'αυτόθι' - search in All Authors, Showing 1 to 166 of 166 hits

1Adrianus I, Epistolae, 96, 1222C
Ἀλλ' αὐτὸς ὁ πρόπαππος ὑμῶν ἐξ ὑποβολῆς τινων ἀσεβῶν κατήνεγκεν ἐν τοῖς αὐτόθι τὰς ἱερὰς εἰκόνας· καὶ ἔκτοτε πλάνη μεγάλη ἐν τοῖς αὐτοῖς μέρεσι τῆς Γραικίας ηὐξήνθη, καὶ μέγα σκάνδαλον ἐν ὅλῳ τῷ κόσμῳ γέγονε.
2Adrianus I, Epistolae, 96, 1239D
Εἰ δὲ τὰς ἱερὰς καὶ σεπτὰς εἰκόνας ἐν τοῖς μέρεσι τῶν αὐτόθι οὐ καταστήσωσι τὴν ὑμετέραν χειροτονίαν κατὰ πάντα τρόπον οὐ τολμῶμεν δέξασθαι· καὶ μάλιστα ἐὰν ἐπακολουθήσῃς τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ.
3Adrianus I, Epistolae, 96, 1242
Τούτου ἕνεκεν μετὰ ἀκροτάτου μόχθου καὶ πόθου τῆς πίστεως καὶ ἀγῶνος ἐν τούτοις πᾶσιν ἀδιστάκτως τὴν ὑμετέραν σεπτοτάτην ἁγιωσύνην ἁρμόζει τὰς ἱερὰς καὶ σεπτας εἰκόνας τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς ἁγίας αὐτοῦ γεννητρίας καὶ ἀειπαρθένου Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων προφητῶν τε καὶ μαρτύρων, ἄμα ὁμολογητῶν, εν τοῖς μέρεσι τῶν αὐτόθι ἐν τῇ ἀρχαίᾳ τάξει ἀναστῆσαι, ὅπως ἐν ὁμονοίᾳ ἀξίως τὴν προφητικὴν ἀνυμνήσωμεν ᾠδὴν, λέγοντες· Κύριε, σῶσον τοὺς εὐσεβεστάτους βασιλεῖς ἡμῶν, « καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε· » ὅτι ἠγάπησαν « τὴν εὐπρέπειαν τοῦ σου, καὶ τόπον σκηνώματος δόξης σου.
4Aristoteles, Historia animalium, 2, II 17; 58 (auctor 384BC-322BC)
Ἔστι δ’ αὐτόθι μέν ἀπό τοῦ στομάχου στενώτερος, ἔπειτα εὐρύτερος, ᾗ δέ καθήκει πάλιν πρός τήν κοιλίαν, λεπτότερος.
5Aristoteles, Problemata, 23; 18 (auctor 384BC-322BC)
φέρουσιν οὖν εἰς ταῦτα ἀποβιαζόμεναι αἱ δῖναι· διὸ οὐκ ἀναπλεῖ αὐτόθι τὰ ναυάγια.
6Aristoteles, Problemata, 26; 185 (auctor 384BC-322BC)
Διὰ τί ἐν τῇ Ἀρκαδίᾳ ὑψηλῇ οὔσῃ τὰ μὲν πνεύματα οὐθὲν ψυχρότερα τῶν παρὰ τοῖς ἄλλοις, ὅταν δὲ νηνεμία ᾖ καὶ ἐπινέφελα, ψυχρά, ὥσπερ ἐν τοῖς ὁμαλέσι τοῖς ἑλώδεσιν; ἢ ὅτι καὶ ἡ Ἀρκαδία ὁμοία γίνεται τοῖς ἑλώδεσιν· οὐ γὰρ ἔχει ἐξόδους τοῖς ὕδασιν εἰς θάλατταν, διὸ καὶ βάραθρα πολλὰ αὐτόθι ἐστίν.
7Biblia, Biblia graeca iuxta LXX interpretes, Ios, 5; 8
περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσθησαν.
8Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 41
Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς.
9Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 8; 61
καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν Μαρμωθι Ουρια ἱερεῖ
10Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 2; 3
καὶ ἐπορεύθη Τωβιας ζητῆσαί τινα πτωχὸν τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐπιστρέψας λέγει Πάτερ. καὶ εἶπα αὐτῷ Ἰδοὺ ἐγώ, παιδίον. καὶ ἀποκριθεὶς εἶπεν Πάτερ, ἰδοὺ εἷς ἐκ τοῦ ἔθνους ἡμῶν πεφόνευται καὶ ἔρριπται ἐν τῇ ἀγορᾷ καὶ αὐτόθι νῦν ἐστραγγάληται.
11Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 3; 24
αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι·
12Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 11; 8
αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων.
13Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 12; 38
Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον.
14Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 15; 37
Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ’ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω.
15Desiderius Erasmus, Adagia, Chiliades, 2, 1401; 9 (opus 1508)
Theocriti scholiastes indicat allusum ad hoc proverbium in Hodoeporis: Αὐτόθι μοι ποτέρισδε καί αὐτόθι καί βουκολιάσδευ.
16Desiderius Erasmus, Adagia, Chiliades, 3, 2228; 7 (opus 1508)
Arbitror huic adfine, quod dictum est apud Theocritum in Hodoeporis: Αὐτόθι μοι ποτέρισδε καί αὐτόθι βωκολιάσδευ, id est Mecum istic certa, simul istic pascito tauros.
17Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0424B (auctor c.470–c.544)
Γονυπετῶν δὲ τοὺς εὐαγῶς τὸν ἐναγῆ τῆς τοῦ σωτῆρος ποίμνης χωρίζειν ἐπειγομένους, διωρίαν τῇ ὀψίμῳ διώξει χαρίσασθαι, καὶ συγχωρῆσαι πρὸς μίαν ἡμέραν τὸ αὐτόθι σπήλαιον οἰκῆσαι, προνοίᾳ Θεοῦ τῆς ἐλπίδος ἐφεύσθη· διαδέχονται δὲ τὸ αὐτὸ σπήλαιον εὐλαβεῖς ἄνδρες μονήρη βίον διώκοντες.
18Gregorius I, Dialogi, 77, 0155A (auctor 540-604)
Ἐν ὅσῳ δὲ τούτοις τοῖς ῥήμασιν ὁ Ὁνωρᾶτος ἐνεπαίζετο, ὕδωρ εἰς τὴν τοῦ συμποσίου ὑπουργίαν παρέλλειψε· καὶ μετὰ σίτλας ξυλίνης, καθὼς αὐτόθι ἔθος ἐστὶν, τὸ ἀνδράποδον εἰς τὴν πηγὴν ἀπῆλθε.
19Gregorius I, Dialogi, 77, 0163B (auctor 540-604)
Οὗτος πολλά μοι θαυμαστὰ περὶ τῶν αὐτόθι ἀδελφῶν διηγήσατο.
20Gregorius I, Dialogi, 77, 0175D (auctor 540-604)
Ἐπάνω δὲ τοῦ μνήματος γεωργός τις ἄρκαν μετὰ σίτου ἐπέθηκεν, μὴ κατανοήσας, ὁποῖος ἀνὴρ αὐτόθι ἔκειτο.
21Gregorius I, Dialogi, 77, 0178B (auctor 540-604)
Παρὰ συνεπισκόπου μου τινὸς μεμάθηκα, ἥνπερ διηγοῦμαι ἀφήγησιν, ὅστις ἐν τῇ Ἀγκώνων πόλει, ἐπὶ πολλοὺς χρόνους ἐν τῷ μοναχικῷ διέπρεψε σχήματι, σπουδαίως καὶ ἐν πάσῃ εὐλαβείᾳ ἐκεῖσε πολιτευσάμενος· ὧ τινι συμμαρτυροῦσι καὶ ἐκ τῶν ἡμετέρων τινὲς προβεβηκότες ἤδη λοιπὸν, καὶ ἐκ τῶν αὐτόθι γεγονότες μερῶν, ὡς ὅτι πλησίον τῆς αὐτῆς πόλεως Ἀγκώνων, ἐκκλησία τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου διάκειται.
22Gregorius I, Dialogi, 77, 0223D (auctor 540-604)
Οἱ δὲ τούτου τοῦ τόπου πάροικοι ἔλεγον, μὴ δύνασθαί τινα ἐν αὐτῷ εἰσοικισθῆναι, διὰ τὸ πολλοῖς λοιπὸν ἔτεσι τὸν διάβολον αὐτόθι κατοικεῖν, καὶ τούτου χάριν διάκενον αὐτὸν ἀπομεῖναι.
23Gregorius I, Dialogi, 77, 0230C (auctor 540-604)
Ἔν τινι δὲ ἡμέρᾳ Ἰουδαῖός τις ἐκ τῶν τῆς Καμπανίας μερῶν ἐν τῇ Ῥώμῃ ἐρχόμενος, τὴν τῆς Ἀππίας ὁδὸν διήνυσεν, ὅστις ἐν τῷ ἄνω φόρῳ τῷ εἰς Φούνδης ἐλθὼν, καὶ λοιπὸν τὴν ἡμέραν πρὸς ἑσπέραν κλίνασαν θεασάμενος, καὶ μὴ εὑρίσκων τόπον ὅπου ὀφείλει κατακλιθῆναι, πλησίον τοῦ ναοῦ τοῦ Ἀπόλλωνος γεγονὼς, τοῦ αὐτόθι ὄντος, ἐκεῖ ἑαυτὸν πρὸς τὸ μεῖναι εἰσῴκισε.
24Gregorius I, Dialogi, 77, 0235A (auctor 540-604)
Ἐν δὲ ἡμέρᾳ τινὶ ὁ τούτου διάκονος ἐμήνυσεν αὐτῷ λέγων, Ὅτι Πάδος ὁ ποταμὸς τὴν ἑαυτοῦ κοίτην ὑπερβὰς, τοὺς τῆς ἐκκλησίας ἀγροὺς ἐπελάβετο, καὶ πάντα τὰ εἰς τροφὴν ἀνθρώπων ἐν τοῖς αὐτόθι τοπίοις μέλλοντα γίνεσθαι, τὸ ὕδωρ τοῦ ποταμοῦ ἐπεκράτησεν.
25Gregorius I, Dialogi, 77, 0251B (auctor 540-604)
Οὗτος τοίνυν μόνος αὐτόθι διάγων, ἔν τινι ἡμέρᾳ εἰς εὐχὴν ἑαυτὸν ὑπέστρωσε, καὶ τοῦ παντοδυνάμου κυρίου ἐδέετο, ὅπως αὑτῷ βοήθειαν, οἵαν κελεύσει, δοῦναι καταξιώσῃ, πρὸς τὸ ἐκεῖσε αὐτὸν κατοικῆσαι· ὃς οὖν τὴν εὐχὴν ἐπλήρωσεν, ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου, ἔμπροσθεν τῶν θυρῶν ἄρκον ἑστῶσαν εὗρεν, ἐπὶ τῆς γῆς τὴν κεφαλὴν κεκλιμένην ἔχουσαν, μηδὲν θηριῶδες τοῖς κινήμασιν ἐπιδεικνυμένεν, φανερῶς δὲ μᾶλλον δεικνύουσαν, ὅτι πρὸς δουλείαν τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἐλήλυθεν.
26Gregorius I, Dialogi, 77, 0287C (auctor 540-604)
Πληρωθείσης οὖν τῆς ἱερᾶς λειτουργίας ἡμεῖς τῶν αὐτόθι ἀνεχωρήσαμεν.
27Gregorius I, Dialogi, 77, 0291B (auctor 540-604)
[Οὕτως δὲ αὐτὸν ἐνίσχυσαν φονεῦσαι, ὥστε καὶ πρὸ τοῦ φονευθῆναι αὐτὸς εἰς ἑαυτὸν συνεστῶτα, τοῦτον ἐπιπλῆξαι καὶ παροικειώσασθαι.] Διὰ δὲ τὸ ἐπιδειχθῆναι τὴν ἀληθινὴν αὐτοῦ δόξαν, οὐ παρέλειψαν ἄνωθεν θαύματα αὐτόθι γίνεσθαι.
28Gregorius I, Dialogi, 77, 0291C (auctor 540-604)
Ἐν γὰρ τῇ νυκτερινῇ ἡσυχίᾳ ἤρξαντο ἄσματα ψαλμῳδίας ἐν τῷ σώματι τοῦ ῥηγὸς καὶ μάρτυρος ἀκούεσθαι, καὶ λαμπάδες ἅπτουσαι αὐτόθι φαίνεσθαι, καὶ διὰ τοῦτο μάρτυρος, ὅτι μάρτυρες ἀληθῶς οἱ ἐκεῖσε παραγενόμενοι. (Sic.) Ὅθεν καὶ γέγονεν, τὸ σῶμα αὐτοῦ παρὰ πάντων πιστῶν σεβασθῆναι, ὡς ἀληθινοῦ δηλαδὴ μάρτυρος.
29Gregorius I, Dialogi, 77, 0295C (auctor 540-604)
Παιδίον δὲ μικρὸν αὐτόθι ὑπῆρχεν, ὅπερ καθ' ἑκάστην νύκτα ὑπὸ πνεύματος πονηροῦ ἐῥῤίπτετο.
30Gregorius I, Dialogi, 77, 0302C (auctor 540-604)
Οἵα δὲ τῆς ἰάσεως χάρις αὐτόθι γέγονεν, ἐν συντόμῳ παραστῆσαι δύναμαι.
31Gregorius I, Dialogi, 77, 0307C (auctor 540-604)
Ἐλθὼν δὲ ἐπί τινα κλίβανον, ἐν ᾧ πρὸ ἡμέρας ἄρτους ἦσαν ὀπτήσασαι αἱ γειτνιάζουσαι αὐτόθι γυναῖκες, ἐπικύψας, ἐθεώρει μὴ πολλάκις ἄρτος ἐκεῖσε ἐναπέμεινεν.
32Gregorius I, Dialogi, 77, 0307C (auctor 540-604)
Αἴφνης οὖν ἄρτον θαυμαστοῦ μεγέθους καὶ ἀσυνήθους ἀσπρότητος αὐτόθι εὗρεν.
33Gregorius I, Dialogi, 77, 0341B (auctor 540-604)
Τοῦτο δὲ ἐν τῷ αὐτῷ μοναστηρίῳ πραχθὲν μέχρι τοῦ νῦν μνημονευόμενον διαμένει. Παρὰ γὰρ τῶν προοδευκουσῶν (sic) μητέρων ἐκεῖσε παραδοθὲν, οὕτως ἐπὶ λεπτοῦ διηγοῦνται αὐτόθι· οἰκοῦσαι νεάνιδες ἱεραὶ παρθένοι ὑπάρχουσαι, ὡς ὅτι ἐν ἐκείνῳ τῷ καιρῶ παροῦσαι τὸ τοιοῦτο μέγιστον θαῦμα ἐθεάσαντο.
34Gregorius I, Dialogi, 77, 0343B (auctor 540-604)
Ἐν δὲ τῷ πράγματι τούτῳ μοναχὸς ἡμέτερος παρὼν αὐτόθι ὑπῆρχεν.
35Gregorius I, Dialogi, 77, 0346C (auctor 540-604)
Ἐν δὲ τῷ συχνῶς τοῦτο λέγειν αὐτὴν, κατ' ὀλίγον τὸ φῶς ἐκεῖνο ὅπερ ἦν αὐτόθι ἀποσταλὲν ὑπεχώρησεν.
36Gregorius I, Dialogi, 77, 0350C (auctor 540-604)
Ἐν ὅσῳ δὲ ὁ πατὴρ αὐτοῦ ἐν τῷ κόλπῳ αὐτὸν ἐκράτει, καθὼς οἱ αὐτόθι παρόντες μαρτυροῖσι, τὰ τῆς πονηρίας πνεύματα πρὸς αὐτὸν ἐλθόντα ὁ παῖς θεασάμενος, τρέμων καὶ τοὺς ὀφθαλμοὺς καμμύων ἤρξατο κράζειν· Ἐκδίκησόν με, πάτερ, ἐκδίκησον.
37Gregorius I, Dialogi, 77, 0370B (auctor 540-604)
Πρὸς οὓς ὁ τοῦ Θεοῦ οἰκέτης πάλιν ἔφη· Τῇ χθὲς γὰρ ἡμέρᾳ περὶ ὥραν ἑννάτην μεταξὺ Ἰωάννου τοῦ πάπα καὶ Συμμάχου τοῦ πατρικίου, λυσόζωνος, καὶ ἀνυπόδετος, καὶ τὰς χεῖρας δεδεμένος ἀπενεχθεὶς, ἐν τῇ γειτνιαζούσῃ νήσῳ τοῦ βουλκάνου ἐν τῷ ὑποκαιομένῳ πυρὶ αὐτόθι ἐῤῥίφη.
38Gregorius I, Dialogi, 77, 0394B (auctor 540-604)
Τί γὰρ ἐκεῖνον ὠφέλησεν ἡ τῶν φοβερῶν πνευμάτων πρὸ τοῦ θανάτου θέα, καὶ τὸ διωρίαν αἰτήσασθαι, ἥνπερ αἰτησάμενος, οὐκ ἔλαβεν; Ἔστι δὲ καὶ νυνὶ παρ' ἡμῖν πρεσβύτερός τις, ὀνόματι Ἀθανάσιος ἐκ τῆς χώρας Λυκαονίας γενόμενος, πόλεως δὲ τοῦ Ἰκονίου, ὅστις πρᾶγμα φοβερὸν ἐκεῖσε ἐπὶ αὐτοῦ γεγονέναι διηγεῖτο, οὕτω λέγων, ὅτι μοναστήριον αὐτόθι ὑπῆρχε, τῶν Γαλάτων λεγόμενον.
39Gregorius I, Prolegomena, 66, 0127C (auctor 540-604)
Τοῦτο τὸ ἐξαίσιον θαῦμα ἐν τῷ αὐτῷ τόπῳ πᾶσιν ἐγένετο γνώριμον· ὥστε οἱ τοῦ τόπου ἐκείνου οἰκήτορες ἐν τῇ εἰσόδῳ τῆς αὐτόθι ἐκκλησίας τὸ ῥηθὲν μαγίδιν ἐκρέμασαν, πρὸς τὸ θεαθῆναι ὑπὸ πάντων τῶν εἰσιόντων καὶ ἐξιόντων ἐς δόξαν μὲν Θεοῦ, ἔπαινον δὲ τοῦ γνησίου αὐτοῦ δούλου Βενεδίκτου, καὶ τοῦ γνωσθῆναι πᾶσι τὴν ἐν αὐτῷ οἰκοῦσαν ἐκ νεαρᾶς ἡλικίας θείαν χάριν.
40Gregorius I, Prolegomena, 66, 0139C (auctor 540-604)
Ὁ δὲ φιλόθεός τε καὶ φιλόψυχος πατὴρ Βενέδικτος δώδεκα αὐτόθι μοναστήρια τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο, ἐν οἷς ὥρισε δώδεκα μοναχοὺς ἐν ἑκάστῃ μονῇ εἶναι· ὀλίγους δὲ μεθ' ἑαυτοῦ κατέσχεν, οὓς ὑπὸ τὴν ἑαυτοῦ διδασκαλικὴν παιδαγωγίαν πριμανθῆναι ἔκρινεν.
41Gregorius I, Prolegomena, 66, 0143A (auctor 540-604)
Αὐτῇ δὲ τῇ νυκτὶ παραλαβὼν νεανίαν τινὰ μεθ· ἑαυτοῦ Πλάκιδον τοὔνομα, οὗ καὶ τὸ πρὶν μνείαν ἐποιησάμην, ἀνῆλθεν ἐν τῷ αὐτῷ τοῦ ὄρους δυσβάτῳ κρημνῷ, καὶ αὐτόθι ἐν τῇ πρὸς Θεὸν δεήσει προσκαρτερήσας, ἀναστὰς ἀπὸ τῆς προσευχῆς, καὶ τρεῖς ἀράμενος λίθους, ἐν αὐτῷ τῷ τόπῳ ἀπὸ διαστήματος ἔθετο, καὶ πάντων ἀγνοούντων τὸ γεγονὸς θαῦμα ἐν τῷ ἑαυτοῦ ὑπέστρεψε κελλίῳ.
42Gregorius I, Prolegomena, 66, 0147B (auctor 540-604)
Ὅθεν τῆς αὐτόθι γειτνιαζούσης ἐκκλησίας πρεσβύτερός τις Φλορέντιος τοὔνομα, ὁ τοῦ ἡμετέρου ὑποδιακόνου Φλορεντίου πάππος, τοῦ παγκάκου δαίμονος τὸ μῖσος καὶ τὸν φθόνον ἐν ἑαυτῷ ὑποδεξάμενος, ἤρξατο σκώπτειν τε καὶ βασκαίνειν ταῖς τοῦ ὁσίου ἀνδρὸς ἀρεταῖς, ἐλπίζων ἐκ τούτου πολλοὺς ἀποσπᾶσαι ἐκ τῆς τοῦ ἁγίου ψυχωφελοῦς διδαχῆς.
43Gregorius I, Prolegomena, 66, 0151C (auctor 540-604)
Καὶ ἕως τότε τῶν ἀπίστων ἀνήρχετο ἐκεῖσε πλῆθος πολὺ, θυσίαις τε καὶ σπονδαῖς, καὶ κνίσσαις τῷ αὐτόθι τοῦ Ἀπόλλωνος ἀγάλματι λατρεύοντες· ὁ δὲ τὸν νοῦν πεφωτισμένος, καὶ τῆς εὐσεβείας ζηλωτὴς Βενέδικτος ἐπὶ τὸν τόπον παραγενόμενος, καὶ θαρσαλείῳ τῷ φρονήματι εἰσελθὼν, τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος συνέτριψε, τοὺς βωμοὺς κατέστρεψε, καὶ τὰ ἄλση ἐνέπρησε, καὶ ἐν αὐτῷ τῷ ναῷ τοῦ Ἀπόλλωνος εὐκτέριον ἡγιασμένον τοῦ ἁγίου Μαρτίνου πεποίηκεν.
44Gregorius I, Prolegomena, 66, 0169C (auctor 540-604)
Πρὸς ὃν ὁ ἅγιος ἔφη· « Μήτοι γε ἐγὼ οὐκ ἤμην αὐτόθι παρὼν, ὅτε παρὰ τῶν ἱερῶν παρθένων ἐδέξω τὰ ἐγχείρια, καὶ ἐν τῷ κόλπῳ σου ταῦτα κατέκρυψας; » ὁ δὲ ταῦτα ἀκούσας τοῖς ἴχνεσι τοῦ ἁγίου προσκυλινδούμενος, ἑαυτὸν ἡμαρτηκέναι ἔλεγεν· ἅπερ δὲ ἦν λαβὼν παρὰ τῶν παρθένων ἐγχείρια, ταῦτα ἐκ τοῦ ἑαυτοῦ κόλπου ἐκβαὼν, ἐνώπιον τοῦ ἁγίου ῥίψας γνησίως περὶ τοῦ πταίσματος τούτου μετεμελήθη.
45Gregorius I, Prolegomena, 66, 0173C (auctor 540-604)
Ἐν ἑτέρῳ καιρῷ ὁ τὸν νοῦν πεφωτισμένος πατὴρ Βενέδικτος παρεκλήθη ὑπό τινος πιστοῦ καὶ εὐλαβεστάτου ἀνδρὸς, ὅπως διὰ τῆς αὐτοῦ ἐπιτροπῆς καὶ συνδρομῆς, ἐν τῷ ἑαυτοῦ χωρίῳ πλησίον διακειμένῳ τῆς Τεῤῥακίνων πόλεως, ἵνα ἀποστείλας τινὰς τῶν ἑαυτοῦ μαθητῶν, οἰκοδομήσῃ αὐτόθι μοναστήριον.
46Gregorius I, Prolegomena, 66, 0175A (auctor 540-604)
Τῇ δὲ νυκτὶ ἐκείνῃ ἐπιφωσκούσης τῆς ἡμέρας ἐν ᾗ τὴν ἑαυτοῦ παρουσίαν ὁ ἅγιος καθυπέσχετο, ὤφθη τῷ ἐκεῖσε παρ' αὐτοῦ προβληθέντι ἡγουμένῳ καὶ τῷ οἰκονόμῳ αὐτοῦ, ἐν ὁράματι ὑποδεικνύων αὐτοῖς τοὺς τῆς οἰκοδομῆς τόπους, καὶ σχεδὸν εἰπεῖν πάντα μετὰ ἀκριβείας ἃ ἐχρῆν γενέσθαι αὐτόθι διετάξατο αὐτοῖς.
47Gregorius I, Prolegomena, 66, 0193 (auctor 540-604)
» Οὕπω δὲ τῆς τοῦ ἁγίου εὐχῆς πληρωθείσης, ἡ ψυχὴ ἐν τῷ σώματι εἰσῆλθε, καὶ τὸ τοῦ παιδίου σκήνωμα ὅλον ἐδονήθη καὶ τρέμων τῇ χειρὶ ἐψηλάφα, ὥστε ὑπὸ πάντων τῶν αὐτόθι παρὸντων θεαθῆναι τὴν τοῦ ἁγίου ἐπὶ τῷ παιδὶ γενομένην φρικώδη θαυματουργίαν· οὗτινος τῆς χειρὸς λαβόμενος ὁ ἅγιος τῷ πατρὶ ζῶντα καὶ ὁλόκληρον παρέδωκε.
48Gregorius I, Prolegomena, 66, 0202C (auctor 540-604)
Ὅπερ γὰρ διηγοῦμαι πρᾶγμα ἀρτίως αὐτόθι γέγονε.
49Herodotus, Historiae, 1, 93, 2; 2 (auctor c.484BC-425BC)
ἓν δὲ ἔργον πολλὸν μέγιστον παρέχεται χωρὶς τῶν τε Αἰγυπτίων ἔργων καὶ τῶν Βαβυλωνίων· ἔστι αὐτόθι Ἀλυάττεω τοῦ Κροίσου πατρὸς σῆμα, τοῦ ἡ κρηπὶς μὲν ἐστὶ λίθων μεγάλων, τὸ δὲ ἄλλο σῆμα χῶμα γῆς.
50Herodotus, Historiae, 1, 157, 3; 4 (auctor c.484BC-425BC)
οἱ δὲ Κυμαῖοι ἔγνωσαν συμβουλῆς περὶ ἐς θεὸν ἀνοῖσαι τὸν ἐν Βραγχίδῃσι· ἦν γὰρ αὐτόθι μαντήιον ἐκ παλαιοῦ ἱδρυμένον, τῷ Ἴωνές τε πάντες καὶ Αἰολέες ἐώθεσαν χρᾶσθαι.
51Herodotus, Historiae, 1, 181, 5; 7 (auctor c.484BC-425BC)
ἄγαλμα δὲ οὐκ ἔνι οὐδὲν αὐτόθι ἐνιδρυμένον, οὐδὲ νύκτα οὐδεὶς ἐναυλίζεται ἀνθρώπων ὅτι μὴ γυνὴ μούνη τῶν ἐπιχωρίων, τὴν ἂν ὁ θεὸς ἕληται ἐκ πασέων, ὡς λέγουσι οἱ Χαλδαῖοι ἐόντες ἱρέες τούτου τοῦ θεοῦ.
52Herodotus, Historiae, 1, 182, 2; 1 (auctor c.484BC-425BC)
φασὶ δὲ οἱ αὐτοὶ οὗτοι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, τὸν θεὸν αὐτὸν φοιτᾶν τε ἐς τὸν νηὸν καὶ ἀμπαύεσθαι ἐπὶ τῆς κλίνης, κατά περ ἐν Θήβῃσι τῇσι Αἰγυπτίῃσι κατὰ τὸν αὐτὸν τρόπον, ὡς λέγουσι οἱ Αἰγύπτιοι· καὶ γὰρ δὴ ἐκεῖθι κοιμᾶται ἐν τῷ τοῦ Διὸς τοῦ Θηβαιέος γυνή, ἀμφότεραι δὲ αὗται λέγονται ἀνδρῶν οὐδαμῶν ἐς ὁμιλίην φοιτᾶν· καὶ κατά περ ἐν Πατάροισι τῆς Λυκίης ἡ πρόμαντις τοῦ θεοῦ, ἐπεὰν γένηται· οὐ γὰρ ὦν αἰεί ἐστι χρηστήριον αὐτόθι· ἐπεὰν δὲ γένηται τότε ὦν συγκατακληίεται τὰς νύκτας ἔσω ἐν τῷ νηῷ.
53Herodotus, Historiae, 1, 193, 3; 5 (auctor c.484BC-425BC)
τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων.
54Herodotus, Historiae, 2, 44, 1; 1 (auctor c.484BC-425BC)
καὶ θέλων δὲ τούτων πέρι σαφές τι εἰδέναι ἐξ ὧν οἷόν τε ἦν, ἔπλευσα καὶ ἐς Τύρον τῆς Φοινίκης, πυνθανόμενος αὐτόθι εἶναι ἱρὸν Ἡρακλέος ἅγιον.
55Herodotus, Historiae, 2, 55, 2; 1 (auctor c.484BC-425BC)
ταῦτα μέν νυν τῶν ἐν Θήβῃσι ἱρέων ἤκουον, τάδε δὲ Δωδωναίων φασὶ αἱ προμάντιες· δύο πελειάδας μελαίνας ἐκ Θηβέων τῶν Αἰγυπτιέων ἀναπταμένας τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ παρὰ σφέας ἀπικέσθαι, ἱζομένην δέ μιν ἐπὶ φηγὸν αὐδάξασθαι φωνῇ ἀνθρωπηίῃ ὡς χρεὸν εἴη μαντήιον αὐτόθι Διὸς γενέσθαι, καὶ αὐτοὺς ὑπολαβεῖν θεῖον εἶναι τὸ ἐπαγγελλόμενον αὐτοῖσι, καί σφεας ἐκ τούτου ποιῆσαι.
56Herodotus, Historiae, 2, 56, 3; 1 (auctor c.484BC-425BC)
ἐγὼ δ' ἔχω περὶ αὐτῶν γνώμην τήνδε· εἰ ἀληθέως οἱ Φοίνικες ἐξήγαγον τὰς ἱρὰς γυναῖκας καὶ τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ ἐς τὴν Ἐλλάδα ἀπέδοντο, δοκέει ἐμοί ἡ γυνὴ αὕτη τῆς νῦν Ἑλλάδος, πρότερον δὲ Πελασγίης καλευμένης τῆς αὐτῆς ταύτης, πρηθῆναι ἐς Θεσπρωτούς, ἔπειτα δουλεύουσα αὐτόθι ἱδρύσασθαι ὑπὸ φηγῷ πεφυκυίῃ ἱρὸν Διός, ὥσπερ ἦν οἰκὸς ἀμφιπολεύουσαν ἐν Θήβῃσι ἱρὸν Διός, ἔνθα ἀπίκετο, ἐνθαῦτα μνήμην αὐτοῦ ἔχειν· ἐκ δὲ τούτου χρηστήριον κατηγήσατο, ἐπείτε συνέλαβε τὴν Ἑλλάδα γλῶσσαν· φάναι δέ οἱ ἀδελφεὴν ἐν Λιβύῃ πεπρῆσθαι ὑπὸ τῶν αὐτῶν Φοινίκων ὑπ' ὧν καὶ αὐτὴ ἐπρήθη.
57Herodotus, Historiae, 2, 83, 1; 1 (auctor c.484BC-425BC)
μαντικὴ δὲ αὐτοῖσι ὧδε διακέεται· ἀνθρώπων μὲν οὐδενὶ προσκέεται ἡ τέχνη, τῶν δὲ θεῶν μετεξετέροισι· καὶ γὰρ Ἡρακλέος μαντήιον αὐτόθι ἐστὶ καὶ Ἀπόλλωνος καὶ Ἀθηναίης καὶ Ἀρτέμιδος καὶ Ἄρεος καὶ Διός, καὶ τό γε μάλιστα ἐν τιμῇ ἄγονται πάντων τῶν μαντηίων, Λητοῦς ἐν Βουτοῖ πόλι ἐστί.
58Herodotus, Historiae, 2, 143, 3; 1 (auctor c.484BC-425BC)
πρότερον δὲ Ἑκαταίῳ τῷ λογοποιῷ ἐν Θήβῃσι γενεηλογήσαντί τε ἑωυτὸν καὶ ἀναδήσαντι τὴν πατριὴν ἐς ἑκκαιδέκατον θεὸν ἐποίησαν οἱ ἱρέες τοῦ Διὸς οἷόν τι καὶ ἐμοὶ οὐ γενεηλογήσαντι ἐμεωυτόν· ἐσαγαγόντες ἐς τὸ μέγαρον ἔσω ἐὸν μέγα ἐξηρίθμεον δεικνύντες κολοσσοὺς ξυλίνους τοσούτους ὅσους περ εἶπον· ἀρχιερεὺς γὰρ ἕκαστος αὐτόθι ἱστᾷ ἐπὶ τῆς ἑωυτοῦ ζόης εἰκόνα ἑωυτοῦ· ἀριθμέοντες ὦν καὶ δεικνύντες οἱ ἱρέες ἐμοὶ ἀπεδείκνυσαν παῖδα πατρὸς ἑωυτῶν ἕκαστον ἐόντα, ἐκ τοῦ ἄγχιστα ἀποθανόντος τῆς εἰκόνος διεξιόντες διὰ πασέων, ἕως οὗ ἀπέδεξαν ἁπάσας αὐτάς.
59Herodotus, Historiae, 2, 148, 5; 6 (auctor c.484BC-425BC)
τὰ μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν, τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα· οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον, φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων.
60Herodotus, Historiae, 2, 180, 1; 1 (auctor c.484BC-425BC)
ἀμφικτυόνων δὲ μισθωσάντων τὸν ἐν Δελφοῖσι νῦν ἐόντα νηὸν τριηκοσίων ταλάντων ἐξεργάσασθαι (ὁ γὰρ πρότερον ἐὼν αὐτόθι αὐτόματος κατεκάη) , τοὺς Δελφοὺς δὴ ἐπέβαλλε τεταρτημόριον τοῦ μισθώματος παρασχεῖν.
61Herodotus, Historiae, 3, 106, 2; 2 (auctor c.484BC-425BC)
τοῦτο μὲν γὰρ πρὸς τὴν ἠῶ ἐσχάτη τῶν οἰκεομενέων ἡ Ἰνδική ἐστι, ὥσπερ ὀλίγῳ πρότερον εἴρηκα· ἐν ταύτῃ τοῦτο μὲν τὰ ἔμψυχα, τετράποδά τε καὶ τὰ πετεινά, πολλῷ μέζω ἢ ἐν τοῖσι ἄλλοισι χωρίοισι ἐστί, πάρεξ τῶν ἵππων (οὗτοι δὲ ἑσσοῦνται ὑπὸ τῶν Μηδικῶν, Νησαίων δὲ καλευμένων ἵππων) , τοῦτο δὲ χρυσὸς ἄπλετος αὐτόθι ἐστί, ὃ μὲν ὀρυσσόμενος, ὁ δὲ καταφορεύμενος ὑπὸ ποταμῶν, ὁ δὲ ὥσπερ ἐσήμηνα ἁρπαζόμενος.
62Herodotus, Historiae, 3, 106, 3; 3 (auctor c.484BC-425BC)
τὰ δὲ δένδρεα τὰ ἄγρια αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ τῶν ἀπὸ τῶν ὀίων· καὶ ἐσθῆτι Ἰνδοὶ ἀπὸ τούτων τῶν δενδρέων χρέωνται.
63Herodotus, Historiae, 4, 23, 4; 7 (auctor c.484BC-425BC)
οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί.
64Herodotus, Historiae, 4, 28, 2; 2 (auctor c.484BC-425BC)
οὕτω μὲν δὴ τοὺς ὀκτὼ μῆνας διατελέει χειμὼν ἐών, τοὺς δ' ἐπιλοίπους τέσσερας ψύχεα αὐτόθι ἐστί.
65Herodotus, Historiae, 4, 29, 1; 1 (auctor c.484BC-425BC)
δοκέει δέ μοι καὶ τὸ γένος τῶν βοῶν τὸ κόλον διὰ ταῦτα οὐ φύειν κέρεα αὐτόθι· μαρτυρέει δέ μοι τῇ γνώμῃ καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείῃ ἔχον ὧδε, καὶ Λιβύην, ὅθι τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι, ηομ.
66Herodotus, Historiae, 4, 108, 2; 3 (auctor c.484BC-425BC)
ἔστι γὰρ δὴ αὐτόθι Ἑλληνικῶν θεῶν ἱρὰ Ἑλληνικῶς κατεσκευασμένα ἀγάλμασί τε καὶ βωμοῖσι καὶ νηοῖσι ξυλίνοισι, καὶ τῷ Διονύσῳ τριετηρίδας ἀνάγουσι καὶ βακχεύουσι.
67Herodotus, Historiae, 4, 185, 3; 6 (auctor c.484BC-425BC)
ὁ δὲ ἃλς αὐτόθι καὶ λευκὸς καὶ πορφύρεος τὸ εἶδος ὀρύσσεται.
68Herodotus, Historiae, 4, 192, 2; 1 (auctor c.484BC-425BC)
κατὰ τοὺς νομάδας δὲ ἐστὶ τούτων οὐδέν, ἀλλ' ἄλλα τοιάδε, πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι, οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλ' ἄλλοι ἄποτοι (οὐ γὰρ δὴ πίνουσι) , καὶ ὄρυες, τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται (μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι) , καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες, καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι, τῇσι σαύρῃσι ἐμφερέστατοι, καὶ στρουθοὶ κατάγαιοι, καὶ ὄφιες μικροί, κέρας ἓν ἕκαστος ἔχοντες· ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλη, πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου· ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι.
69Herodotus, Historiae, 4, 192, 3; 2 (auctor c.484BC-425BC)
μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἔστι· οἳ μὲν δίποδες καλέονται, οἳ δὲ ζεγέριες (τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν, δύναται δὲ κατ' Ἑλλάδα γλῶσσαν βουνοί) , οἳ δὲ ἐχινέες.
70Herodotus, Historiae, 4, 195, 3; 4 (auctor c.484BC-425BC)
εἰσὶ μὲν καὶ πλεῦνες αἱ λίμναι αὐτόθι, ἡ δ' ὦν μεγίστη αὐτέων ἑβδομήκοντα ποδῶν πάντῃ, βάθος δὲ διόργυιος ἐστί· ἐς ταύτην κοντὸν κατιεῖσι ἐπ' ἄκρῳ μυρσίνην προσδήσαντες καὶ ἔπειτα ἀναφέρουσι τῇ μυρσίνῃ πίσσαν, ὀδμὴν μὲν ἔχουσαν ἀσφάλτου, τὰ δ' ἄλλα τῆς Πιερικῆς πίσσης ἀμείνω.
71Herodotus, Historiae, 5, 13, 3; 6 (auctor c.484BC-425BC)
οἳ μὲν δὴ ταῦτα ἕκαστα ἔλεγον, ὁ δὲ εἰρώτα εἰ καὶ πᾶσαι αὐτόθι αἱ γυναῖκες εἴησαν οὕτω ἐργάτιδες.
72Herodotus, Historiae, 5, 88, 2; 2 (auctor c.484BC-425BC)
τοῖσι δὲ Ἀργείοισι καὶ τοῖσι Αἰγινήτῃσι καὶ πρὸς ταῦτα ἔτι τόδε ποιῆσαι 1 νόμον εἶναι παρὰ σφίσι ἑκατέροισι τὰς περόνας ἡμιολίας ποιέεσθαι τοῦ τότε κατεστεῶτος μέτρου, καὶ ἐς τὸ ἱρὸν τῶν θεῶν τουτέων περόνας μάλιστα ἀνατιθέναι τὰς γυναῖκας, Ἀττικὸν δὲ μήτε τι ἄλλο προσφέρειν πρὸς τὸ ἱρὸν μήτε κέραμον, ἀλλ' ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν.
73Herodotus, Historiae, 6, 16, 2; 3 (auctor c.484BC-425BC)
ἐπειδὴ δὲ ἐσέβαλον ἐς τὴν Ἐφεσίην κομιζόμενοι οἱ Χῖοι, νυκτός τε γὰρ ἀπίκατο ἐς αὐτὴν καὶ ἐόντων τῇσι γυναιξὶ αὐτόθι θεσμοφορίων, ἐνθαῦτα δὴ οἱ Ἐφέσιοι, οὔτε προακηκοότες ὡς εἶχε περὶ τῶν Χίων ἰδόντες τε στρατὸν ἐς τὴν χώρην ἐσβεβληκότα, πάγχυ σφέας καταδόξαντες εἶναι κλῶπας καὶ ἰέναι ἐπὶ τὰς γυναῖκας, ἐξεβοήθεον πανδημεὶ καὶ ἔκτεινον τοὺς Χίους.
74Herodotus, Historiae, 6, 22, 2; 3 (auctor c.484BC-425BC)
Ζαγκλαῖοι γὰρ οἱ ἀπὸ Σικελίης τὸν αὐτὸν χρόνον τοῦτον πέμποντες ἐς τὴν Ἰωνίην ἀγγέλους ἐπεκαλέοντο τοὺς Ἴωνας ἐς Καλὴν ἀκτήν, βουλόμενοι αὐτόθι πόλιν κτίσαι Ἰώνων.
75Herodotus, Historiae, 6, 81, 1; 1 (auctor c.484BC-425BC)
μετὰ δὲ ταῦτα ὁ Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην, χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον θύσων· βουλόμενον δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ὁ ἱρεὺς ἀπηγόρευε, φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν.
76Herodotus, Historiae, 6, 117, 2; 3 (auctor c.484BC-425BC)
συνήνεικε δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε, Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα, καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου τοῦ χρόνου ἐόντα τυφλόν.
77Herodotus, Historiae, 8, 33, 1; 1 (auctor c.484BC-425BC)
πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφισὸν ποταμὸν ἐδηίουν πάντα, καὶ κατὰ μὲν ἔκαυσαν Δρυμὸν πόλιν κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέας καὶ Τριτέας καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίους καὶ Ἄβας, ἔνθα ἦν ἱρὸν Ἀπόλλωνος πλούσιον, θησαυροῖσί τε καὶ ἀναθήμασι πολλοῖσι κατεσκευασμένον· ἦν δὲ καὶ τότε καὶ νῦν ἔτι χρηστήριον αὐτόθι.
78Herodotus, Historiae, 8, 104, 1; 1 (auctor c.484BC-425BC)
συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον, γένος μὲν ἐόντα Πηδασέα, φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέι· [οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ· ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι· ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν, τότε ἡ ἱρείη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν.
79Herodotus, Historiae, 8, 134, 1; 1 (auctor c.484BC-425BC)
οὗτος ὁ Μῦς ἔς τε Λεβάδειαν φαίνεται ἀπικόμενος καὶ μισθῷ πείσας τῶν ἐπιχωρίων ἄνδρα καταβῆναι παρὰ Τροφώνιον, καὶ ἐς Ἄβας τὰς Φωκέων ἀπικόμενος ἐπὶ τὸ χρηστήριον· καὶ δὴ καὶ ἐς Θήβας πρῶτα ὡς ἀπίκετο, τοῦτο μὲν τῷ Ἰσμηνίῳ Ἀπόλλωνι ἐχρήσατο· ἔστι δὲ κατά περ ἐν Ὀλυμπίῃ ἱροῖσι αὐτόθι χρηστηριάζεσθαι· τοῦτο δὲ ξεῖνον τινὰ καὶ οὐ Θηβαῖον χρήμασι πείσας κατεκοίμησε ἐς Ἀμφιάρεω.
80Herodotus, Historiae, 8, 134, 2; 2 (auctor c.484BC-425BC)
Θηβαίων δὲ οὐδενὶ ἔξεστι μαντεύεσθαι αὐτόθι διὰ τόδε· ἐκέλευσε σφέας ὁ Ἀμφιάρεως διὰ χρηστηρίων ποιεύμενος ὁκότερα βούλονται ἑλέσθαι τούτων, ἑωυτῷ ἢ ἅτε μάντι χρᾶσθαι ἢ ἅτε συμμάχῳ, τοῦ ἑτέρου ἀπεχομένους· οἳ δὲ σύμμαχόν μιν εἵλοντο εἶναι.
81Herodotus, Historiae, 8, 134, 2; 3 (auctor c.484BC-425BC)
διὰ τοῦτο μὲν οὐκ ἔξεστι Θηβαίων οὐδενὶ αὐτόθι ἐγκατακοιμηθῆναι.
82Herodotus, Historiae, 9, 85, 3; 5 (auctor c.484BC-425BC)
τούτων μὲν δὴ πάντων πλήρεες ἐγένοντο οἱ τάφοι· τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων, ἐπεὶ καὶ Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος, τὸν ἐγὼ ἀκούω καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα, πρόξεινον ἐόντα αὐτῶν.
83Hesiodus, Opera et dies, 83; 5 (auctor fl.c.700BC)
μούνη δ' αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο [αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.] ἄλλα δὲ μυρία λυγρὰ κατ' ἀνθρώπους ἀλάληται· πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα· νοῦσοι δ' ἀνθρώποισιν ἐφ' ἡμέρῃ, αἳ δ' ἐπὶ νυκτὶ αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
84Hieronymus Stridonensis, De viris illustribus, 23, 0626B (auctor 340-420)
Φίλων Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, δι' αὐτοῦ παρ' ἡμῶν μεταξὺ τῶν ἐκκλησιαστικῶν συγγραφέων τάσσεται, ἐπείπερ περὶ τῆς πρώτης Μάρκου Εὐαγγελιστοῦ ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας γράφων, εἰς ἔπαινον τῶν ἡμετέρων χωρεῖ, οὐ μόνον αὐτόθι αὐτοὺς ἀλλὰ καὶ ἐν πολλαῖς ἐπαρχίαις εἶναι φάσκων, καὶ τὰς οἱκήσεις αὐτῶν καλῶν μοναστήρια.
85Homerus, Ilias, 9, 581; 9 (auctor fl.700BC)
οὗτοι δ' ἀγγελέουσι, σύ δ' αὐτόθι λέξεο μίμνων εὐνῇ ἔνι μαλακῇ· ἅμα δ' ἠοῖ φαινομένηφι φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἦ κε μένωμεν.
86Homerus, Ilias, 10, 254; 5 (auctor fl.700BC)
τώ δ' ἐπεί οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥ' ἰέναι, λιπέτην δέ κατ' αὐτόθι πάντας ἀρίστους.
87Homerus, Ilias, 10, 412; 9 (auctor fl.700BC)
ἀλλ' ἐμέ μέν νῦν νηυσί πελάσσετον ὠκυπόροισιν, ἠέ με δήσαντες λίπετ' αὐτόθι νηλέϊ δεσμῷ, ὄφρά κεν ἔλθητον καί πειρηθῆτον ἐμεῖο ἠέ κατ' αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καί οὐκί.
88Homerus, Ilias, 13, 32; 2 (auctor fl.700BC)
Τρῶες δέ φλογί ἶσοι ἀολλέες ἠέ θυέλλῃ Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο ἄβρομοι αὐΐαχοι· ἔλποντο δέ νῆας Ἀχαιῶν αἱρήσειν, κτενέειν δέ παρ' αὐτόθι πάντας ἀρίστους.
89Homerus, Ilias, 14, 103; 5 (auctor fl.700BC)
ἀλλ' ὃ μέν αὐτόθι μεῖνε, πατήρ δ' ἐμός Ἄργεϊ νάσθη πλαγχθείς· ὡς γάρ που Ζεύς ἤθελε καί θεοί ἄλλοι.
90Homerus, Ilias, 16, 284; 3 (auctor fl.700BC)
ἡμιδαής δ' ἄρα νηῦς λίπετ' αὐτόθι· τοί δέ φόβηθεν Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοί δ' ἐπέχυντο νῆας ἀνά γλαφυράς· ὅμαδος δ' ἀλίαστος ἐτύχθη.
91Homerus, Ilias, 19, 184; 3 (auctor fl.700BC)
αὐτάρ Ἀχιλλεύς μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· μίμνετε δ' ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα ἐκ κλισίης ἔλθῃσι καί ὅρκια πιστά τάμωμεν.
92Homerus, Ilias, 19, 387; 2 (auctor fl.700BC)
ὃ δέ μάστιγα φαεινήν χειρί λαβών ἀραρυῖαν ἐφ' ἵπποιιν ἀνόρουσεν Αὐτομέδων· ὄπιθεν δέ κορυσσάμενος βῆ Ἀχιλλεύς τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ Ὑπερίων, σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρός ἑοῖο· Ξάνθέ τε καί Βαλίε τηλεκλυτά τέκνα Ποδάργης ἄλλως δή φράζεσθε σαωσέμεν ἡνιοχῆα ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ' ἕωμεν πολέμοιο, μηδ' ὡς Πάτροκλον λίπετ' αὐτόθι τεθνηῶτα.
93Homerus, Ilias, 20, 110; 9 (auctor fl.700BC)
εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, ἢ Ἀχιλῆ' ἴσχωσι καί οὐκ εἰῶσι μάχεσθαι, αὐτίκ' ἔπειτα καί ἄμμι παρ' αὐτόθι νεῖκος ὀρεῖται φυλόπιδος· μάλα δ' ὦκα διακρινθέντας ὀΐω ἂψ ἴμεν Οὔλυμπον δέ θεῶν μεθ' ὁμήγυριν ἄλλων ἡμετέρῃς ὑπό χερσίν ἀναγκαίηφι δαμέντας.
94Homerus, Ilias, 21, 200; 1 (auctor fl.700BC)
ἦ ῥα, καί ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, τόν δέ κατ' αὐτόθι λεῖπεν, ἐπεί φίλον ἦτορ ἀπηύρα, κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
95Homerus, Ilias, 21, 468; 7 (auctor fl.700BC)
δακρυόεσσα δ' ὕπαιθα θεά φύγεν ὥς τε πέλεια, ἥ ῥά θ' ὑπ' ἴρηκος κοίλην εἰσέπτατο πέτρην χηραμόν· οὐδ' ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ' αὐτόθι τόξα.
96Homerus, Ilias, 23, 138; 2 (auctor fl.700BC)
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· στάς ἀπάνευθε πυρῆς ξανθήν ἀπεκείρατο χαίτην, τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· ὀχθήσας δ' ἄρα εἶπεν ἰδών ἐπί οἴνοπα πόντον· Σπερχεί' ἄλλως σοί γε πατήρ ἠρήσατο Πηλεύς κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερήν ἑκατόμβην, πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
97Homerus, Ilias, 23, 624; 4 (auctor fl.700BC)
οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περί νίκης, οὕνεκα δή τά μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα.
98Homerus, Ilias, 24, 643; 10 (auctor fl.700BC)
οἳ μέν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο κῆρυξ καί Πρίαμος πυκινά φρεσί μήδε' ἔχοντες, αὐτάρ Ἀχιλλεύς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· τῷ δέ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
99Homerus, Odyssea, 4, 265; 14 (auctor fl.700BC)
οἱ μέν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, Τηλέμαχός θ' ἥρως καί Νέστορος ἀγλαός υἱός· Ἀτρεΐδης δέ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, πάρ δ' Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
100Homerus, Odyssea, 4, 481; 9 (auctor fl.700BC)
τοῦ δέ Ποσειδάων μεγάλ' ἔκλυεν αὐδήσαντος· αὐτίκ' ἔπειτα τρίαιναν ἑλών χερσί στιβαρῇσιν ἤλασε Γυραίην πέτρην, ἀπό δ' ἔσχισεν αὐτήν· καί τό μέν αὐτόθι μεῖνε, τό δέ τρύφος ἔμπεσε πόντῳ, τῷ ῥ' Αἴας τό πρῶτον ἐφεζόμενος μέγ' ἀάσθη· τόν δ' ἐφόρει κατά πόντον ἀπείρονα κυμαίνοντα.
101Homerus, Odyssea, 6, 211; 11 (auctor fl.700BC)
αἲ γάρ ἐμοί τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.
102Homerus, Odyssea, 11, 180; 3 (auctor fl.700BC)
πατήρ δέ σός αὐτόθι μίμνει ἀγρῷ, οὐδέ πόλινδε κατέρχεται.
103Homerus, Odyssea, 11, 321; 11 (auctor fl.700BC)
" τόν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· " Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, εἴ με καί εἰς ἐνιαυτόν ἀνώγοιτ' αὐτόθι μίμνειν, πομπήν δ' ὀτρύνοιτε καί ἀγλαά δῶρα διδοῖτε, καί κε τό βουλοίμην, καί κεν πολύ κέρδιον εἴη, πλειοτέρῃ σύν χειρί φίλην ἐς πατρίδ' ἱκέσθαι· καί κ' αἰδοιότερος καί φίλτερος ἀνδράσιν εἴην πᾶσιν, ὅσοι μ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
104Homerus, Odyssea, 12, 153; 3 (auctor fl.700BC)
οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν· ἀλλά με δεσμῷ δήσατ' ἐν ἀργαλέῳ, ὄφρ' ἔμπεδον αὐτόθι μίμνω, ὀρθόν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω.
105Homerus, Odyssea, 14, 285; 1 (auctor fl.700BC)
" ἔνθα μέν ἑπτάετες μένον αὐτόθι, πολλά δ' ἄγειρα χρήματ' ἀν' Αἰγυπτίους ἄνδρας· δίδοσαν γάρ ἅπαντες.
106Homerus, Odyssea, 14, 494; 10 (auctor fl.700BC)
" ὣς ὁ μέν ἔνθ' Ὀδυσεύς κοιμήσατο, τοί δέ παρ' αὐτόν ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδέ συβώτῃ ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι, ἀλλ' ὅ γ' ἄρ' ἔξω ἰών ὡπλίζετο· χαῖρε δ' Ὀδυσσεύς, ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
107Homerus, Odyssea, 21, 80; 4 (auctor fl.700BC)
ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠέ θύραζε κλαίετον ἐξελθόντε, κατ' αὐτόθι τόξα λιπόντε, μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γάρ ὀΐω ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
108Homerus, Odyssea, 24, 450; 5 (auctor fl.700BC)
" ὣς ἔφαθ', οἱ δ' ἄρ' ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ ἡμίσεων πλείους· τοί δ' ἀθρόοι αὐτόθι μίμνον· οὐ γάρ σφιν ἅδε μῦθος ἐνί φρεσίν, ἀλλ' Εὐπείθει πείθοντ'· αἶψα δ' ἔπειτ' ἐπί τεύχεα ἐσσεύοντο.
109Leo I, Appendix secunda, 54, 1262B (auctor 440-461)
Εἴχομεν καὶ αὐτὰς αὐτόθι μετὰ χεῖρας ηὐτρεπισμένας, καὶ ἐξ ἑκάστης χρήσεως τὸ ἐλέγχειν δεδηλωμένον.
110Leo I, Epistolae, 54, 0732B (auctor 440-461)
Ὁπότε ὁ χριστιανικώτατος καὶ φιλανθρωπότατος βασιλεὺς ἁγίᾳ καὶ ἐπαινετῇ πίστει ὑπὲρ τῆς εἰρήνης τῆς καθολικῆς Ἑκκλησίας μεριμνῶν, πρὸς ἡμᾶς γράμματα διεπέμψατο περὶ τούτων, ἅ τινα παρ' ὑμῖν ταραχῆς κτύπον ἐνεποίησαν, θαυμάζομεν τὴν σὴν ἀδελφότητα, τί αὐτόθι σκάνδαλον γεγένηται, ἡπερ πρὸς ἡμᾶς ήσυχάσαι δεδύνηται, καὶ μὴ μᾶλλον φροντίσαι, ὥστε πρὸ πάντων διδασκαλίᾳ σῆς ἀναφορᾶς ἡμᾶς διδάξαι.
111Leo I, Epistolae, 54, 0790B (auctor 440-461)
Ἀλλὰ τούτῳ μᾶλλον τῷ πλανηθέντι κρεῖτ τόν ἐστι συνελθεῖν· ἐπεί περ ἐκείνῷ περὶ ὃ παρεφρόνησε, ἀνανῆψαι ἦν· καὶ ἔνθα τὴν καταδίκην ὑπέμεινε, αὐτόθι καὶ συγγνώμης φιλοτιμίας ἀξιωθήσεται.
112Leo I, Epistolae, 54, 0978A (auctor 440-461)
Ἐπεὶ τοίνυν καὶ οἱ εὐσεβέστατοι, καὶ φιλόχριστοι ἡμῶν βασιλεῖς ἄριστοι τῆς εὐσεβείας ὑπάρχοντες ζηλωταὶ, πᾶσαν ῥίζαν πικρίας ἀναφύουσαν φροντίσαντες ἐκτεμεῖν, ἵνα μὴ διὰ αὐτῆς μιανθῶσι (διὰ τοῦτο πλέον εἰς βασιλείαν προαχθέντες· ὅπως τυραννουμένῃ τῇ πίστει τῶν πατέρων ἀμύνωσιν) ἐκ πάσης σχεδὸν τῆς ὑφ' ἡλίῳ τοὺς Θεῷ ἱερουργοὺς ἐθέσπισαν συναχθῆναι, ἵνα οὗτοι κοινῇ κρίσει βεβαιώσαντες τὴν μακαρίων καὶ ἀοιδήμων πατέρων πίστιν, καὶ τὴν σύμφονον ταύτῃ τῆς σῆς ἁγιότητος ἐπιστολὴν, πᾶσαν καινοτομίαν τῶν ἐπεισάκτων σοφισμάτων τῆς εὐσεβείας τὸ φρόνημα καταβλάπτουσαν ἀποσκεδάκωσι, καὶ ἔδει ἅπαντα εἰς γνῶσιν τῆς σῆς ἁγιότητος ἀνενεχθῆναι τὰ παρακολουθήσαντα ἀναγκαίως· ἀποστέλλοντες αὐτόθι, κατ' ἐπιλογὴν τὸν θεοφιλέστατον ἀδελφὸν, καὶ συνεπίσκοπον ἡμῶν Λουκιανὸν, τόν τε εὐλαβέστατον διάκονον βασίλειον γράφομεν καὶ αὖθις, ταῦτα δηλοῦντες, ὡς ἤδη μὲν ὁ θεοφιλέστατος ἀδελφὸς καὶ συνεπίσκοπος ἡμῶν Λουκιανός· ἅμα τῷ θεοσεβεστάτῳ πρεσβυτέρῳ ἡμῶν Βονιφατίῳ σὺν Μαρκιανῷ τῷ εὐλαβεστάτῳ διακόνῳ φανεροὺς χάρτας περιέχοντας τὰ ἐν τῇ ἁγίᾳ, καὶ οἰκουμενικῇ συνόδῳ πεπραγμένα λαβὼν ταύτης τῆς βασιλευούσης ἐξεδήμησε πόλεως.
113Leo I, Epistolae, 54, 1036B (auctor 440-461)
Τῷ ἀδελφῷ τῷ ἐμῷ Ἰουλιανῷ τῷ ἐπισκόπῳ γινωσκέτω με ἡ σὴ γαληνότης τοῦτο ἰδικῶς προστεταχέναι, ἵνα εἴ τι δηποτοῦν αὐτόθι εἰς παραφυλακὴν τῆς πίστεως ἀνήκειν δοκιμάσει, ἐμῷ ὀνόματι τῇ ὑμετέρᾳ εὐσεβείᾳ θαῤῥῶν ὑποβάλλει· ἐπειδὴ ὁμολογουμένως ἐπίσταμαι εἰς πάντων τούτων διόρθωσιν καὶ ἐκδίκησιν, τοῦ Θεοῦ ἐπιτρέποντος, ὑμᾶς ἐπαρκεῖν.
114Leo II, Epistolae, 96, 0403B
Τοίνυν τί περιλέλειπται, ἐξοχώτατε σεβαστῶν, καὶ πιστότατε· βασιλέων, εἰ μή τοί γε ἵνα ὁ Θεὸς ὁ παρέχων τὴν ἐπίδοσιν, ταῦτα τὰ πονήματα ἀξίως ἐμπνεύσῃ ἐν τῇ βασιλικῇ ὑμῶν καρδίᾳ, καὶ αὐξήσῃ, καὶ πληρώσῃ ὑμῖν τὸ φῶς τοῦ καθολικοῦ δόγματος, ἵνα φωτίζωνται [L., φυγαδεύωνται] τῆς αἱρετικῆς φαυλότητος αἱ συννέφειαι; Ἔπειτα καὶ τοὺς ληγαταρίους τούτου τοῦ ἀποστολικοῦ θρόνου τῆς μητρὸς ὑμῶν τῆς Ῥωμαίων Ἐκκλησίας, τοὺς οἰκέτας τῆς ὑμετέρας εὐσεβείας, Θεόδωρον καὶ Γεώργιον τοὺς πρεσβυτέρους, καὶ Ἰωάννην τὸν διάκονον τὰ ἡμέτερα τέκνα, καὶ Κωνσταντῖνον τὸν ὑποδιάκονον καὶ ῥεγιωνάριον τῆς ἁγίας ἡμῶν Ἐκκλησίας μετὰ τῶν σὺν αὐτοῖς ἀποδημησάντων προσώπων, τῶν καὶ τοῦ προηγησαμένου ἡμᾶς τῆς ἀποστολικῆς μνήμης Ἀγάθωνος τοῦ πάπα κατὰ τὴν ὀγδόην ἐπινέμησιν ἕνεκεν τοῦ τῆς πίστεως πράγματος κατὰ κέλευσιν τῆς ὑμῶν εὐσεβείας αὐτόθι σταλέντων, διὰ τῆς ἔναγχος διελθούσης δεκάτης ἐπινεμήσεως τῷ Ἰουνίῳ [L., Ἰουλίῳ] μηνὶ μετὰ θείων κεραιῶν τῆς ὑμῶν φιλανθρωπίας, ἅμα καὶ συνοδικοῖς ὑπομνήμασι μετὰ μεγάλης χαρᾶς καὶ εὐφροσύνης ἐπὶ τῷ Κυρίῳ ἀγαλλιώμενοι ἐδεξάμεθα· καὶ ὥσπερ ἀπό τινων κυμάτων λύπης εἰς εὐκταῖον γαλήνης λιμένα συνελθόντες καὶ ἐνισχύσαντες μετὰ εὐχαριστίας ἠρξάμεθα βοᾷν· Κύριε, σῶσον τὸν Κριστιανικώτατον ἡμῶν βασιλέα, καὶ ἐπάκουσον αὐτοῦ, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσηταί σε, οὗτινος διὰ τῆς θεοπνεύστου σπουδῆς κατὰ πᾶσαν τὴν οἰκουμένην ἡ εὐσέβεια τῆς ἀποστολικῆς καὶ ἀληθοῦς παραδόσεως ἀναζωπυρεῖ, καὶ ἡ δυσώδῃς τῆς αἱρετικῆς φαυλότητος ἀχλὺς ἐματαιώθη.
115Leo II, Epistolae, 96, 0411B
Τῶν δὲ παρουσῶν ἀναφορῶν ἐλάχιστον ἀποκομιστὴν Κωνσταντῖνον τὸν ὑποδιάκονον καὶ ῥεγιωνάριον τούτου τοῦ ἀποστολικοῦ θρόνου, τὸν καὶ πρὸ μικροῦ μετὰ τῶν ληγαταρίων τοῦ τῆς ἀποστολικῆς μνήμης τοῦ προηγησαμένου με παραγενόμενον ἐν τῇ ἁγίᾳ συνόδῳ τῇ αὐτόθι ἐπιτελεσθείσῃ, τῇ συνήθει φιλανθρωπίᾳ ἡ ὑμετέρα βασιλικὴ μεγαλοψυχία δέξασθαι καταξιώσῃ, καὶ ταῖς ἀναφοραῖς αὐτοῦ τὸ οὖς τῆς εὐμενείας ἐπικλίνῃ, καὶ ὡς διάκονον ἀξίως δέξηται.
116Macrobius Theodosius, Saturnalia, p6, 5; 19 (auctor c.420)
Εἴ περ γάρ χ᾽ εὕρῃσι μετ᾽ αὐτόθι βώτορας ἄνδρας σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, οὔ ῤά τ᾽ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι.
117Macrobius Theodosius, Saturnalia, p6, 10; 23 (auctor c.420)
Εἴ περ γάρ χ᾽ εὕρῃσι παρ᾽ αὐτόθι βώτορας ἅνδρας σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, οὕ ῥά τ᾽ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἠ᾽ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς ἔβλητ᾽ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι• ὥς ῥα τότ᾽ ἀντίθεον Σαρπηδόνα θυμὸς ἐνῆκε τεῖχος ἐπαΐξαι διά τε τμήξασθαι ἐπάλξεις.
118Martinus I, Epistolae, 87, 0153B
Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὃν περὶ σοῦ κατηχήθημεν, ἀγαπητὲ ἀδελφέ, ἔκ τε τῶν πρὸς ἡμᾶς παρὰ σοῦ γραφέντων, καὶ ἐκ τῶν ἤδη πεῖραν λαβόντων, τῆς πατρικῆς σου κατὰ Θεὸν ἀγωγῆς· τουτέστι Στεφάνου τοῦ ἀγαπητοῦ συνεπισκόπου ἡμῶν, καὶ συνεκδήμων αὐτῶν γενομένων, ἐκ τῶν αὐτόθι μοναχῶν, τῆς τοῦ ἁγίου Θεοδοσίου μονῆς.
119Martinus I, Epistolae, 87, 0153D
Οὕτω τοιγαροῦν προβαίνουσαν ἐν Κυρίῳ, καὶ τὰς ἀναβάσεις εἰς αὐτὸν ποιουμένην, ἀπὸ δόξης πρὸς δόξαν, προτρέπομεν τὴν σὴν ἀγάπην, εὐλαβέστατε ἀδελφὲ, τὸν ἡμέτερον αὐτόθι τόπον πληρῶσαι, τουτέστιν ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς, ἐν πᾶσι τοῖς ἐκκλησιαστικοῖς κεφαλαίοις· ἵνα ἐν τούτῳ μάλιστα δεόντως ἀναζωπυρήσῃς τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῆς ἱερατικῆς ἀξίας, καὶ τῆς ἡμετέρας ἀποστολικῆς τοποτηρησίας.
120Martinus I, Epistolae, 87, 0156A
Διὸ μὴ ἀναβάλλῃ παντοίως ἀγαπητὲ, πληρῶσαι, κατὰ τὴν ἡμετέραν πρόσταξιν, ἐπισκόπων, καὶ πρεσβυτέρων, καὶ διακόνων, τὰς αὐτόθι καθολικὰς Ἐκκλησίας ἐν πᾶσιν ἀγαθοῖς μεμαρτυρημένων, διὰ τῆς οἰκείας αὐτῶν ἀναστροφῆς.
121Martinus I, Epistolae, 87, 0156D
Ἀλλ' ἐνυπόδισαν εἰς ἔργον προβῆναι, τὴν τοιαύτην σωτήριον πρόθεσιν, οἱ τὰ τοιαῦτα διακωλύειν ἀξίους ὄντας ἑαυτοὺς παραστήσαντες, οἵτινες καθὼς ἠθέλησαν τὰ μὲν τῆς οἰκοδομῆς αὐτῷ παντελῶς οὐκ ἐγνώρισαν, ἤγουν τὰ περὶ τῆς τοποτηρησίας πραικέπτα τῆς καθ' ἡμᾶς ἀποστολικῆς καθέδρας, δι' ὧν προσετάγη ποιῆσαι τὰς χειροτονίας αὐτόθι, τῶν ὀφειλόντων χειροτονηθῆναι πρὸς ἐπιμέλειαν τοῦ χριστιανικωτάτου λαοῦ· μόνον δὲ τὸ τῆς καθαιρέσεως αὐτῷ κατεμήνυσαν, οὐκ ἐννοήσαντες τὸν τοῦ Κυρίου φόβον, οὐδὲ τὴν ἐπὶ τούτοις αὐτοῦ φοβερὰν ἀγανάκτησιν.
122Martinus I, Epistolae, 87, 0161A
Ὅθεν πρὸς τὸ γνῶναι τὴν σὴν ἐν Κυρίῳ πνευματικὴν ἀγάπην, καὶ διὰ σοῦ πάσας τὰς αὐτόθι καθολικὰς Ἐκκλησίας, αὐτὰ τὰ παρ' ἡμῶν ἐνταῦθα συνοδικῶς πραχθέντα πρὸς σύστασιν καὶ ἐκδίκησιν τῆς καθολικῆς Ἐκκλησίας μετὰ καὶ τῆς ἐγκυκλίου ἡμῶν καὶ συνοδικῆς ἐπιστολῆς, ἐστεὶλαμεν διὰ τοῦ πρεσβυτέρου καὶ ἀποκρισιαρίου ὑμῶν, τοῦ ἀββᾶ Θεοδώρου, καὶ τῶν μοναχῶν τῆς τοῦ ἁγίου Θεοδώρου, καὶ τῶν μοναχῶν τῆς τοῦ ἁγίου Θεοδωσίου εὐαγεστάτης μονῆς, Ἰοάννου, Στεφάνου, Λεοντίου, τῶν καὶ εὑρεθέντων ἐν τῇ τοιαύτῃ καθ' ἡμᾶς ἀποστολικῇ συνόδῳ, καὶ δι' αὑτοψίας, χάριτι Θεοῦ, μεμαθηκότων τὰ παρακολουθήσαντα πάντα καὶ ὁρισθέντα κανονικῶς.
123Martinus I, Epistolae, 87, 0161A
Ἅπερ αὐτὸς βεβαίως φυλάττων, καὶ πᾶσι παράγγελε τοῖς αὐτόθι πιστοτάτοις λαοῖς, ἀπαραβάτως κατέχειν, εἰς σωτηρίαν τῶν οἰκείων ψυχῶν.
124Martinus I, Epistolae, 87, 0164A
Ἰδοὺ δὲ πρὸς σύναρσιν εἰς τὸ πληρῶσαι σπουδαίως καὶ ἀνεμποδίστως τὴν σὴν ἀγάπην τὴν ἐμπιστευθεῖσάν σοι παρὰ τῆς ἀποστολικῆς ἡμῶν αὐθεντίας διακονίαν προσετρεψάμεθα τοὺς θεοφιλεῖς ἐπισκόπους τῶν αὐτόθι, Θεόδωρον λέγω, τὸν Εσβούντων, καὶ Ἀντώνιον, τὸν Βακαθῶν, συνελθεῖν ἐν πᾶσι καὶ ἐξυπηρετῆσθαι κατὰ δύναμιν τῇ τοιαύτῃ πνευματικῇ διαθέσει· μεθ' ὧν καὶ Γεώργιον τὸν ἀγαπητὸν πρεσβύτερον καὶ Ἀρχιμανδρίτην, καὶ Πέτρον τὸν φιλόχριστον, λέγω δὴ, τὸν ἀπὸ Ἀδραῶν, καὶ ἁπλῶς τοὺς τῶν μερῶν ἐκείνων πίστιν Θεοῦ καὶ ζῆλον ἀληθῆ κεκτημένους.
125Martinus I, Epistolae, 87, 0168C
Φέρεις γὰρ τῆς τοιαύτης πνευματικῆς ἰσχύος ἐναργεῖς τοὺς χαρακτῆρας, ὧν ἐπίσημός ἐστι καὶ ἐξαίρετος ὁ τῆς ἀγάπης ἀνυπόκριτος πόθος, δι' οὗ παρέστησας ὅτι οὐκ ἀγαπᾷς λόγῳ, οὔτε γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου· περισωσάμενος ἡμῖν διὰ τῶν οἰκείων μοναχῶν, τὸν ἐκ τῆς ἡμετέρας Ἀποστολικῆς καθέδρας αὐτόθι σταλέντα Στέφανον, τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς τῶν Δωρητῶν πόλεως, ὑπὲρ οὗ μισθὸν ἔχοντες παρὰ Κυρίου, σπουδάσατε τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι προθυμότερον ἐπεκτείνεσθαι, καὶ τὴν ἡγεμονίδα τῶν ἀρετῶν, λέγω δὴ τὴν ἁγιωτάτην ἡμῶν πίστιν, εὐζηλώτως διεκδικεῖν.
126Martinus I, Epistolae, 87, 0170B
Ὅπερ καὶ ἡ σὴ ἀγάπη δι' ἀκριβείας γινώσκουσα, οὐκ ὤφειλεν οὕτως ἐνεχθῆναι πρὸς τὸν ἐκ τῆς Ἀποστολικῆς καθέδρας, αὐτόθι σταλέντα Στέφανον τὸν θεοφιλέστατον ἐπίσκοπον τῆς Δωρητῶν πόλεως, ἢ τοιαῦτα περὶ αὐτοῦ πρὸς ἡμᾶς ἀναγαγεῖν διὰ τῆς οἰκείας ἀναφορᾶς, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐντολῆς μὴ τοῦτο πράττειν παρεγγυωμένης, ἀλλ' ἀγαπᾷν εἰλικρινῶς ἀλλήλους παρακελευομένης.
127Martinus I, Epistolae, 87, 0170C
Τὸ γὰρ ἕτερον τῶν τοιούτων πλημμέλημα, μόνης χρῄζει πρὸς ἄφεσιν τῆς τοῦ Σωτῆρος ἡμῶν ἀγαθότητος, γέγραπται γάρ· Ἐὰν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; διότι πᾶσαν τὴν αὐτόθι καθολικὴν Ἐκκλησίαν, ὃ καὶ λέγων πενθῶ καὶ δακρύω, συνέκλεισαν, ὅσον τὸ ἐπ' αὐτοῖς, οἵτε δράσαντες, καὶ οἱ συνευδοκήσαντες, μὴ ἀποδοθῆναι τῷ εἰρημένῳ θεοφιλεστάτῳ ἐπισκόπῳ τὰ σταλέντα πρὸς αὐτὸν ἐκ τοῦ Ἀποστολικοῦ θρόνου πραικέπτα, δι' ὧν τοποτηρητὴν αὐτὸν κατέστησεν ἑαυτοῦ, προστάξας αὐτῷ, διὰ τὴν στένωσιν τοῦ καθ' ἡμᾶς καιροῦ, ταυτὸν δὲ λέγειν, τὴν συνοχὴν τῶν ἐπελθόντων ἡμῖν ἐθνῶν, ἵνα χειροτονήσῃ κανονικῶς αὐτόθι, πρὸς συμπλήρωσιν τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, ἐφ' ὅσον πραχθῆναι πατριάρχην Ἱεροσολύμων ἐξηπορήσαμεν.
128Martinus I, Epistolae, 87, 0171B
Ὅθεν ὑπὸ ταύτης τῆς ἐξουσίας ὁ καθ' ἡμᾶς ἀποστολικὸς ὁρμηθεὶς θρόνος παρέλειψε μὲν οὐδὲν, εἰς τὸ πρεπόντως ἀπολαβεῖν τὸν ἱερατικὸν αὐτῆς κόσμον διὰ τοῦ ῥηθέντος εὐλαβοῦς ἐπισκόπου τὴν αὐτόθι καθολικὴν Ἐκκλησίαν· οἱ δὲ τοῦτο γενέσθαι κωλύσαντες, ἑαυτοῖς τὸν περὶ τούτου καταλογίσονται λόγον.
129Martinus I, Epistolae, 87, 0171B
Οὗ χάριν πενθῶν καὶ σκυθρωπάζων πορεύομαι, παρακαλῶν τὴν ἀγαθότητα τοῦ Θεοῦ, μετὰ δακρύων νυκτὸς καὶ ἡμέρας, μὴ εἰς τέλος ἀπώσασθαι τὴν ἑαυτοῦ κληρονομίαν, ἀλλ' ἀνοῖξαι τὴν θύραν, ἣν ἐκεῖνοι συνέκλεισαν, ἵνα πάλιν αὐτόθι τῆς ἱερωσύνης αὐτοῦ διὰ τῆς συμπληρώσεως τῶν ἐπισκόπων ἀνατείλῃ ὁ κοσμός· τὰ πρόβατα τῆς Ἐκκλησίας ποιμαντικῶς περιποιούμενος, καὶ τῆς ἐπιβουλῆς τῶν λύκων ἀγρύπνῳ σπουδῇ συντόνως λυτρούμενος.
130Martinus I, Epistolae, 87, 0171C
Περὶ μέντοι τῶν ἀκανονίστως αὐτόθι χειροτονηθέντων ἐπὶ τῆς πατριαρχίας τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ Σωφρονίου, τὸν ἐπὶ τῶν χειροτονούντων ἢ χειροτονουμένων, καὶ συναινούντων, ἢ συγκαλούντων ἐν ἑτέρᾳ πόλει παρὰ γνώμην καὶ εἴδησιν τοῦ ἐν τῇ πόλει προεστῶτος ἀρχιερέως κείμενον κανόνα τοῖς ἁγίοις ἀποστόλοις καὶ Πατράσιν ἡμῶν, ἀπαραβάτως ὁρίζομεν φυλαχθῆναι.
131Martinus I, Epistolae, 87, 0171C
Τοὺς μέντοι πρὸ τῆς πατριαρχείας, ἢ μετὰ τὴν κοίμησιν τοῦ ῥηθέντος ἐν ἁγίοις Σωφρονίου χειροτονηθέντας, ἐπεγράψαμεν, καὶ τωῦτο διὰ τὴν τοῦ καιροῦ στενοχωρίαν, τόπον ἀπολογίας τοῖς οὕτω χειροτονηθεῖσι παρεχομένην, οὐδαμῶς ἐνθεῦθεν τοῦ ἐκκλησιαστικοῦ προκριματιζομένου κανόνος· ἵνα λίβελλον εἰλικρινοῦς μετανοίας, ἤγουν ὀρθοδόξου πίστεως ἐπιδιδοῦντας τῷ ἐπὶ τούτῳ παρ' ἡμῶν ἀρτίως αὐτόθι προχειρισθέντι, κυρώσῃ τούτους ἐν τῇ ἰδίᾳ τάξει βεβαιουμένους, εἰ μέντοι μὴ ἐξ ἑτέρων καὶ οὗτοι κωλύονται κυρωθῆναι παραπτωμάτων, ἅπερ τῷ κανόνι σεσημειωμένα καθέστηκε.
132Martinus I, Epistolae, 87, 0175A
Ἐξ ὧν ἐν εἰκόνι διαπορευόμενος τοῦ Κτίσαντος αὐτὸν ὁ ἄνθρωπος ἀποδείκνυται, τῆς ἀλόγου καθάπαξ διαχωριζόμενος ὁμοιότητος, ἐπειδὴ ταύτην μὲν ἡμῖν ἡ παράβασις παρεισήγαγεν, ἐκείνην διαῤῥυεῖσαν ἐν ἡμῖν ἀνεζωγράφησε πάλιν ἡ χάρις, τῆ τηρήσει τῶν ἐντολῶν, κατὰ Θεὸν μορφοῦσα τὸν ἄνθρωπον, καὶ ναὸν αὐτὸν ἀπεργαζομένη τοῦ Πνεύματος· ὅπερ τῇ τῶν ῥηπαινόντων ἀποβολῇ παθῶν ἐμφρόνως ἑαυτὸν καταστησάμενος, εὐλογημένε, μόνα μεριμνᾷς εἰκότως, τὰ Ἰησοῦ Χριστοῦ, πρὸς τελειοτάτην ἐπειγόμενος σωτηρίαν, ἥν τινα διαπύρως ποθοῦντί σοι, καὶ ἡμεῖς προξενοῦντες προτρεπόμεθα συντονωτέρᾳ σπουδῇ, τὴν ἑαυτοῦ συνεισενέγκασθαι δύναμιν, τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ τῆς Φιλαδελφέων πόλεως· ἐπειδὴ τοῦτον ἀναπληρῶσαι σὺν Θεῶ τὸν ἡμέτερον τόπον αὐτόθι κανονικῶς προσετάξαμεν, ἵνα τὰς ἐν τοῖς μέρεσιν ἐκείνοις καθολικὰς Ἐκκλησίας κοσμήσῃ πρεπόντως, ἐν πάσαις αὐταῖς χειροτονῶν ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους ἐκ τῆς ἐνδοθείσης αὐτῷ παρὰ Κυρίου δι' ἡμῶν τῶν ἐλαχίστων, ἤτοι τῆς αὐθεντίας τοῦ ἁγίου καὶ κορυφαίου τῶν Ἀποστόλων Πέτρου πνευματικῆς ἐξουσίας· ἵνα μὴ διὰ τοῦ χηρεύειν ἐν τοσούτοις χρόνοις καὶ τοιαύτῃ συνοχῇ θλίψεως, οἱ πιστοὶ λαοὶ χερσωθῶσιν, αὐξηθῶσι δὲ μᾶλλον ἐν Κυρίῳ, καὶ λαμπρυνθῶσι διὰ τῆς ἐπιστασίας καὶ ἐπιμελείας τῶν ἱερέων, οὓς τελειωθῆναι συντρέχουσα καὶ ἡ φιλόχριστος ὑμῶν λαμπρότης διὰ τοῦ ῥηθέντος ἀγαπητοῦ ἡμῶν συνεπισκοποῦ τῆς οἰκείας μητρὸς, ἤτοι τῆς καθολικῆς Ἐκκλησίας, ἀναπαύσεις τὰ σπλάγχνα πρὸς περιποίησιν τῶν τέκνων αὐτῆς, τὴν ἑαυτῆς σπουδὴν τῷ Κυρίῳ δι' αὐτῶν τῶν ἔργων ἐπιδειξάμενος, παρ' οὗ δικαίως ἀκούσῃ ἐπὶ τοῦ βήματος αὐτοῦ, ἔμπροσθεν τῶν οὐρανίων ἀγγέλων, καὶ τοῦ χοροῦ πάντων τῶν ἁγίων· Εὖγε, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ᾗς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
133Martinus I, Epistolae, 87, 0198C
Τὴν δὲ τῆς συνάξεως λειτουργείαν τελειῶσιν ὑμῖν, οἱ αὐτόθι πρεσβύτεροί τε καὶ διάκονοι, οἱ ἀκριβῶς καὶ ἀπαραλείπτως τὰ ὀρθὰ τῆς καθολικῆς Ἐκκλησίας σὺν ἡμῖν δεχόμενοι δόγματα, τὰ παρ' ἡμῶν ἀρτίως γραφέντα ὑμῖν, καὶ ἀποβαλλόμενοι πᾶσαν αἵρεσιν καὶ καινοτομίαν τὴν ὑπὸ τοῦ ἀποστολικοῦ καταδικαζομένην κηρύγματος· ἄχρις ἂν, ὡς εἴρηται, ἢ ἐκεῖνος τὰ οἰκεῖα διορθώσηται, ἢ ἄλλος ἀντ' ἐκείνου κανονικῶς χειροτονηθῇ ποιμὲν καλὸς καὶ ἀληθινὸς, καὶ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων μιμήσει τοῦ ἀρχιποίμενος Χριστοῦ εἰς τόπον χλόης κατασκηνῶν ὑμᾶς, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρέφων.
134Plato, Amatores, p1, 132; 1 (auctor c.425BC-347BC)
Σωκράτης εἰς Διονυσίου τοῦ γραμματιστοῦ εἰσῆλθον, καὶ εἶδον αὐτόθι τῶν τε νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι τὴν ἰδέαν καὶ πατέρων εὐδοκίμων, καὶ τούτων ἐραστάς.
135Plato, Apologia, p1, 41; 2 (auctor c.425BC-347BC)
ἐπεὶ ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκείνων – ὡς ἐγὼ οἶμαι, οὐκ ἂν ἀηδὲς εἴη – καὶ δὴ τὸ μέγιστον, τοὺς ἐκεῖ ἐξετάζοντα καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν σοφός ἐστιν καὶ τίς οἴεται μέν, ἔστιν δ' οὔ.
136Plato, Charmides, p1, 153; 2 (auctor c.425BC-347BC)
καὶ δὴ καὶ εἰς τὴν Ταυρέου παλαίστραν τὴν καταντικρὺ τοῦ τῆς Βασίλης ἱεροῦ εἰσῆλθον, καὶ αὐτόθι κατέλαβον πάνυ πολλούς, τοὺς μὲν καὶ ἀγνῶτας ἐμοί, τοὺς δὲ πλείστους γνωρίμους.
137Plato, Convivium, p1, 174; 17 (auctor c.425BC-347BC)
ἐπειδὴ δὲ γενέσθαι ἐπὶ τῇ οἰκίᾳ τῇ Ἀγάθωνος, ἀνεῳγμένην καταλαμβάνειν τὴν θύραν, καί τι ἔφη αὐτόθι γελοῖον παθεῖν.
138Plato, Convivium, p1, 220; 3 (auctor c.425BC-347BC)
πρὸς δὲ αὖ τὰς τοῦ χειμῶνος καρτερήσεις – δεινοὶ γὰρ αὐτόθι χειμῶνες – θαυμάσια ἠργάζετο τά τε ἄλλα, καί ποτε ὄντος πάγου οἵου δεινοτάτου, καὶ πάντων ἢ οὐκ ἐξιόντων ἔνδοθεν, ἢ εἴ τις ἐξίοι, ἠμφιεσμένων τε θαυμαστὰ δὴ ὅσα καὶ ὑποδεδεμένων καὶ ἐνειλιγμένων τοὺς πόδας εἰς πίλους καὶ ἀρνακίδας, οὗτος δ' ἐν τούτοις ἐξῄει ἔχων ἱμάτιον μὲν τοιοῦτον οἷόνπερ καὶ πρότερον εἰώθει φορεῖν, ἀνυπόδητος δὲ διὰ τοῦ κρυστάλλου ῥᾷον ἐπορεύετο ἢ οἱ ἄλλοι ὑποδεδεμένοι, οἱ δὲ στρατιῶται ὑπέβλεπον αὐτὸν ὡς καταφρονοῦντα σφῶν.
139Plato, Convivium, p1, 220; 7 (auctor c.425BC-347BC)
συννοήσας γὰρ αὐτόθι ἕωθέν τι εἱστήκει σκοπῶν, καὶ ἐπειδὴ οὐ προυχώρει αὐτῷ, οὐκ ἀνίει ἀλλὰ εἱστήκει ζητῶν.
140Plato, Critias, p1, 116; 6 (auctor c.425BC-347BC)
ἐν μέσῳ μὲν ἱερὸν ἅγιον αὐτόθι τῆς τε Κλειτοῦς καὶ τοῦ Ποσειδῶνος ἄβατον ἀφεῖτο, περιβόλῳ χρυσῷ περιβεβλημένον, τοῦτ' ἐν ᾧ κατ' ἀρχὰς ἐφίτυσαν καὶ ἐγέννησαν τὸ τῶν δέκα βασιλειδῶν γένος· ἔνθα καὶ κατ' ἐνιαυτὸν ἐκ πασῶν τῶν δέκα λήξεων ὡραῖα αὐτόσε ἀπετέλουν ἱερὰ ἐκείνων ἑκάστῳ.
141Plato, Hippias, p1, 282; 9 (auctor c.425BC-347BC)
εἰ γὰρ εἰδείης ὅσον ἀργύριον εἴργασμαι ἐγώ, θαυμάσαις ἄν· καὶ τὰ μὲν ἄλλα ἐῶ, ἀφικόμενος δέ ποτε εἰς Σικελίαν, Πρωταγόρου αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου ὄντος πολὺ νεώτερος ὢν ἐν ὀλίγῳ χρόνῳ πάνυ πλέον ἢ πεντήκοντα καὶ ἑκατὸν μνᾶς ἠργασάμην, καὶ ἐξ ἑνός γε χωρίου πάνυ σμικροῦ, Ἰνυκοῦ, πλέον ἢ εἴκοσι μνᾶς· καὶ τοῦτο ἐλθὼν οἴκαδε φέρων τῷ πατρὶ ἔδωκα, ὥστε ἐκεῖνον καὶ τοὺς ἄλλους πολίτας θαυμάζειν τε καὶ ἐκπεπλῆχθαι.
142Plato, Hippias, p1, 286; 2 (auctor c.425BC-347BC)
Ἱππίας καὶ ναὶ μὰ Δί', ὦ Σώκρατες, περί γε ἐπιτηδευμάτων καλῶν καὶ ἔναγχος αὐτόθι ηὐδοκίμησα διεξιὼν ἃ χρὴ τὸν νέον ἐπιτηδεύειν.
143Plato, Leges, 1a, 656; 8 (auctor c.425BC-347BC)
σκοπῶν δὲ εὑρήσεις αὐτόθι τὰ μυριοστὸν ἔτος γεγραμμένα ἢ τετυπωμένα – οὐχ ὡς ἔπος εἰπεῖν μυριοστὸν ἀλλ' ὄντως – τῶν νῦν δεδημιουργημένων
144Plato, Leges, 1a, 657; 4 (auctor c.425BC-347BC)
ἀλλ' ἕτερα φαῦλ' ἂν εὕροις αὐτόθι· τοῦτο δ' οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρ' ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα.
145Plato, Leges, 1b, 702; 6 (auctor c.425BC-347BC)
ἡ γὰρ πλείστη τῆς Κρήτης ἐπιχειρεῖ τινα ἀποικίαν ποιήσασθαι, καὶ προστάττει τοῖς Κνωσίοις ἐπιμεληθῆναι τοῦ πράγματος, ἡ δὲ τῶν Κνωσίων πόλις ἐμοί τε καὶ ἄλλοις ἐννέα· ἅμα δὲ καὶ νόμους τῶν τε αὐτόθι, εἴ τινες ἡμᾶς ἀρέσκουσιν, τίθεσθαι κελεύει, καὶ εἴ τινες ἑτέρωθεν, μηδὲν ὑπολογιζομένους τὸ ξενικὸν αὐτῶν, ἂν βελτίους φαίνωνται.
146Plato, Leges, 1d, 743; 11 (auctor c.425BC-347BC)
καὶ δὴ καὶ νῦν ἣν διεξερχόμεθα πολιτείαν, εἰ μὲν τὰς τιμὰς οὕτω τάττεται, ὀρθῶς νενομοθέτηται· εἰ δέ τις τῶν προσταττομένων αὐτόθι νόμων
147Plato, Leges, 1f, 789; 7 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἔστι τοίνυν παρ' ἡμῖν μᾶλλον τὸ τοιοῦτον κατανοεῖν διὰ τὸ τὰς παιδιὰς αὐτόθι μειζόνως τινὰς παίζειν ἢ δεῖ· τρέφουσι γὰρ δὴ παρ' ἡμῖν οὐ μόνον παῖδες ἀλλὰ καὶ πρεσβύτεροί τινες ὀρνίθων θρέμματα, ἐπὶ τὰς μάχας τὰς πρὸς ἄλληλα.
148Plato, Lysis, p1, 203; 6 (auctor c.425BC-347BC)
διατρίβομεν δέ, ἦ δ' ὅς, αὐτόθι ἡμεῖς τε αὐτοὶ καὶ ἄλλοι πάνυ πολλοὶ καὶ καλοί.
149Plato, Lysis, p1, 204; 2 (auctor c.425BC-347BC)
καλῶς γε, ἦν δ' ἐγώ, ποιοῦντες· διδάσκει δὲ τίς αὐτόθι· σὸς ἑταῖρός γε, ἦ δ' ὅς, καὶ ἐπαινέτης, Μίκκος.
150Plato, Lysis, p1, 204; 4 (auctor c.425BC-347BC)
βούλει οὖν ἕπεσθαι, ἔφη, ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι [αὐτοῦ]· πρῶτον ἡδέως ἀκούσαιμ' ἂν ἐπὶ τῷ καὶ εἴσειμι καὶ τίς ὁ καλός.
151Plato, Lysis, p1, 206; 17 (auctor c.425BC-347BC)
εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα, ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας.
152Plato, Lysis, p1, 207; 2 (auctor c.425BC-347BC)
καὶ ἡμεῖς εἰς τὸ καταντικρὺ ἀποχωρήσαντες ἐκαθεζόμεθα – ἦν γὰρ αὐτόθι ἡσυχία – καί τι ἀλλήλοις διελεγόμεθα.
153Plato, Phaedrus, p1, 229; 9 (auctor c.425BC-347BC)
Σωκράτης οὔκ, ἀλλὰ κάτωθεν ὅσον δύ' ἢ τρία στάδια, ᾗ πρὸς τὸ ἐν Ἄγρας διαβαίνομεν· καὶ πού τίς ἐστι βωμὸς αὐτόθι Βορέου.
154Plato, Phaedrus, p1, 263; 14 (auctor c.425BC-347BC)
ἢ οὐδὲν λέγω, ἀλλὰ καὶ ὁ Λυσίας ἀρχόμενος τοῦ ἐρωτικοῦ ἠνάγκασεν ἡμᾶς ὑπολαβεῖν τὸν ἔρωτα ἕν τι τῶν ὄντων ὃ αὐτὸς ἐβουλήθη, καὶ πρὸς τοῦτο ἤδη συνταξάμενος πάντα τὸν ὕστερον λόγον διεπεράνατο· βούλει πάλιν ἀναγνῶμεν τὴν ἀρχὴν αὐτοῦ· Φαῖδρος εἰ σοί γε δοκεῖ· ὃ μέντοι ζητεῖς οὐκ ἔστ' αὐτόθι.
155Plato, Politicus, p1, 282; 9 (auctor c.425BC-347BC)
Ξένος αὖθις δὴ πάλιν συγκριτικῆς μόριον ἅμα καὶ ταλασιουργίας ἐν αὐτῇ γιγνόμενον λάβωμεν· ὅσα δὲ τῆς διακριτικῆς ἦν αὐτόθι, μεθιῶμεν σύμπαντα, δίχα τέμνοντες τὴν ταλασιουργίαν διακριτικῷ τε καὶ συγκριτικῷ τμήματι.
156Plato, Protagoras, p1, 314; 6 (auctor c.425BC-347BC)
νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοινωσώμεθα· καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, ἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος – οἶμαι δὲ καὶ πρόδικον τὸν Κεῖον – καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.
157Plato, Respublica, 1, 328; 4 (auctor c.425BC-347BC)
καὶ συνεσόμεθά τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα.
158Plato, Respublica, 1, 328; 8 (auctor c.425BC-347BC)
ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύμου· ἦν δ' ἔνδον καὶ ὁ πατὴρ ὁ τοῦ Πολεμάρχου Κέφαλος.
159Plato, Respublica, 1, 328; 11 (auctor c.425BC-347BC)
ἐκαθεζόμεθα οὖν παρ' αὐτόν· ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι κύκλῳ.
160Plato, Respublica, 1, 339; 3 (auctor c.425BC-347BC)
τὸ συμφέρον μὲν οὖν, ὦ Θρασύμαχε, καὶ σὺ ἀπεκρίνω δίκαιον εἶναι – καίτοι ἔμοιγε ἀπηγόρευες ὅπως μὴ τοῦτο ἀποκρινοίμην – πρόσεστιν δὲ δὴ αὐτόθι τὸ «τοῦ κρείττονος.
161Plato, Respublica, 1c, 431; 10 (auctor c.425BC-347BC)
οὐκοῦν καὶ ταῦτα ὁρᾷς ἐνόντα σοι ἐν τῇ πόλει καὶ κρατουμένας αὐτόθι τὰς ἐπιθυμίας τὰς ἐν τοῖς πολλοῖς τε καὶ φαύλοις ὑπό τε τῶν ἐπιθυμιῶν καὶ τῆς φρονήσεως τῆς ἐν τοῖς ἐλάττοσί τε καὶ ἐπιεικεστέροις· ἔγωγ', ἔφη.
162Plato, Respublica, 1g, 552; 14 (auctor c.425BC-347BC)
ἆρ' οὖν οὐ δι' ἀπαιδευσίαν καὶ κακὴν τροφὴν καὶ κατάστασιν τῆς πολιτείας φήσομεν τοὺς τοιούτους αὐτόθι ἐγγίγνεσθαι· φήσομεν.
163Plato, Respublica, 1i, 616; 4 (auctor c.425BC-347BC)
ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖν τῇ ὀγδόῃ πορεύεσθαι, καὶ ἀφικνεῖσθαι τεταρταίους ὅθεν καθορᾶν ἄνωθεν διὰ παντὸς τοῦ οὐρανοῦ καὶ γῆς τεταμένον φῶς εὐθύ, οἷον κίονα, μάλιστα τῇ ἴριδι προσφερῆ, λαμπρότερον δὲ καὶ καθαρώτερον· εἰς ὃ ἀφικέσθαι προελθόντες ἡμερησίαν ὁδόν, καὶ ἰδεῖν αὐτόθι κατὰ μέσον τὸ φῶς ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν τεταμένα – εἶναι γὰρ τοῦτο τὸ φῶς σύνδεσμον τοῦ οὐρανοῦ, οἷον τὰ ὑποζώματα τῶν τριήρων, οὕτω πᾶσαν συνέχον τὴν περιφοράν – ἐκ δὲ τῶν ἄκρων τεταμένον ἀνάγκης ἄτρακτον, δι' οὗ πάσας ἐπιστρέφεσθαι τὰς περιφοράς· οὗ τὴν μὲν ἠλακάτην τε καὶ τὸ ἄγκιστρον εἶναι ἐξ ἀδάμαντος, τὸν δὲ σφόνδυλον μεικτὸν ἔκ τε τούτου καὶ ἄλλων γενῶν.
164Plato, Theaetetus, p1, 143; 12 (auctor c.425BC-347BC)
Σωκράτης εἰ μὲν τῶν ἐν Κυρήνῃ μᾶλλον ἐκηδόμην, ὦ Θεόδωρε, τὰ ἐκεῖ ἄν σε καὶ περὶ ἐκείνων ἀνηρώτων, εἴ τινες αὐτόθι περὶ γεωμετρίαν ἤ τινα ἄλλην φιλοσοφίαν εἰσὶ τῶν νέων ἐπιμέλειαν ποιούμενοι· νῦν δὲ ἧττον γὰρ ἐκείνους ἢ τούσδε φιλῶ, καὶ μᾶλλον ἐπιθυμῶ εἰδέναι τίνες ἡμῖν τῶν νέων ἐπίδοξοι γενέσθαι ἐπιεικεῖς.
165Plato, Timaeus, p1, 66; 2 (auctor c.425BC-347BC)
τὸ δὲ αὖ τῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς στενὰς φλέβας ἐνδυομένων, καὶ τοῖς ἐνοῦσιν αὐτόθι μέρεσιν γεώδεσιν καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα τοῖς εἰσιοῦσιν – ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης, τοτὲ μὲν γεώδους, τοτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος, ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι, καὶ τὰ μὲν τῆς καθαρᾶς διαφανεῖς περιστῆναι κληθείσας ὄνομα πομφόλυγας, τὰ δὲ τῆς γεώδους ὁμοῦ κινουμένης τε καὶ αἰρομένης ζέσιν τε καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι – τὸ δὲ τούτων αἴτιον τῶν παθημάτων ὀξὺ προσρηθῆναι.
166Plato, Timaeus, p1, 67; 2 (auctor c.425BC-347BC)
δύ' οὖν ταῦτα ἀνώνυμα τὰ τούτων ποικίλματα γέγονεν, οὐκ ἐκ πολλῶν οὐδὲ ἁπλῶν εἰδῶν ὄντα, ἀλλὰ διχῇ τό θ' ἡδὺ καὶ τὸ λυπηρὸν αὐτόθι μόνω διαφανῆ λέγεσθον, τὸ μὲν τραχῦνόν τε καὶ βιαζόμενον τὸ κύτος ἅπαν, ὅσον ἡμῶν μεταξὺ κορυφῆς τοῦ τε ὀμφαλοῦ κεῖται, τὸ δὲ ταὐτὸν τοῦτο καταπραῧνον καὶ πάλιν ᾗ πέφυκεν ἀγαπητῶς ἀποδιδόν.