agatho papa, Epistolae, 87, 1171A
Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου.
79Agatho papa, Epistolae, 87, 1171C
Τί λέξω ἐν τῇ μελλούσῃ κρίσει αὐτοῦ τοῦ Χριστοῦ, ἐὰν ἐνταῦθα, ὅπερ ἀπέστω, κηρύξαι τῶν αὐτοῦ λόγων τὴν ἀλήθειαν ἐπαισχυνθῶ; Τί περὶ ἐμαυτοῦ; τί περὶ τῶν ἐμπιστευθεισῶngr; μοι ψυχῶν ἀπολογήσομαι, ἐπὰν περὶ τῆς ληφθείσης ὑπ' ἐμοῦ λειτουργίας λόγον σφιγκτὸν ἀπαιτήσῃ; Τίς τοίνυν, φιλανθρωπότατοigr; καὶ εὐσεβέστατοι δεσπόται καὶ τέκνα, ὅπερ τρέμων καὶ συμπίπτων τῷ πνεύματι λέγω, μὴ προκαλέσηται ἐκεῖνα, ἅπερ θαυμαστῇ ὑποσχέσει τοῖς πιστοῖς ἐπηγγείλατο φήσας· « Ὅστίς με ὁμολογήσει ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κᾀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς; » Καὶ τίνα τῶν ἀπίστων μὴ ἐκφοβήσῃ ἐκείνη ἡ ἀπότομος ἀπειλὴ, ἥτις ἀγανακτοῦντα αὐτὸν προσμαρτύρεται, καὶ διαβεβαιοῦται φάσκουσα· « Ὅστίς με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κᾀγὼ ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; » Ὅθεν καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος τῶν ἐθνῶν ὑπομιμνήσκει καὶ λέγει· « Ἀλλ' εἰ καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ' ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
80Agatho papa, Epistolae, 87, 1171D
Συγχέοντες μὲν τῆς ἁγίας Ἐνανθρωπήσεως τὸ μυστήριον, καθὸ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἓν αὐτῶν [L., αὐτοῦ], ὥσπερ ἑνὸς, θέλημα, καὶ ἐνέργειαν προσωπικὴν ἔχειν φιλονεικοῦσι.
81Agatho papa, Epistolae, 87, 1174B
Τοιγαροῦν ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἑκκλησία ἡ πνευματικὴ μήτηρ τοῦ Θεοθεμελιώτου ὑμῶν κράτους καὶ ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογεῖ ἐκ δύο, καὶ ἐν δύο ὑπάρχοντα φύσεσι, καὶ δύο αὐτοῦ τὰς φύσεις, τὴν θείαν, δηλονότι, καὶ ἀνθρωπίνην, καὶ μετά τὴν ἀχώριστον ἕνωσιν ἀσυγχύτως ἐν αὐτῷ εἶναι διδάσκει, καὶ ἐκ τῶν φυσικῶν ἰδιοτήτων μίαν ἑκάστην αὐτῶν τῶν τοῦ Χριστοῦ φύσεων τελείαν εἶναι ἐπιγινώσκει, καὶ εἴτι δήποτε ἀνήκει πρὸς τὰς ἰδιότητας τῶν φύσεων, πάντα διπλᾶ ὁμολογεῖ, ὅτι αὐτὸς ὁ Κύριος ἡμῶν Ἱησοῦς Χριστὸς καὶ Θεὸς τέλειός ἐστι, καὶ ἄνθρωπος τέλειός ἐστι, καὶ ἐκ δύο καὶ ἐν δύο φύσεσι, καὶ μετὰ τὴν θαυμαστὴν Ἐνανθρώπησιν ὑπάρχων, οὔτε ἡ θεότης αὐτοῦ χωρὶς τῆς ἀνθρωπότητος, οὔτε ἡ ἀνθρωπότης αὐτοῦ χωρὶς τῆς θεότητος δύναται νοεῖσθαι.
82Agatho papa, Epistolae, 87, 1174C
Καθὼς δύο τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς φύσεις, οὕτω καὶ δύο φυσικὰ θελήματα, καὶ δύο φυσικὰς αὐτοῦ τὰς ἐνεργείας κακονικῶς ὁμολογοῦμεν.
83Agatho papa, Epistolae, 87, 1174D
Ἵνα δὲ ταύτης τῆς ἀληθοῦς ὁμολογίας ἡ νόησις ἐκ τῆς παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡ Θεόπνευστος διδασκαλία [L., ἐκ τῆς ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ Θεοπνεύστου διδασκαλίας] ταῖς ἐννοίαις τῆς ὑμετέρας εὐσεβείας φανῇ· πλέον γὰρ καὶ ἀσυγκρίτως ἡ ὑμετέρα φιλανθρωπία δυνήσεται τὴν ἔννοιαν τῶν ἁγίων Γραφῶν ἐπεξεργάσασθαι, ἤπερ ἡ ἡμετέρα σμικρότης ῥευστοῖς ῥήμασι σαφηνίσαι· αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὃς ἀληθινὸς καὶ τέλειος Θεὸς, ἀληθινὸς καὶ τέλειος ἄνθρωπός ἐστιν, ἐν τοῖς ἱεροῖς αὐτοῦ Εὐαγγελίοις προσμαρτύρεται ἔν τισι τὰ ἀνθρώπινα, ἔν τισι τὰ θεῖα, καὶ ἅμα ἑκάτερα ἐν ἄλλοις περὶ αὐτοῦ φανερὰ ποιούμενος· ὅπως αὐτὸν ἀληθῆ Θεὸν καὶ ἀληθῆ ἄνθρωπον πιστεύειν καὶ κηρύττειν τοὺς πιστοὺς αὐτοῦ καταρτίσῃ.
84Agatho papa, Epistolae, 87, 1175B
» Ἐμὴ γάρ ἐστιν ἡ στυγνότης, ἣν κατ' ἐμὴν διάθεσιν ἀνεδέξατο· Ἰδοὺ φαίνεται, εὐσεβέστατοι βασιλέων, ὅτι ἐνταῦθα ὁ ἅγιος Πατὴρ τὸ ῥῆμα τοῦτο, ὅπερ ὁ Κύριος προσευχόμενος προήγαγε, τό· Οὐχ ὡς ἐγὼ θέλω, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν ἐπισφραγίζει, καθ' ἣν καὶ ὑπήκοος κατὰ τὴν διδασκαλίαν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου τῶν ἐθνῶν λέγεται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
85Agatho papa, Epistolae, 87, 1175B
Οὔτε [L., καὶ πάλι] οὖν τὴν ὑπακοὴν αὐτοῦ τὴν ἑκούσιον κατὰ τὴν θεότητα, ἥτις πάντων δεσπόζει, εὐσεβές ἐστι νοεῖν, ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα, δι' ἧς ἑκουσίως τοῖς γονεῦσιν ὑπετάγη.
86Agatho papa, Epistolae, 87, 1175D
Τὸ γὰρ ἀνθρώπινον, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον· ἧστινος σαφηνείας τί ἀληθέστερον δύναται γνωρισθῆναι; Πῶς γὰρ οὐκ ἐν αὐτῷ δύο θελήματα, τουτέστι θεῖον καὶ ἀνθρώπινον πιστῶς ἐπιγνωσθήσονται, ἐν ᾗ δύο φύσεις καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν συνοδικῷ κηρύγματι κηρύττονται; Καὶ Ἰωάννης γὰρ, ὃς ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνέπεσεν, ὁ ἀγαπητὸς μαθητὴς τὲν αὐτὴν περιοχὴν τούτοις σαφηνίζει τοῖς ῥήμασιν· « Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
87Agatho papa, Epistolae, 87, 1175D
» Καὶ πάλιν· « τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ με, μὴ ἀπολέσω ἐξ αὐτοῦ τι, ἀλλ' ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
88Agatho papa, Epistolae, 87, 1178A
» Οὗτινος θείου λόγου τὸν σκοπὸν ὁ μακάριος Αὐγουστῖνος ὁ ἐξοχώτατος διδάσκαλος οὕτω κατὰ Μαξίμου [L., Μαξιμὸν] τοῦ Ἀρειανοῦ φράζει, καὶ λέγει· Ὅπου δὲ εἶπεν ὁ Υἱὸς τῷ Πατρί· « Πλὴν οὐχ ὅπερ ἐγὼ θέλω, ἀλλ' ὅπερ σὺ θέλεις· » τί σοι βοηθεῖ, ὅτι τὰ σὰ ῥήματα ὑποβάλλεις, καὶ λέγεις· Ἔδειξεν ἀληθῶς τὸ ἴδιον θέλημα ὑποτεταγμένον τῷ ἰδίῳ γεννήτορι, ὡς ἂν εἰ ἡμεῖς ἠρνούμεθα τὸ θέλημα τοῦ ἀνθρώπου τῷ τοῦ Θεοῦ θελήματι ὀφείλειν εἶναι ὑποτεταγμένον; καὶ γὰρ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου τοῦτο εἰρηκέναι τὸν Κύριον ταχέως θεωρεῖ, ὅστις εἰς τὸν τόπον αὐτοῦ τοῦ ἁγίου Εὐαγγελίου μικρῷ προσεχέστερον ἐπισκύψει.
89Agatho papa, Epistolae, 87, 1178C
Δι' ἧς διαλέξεως ὁ σεβάσμιος οὗτος Πατὴρ ἀποδείκνυσιν, ὅτι ἡνίκα λέγει ὁ Κύριος Ἴδιον, τῆς ἀνθρωπότητος αὐτοῦ σημαίνει τὸ θέλημα· καὶ ὅτε λέγει μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ὑπομιμνήσκει ἡμᾶς οὐχὶ τὸ ἡμέτερον πρωτοτύπως ζητεῖν θέλημα, ἀλλὰ δι' ὑπακοῆς τὸ ἡμέτερον θέλημα τῷ θείῳ θελήματι ὑποτάσσειν.
90Agatho papa, Epistolae, 87, 1178C
Ὅπερ καὶ ὁ ἅγιος Ἀμβρόσιος σαφηνίζων τὸν ἅγιον Λουκᾶν τὸν εὐαγγελιστὴν οὕτω φράζει· Τὸ Ἴδιον αὐτοῦ εἰς τὸν ἄνθρωπον ἀνήγαγε, τὸ τοῦ Πατρὸς εἰς τὴν θεότητα.
91Agatho papa, Epistolae, 87, 1178D
Ὅπερ καὶ ὁ τῆς ἁποστολικῆς μνήμης ἅγιος Λέων ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Λέοντα τὸν βασιλέα σαφηνίζει, μιᾷ ἑκάστῃ μορφῇ, τουτέστι φύσει, ἅ τινά εἰσιν ἐν τῷ Χριστῷ, σκοπῷ διακεκριμένῳ, ἅπερ ἐν ταῖς Γραφαῖς περὶ αὐτοῦ ἀναφέρονται, φανερῶν [προσνέμων], καὶ τοῦτο, ὅπερ ἴδιον θέλημα ὁ Κύριος εἶπε, πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν δεικνύων οὕτω φησί· Κατὰ τὴν μορφὴν τοῦ δούλου οὐκ ἦλθε ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τοῦ πέμψαντος αὐτόν.
92Agatho papa, Epistolae, 87, 1179A
Προσεπιτούτοις, ὅπως εὐσεβῶς [L. πῶς ἂν εὐσεβῶς] δυνηθῶσι νοεῖσθαι αἱ διάφοροι ἐπὶ τούτῳ τῶν ἁγίων Γραφῶν μαρτυρίαι, ἅ τινα [L. αἵ τινες] ποτὲ μὲν ἐκ τῆς φύσεως τῆς ἀνθρωπότητος, ποτὲ δὲ ἐκ τῆς θείας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ ἀνθρώπου κατασκευάζονται [παράγονται]; καὶ ὅτε [ἐπὶ τοῦ παρόντος] μὲν ἡ Γραφὴ μνημονεύει· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
93Agatho papa, Epistolae, 87, 1179B
» Ὡσαύτως τινὰ περὶ τοῦ ἀνθρωπίνου αὐτοῦ θελήματος τοῦ Εὐαγγελίου τὰ μυστήρια μνημονεύουσιν, ἡνίκα λέγουσιν αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα θέλειν ὡς ἀληθῶς ἄνθρωπον τοὺς ἰδίους πειράσαι [L. περάσα] μαθητάς.
94Agatho papa, Epistolae, 87, 1179D
» Μὴ οὖν αὐτὸς ὁ δημιουργὸς τῶν πάντων καὶ λυτρωτὴς, περὶ οὗ εἴρηται· « Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, » οὗτινος τὸ θέλειν τοῦτό ἐστιν ὅπερ δύναται [ὅπερ τὸ δύνασθαι]· οὗτινος τῷ νεύματι αἱ οὐράνιαι δυνάμεις σὺν φόβῳ λατρεύουσι, λαθεῖν ἐπὶ γῆς θέλων οὐκ ἠδυνήθη; ὁ κατὰ τὴν θείαν μεγαλωσύνην ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ ἐν τοῖς οὐρανοῖς ἀποῤῥήτως δεσπόζων, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς; εἰ μὴ τοῦτο πρὸς τὸ ἀνθρώπινον αὐτοῦ θέλημα, ὅπερ χρονικῶς κατηξίωσε προσλαβεὶν, ἐπαναδοθείῃ; Πόσῃ οὖν πλάνῃ ἐγκεκύλισται ὁ τὰ τοιαῦτα μὴ διακρίνων, ἵνα εἴπῃ, ἑνὶ καὶ τῷ αὐτῷ θελήματι καὶ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἅπερ ἠθέλησε, τὸν Κύριον δύνασθαι, καὶ τῷ αὐτῷ πάλιν θελήματι ἐν οἴκῳ εὐτελεῖ θέλοντα λαθεῖν μὴ δύνασθαι κατὰ τὰς εὐαγγελικὰς μαρτυρίας; Ἀλλ' ἐὰν πρὸς τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος αὐτοῦ, καθ' ἣν τὸ ταπεινὸν ἡμῶν προσέλαβεν, ἀποδοθῇ, πάντα τὰ τῆς θείας αὐτοῦ μεγαλωσύνης ἠλαττωμένα πρὸς τὴν ἀνθρωπότητα αὐτοῦ ἀνήκειν γνωρίζεται, ἣν τελείως προσέλαβε χωρίς τινος ἁμαρτίας, ἵνα ταύτην καὶ τελείως σώσῃ.
95Agatho papa, Epistolae, 87, 1179C
Τὸ γὰρ παρ' αὐτοῦ μὴ προσληφθὲν οὐδὲ σώζεται, καθὼς ἡμᾶς ὁ συστατικὸς τῆς ἀληθείας κήρυξ Γρηγόριος ὁ Ναζιανζοῦ πρόεδρος ἐφωδίασε.
96Agatho papa, Epistolae, 87, 1179C
Τοιγαροῦν εἰς τὸ παρ' αὐτοῦ ἀνθρώπινον [L., εἰ παρ' αὐτοῦ τὸ ἀνθρώπινον] θέλημα, καθὼς ἡ φύσις, προσελήφθη, καὶ ἐσώθη, καὶ ὅπερ παρὰ τοῦ προσλαβομένου ἐσώθη, οὐκ ἠδύνατο εἶναι αὐτῷ ἐναντίον.
97Agatho papa, Epistolae, 87, 1182A
» Μήτι κατὰ τὴν θεότητα ἄλλο ἐστὶ, θέλημα τοῦ Πατρὸς παρὰ τὸν Υἱὸν; ἢ ἄλλο θέλει ὁ Υἱὸς παρὰ τὸν Πατέρα; Εἰ τοίνυν ἓν θέλουσι, καὶ οὐδεμία ἐστὶ διαφορὰ θελήματος ἐν τῇ ἁγίᾳ Τριάδι, πῶς ἐστι νοητέον, ὅπερ ὁ Προφήτης περὶ τοῦ προσώπου αὐτοῦ μαρτυρεῖ· « Τοῦ ποιῆσαι τὸ θέλημα σου, ὁ Θεός μου, ἠβουλήθην, » εἰ μὴ πιστῶς νοηθῇ εἰρημένον περὶ τοῦ ἀμώμου θελήματος τῆς αὐτοῦ ἀνθρωπότητος; Ὅθεν καὶ ἕπεται· « Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
98Agatho papa, Epistolae, 87, 1182B
Ὅπερ καὶ ὁ ἀπόστολος Παῦλος ἐν τῇ Ἐπιστολῇ τῇ πρὸς Φιλιππησίους ἀναγγέλλει, εἰ πεπληρωμένῃ πίστει θελήσει τις προσέχειν, περὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρισοτῦ οὕτω λέγων· « Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
99Agatho papa, Epistolae, 87, 1182C
Τίς γὰρ εἰς τοσοῦτον ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἀπεχώρησεν, ἵνα κατὰ τὸ θέλημα τῆς αὐτοῦ θεότητος προπετεύσηται λέγειν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πατρὶ ὑπακοῦσαι, ᾧ τινί ἐστιν ἴσος ἐν πᾶσι, καὶ τοῦτο θέλει ἐν πᾶσι καὶ αὐτὸς ὅπερ ὁ Πατήρ; ἢ τίς μὴ νοήσῃ τὴν ὑπακοὴν τῷ ἀνθρωπίνῳ θελήματι μᾶλλον ἁρμόζειν, ἐν ᾧ παντελῶς οὐδεμίαν ἔσχεν ἁμαρτίαν; Οὔτε ῥηθήσεται ὑπήκοος μέχρι θανάτου, εἰ μὴ ἀνθρώπινον θέλημα ἐν ἑαυτῷ ἀνέλαβε, καθὼς ψυχὴν λογικὴν, καὶ σάρκα μετὰ πάντων αὐτῶν τῶν ἰδιοτήτων σαρκωθεὶς προσέλαβε.
100Agatho papa, Epistolae, 87, 1182D
Καὶ πάλιν ἐν τῷ αὐτῷ τόμῳ· Καὶ πόθεν ἐστὶ τὸ θέλημα, καὶ εἶναι οὐ λογίζεται, καὶ ἐὰν ἡ ἀρχαιογονία αὐτοῦ οὐκ ἔστι ζητητέα, οὐ διὰ τοῦτο οὐκ ἔστι ζητητέα, ὅτι τὸ θέλημα ποθεν οὐκ ἔστιν, ἀλλ' ὅτι πεφανέρωται πόθεν εἴη.
101Agatho papa, Epistolae, 87, 1182D
Καὶ ἐὰν ἐνεργῇ ὁ Θεὸς θέλημα ἀγαθὸν ἐν θῷ ἀνθρώπῳ, τοῦτο ἐνεργεῖ, ἵνα ἀνατείλῃ ἐξ αὐτοῦ ἀγαθὸν θέλημα, οὗτινός ἐστι τὸ θέλημα.
102Agatho papa, Epistolae, 87, 1183A
Καὶ πάλιν φησί· Διὰ τί οὖν ἀρνῆσαι κεκλεισμένοις ὀφθαλμοῖς πράγματα φανερὰ, ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ἀναφύεσθαι θέλημα τῷ ἀνθρώπῳ; Ὡσαύτως· Αὐτὴ ἡ κίνησις τῆς ψυχῆς μηδενὸς ἀναγκάζοντος θέλημα ἐστι . . . Καὶ πάλιν· Οὕτως οὐκ ἀληθῶς ἄρα [οὕτως ἄρα ex Lat.], Ἰουλιανὲ, ἐξ ἀνθρώπου θέλημα ἀνθρώπου οὐκ ἀναφύεται, ὁπόταν ὁ ἀνθρωπος ἀγαθὸν ποίημα Θεοῦ εἴη; Ἔπειτα δὲ [μὴ] ἠδυνήθη ἀνελθεῖν εἰς τὴν καρδίαν σου, φύεσθαι μὲν ἐξ ἀνθρώπου θέλημα, ἀλλ' οὐχὶ ἐκ τοῦ αὐτεξουσίου αὐτοῦ; Εἰπὲ οὖν πόθεν, ἐὰν οὐχὶ ἀπὸ τῆς φύσεως, τουτέστιν, ἐὰν οὐχὶ ἀπ' αὐτοῦ τοῦ ἀνθρώπου; Αἷστισι μαρτυρίαις φαίνεται μίαν ἑκάστην αὐτῶν, ἅς τινας ἐνταῦθα ὁ πνευματικὸς Πατὴρ ἀπηρίθμησε φύσεις, ἴδιον φυσικὸν ἔχειν, καὶ ἑνὶ ἑκάστῳ προσκυροῦσθαι ὀφείλειν θέλημα.
103Agatho papa, Epistolae, 87, 1183C
Ὁπόταν ταῦτα οὕτως ἔχει, ἀκριβέστατα φαίνεται, ὅτι ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ δύο, τουτέστι, Θεοῦ καὶ ἀνθρώπου φύσεις, ἤτοι οὐσίας ὁμολογοῦντες εἰς μίαν αὐτοῦ συνεληλυθέναι τὴν ὑπόστασιν, ἤτοι πρόσωπον, ἀναγκαῖόν ἐστι καὶ δύο ἡμᾶς φυσικὰ ἐν αὐτῷ ὁμολογεῖν θελήματα, θεῖον δηλονότι καὶ ἀνθρώπινον· ἐπειδὴ οὔτε τὴν αὐτοῦ θεότητα, ὅσον πρὸς τὸν τῆς φύσεως λόγον ἀνήκει, ἀνθρώπινον ἐσχηκέναι θέλημα λέγειν ἐστίν· οὔτε τὴν ἀνθρωπότητα αὐτοῦ θεῖον φυσικῶς ἐσχηκέναι θέλημα πιστεύειν ἐστίν· οὔτε δὲ πάλιν τινὰ ἐκ τῶν αὐτῶν δύο τοῦ Χριστοῦ οὐσιῶν ἐκτὸς τοῦ φυσικοῦ θελήματος ὑπάρχειν ὁμολογεῖν ἐστίν· ὁπόταν καὶ τὸ ἀνθρώπινον διὰ τῆς παντοκρατορίας τῆς αὐτοῦ θεότητος ὑψηλόν ἐστι, καὶ τὸ θεῖον διὰ τῆς ἀνθρωπότητος φανερὸν τοῖς ἀνθρώποις.
104Agatho papa, Epistolae, 87, 1183C
Ἀποδοῦναι τοίνυν ἀναγκαῖόν ἐστι τὰ ὄντα θεῖα τῷ αὐτῷ ὡς Θεῷ, τὰ ὄντα ἀνθρώπινα τῷ αὐτῷ ὡς ἀνθρώπῳ, καὶ ἑκατέρᾳ διὰ τῆς καθ' ὑπόστασιν ἑνώσεως τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀληθῶς ἐπιγινώσκειν.
105Agatho papa, Epistolae, 87, 1186B
Μένει γὰρ ἑκάτερον ὅπερ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ' ὑπόστασιν· ἀλλ' ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φονὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ἢ τὸν ἀριθμον τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου σαρκωθέντος, μὴ τῇ θεωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν· εἷς γὰρ ἐξ ἀμφοῖν, καὶ δι' ἑνὸς ἀμφότερα· ἀλλ' ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ, ὡς κεχωρισμένας καὶ ιδιοϋποστάτους εἶναι τὰς φύσεις· ὁ τοιοῦτος ἀνάθεμα ἔστω.
106Agatho papa, Epistolae, 87, 1186B
Ἑπεὶ κᾂν ἕνα Χριστὸν, καὶ ἓν αὐτοῦ πρόσωπον καὶ ὑπόστασιν, διὰ τὴν ἕνωσιν δηλονότι τῶν φύσεων, ἥτις γέγονε καθ' ὑπόστασιν, ἐδίδαξαν· ὅμως τὴν διαφορὰν αὐτῶν τῶν φύσεων, αἵ τινες ἐν αὐτῷ ἡνώθησαν, μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν, μέχρι θεωρίας νοήσεως γνωρίζειν ἡμᾶς, καὶ κηρύττειν παραδεδώκασι.
107Agatho papa, Epistolae, 87, 1186B
Τοιγαροῦν ἐὰν αἱ ἱδιότητες τῶν φύσεων ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυριῳ ἡμῶν Ἰητοῦ Χριστῷ διὰ τὴν διαφορὰν φυλάττωνται, ὁμοίως καὶ τὴν διαφορὰν τῶν φυσικῶν αὐτοῦ θελημάτων, καὶ τῶν φυσικῶν αὐτοῦ ἐνεργειῶν ἁρμόζει ἡμᾶς ὁμολογεῖν πληρεστάτῃ πίστει, ὅπως τῇ αὐτῶν διδασκαλίᾳ ἐν πᾶσιν ἀκολουθοῦντες ἀποδειχθῶμεν, καὶ μηδέν τῆς αἱρετικῆς καινότητος εἰς τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν προσδεξώμεθα.
108Agatho papa, Epistolae, 87, 1186C
Εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴποιμεν ἂν ὡς [θέλειν] παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου· τὸ γὰρ ἐκείνου θέλημα οὑδὲ ὑπεναντίον Θεῷ θεωθὲν ὁλον.
109Agatho papa, Epistolae, 87, 1187A
Πῶς ὁ Κύριος τὸν κόσμον ἑαυτῷ καταλλάσσων πεμέριζε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ' αὐτοῦ γινομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἁπτόμενος δὲ διὰ τοῦ σώματος;.
110Agatho papa, Epistolae, 87, 1187A
Τοῦ αὐτοῦ ἐκ τοῦ βιβλίου τοῦ κατὰ Ἀπολιναρίου.
111Agatho papa, Epistolae, 87, 1190D
Ὡσαύτως ἐκ τοῦ αὐτοῦ μετ' ὀλίγα· Εἶδες ἆρα οὕτω Θεὸν καὶ ἄνθρωπον κηρύττεσθαι, ἵνα ὁ θάνατος τῷ ἀνθρώπῳ, τῷ δὲ Θεῷ τῆς σαρκὸς ἡ ἔγερσις προσνεμηθῇ; Ὅμως οὐχ ἵνα ἄλλως εἴη, δι' οὗ ὁ νεκρὸς ἀνίσταται· ἡ σκυλευθεῖσα γὰρ [ἄλλος ᾖ θανὼν, καὶ ἄλλος δι' οὗ ὁ νεκρὸς ἀνίσταται, ἡ γυμνωθεῖσα γὰρ ex L.] σὰρξ ὁ Χριστός ἐστι νεκρός.
112Agatho papa, Epistolae, 87, 1191C
Ὡς γὰρ ὁ Κύριος ἐνδυσάμενος τὸ σῶμα γέγονεν ἄνθρωπος· οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρ' αὐτοῦ τοῦ Λόγου τεθεοποιήμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν.
113Agatho papa, Epistolae, 87, 1191D
Πῶς σοφῶς ἐνταῦθα ὁ ἀξιομνημόνευτος Πατὴρ ἐκ τῶν ποιοτήτων τῶν ἐνεργειῶν τῶν φύσεων τῶν ἐν τῷ Χριστῷ τὴν διαφορὰν διδάσκει νοεῖσθαι· καί ὡς τὰ πράγματα αὐτὰ πρὸ ὀφθαλμῶν χειρίζων τῇ χειρὶ τῆς πνευματικῆς διδασκαλίας τοῖς ἀναγινώσκουσι δείκνυσιν, ἡνίκα λέγει, εἶναι ἑνὸς τὰ ἑκάτερα πράττεσθαι, τουτέστιν ἑκατέρας τὰς ἐνεργείας, τὰ θεῖα δηλονότι καὶ τὰ ἀνθρώπινα ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προέρχεσθαι; Καὶ ὑπομιμνήσκει μὴ δύνασθαι πλανᾶσθαι τὸν κατὰ ταύτην τὴν ὀρθὴν νόησιν πιστεύοντα.
114Agatho papa, Epistolae, 87, 1194A
Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς Θεουργίας τὸ καθ' ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀλήθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον Λόγον, καὶ δρᾶσαι καί παθεῖν, ὅσα τῆς ἀνθρωπίνης αὐτοῦ θεουργίας ἐστὶν ἐκκριτά τε καὶ ἐξαίρετα.
115Agatho papa, Epistolae, 87, 1194B
Τοῦ αὐτοῦ ἀπὸ τῆς ἐπιστολῆς τῆς σταλείσης πρὸς Λέοντα τὸν βασιλέα.
116Agatho papa, Epistolae, 87, 1195A
Ταύτην ἔχοντας [ἔχοντος] τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν· φαίνεται δὲ [καὶ] τούτων τῶν ἁγίων Πατέρων ὁ σκοπὸς τῇ πνευματικῇ διακρίσει τοῖς ὁρῶσιν, ὅτι κατὰ τὸν τῆς πίστεως κανόνα τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας δύο ἐνεργείας ἐν τῷ Χριστῷ, τουτέστι θείαν καὶ ἀνθρωπίνην, γνωρίζουσιν, ἐπὰν ὁ ἅγιος Διονύσιος μὲν λέγῃ, διακεκριμένως [διακεκριμένην] εἶναι τὴν ἐνέργειαν τοῦ Χριστοῦ, ἥτις καθ' ἡμᾶς ἐστιν ἐξ ἡμῶν· καὶ ἐκ τούτου ὁλικῶς καὶ ἀληθῶς τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον ἐπιγινώσκεσθαι ὡσαύτως ἡνίκα λέγει δρᾷν καὶ παθεῖν τὰ πρόσφορα τῇ ἀνθρωπίνῃ αὐτοῦ θεουργίᾳ [εἰ καὶ θείως συμβαίνουσι], καθ' ἣν ὁ Θεὸς ὁ Πατὴρ καὶ Πνεῦμα τὸ ἅγιον κατ' οὐδένα λόγον [τρόπον] αὐτῇ κοινωνοῦσιν.
117Agatho papa, Epistolae, 87, 1195D
Καὶ ἀκολούθως κατὰ τὸν τῆς διανοίας λόγον διακρίνει τὸν Λόγον ὅπερ ἐστὶ τοῦ Λόγου ἐνεργοῦντα, καὶ τὸ σῶμα ὅπερ ἐστὶ τοῦ σώματος ἐκτελοῦν, καὶ μιᾶς ἑκάστης φύσεως τὰ πρόσφορα ἔργα θεωρεῖται, εἰ καὶ τὰ μάλιστα ταύτας ἀπὸ τῆς ἀλλήλων κοινωνίας οὐ χωρίζει, αὐτοῖς τοῖς πράγμασι δείκνυσιν ὁ ἐξαίρετος ἀρχιερεὺς, μᾶλλον δὲ καὶ πᾶσα σὺν αὐτῷ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἡ κοινότης, ὅτι καὶ θεότης τοῦ Χριστοῦ φυσικὴν ἐνέργειαν ἀσυγχύτως ἐν τῇ ἑνώσει ἐφύλαξε, καὶ ἡ ἀνθρωπότης αὐτοῦ τὰ πρὸς ἐνέργειαν τῆς ἀνθρωπίνης οὐσίας ἁρμόζοντα ἐξετέλεσε.
118Agatho papa, Epistolae, 87, 1198A
Καὶ ἐν ὅσῳ πρὸς τὸν ἐν εὐσεβεῖ τῆ μνήμῃ Λέοντα τὸν βασιλέα τὸ σύμβολον τῆς ἀληθοῦς ὁμολογίας σαφηνίζει, καὶ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἓν πρόσωπον εἶναι ἀληθῶς κηρύττει, ὅμως τὴν ὁδὸν τῆς ἐννοίας διανοίγει, ἵνα ἐκ τῶν ποιοτήτων αὐτῶν τῶν ἔργων τοῦ Χριστοῦ, τουτέστιν ἐκ τῆς φυσικῆς ἐνεργείας μία ἑκάστη τῶν καθ' ὑπόστασιν ἐν τῷ Χριστῷ ἑνωθεισῶν φύσεων, ποίας ἐστὶν οὐσίας, ἐπιγνωσθῇ· οὐδὴ γὰρ ἐνταῦθα ὁ κήρυξ τῆς ἀληθείας προσεδέξατο, ἵνα τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣν χρονικῶς ὁ Κύριος μετὰ τῆς ἀνθρωπότητος ἔλαβε, τῇ ἀϊδίῳ αὐτοῦ οὐσίᾳ προσκυρώσῃ, ἢ τῇ θείᾳ αὐτοῦ οὐσίᾳ τῆς ἀνθρωπίνης ἐνεργείας τὸ μέτρον ἐπιγραφῇ· ἀλλὰ μενούσης οὐδὲν ἧττον τῆς ἑνώσεως [ἑνότητος] τοῦ προσώπου, τὰς φύσεις, αἵτινες ἐν τῷ Χριστῷ καθ' ὑπόστασιν, ἡνώθησαν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ἐπέγνω.
119Agatho papa, Epistolae, 87, 1198B
Καὶ γὰρ ὁ τῆς ἀληθείας ἐκδικητὴς Κύριλλος ὁ τῆς Ἀλεξανδρέων πόλεως, συνάγων ἐκ τούτων τῶν θεοπρεπῶς λεχθέντων, ἢ πραχθέντων παρὰ τοῦ Κυρίου καὶ Σωτῆρος Θεὸν αὐτὸν ἀποδείκνυσθαι, καὶ ἐκ τῶν παρὰ τοῦ αὐτοῦ κατὰ ἄνθρωπον λεχθέντων, ἢ γενομένων δείκνυσθαι αὐτὸν ἀληθῶς ἄνθρωπον, φανερόν ἐστιν, ὅτι ἐκ τῶν φυσικῶν ἐνεργειῶν τοῦ Χριστοῦ, τὸν Χριστὸν ἀληθινὸν καὶ τέλειον Θεὸν, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν, καὶ τέλειον εἶναι ἐπέγνω.
120Agatho papa, Epistolae, 87, 1198C
Ἀλλ' ἀπὸ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ταῖς ἰδίαις φύσεσι προσφόρως προήρχοντο.
121Agatho papa, Epistolae, 87, 1198D
Καὶ μέχρι τοῦ νῦν ἀπὸ πάντων τῶν ἐθνῶν ἡ αὐτοῦ θεοσεβὴς μνήμη προσκυνήσεως ἀξιοῦται.
122Agatho papa, Epistolae, 87, 1199A
Οὗτινος ἡ ὀρθότης τῆς πίστεως διὰ τῶν σεβασμίων αὐτοῦ ἠδίκτων ἐν ὅλῳ τῷ κόσμῳ διαχυθεῖσα ἐπαινεῖται.
123Agatho papa, Epistolae, 87, 1199D
Εἰ δὲ, ὅπερ ἡ ἀλήθεια περιέχει, ἐν ὅσῳ ἀνθρώπινά τινα ἐνήργησεν ὁ Χριστὸς, πρὸς μόνον τὸ πρόσωπον αὐτοῦ ὡς Υἱοῦ ἐπαναφέρεται, ἅ τινα οὐκ ἔστι τὰ αὐτὰ, οἷα καὶ τοῦ Πατρὸς, [ὅπερ οὐκ ἔστι ταὐτὸν τῷ Πατρὶ, κατ' ἄλλο ex Lat.
124Agatho papa, Epistolae, 87, 1202A
Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ προγεγραμμένῳ, Εἰς τὰ ἐπιφάνια τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου.
125Agatho papa, Epistolae, 87, 1202B
Ὁ εἷς γὰρ Χριστὸς θεϊκῷ μόνῳ θελήματι κινούμενος, καθὸ καὶ μίαν οἴδαμεν αὐτοῦ τὴν ἐνέργειαν ἐν διαφόροις θαύμασι καὶ παθήμασιν ἐκ τῆς μιᾶς αὐτοῦ συνθέτου φύσεως προϊοῦσαν.
126Agatho papa, Epistolae, 87, 1202B
Ὁμοίως τοῦ αὐτοῦ Σεβήρου πρὸς Σέργιον γραμματικὸν ἔνθα φησίν· Ἐπειδὴ γὰρ εἷς ὁ ἐνεργῶν, καὶ μία αὐτοῦ ἡ ἐνέργεια, καὶ κίνησις ἐνεργητική.
127Agatho papa, Epistolae, 87, 1202D
Θεοδοσίου αἱρετικοῦ Ἀλεξανδρέως ἀπὸ τοῦ τόμου τοῦ παρ' αὐτοῦ γραφέντος Θεοδώρᾳ τῇ Αὐγούστῃ· Ὡς λοιπὸν καὶ ἐνέργειαν εἶναι τοῦ συναμφοτέρου θεοπρεπῆ μίαν, ἐπεὶ καὶ ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ φαμεν τὰ θεοπρεπῆ θαύματα, καὶ τὰ φυσικὰ πάντα καὶ ἀδιάβλητα πάθη.
128Agatho papa, Epistolae, 87, 1202D
Καὶ μετ' ὀλίγα· Καὶ μίαν εἶναι καὶ τὴν αὐτὴν τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ τὴν θεοπρεπῆ σοφίαν, γνῶσίν τε τῶν ὅλων, καὶ εἴδησιν κατὰ τὸ συναμφότερον, τουτέστι κατὰ τὴν αὐτοῦ θεότητα, καὶ κατὰ τὴν αὐτοῦ ἀνθρωπότητα, ἐπεὶ καὶ ἐνέργειαν μίαν ὁμολογοῦμεν θεοπρεπῆ, ὡς ἤδη προλέλεκται.
129Agatho papa, Epistolae, 87, 1202D
Καὶ πάλιν· Τῆς θεοπρεποῦς ἐνεργείας μιᾶς οὔσης αὐτοῦ, ἀνάγκη καὶ ἀμέριστον εἶναι ταύτην καὶ ἀδιαίρετον.
130Agatho papa, Epistolae, 87, 1203A
Τὸ δὲ « ἐμποιήσας αὐτῆ » αὐτὸ τὸ καταπλουτίσαι τῆ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τὴν αὐτοῦ θεοπρεπῆ ἐνέργειαν, τὴν ἀσυγχύτως καὶ ἀτρέπτως ἑνωθεῖσαν αὐτῳ ἔμψυχον σάρκα παρίστησιν.
131Agatho papa, Epistolae, 87, 1203A
Κῦρος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τῶν ὅρων αὐτοῦ πρὸς τὸν τόπον· Καὶ τὸν αὐτὸν ἕνα Χριστὸν, καὶ ἕνα Υἱὸν ἐνεργοῦντα τὰ θεοπρεπῆ καὶ ἀνθρώπινα μιᾷ θεανδρικῇ ἐνεργείᾳ κατὰ τὸν ἐν ἁγίοις Διονύσιον.
132Agatho papa, Epistolae, 87, 1203B
Ὁμοίως Θεοδώρου τοῦ γενομένου ἐπισκόπου Φαρανίτου ἐκ τοῦ ἀντιγράφου πρὸς Σέργιον ἐπίσκοπον Ἀρσινοΐτην· Καὶ διὰ τοῦτο μία ἐνέργεια τοῦ ὅλου, ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ Σωτῆρος πάντα ταῦτά εἰσίν.
133Agatho papa, Epistolae, 87, 1207A
Ἵνα τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν τῆς ὀρθοδόξου πίστεως ὀρθότητα, ἥτις τεθεμελίωται ἐπὶ τὴν στερεὰν πέτραν ταύτης τῆς τοῦ μακαριωτάτου κορυφαίου τῶν ἀποστόλων Πέτρου Ἐκκλησίας, ἥτις τῇ αὐτοῦ χάριτι καὶ βοηθείᾳ ἀπὸ πάσης πλάνης ἄχραντος διαμένει.
134Agatho papa, Epistolae, 87, 1210D
Ταῦτα διὰ τοῦτον τὸν παντοδύναμον Θεὸν τοῖς ἐσχάτοις χρόνοις τῆς ὑμῶν ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα καὶ τὸν τόπον, καὶ τὸν ζῆλον αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι, ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε· ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων, μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο, καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ, καὶ τῶν ἁγίων Πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία καταξιώσητε ἐπεξελθεῖν [ἐξακολουθῆναι], καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέων τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν, διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες, ὅθεν [ἴσ., ὅπερ] ὁ βασιλεὺς καὶ προφήτης Δαβὶδ πρὸς τὸν Θεὸν φθέγγεται.
135Agatho papa, Epistolae, 87, 1211B
Καὶ θαῤῥοῦμεν, ὅτι ἅπερ ὑπέσχετο ἡ ὑμετέρα εὐσεβὴς εὐμένεια, δύναται καὶ ἀποτελέσαι, ὅπως ὅπερ τῷ Θεῷ ἀφιέρωται Θεοσεβεῖ φιλανθρωπίᾳ παρὰ τοῦ φιλοχρίστου ὑμῶν κράτους, οὐδὲν ἧττον τῆς αὐτοῦ παντοκρατορίας συνεργούσης καὶ ἡ ὑπόσχεσις πληρωθῇ.
136Agatho papa, Epistolae, 87, 1214B
Διόπερ τῇ ὑμετέρᾳ σεβασμίᾳ γαληνότητι ὑπὲρ τῆς στοργῆς καὶ τιμῆς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὀρθῆς πίστεως ἀπ' αὐτοῦ τοῦ συμβασιλέως τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗτινος τὴν ἀληθῆ πίστιν ἄχραντον ἐπιθυμεῖτε φυλάττειν, τέλειος μισθὸς καταλογισθήσεται τοῖς εὐσεβέσι καμάτοις, ὅτι ἔν τινι οὐδὲν ἠμελήθη, ἢ παρεωράθη ἀπὸ τῆς ὑμῶν Θεοστεφοῦς εὐμενείας, ὅπερ ἀνήκειν δυνήσηται τῇ ὑγιεῖ ἀκεραιότντι τῆς ἀληθοῦς πίστεως πρὸς τὴν τῶν Ἐκκλησιῶν ὁμόνοιαν, ἐπειδη ὁ κριτὴς τῶν πάντων Θεὸς τὴν πρόθεσιν ἐκζητεῖ τῆς διανοίας, καὶ τὴν σπουδὴν τῆς εὐσεβείας προσδέχεται· ὃς τὰς ἐκβάσεις τῶν πραγματων, καθὼς συμφέρειν κρίνει καὶ διοικεῖ.
137Alcuinus, Epistolae, 100, 0184A (auctor 730-804)
Nam ubi nos dicimus: Disrumpamus vincula eorum (Psal. II, 3) , habet in Graeco: Διαῤῥήξομεν τοὺς δεσμοὺς αὐτοῦ [αὐτῶν] . . . Item quod nos habemus: Domine, a paucis de terra divide eos (Psal.
138Ambrosius Mediolanensis, Enarrationes in XII psalmos Davidicos, 14, 0944C (auctor 340-397)
Nam Graecus ita dixit: ὃ τὸν καρπὸν αὐτοῦ δόσει; quod potest ad beatum referri, μακάριος καρπὸν δόσει, Graece; Latine autem sic dicitur, ut sit: quia beatus dabit fructum, in resurrectione scilicet sua, quando potest perpetuum dare.
139Ambrosius Mediolanensis, Enarrationes in XII psalmos Davidicos, 14, 0944C (auctor 340-397)
Potest et sic, ὃ τὸν καρπὸν αὐτοῦ ὑπὲρ ξύλον, ut referatur ad lignum, cuius facta omnia prosperabuntur.
140Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 31, 1; 6 (auctor c.330–c.391)
Denique cum Calchedonos subverterentur veteres muri, ut apud Constantinopolim aedificaretur lavacrum, ordine resoluto saxorum in quadrato lapide, qui structura latebat in media, hi Graeci versus incisi reperti sunt futura plene pandentes: ἀλλ´ὁπόταν νύμφαι δροσεραὶ κατὰ ἄστυ χορείῃ τερπόμεναι στρωφῶνται ἐυστεφέας κατ´ἀγυιάς, καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων Ἴστρου καλλιρόοιο πόρον περάοντα σὺν αἰχμῇ καὶ Σκυθικὴν ὀλέσει χώρην καὶ Μυσίδα γαίην, Παιονίης δ´ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ καὶ βιότοιο τέλος καὶ δῆριν ἐφέξει.
141Ammianus Marcellinus, Res gestae, 31, 1, 5; 7 (auctor c.330–c.391)
Denique cum Chalcedonos subverterentur veteres muri, ut apud Constantinopolim aedificaretur lavacrum, ordine resoluto saxorum, in quadrato lapide qui structura latebat in media, hi Graeci versus incisi reperti sunt, futura plene pandentes: ἀλλα' ὁπόταν νύμφαι δροσεραὶ κατὰ ἄστυ χορείῃ τερπόμεναι στρωφῶνται ἐυστεφέας κατ' ἀγυιάς, καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων ἴστρον καλλιρόοιο πόρον περάοντα σὺν αἰχμῇ, καὶ σκυθικὴν ὀλέσει χώρην καὶ μυσίδα γαῖαν, παιονίης δ' ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ καὶ βιότοιο τέλος καὶ δῆρις ἐφέξει.
142Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567A
Τὸν δέ γε τῆς Ρωμαίων πάπαν Ὁνώριον, οὐ καταγορεύειν οἶμα τῆς τῶν ἐμφύτων θελημάτων ἐπὶ Χριστοῦ δυάδος, ἐν τῇ γραφείσῃ πρὸς Σέργιον ἐπιστολῇ διὰ τὸ ἓν θέλημα φάναι, συναγορεύειν δὲ μᾶλλον, καὶ ταύτην ὡς εἰκὸς συνιστᾷν, οὐκ ἐπ' ἀθετήσει τοῦτό γε λέγοντα τοῦ ἀνθρωπίνου καὶ φυσικοῦ τοῦ Σωτῆρος θελήματος, ἀλλ' ἐπὶ τοῦ μηδαμῶς τῆς ἀσπόρου συλλήψεως αὐτοῦ καὶ τῆς ἀφθόρου γεννήσεως προκαθηγεῖσθαι θέλημα σαρκὸς, ἢ λογισμὸν ἐμπαθῆ.
143Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567C
Τοῦτον δὴ τὸν ἄῤῥητον αὐτοῦ τῆς γεννήσεως σκοτήσαντες λόγον, ἐκεῖνος μὲν, θέλησιν μόνην ἐπ' αὐτοῦ θεότητος εἰπεν, οὗτος δὲ θέλημα ἓν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· ἐπειδὴ προδήλως, φησὶν, ἐκ τῆς θεότητος προσελήφθη ἡ ἡμετέρα φύσις, καὶ οὐχ ἁμαρτία, δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων, ὡς ὁ θεῖός φησιν Ἀθανάσιος.
144Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569B
Οὐ γὰρ προσελήφθη, φησὶν, ὑπὸ τοῦ σωτῆρος ἡ κατεφθαρμένη ἀπὸ τῆς ἁμαρτίας σὰρξ, ἡ ἀντιστρατευομένη τῷ νόμῳ τοῦ νοὸς αὐτοῦ· Οὖ τινος γὰρ οὐ προκαθηγήσατο ὁ καθ' ἁμαρτίαν διὰ σπορᾶς τῆς γεννήσεως νόμος, τοῦτου παντελῶς οὐδὲ τοῖς μέλεσιν ἐνυπάρχει· ἀλλἀ νόμος θείας δικαιοσύνης πρὸς ὑποτύπωσιν ἡμῖν ἐκφαινόμενος, καὶ τὸν ἐκ παραβάσεως ἐπεισαχθέντα τῇ φύσει τελείως ἐξαφανίζων.
145Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569C
Ἕτερος γὰρ νόμος ἐν τοῖς μέλεσιν αὐτοῦ, ἢ θέλημα διάφορον ἢ ἐναντίον οὐ γέγονε τῷ Πατρὶ [f. Σωτῆρι], ἐντεῦθεν δεικνὺς, οὐχ ὡς οὐκ εἶχεν ἀνθρώπινον θέλημα καὶ φυσικόν· οὐ γὰρ λέξας φαίνεται τοῦτο, ἀλλ' ὅτιπερ ὡς ἄνθρωπος οὔτε κατὰ σῶμα διὰ τῶν μελῶν τὴν οἱανοῦν ἐκέκτητο παρὰ φύσιν ἐνέργειαν, οὔτε μὴν κατὰ ψυχὴν θελήματος ἐναντίαν ἢ παράλογον κίνησιν, ὥσπερ ἡμεῖς, ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης φύσεως ἐτέχθη.
146Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569D
Ταῦτα γὰρ δι' ἡμᾶς ἔλεγεν, οἷς δέδωκεν παράδειγμα ὁ τῆς εὐσεβείας διδάσκαλος, ἵνα τοῖς ἴχνεσιν αὐτοῦ ἑπώμεθα· καὶ μὴ τὸ ἴδιον ἕκαστος ἡμῶν, ἀλλὰ τὸ τοῦ Κυρίου μᾶλλον ἐν πᾶσι προτιμήσῃ θέλημα.
147Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571A
Καὶ ἵν' ἐπιτόμως εἴπω· διὰ τοῦ ἑνὸς θελήματος, τὸ μόνην τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως τὴν θείαν προκαθηγήσασθαι θέλησιν δηλοῦν αὐτὸν οἶναι· διὰ δὲ τοῦ μὴ ὑπάρχειν θελήματος διαφορὰν, τὸ ἐναντίον οὐκ ἔχων ἢ ἀντιπρᾶττον, ἀλλὰ τὸ συμβαῖνον δι' ὅλου καὶ ἡνωμένον· ὅθεν ἡνίκα μὲν τὴν ἡμετέραν φύσιν ἐκ τῆς θεότητος προσειλῆφθαι λέγῃ, θελήματος ἑνὸς μνημονεύει· ἡνίκα δὲ τὸ, οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, εἰς μέσον τῷ λόγῳ προτίθησι, τὸν ἀριθμὸν ἀφεὶς, οὐκ εἰσὶ ταῦτά, φησι, διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντικειμένου.
148Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571C
Βεβαιότερον δέ μοι τοῦτον πεποίηκεν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐπανελθὼν ὁ ὁσιώτατος πρεσβύτερος κύριος ἀββᾶς Ἀναστάσιος, ἀνὴρ, εἰ καί τις ἄλλος, ἀρετῇ τε θείᾳ καὶ φρονήσει κεκοσμημένος· καὶ φήσας ὡς πολὺς αὑτῷ λόγος κεκίνηται πρὸς τοὺς ἐκεῖσε τῆς μεγάλης ἐκκλησίας ἱερωτάτους ἄνδρας, διὰ τὴν πρὸς Σέργιον ἐξ αὐτῶν γραφεῖσαν ἐπιστολὴν, ὅτου χάριν καὶ πῶς αὐτῇ διερωτῶν ἐνετάγη τὸ ἓν θέλημα; καὶ εὗραν ἀσχαλῶντας ἐν τούτῳ, καὶ ἀπολογουμένους, καὶ πρὸς αὐτοῖς τὸν ταύτην ἐν λατίνοις ὑπαγορεύσαντα, κατὰ κέλευσιν αὐτοῦ κύριον ἀββᾶν Ἰωάννην τὸν ἁγιώτατον σύμπονον, ἰσχυριζόμενον, ὡς οὐδαμῶς ἐπίμνησιν ἐν αὐτῇ δι' ἀριθμοῦ πεποίηνται ἑνὸς τὸ παράπαν θελήματος, εἰ καὶ τοῦτο νῦν ἀνεπλάσθη παρὰ τῶν ταύτην ἐρμηνευσάντων εἰς τὴν Ἑλλάδα φωνήν.
149Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0573A
Ἀναγκαίως οὖν καὶ τοῦτο μαθὼν δεδήλωκά σοι, θεοτίμητε Πάτερ, ὡς ἂν διὰ πάντων φραξάμενος ἔχοις ὅπως διακρούσῃ τῶν ἐναντίων τὰς φάλαγγας, λόγῳ τε βάλλων εὐτόνος καὶ πίστει κατὰ κράτος υπερνικῶν, δόξαν τε τὴν τοῦ Μονογενοῦς ἐντεῦθεν εἰς ἀνάῤῥησιν ἔχων, καὶ διάδημα τὴν αὐτοῦ κατὰ χάριν κοινωνίαν καὶ ἕνωσιν.
150Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603B
Καὶ λέγει αὐτῷ Ἐξ ᾧν ἐποίησας, πᾶσιν ἐγένου φανερὸς, ὃτι μισεῖς τὸν βασιλέα, καὶ τὴν πολιτείαν αὐτοῦ, σὺ γὰρ μόνος Αἴγυπτον, καὶ Ἀλεξάνδριαν, καὶ Πεντάπολιν, καὶ Τρίπολιν, καὶ Ἀφρικὴν Σαρακηνοῖς παρέδωκας.
151Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603C
Καὶ ἀντέγραψας αὐτῷ, λέγων, μηδὲν τοιοῦτο ποιῆσαι, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐπὶ τῆς βασιλείας Ἠρακλείου, καὶ τοῦ γένους αὐτοῦ, συμπραχθῆναι τὴν πολιτίαν τῶν Ῥωμαίων.
152Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607A
καὶ μετὰ τοῦτον, τέταρτον ἄγουσι Γρηγόριον τὸν υἱὸν Φωτεινοῦ, λέγοντα· Ὅτι ἀπῆλθον εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μαξίμου ἐν Ῥώμῃ, κᾀμου εἰπόντος, ὅτι καὶ ἱερεύς ἐστιν ὁ βασιλεὺς, εἰπεν ὁ ἀββᾶς, Ἀναστάσιος ὁ μαθητὴς αὐτοῦ· Μὴ ἀξιωθῇ εἶναι ἱερεύς.
153Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607B
Ὃν θεωρήσας, ὡς ἔθος μοι ἐστὶν, ἔῤῥιψα ἐμαυτὸν εἰς τὴν γῆν, καὶ προσεκύνησα αὐτῷ, καὶ ἠσπασάμην αὐτὸν, καὶ εἶπον αὐτῷ μετὰ τὸ καθίσαι· Τίς ἡ αἰτία τῆς ποθητῆς παρουσίας τοῦ δεσπότου μου; Καὶ εἶπεν· Ὁ ἀγαθὸς καὶ θεοστήρικτος ἡμῶν δεσπότης, φροντίζων τῆς εἰρήνης τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, ἐποίησε κέλευσιν πρὸς τὸν θεοτίμητον πάππαν, πέμψας καὶ προσφορὰν εἰς τὸν ἅγιον Πέτρον, προτρεπόμενος αὐτὸν ἑνωθῆναι τῷ προέδρῳ Κωνσταντινουπόλεως· ἃπερ πεμφθῆναι διὰ τῆς ἐμῆς μετριότητος κατηξίωσε τὸ εὐσεβὲς αὐτοῦ κράτος.
154Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607C
Καὶ εἶπον· Δόξα Θεῷ τῷ ποιήσαντί σε ἄξιον τῆς τοιαύτης διακονίας Πλὴν, ἐπὶ ποίῳ τρόπῳ γενέσθαι τὴν ἕνωσιν ἡ αὐτοῦ θεοστεφὴς ἐκέλευσε γαληνότης, πάλιν εἰπὲ, εἴπερ οἶδας; καὶ εἶπας, ἐπὶ τῷ Τύπῳ.
155Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609D
Ταῦτα αὐτοῦ λέγοντος, κράζει ὁ Μηνᾶς· Ταῦτα λέγων ἔσχισας τὴν Ἐκκλησίαν.
156Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611B
Πρὸς ὃν εἷπεν ὁ τοῦ Θεοῦ δοῦλος παρουσίᾳ πάντων· Ἀνάθεμα Ὠριγενεῖ καὶ τοῖς δόγμασιν αὐτοῦ, καὶ παντὶ σύμφρονι αὐτοῦ.
157Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611B
Καὶ λέγει ὁ πατρίκιος Ἐπιφάνιος· Ἐλύθη, κῦρι ἀββᾶ Μηνᾶ, ὁ κατ' αὐτοῦ παρὰ σοῦ ἐπαγόμενος ψόφος, ἵνα καὶ εἰ ἦν Ὠριγενιστὴς, ἐπὰν ἀνεθεμάτισε, τῆς τοιαύτης ἑαυτὸν ἠλευθέρωσε μέμψεως.
158Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611B
Ἐγὼ δὲ ὡς οὐκέτι τοιοῦτο περὶ αὐτοῦ λεγόμενον παραδέχομαι.
159Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613C
Οἱ γὰρ ἅγιοι Πατέρες φανερῶς λέγουσι μήτε εἶναι, ἢ γινώσκεσθαι χωρὶς τῆς οὐσιωδοῦς αὐτῆς ἐνεργείας τὴν οἰανδήποτε φύσιν· εἰ δὲ οὔτὲ ἐστιν, οὔτε γινώσκεται φύσις ἄνευ τῆς αὐτὴν οὐσιωδῶς χαρακτηριζούσης ἐνεργείας, πῶς εἶναι τὸν Χριστὸν, ἢ γνωρίζεσθαι Θεὸν ἀληθῶς φύσει καὶ ἄνθρωπον, ἄνευ τῆς θεϊκῆς καὶ ἀνθρωπίνης ἐνεργείας, ἐστὶ δυνατόν; Ἀπολέσας γὰρ, κατὰ τοὺς Πατέρας, τὸ βρυχικὸν ὁ λέων οὐκ ἔστι λέων, καὶ κύων τὸ ὑλακτικὸν, οὐκ ἔστι κύων καὶ ἄλλο τὸ οἱονοῦν τὸ φυσικῶς αὐτοῦ συστατικὸν ἀπολέσαν, οὐκ ἔστιν ἔτι ὅπερ ἧν.
160Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615D
Καὶ ἰδοὺ ὁ ῥύπος ἐκ τῶν ὑπευθύνων εἰς τὸν ἀθῶον καὶ καθαρὸν πάσης αἱρέσεως ἐξετινάχθη Ἀλλά συμβουλεύσατε ποιῆσαι, ὅ ἐποίησεν ὁ εὐσεβὴς τῇ μνήῃ γενομένος αὐτοῦ πάππος.
161Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617A
Τοῦτο ποιήσει καὶ ὁ νῦν εὐσεβῶς βασιλεύων ἡμῶν, καὶ μενεῖ παντελῶς ἄχραντος πάσης μέμψεως ἡ πρόληψις αὐτοῦ.
162Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἃ ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσι, ποτὲ δὲ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῇρε αὐτὰς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλη, καὶ εὔρῃ χῶραν μὴ γνωρίζουσαν αὐτὸν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς.
163Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619B
Ποία γέγονεν ἐπὶ τοῖς πεπραγμένοις συνοδικὴ καὶ κανονικὴ πρᾶξις ἀσφαλῶς ἔχουσα αὐτοῦ τὴν καθαίρεσιν; Πλὴν ἵνα καὶ κανονικῶς καθῃρέθη, οὐ ποιεῖ τοῦτο πρόκριμα τοῖς ὁρθοδόξως κατὰ τοὺς θείους κανόνας κυρωθεῖσιν, οἷς καὶ τὰ γραφέντα παρὰ τοῦ ἐν ἀγίοις πάπα Θεοδώρου συμβαίνουσι.
164Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619C
Καὶ τῇ ἐπαύριον, ἥ τις ἦν κυριακὴ, συμβούλιον ποιήσαντες οἱ τῆς Ἐκκλησίας, ἔπεισαν τὸν βασιλέα, ταύτην αὐτοὺς κατακρῖναι τὴν πικρὰν καὶ ἀπάνθρωπον ἐξορίαν· διῇρημένους ἀλλήλων, τὸν μὲν ἅγιον γέροντα εἰς Βιζύην κάστρον τῆς Θρᾴκης, τὸν δὲ μαθέτην αὐτοῦ εἰς Πέρβεριν, ὃ οὐκ ἔχει ἐξώτερον βῆμα ποδὸς ἡ Ῥωμαίων βασιλεία, ἀπρονοήτους, γυμνοὺς, ἀτρόφους, πάσης τῆς πρὸς τὸ ζῇν ἀφορμῆς ἐστερημένους, μὴ ἐγγίζοντας θαλάσσῃ, ἵνα μὴ ἔχωσιν ἐκ τῶν ἐλεημόνων ἐπίσκεψιν.
165Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619D
Καὶ οὕτως εἰσὶ γυμνοὶ καὶ ἄτροφοι, μόνην ἔχοντες τὴν ἐλπίδα τοῦ Θεοῦ παρακαλοῦντες πάντας τοὺς Χριστιανοὺς, τοῦτο βοῶντες· Εὔξασθαι διὰ τὸν Κύριον, ἵνα τελειώσῃ ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ μετὰ τῆς ταπεινώσεως ἡμῶν, καὶ διδάξῃ ἡμᾶς.
166Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0625C
ΤΟΜΟΣ Β. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ καὶ ὁμολογητοῦ Μαξίμου, περὶ τῶν πρακθέντων ἐν τῇ πρώτῃ αὐτοῦ ἐξοριᾳ, ἤτοι ἐν Βιζύῃ· τὰ παρὰ τοῦ Θεοδοσίου ἐπισκόπου Καισαρείας Βιθυνιας, καὶ αὐτοῦ διαλεχθέντα.
167Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627A
Ὡς· ἔοικε, πάντα γινώσκων ὁ δεσπότης μου, δοκιμαστικῶς διαλέγεται πρὸς τὸν δοῦλον αὐτοῦ.
168Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627C
Παρακαλῶ, ἵνα ὁ Θεὸς ταύτῃ τῇ θλίψει περιορίσῃ τὰς ἐκτίσεις, ὧν ἥμαρτον αὐτῷ ἐν τῇ παραβάσει τῶν αὐτοῦ δικαιωτικῶν ἐντολῶν.
169Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629D
Εἰ γὰρ πεισθῆναι δεῖ τοῖς ἁγίοις Πατράσι, λέγουσιν, ὧν ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία· τετράδα ποιεῖτε τὴν ἁγίαν τριάδα, ὡς ὁμοφυοῦς τῷ λόγῳ γενομένης τῆς αὐτοῦ σαρκὸς, καὶ ἐκστάσης τῆς πρὸς ἡμᾶς, καὶ τῆς αὐτὸν τεκούσης συγγενοῦς κατὰ φύσιν ταυτότητος.
170Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629D
Καὶ πάλιν, ἀναιροῦντες τὰς ἐνεργείας, καὶ μίαν κυροῦντες θέλησιν θεοτητος τοῦ αὐτοῦ καὶ ανθρωπότητος, ἀφαιρεῖσθε αὐτοῦ τὴν τῶν ἀγαθῶν διανομήν.
171Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631A
Πάλιν δὲ ἑτέραν εἰσάγοντες καινοτομίαν, ἀφαιρεῖσθε παντάπασι πάντα τὰ γνωριστικὰ καὶ συστατικὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, νόμοις καὶ τύποις θεσπίζοντες μήτε μίαν, μήτε δύο ἐπ' αὐτοῦ θελήσεις ἒ ἐνεργείας λέγεσθαι· ὅπέρ ἐστι πράγματος βανυπάρκτου.
172Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631C
Εἰ τοίνυν οὐδὲν τῶν ὄντων ἐστὶ πάσης ἔρημον παντελῶς φυσικῆς ἐνεργείας, ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς, ἰλάσθητι Κύριε, οὐδεμίαν ἔχει φυσικὴν θέλησιν ἣ ἐνέργειαν καθ' ἑκάτερον τῶν ἐξ ὧν, ἐν οἷς τε, καὶ ἅπέρ ἐστι, πῶς δύναθε ἢ εἶναι ἢ καλεῖσθαι θεοσεβεῖς, κατ' οὐδένα τρόπον ὑπάρχοντα θελητικὸν ἢ ἐνεργητικὸν, παρ' ὑμῶν προσκυνούμενον λέγοντες; Τρανῶς γὰρ ὑπὸ τῶν ἁγίων Πατέρων διδασκόμεθα, λέγόντων· τὸ γὰρ μηδεμίαν δύναμιν ἔχον, οὔτέ ἐστιν, οὑτέ τί ἐστιν, οὔτέ ἐστί τις αὐτοῦ παντελῶς θέσις.
173Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637A
Μὴ λυπηθῇ ὁ δεσπότης μου πρὸς τὸν δοῦλον αὐτοῦ.
174Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637A
Καὶ λαβὼν, εὐθέως ἔδειξεν αὐτῷ τὰς αὐτάς φωνὰς οὖσας Νεστορίου, καὶ ἐν ποίοις λόγοις αὐτοῦ κειμένας.
175Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637B
Εἰσί τινες δείξαντες αὐτὴν κατ' ἀλήθειαν κατὰ προσθήκην τεθεῖσαν ἐν τῇ ἑρμηνείᾳ τοῦ Εὐαγγελίου, τῇ γενομένῃ ἐκ τοῦ ἁγίου τούτου Πατρὸς, ὑπὸ Τιμοθέου τοῦ Ἐλούρου· ἔστω δὲ καθ' ὑμᾶς αὐτοῦ· ἐξετάσωμεν τοίνυν τὴν διάνοιαν τῶν πατρικῶν φωνῶν, καὶ γνωσομετα τὴν ἀλήθειαν.
176Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637B
Ἠκούσαμεν γὰρ λέγοντος τοῦ Δαβίδ· « Μακάριοι, οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτὸν· » ὡς μηδενὸς χωρὶς ἐρεύνης δυναμένου ἐκζητῆσαι τὸν Θεὸν.
177Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637D
Καὶ πάλιν· « Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου· » Τί δὲ, παραβολὰς καὶ αἰνίγματα καὶ σκοτεινοὺς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται ὁ παροιμιακὸς λόγος; Τί δέ ὁ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τοὺς μαθητὰς, διδάσκων τῶν παραβολῶν τὴν διάνοιαν; Τί δὲ προστάσσων· « Ἐρευνᾶτε τὰς γραφὰς, » ὠς μαρτυρούσας περὶ αὐτοῦ; Τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται· « Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, καὶ ἐξηρεύνησαν προφῆται, » λέγων; Τί δὲ Παῦλος ὁ θεῖος ἀπόστολος, λέγων· « Εἰ κεκαλυμμένον ἐστὶ τὸ Εὐαγγέλιον, ἀλλ' ἐν τοῖς ἀπολλυμένοις, ὧν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ; » Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵ τινες ἁπλαῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῳ γράμματι ὥσπέρ τινι φορυτῷ ἐγχώσαντες τὸν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τὸ κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ μὴ νοῆσαι τὸ κύριον πνεῦμα, τὸ ἐγκεκρυμμένον τῷ γράμματι, περὶ οὖ φησῖ· « Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα, ζωοποιεῖ.
178Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639D
Κατὰ τὴν ἁγίαν γραφὴν, καὶ τοὺς ἁγίους Πατέρας, οὐδὲν τοιοῦτον λέγειν παρελάβομεν· ἀλλ' ὥσπερ δὺο φύσεις τὸν Χριστὸν τὰς ἐξ ὧν ἐστιν, οὕτως καὶ τὰς φυσικὰς αὐτοῦ θλήσεις καὶ ἐνεργείας καταλλήλως αὐτῷ, ὁμοῦ τε φύσει Θεῷ καὶ ἀνθρώπῳ ὅντι τῶ αὐτῷ, πιστεύειν καὶ ὁμολογεῖν ἐπετράπημεν.
179Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639D
Ὄντως, δέσποτα, καὶ ἡμεῖς ὁμολογοῦμεν καὶ τὰς φύσεις καὶ διαφόρους ἐνεργείας, τουτέστι, θείαν τε καὶ ἀνθρωπίνην· καὶ θελητικὴν αὐτοῦ τὴν θεότητα, καὶ θελητικὴν αὐτοῦ τὴν ἀνθρωπότητα· ἐπειδὴ οὐκ ἄνευ θελήσεως ἦν ἡ ψυχὴ αὐτοῦ.
180Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641B
Ἢν λαβὼν βίβλον τῶν πεπραγμένων ἐξ αὐτοῦ Θεοδόσιος ὁ ὕπατος, ἀνέγνω καὶ αὐτὸς πάσας τὰς χρήσεις τῶν Πατέρων.
181Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Ποίαν βουλὴν ἔχω ὑμῖν περὶ τούτου δοῦναι; ᾽Υπάγετε, ψηλαφήσατε ἑάν τι τοιοῦτον γέγονέ ποτε, καὶ μετὰ θάνατον ἀπελύθη τίς τοῦ περὶ τὴν πίστιν ἐγκλήματος, καὶ τοῦ ἐξενεχθέντος κατ' αὐτοῦ κατακρίματος.
182Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645A
Εἰ διὰ τὴν ἕνωσιν μία κατ' αὐτοῦ τοῦ Σωτῆρος ἣμῶν γέγονε θέλησις, αἰτίαν αὐτῆς ἕξει πάντως τὴν ἕνωσιν, ἀλλ' οὐδετέραν τῶν ἐξ ὧν ἐστι φύσιν, καὶ σχέσεως κατ' αὐτοὺς ἔσται προδήλως ἡ θέλησις, ἀλλ' οὐ φήσεως· σχέσιν γὰρ, ἀλλ' οὐ φύσιν ὁ τῆς ἀληθείας τὴν ἕνωσιν ἐπίσταται λόγος.
183Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647C
Καὶ ἀσπασάμενοι ἀλλήλους ἐπὶ τούτοις, ἀπῆλθον μετ' εἰρήνης, δεδωκότος τοῦ ἐπισκόπου τῷ ἀββᾷ Μαξίμῳ πεμφθὲν αὐτῷ ποσὸν μικρὸν, καὶ στιχάριν καὶ καμάσιν· καὶ τὸ μὲν στιχάριν εὐθέως κατ' αὐτὴν τὴν ὥραν Βιζύης ὁ ἐπίσκοπος· ἐν τῷ Ῥηγίῳ δὲ οὐ τὸ δοθὲν αὐτῷ ποσὸν μόνον, ἀλλὰ καὶ ἀλλο εἴ τι δήποτε ἐξ εὐποιΐας εἶχε, μετὰ τῶν λοιπῶν οἰκτρῶν αὐτοῦ πραγμάτων καὶ ἐσθημάτων, ἀφείλαντο.
184Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647D
Καὶ πέμπομεν ἐκ προσῶπου ἡμῶν δύο πατρικίους, ὀφείλοντας διαλεχθῆναι τὰ παραστάντα ἡμῖν, φιλοῦντας ἡμᾶς ψυχίκῶς, καὶ φιλουμένους παρ' ἡμῶν· καὶ ἐλθεῖν, καὶ ἀναγγεῖλαι ἡμῖν τὴν παρουσίαν αὐτοῦ.
185Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649A
Καὶ τῇ ἡμέρα ἐξῆς ἡξέρχονται προς αὐτὸν Ἐπιφάνιος καὶ Τρώϊλος οἱ πατρίκιοι μετὰ πολλῆς περιβολῆς καὶ φαντασίας, καὶ Θεοδόσιος ὁ ἐπίσκοπος, καὶ ἀνέρχονται πρὸς αὐτὸν ἐν τῷ κατηχουμενίῳ τῆς ἐκκλησίας τῆς αὐτῆς μονῆς· καὶ τοῦ συνήθους ἀσπασμοῦ γενομένου, ἐκάθισαν, βιασάμενοι καὶ αὐτὸν καθίσαι· καὶ ἀπαρξάμενος τοῦ πρὸς αὐτὸν λόγου ΤΡΩΙΛΟΣ, εἰπεν· Ὁ δεσπότης ἡμῶν ἐκέλευσεν ἡμὰς πρὸς σὲ γενέσθαι, καὶ λαλῆσαι ὑμῖν τὰ δόξαντα τῷ αὐτοῦ θεοστηρίκτῳ πράτει.
186Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649A
Ἀλλ' εἰπὲ ἡμῖν πρῶτον, ποιεῖς τὴν κέλευσιν τοῦ βασιλέως, ἢ οὐ ποιεῖς; ΜΑΞΙΜΟΣ εἶπε· Δέσποτα, ἀκούσω τί ἐκέλευσε τὸ εὐσεβὲς αὐτοῦ κράτος, καὶ δεόντως ἀποκρίνομαι· ἐπεὶ πρὸς τὸ ἀγνούμενον, ποίαν ἔχω ἀπόκρισιν δοῦναι; ΤΡΩΙΛ.
187Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649B
Καὶ ὡς οἶδεν αὐτοὺς ἐνισταμένους, καὶ ἐπὶ τῇ ἀναβολῃ αὐτοῦ πικρότερον βλέποντας, καὶ τραχύτερον ἀποκριναμένους μετὰ πάντων τῶν συνόντων αὐτοῖς, καὶ τῶν ἀξιωμάτων κόσμοις ἐπηρμένων, ἀποκριθεὶς ὁ ἀββᾶς ΜΑΞ.
188Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651A
Καὶ ἀναστὰς ὁ ἐπίσκοπος εἶπεν· Οὕτως οὐκ ἔδει γενέσθαι, ἀλλ' ἀκοῦσαι μόνον παρ' αὐτοῦ τὴν ἀπόκρισιν, καὶ εἰσελθεῖν ἀναγγεῖλαι τῷ δεσπότῃ ἡμῶν τῷ ἀγγαθῷ.
189Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651B
Ἀλλὰ καὶ τὰς δύο θελήσεις αὐτοῦ καὶ ἐνεργείας οὐκ ἀρνούμεθα.
190Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653D
Πλὴν ἵνα εἶδες, κῦρι Ἀββᾶ, ὅτι μικρὰν ἄνεσιν ἐὰν λάβωμεν ἐκ τῆς συγχύσεως τῶν ἐθνῶν, ἁρμόσασθαι ὑμῖν ἔχομεν μὰ τὴν ἁγίαν τριάδα, καὶ τὸν πάπαν τὸν νῦν ἀπαιρόμενον, καὶ πάντας τοὺς ἐκεῖσε λαλοῦντας, καὶ τοὺς λοιποὺς σου παθητάς, καὶ πάντας ὑμᾶς χωνεύομεν ἕκαστον ἐν τῷ ἐπιτηδείῳ αὐτοῦ τόπω, ὡς ἐχωνεύθη Μαρτῖνος· καὶ λαβὼν αὐτὸν ὁ ῥηθεὶς ὕπατος Θεοδόσιος, παρέδωκεν αὐτὸν στρατιώταις, καὶ ἤγαγον αὐτὸν ἕως Σαλεμβρίας.
191Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0655A
Καὶ μετὰ δύο ἡμέρας ἐπανελθὼν ὁ στρατιώτης, ἔλαβεν αὐτὸν ἐν τῷ φοσσατω, καὶ κατανυγεὶς ὑπὸ τοῦ Θεοῦ ὁ στρατηγὸς, ἤγουν ὁ τοποτηρητὴς τοῦ στρατηγοῦ, ἔπεμψεν ἐγγὺς αὐτοῦ τοὺς προβεβηκότας τῶν βάνδων, πρεσβυτέρους τε καὶ διακόνους, καὶ τοὺς εὐλαβεῖς σιγνοφύλακας· οὓς ἰδὼν παραγενομένους ὁ ῥηθεὶς ἀββᾶς Μάξιμος, ἐγερθεὶς ἔβαλε μετάνοιαν.
192Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0657A
Καὶ μετὰ ταῦτα ἤγαγον αὐτοὺς ἐν Κωνσταντινουπόλει, καὶ ἐποίησαν κατ' αὐτῶν πρᾶξιν, καὶ μετὰ τὸ ἀναθεματίσαι καὶ ἀνασκάψαι αὐτοὺς τὸν ἐν ἁγίοις Μάξιμον, καὶ τὸν μακάριον Ἀναστάσιον τὸν μαθητὴν αὐτοῦ, τόντε ἁγιώτατον πάπαν Μαρτῖνον, τὸν ἅγιον Σωφρόνιον τὸν πατριάρχην Ἱεροσολύμων, καὶ πάντας τοὺς ὀρθοδόξους, καὶ σύμφρονας αὐτῶν, ἤνεγκαν καὶ τὸν ἄλλον μακάριον Ἀναστάσιον, καὶ τοῖς αὐτοῖς ἀναθέμασι καὶ ὕβρεσι χρησάμενοι καὶ ἐπ' αὐτὸν, παρέδωκαν τοῖς ἄρχουσιν, εἰπόντες οὕτως· Σὺ μὲν οὗν Ἀναστάσιε, τὸ φαῖον τῆς πανδήμου τῶν ἀναθεμάτων τῆς ἀρᾶς ἐνδυσάμενος περιβόλαιον, ἀπαλλάσσου τῆς κανονικῆς ἀκροάσεως, πρὸς ἣν ᾑρετίσω στάσιν τῆς γεέννης, ἀποφερόμενος, συνούσης ἡμῖν τῆς εὐκλεοῦς καὶ πάντα συνδιαιτησάσης τιμίας τε καὶ ἱερᾶς συγκλήτου, παραχρῆμα τὴν μεθ' ἡμᾶς παραληψομένης κρίσιν, καὶ τὰ τοῖς πολιτικοῖς δοκοῦντα νόμοις ἐπὶ σοὶ διαπραξομένης, ὡς αὐτοὶ δοκιμάσειεν, τῶν τηλικούτων σου βλασφημιῶν ἕνεκα καὶ τυραννίδων.
193Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0665C
Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ Θεοῦ καὶ γέγονε πάντα, καὶ σώζεται τὰ γενόμενα, κατὰ τοὺς ἑαυτῶν οὐκρινῶς ἕκαστα συντηρούμενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ Θεῷ, καὶ ποιητῇ τῶν ὅλων· τῆς θείας αὐτοῦ θελήσεως, ἥ τὰ πάντα πεποίηκέ τε καὶ κινεῖ, τοῖς ἑαυτῶν ἔκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου συνδιαμενούσης.
194Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667B
Τοῦ αὐτοῦ, ἐκ τοῦ λόγου β'.
195Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667C
Γέγονεν οὖν ἀληθῶς, κατὰ τὰς Γραφὰς, μὴ τραπεὶς, ὁ τῶν ὅλων Θεὸς, ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος ὑπάρχων τεχνίτης φυκὸς τῶν ὑπὲρ ἔννοιαν· κατ' αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν, τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν, οὐ περιγραφομένην αὐτῇ διὰ τὴν κένωσιν· οὐδ' ὥσπερ τῆς αὐτοῦ θεὸτητος, οὕτω καὶ αὑτῆς φυσικῶς ἐκφυομένην, ἀλλ' ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε δι' αὐτῆς ἐκφαινομένην.
196Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667D
Διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος ὁ τῶν ὅλων Θεὸς, ἵνα σαρκὶ παθητῇ πάσχων, ἅπαν ἡμῶν τὸ τῳ θανάτῃ πραθὲν λυτρώσηται γένος· ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν, πρὸς τὴν ἀκήρατον αὐτοῦ καὶ μακαρίαν ἐπαναγάγῷ ζωήν· καὶ τὰ κατ' οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώση πρὸς ἀτρεψίαν τῳ μυστηρίῶ τῆς αὐτοῦ σωματώσεως, ἧς ἔργον ἡ τῶν ὅλων ἐστὶν εἰς αὐτὸν ἀνακεφαλαίωσις.
197Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669A
Μεμένηκεν οὖν καὶ σαρκωθεὶς κατὰ τὴν φύσιν Θεὸς ὑπεράπειρος, τὴν ἑαυτᾷ συγγενῆ καὶ κατὰλληλον ἔχων ἐνέργειαν, τῆς μὲν θεότητος οὐσιωδῶς ἑκφυομένην, διὰ δὲ τῆς αὐτοῦ παναγίας σαρκὸς ἐν τοῖς θαύμασιν οἰκονομικῶς ἐκφαινομένην· ἵνα πιστευθῇ Θεὸς εἶναι, δι' ἀσθενοῦς φύσει σαρκὸς αὐτουργῶν τὴν τοῦ παντὸς σωτηρὶαν
198Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669A
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου γ'.
199Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Οὐ γὰρ γλώσσης καὶ γραμμάτων ὁ φυσικός μου λόγος ἐστι· κᾂν δι' αὐτῶν αὐτοῦ ποιοῦμαι τὴν προφοράν.
200Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Διὰ τῆς αὑτοῦ παναγίας σαρκὸς, ἐν οἶς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς ἡ παντοκρατορικὴ, καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια διαδείκνυται, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κᾆν διὰ σαρκὸς διέλαμψε φύσει πεπερασμένης.
201Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου δ'.
202Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671A
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ε'.
203Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671B
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ς'.
204Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671D
Τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ζ'.
205Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671D
Εἰ δὲ τῆς αὐτῆς αὑτῷ, μὴ γέγονε φύσεως, οὐδὲ τῆς αὐτῆς αὑτῷ, ποτε γενήσεται φυσικῆς ἐνεργείας, ἵνα μὴ δειχθῇ τῆ φύσει τὴν ἐνέργειαν ἄνισον ἔχων, καὶ ἀκατάλληλον, καὶ τῆς αὐτοῦ δι' ὅλων τῶν ἑαυτοῦ φυσικῆς ἔξω γεγονὼς ἰσότητος, καὶ ταυτότητος· ὅπερ ἀσεβές.
206Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671D
Τοῦ, αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου ή'.
207Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0673C
Ἀλλ' εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν, καὶ τὸ δῆσαι πρὸς ἀτρεψίαν τὸ πᾶν, ὁ τῶν ὅλων δημιουργὸς ἐκ τῆς παναγίας ἀειπαρθένου Μαρίας, κατὰ σύλληψιν ἄχρανον, δίχα τροπῆς ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετὰ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει, κακίας ἀλλότριος, ὁ λόγος Θεὸς ὁ αὐτὸς· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκὸς, οὐκ ὄντα φύσει τῆς σαρκὸς, ἐνεργῶν· ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει θεότητος, ἀνοχῇ πάσχων θεότητος· μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας· μηδὲ ἀνθρώπινον ὁ αὐτὸς ἄμοιρον δράσας θεότητος.
208Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 567, l. 23
datiui casus: parco tibi φείδομαί σου, noceo tibi βλάπτω σε, noceo inimico βλάπτω τὸν ἐχθρόν, obsum uicino βλάπτω τὸν γείτονα, officio noxio βλάπτω τὸν αἴτιον, incommodo malefico βλάπτω τὸν κακοποιόν, prosum patri ὠφελῶ τὸν πατέρα, commodo amico ὠφελῶ τὸν φίλον, benefacio patriae εὐεργετῶ τὴν πατρίδα, ὠφελῶ τὴν ἐνεγκαμένην, suadeo infanti συμβουλεύω τῷ νηπίῳ ἤτοι παιδίῳ, persuadeo fratri πείθω τὸν ἀδελφόν, persuadeo tibi πείθω σε, medeor languenti ἰῶμαι τὸν ἀσθενῆ, θεραπεύω τὸν ἄρρωστον, blandior tibi θωπεύω σε, κολακεύω σε, ancillor tibi κοπιδερμῶ σοι, adsentio tibi συναινῶ σοι, patrocinor tibi συνηγορῶ σοι, προστατῶ σου, derogo tibi ἀπομειῶ σου, exprobro tibi ὀνειδίζω σοι, inpropero tibi κατασπουδάζω σοι, obprobor tibi ὀνειδίζω σοι, obicio tibi ἀντιτίθημί σοι, ἀντιλέγω σοι, rapio tibi ἀφαιροῦμαί σε, ἁρπάζω σου, aufero tibi ἀποκομίζομαί σού τι, eximo tibi ἀφαιροῦμαί σέ τινος, ὑφαιροῦμαί σού τι, adimo tibi ἀφαιροῦμαί σου, demo tibi ἀφαιροῦμαί σου, subtraho tibi ἀφαιροῦμαί σου, subduco tibi ἀφέλκω σού τι, antefero tibi patrem προτίθημί σου τὸν πατέρα, praefero tibi magistrum προκρίνω σου τὸν ἐπιστάτην, praepono tibi infantem προκρίνω σου τὸν νήπιον, uitium tibi duco καταγινώσκω σου, praesidium tibi sum ὠφελῶ σε, βοηθῶ σοι, prosum tibi ὠφελῶ σε, insidior tib ἐπιβουλεύω σοι, inprecor tibi κατεύχομαί σοι, ἐπαρῶμαί σοι, benedico tibi εὐλογῶ σε, maledico tibi λοιδοροῦμαί σοι, λοιδορῶ σε, ausculto tibi ἀκούω σου, supplico tibi ἱκετεύω σε, παρακαλῶ σε, medeor tibi θεραπεύω σε, praeripio tibi προαρπάζω σου, arripio tibi ἁρπάζω σου, arripio te βασανίζω σε, licet mihi ἔξεστίν μοι, liquet mihi τηλαυγές μοί ἐστιν ἤτοι σαφές, extorqueo tibi ἀποσπῶ σου βίᾳ, obstrepo tibi ἐπιπλήττω σοι, obiurgo tibi ἐπιπλήττω σοι, ἐπιστρέφω σε, excutio tibi ἐκτινάσσω σου, palpo tibi, praecurro illi, procuro, geniculor tibi γονιπετῶ σε, δέομαι τῶν ἰχνῶν σου, praesidio tibi haec res est ἀμύνει σοι τὸ πρᾶγμα ἤτοι βοηθεῖ, praeeo illi προηγοῦμαι ἐκείνου, genibus tibi aduoluor γονιπετῶ σε, praeuaricor tibi καθυφίημί σοι, προδίδωμί σοι, supersedeo tibi προὔχω σου, πρόκειμαί σοι, commodo {tibi} mihi χρησιμεύω ἐμαυτῷ, antecellor tibi προέχω σου, succurro tibi βοηθῶ σοι, furor tibi κλέπτω σου; furor multi prohibent dici; oculos illi eruo πηρῶ αὐτόν, τυφλῶ αὐτόν, τοὺς ὀφθαλμοὺς αὐτοῦ ὀρύττω, succedo tibi διαδέχομαί σε, oneri tibi sum βαρῶ σε, horrori tibi sum φρικτός σοί εἰμι, φοβῶ σε, ἐκδειματῶ σε, pigneri tibi do rem ὑποτίθημί σοι ἀγρόν, dono tibi do fundum δωροῦμαί σοι ἀγρόν, consilio tibi sum συμβουλεύω σοι, studeo huic rei φροντίζω τοῦ πράγματος, σπουδάζω τῷ πράγματι, uello tibi ἀποσπῶ σου, τίλλω σου; huius uerbi perfectum est uolsi et uelli; repraesento tibi ἐμφανίζω σοι, ἀποκαθιστῶ σοι, timeo tibi εὐλαβοῦμαι περί σου, δέδοικα περί σου, detraho tibi ἀφαιροῦμαί σου.
209Anonymi, Frg. Parisinum de idiomatibus casuum, p. 571, l. 8
datiui et accusatiui casus {δοτικῆς καὶ αἰτιατικῆς πτώσεως }: adulor pastorem et pastori θωπεύω κολακεύω ποιμένα, ministro imperanti ὑπηρετοῦμαι κελεύοντι, ὑπουργῶ βασιλεῖ, administro autem imperantem διοικῶ βασιλέα; consulo infanti φροντίζω προνοῶ τοῦ νηπίου * adsideo praetori et praetorem παραιδρύω τῷ ἄρχοντι, adtendo declamanti et declamantem προσέχω τὸν δημηγόρον; accedo te πρόσειμί σοι, accedo autem tibi, id est eadem tibi sentio, τὰ αὐτά σοι συναινῶ; quid futurum est patri et ueteres dixerunt quid patrem futurum est τί ἔσται ὁ πατήρ; obtrecto mulieri et mulierem τὸ γύναιον ἀπατῶ, χλευάζω τὴν γυναῖκα, κακῶς αὐτὴν ποιῶ, deludo et inludo uanum et uano ἐμπαίζω τῷ ματαίῳ: Virgilius uana spe lusit amantem dixit; medicor amanti et amantem ἰατρεύω θεραπεύω τὸν ἐρῶντα, praestolor nutrici et nutricem σέβω τὴν τροφόν, σέβω τὴν τίτθην * illum et illi δαπανῶ χορηγῶ τῷ δεῖνα, prospicio te προβλέπω σε, προορῶ * prouideo te προβλέπω σε, prouideo tibi προνοῶ σου, decet mihi et me πρέπει μοι, decet patrem ἀρέσκει τῷ πατρί, succedo patri ὑπεισέρχομαι τὸν πατέρα, succedo murum εἴσω τειχῶν γίνομαι, εἰσέρχομαι τὸ τεῖχος, studeo Graecis litteris et Graecas litteras φιλοπονῶ περὶ τοὺς Ἑλληνικοὺς λόγους, μανθάνω γράμματα Ἑλληνικά, incanto tibi et excanto te ἐπᾴδω σοι, subrepo iudici ὑπείσειμι ὑπεισέρχομαι τὸν δικαστήν, subrepo murum ὑπὸ τεῖχος ἕρπω, repraesento tibi et te ἀμείβομαί σε, ἀποκαθιστῶ σοι, conduco tibi ὠφελῶ σε, λυσιτελῶ σοι, conduco te μισθοῦμαί σε, praesto inopi διαφέρω τοῦ πτωχοῦ, παρέχω τῷ ἀπόρῳ, praesto illum ὑπερβάλλω ἐκεῖνον, antecedo illi et illum προηγοῦμαι αὐτοῦ, tempero tibi φείδομαί σου, ἀπέχομαί σου, tempero te κατάρχω σου.
210Apuleius, Apologia, 82, 26; 2 (auctor c.125–c.180)
uerba ipsa ad hunc modum se habebant: Ἀπολέϊος μάγος, καί ἐγώ ὑπ' αὐτοῦ μεμάγευμαι καί ἐρῶ.
211Apuleius, Apologia, 83, 26; 2 (auctor c.125–c.180)
νῦν δέ ὡς κατήγοροι ἡμῶν κακοήθεις σε ἀναπείθουσιν, αἰφνίδιον ἐγένετο Ἀπολέϊος μάγος, καί ἐγώ μεμάγευμαι ὑπ' αὐτοῦ καί ἐρῶ.
212Aristoteles, Physica, 1, 1; 6
πέπονθε δὲ ταὐτὸ τοῦτο τρόπον τινὰ καὶ τὰ ὀνόματα πρὸς τὸν λόγον· ὅλον γάρ τι καὶ ἀδιορίστως σημαίνει, οἷον ὁ κύκλος, ὁ δὲ ὁρισμὸς αὐτοῦ διαιρεῖ εἰς τὰ καθ' ἕκαστα.
213Aristoteles, Physica, 1, 6; 5
ὁμοίως δὲ καὶ ἄλλη ὁποιαοῦν ἐναντιότης· οὐ γὰρ ἡ φιλία τὸ νεῖκος συνάγει καὶ ποιεῖ τι ἐξ αὐτοῦ, οὐδὲ τὸ νεῖκος ἐξ ἐκείνης, ἀλλ' ἄμφω ἕτερόν τι τρίτον.
214Aristoteles, Physica, 1, 7; 19
ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο (ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίγνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός)· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων.
215Aristoteles, Physica, 1, 9; 8
ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ, τὸ μὲν ἐναντίον αὐτῷ φαμεν εἶναι, τὸ δὲ ὃ πέφυκεν ἐφίεσθαι καὶ ὀρέγεσθαι αὐτοῦ κατὰ τὴν αὑτοῦ φύσιν.
216Aristoteles, Physica, 1, 9; 9
τοῖς δὲ συμβαίνει τὸ ἐναντίον ὀρέγεσθαι τῆς αὑτοῦ φθορᾶς.
217Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
218Aristoteles, Physica, 2, 3; 8
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι, οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιικὴ καὶ ὁ χαλκός, οὐ καθ' ἕτερόν τι ἀλλ' ᾗ ἀνδριάς, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ' ὡς ὅθεν ἡ κίνησις.
219Aristoteles, Physica, 2, 4; 9
καίτοι εἰ οὕτως ἔχει, τοῦτ' αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχ θῆναί τι περὶ αὐτοῦ.
220Aristoteles, Physica, 2, 9; 6
τοῦτο μέντοι τὸ οὗ ἕνεκα ἀδύνατον γενέσθαι, ἂν μὴ σιδηροῦς ᾖ· ἀνάγκη ἄρα σιδηροῦν εἶναι, εἰ πρίων ἔσται καὶ τὸ ἔργον αὐτοῦ.
221Aristoteles, Physica, 3, 1; 9
ἕκαστον δὲ διχῶς ὑπάρ χει πᾶσιν, οἷον τὸ τόδε (τὸ μὲν γὰρ μορφὴ αὐτοῦ, τὸ δὲ στέρησις), καὶ κατὰ τὸ ποιόν (τὸ μὲν γὰρ λευκὸν τὸ δὲ μέλαν), καὶ κατὰ τὸ ποσὸν τὸ μὲν τέλειον τὸ δ' ἀτελές.
222Aristoteles, Physica, 3, 4; 2
σημεῖον δ' ὅτι ταύτης τῆς ἐπιστή μης οἰκεία ἡ θεωρία ἡ περὶ αὐτοῦ· πάντες γὰρ οἱ δοκοῦντες ἀξιο λόγως ἧφθαι τῆς τοιαύτης φιλοσοφίας πεποίηνται λόγον περὶ τοῦ ἀπείρου, καὶ πάντες ὡς ἀρχήν τινα τιθέασι τῶν ὄν των, οἱ μέν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων, καθ' αὑτό, οὐχ ὡς συμβεβηκός τινι ἑτέρῳ ἀλλ' οὐσίαν αὐτὸ ὂν τὸ ἄπει ρον.
223Aristoteles, Physica, 3, 5; 2
εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες· οὔτε γὰρ μάτην οἷόν τε αὐτὸ εἶναι, οὔτε ἄλλην ὑπάρχειν αὐτῷ δύναμιν πλὴν ὡς ἀρχήν· ἅπαντα γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς, τοῦ δὲ ἀπείρου οὐκ ἔστιν ἀρχή· εἴη γὰρ ἂν αὐτοῦ πέρας.
224Aristoteles, Physica, 3, 6; 7
φανερὸν δὲ καὶ ὅτι οὐκ ἐνδέχεται εἶ ναι τὸ ἄπειρον ὡς ἐνεργείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν· ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ μεριστόν (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ' ὑποκειμένου), ὥστ' ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα διαιρετόν· πολλὰ δ' ἄπειρα εἶναι τὸ αὐτὸ ἀδύνα τον (ἀλλὰ μὴν ὥσπερ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε οὐσία ἐστὶ καὶ ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαί ρετον.
225Aristoteles, Physica, 4, 1; 5
ἔτι δ' οὐδ' ἔχομεν οὐδὲν παρὰ τῶν ἄλλων οὔτε προηπορημένον οὔτε προηυπορημένον περὶ αὐτοῦ.
226Aristoteles, Physica, 4, 1; 8
φέρεται γὰρ ἕκαστον εἰς τὸν αὑτοῦ τόπον μὴ κω λυόμενον, τὸ μὲν ἄνω τὸ δὲ κάτω· ταῦτα δ' ἐστὶ τόπου μέρη καὶ εἴδη, τό τε ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ τῶν ἓξ διαστάσεων.
227Aristoteles, Physica, 4, 1; 16
οὐ μὴν ἀλλ' ἔχει γε ἀπο ρίαν, εἰ ἔστι, τί ἐστι, πότερον ὄγκος τις σώματος ἤ τις ἑτέρα φύσις· ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον.
228Aristoteles, Physica, 4, 1; 24
οὐδε μία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
229Aristoteles, Physica, 4, 2; 11
δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τε εἶναί τι καὶ ἕτερόν τι ἐκτὸς αὐτοῦ.
230Aristoteles, Physica, 4, 2; 13
) ἔτι πῶς ἂν φέροιτο εἰς τὸν αὑτοῦ τόπον, εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδος;
231Aristoteles, Physica, 4, 2; 18
ἐξ ὧν μὲν τοίνυν ἀναγ καῖον εἶναί τι τὸν τόπον, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις αὐτοῦ περὶ τῆς οὐσίας, εἴρηται.
232Aristoteles, Physica, 4, 4; 4
ὁ μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν αὑτῷ, οὐδ' ὁ οἶνος· ὁ δὲ τοῦ οἴνου ἀμφορεὺς ἔσται· ὅ τε γὰρ καὶ ἐν ᾧ, ἀμφότερα τοῦ αὐτοῦ μόρια.
233Aristoteles, Physica, 4, 5; 1
Τί δέ ποτ' ἐστὶν ὁ τόπος, ὧδ' ἂν γένοιτο φανερόν. λά βωμεν δὲ περὶ αὐτοῦ ὅσα δοκεῖ ἀληθῶς καθ' αὑτὸ ὑπάρ χειν αὐτῷ.
234Aristoteles, Physica, 4, 6; 4
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
235Aristoteles, Physica, 4, 6; 10
ἔστι μὲν οὖν ἄμφω πέ ρατα, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ πράγματος, ὁ δὲ τόπος τοῦ περιέχοντος σώματος.
236Aristoteles, Physica, 4, 7; 2
διὸ κἂν ὕδωρ γένηται τοι οῦτο, τὰ μὲν μόρια κινήσεται αὐτοῦ (περιέχεται γὰρ ὑπ' ἀλλήλων), τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται ἔστι δ' ὡς οὔ.
237Aristoteles, Physica, 4, 7; 15
καὶ φέ ρεται δὴ εἰς τὸν αὑτοῦ τόπον ἕκαστον εὐλόγως (ὃ γὰρ ἐφε ξῆς καὶ ἁπτόμενον μὴ βίᾳ, συγγενές· καὶ συμπεφυκότα μὲν ἀπαθῆ, ἁπτόμενα δὲ παθητικὰ καὶ ποιητικὰ ἀλλή λων)· καὶ μένει δὴ φύσει πᾶν ἐν τῷ οἰκείῳ τόπῳ οὐκ ἀλόγως· καὶ γὰρ τὸ μέρος, τὸ δὲ ἐν [τῷ] τόπῳ ὡς διαιρετὸν μέρος πρὸς ὅλον ἐστίν, οἷον ὅταν ὕδατος κινήσῃ τις μόριον ἢ ἀέρος.
238Aristoteles, Physica, 4, 10; 49
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
239Aristoteles, Physica, 4, 11; 3
εἰ μὲν οὖν τὸ μανὸν λέγουσι τὸ πολλὰ κενὰ κεχωρι σμένα ἔχον, φανερὸν ὡς εἰ μηδὲ κενὸν ἐνδέχεται εἶναι χω ριστὸν ὥσπερ μηδὲ τόπον ἔχοντα διάστημα αὑτοῦ, οὐδὲ μανὸν οὕτως· εἰ δὲ μὴ χωριστόν, ἀλλ' ὅμως ἐνεῖναί τι κενόν, ἧττον μὲν ἀδύνατον, συμβαίνει δὲ πρῶτον μὲν οὐ πάσης κινήσεως αἴτιον τὸ κενόν, ἀλλὰ τῆς ἄνω (τὸ γὰρ μανὸν κοῦφον, διὸ καὶ τὸ πῦρ μανὸν εἶναί φασιν), ἔπειτα κινήσεως αἴτιον οὐχ οὕτω τὸ κενὸν ὡς ἐν ᾧ, ἀλλ' ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐ τοὶ ἄνω φέρουσι τὸ συνεχές, οὕτω τὸ κενὸν ἄνω φέρει.
240Aristoteles, Physica, 4, 12; 1
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου· πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ.
241Aristoteles, Physica, 4, 12; 3
τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστιν, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν.
242Aristoteles, Physica, 4, 12; 15
περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτ' ἔστω διη πορημένα· τί δ' ἐστὶν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστιν, καὶ περὶ ὧν τυγχά νομεν διεληλυθότες πρότερον.
243Aristoteles, Physica, 4, 12; 19
ἡ δὲ τοῦ ὅλου σφαῖρα ἔδοξε μὲν τοῖς εἰποῦσιν εἶναι ὁ χρόνος, ὅτι ἔν τε τῷ χρόνῳ πάντα ἐστὶν καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ· ἔστιν δ' εὐηθικώτερον τὸ εἰρημένον ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν.
244Aristoteles, Physica, 4, 14; 18
τοῦτο δὲ σημαίνει ἤτοι ὡς μέρος ἀριθμοῦ καὶ πάθος, καὶ ὅλως ὅτι τοῦ ἀριθμοῦ τι, ἢ ὅτι ἔστιν αὐτοῦ ἀριθμός.
245Aristoteles, Physica, 4, 14; 29
τὸ δ' εἶναι ἐν ἀριθμῷ ἐστιν τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος, καὶ μετρεῖσθαι τὸ εἶναι αὐτοῦ τῷ ἀριθμῷ ἐν ᾧ ἐστιν, ὥστ' εἰ ἐν χρόνῳ, ὑπὸ χρόνου.
246Aristoteles, Physica, 4, 14; 31
ὥστε τὸ κινούμενον οὐχ ἁπλῶς ἔσται μετρητὸν ὑπὸ χρό νου, ᾗ ποσόν τί ἐστιν, ἀλλ' ᾗ ἡ κίνησις αὐτοῦ ποσή.
247Aristoteles, Physica, 4, 15; 14
ἐπεὶ δὲ τὸ νῦν τελευτὴ καὶ ἀρχὴ χρόνου, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τοῦ μὲν παρήκοντος τελευτή, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἔχοι ἂν ὥσπερ ὁ κύκλος ἐν τῷ αὐτῷ πως τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὕτως καὶ ὁ χρό νος ἀεὶ ἐν ἀρχῇ καὶ τελευτῇ.
248Aristoteles, Physica, 4, 15; 15
καὶ διὰ τοῦτο δοκεῖ ἀεὶ ἕτε ρος· οὐ γὰρ τοῦ αὐτοῦ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· ἅμα γὰρ ἂν καὶ κατὰ τὸ αὐτὸ τἀναντία ἂν εἴη.
249Aristoteles, Physica, 4, 17; 27
καὶ περὶ μὲν χρόνου καὶ αὐτοῦ καὶ τῶν περὶ αὐτὸν οἰκείων τῇ σκέψει εἴ ρηται.
250Aristoteles, Physica, 5, 1; 1
Μεταβάλλει δὲ τὸ μεταβάλλον πᾶν τὸ μὲν κατὰ συμβεβηκός, οἷον ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν, ὅτι ᾧ συμβέβηκεν μουσικῷ εἶναι, τοῦτο βαδίζει· τὸ δὲ τῷ τού του τι μεταβάλλειν ἁπλῶς λέγεται μεταβάλλειν, οἷον ὅσα λέγεται κατὰ μέρη (ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφ θαλμὸς ἢ ὁ θώραξ, ταῦτα δὲ μέρη τοῦ ὅλου σώματος)· ἔστι δέ τι ὃ οὔτε κατὰ συμβεβηκὸς κινεῖται οὔτε τῷ ἄλλο τι τῶν αὐτοῦ, ἀλλὰ τῷ αὐτὸ κινεῖσθαι πρῶτον.
251Aristoteles, Physica, 5, 2; 12
ἔτι τοῦ αὐτοῦ κίνησις ἡ ἐναντία (καὶ ἔτι ἠρέμησις), καὶ γένεσις καὶ φθορά, ὥστε τὸ γιγνόμενον γιγνόμενον ὅταν γένηται γιγνόμενον, τότε φθείρεται· οὔτε γὰρ εὐθὺς γιγνόμενον οὔθ' ὕστερον· εἶναι γὰρ δεῖ τὸ φθειρόμενον.
252Aristoteles, Physica, 5, 4; 5
ἀπορήσειε δ' ἄν τις εἰ εἴδει μία κίνησις, ὅταν ἐκ τοῦ αὐτοῦ τὸ αὐτὸ εἰς τὸ αὐτὸ μεταβάλλῃ, οἷον ἡ μία στιγμὴ ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε τὸν τόπον πάλιν καὶ πάλιν.
253Aristoteles, Physica, 5, 5; 2
διαιρετέον δὲ πρῶτον πότερον ἐναντία κίνησις ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό (οἷον ἡ ἐξ ὑγι είας τῇ εἰς ὑγίειαν), οἷον καὶ γένεσις καὶ φθορὰ δοκεῖ, ἢ ἡ ἐξ ἐναντίων (οἷον ἡ ἐξ ὑγιείας τῇ ἐκ νόσου), ἢ ἡ εἰς ἐναντία (οἷον ἡ εἰς ὑγίειαν τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου τῇ εἰς ἐναν τίον (οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου εἰς ἐναν τίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον (οἷον ἡ ἐξ ὑγιείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγίειαν).
254Aristoteles, Physica, 5, 5; 11
δῆλον δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς ὁποῖα δοκεῖ τὰ ἐναντία εἶναι· τὸ νοσά ζεσθαι γὰρ τῷ ὑγιάζεσθαι καὶ τὸ μανθάνειν τῷ ἀπατᾶ σθαι μὴ δι' αὑτοῦ (εἰς ἐναντία γάρ· ὥσπερ γὰρ ἐπιστήμην, ἔστι καὶ ἀπάτην καὶ δι' αὑτοῦ κτᾶσθαι καὶ δι' ἄλλου), καὶ ἡ ἄνω φορὰ τῇ κάτω (ἐναντία γὰρ ταῦτα ἐν μήκει), καὶ ἡ εἰς δεξιὰ τῇ εἰς ἀριστερά (ἐναντία γὰρ ταῦτα ἐν πλάτει), καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν (ἐναντία γὰρ καὶ ταῦτα).
255Aristoteles, Physica, 5, 5; 13
καὶ ὅσοις δὲ μὴ ἔστιν ἐναντία, ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτὸ μεταβολῇ ἐναντία· διὸ γέ νεσις φθορᾷ ἐναντία καὶ ἀποβολὴ λήψει· αὗται δὲ μετα βολαὶ μέν, κινήσεις δ' οὔ.
256Aristoteles, Physica, 5, 6; 7
ὅσοις δὲ μὴ ἔστιν ἐναντία, τούτων μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δ' οὐκ ἔστιν, οἷον ἡ ἐξ ὄντος τῇ εἰς ὄν, καὶ μονὴ μὲν τούτων οὐκ ἔστιν, ἀμεταβλησία δέ.
257Aristoteles, Physica, 5, 6; 20
τὸ δὲ πῦρ ἄνω μὲν φύσει, κάτω δὲ παρὰ φύσιν· καὶ ἐναντία γε ἡ κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν.
258Aristoteles, Physica, 5, 6; 23
ὥστε κινήσει μονὴ ἐναντία ἡ παρὰ φύσιν τῇ κατὰ φύσιν τοῦ αὐτοῦ· καὶ γὰρ ἡ κίνησις ἡ τοῦ αὐτοῦ ἐναντία οὕτως· ἡ μὲν γὰρ κατὰ φύσιν [ἔσται] αὐτῶν, ἡ ἄνω ἢ ἡ κάτω, ἡ δὲ παρὰ φύσιν.
259Aristoteles, Physica, 5, 6; 28
ἔτι δοκεῖ τὸ ἵστασθαι ἢ ὅλως εἶναι τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἢ συμβαίνειν ἅμα.
260Aristoteles, Physica, 5, 7; 7
ἢ δῆλον ὅτι ἄμφω, ἀλλ' οὐχ ὡσαύτως, ἀλλ' ἡ μὲν κατὰ φύσιν ὡς κατὰ φύσιν οὔσης τῆς αὐτοῦ· ἡ δ' ἄνω τοῦ πυρὸς τῇ κάτω, ὡς ἡ κατὰ φύσιν οὖσα τῇ παρὰ φύσιν οὔσῃ.
261Aristoteles, Physica, 6, 1; 13
τοῦ δ' αὐτοῦ λόγου μέγεθος καὶ χρόνον καὶ κίνησιν ἐξ ἀδιαιρέτων συγκεῖσθαι, καὶ διαιρεῖσθαι εἰς ἀδιαίρετα, ἢ μηθέν.
262Aristoteles, Physica, 6, 7; 15
λέγω δὲ πρῶτον ὃ μὴ τῷ ἕτερόν τι αὐτοῦ εἶναι τοιοῦτόν ἐστιν.
263Aristoteles, Physica, 6, 8; 9
ἔτι δὲ εἰ ἐν τῷ παντὶ χρόνῳ τῷ ΧΡ κεκινῆ σθαι λέγομεν, ἢ ὅλως ἐν ὁτῳοῦν χρόνῳ, τῷ λαβεῖν τὸ ἔσχατον αὐτοῦ νῦν (τοῦτο γάρ ἐστι τὸ ὁρίζον, καὶ τὸ μεταξὺ τῶν νῦν χρόνος), κἂν ἐν τοῖς ἄλλοις ὁμοίως λέγοιτο κεκινῆ σθαι.
264Aristoteles, Physica, 6, 10; 7
ὅταν γὰρ κινῆται τὸ ἄπειρον ἐφ' ᾧ τὸ Α, ἔσται τι αὐτοῦ κατὰ τὸ Β τὸ πεπερασμένον, οἷον τὸ ΓΔ, καὶ πάλιν ἄλλο καὶ ἄλλο, καὶ αἰεὶ οὕτως.
265Aristoteles, Physica, 6, 12; 7
τοῦτο δὴ ἀμερὲς μὲν οὐκ ἐνδέχεται εἶναι (κίνησις γὰρ οὐκ ἔστιν ἐν τῷ ἀμερεῖ διὰ τὸ κεκινῆσθαί τι ἂν αὐτοῦ, τὸ δ' ἱστάμενον δέδεικται κινούμε νον)· ἀλλὰ μὴν εἰ διαιρετόν ἐστιν, ἐν ὁτῳοῦν αὐτοῦ τῶν μερῶν ἵσταται· τοῦτο γὰρ δέδεικται πρότερον, ὅτι ἐν ᾧ πρώτῳ ἵστα ται, ἐν ὁτῳοῦν τῶν ἐκείνου ἵσταται.
266Aristoteles, Physica, 6, 12; 11
εἰ δὲ μεριστόν, χρόνος ἂν εἴη, καὶ ἐν ὁτῳοῦν αὐτοῦ τῶν μερῶν ἠρεμήσει.
267Aristoteles, Physica, 6, 13; 4
εἰ δὲ τοῦτ' ἔστι τὸ ἠρε μεῖν, οὐκ ἐνδέχεται τὸ μεταβάλλον κατά τι εἶναι ὅλον κατὰ τὸν πρῶτον χρόνον· ὁ γὰρ χρόνος διαιρετὸς ἅπας, ὥστε ἐν ἄλλῳ καὶ ἄλλῳ αὐτοῦ μέρει ἀληθὲς ἔσται εἰπεῖν ὅτι ἐν ταὐτῷ ἐστιν καὶ αὐτὸ καὶ τὰ μέρη.
268Aristoteles, Physica, 6, 16; 7
οὐκοῦν ἀνάγκη αὐτὸ καθ' ὃν μεταβάλλει χρόνον ἢ ἐν τῷ ΑΒ εἶναι ἢ ἐν τῷ ΒΓ, ἢ τὸ μέν τι αὐτοῦ ἐν τούτῳ τὸ δ' ἐν θατέρῳ· πᾶν γὰρ τὸ μεταβάλλον οὕτως εἶχεν.
269Aristoteles, Physica, 6, 16; 8
ἐν ἑκατέρῳ μὲν οὖν οὐκ ἔσται τι αὐτοῦ· μεριστὸν γὰρ ἂν εἴη.
270Aristoteles, Physica, 6, 16; 12
ὥστ' οὐκ ἐν δέχεται τὸ ἀμερὲς κινεῖσθαι οὐδ' ὅλως μεταβάλλειν· μο ναχῶς γὰρ ἂν οὕτως ἦν αὐτοῦ κίνησις, εἰ ὁ χρόνος ἦν ἐκ τῶν νῦν· αἰεὶ γὰρ ἐν τῷ νῦν κεκινημένον ἂν ἦν καὶ μετα βεβληκός, ὥστε κινεῖσθαι μὲν μηδέποτε, κεκινῆσθαι δ' ἀεί.
271Aristoteles, Physica, 6, 16; 15
ἅπαν γὰρ τὸ κινούμενον ἀδύνατον πρότερον μεῖζον κινηθῆναι αὑτοῦ, πρὶν ἢ ἴσον ἢ ἔλαττον.
272Aristoteles, Physica, 6, 17; 6
μοναχῶς γὰρ ἂν κινοῖτο τὸ ἀμε ρὲς καὶ ἀδιαίρετον, εἰ ἦν ἐν τῷ νῦν κινεῖσθαι δυνατὸν τῷ ἀτόμῳ· τοῦ γὰρ αὐτοῦ λόγου ἐν τῷ νῦν κινεῖσθαι καὶ ἀδιαίρετόν τι κινεῖσθαι.
273Aristoteles, Physica, 7, 1; 2
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' ἑαυτοῦ κι νεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπ' οὐδενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· εἶτα τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν, ἀλλ' εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι.
274Aristoteles, Physica, 7, 1; 14
εἰ γὰρ ἀεὶ κινεῖται ἕκαστον ὑφ' ἑκάστου, ὅμως ἔσται λαβεῖν μίαν ἑκάστου κίνησιν τῷ ἀριθμῷ· πᾶσα γὰρ κίνη σις ἔκ τινος εἴς τι, καὶ οὐκ ἄπειρος τοῖς ἐσχάτοις· λέγω δὴ ἀριθμῷ μίαν κίνησιν τὴν ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρόνῳ τῷ ἀριθμῷ γιγνομένην.
275Aristoteles, Physica, 7, 1; 15
ἔστι γὰρ κίνησις καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ ἡ αὐτή, γένει μὲν ἡ τῆς αὐτῆς κατηγορίας, οἷον οὐσίας ἢ ποιότητος, εἴδει δὲ ἐκ τοῦ αὐτοῦ τῷ εἴδει εἰς τὸ αὐτὸ τῷ εἴδει, οἷον ἐκ λευκοῦ εἰς μέλαν ἢ ἐξ ἀγαθοῦ εἰς κακὸν ἀδιάφορον τῷ εἴδει· ἀρι θμῷ δὲ ἡ ἐξ ἑνὸς τῷ ἀριθμῷ ἐν τῷ αὐτῷ χρό νῳ, οἷον ἐκ τοῦδε τοῦ λευκοῦ εἰς τόδε τὸ μέλαν, ἢ ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε, ἐν τῷδε τῷ χρόνῳ· εἰ γὰρ ἐν ἄλλῳ, οὐκέτι ἔσται ἀριθμῷ μία κίνησις, ἀλλ' εἴδει.
276Aristoteles, Physica, 7, 1; 17
εἰλήφθω δὲ καὶ ὁ χρόνος ἐν ᾧ κεκίνηται τὴν αὑτοῦ κίνησιν τὸ Α, καὶ ἔστω ἐφ' ᾧ Κ.
277Aristoteles, Physica, 7, 2; 6
ἅπασαι γὰρ αἱ κατὰ τόπον κινήσεις ἀνάγονται εἰς ταύτας· ἡ μὲν γὰρ ἔπωσις ὦσίς τίς ἐστιν, ὅταν τὸ ἀφ' αὑτοῦ κινοῦν ἐπακολουθοῦν ὠθῇ, ἡ δ' ἄπω σις, ὅταν μὴ ἐπακολουθῇ κινῆσαν, ἡ δὲ ῥῖψις, ὅταν σφο δροτέραν ποιήσῃ τὴν ἀφ' αὑτοῦ κίνησιν τῆς κατὰ φύσιν φο ρᾶς, καὶ μέχρι τοσούτου φέρηται ἕως ἂν κρατῇ ἡ κίνησις.
278Aristoteles, Physica, 7, 2; 7
πάλιν ἡ δίωσις καὶ σύνωσις ἄπωσις καὶ ἕλξις εἰσίν· ἡ μὲν γὰρ δίωσις ἄπωσις (ἢ γὰρ ἀφ' αὑτοῦ ἢ ἀπ' ἄλλου ἐστὶν ἡ ἄπωσις), ἡ δὲ σύνωσις ἕλξις (καὶ γὰρ πρὸς αὑτὸ καὶ πρὸς ἄλλο ἡ ἕλξις).
279Aristoteles, Physica, 7, 2; 14
ἡ μὲν γὰρ ὄχησις κατὰ τούτων τινὰ τῶν τριῶν τρόπων ἐστίν (τὸ μὲν γὰρ ὀχούμενον κινεῖται κατὰ συμβεβηκός, ὅτι ἐν κινουμένῳ ἐστὶν ἢ ἐπὶ κινουμένου τινός, τὸ δ' ὀχοῦν ὀχεῖ ἢ ἑλκόμενον ἢ ὠθούμενον ἢ δινούμενον, ὥστε κοινή ἐστιν ἁπασῶν τῶν τριῶν ἡ ὄχησις)· ἡ δὲ δίνησις σύγκειται ἐξ ἕλξεώς τε καὶ ὤσεως· ἀνάγκη γὰρ τὸ δινοῦν τὸ μὲν ἕλκειν τὸ δ' ὠθεῖν· τὸ μὲν γὰρ ἀφ' αὑτοῦ τὸ δὲ πρὸς αὑτὸ ἄγει.
280Aristoteles, Physica, 7, 3; 1
ἀλλὰ μὴν τοῦτο δῆλον καὶ ἐκ τῶν ὁρισμῶν· ὦσις μὲν γάρ ἐστιν ἡ ἀφ' αὑτοῦ ἢ ἀπ' ἄλλου πρὸς ἄλλο κίνησις, ἕλξις δὲ ἡ ἀπ' ἄλλου πρὸς αὑτὸ ἢ πρὸς ἄλλο, ὅταν θάττων ἡ κίνη σις ᾖ [τοῦ ἕλκοντος] τῆς χωριζούσης ἀπ' ἀλλήλων τὰ συνεχῆ· οὕτω γὰρ συνεφέλκεται θάτερον.
281Aristoteles, Physica, 7, 3; 4
) ἀδύνατον δὲ ἢ ἀφ' αὑτοῦ πρὸς ἄλλο ἢ ἀπ' ἄλλου πρὸς αὑτὸ κινεῖν μὴ ἁπτόμενον, ὥστε φανερὸν ὅτι τοῦ κατὰ τόπον κινουμένου καὶ κινοῦντος οὐδέν ἐστι μεταξύ.
282Aristoteles, Physica, 7, 5; 2
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλ' ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβῃ τὴν αὑτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον – τότε γὰρ ἔστι μάλιστα [τὸ] κατὰ φύσιν – ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος), ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις· ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλ λοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρε τῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστ' οὐκ ἀλλοιώ σεις.
283Aristoteles, Physica, 8, 1; 27
τὸ γὰρ ἔσχατον τοῦ τελευταίου ληφθέντος χρόνου ἔν τινι τῶν νῦν ἔσται (οὐδὲν γὰρ ἔστι λαβεῖν ἐν τῷ χρόνῳ παρὰ τὸ νῦν), ὥστ' ἐπεί ἐστιν ἀρχή τε καὶ τελευτὴ τὸ νῦν, ἀνάγκη αὐτοῦ ἐπ' ἀμφότερα εἶναι ἀεὶ χρόνον.
284Aristoteles, Physica, 8, 1; 39
ἀλλὰ καὶ τοῦτο δεῖ τὸν λέγοντα μὴ φάναι μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοῦ λέγειν, καὶ μὴ τίθεσθαι μηδὲν μηδ' ἀξιοῦν ἀξίωμ' ἄλογον, ἀλλ' ἢ ἐπαγω γὴν ἢ ἀπόδειξιν φέρειν· αὐτὰ μὲν γὰρ οὐκ αἴτια τὰ ὑπο τεθέντα, οὐδὲ τοῦτ' ἦν τὸ φιλότητι ἢ νείκει εἶναι, ἀλλὰ τῆς μὲν τὸ συνάγειν, τοῦ δὲ τὸ διακρίνειν.
285Aristoteles, Physica, 8, 2; 5
ὥστ' εἴπερ ἠρεμεῖ ποτὲ πάμπαν, ἐν ἀκινήτῳ κίνησις ἂν γίγνοιτο ἐξ αὑτοῦ καὶ οὐκ ἔξωθεν.
286Aristoteles, Physica, 8, 2; 9
τοῦτο μὲν γὰρ ἴσως ἀναγκαῖον, εἴπερ μὴ ἀεὶ μίαν καὶ τὴν αὐτὴν εἶναι δυνατὸν τὴν τοῦ αὐτοῦ καὶ ἑνὸς κίνησιν· λέγω δ' οἷον πότερον τῆς μιᾶς χορδῆς εἷς καὶ ὁ αὐτὸς φθόγγος, ἢ ἀεὶ ἕτερος, ὁμοίως ἐχούσης καὶ κινου μένης.
287Aristoteles, Physica, 8, 2; 12
τοῦτο μέντοι πῶς ἂν εἴη, ζητητέον, λέγω δὲ ὥστε τὸ αὐτὸ ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὄντος ὁτὲ μὲν κινεῖσθαι ὁτὲ δὲ μή· οὐ δὲν γὰρ ἄλλ' ἀπορεῖ ὁ τοῦτο λέγων ἢ διὰ τί οὐκ ἀεὶ τὰ μὲν ἠρεμεῖ τῶν ὄντων τὰ δὲ κινεῖται.
288Aristoteles, Physica, 8, 4; 3
τό τε γὰρ αὐτὸ ὑφ' αὑτοῦ κινούμενον φύ σει κινεῖται, οἷον ἕκαστον τῶν ζῴων (κινεῖται γὰρ τὸ ζῷον αὐτὸ ὑφ' αὑτοῦ, ὅσων δ' ἡ ἀρχὴ ἐν αὐτοῖς τῆς κινήσεως, ταῦτα φύσει φαμὲν κινεῖσθαι· διὸ τὸ μὲν ζῷον ὅλον φύσει αὐτὸ ἑαυτὸ κινεῖ, τὸ μέντοι σῶμα ἐνδέχεται καὶ φύσει καὶ παρὰ φύσιν κινεῖσθαι· διαφέρει γὰρ ὁποίαν τε ἂν κίνησιν κινούμενον τύχῃ καὶ ἐκ ποίου στοιχείου συνεστηκός), καὶ τῶν ὑπ' ἄλλου κινουμένων τὰ μὲν φύσει κινεῖται τὰ δὲ παρὰ φύσιν, παρὰ φύσιν μὲν οἷον τὰ γεηρὰ ἄνω καὶ τὸ πῦρ κάτω, ἔτι δὲ τὰ μόρια τῶν ζῴων πολλάκις κινεῖται παρὰ φύσιν, παρὰ τὰς θέσεις καὶ τοὺς τρόπους τῆς κινήσεως.
289Aristoteles, Physica, 8, 4; 5
μετὰ δὲ τὰ παρὰ φύσιν τῶν κατὰ φύσιν τὰ αὐτὰ ὑφ' αὑτῶν, οἷον τὰ ζῷα· οὐ γὰρ τοῦτ' ἄδηλον, εἰ ὑπό τινος κινεῖται, ἀλλὰ πῶς δεῖ διαλαβεῖν αὐτοῦ τὸ κινοῦν καὶ τὸ κινούμενον· ἔοικεν γὰρ ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν τοῖς ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον, καὶ οὕτω τὸ ἅπαν αὐτὸ αὑτὸ κι νεῖν.
290Aristoteles, Physica, 8, 5; 3
εἰ δὴ ἀνάγκη πᾶν τὸ κινούμενον ὑπό τινός τε κινεῖσθαι, καὶ ἢ ὑπὸ κινουμένου ὑπ' ἄλλου ἢ μή, καὶ εἰ μὲν ὑπ' ἄλλου [κινουμένου], ἀνάγκη τι εἶναι κινοῦν ὃ οὐχ ὑπ' ἄλλου πρῶτον, εἰ δὲ τοιοῦτο τὸ πρῶτον, οὐκ ἀνάγκη θάτερον (ἀδύνατον γὰρ εἰς ἄπειρον ἰέναι τὸ κινοῦν καὶ κινούμενον ὑπ' ἄλλου αὐτό· τῶν γὰρ ἀπείρων οὐκ ἔστιν οὐδὲν πρῶτον) – εἰ οὖν ἅπαν μὲν τὸ κινούμενον ὑπό τινος κινεῖ ται, τὸ δὲ πρῶτον κινοῦν κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δέ, ἀνάγκη αὐτὸ ὑφ' αὑτοῦ κινεῖσθαι.
291Aristoteles, Physica, 8, 5; 20
ἐπεὶ δ' ὁρῶμεν τὸ ἔσχατον, ὃ κινεῖσθαι μὲν δύναται, κινήσεως δ' ἀρχὴν οὐκ ἔχει, καὶ ὃ κινεῖται μέν, οὐχ ὑπ' ἄλλου δὲ ἀλλ' ὑφ' αὑτοῦ, εὔλογον, ἵνα μὴ ἀναγκαῖον εἴπωμεν, καὶ τὸ τρίτον εἶναι ὃ κινεῖ ἀκίνητον ὄν.
292Aristoteles, Physica, 8, 5; 32
ἀλλὰ μὴν καὶ εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν ἢ τὸ ὑπ' ἄλλου κινούμενον, ἐκεῖνο πᾶς ἂν θείη· τὸ γὰρ αὐτὸ καθ' αὑτὸ ὂν ἀεὶ πρότερον αἴτιον τοῦ καθ' ἕτερον καὶ αὐτοῦ ὄντος.
293Aristoteles, Physica, 8, 5; 42
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰ τιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· δι χῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
294Aristoteles, Physica, 8, 5; 44
ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικι νεῖσθαι, ἀλλ' ἢ ἀκίνητόν γέ τι κινεῖν ἀνάγκη ἢ αὐτὸ ὑφ' αὑτοῦ κινούμενον, εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι.
295Aristoteles, Physica, 8, 5; 47
τὸ γὰρ ὅλον εἰ κι νεῖται αὐτὸ ὑφ' αὑτοῦ, ἤτοι ὑπὸ τῶν αὐτοῦ τινὸς κινήσεται ἢ ὅλον ὑφ' ὅλου.
296Aristoteles, Physica, 8, 5; 48
εἰ μὲν οὖν τῷ κινεῖσθαί τι μόριον αὐτὸ ὑφ' αὑτοῦ, τοῦτ' ἂν εἴη τὸ πρῶτον αὐτὸ αὑτὸ κινοῦν (χωρισθὲν γὰρ τοῦτο μὲν κινήσει αὐτὸ αὑτό, τὸ δὲ ὅλον οὐκέτι)· εἰ δὲ ὅλον ὑφ' ὅλου κινεῖται, κατὰ συμβεβηκὸς ἂν ταῦτα κινοῖ αὐτὰ ἑαυτά.
297Aristoteles, Physica, 8, 5; 57
ἀλλὰ μὴν οὐδ' ἡ ΒΓ κινήσει αὐτὴ ἑαυτὴν ἄνευ τοῦ Α· τὸ γὰρ Β κινεῖ τῷ κινεῖσθαι ὑπ' ἄλλου, οὐ τῷ ὑφ' αὑτοῦ τινὸς μέρους.
298Aristoteles, Physica, 8, 5; 61
δῆλον δὴ ὅτι τὸ πᾶν αὐτὸ ἑαυτὸ κινεῖ οὐ τῷ αὐτοῦ τι εἶναι τοιοῦτον οἷον αὐτὸ αὑτὸ κινεῖν, ἀλλ' ὅλον κινεῖ αὐτὸ ἑαυτό, κινούμενόν τε καὶ κινοῦν τῷ αὐτοῦ τι εἶναι τὸ κινοῦν καὶ τὸ κινούμενον.
299Aristoteles, Physica, 8, 6; 21
ἐπεὶ δὲ τὰ μὲν τοιαῦτα δῆλα πᾶσι, βουλόμεθα δὲ δεῖξαι καὶ τοῖν δυοῖν ἑκατέρου τὴν φύσιν, ὅτι ἔστιν τὰ μὲν ἀεὶ ἀκίνητα τὰ δὲ ἀεὶ κινούμενα, προϊόντες δ' ἐπὶ τοῦτο καὶ θέντες ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖ σθαι, καὶ τοῦτ' εἶναι ἢ ἀκίνητον ἢ κινούμενον, καὶ κινούμενον ἢ ὑφ' αὑτοῦ ἢ ὑπ' ἄλλου ἀεί, προήλθομεν ἐπὶ τὸ λαβεῖν ὅτι τῶν κινουμένων ἐστὶν ἀρχὴ κινουμένων μὲν ὃ αὐτὸ ἑαυτὸ κινεῖ, πάντων δὲ τὸ ἀκίνητον, ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ ἑαυτά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος, ταῦτα δὲ καὶ δόξαν παρεῖχε μή ποτε ἐν δέχεται κίνησιν ἐγγίγνεσθαι μὴ οὖσαν ὅλως, διὰ τὸ ἐν τούτοις ὁρᾶν ἡμᾶς τοῦτο συμβαῖνον (ἀκίνητα γάρ ποτε ὄντα κινεῖ ται πάλιν, ὡς δοκεῖ), τοῦτο δὴ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὑτὰ κινεῖ, καὶ ὅτι ταύτην οὐ κυρίως· οὐ γὰρ ἐξ αὐτοῦ τὸ αἴτιον, ἀλλ' ἔνεισιν ἄλλαι κινήσεις φυσικαὶ τοῖς ζῴοις, ἃς οὐ κινοῦνται δι' αὑτῶν, οἷον αὔξησις φθίσις ἀναπνοή, ἃς κι νεῖται τῶν ζῴων ἕκαστον ἠρεμοῦν καὶ οὐ κινούμενον τὴν ὑφ' αὑτοῦ κίνησιν.
300Aristoteles, Physica, 8, 6; 23
ἐν πᾶσι δὲ τούτοις κινεῖ ται τὸ κινοῦν πρῶτον καὶ τὸ αἴτιον τοῦ αὐτὸ ἑαυτὸ κινεῖν ὑφ' αὑτοῦ, κατὰ συμβεβηκὸς μέντοι· μεταβάλλει γὰρ τὸν τόπον τὸ σῶμα, ὥστε καὶ τὸ ἐν τῷ σώματι ὂν καὶ τῇ μοχλείᾳ κινοῦν ἑαυτό.
301Aristoteles, Physica, 8, 6; 26
οὐκ ἔστιν δὲ τὸ αὐτὸ τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφ' αὑτοῦ καὶ ὑφ' ἑτέρου· τὸ μὲν γὰρ ὑφ' ἑτέρου ὑπάρχει καὶ τῶν ἐν τῷ οὐρανῷ ἐνίαις ἀρχαῖς, ὅσα πλείους φέρεται φοράς, θάτερον δὲ τοῖς φθαρτοῖς μόνον.
302Aristoteles, Physica, 8, 11; 21
οὐ γὰρ ἅμα γέγονε τὸ Α ἐπὶ τῷ Β καὶ ἀπογέγονεν ἀπ' αὐτοῦ, διὸ ὑστερίζει.
303Aristoteles, Physica, 8, 12; 3
ἀλλ' αὕτη ἡ λύσις πρὸς μὲν τὸν ἐρωτῶντα ἱκανῶς ἔχει (ἠρωτᾶτο γὰρ εἰ ἐν πεπερασμένῳ ἄπειρα ἐν δέχεται διεξελθεῖν ἢ ἀριθμῆσαι), πρὸς δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν οὐχ ἱκανῶς· ἂν γάρ τις ἀφέμενος τοῦ μήκους καὶ τοῦ ἐρωτᾶν εἰ ἐν πεπερασμένῳ χρόνῳ ἐνδέχεται ἄπειρα διεξελθεῖν, πυνθάνηται ἐπ' αὐτοῦ τοῦ χρόνου ταῦτα (ἔχει γὰρ ὁ χρόνος ἀπείρους διαιρέσεις), οὐκέτι ἱκανὴ ἔσται αὕτη ἡ λύσις, ἀλλὰ τὸ ἀληθὲς λεκτέον, ὅπερ εἴπομεν ἐν τοῖς ἄρτι λόγοις.
304Aristoteles, Physica, 8, 12; 20
οὐ γὰρ ὁ αὐτὸς ἔσται λόγος καὶ τοῖς μὴ ἄτομα λέγουσιν, ἀλλ' αὐτοῦ τοῦ χρόνου, ἐν ᾧ ἐγίγνετο, γέγονε καὶ ἔστιν ἐν τῷ ἐσχάτῳ σημείῳ, οὗ οὐδὲν ἐχόμενόν ἐστιν οὐδ' ἐφεξῆς· οἱ δὲ ἄτομοι χρόνοι ἐφεξῆς.
305Aristoteles, Physica, 8, 13; 18
ὥστ' οὐδὲν κωλύει συνεχῶς κινεῖσθαι καὶ μηδένα χρό νον διαλείπειν· ἡ μὲν γὰρ κύκλῳ κίνησίς ἐστιν ἀφ' αὑτοῦ εἰς αὑτό, ἡ δὲ κατ' εὐθεῖαν ἀφ' αὑτοῦ εἰς ἄλλο· καὶ ἡ μὲν ἐν τῷ κύκλῳ οὐδέποτε ἐν τοῖς αὐτοῖς, ἡ δὲ κατ' εὐθεῖαν πολ λάκις ἐν τοῖς αὐτοῖς.
306Aristoteles, Physica, 8, 17; 1
Ὅτι δὲ τοῦτ' ἀμερὲς ἀναγκαῖον εἶναι καὶ μηδὲν ἔχειν μέγεθος, νῦν λέγωμεν, πρῶτον περὶ τῶν προτέρων αὐτοῦ διο ρίσαντες.
307Aristoteles, Analytica posteriora, 1, I 7; 8 (auctor 384BC-322BC)
Ἄλλως δ᾿ ὅτι ἀδύνατον, δῆλον· ἐκ γάρ τοῦ αὐτοῦ γένους ἀνάγκη τά ἄκρα καί τά μέσα εἶναι.
308Aristoteles, Analytica posteriora, 1, I 8; 2 (auctor 384BC-322BC)
οὐκ ἔστιν ἄρα ἀπόδειξις τῶν φθαρτῶν οὐδ᾿ ἐπιστήμη ἁπλῶς, ἀλλ᾿ οὕτως ὥσπερ κατά συμβεβηκός, ὅτι οὐ καθόλου αὐτοῦ ἐστίν ἀλλά ποτέ καί πῶς.
309Aristoteles, Analytica posteriora, 1, I 19; 14 (auctor 384BC-322BC)
Οὐ γάρ ἔστιν ἐν τοῖς κατηγορουμένοις οὗ πρώτου κατηγορεῖται ἢ τελευταίου· πάντα γάρ πρός πάντα ταύτῃ γε ὁμοίως ἔχει, εἴτ᾿ ἐστίν ἄπειρα τά κατ᾿ αὐτοῦ κατηγορούμενα, εἴτ᾿ ἀμφότερά ἐστι τά ἀπορηθέντα ἄπειρα· πλήν εἰ μή ὁμοίως ἐνδέχεται ἀντιστρέφειν, ἀλλά τό μέν ὡς συμβεβηκός, τό δ᾿ ὡς κατηγορίαν.
310Aristoteles, Analytica posteriora, 1, I 22; 40 (auctor 384BC-322BC)
Καθ᾿ αὑτά δέ διττῶς· ὅσα τε γάρ ἐν ἐκείνοις ἐνυπάρχει ἐν τῷ τί ἐστι, καί οἷς αὐτά ἐν τῷ τί ἐστιν ὑπάρχουσιν αὐτοῖς, οἷον τῷ ἀριθμῷ τό περιττόν, ὃ ὑπάρχει μέν ἀριθμῷ, ἐνυπάρχει δ᾿ αὐτός ὁ ἀριθμός ἐν τῷ λόγῳ αὐτοῦ, καί πάλιν πλῆθος ἢ τό διαιρετόν ἐν τῷ λόγῳ τοῦ ἀριθμοῦ ἐνυπάρχει.
311Aristoteles, Analytica posteriora, 1, I 29; 1 (auctor 384BC-322BC)
Πλείους δ᾿ ἀποδείξεις εἶναι τοῦ αὐτοῦ ἐγχωρεῖ οὐ μόνον ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνοντι μή τό συνεχές μέσον, οἷον τῶν Α Β τό Γ καί Δ καί Ζ, ἀλλά καί ἐξ ἑτέρας.
312Aristoteles, Analytica posteriora, 1, I 29; 7 (auctor 384BC-322BC)
Ἐπισκέψασθαι δέ καί διά τῶν ἄλλων σχημάτων, ὁσαχῶς ἐνδέχεται τοῦ αὐτοῦ γενέσθαι συλλογισμόν.
313Aristoteles, Analytica posteriora, 1, I 30; 4 (auctor 384BC-322BC)
Ὥστ᾿ εἰ τό ἀπό τύχης μήθ᾿ ὡς ἐπί τό πολύ μήτ᾿ ἀναγκαῖον, οὐκ ἂν εἴη αὐτοῦ ἀπόδειξις.
314Aristoteles, Analytica posteriora, 1, I 33; 12 (auctor 384BC-322BC)
Ἢ εἰ μέν οὕτως ὑπολήψεται τά μή ἐνδεχόμενα ἄλλως ἔχειν ὥσπερ ἔχειν τούς ὁρισμούς δι᾿ ὧν αἱ ἀποδείξεις, οὐ δοξάσει ἀλλ᾿ ἐπιστήσεται· εἰ δ᾿ ἀληθῆ μέν εἶναι, οὐ μέντοι ταῦτά γε αὐτοῖς ὑπάρχειν κατ᾿ οὐσίαν καί κατά τό εἶδος, δοξάσει καί οὐκ ἐπιστήσεται ἀληθῶς, καί τό ὅτι καί τό διότι, ἐάν μέν διά τῶν ἀμέσων δοξάσῃ· ἐάν δέ μή διά τῶν ἀμέσων, τό ὅτι μόνον δοξάσει; τοῦ δ᾿ αὐτοῦ δόξα καί ἐπιστήμη οὐ πάντως ἐστίν, ἀλλ᾿ ὥσπερ καί ψευδής καί ἀληθής τοῦ αὐτοῦ τρόπον τινά, οὕτω καί ἐπιστήμη καί δόξα τοῦ αὐτοῦ.
315Aristoteles, Analytica posteriora, 1, I 33; 13 (auctor 384BC-322BC)
Καί γάρ δόξαν ἀληθῆ καί ψευδῆ ὡς μέν τινες λέγουσι τοῦ αὐτοῦ εἶναι, ἄτοπα συμβαίνει αἱρεῖσθαι ἄλλα τε καί μή δοξάζειν ὃ δοξάζει ψευδῶς· ἐπεί δέ τό αὐτό πλεοναχῶς λέγεται, ἔστι μέν ὡς ἐνδέχεται, ἔστι δ᾿ ὡς οὔ.
316Aristoteles, Analytica posteriora, 1, I 33; 14 (auctor 384BC-322BC)
Τό μέν γάρ σύμμετρον εἶναι τήν διάμετρον ἀληθῶς δοξάζειν ἄτοπον· ἀλλ᾿ ὅτι ἡ διάμετρος, περί ἣν αἱ δόξαι, τό αὐτό, οὕτω τοῦ αὐτοῦ, τό δέ τί ἦν εἶναι ἑκατέρῳ κατά τόν λόγον οὐ τό αὐτό.
317Aristoteles, Analytica posteriora, 1, I 33; 15 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπιστήμη καί δόξα τοῦ αὐτοῦ.
318Aristoteles, Analytica posteriora, 1, I 33; 21 (auctor 384BC-322BC)
Ἐν ἄλλῳ μέν γάρ ἑκάτερον εἶναι ἐνδέχεται τοῦ αὐτοῦ, ὡς εἴρηται, ἐν δέ τῷ αὐτῷ οὐδ᾿ οὕτως οἷόν τε· ἕξει γάρ ὑπόληψιν ἅμα, οἷον ὅτι ὁ ἄνθρωπος ὅπερ ζῷον (τοῦτο γάρ ἦν τό μή ἐνδέχεσθαι εἶναι μή ζῷον) καί μή ὅπερ ζῷον· τοῦτο γάρ ἔσται τό ἐνδέχεσθαι.
319Aristoteles, Analytica posteriora, 1, I 34; 1 (auctor 384BC-322BC)
Ἡ δ᾿ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ τοῦ μέσου, οἷον εἴ τις ἰδών ὅτι ἡ σελήνη τό λαμπρόν ἀεί ἔχει πρός τόν ἥλιον, ταχύ ἐνενόησε διά τί τοῦτο, ὅτι διά τό λάμπειν ἀπό τοῦ ἡλίου· ἢ διαλεγόμενον πλουσίῳ ἔγνω διότι δανείζεται· ἢ διότι φίλοι, ὅτι ἐχθροί τοῦ αὐτοῦ.
320Aristoteles, Analytica posteriora, 2, II 2; 2 (auctor 384BC-322BC)
Ζητοῦμεν δέ, ὅταν μέν ζητῶμεν τό ὅτι ἢ τό εἰ ἔστιν ἁπλῶς, ἆρ᾿ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν· ὅταν δέ γνόντες ἢ τό ὅτι ἢ εἰ ἔστιν ἢ τό ἐπί μέρους ἢ τό ἁπλῶς, πάλιν τό διά τί ζητῶμεν ἢ τό τί ἐστι, τότε ζητοῦμεν τί τό μέσον.
321Aristoteles, Analytica posteriora, 2, II 3; 14 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἆρα, εἰ μή παντός τοῦ αὐτοῦ, ἀλλά τινος τοῦ αὐτοῦ ἐστίν ὁρισμός καί ἀπόδειξις; ἢ ἀδύνατον; οὐ γάρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός.
322Aristoteles, Analytica posteriora, 2, II 3; 22 (auctor 384BC-322BC)
Φανερόν ἄρα ὅτι οὔτε οὗ ὁρισμός, τούτου παντός ἀπόδειξις, οὔτε οὗ ἀπόδειξις, τούτου παντός ὁρισμός· ὥστε ὅλως τοῦ αὐτοῦ οὐδενός ἐνδέχεται ἄμφω ἔχειν.
323Aristoteles, Analytica posteriora, 2, II 8; 9 (auctor 384BC-322BC)
Τό δ᾿ εἰ ἔστιν ὁτέ μέν κατά συμβεβηκός ἔχομεν, ὁτέ δ᾿ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος, οἷον βροντήν, ὅτι ψόφος τις νεφῶν, καί ἔκλειψιν, ὅτι στέρησίς τις φωτός, καί ἄνθρωπον, ὅτι ζῷόν τι, καί ψυχήν, ὅτι αὐτό αὑτό κινοῦν.
324Aristoteles, Analytica posteriora, 2, II 8; 15 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ οὐδέν διαφέρει ζητεῖν ἢ εἰ ἔστι λόγος αὐτοῦ.
325Aristoteles, Analytica posteriora, 2, II 8; 31 (auctor 384BC-322BC)
Ὡς μέν τοίνυν λαμβάνεται τό τί ἐστι καί γίνεται γνώριμον, εἴρηται, ὥστε συλλογισμός μέν τοῦ τί ἐστιν οὐ γίνεται οὐδ᾿ ἀπόδειξις, δῆλον μέντοι διά συλλογισμοῦ καί δι᾿ ἀποδείξεως· ὥστ᾿ οὔτ᾿ ἄνευ ἀποδείξεως ἔστι γνῶναι τό τί ἐστιν, οὗ ἐστιν αἴτιον ἄλλο, οὔτ᾿ ἔστιν ἀπόδειξις αὐτοῦ, ὥσπερ καί ἐν τοῖς διαπορήμασιν εἴπομεν.
326Aristoteles, Analytica posteriora, 2, II 10; 13 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων καί πῶς ἔστι τοῦ τί ἐστιν ἀπόδειξις καί πῶς οὐκ ἔστι, καί τίνων ἔστι καί τίνων οὐκ ἔστιν, ἔτι δ᾿ ὁρισμός ποσαχῶς τε λέγεται καί πῶς τό τί ἐστι δείκνυσι καί πῶς οὔ, καί τίνων ἐστί καί τίνων οὔ, ἔτι δέ πρός ἀπόδειξιν πῶς ἔχει, καί πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι καί πῶς οὐκ ἐνδέχεται.
327Aristoteles, Analytica posteriora, 2, II 13; 1 (auctor 384BC-322BC)
Πῶς μέν οὖν τό τί ἐστιν εἰς τούς ὅρους ἀποδίδοται, καί τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμός ἔστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον· πῶς δέ δεῖ θηρεύειν τά ἐν τῷ τί ἐστι κατηγορούμενα, νῦν λέγωμεν.
328Aristoteles, Analytica posteriora, 2, II 16; 19 (auctor 384BC-322BC)
Οἷον τό φυλλορροεῖν ὅλῳ τινί ἀφωρισμένον, κἂν εἴδη αὐτοῦ ᾖ, καί τοισδί καθόλου, ἢ φυτοῖς ἢ τοιοῖσδε φυτοῖς.
329Aristoteles, Analytica posteriora, 2, II 17; 1 (auctor 384BC-322BC)
Πότερον δ᾿ ἐνδέχεται μή τό αὐτό αἴτιον εἶναι τοῦ αὐτοῦ πᾶσιν ἀλλ᾿ ἕτερον, ἢ οὔ; ἢ εἰ μέν καθ᾿ αὑτό ἀποδέδεικται καί μή κατά σημεῖον ἢ συμβεβηκός, οὐχ οἷόν τε· ὁ γάρ λόγος τοῦ ἄκρου τό μέσον ἐστίν· εἰ δέ μή οὕτως, ἐνδέχεται.
330Aristoteles, Analytica posteriora, 2, II 17; 22 (auctor 384BC-322BC)
Ἐνδέχεται δή τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἀλλ᾿ οὐ τοῖς αὐτοῖς τῷ εἴδει, οἷον τοῦ μακρόβια εἶναι τά μέν τετράποδα τό μή ἔχειν χολήν, τά δέ πτηνά τό ξηρά εἶναι ἢ ἕτερόν τι.
331Aristoteles, Analytica posteriora, 2, II 19; 13 (auctor 384BC-322BC)
Ἐκ μέν οὖν αἰσθήσεως γίνεται μνήμη, ὥσπερ λέγομεν, ἐκ δέ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης ἐμπειρία· αἱ γάρ πολλαί μνῆμαι τῷ ἀριθμῷ ἐμπειρία μία ἐστίν.
332Aristoteles, Analytica priora, 1, I 7; 16 (auctor 384BC-322BC)
Οἱ μέν οὖν τῶν συλλογισμῶν ὑπάρχειν ἢ μή ὑπάρχειν δεικνύντες εἴρηται πῶς ἔχουσι, καί καθ᾿ ἑαυτούς οἱ ἐκ τοῦ αὐτοῦ σχήματος καί πρός ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων.
333Aristoteles, Analytica priora, 1, I 23; 12 (auctor 384BC-322BC)
Ἀδύνατον δέ πρός τό Β λαβεῖν πρότασιν μηδέν μήτε κατηγοροῦντας αὐτοῦ μήτ᾿ ἀπαρνουμένους, ἢ πάλιν τοῦ Α πρός τό Β μηδέν κοινόν λαμβάνοντας ἀλλ᾿ ἑκατέρου ἴδια ἄττα κατηγοροῦντας ἢ ἀπαρνουμένους.
334Aristoteles, Analytica priora, 2, II 2; 29 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἡ μέν Α Β πρότασις ὅλη ληφθῇ ἀληθής, ἡ δέ Β Γ ὅλη ψευδής, ἔσται συλλογισμός ἀληθής· οὐδέν γάρ κωλύει τό Α τῷ Β καί τῷ Γ παντί ὑπάρχειν, τό μέντοι Β μηδενί τῷ Γ, οἷον ὅσα τοῦ αὐτοῦ γένους εἴδη μή ὑπ᾿ ἄλληλα· τό γάρ ζῷον καί ἵππῳ καί ἀνθρώπῳ ὑπάρχει, ἵππος δ᾿ οὐδενί ἀνθρώπῳ.
335Aristoteles, Analytica priora, 2, II 2; 52 (auctor 384BC-322BC)
Ἐγχωρεῖ γάρ τό Α τῷ μέν Β μηδενί τῷ δέ Γ τινί μή ὑπάρχειν, τό μέντοι Β μηδενί τῷ Γ, οἷον τό γένος τῷ ἐξ ἄλλου γένους εἴδει καί τῷ συμβεβηκότι τοῖς αὑτοῦ εἴδεσι· τό γάρ ζῷον ἀριθμῷ μέν οὐδενί ὑπάρχει λευκῷ δέ τινί, ὁ δ᾿ ἀριθμός οὐδενί λευκῷ· ἐάν οὖν μέσον τεθῇ ὁ ἀριθμός, καί ληφθῇ τό μέν Α μηδενί τῷ Β, τό δέ Β τινί τῷ Γ, τό Α τινί τῷ Γ οὐχ ὑπάρξει, ὅπερ ἦν ἀληθές· καί ἡ μέν Α Β πρότασις ἀληθής, ἡ δέ Β Γ ψευδής.
336Aristoteles, Analytica priora, 2, II 2; 57 (auctor 384BC-322BC)
Καί ἀμφοτέρων δέ ψευδῶν οὐσῶν ἔσται τό συμπέρασμα ἀληθές· ἐγχωρεῖ γάρ τό Α τῷ μέν Β μηδενί τῷ δέ Γ τινί ὑπάρχειν, τό μέντοι Β μηδενί τῷ Γ, οἷον τό γένος τῷ ἐξ ἄλλου γένους εἴδει καί τῷ συμβεβηκότι τοῖς εἴδεσι τοῖς αὑτοῦ· ζῷον γάρ ἀριθμῷ μέν οὐδενί λευκῷ δέ τινί ὑπάρχει, καί ὁ ἀριθμός οὐδενί λευκῷ.
337Aristoteles, Analytica priora, 2, II 4; 35 (auctor 384BC-322BC)
Τοῦ δ᾿ αὐτοῦ ὄντος καί μή ὄντος, ἀδύνατον ἐξ ἀνάγκης εἶναι τό αὐτό.
338Aristoteles, Analytica priora, 2, II 7; 19 (auctor 384BC-322BC)
Ἐν δέ τῷ μέσῳ καθόλου μέν ὄντος τοῦ συλλογισμοῦ δι᾿ αὐτοῦ τε καί διά τοῦ πρώτου σχήματος, ὅταν δ᾿ ἐν μέρει, δι᾿ αὐτοῦ τε καί τοῦ ἐσχάτου.
339Aristoteles, Analytica priora, 2, II 7; 20 (auctor 384BC-322BC)
Ἐν δέ τῷ τρίτῳ δι᾿ αὐτοῦ πάντες.
340Aristoteles, Analytica priora, 2, II 15; 4 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τῷ πρώτῳ σχήματι οὐκ ἔστιν ἐξ ἀντικειμένων προτάσεων συλλογισμός, οὔτε καταφατικός οὔτε ἀποφατικός, καταφατικός μέν ὅτι ἀμφοτέρας δεῖ καταφατικάς εἶναι τάς προτάσεις, αἱ δ᾿ ἀντικείμεναι φάσις καί ἀπόφασις, στερητικός δέ ὅτι αἱ μέν ἀντικείμεναι τό αὐτό τοῦ αὐτοῦ κατηγοροῦσι καί ἀπαρνοῦνται, τό δ᾿ ἐν τῷ πρώτῳ μέσον οὐ λέγεται κατ᾿ ἀμφοῖν, ἀλλ᾿ ἐκείνου μέν ἄλλο ἀπαρνεῖται, αὐτό δέ ἄλλου κατηγορεῖται· αὗται δ᾿ οὐκ ἀντίκεινται.
341Aristoteles, Analytica priora, 2, II 16; 2 (auctor 384BC-322BC)
Τούτων μέν οὖν οὐδέν ἐστι τό αἰτεῖσθαι τό ἐξ ἀρχῆς· ἀλλ᾿ ἐπεί τά μέν δι᾿ αὑτῶν πέφυκε γνωρίζεσθαι τά δέ δι᾿ ἄλλων (αἱ μέν γάρ ἀρχαί δι᾿ αὑτῶν, τά δ᾿ ὑπό τάς ἀρχάς δι᾿ ἄλλων), ὅταν τό μή δι᾿ αὑτοῦ γνωστόν δι᾿ αὑτοῦ τις ἐπιχειρῇ δεικνύναι, τότ᾿ αἰτεῖται τό ἐξ ἀρχῆς.
342Aristoteles, Analytica priora, 2, II 16; 3 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἔστι μέν οὕτω ποιεῖν ὥστ᾿ εὐθύς ἀξιῶσαι τό προκείμενον, ἐνδέχεται δέ καί μεταβάντας ἐπ᾿ ἄλλα ἄττα τῶν πεφυκότων δι᾿ ἐκείνου δείκνυσθαι διά τούτων ἀποδεικνύναι τό ἐξ ἀρχῆς, οἷον εἰ τό Α δεικνύοιτο διά τοῦ Β, τό δέ Β διά τοῦ Γ, τό δέ Γ πεφυκός εἴη δείκνυσθαι διά τοῦ Α· συμβαίνει γάρ αὐτό δι᾿ αὑτοῦ τό Α δεικνύναι τούς οὕτω συλλογιζομένους.
343Aristoteles, Analytica priora, 2, II 16; 5 (auctor 384BC-322BC)
Ὥστε συμβαίνει τοῖς οὕτω συλλογιζομένοις ἕκαστον εἶναι λέγειν, εἰ ἔστιν ἕκαστον· οὕτω δ᾿ ἅπαν ἔσται δι᾿ αὑτοῦ γνωστόν· ὅπερ ἀδύνατον.
344Aristoteles, Analytica priora, 2, II 16; 12 (auctor 384BC-322BC)
Ἐάν δέ ταὐτόν ᾖ τό Α καί Β ἢ τῷ ἀντιστρέφειν ἢ τῷ ἕπεσθαι τῷ Β τό Α, τό ἐξ ἀρχῆς αἰτεῖται διά τήν αὐτήν αἰτίαν· τό γάρ ἐξ ἀρχῆς τί δύναται, εἴρηται ἡμῖν, ὅτι τό δι᾿ αὑτοῦ δεικνύναι τό μή δι᾿ αὑτοῦ δῆλον.
345Aristoteles, Analytica priora, 2, II 16; 13 (auctor 384BC-322BC)
Εἰ οὖν ἐστί τό ἐν ἀρχῇ αἰτεῖσθαι τό δι᾿ αὑτοῦ δεικνύναι τό μή δι᾿ αὑτοῦ δῆλον, τοῦτο δ᾿ ἐστί τό μή δεικνύναι, ὅταν ὁμοίως ἀδήλων ὄντων τοῦ δεικνυμένου καί δι᾿ οὗ δείκνυται ἢ τῷ ταὐτά τῷ αὐτῷ ἢ τῷ ταὐτόν τοῖς αὐτοῖς ὑπάρχειν, ἐν μέν τῷ μέσῳ σχήματι καί τρίτῳ ἀμφοτέρως ἂν ἐνδέχοιτο τό ἐν ἀρχῇ αἰτεῖσθαι, ἐν δέ κατηγορικῷ συλλογισμῷ ἔν τε τῷ τρίτῳ καί τῷ πρώτῳ.
346Aristoteles, Analytica priora, 2, II 16; 14 (auctor 384BC-322BC)
Ὅταν δ᾿ ἀποφατικῶς, ὅταν τά αὐτά ἀπό τοῦ αὐτοῦ, καί οὐχ ὁμοίως ἀμφότεραι αἱ προτάσεις, ὡσαύτως δέ καί ἐν τῷ μέσῳ διά τό μή ἀντιστρέφειν τούς ὅρους κατά τούς ἀποφατικούς συλλογισμούς.
347Aristoteles, Analytica priora, 2, II 21; 3 (auctor 384BC-322BC)
Εἰ δή τῷ μέν Β τό Α παντί οἴεται ὑπάρχειν, καί τοῦτο τῷ Δ, τῷ δέ Γ τό Α μηδενί, καί τοῦτο τῷ Δ παντί, τοῦ αὐτοῦ κατά ταὐτόν ἕξει ἐπιστήμην καί ἄγνοιαν.
348Aristoteles, Analytica priora, 2, II 22; 18 (auctor 384BC-322BC)
Ὅταν δέ τό Α ὅλῳ τῷ Β καί τῷ Γ ὑπάρχῃ καί μηδενός ἄλλου κατηγορῆται, ὑπάρχῃ δέ καί τό Β παντί τῷ Γ, ἀνάγκη τό Α καί Β ἀντιστρέφειν· ἐπεί γάρ κατά μόνων τῶν Β Γ λέγεται τό Α, κατηγορεῖται δέ τό Β καί αὐτό αὑτοῦ καί τοῦ Γ, φανερόν ὅτι καθ᾿ ὧν τό Α, καί τό Β λεχθήσεται πάντων πλήν αὐτοῦ τοῦ Α.
349Aristoteles, Athenaion Politeia, Frag., 6; 3 (auctor 384BC-322BC)
Ἀθηναῖοι δὲ ὕστερον μετὰ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὀστᾶ.
350Aristoteles, Athenaion Politeia, Frag., 6; 10 (auctor 384BC-322BC)
Hipp. 11. Αθηναῖοι μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες αὐτοῦ τὰ ὀστᾶ ἔθαψαν.
351Aristoteles, Athenaion Politeia, p2, 4, 1; 2 (auctor 384BC-322BC)
μετὰ δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος, ἐπ' Ἀρισταίχμου ἄρχοντος, Δράκων τοὺς θεσμοὺς ἔθηκεν· ἡ δὲ τάξις αὐτοῦ τόνδε τὸν τρόπον εἶχε.
352Aristoteles, Athenaion Politeia, p2, 4, 2; 4 (auctor 384BC-322BC)
τούτους δ' ἔδει διεγγυᾶν τοὺς πρυτάνεις καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς ἕνους μέχρι εὐθυνῶν, ἐγγυητὰς δ # ἐκ τοῦ αὐτοῦ τέλους δεχομένους, οὗπερ οἱ στρατηγοὶ καὶ οἱ ἵππαρχοι.
353Aristoteles, Athenaion Politeia, p2, 6, 3; 5 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλὰ πιθανώτερος ὁ τῶν δημοτικῶν λόγος· οὐ γὰρ εἰκὸς ἐν μὲν τοῖς ἄλλοις οὕτω μέτριον γενέσθαι καὶ κοινόν, ὥστ' ἐξὸν αὐτῷ τοὺς ἑτέρους ὑποποιησάμενον τυραννεῖν τῆς πόλεως, ἀμφοτέροις ἀπεχθέσθαι καὶ περὶ πλείονος ποιήσασθαι τὸ καλὸν καὶ τὴν τῆς πόλεως σωτηρίαν ἢ τὴν αὑτοῦ πλεονεξίαν, ἐν οὕτω δὲ μικροῖς καὶ ἀναξίοις καταρρυπαίνειν ἑαυτόν.
354Aristoteles, Athenaion Politeia, p2, 12, 4; 12 (auctor 384BC-322BC)
πολλοὺς δ' Ἀθήνας, πατρίδ' εἰς θεόκτιτον, ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, ἄλλον δικαίως, τοὺς δ' ἀναγκαίης ὑπὸ χρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ' Ἀττικὴν ἱέντας, ὡς ἂν πολλαχῇ πλανωμένους· τοὺς δ' ἐνθάδ' αὐτοῦ δουλίην ἀεικέα ἔχοντας, ἤθη δεσποτῶν τρομευμένους, ἐλευθέρους ἔθηκα.
355Aristoteles, Athenaion Politeia, p2, 14, 4; 8 (auctor 384BC-322BC)
ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει, πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον, ἐφ' ᾧ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς.
356Aristoteles, Athenaion Politeia, p2, 14, 4; 9 (auctor 384BC-322BC)
προδιασπείρας γὰρ λόγον, ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ' ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾗ ὄνομα Φύη, τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ, συνεισήγαγεν μετ' αὐτοῦ· καὶ ὁ μὲν Πεισίστρατος ἐφ' ἅρματος εἰσήλαυνε, παραιβατούσης τῆς γυναικός, οἱ δ' ἐν τῷ ἄστει προσκυνοῦντες ἐδέχοντο θαυμάζοντες.
357Aristoteles, Athenaion Politeia, p2, 18, 2; 3 (auctor 384BC-322BC)
ἐρασθεὶς γὰρ τοῦ Ἁρμοδίου καὶ διαμαρτάνων τῆς πρὸς αὐτὸν φιλίας, οὐ κατεῖχε τὴν ὀργήν, ἀλλ' ἔν τε τοῖς ἄλλοις ἐνεσημαίνετο πικρῶς, καὶ τὸ τελευταῖον μέλλουσαν αὐτοῦ τὴν ἀδελφὴν κανηφορεῖν Παναθηναίοις ἐκώλυσεν, λοιδορήσας τι τὸν Ἁρμόδιον ὡς μαλακὸν ὄντα, ὅθεν συνέβη παροξυνθέντα τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα πράττειν τὴν πρᾶξιν μετεχόντων πολλῶν.
358Aristoteles, Athenaion Politeia, p2, 19, 5; 8 (auctor 384BC-322BC)
τὸ μὲν οὖν πρῶτον Ἀγχίμολον ἀπέστειλαν κατὰ θάλατταν ἔχοντα στρατιάν· ἡττηθέντος δ' αὐτοῦ καὶ τελευτήσαντος, διὰ τὸ Κινέαν βοηθῆσαι τὸν Θετταλὸν ἔχοντα χιλίους ἱππεῖς, προσοργισθέντες τῷ γενομένῳ, Κλεομένην ἐξέπεμψαν τὸν βασιλέα στόλον ἔχοντα μείζω κατὰ γῆν, ὃς ἐπεὶ τοὺς τῶν Θετταλῶν ἱππεῖς ἐνίκησεν, κωλύοντας αὐτὸν εἰς τὴν Ἀττικὴν παριέναι, κατακλείσας τὸν Ἱππίαν εἰς τὸ καλούμενον Πελαργικὸν τεῖχος, ἐπολιόρκει μετὰ τῶν Ἀθηναίων.
359Aristoteles, Athenaion Politeia, p2, 19, 6; 9 (auctor 384BC-322BC)
προσκαθημένου δ' αὐτοῦ, συνέπεσεν ὑπεξιόντας ἁλῶναι τοὺς τῶν Πεισιστρατιδῶν υἱεῖς.
360Aristoteles, Athenaion Politeia, p2, 20, 3; 5 (auctor 384BC-322BC)
ταῦτα δὲ διαπραξάμενος, τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ' αὐτοῦ κυρίους καθιστάναι τῆς πόλεως.
361Aristoteles, Athenaion Politeia, p2, 20, 3; 6 (auctor 384BC-322BC)
τῆς δὲ βουλῆς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους, οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ' αὐτοῦ πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένην δὲ καὶ τοὺς ἄλλους φυγάδας μετεπέμψαντο.
362Aristoteles, Athenaion Politeia, p2, 29, 4; 6 (auctor 384BC-322BC)
ἐὰν δέ τις τούτων χάριν ἢ ζημιοῖ ἢ προσκαλῆται ἢ εἰσάγῃ εἰς δικαστήριον, ἔνδειξιν αὐτοῦ εἶναι καὶ ἀπαγωγὴν πρὸς τοὺς στρατηγούς, τοὺς δὲ στρατηγοὺς παραδοῦναι τοῖς ἕνδεκα θανάτῳ ζημιῶσαι.
363Aristoteles, Athenaion Politeia, p2, 41, 1; 1 (auctor 384BC-322BC)
ταῦτα μὲν οὖν ἐν τοῖς ὕστερον συνέβη γενέσθαι καιροῖς, τότε δὲ κύριος ὁ δῆμος γενόμενος τῶν πραγμάτων, ἐνεστήσατο τὴν νῦν οὖσαν πολιτείαν, ἐπὶ Πυθοδώρου μὲν ἄρχοντος δοκοῦντος δὲ δικαίως τοῦ δήμου λαβεῖν τὴν πολιτείαν, διὰ τὸ ποιήσασθαι τὴν κάθοδον δι' αὑτοῦ τὸν δῆμον.
364Aristoteles, Athenaion Politeia, p2, 41, 2; 3 (auctor 384BC-322BC)
πρώτη μὲν γὰρ ἐγένετο μετάστασις τῶν ἐξ ἀρχῆς Ἴωνος καὶ τῶν μετ' αὐτοῦ συνοικησάντων· τότε γὰρ πρῶτον εἰς τὰς τέτταρας συνενεμήθησαν φυλάς, καὶ τοὺς φυλοβασιλέας κατέστησαν.
365Aristoteles, Athenaion Politeia, p2, 42, 3; 9 (auctor 384BC-322BC)
δίδωσι δὲ καὶ εἰς τροφὴν τοῖς μὲν σωφρονισταῖς δραχμὴν α # ἑκάστῳ, τοῖς δ' ἐφήβοις τέτταρας ὀβολοὺς ἑκάστῳ· τὰ δὲ τῶν φυλετῶν τῶν αὑτοῦ λαμβάνων ὁ σωφρονιστὴς ἕκαστος ἀγοράζει τὰ ἐπιτήδεια πᾶσιν εἰς τὸ κοινόν (συσσιτοῦσι γὰρ κατὰ φυλάς) , καὶ τῶν ἄλλων ἐπιμελεῖται πάντων.
366Aristoteles, Athenaion Politeia, p2, 48, 5; 5 (auctor 384BC-322BC)
κληροῦσι δὲ καὶ εὐθύνους ἕνα τῆς φυλῆς ἑκάστης, καὶ παρέδρους β # ἑκάστῳ τῶν εὐθύνων οἷς ἀναγκαῖόν ἐστι ταῖς ἀγοραῖς κατὰ τὸν ἐπώνυμον τὸν τῆς φυλῆς ἑκάστης καθῆσθαι, κἄν τις βούληταί τινι τῶν τὰς εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς γ # ἡμερῶν ἀφ' ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἄν τ' ἰδίαν ἄν τε δημοσίαν ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκωμένον τοὔνομα τό θ' αὑτοῦ καὶ τὸ τοῦ φεύγοντος, καὶ τὸ ἀδίκημ' ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐπιγραψάμενος ὅ τι ἂν αὐτῷ δοκῇ, δίδωσιν τῷ εὐθύνῳ· ὁ δὲ λαβὼν τοῦτο καὶ ἀνακρίνας, ἐὰν μὲν καταγνῷ, παραδίδωσιν τὰ μὲν ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμους τοῖς τὴν φυλὴν ταύτην δικάζουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέταις συναναγράφει.
367Aristoteles, Athenaion Politeia, p2, 59, 7; 8 (auctor 384BC-322BC)
τοὺς δὲ δικαστὰς κληροῦσι πάντες οἱ ἐννέα ἄρχοντες, δέκατος δ' ὁ γραμματεὺς ὁ τῶν θεσμοθετῶν, τοὺς τῆς αὑτοῦ φυλῆς ἕκαστος.
368Aristoteles, Athenaion Politeia, p2, 64, 4; 13 (auctor 384BC-322BC)
ὁ δὲ ἄρχων ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον αὐτοῦ εἰς τὸ κιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμμένον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλάνῳ, ἵν' εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς οἷον ἂν βούληται, μηδὲ ᾖ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις.
369Aristoteles, Categoriae, 5; 60 (auctor 384BC-322BC)
Καὶ αὐτὸ δὲ αὑτοῦ μᾶλλον καὶ ἧττον λέγεται, οἷον τὸ σῶμα λευκὸν ὂν μᾶλλον λευκὸν εἶναι λέγεται νῦν ἢ πρότερον, καὶ θερμὸν ὂν μᾶλλον θερμὸν καὶ ἧττον λέγεται.
370Aristoteles, Categoriae, 5; 66 (auctor 384BC-322BC)
Ὁ γὰρ αὐτὸς λόγος ἀληθὴς καὶ ψευδῆς εἶναι δοκεῖ, οἷον εἰ ἀληθὴς εἴη ὁ λόγος τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ὁ αὐτὸς οὗτος λόγος ψευδὴς ἔσται.
371Aristoteles, Categoriae, 5; 67 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης· εἰ γάρ τις ἀληθῶς δοξάζοι τὸ καθῆσθαί τινα, ἀναστάντος αὐτοῦ ψευδῶς δοξάσει, τὴν αὐτὴν ἔχων περὶ αὐτοῦ δόξαν.
372Aristoteles, Categoriae, 6; 3 (auctor 384BC-322BC)
Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ, οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε, ἀλλὰ διώρισται· καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει· οὐδ᾿ ὅλως ἂν ἔχοις ἐπ᾿ ἀριθμοῦ κοινὸν ὅρον λαβεῖν τῶν μορίων, ἀλλ᾿ ἀεὶ διώρισται· ὥστε ὁ μὲν ἀριθμὸς τῶν διωρισμένων ἐστίν.
373Aristoteles, Categoriae, 6; 7 (auctor 384BC-322BC)
Πρὸς οὐδένα γὰρ κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· οὐ γὰρ ἔστι κοινὸς ὅρος πρὸς ὃν αἱ συλλαβαὶ συνάπτουσιν, ἀλλ᾿ ἑκάστη διώρισται αὐτὴ καθ᾿ αὑτήν.
374Aristoteles, Categoriae, 6; 12 (auctor 384BC-322BC)
Ὥστε συνεχὴς ἂν εἴη καὶ ὁ τόπος· πρὸς γὰρ ἕνα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει.
375Aristoteles, Categoriae, 6; 16 (auctor 384BC-322BC)
Ἐπὶ δέ γε τοῦ ἀριθμοῦ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι ὡς τὰ μόρια αὐτοῦ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα ἢ κεῖταί που, ἢ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων.
376Aristoteles, Categoriae, 6; 19 (auctor 384BC-322BC)
Καὶ ὁ λόγος δὲ ὡσαύτως· οὐδὲν γὰρ ὑπομένει τῶν μορίων αὐτοῦ, ἀλλ᾿ εἴρηταί τε καὶ οὐκ ἔστιν ἔτι τοῦτο λαβεῖν, ὥστε οὐκ ἂν εἴη θέσις τῶν μορίων αὐτοῦ, εἴγε μηδὲν ὑπομένει.
377Aristoteles, Categoriae, 7; 15 (auctor 384BC-322BC)
Οὐ γὰρ οἰκείως τὸ πρῶτον ἀποδέδοται πτερὸν ὄρνιθος· οὐ γὰρ ᾗ ὄρνις, ταύτῃ τὸ πτερὸν αὐτοῦ λέγεται, ἀλλ᾿ ᾗ πτερωτόν ἐστι· πολλῶν γὰρ καὶ ἄλλων πτερά ἐστιν, ἃ οὐκ εἰσὶν ὄρνιθες.
378Aristoteles, Categoriae, 7; 17 (auctor 384BC-322BC)
Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ κείμενον ᾖ ὄνομα πρὸς ὃ οἰκείως ἂν ἀποδοθείη, οἷον τὸ πηδάλιον τοῦ πλοίου ἐὰν ἀποδοθῇ, οὐκ οἰκεία ἡ ἀπόδοσις γίνεται· οὐ γὰρ ᾗ πλοῖον, ταύτῃ αὐτοῦ τὸ πηδάλιον λέγεται· ἔστι γὰρ πλοῖα ὧν οὐκ ἔστι πηδάλια.
379Aristoteles, Categoriae, 7; 37 (auctor 384BC-322BC)
Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη τὸ ἐπιστητὸν οὐ συναναιρεῖ· ἐπιστητοῦ μὲν γὰρ μὴ ὄντος οὐκ ἔστιν ἐπιστήμη (οὐδενὸς γὰρ ἔσται ἐπιστήμη), ἐπιστήμης δὲ μὴ οὔσης οὐδὲν κωλύει ἐπιστητὸν εἶναι, οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴγε ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστιν οὐδέπω, αὐτὸς δὲ ἐπιστητόν ἐστιν.
380Aristoteles, Categoriae, 7; 59 (auctor 384BC-322BC)
Εἰ γὰρ οὕτως ἔτυχεν, οὐδέν ἐστι χεῖρον αὐτοῦ.
381Aristoteles, Categoriae, 8; 12 (auctor 384BC-322BC)
Ὁμοίως δὲ τούτοις καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ἔχει· τὸ μὲν γὰρ σκληρὸν λέγεται τῷ δύναμιν ἔχειν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, τὸ δὲ μαλακὸν τῷ ἀδυναμίαν ἔχειν τοῦ αὐτοῦ τούτου.
382Aristoteles, Categoriae, 10; 24 (auctor 384BC-322BC)
Ἔτι εἰ ἦν ἡ τυφλότης ταὐτὸν τῷ τυφλὸν εἶναι, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· ἀλλὰ τυφλὸς μὲν λέγεται ὁ ἄνθρωπος, τυφλότης δὲ οὐδαμῶς λέγεται ὁ ἄνθρωπος.
383Aristoteles, Categoriae, 10; 59 (auctor 384BC-322BC)
Ὄντος μὲν γὰρ Σωκράτους ἔσται τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος, μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ· οὔτε γὰρ τὸ νοσεῖν Σωκράτην οὔτε τὸ ὑγιαίνειν ἐστὶν ἀληθὲς αὐτοῦ μὴ ὄντος ὅλως τοῦ Σωκράτους.
384Aristoteles, Categoriae, 10; 62 (auctor 384BC-322BC)
Τὸ γὰρ νοσεῖν Σωκράτην καὶ τὸ μὴ νοσεῖν Σωκράτην, ὄντος τε αὐτοῦ φανερὸν ὅτι τὸ ἕτερον αὐτῶν ἀληθὲς ἢ ψεῦδος, καὶ μὴ ὄντος ὁμοίως· τὸ μὲν γὰρ νοσεῖν μὴ ὄντος ψεῦδος, τὸ δὲ μὴ νοσεῖν ἀληθές.
385Aristoteles, Categoriae, 12; 11 (auctor 384BC-322BC)
Ὅτι δ᾿ ἔστι τινὰ τοιαῦτα, δῆλον· τὸ γὰρ εἶναι ἄνθρωπον ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν πρὸς τὸν ἀληθῆ περὶ αὐτοῦ λόγον.
386Aristoteles, Categoriae, 13; 4 (auctor 384BC-322BC)
Καὶ τὰ ἐκ τοῦ αὐτοῦ δὲ γένους ἀντιδιῃρημένα ἀλλήλοις ἅμα τῇ φύσει λέγεται.
387Aristoteles, Categoriae, 13; 5 (auctor 384BC-322BC)
Ἀντιδιῃρῆσθαι δὲ λέγεται ἀλλήλοις τὰ κατὰ τὴν αὐτὴν διαίρεσιν, οἷον τὸ πτηνὸν τῷ πεζῷ καὶ τῷ ἐνύδρῳ· ταῦτα γὰρ ἀλλήλοις ἀντιδιῄρηται ἐκ τοῦ αὐτοῦ γένους· τὸ γὰρ ζῷον διαιρεῖται εἰς ταῦτα, εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, καὶ οὐδέν γε τούτων πρότερον ἢ ὕστερόν ἐστιν, ἀλλ᾿ ἅμα τῇ φύσει τὰ τοιαῦτα δοκεῖ εἶναι.
388Aristoteles, Categoriae, 13; 7 (auctor 384BC-322BC)
Ἔσται οὖν κἀκεῖνα ἅμα τῇ φύσει, ὅσα ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν.
389Aristoteles, Categoriae, 13; 9 (auctor 384BC-322BC)
Ἄμα οὖν τῇ φύσει λέγεται, ὅσα ἀντιστρέφει μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον τὸ ἕτερον τῷ ἑτέρῳ τοῦ εἶναί ἐστι, καὶ τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἀλλήλοις· ἁπλῶς δὲ ἅμα, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ.
390Aristoteles, De anima, 1, I 3; 33 (auctor 384BC-322BC)
Διόπερ οὐδ’ ὁ νοῦς οὕτω συνεχής, ἀλλ’ ἤτοι ἀμερής ἢ οὐχ ὡς μέγεθός τι συνεχής· πῶς γάρ δή καί νοήσει μέγεθος ὢν ὁτῳοῦν τῶν μορίων τῶν αὑτοῦ; μορίων δ’ ἤτοι κατά μέγεθος ἢ κατά στιγμήν, εἰ δεῖ καί τοῦτο μόριον εἰπεῖν.
391Aristoteles, De anima, 2, II 1; 5 (auctor 384BC-322BC)
Τῶν δέ φυσικῶν τά μέν ἔχει ζωήν, τά δ’ οὐκ ἔχει· ζωήν δέ λέγομεν τήν δι’ αὐτοῦ τροφήν τε καί αὔξησιν καί φθίσιν.
392Aristoteles, De anima, 2, II 1; 13 (auctor 384BC-322BC)
Προτέρα δέ τῇ γενέσει ἐπί τοῦ αὐτοῦ ἡ ἐπιστήμη.
393Aristoteles, De anima, 2, II 1; 21 (auctor 384BC-322BC)
Τοῦτο δέ τό τί ἦν εἶναι τῷ τοιῳδί σώματι, καθάπερ εἴ τι τῶν ὀργάνων φυσικόν ἦν σῶμα, οἷον πέλεκυς· ἦν γάρ ἂν τό πελέκει εἶναι ἡ οὐσία αὐτοῦ, καί ἡ ψυχή τοῦτο· χωρισθείσης γάρ ταύτης οὐκ ἂν ἔτι πέλεκυς ἦν, ἀλλ’ ἢ ὁμωνύμως.
394Aristoteles, De anima, 2, II 1; 24 (auctor 384BC-322BC)
Εἰ γάρ ἦν ὁ ὀφθαλμός ζῷον, ψυχή ἂν ἦν αὐτοῦ ἡ ὄψις· αὕτη γάρ οὐσία ὀφθαλμοῦ ἡ κατά τόν λόγον.
395Aristoteles, De anima, 2, II 5; 10 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καί τοῦ κινεῖσθαι καί τοῦ ἐνεργεῖν λέγωμεν· καί γάρ ἔστιν ἡ κίνησις ἐνέργειά τις, ἀτελής μέντοι, καθάπερ ἐν ἑτέροις εἴρηται.
396Aristoteles, De anima, 2, II 7; 5 (auctor 384BC-322BC)
Πᾶν δέ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καί τοῦτ’ ἔστιν αὐτοῦ ἡ φύσις.
397Aristoteles, De anima, 2, II 7; 25 (auctor 384BC-322BC)
Πάσχοντος γάρ τι τοῦ αἰσθητικοῦ γίνεται τό ὁρᾶν· ὑπ’ αὐτοῦ μέν οὖν τοῦ ὁρωμένου χρώματος ἀδύνατον, λείπεται δέ ὑπό τοῦ μεταξύ, ὥστ’ ἀναγκαῖόν τι εἶναι μεταξύ· κενοῦ δέ γενομένου οὐχ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐθέν ὀφθήσεται.
398Aristoteles, De anima, 2, II 8; 3 (auctor 384BC-322BC)
Τοῦτο δ’ ἐστίν αὐτοῦ μεταξύ καί τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ.
399Aristoteles, De anima, 2, II 10; 10 (auctor 384BC-322BC)
Ἐπεί δ’ ὑγρόν τό γευστόν, ἀνάγκη καί τό αἰσθητήριον αὐτοῦ μήτε ὑγρόν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι· πάσχει γάρ τι ἡ γεῦσις ὑπό τοῦ γευστοῦ, ᾗ γευστόν.
400Aristoteles, De anima, 2, II 10; 14 (auctor 384BC-322BC)
Ὥστε τό γευστικόν ἐστι τό δυνάμει τοιοῦτον, γευστόν δέ τό ποιητικόν ἐντελεχείᾳ αὐτοῦ.
401Aristoteles, De anima, 2, II 11; 28 (auctor 384BC-322BC)
Αὐτοῦ δέ τοῦ αἰσθητηρίου ἁπτομένου οὔτ’ ἐκεῖ οὔτ’ ἐνταῦθα γένοιτ’ ἂν αἴσθησις, οἷον εἴ τις σῶμα τό λευκόν ἐπί τοῦ ὄμματος θείη τό ἔσχατον.
402Aristoteles, De anima, 3, III 1; 4 (auctor 384BC-322BC)
Εἰ δέ πλείω τοῦ αὐτοῦ, οἷον χρόας καί ἀήρ καί ὕδωρ (ἄμφω γάρ διαφανῆ), καί ὁ τό ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται ἀμφοῖν.
403Aristoteles, De anima, 3, III 1; 18 (auctor 384BC-322BC)
Τά δ’ ἀλλήλων ἴδια κατά συμβεβηκός αἰσθάνονται αἱ αἰσθήσεις, οὐχ ᾗ αἱ αὐταί, ἀλλ’ ᾗ μία, ὅταν ἅμα γένηται ἡ αἴσθησις ἐπί τοῦ αὐτοῦ, οἷον χολήν ὅτι πικρά καί ξανθή· οὐ γάρ δή ἑτέρας γε τό εἰπεῖν ὅτι ἄμφω ἕν· διό καί ἀπατᾶται, καί ἐάν ᾖ ξανθόν, χολήν οἴεται εἶναι.
404Aristoteles, De anima, 3, III 2; 3 (auctor 384BC-322BC)
Ὥστε ἢ δύο τοῦ αὐτοῦ ἔσονται ἢ αὐτή αὑτῆς.
405Aristoteles, De anima, 3, III 2; 30 (auctor 384BC-322BC)
Ἧι καί δῆλον ὅτι ἡ σάρξ οὐκ ἔστι τό ἔσχατον αἰσθητήριον· ἀνάγκη γάρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τό κρῖνον.
406Aristoteles, De anima, 3, III 4; 4 (auctor 384BC-322BC)
Ἀνάγκη ἄρα, ἐπεί πάντα νοεῖ, ἀμιγῆ εἶναι, ὥσπερ φησίν Ἀναξαγόρας, ἵνα κρατῇ, τοῦτο δ’ ἐστίν ἵνα γνωρίζῃ· παρεμφαινόμενον γάρ κωλύει τό ἀλλότριον καί ἀντιφράττει, ὥστε μηδ’ αὐτοῦ εἶναι φύσιν μηδεμίαν ἀλλ’ ἢ ταύτην, ὅτι δυνατόν.
407Aristoteles, De anima, 3, III 4; 10 (auctor 384BC-322BC)
Ὅταν δ’ οὕτως ἕκαστα γένηται ὡς ἐπιστήμων λέγεται ὁ κατ’ ἐνέργειαν (τοῦτο δέ συμβαίνει, ὅταν δύνηται ἐνεργεῖν δι’ αὑτοῦ), ἔστι μέν ὁμοίως καί τότε δυνάμει πως, οὐ μήν ὁμοίως καί πρίν μαθεῖν ἢ εὑρεῖν· καί αὐτός δέ αὑτόν τότε δύναται νοεῖν.
408Aristoteles, De anima, 3, III 10; 18 (auctor 384BC-322BC)
Ἐπειδή δ’ ἐστί τρία, ἓν μέν τό κινοῦν, δεύτερον δ’ ᾧ κινεῖ, τρίτον τό κινούμενον· τό δέ κινοῦν διττόν, τό μέν ἀκίνητον, τό δέ κινοῦν καί κινούμενον· ἔστι δέ τό μέν ἀκίνητον τό πρακτόν ἀγαθόν, τό δέ κινοῦν καί κινούμενον τό ὀρεκτικόν (κινεῖται γάρ τό κινούμενον ᾗ ὀρέγεται, καί ἡ κίνησις ὄρεξίς τίς ἐστιν ᾗ ἐνέργεια), τό δέ κινούμενον τό ζῷον· ᾧ δέ κινεῖ ὀργάνῳ ἡ ὄρεξις, ἤδη τοῦτο σωματικόν ἐστιν· διό ἐν τοῖς κοινοῖς σώματος καί ψυχῆς ἔργοις θεωρητέον περί αὐτοῦ.
409Aristoteles, De anima, 3, III 10; 21 (auctor 384BC-322BC)
Ὅλως μέν οὖν, ὥσ περ εἴρηται, ᾗ ὀρεκτικόν τό ζῷον, ταύτῃ αὑτοῦ κινητικόν· ὀρεκτικόν δέ οὐκ ἄνευ φαντασίας· φαντασία δέ πᾶσα ἢ λογιστική ἢ αἰσθητική.
410Aristoteles, De arte poetica, 4; 4 (auctor 384BC-322BC)
Αἴτιον δέ καί τούτου, ὅτι μανθάνειν οὐ μόνον τοῖς φιλοσόφοις ἥδιστον ἀλλά καί τοῖς ἄλλοις ὁμοίως· ἀλλ᾿ ἐπί βραχύ κοινωνοῦσιν αὐτοῦ.
411Aristoteles, De arte poetica, 13; 9 (auctor 384BC-322BC)
Διό καί οἱ Εὐριπίδῃ ἐγκαλοῦντες τό αὐτό ἁμαρτάνουσιν, ὅτι τοῦτο δρᾷ ἐν ταῖς τραγῳδίαις καί πολλαί αὐτοῦ εἰς δυστυχίαν τελευτῶσιν.
412Aristoteles, De arte poetica, 15; 10 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι καί τάς λύσεις τῶν μύθων ἐξ αὐτοῦ δεῖ τοῦ μύθου συμβαίνειν, καί μή ὥσπερ ἐν τῇ Μηδείᾳ ἀπό μηχανῆς καί ἐν τῇ Ἰλιάδι τά περί τόν ἀπόπλουν· ἀλλά μηχανῇ χρηστέον ἐπί τά ἔξω τοῦ δράματος ἢ ὅσα πρό τοῦ γέγονεν, ἃ οὐχ οἷόν τε ἄνθρωπον εἰδέναι, ἢ ὅσα ὕστερον, ἃ δεῖται προαγορεύσεως καί ἀγγελίας· ἅπαντα γάρ ἀποδίδομεν τοῖς θεοῖς ὁρᾶν.
413Aristoteles, De arte poetica, 21; 16 (auctor 384BC-322BC)
Ἐπεκτεταμένον δ᾿ ἐστίν ἢ ἀφῃρημένον τό μέν, ἐάν φωνήεντι μακροτέρῳ κεχρημένον ᾖ τοῦ οἰκείου ἢ συλλαβῇ ἐμβεβλημένῃ, τό δ᾿ ἐάν ἀφῃρημένον τι ᾖ αὐτοῦ, ἐπεκτεταμένον μέν οἷον τό πόλεως πόληος καί τό Πηλείδου Πηληϊάδεω, ἀφῃρημένον δέ οἷον τό κρῖ καί τό δῶ καί μία γίνεται ἀμφοτέρων ὄψ.
414Aristoteles, De caelo, 1, 1, 1; 2 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τῶν φύσει λεγομένων τὰ μέν ἐστιν οὐσίαι, τὰ δ´ ἔργα καὶ πάθη τούτων (λέγω δ´ οὐσίας μὲν τά τε ἁπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τούτων, οἷον τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ, καὶ πάλιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων, πάθη δὲ καὶ ἔργα τάς τε κινήσεις τὰς τούτων ἑκάστου καὶ τῶν ἄλλων, ὅσων ἐστὶν αἴτια ταῦτα κατὰ τὴν δύναμιν τὴν ἑαυτῶν, ἔτι δὲ τὰς ἀλλοιώσεις καὶ τὰς εἰς ἄλληλα μεταβάσεις), φανερὸν ὅτι τὴν πλείστην συμβαίνει τῆς περὶ φύσεως ἱστορίας περὶ σωμάτων εἶναι· πᾶσαι γὰρ αἱ φυσικαὶ οὐσίαι ἢ σώματα ἢ μετὰ σωμάτων γίγνονται καὶ μεγεθῶν.
415Aristoteles, De caelo, 1, 1, 5; 15 (auctor 384BC-322BC)
Ἔπειτα δῆλον ὅτι τοῦ αὐτοῦ λόγου ἐστὶ στερεὰ μὲν ἐξ ἐπιπέδων συγκεῖσθαι, ἐπίπεδα δ´ ἐκ γραμμῶν, ταύτας δ´ ἐκ στιγμῶν· οὕτω δ´ ἐχόντων οὐκ ἀνάγκη τὸ τῆς γραμμῆς μέρος γραμμὴν εἶναι· περὶ δὲ τούτων ἐπέσκεπται πρότερον ἐν τοῖς περὶ κινήσεως λόγοις, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη.
416Aristoteles, De caelo, 1, 4, 10; 40 (auctor 384BC-322BC)
Εἰ οὖν ἅπαντα τὰ σώματα ἕν τί ἐστι, πάντων ἂν εἴη μία κίνησις· καὶ ταύτην ἀναγκαῖον ὥσῳπερ ἂν πλείω γίγνηται, κινεῖσθαι μᾶλλον, ὥσπερ καὶ τὸ πῦρ ὅσῳ ἂν πλεῖον γίγνηται, φέρεται θᾶττον ἄνω τὴν αὑτοῦ φοράν.
417Aristoteles, De caelo, 1, 6, 1; 11 (auctor 384BC-322BC)
Δύο δὲ τρόπους ὁρῶμεν φθειρόμενον τὸ πῦρ· ὑπό τε γὰρ τοῦ ἐναντίου φθείρεται σβεννύμενον, καὶ αὐτὸ ὑφ´ αὑτοῦ μαραινόμενον.
418Aristoteles, De caelo, 1, 6, 4; 21 (auctor 384BC-322BC)
Εἰ μὲν οὖν ἔσται ἐν τόπῳ καί που, ἔσται τι τῶν στοιχείων· εἰ δὲ μὴ ἐν τόπῳ, οὐδὲν ἐξ αὐτοῦ ἔσται· τὸ γὰρ γινόμενον, καὶ ἐξ οὗ γίγνεται, ἀνάγκη ἅμα εἶναι.
419Aristoteles, De caelo, 1, 7, 5; 14 (auctor 384BC-322BC)
Τοῦτο δὲ διχῶς· ἢ γὰρ τῇ μετασχηματίσει, καθάπερ ἐκ τοῦ αὐτοῦ κηροῦ γίγνοιτ´ ἂν σφαῖρα καὶ κύβος, ἢ τῇ διαλύσει τῇ εἰς τὰ ἐπίπεδα, ὥσπερ ἔνιοί φασιν.
420Aristoteles, De caelo, 1, 8, 12; 26 (auctor 384BC-322BC)
Ἔνιοι δὲ περὶ τῆς δυνάμεως αὐτοῦ πειραθέντες εἰπεῖν ἐναντία λέγουσιν αὐτοὶ αὑτοῖς.
421Aristoteles, De caelo, 2, 1, 1; 1 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν οὔτε γέγονεν ὁ πᾶς οὐρανὸς οὔτ´ ἐνδέχεται φθαρῆναι, καθάπερ τινές φασιν αὐτόν, ἀλλ´ ἔστιν εἷς καὶ ἀΐδιος, ἀρχὴν μὲν καὶ τελευτὴν οὐκ ἔχων τοῦ παντὸς αἰῶνος, ἔχων δὲ καὶ περιέχων ἐν αὑτῷ τὸν ἄπειρον χρόνον, ἔκ τε τῶν εἰρημένων ἔξεστι λαμβάνειν τὴν πίστιν, καὶ διὰ τῆς δόξης τῆς παρὰ τῶν ἄλλως λεγόντων καὶ γεννώντων αὐτόν· εἰ γὰρ οὕτως μὲν ἔχειν ἐνδέχεται, καθ´ ὃν δὲ τρόπον ἐκεῖνοι γενέσθαι λέγουσιν οὐκ ἐνδέχεται, μεγάλην ἂν ἔχοι καὶ τοῦτο ῥοπὴν εἰς πίστιν περὶ τῆς ἀθανασίας αὐτοῦ καὶ τῆς ἀϊδιότητος.
422Aristoteles, De caelo, 2, 1, 6; 7 (auctor 384BC-322BC)
Εἰ δή, καθάπερ εἴπομεν, ἐνδέχεται τὸν εἰρημένον ἔχειν τρόπον περὶ τῆς πρώτης φορᾶς, οὐ μόνον αὐτοῦ περὶ τῆς ἀϊδιότητος οὕτως ὑπολαβεῖν ἐμμελέστερον, ἀλλὰ καὶ τῇ μαντείᾳ τῇ περὶ τὸν θεὸν μόνως ἂν ἔχοιμεν οὕτως ὁμολογουμένως ἀποφαίνεσθαι συμφώνους λόγους.
423Aristoteles, De caelo, 2, 2, 8; 21 (auctor 384BC-322BC)
Λέγω δὲ μῆκος μὲν αὐτοῦ τὸ κατὰ τοὺς πόλους διάστημα, καὶ τῶν πόλων τὸν μὲν ἄνω τὸν δὲ κάτω· διαφορὰν γὰρ ἐν τούτοις μόνοις ὁρῶμεν τῶν ἡμισφαιρίων, τῷ μὴ κινεῖσθαι τοὺς πόλους.
424Aristoteles, De caelo, 2, 3, 1; 9 (auctor 384BC-322BC)
Καὶ γὰρ ἂν ἡ κατὰ φύσιν κίνησις ἦν αὐτοῦ ἐπὶ τὸ μέσον· φύσει δὲ κύκλῳ κινεῖται· οὐ γὰρ ἂν ἦν ἀΐδιος ἡ κίνησις· οὐθὲν γὰρ παρὰ φύσιν ἀΐδιον.
425Aristoteles, De caelo, 2, 3, 2; 12 (auctor 384BC-322BC)
Νῦν μὲν οὖν ὑποκείσθω τοῦτο, ὕστερον δὲ δειχθήσεται περὶ αὐτοῦ.
426Aristoteles, De caelo, 2, 3, 2; 13 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· τῶν γὰρ ἐναντίων εἰ θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι φύσει, ἐάν περ ᾖ ἐναντίον, καὶ εἶναί τινα αὐτοῦ φύσιν· ἡ γὰρ αὐτὴ ὕλη τῶν ἐναντίων, καὶ τῆς στερήσεως πρότερον ἡ κατάφασις (λέγω δ´ οἷον τὸ θερμὸν τοῦ ψυχροῦ), ἡ δ´ ἠρεμία καὶ τὸ βαρὺ λέγεται κατὰ στέρησιν κουφότητος καὶ κινήσεως.
427Aristoteles, De caelo, 2, 4, 2; 6 (auctor 384BC-322BC)
Ἔτι δὲ εἴπερ τέλειόν ἐστιν οὗ μηδὲν ἔξω τῶν αὐτοῦ λαβεῖν δυνατόν, ὥσπερ ὥρισται πρότερον, καὶ τῇ μὲν εὐθείᾳ πρόσθεσίς ἐστιν ἀεί, τῇ δὲ τοῦ κύκλου οὐδέποτε, φανερὸν ὅτι τέλειος ἂν εἴη ἡ περιέχουσα τὸν κύκλον· ὥστ´ εἰ τὸ τέλειον πρότερον τοῦ ἀτελοῦς, καὶ διὰ ταῦτα πρότερον ἂν εἴη τῶν σχημάτων ὁ κύκλος.
428Aristoteles, De caelo, 2, 4, 8; 21 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν τῶν ἀφ´ αὑτοῦ ἐφ´ αὑτὸ ἐλαχίστη ἐστὶν ἡ τοῦ κύκλου γραμμή· κατὰ δὲ τὴν ἐλαχίστην ταχίστη ἡ κίνησις· ὥστ´ εἰ ὁ οὐρανὸς κύκλῳ τε φέρεται καὶ τάχιστα κινεῖται, σφαιροειδῆ αὐτὸν ἀνάγκη εἶναι.
429Aristoteles, De caelo, 2, 5, 1; 2 (auctor 384BC-322BC)
Ἀλλ´ εἰ μηδὲν ὡς ἔτυχε μηδ´ ἀπὸ ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀϊδίοις εἶναι, ὁ δ´ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτ´ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλ´ οὐκ ἐπὶ θάτερα; ἀνάγκη γὰρ καὶ τοῦτο ἢ ἀρχὴν εἶναι ἢ εἶναι αὐτοῦ ἀρχήν.
430Aristoteles, De caelo, 2, 5, 1; 8 (auctor 384BC-322BC)
Περὶ δὲ τῆς κινήσεως αὐτοῦ, ὅτι ὁμαλής ἐστι καὶ οὐκ ἀνώμαλος, ἐφεξῆς ἂν εἴη τῶν εἰρημένων διελθεῖν.
431Aristoteles, De caelo, 2, 6, 1; 3 (auctor 384BC-322BC)
Τῆς δὲ κύκλῳ φορᾶς οὐκ ἔστιν οὔτε ὅθεν οὔτε οἷ οὔτε μέσον· οὔτε γὰρ ἀρχὴ οὔτε πέρας οὔτε μέσον ἐστὶν αὐτῆς ἁπλῶς· τῷ τε γὰρ χρόνῳ ἀΐδιος καὶ τῷ μήκει συνηγμένη καὶ ἄκλαστος· ὥστ´ εἰ μή ἐστιν ἀκμὴ αὐτοῦ τῆς φορᾶς, οὐδ´ ἂν ἀνωμαλία εἴη· ἡ γὰρ ἀνωμαλία γίγνεται διὰ τὴν ἄνεσιν καὶ ἐπίτασιν.
432Aristoteles, De caelo, 2, 6, 3; 12 (auctor 384BC-322BC)
Ὅλη γὰρ ἴσως ἡ σύστασις τῶν ζῴων ἐκ τοιούτων συνέστηκεν ἃ διαφέρει τοῖς οἰκείοις τόποις· οὐθὲν γὰρ τῶν μερῶν ἔχει τὴν αὑτοῦ χώραν.
433Aristoteles, De caelo, 2, 7, 2; 5 (auctor 384BC-322BC)
Τῶν δὲ ἄνω ἕκαστον ἐν τῇ σφαίρᾳ φέρεται, ὥστ´ αὐτὰ μὲν μὴ ἐκπυροῦσθαι, τοῦ δ´ ἀέρος ὑπὸ τὴν τοῦ κυκλικοῦ σώματος σφαῖραν ὄντος ἀνάγκη φερομένης ἐκείνης ἐκθερμαίνεσθαι, καὶ ταύτῃ μάλιστα ᾗ ὁ ἥλιος τετύχηκεν ἐνδεδεμένος· διὸ δὴ πλησιάζοντός τε αὐτοῦ καὶ ἀνίσχοντος καὶ ὑπὲρ ἡμῶν ὄντος γίγνεται ἡ θερμότης.
434Aristoteles, De caelo, 2, 8, 2; 7 (auctor 384BC-322BC)
Συμβαίνει οὖν ἅμα τό τε ἄστρον διεληλυθέναι τὸν κύκλον καὶ τὸν κύκλον ἐνηνέχθαι τὴν αὑτοῦ φοράν, διεληλυθότα τὴν περιφέρειαν.
435Aristoteles, De caelo, 2, 10, 2; 2 (auctor 384BC-322BC)
Συμβαίνει δὲ κατὰ λόγον γίγνεσθαι τὰς ἑκάστου κινήσεις τοῖς ἀποστήμασι τῷ τὰς μὲν εἶναι θάττους τὰς δὲ βραδυτέρας· ἐπεὶ γὰρ ὑπόκειται τὴν μὲν ἐσχάτην τοῦ οὐρανοῦ περιφορὰν ἁπλῆν τ´ εἶναι καὶ ταχίστην, τὰς δὲ τῶν ἄλλων βραδυτέρας τε καὶ πλείους (ἕκαστον γὰρ ἀντιφέρεται τῷ οὐρανῷ κατὰ τὸν αὑτοῦ κύκλον), εὔλογον ἤδη τὸ μὲν ἐγγυτάτω τῆς ἁπλῆς καὶ πρώτης περιφορᾶς ἐν πλείστῳ χρόνῳ διιέναι τὸν αὑτοῦ κύκλον, τὸ δὲ πορρωτάτω ἐν ἐλαχίστῳ, τῶν δ´ ἄλλων τὸ ἐγγύτερον ἀεὶ ἐν πλείονι, τὸ δὲ πορρώτερον ἐν ἐλάττονι.
436Aristoteles, De caelo, 2, 14, 9; 24 (auctor 384BC-322BC)
Τὸ γὰρ πλεῖον ἀεὶ τὸ πρὸ αὑτοῦ ἔλαττον προωθεῖν ἀναγκαῖον μέχρι τοῦ μέσου τὴν ῥοπὴν ἐχόντων ἀμφοῖν, καὶ τοῦ βαρυτέρου προωθοῦντος μέχρι τούτου τὸ ἔλαττον βάρος.
437Aristoteles, De caelo, 2, 14, 11; 27 (auctor 384BC-322BC)
Δῆλον γὰρ ὡς οὐχὶ μέχρι τοῦ ἅψασθαι τοῦ κέντρου τὸ ἔσχατον, ἀλλὰ δεῖ κρατεῖν τὸ πλέον ἕως ἂν λάβῃ τῷ αὑτοῦ μέσῳ τὸ μέσον· μέχρι τούτου γὰρ ἔχει τὴν ῥοπήν.
438Aristoteles, De caelo, 2a, 1, 1; 2 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τῶν φύσει λεγομένων τὰ μέν ἐστιν οὐσίαι, τὰ δ´ ἔργα καὶ πάθη τούτων (λέγω δ´ οὐσίας μὲν τά τε ἁπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τούτων, οἷον τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ, καὶ πάλιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων, πάθη δὲ καὶ ἔργα τάς τε κινήσεις τὰς τούτων ἑκάστου καὶ τῶν ἄλλων, ὅσων ἐστὶν αἴτια ταῦτα κατὰ τὴν δύναμιν τὴν ἑαυτῶν, ἔτι δὲ τὰς ἀλλοιώσεις καὶ τὰς εἰς ἄλληλα μεταβάσεις), φανερὸν ὅτι τὴν πλείστην συμβαίνει τῆς περὶ φύσεως ἱστορίας περὶ σωμάτων εἶναι· πᾶσαι γὰρ αἱ φυσικαὶ οὐσίαι ἢ σώματα ἢ μετὰ σωμάτων γίγνονται καὶ μεγεθῶν.
439Aristoteles, De caelo, 2a, 1, 5; 15 (auctor 384BC-322BC)
Ἔπειτα δῆλον ὅτι τοῦ αὐτοῦ λόγου ἐστὶ στερεὰ μὲν ἐξ ἐπιπέδων συγκεῖσθαι, ἐπίπεδα δ´ ἐκ γραμμῶν, ταύτας δ´ ἐκ στιγμῶν· οὕτω δ´ ἐχόντων οὐκ ἀνάγκη τὸ τῆς γραμμῆς μέρος γραμμὴν εἶναι· περὶ δὲ τούτων ἐπέσκεπται πρότερον ἐν τοῖς περὶ κινήσεως λόγοις, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη.
440Aristoteles, De caelo, 2a, 4, 10; 40 (auctor 384BC-322BC)
Εἰ οὖν ἅπαντα τὰ σώματα ἕν τί ἐστι, πάντων ἂν εἴη μία κίνησις· καὶ ταύτην ἀναγκαῖον ὥσῳπερ ἂν πλείω γίγνηται, κινεῖσθαι μᾶλλον, ὥσπερ καὶ τὸ πῦρ ὅσῳ ἂν πλεῖον γίγνηται, φέρεται θᾶττον ἄνω τὴν αὑτοῦ φοράν.
441Aristoteles, De caelo, 2a, 6, 1; 11 (auctor 384BC-322BC)
Δύο δὲ τρόπους ὁρῶμεν φθειρόμενον τὸ πῦρ· ὑπό τε γὰρ τοῦ ἐναντίου φθείρεται σβεννύμενον, καὶ αὐτὸ ὑφ´ αὑτοῦ μαραινόμενον.
442Aristoteles, De caelo, 2a, 6, 4; 21 (auctor 384BC-322BC)
Εἰ μὲν οὖν ἔσται ἐν τόπῳ καί που, ἔσται τι τῶν στοιχείων· εἰ δὲ μὴ ἐν τόπῳ, οὐδὲν ἐξ αὐτοῦ ἔσται· τὸ γὰρ γινόμενον, καὶ ἐξ οὗ γίγνεται, ἀνάγκη ἅμα εἶναι.
443Aristoteles, De caelo, 2a, 7, 5; 14 (auctor 384BC-322BC)
Τοῦτο δὲ διχῶς· ἢ γὰρ τῇ μετασχηματίσει, καθάπερ ἐκ τοῦ αὐτοῦ κηροῦ γίγνοιτ´ ἂν σφαῖρα καὶ κύβος, ἢ τῇ διαλύσει τῇ εἰς τὰ ἐπίπεδα, ὥσπερ ἔνιοί φασιν.
444Aristoteles, De caelo, 2a, 8, 12; 26 (auctor 384BC-322BC)
Ἔνιοι δὲ περὶ τῆς δυνάμεως αὐτοῦ πειραθέντες εἰπεῖν ἐναντία λέγουσιν αὐτοὶ αὑτοῖς.
445Aristoteles, De caelo, 4, 2, 13; 36 (auctor 384BC-322BC)
Ἄλογον δὲ καὶ τὸ χώραν τῷ κενῷ ποιεῖν, ὥσπερ οὐκ αὐτὸ χώραν τινὰ οὖσαν· ἀναγκαῖον δ´, εἴπερ κινεῖται τὸ κενόν, εἶναι αὐτοῦ τινα τόπον, ἐξ οὗ μεταβάλλει καὶ εἰς ὅν.
446Aristoteles, De caelo, 4, 3, 2; 2 (auctor 384BC-322BC)
Περὶ μὲν οὖν τοῦ φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον ἕκαστον ὁμοίως ὑποληπτέον ὥσπερ καὶ περὶ τὰς ἄλλας γενέσεις καὶ μεταβολάς.
447Aristoteles, De caelo, 4, 3, 2; 5 (auctor 384BC-322BC)
Εἰ οὖν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ τὸ κουφιστικόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ κοῦφον, τὸ δ´ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι (καὶ ταύτῃ μᾶλλον ἄν τις ὑπολάβοι ὃ ἔλεγον οἱ ἀρχαῖοι, ὅτι τὸ ὅμοιον φέροιτο πρὸς τὸ ὅμοιον.
448Aristoteles, De caelo, 4, 3, 3; 8 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, περιέχει δὲ πάντα τὰ κινούμενα ἄνω καὶ κάτω τό τε ἔσχατον καὶ τὸ μέσον, τοῦτο δὲ τρόπον τινὰ γίγνεται τὸ εἶδος τοῦ περιεχομένου, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι πρὸς τὸ ὅμοιόν ἐστι φέρεσθαι· τὰ γὰρ ἐφεξῆς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί.
449Aristoteles, De caelo, 4, 3, 6; 22 (auctor 384BC-322BC)
Διὰ τίνα μὲν οὖν αἰτίαν φέρεται τῶν φερομένων ἕκαστον, καὶ τὸ φέρεσθαι εἰς τὸν αὑτοῦ τόπον τί ἐστιν, εἴρηται.
450Aristoteles, De caelo, 4, 4, 5; 8 (auctor 384BC-322BC)
Γῆν μὲν οὖν καὶ ὅσα γῆς ἔχει πλεῖστον, πανταχοῦ βάρος ἔχειν ἀναγκαῖον, ὕδωρ δὲ πανταχοῦ πλὴν ἐν γῇ, ἀέρα δὲ πλὴν ἐν ὕδατι καὶ γῇ· ἐν τῇ αὑτοῦ γὰρ χώρᾳ πάντα βάρος ἔχει πλὴν πυρός, καὶ ὁ ἀήρ.
451Aristoteles, De caelo, 4, 5, 3; 5 (auctor 384BC-322BC)
Ἐν μὲν οὖν τῇ αὑτοῦ χώρᾳ τῶν ἐχόντων καὶ βάρος καὶ κουφότητα ἕκαστον ἔχει βάρος (ἡ δὲ γῆ ἐν ἅπασιν)· κουφότητα δ´ οὐκ ἔχει, ἀλλ´ ἢ ἐν οἷς ἐπιπολάζει.
452Aristoteles, De caelo, 4, 5, 4; 11 (auctor 384BC-322BC)
Ὥσπερ δὲ οὐδ´ ἡ γῆ ἄνω, οὐδὲ τὸ πῦρ κάτω εἶσιν ὑφαιρουμένου τοῦ ἀέρος· οὐδὲν γὰρ ἔχει βάρος οὐδ´ ἐν τῇ αὑτοῦ χώρᾳ, ὥσπερ οὐδ´ ἡ γῆ κουφότητα.
453Aristoteles, De caelo, 4, 5, 4; 12 (auctor 384BC-322BC)
Φέρεται δὲ κάτω τὰ δύο ὑποσπωμένων, ὅτι τὸ μὲν ἁπλῶς βαρύ ἐστιν ὃ πᾶσιν ὑφίσταται, τὸ δὲ πρός τι βαρὺ ὂν εἰς τὴν αὑτοῦ χώραν ἢ οἷς ἐπιπολάζει, δι´ ὁμοιότητα τῆς ὕλης.
454Aristoteles, De caelo, 4, 5, 6; 21 (auctor 384BC-322BC)
Ἀνάγκη τοίνυν, ὥσπερ καὶ τὸ πῦρ ἄνω, ὅτι τοδὶ ἔχει, οἷον τὸ κενόν, τὰ δ´ ἄλλα οὔ, καὶ τὴν γῆν κάτω, ὅτι τὸ πλῆρες ἔχει, καὶ τὸν ἀέρα εἰς τὴν αὑτοῦ καὶ ἀνώτερον τοῦ ὕδατος, ὅτι τοδί τι ἔχει, καὶ τὸ ὕδωρ κάτω, ὅτι τοιόνδε τι.
455Aristoteles, De generatione animalium, 1, 1; 10 (auctor 384BC-322BC)
καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τὰ μὲν καρποφόρα δένδρα τοῦ αὐτοῦ γένους, τὰ δ' αὐτὰ μὲν οὐ φέρει καρπόν, συμβάλλεται δὲ τοῖς φέρουσι πρὸς τὸ πέττειν, οἷον συμβαίνει περὶ τὴν συκῆν καὶ τὸν ἐρινεόν.
456Aristoteles, De generatione animalium, 1, 13; 4 (auctor 384BC-322BC)
[ὅσα δ' ᾠοτοκεῖ μὲν ἀτελὲς δ' ᾠόν, οἷον ὅσοι τῶν ἰχθύων ᾠοτοκοῦσιν, οὗτοι δ' οὐχ ὑπὸ τῇ γαστρὶ ἀλλὰ πρὸς τῇ ὀσφύι ἔχουσι τὰς ὑστέρας· οὔτε γὰρ ἐμποδίζει ἡ τοῦ ᾠοῦ αὔξησις διὰ τὸ ἔξω τελειοῦσθαι καὶ προϊέναι τὸ αὐξανόμενον.] ὅ τε πόρος ὁ αὐτός ἐστι καὶ ἐν τοῖς μὴ ἔχουσι γεννητικὸν αἰδοῖον τῷ τῆς ξηρᾶς τροφῆς, πᾶσι τοῖς ᾠοτόκοις καὶ τοῖς ἔχουσιν αὐτῶν κύστιν, οἷον ταῖς χελώναις· τῆς γενέσεως γὰρ ἕνεκεν, οὐ τῆς τοῦ ὑγροῦ περιττώματος ἐκκρίσεως εἰσὶ διττοὶ οἱ πόροι· διὰ δὲ τὸ ὑγρὰν εἶναι τὴν φύσιν τοῦ σπέρματος καὶ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις κεκοινώνηκε τοῦ αὐτοῦ πόρου.
457Aristoteles, De generatione animalium, 1, 17; 5 (auctor 384BC-322BC)
διὸ τοῦ αὐτοῦ λόγου ἐστὶ πότερον καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν προΐενται ἄμφω ἢ θάτερον μόνον, καὶ πότερον ἀπὸ παντὸς ἀπέρχεται τοῦ σώματος ἢ οὐκ ἀπὸ παντός· εὔλογον γὰρ εἰ μὴ ἀπὸ παντός, μηδ' ἀπ' ἀμφοτέρων τῶν γεννώντων.
458Aristoteles, De generatione animalium, 1, 18; 27 (auctor 384BC-322BC)
ἔπειτα τίνα τρόπον αὐξηθήσεται ταῦτα τὰ ἀπελθόντα ἀπὸ παντός; Ἀναξαγόρας μὲν γὰρ εὐλόγως φησὶ σάρκας ἐκ τῆς τροφῆς προσιέναι ταῖς σαρξίν· τοῖς δὲ ταῦτα μὲν μὴ λέγουσιν ἀπὸ παντὸς δ' ἀπιέναι φάσκουσι, πῶς ἑτέρου προσγενομένου ἔσται μεῖζον εἰ μὴ μεταβάλλει τὸ προσελθόν; ἀλλὰ μὴν εἴ γε δύναται μεταβάλλειν τὸ προσελθόν, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτόν ἐστιν ὥστ' ἐξ αὐτοῦ δυνατὸν εἶναι γίγνεσθαι αἷμα καὶ σάρκας, ἀλλὰ μὴ αὐτὸ εἶναι ἐκεῖνο καὶ αἷμα καὶ σάρκας; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ἐνδέχεται λέγειν ὡς τῇ κατακεράσει αὐξάνεται ὕστερον οἷον οἶνος ὕδατος προσεγχυθέντος· αὐτὸ γὰρ ἂν πρῶτον μάλιστα ἦν ἕκαστον ἄκρατον ὄν· νῦν δὲ ὕστερον μᾶλλον καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστόν ἐστι μορίων.
459Aristoteles, De generatione animalium, 1, 18; 36 (auctor 384BC-322BC)
Ἔτι τὰ ἀποφυτευόμενα ἀφ' αὑτοῦ φέρει σπέρμα· δῆλον οὖν ὅτι καὶ πρὶν ἀποφυτευθῆναι ἀπὸ τοῦ αὐτοῦ μεγέθους ἔφερε τὸν καρπόν, καὶ οὐκ ἀπὸ παντὸς τοῦ φυτοῦ ἀπῄει τὸ σπέρμα.
460Aristoteles, De generatione animalium, 1, 18; 38 (auctor 384BC-322BC)
καὶ γὰρ εἰ μὴ ἐν πᾶσιν, ἀλλ' ἐπὶ τῶν πλείστων ἐν τῇ ὀχείᾳ τὸ θῆλυ εἰς τὸ ἄρρεν μέρος τι αὑτοῦ ἀποτείνει· διὸ καὶ τὴν ὀχείαν, καθάπερ εἴπομεν πρότερον, οὕτω ποιοῦνται· τὰ γὰρ κάτωθεν εἰς τὰ ἄνω φαίνεται ἐναφιέντα, οὐκ ἐν πᾶσιν ἀλλ' ἐν τοῖς πλείστοις τῶν τεθεωρημένων.
461Aristoteles, De generatione animalium, 1, 18; 46 (auctor 384BC-322BC)
Ἔτι εἰ τὸ θῆλυ μὴ προΐεται σπέρμα τοῦ αὐτοῦ λόγου μηδ' ἀπὸ παντὸς ἀπιέναι.
462Aristoteles, De generatione animalium, 1, 18; 49 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ καὶ ταύτης τῆς σκέψεως καὶ τῶν ἑπομένων πρῶτον λαβεῖν περὶ σπέρματος τί ἐστιν· οὕτω γὰρ καὶ περὶ τῶν ἔργων αὐτοῦ καὶ τῶν περὶ αὐτὸ συμβαινόντων ἔσται μᾶλλον εὐθεώρητον.
463Aristoteles, De generatione animalium, 1, 18; 55 (auctor 384BC-322BC)
Τὸ δὲ σπέρμα φανερὸν ὅτι δυοῖν τούτοιν ἐν θατέρῳ ἐστίν· ἢ γὰρ ὡς ἐξ ὕλης αὐτοῦ ἢ ὡς ἐκ πρώτου κινήσαντός ἐστι τὸ γιγνόμενον.
464Aristoteles, De generatione animalium, 1, 18; 80 (auctor 384BC-322BC)
ἐννοεῖν δὲ δεῖ ὅτι μικρῷ αὐξάνεται τὰ ζῷα καὶ τὰ φυτὰ τῷ καθ' ἡμέραν· παμμίκρου γὰρ ἂν προστιθεμένου τοῦ αὐτοῦ ὑπερέβαλλε τὸ μέγεθος.
465Aristoteles, De generatione animalium, 1, 20; 28 (auctor 384BC-322BC)
ᾗ καὶ δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἔρχεται ἡ γονή· οὔτε γὰρ ἂν κεχωρισμένα ἀπὸ τοῦ αὐτοῦ μέρους εὐθὺς ἀπεκρίνετο οὔτε ἅμα ἐλθόντα εἰς τὰς ὑστέρας ἐκεῖ διεχωρίζετο· ἀλλὰ συμβαίνει ὥσπερ εὔλογον, ἐπειδὴ τὸ μὲν ἄρρεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἷον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστίν, ὁ δὲ ὀπὸς ἢ ἡ πυετία τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστᾶσαν, οὕτω τὸ ἀπὸ τοῦ ἄρρενος ἐν τῷ θήλει μεριζόμενον.
466Aristoteles, De generatione animalium, 1, 22; 6 (auctor 384BC-322BC)
ὅσα μὲν οὖν προΐεται σπέρμα συμβάλλεται τοῦτον τὸν τρόπον εἰς τὴν γένεσιν· ὅσα δὲ μὴ προΐεται ἀλλ' ἐναφίησι τὸ θῆλυ εἰς τὸ ἄρρεν τῶν αὑτοῦ τι μορίων, ὅμοιον ἔοικε ποιοῦντι ὥσπερ ἂν εἰ τὴν ὕλην κομίσειέ τις πρὸς τὸν δημιουργόν.
467Aristoteles, De generatione animalium, 1, 23; 3 (auctor 384BC-322BC)
καὶ τοῦτο καλῶς λέγει Ἐμπεδοκλῆς ποιήσας· οὕτω δ' ᾠοτοκεῖ μακρὰ δένδρεα· πρῶτον ἐλαίας ... τό τε γὰρ ᾠὸν κύημά ἐστι, καὶ ἔκ τινος αὐτοῦ γίγνεται τὸ ζῷον, τὸ δὲ λοιπὸν τροφή, καὶ ἐκ τοῦ σπέρματος ἐκ μέρους γίγνεται τὸ φυόμενον, τὸ δὲ λοιπὸν τροφὴ γίγνεται τῷ βλαστῷ καὶ τῇ ῥίζῃ τῇ πρώτῃ.
468Aristoteles, De generatione animalium, 1, 23; 6 (auctor 384BC-322BC)
Καὶ τὰ μὲν μὴ προϊέμενα σπέρμα πολὺν χρόνον συμπεπλέχθαι πέφυκεν ἕως ἂν συστήσῃ τὸ κύημα, οἷον τὰ συνδυαζόμενα τῶν ἐντόμων· τὰ δ' ἕως ἂν ἀποπέμψῃ τι τῶν ἐπεισάκτων αὐτοῦ μορίων, ὃ συστήσει τὸ κύημα ἐν πλείονι χρόνῳ, οἷον ἐπὶ τῶν ἐναίμων.
469Aristoteles, De generatione animalium, 1, 23; 17 (auctor 384BC-322BC)
Τὰ δ' ὀστρακόδερμα τῶν ζῴων μεταξὺ ὄντα τῶν ζῴων καὶ τῶν φυτῶν, ὡς ἐν ἀμφοτέροις ὄντα τοῖς γένεσιν οὐδετέρων ποιεῖ τὸ ἔργον· ὡς μὲν γὰρ φυτὸν οὐκ ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν καὶ οὐ γεννᾷ εἰς ἕτερον, ὡς δὲ ζῷον οὐ φέρει ἐξ αὑτοῦ καρπὸν ὥσπερ τὰ φυτά, ἀλλὰ συνίσταται καὶ γεννᾶται ἔκ τινος συστάσεως γεοειδοῦς καὶ ὑγρᾶς.
470Aristoteles, De generatione animalium, 2, 1; 2 (auctor 384BC-322BC)
ἐπεὶ γάρ ἐστι τὰ μὲν ἀΐδια καὶ θεῖα τῶν ὄντων, τὰ δ' ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, τὸ δὲ καλὸν καὶ τὸ θεῖον αἴτιον ἀεὶ κατὰ τὴν αὑτοῦ φύσιν τοῦ βελτίονος ἐν τοῖς ἐνδεχομένοις, τὸ δὲ μὴ ἀΐδιον ἐνδεχόμενόν ἐστι καὶ εἶναι καὶ μὴ εἶναι καὶ μεταλαμβάνειν καὶ τοῦ χείρονος καὶ τοῦ βελτίονος· βέλτιον δὲ ψυχὴ μὲν σώματος, τὸ δ' ἔμψυχον τοῦ ἀψύχου διὰ τὴν ψυχὴν καὶ τὸ εἶναι τοῦ μὴ εἶναι καὶ τὸ ζῆν τοῦ μὴ ζῆν, -διὰ ταύτας τὰς αἰτίας γένεσις ζῴων ἐστίν· ἐπεὶ γὰρ ἀδύνατος ἡ φύσις τοῦ τοιούτου γένους ἀΐδιος εἶναι, καθ' ὃν ἐνδέχεται τρόπον, κατὰ τοῦτόν ἐστιν ἀΐδιον τὸ γιγνόμενον.
471Aristoteles, De generatione animalium, 2, 1; 15 (auctor 384BC-322BC)
Τῶν δὲ ζῴων τὰ μὲν τελεσιουργεῖ καὶ ἐκπέμπει θύραζε ὅμοιον ἑαυτῷ, οἷον ὅσα ζῳοτοκεῖ εἰς τοὐμφανές, τὰ δὲ ἀδιάρθρωτον ἐκτίκτει καὶ οὐκ ἀπειληφὸς τὴν αὑτοῦ μορφήν.
472Aristoteles, De generatione animalium, 2, 1; 46 (auctor 384BC-322BC)
τὸ δὲ πέμπτον γένος καὶ ψυχρότατον οὐδ' ᾠοτοκεῖ ἐξ αὑτοῦ ἀλλὰ καὶ τὸ τοιοῦτον ἔξω συμβαίνει πάθος αὐτῷ ὥσπερ εἴρηται· τὰ γὰρ ἔντομα σκωληκοτοκεῖ τὸ πρῶτον, προελθὼν δ' ᾠώδης γίγνεται ὁ σκώληξ (ἡ γὰρ χρυσαλλὶς καλουμένη δύναμιν ᾠοῦ ἔχει), εἶτ' ἐκ τούτου γίγνεται ζῷον ἐν τῇ τρίτῃ μεταβολῇ λαβὸν τὸ τῆς γενέσεως τέλος.
473Aristoteles, De generatione animalium, 2, 1; 54 (auctor 384BC-322BC)
ἐν αὐτῷ ἄρα τῷ κυήματι ἐνυπάρχει τι ἤδη, ἢ αὐτοῦ μόριον ἢ κεχωρισμένον.
474Aristoteles, De generatione animalium, 2, 1; 56 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ τὸ φθείρεσθαί γε ποιῆσαν εἴτε πάντα τὰ μέρη εἴτε τι ἄτοπον· τὰ λοιπὰ γὰρ τί ποιήσει; εἰ γὰρ ἐκεῖνο μὲν τὴν καρδίαν, εἶτ' ἐφθάρη, αὕτη δ' ἕτερον, τοῦ αὐτοῦ λόγου ἢ πάντα φθείρεσθαι ἢ πάντα μένειν.
475Aristoteles, De generatione animalium, 2, 1; 57 (auctor 384BC-322BC)
σώζεται ἄρα· αὐτοῦ ἄρα μόριόν ἐστιν ὃ εὐθὺς ἐνυπάρχει ἐν τῷ σπέρματι.
476Aristoteles, De generatione animalium, 2, 1; 86 (auctor 384BC-322BC)
ἐγγυτέρω δὲ καὶ πορρωτέρω αὐτὸ αὑτοῦ ἐνδέχεται εἶναι δυνάμει, ὥσπερ ὁ καθεύδων γεωμέτρης τοῦ ἐγρηγορότος πορρωτέρω καὶ οὗτος τοῦ θεωροῦντος.
477Aristoteles, De generatione animalium, 2, 3; 1 (auctor 384BC-322BC)
Τούτου δ' ἐχόμενόν ἐστιν ἀπορῆσαι καὶ εἰπεῖν, εἰ τῶν προϊεμένων εἰς τὸ θῆλυ γονὴν μηθὲν μόριόν ἐστι τὸ εἰσελθὸν τοῦ γιγνομένου κυήματος, ποῦ τρέπεται τὸ σωματῶδες αὐτοῦ, εἴπερ ἐργάζεται τῇ δυνάμει τῇ ἐνούσῃ ἐν αὐτῷ.
478Aristoteles, De generatione animalium, 2, 3; 10 (auctor 384BC-322BC)
λείπεται δὴ τὸν νοῦν μόνον θύραθεν ἐπεισιέναι καὶ θεῖον εἶναι μόνον· οὐθὲν γὰρ αὐτοῦ τῇ ἐνεργείᾳ κοινωνεῖ ἡ σωματικὴ ἐνέργεια.
479Aristoteles, De generatione animalium, 2, 5; 1 (auctor 384BC-322BC)
Καίτοι τις ἀπορήσειεν ἂν διὰ τίν' αἰτίαν· εἴπερ ἔχει τὸ θῆλυ τὴν αὐτὴν ψυχὴν καὶ ἡ ὕλη τὸ περίττωμα τὸ τοῦ θήλεός ἐστι, τί προσδεῖται τοῦ ἄρρενος ἀλλ' οὐκ αὐτὸ ἐξ αὑτοῦ γεννᾷ τὸ θῆλυ; αἴτιον δ' ὅτι διαφέρει τὸ ζῷον τοῦ φυτοῦ αἰσθήσει· ἀδύνατον δὲ πρόσωπον ἢ χεῖρα ἢ σάρκα εἶναι ἢ ἄλλο τι μόριον μὴ ἐνούσης αἰσθητικῆς ψυχῆς ἢ ἐνεργείᾳ ἢ δυνάμει καὶ ἤ πῃ ἢ ἁπλῶς· ἔσται γὰρ οἷον νεκρὸς ἢ νεκροῦ μόριον.
480Aristoteles, De generatione animalium, 2, 5; 2 (auctor 384BC-322BC)
εἰ οὖν τὸ ἄρρεν ἐστὶ τὸ τῆς τοιαύτης ποιητικὸν ψυχῆς, ὅπου κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν ἀδύνατον τὸ θῆλυ αὐτὸ ἐξ αὑτοῦ γεννᾶν ζῷον· τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι· ἐπεὶ ὅτι γ' ἔχει λόγον ἡ λεχθεῖσα ἀπορία φανερὸν ἐπὶ τῶν ὀρνίθων τῶν τὰ ὑπηνέμια τικτόντων ὅτι δύναται μέχρι γέ τινος τὸ θῆλυ γεννᾶν.
481Aristoteles, De generatione animalium, 2, 5; 12 (auctor 384BC-322BC)
Εἰ δ' ἐστί τι γένος ὃ θῆλυ μέν ἐστιν, ἄρρεν δὲ μὴ ἔχει κεχωρισμένον, ἐνδέχεται τοῦτο ζῷον ἐξ αὑτοῦ γεννᾶν.
482Aristoteles, De generatione animalium, 2, 5; 17 (auctor 384BC-322BC)
ἐμποιεῖ γὰρ τοῦτο τὴν αἰσθητικὴν ψυχὴν ἢ δι' αὑτοῦ ἢ διὰ τῆς γονῆς.
483Aristoteles, De generatione animalium, 2, 6; 7 (auctor 384BC-322BC)
Διορίζεται δὲ τὰ μέρη τῶν ζῴων πνεύματι, οὐ μέντοι οὔτε τῷ τῆς γεννώσης οὔτε τῷ αὐτοῦ καθάπερ τινὲς τῶν φυσικῶν φασιν.
484Aristoteles, De generatione animalium, 2, 6; 24 (auctor 384BC-322BC)
τοῦ γὰρ ἄνω τὰ κάτω ἕνεκεν καὶ οὔτε μόρια τοῦ τέλους οὔτε γεννητικὰ αὐτοῦ.
485Aristoteles, De generatione animalium, 2, 6; 46 (auctor 384BC-322BC)
οὐ μόνον δὲ διὰ τὸ ἔσχατον συμβαίνει αὐτοῦ ἡ γένεσις ἀλλὰ καὶ διότι ἐπιπολάζει τὸ γλίσχρον διὰ τὸ μὴ δύνασθαι ἐξατμίζειν.
486Aristoteles, De generatione animalium, 2, 8; 31 (auctor 384BC-322BC)
ταῖς δ' ἡμιόνοις οὐ γίγνεται, ἀλλὰ τὸ μὲν ἄχρηστον μετὰ τοῦ περιττώματος τοῦ ἐκ τῆς κύστεως ἐκκρίνεται (διόπερ οὐδὲ τῶν ἄρθρων οἱ ἡμίονοι οἱ ἄρρενες ὀσφραίνονται τῶν θηλειῶν ὥσπερ τἆλλα τὰ μώνυχα, ἀλλ' αὐτοῦ τοῦ περιττώματος), τὰ δ' ἄλλα τρέπεται εἰς τὴν τοῦ σώματος αὔξησιν καὶ τὸ μέγεθος.
487Aristoteles, De generatione animalium, 3, 1; 48 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ἐστιν ἐγγύτερον αὐτοῦ τῆς μορφῆς τῶν γιγνομένων, τὸ θερμόν· τὸ δὲ γεωδέστερον τὴν τοῦ σώματος παρέχεται σύστασιν καὶ πορρώτερόν ἐστιν.
488Aristoteles, De generatione animalium, 3, 2; 15 (auctor 384BC-322BC)
τελειωθέντος δ' ἀπολύεται ὅλον τὸ ᾠὸν καὶ οὐ φαίνεται εὐλόγως ὁ ὀμφαλός· αὐτοῦ γάρ ἐστι τοῦ ἐσχάτου τὸ ἄκρον.
489Aristoteles, De generatione animalium, 3, 2; 45 (auctor 384BC-322BC)
Αὐξανομένων δὲ πρότερον ὁ ὀμφαλὸς συμπίπτει ὁ πρὸς τὸ χόριον διότι ταύτῃ δεῖ τὸ ζῷον ἐξελθεῖν, τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον· δεῖ γὰρ ἔχειν τροφὴν εὐθὺς τὸ γενόμενον· οὔτε γὰρ ἀπὸ τῆς μητρὸς τιτθεύεται, δι' αὑτοῦ τε οὐκ εὐθὺς δύναται πορίζεσθαι τὴν τροφήν· διόπερ ἐντὸς εἰσέρχεται τὸ ὠχρὸν μετὰ τοῦ ὀμφαλοῦ καὶ περιφύεται ἡ σάρξ.
490Aristoteles, De generatione animalium, 3, 3; 18 (auctor 384BC-322BC)
τόν τε γὰρ ὀμφαλὸν ἔχουσι τὸν ἕτερον ὡσαύτως, ὥσπερ οἱ ὄρνιθες πρὸς τὸ ὠχρὸν οὕτως οἱ ἰχθύες πρὸς τὸ ὅλον ᾠόν (οὐ γάρ ἐστιν αὐτοῦ τὸ μὲν λευκὸν τὸ δ' ὠχρὸν ἀλλὰ μονόχρων πᾶν), καὶ τρέφονται ἐκ τούτου, καταναλισκομένου τε ἐπέρχεται καὶ περιφύεται ἡ σὰρξ ὁμοίως.
491Aristoteles, De generatione animalium, 3, 4; 4 (auctor 384BC-322BC)
ἡ δὲ τοῦ ᾠοῦ αὔξησις ὁμοία τοῖς σκώληξίν ἐστιν· καὶ γὰρ τὰ σκωληκοτοκοῦντα τῶν ζῴων μικρὸν ἀποτίκτει τὸ πρῶτον, τοῦτο δ' αὐξάνεται δι' αὑτοῦ καὶ οὐ διὰ πρόσφυσιν οὐδεμίαν.
492Aristoteles, De generatione animalium, 3, 7; 14 (auctor 384BC-322BC)
εἰ μὲν οὖν μὴ ἐνῆν ἄρρεν ἐν τῷ γένει αὐτῶν, ἐγίγνετ' ἂν ὥσπερ καὶ ἐπί τlt;ινων ἰχθύων-εἴπερ ἔστι τι τοιοῦτον γένος οἷον ἄνευ ἄρρενος γεννᾶν· εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον ὅτι οὔ πω ὦπται ἱκανῶς-νῦν δ' ἐστὶν ἐν πᾶσι τοῖς ὄρνισι τὸ μὲν θῆλυ τὸ δ' ἄρρεν, ὥσθ' ᾗ μὲν φυτὸν τετελέωκεν (διόπερ οὐ μεταβάλλει πάλιν μετὰ τὴν ὀχείαν) ᾗ δ' οὐ φυτὸν οὐ τετελέωκεν, οὐδ' ἀποβαίνει ἐξ αὐτοῦ ἕτερον οὐθέν· οὔτε γὰρ ὡς φυτὸν ἁπλῶς οὔθ' ὡς ζῷον ἐκ συνδυασμοῦ γέγονεν.
493Aristoteles, De generatione animalium, 3, 10; 7 (auctor 384BC-322BC)
κἂν εἴ γε ζῴου τινὸς ἑτέρου τὸ σπέρμα ἦν, ἐκεῖνο ἔδει γίγνεσθαι ἐξ αὐτοῦ ἀλλὰ μὴ μελίττας.
494Aristoteles, De generatione animalium, 3, 10; 12 (auctor 384BC-322BC)
ὅλως δ' ἐπειδὴ φαίνεται ὁ μὲν τῶν κηφήνων γόνος ἐγγιγνόμενος καὶ μηθενὸς ὄντος κηφῆνος, ὁ δὲ τῶν μελιττῶν οὐκ ἐγγιγνόμενος ἄνευ τῶν βασιλέων (διὸ καί φασί τινες τὸν τῶν κηφήνων φέρεσθαι μόνον), δῆλον ὡς οὐκ ἐξ ὀχείας γίγνονται, οὔτ' ἐξ ἑκατέρου τοῦ γένους αὐτοῦ αὑτῷ συνδυαζομένου οὔτ' ἐκ μελιττῶν καὶ κηφήνων.
495Aristoteles, De generatione animalium, 4, 1; 44 (auctor 384BC-322BC)
ὄντος δὲ τοῦ αὐτοῦ ἐξ οὗ τε γίγνεται καὶ αὔξεται-τοῦτο δ' ἐστὶν ἡ τροφή-ἕκαστον ἂν γίγνοιτο τῶν μορίων ἐκ τοιαύτης ὕλης ἧς δεκτικόν ἐστι καὶ τοιούτου περιττώματος.
496Aristoteles, De generatione animalium, 4, 1; 48 (auctor 384BC-322BC)
ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι' ἔνδειαν θερμότητος μηδ' ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὑτοῦ ἀλλὰ ταύτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὐναντίον μεταβάλλειν.
497Aristoteles, De generatione animalium, 4, 8; 2 (auctor 384BC-322BC)
τοῖς μὲν οὖν ἄλλοις ζῴοις διὰ τὸ τὸν χρόνον ἕνα τῆς κυήσεως εἶναι πρὸς τοῦτον ἀπαντᾷ τὸν καιρὸν ἡ πέψις αὐτοῦ· τοῖς δ' ἀνθρώποις ἐπεὶ πλείους οἱ χρόνοι κατὰ τὸν πρῶτον ἀναγκαῖον ὑπάρχειν· διὸ πρὸ τῶν ἑπτὰ μηνῶν ἄχρηστον τὸ γάλα ταῖς γυναιξί, τότε δ' ἤδη γίγνεται χρήσιμον.
498Aristoteles, De generatione animalium, 4, 8; 6 (auctor 384BC-322BC)
διόπερ ἐξέρχεται καὶ μεταβάλλει τὴν γένεσιν ὡς ἔχον τὰ αὑτοῦ καὶ οὐκέτι λαμβάνει τὸ μὴ αὑτοῦ, ἐν ᾧ καιρῷ γίγνεται τὸ γάλα χρήσιμον.
499Aristoteles, De generatione animalium, 4, 9; 2 (auctor 384BC-322BC)
καθάπερ οὖν ἐν ζυγοῖς ἠρτημένα ἐξ αὐτοῦ ῥέπει ἐπὶ τὸ βάρος· ἔχει δὲ τὰ μείζω πλεῖον βάρος.
500Aristoteles, De generatione animalium, 5, 1; 65 (auctor 384BC-322BC)
ὥστ' εἴ τι τῶν ζῴων ἔχει μὲν προβολὴν τοῦ ὄμματος πολλήν, τὸ δ' ἐν τῇ κόρῃ ὑγρὸν μὴ καθαρὸν μηδὲ σύμμετρον τῇ κινήσει τῇ θύραθεν μηδὲ τὸ ἐπιπολῆς δέρμα λεπτόν, τοῦτο περὶ μὲν τὰς διαφορὰς οὐκ ἀκριβώσει τῶν χρωμάτων, πόρρωθεν δ' ἔσται ὁρατικὸν [ὥσπερ εἰ καὶ ἐγγύθεν] μᾶλλον τῶν τὸ μὲν ὑγρὸν καθαρὸν ἐχόντων καὶ τὸ σκέπασμα αὐτοῦ, μὴ ἐχόντων δ' ἐπισκύνιον πρὸ τῶν ὀμμάτων μηθέν.