'βίος' - search in All Authors, Showing 1 to 199 of 199 hits

1Agatho papa, Epistolae, 87, 1219C
Ὅθεν ὅλος ὁ βίος ἡμῶν μεριμνῶν ἐστι πεπληρωμένος, οὕστινας περικυκλοῖ ἡ τῶν ἐθνῶν χεὶρ, καὶ ἐκ τοῦ σωματικοῦ καμάτου ἡ τροφή ἐστι, καθὸ ἡ παλαιὰ διακράτησις τῶν Ἐκκλησιῶν κατ' ὀλίγον ταῖς διαφόροις συμφοραῖς ἐκλείψασα ὑπέπεσε.
2Anonymi, Frg. Bobiense de uerbo = ad Seuerianum, p. 54, l. 21 (opus c.520)
per πεποιημένην λέξιν in his quae ad exprimendum alicuius rei sonum conficta sunt, ut λίγξε βιός σίζε ὀφθαλμός; haec enim ulterius non inflectuntur, sed his tantum uocibus quae semel dictae sunt permanent fixa.
3Aristoteles, Athenaion Politeia, p2, 16, 7; 12 (auctor 384BC-322BC)
οὐδὲν δὲ τὸ πλῆθος οὐδ' ἐν τοῖς ἄλλοις παρώχλει κατὰ τὴν ἀρχήν, ἀλλ' αἰεὶ παρεσκεύαζεν εἰρήνην καὶ ἐτήρει τὴν ἡσυχίαν· διὸ καὶ πολλάκις ἐθρύλλουν ὡς ἡ Πεισιστράτου τυραννὶς ὁ ἐπὶ Κρόνου βίος εἴη· συνέβη γὰρ ὕστερον διαδεξαμένων τῶν υἱέων πολλῷ γενέσθαι τραχυτέραν τὴν ἀρχήν.
4Aristoteles, De generatione animalium, 2, 6; 92 (auctor 384BC-322BC)
εἰ δ' ἦν μυριετὴς ὁ βίος ἢ χιλιετής, παμμεγέθεις τ' ἂν ἔδει γίγνεσθαι τοὺς ἐξ ἀρχῆς καὶ φύεσθαι πολλάκις· καὶ γὰρ εἰ συνεχῆ τὴν αὔξησιν εἶχον, ὅμως ἂν ἄχρηστοι λεαινόμενοι πρὸς τὴν ἐργασίαν ἦσαν.
5Aristoteles, De generatione animalium, 4, 6; 18 (auctor 384BC-322BC)
ἔστι μὲν οὖν αἴτιόν τι τούτων καὶ διὰ τὸν βίον· ἑδραῖαι γὰρ οὖσαι πλείονος γέμουσι περιττώματος, ἐπεὶ ἐν οἷς ἔθνεσι πονητικὸς ὁ τῶν γυναικῶν βίος οὔθ' ἡ κύησις ὁμοίως ἐπίδηλός ἐστι, τίκτουσί τε ῥᾳδίως κἀκεῖ καὶ πανταχοῦ αἱ εἰωθυῖαι πονεῖν· ἀναλίσκει γὰρ ὁ πόνος τὰ περιττώματα, ταῖς δ' ἑδραίαις ἐνυπάρχει πολλὰ τοιαῦτα διὰ τὴν ἀπονίαν καὶ τὸ μὴ γίγνεσθαι καθάρσεις κυούσαις, ἥ τε ὠδὶς ἐπίπονός ἐστιν· ὁ δὲ πόνος γυμνάζει τὸ πνεῦμα ὥστε δύνασθαι κατέχειν ἐν ᾧ τὸ τίκτειν ἐστὶ ῥᾳδίως ἢ χαλεπῶς.
6Aristoteles, De generatione animalium, 4, 10; 13 (auctor 384BC-322BC)
βίος γάρ τις καὶ πνεύματός ἐστι καὶ γένεσις καὶ φθίσις.
7Aristoteles, De generatione animalium, 5, 2; 11 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι ἐν ὑγρῷ αὐτῇ ὁ βίος.
8Aristoteles, De generatione et corruptione, 2, 10, 5; 10 (auctor 384BC-322BC)
Διὸ καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ τούτῳ διορίζονται· πάντων γάρ ἐστι τάξις, καὶ πᾶς βίος καὶ χρόνος μετρεῖται περιόδῳ, πλὴν οὐ τῇ αὐτῇ πάντες, ἀλλ´ οἱ μὲν ἐλάττονι οἱ δὲ πλείονι· τοῖς μὲν γὰρ ἐνιαυτός, τοῖς δὲ μείζων, τοῖς δὲ ἐλάττων ἡ περίοδός ἐστι τὸ μέτρον.
9Aristoteles, De incessu animalium, 17, 1; 1 (auctor 384BC-322BC)
Ἀλλὰ τῶν μὲν ἄλλων βλαισοῦνται τὰ κῶλα διὰ τὸ μαλακὰ εἶναι, τῶν δὲ καράβων ὄντων σκληροδέρμων οἱ πόδες εἰσὶν ἐπὶ τῷ νεῖν καὶ οὐ τοῦ βαδίζειν χάριν· τῶν δὲ καρκίνων ἡ κάμψις εἰς τὸ πλάγιον, καὶ οὐ βεβλαίσωται ὥσπερ τοῖς τε ᾠοτόκοις τῶν τετραπόδων καὶ τοῖς ἀναίμοις καὶ πολύποσι διὰ τὸ σκληρόδερμα εἶναι τὰ κῶλα καὶ ὀστρακώδη, ὄντι οὐ νευστικῷ καὶ τρωγλοδύτῃ· πρὸς τῇ γῇ γὰρ ὁ βίος.
10Aristoteles, De incessu animalium, 18, 1; 1 (auctor 384BC-322BC)
Εὐλόγως δὲ καὶ τὰ μὲν πτηνὰ πόδας ἔχει, οἱ δ' ἰχθύες ἄποδες· τοῖς μὲν γὰρ ὁ βίος ἐν τῷ ξηρῷ, μετέωρον δ' ἀεὶ μένειν ἀδύνατον, ὥστ' ἀνάγκη πόδας ἔχειν· τοῖς δ' ἰχθύσιν ἐν τῷ ὑγρῷ ὁ βίος, καὶ τὸ ὕδωρ δέχονται, οὐ τὸν ἀέρα.
11Aristoteles, De partibus animalium, 4, 6, 2; 7 (auctor 384BC-322BC)
Αὐτῶν δὲ τῶν πτηνῶν ὧν μέν ἐστιν ὁ βίος νομαδικὸς καὶ διὰ τὴν τροφὴν ἀναγκαῖον ἐκτοπίζειν, τετράπτερά τέ ἐστι καὶ τὸν τοῦ σώματος ἔχει κοῦφον ὄγκον, οἷον αἵ τε μέλιτται καὶ τὰ σύμφυλα ζῷα ταύταις· δύο γὰρ ἐφ´ ἑκάτερα πτερὰ τοῦ σώματος ἔχουσιν.
12Aristoteles, De partibus animalium, 4, 12, 4; 13 (auctor 384BC-322BC)
Ἔτι τοῖς κρεωφάγοις αὐτῶν ὑπεναντίον τὸ μῆκος πρὸς τὸν βίον· ὁ γὰρ μακρὸς αὐχὴν ἀσθενής· τοῖς δ´ ὁ βίος ἐκ τοῦ κρατεῖν ἐστιν.
13Aristoteles, De partibus animalium, 4, 12, 6; 19 (auctor 384BC-322BC)
Ὅσων δὲ ὁ βίος ἕλειος καὶ ποηφάγος, πλατὺ τὸ ῥύγχος ἔχουσιν· πρός τε γὰρ τὴν ὄρυξιν χρήσιμον τὸ τοιοῦτον καὶ πρὸς τὴν τῆς τροφῆς σπάσιν καὶ κουράν.
14Aristoteles, De partibus animalium, 4, 12, 12; 37 (auctor 384BC-322BC)
Ἔνια δ´ οὐ πτητικὰ τῶν ὀρνίθων ἐστὶν ἀλλὰ βαρέα, οἷς ὁ βίος ἐπίγειος καὶ ἔστι καρποφάγα ἢ πλωτὰ καὶ περὶ ὕδωρ βιοτεύουσιν.
15Aristoteles, De partibus animalium, 4, 12, 17; 52 (auctor 384BC-322BC)
Αἴτιον δ´ ὅτι ὁ βίος τῶν τοιούτων ἕλειος· τὰ γὰρ ὄργανα πρὸς τὸ ἔργον ἡ φύσις ποιεῖ, ἀλλ´ οὐ τὸ ἔργον πρὸς τὰ ὄργανα.
16Aristoteles, Ethica Eudemia, 1; 26 (auctor 384BC-322BC)
πρὸς δὲ τούτοις τίσ ὁ βίος, ὃν ζῶσιν ἔτι παῖδες ὄντες· καὶ γὰρ ἐπὶ τοῦτον ἀνακάμψαι πάλιν οὐδεὶς ἂν ὑπομείνειεν εὖ φρονῶν.
17Aristoteles, Ethica Eudemia, 7; 5 (auctor 384BC-322BC)
πρὸς δὲ τούτοις τῶν μεγίστων ἀγαθῶν τὸν φίλον εἶναι ὑπολαμβάνομεν, τὴν δὲ ἀφιλίαν καὶ τὴν ἐρημίαν δεινότατον, ὅτι ὁ βίος ἅπας καὶ ἡ ἑκούσιος ὁμιλία μετὰ τούτων· μετ' οἰκείων γὰρ ἢ μετὰ συγγενῶν ἢ μεθ' ἑταίρων συνδιημερεύομεν, ἢ τέκνων ἢ γονέων ἢ γυναικός.
18Aristoteles, Ethica Nicomachea, 1, 9; 8 (auctor 384BC-322BC)
ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθ' αὑτὸν ἡδύς.
19Aristoteles, Ethica Nicomachea, 1, 9; 11 (auctor 384BC-322BC)
οὐδὲν δὴ προσδεῖται τῆς ἡδονῆς ὁ βίος αὐτῶν ὥσπερ περιάπτου τινός, ἀλλ' ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ.
20Aristoteles, Ethica Nicomachea, 1, 11; 6 (auctor 384BC-322BC)
ἢ τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν οὐδαμῶς ὀρθόν· οὐ γὰρ ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ἀλλὰ προσδεῖται τούτων ὁ ἀνθρώπινος βίος, καθάπερ εἴπομεν, κύριαι δ' εἰσὶν αἱ κατ' ἀρετὴν ἐνέργειαι τῆς εὐδαιμονίας, αἱ δ' ἐναντίαι τοῦ ἐναντίου.
21Aristoteles, Ethica Nicomachea, 7, 14; 14 (auctor 384BC-322BC)
φανερὸν δὲ καὶ ὅτι, εἰ μὴ ἡδονὴ ἀγαθὸν καὶ ἡ ἐνέργεια, οὐκ ἔσται ζῆν ἡδέως τὸν εὐδαίμονα· τίνος γὰρ ἕνεκα δέοι ἂν αὐτῆς, εἴπερ μὴ ἀγαθόν, ἀλλὰ καὶ λυπηρῶς ἐνδέχεται ζῆν· οὔτε κακὸν γὰρ οὔτ' ἀγαθὸν ἡ λύπη, εἴπερ μηδ' ἡδονή· ὥστε διὰ τί ἂν φεύγοι· οὐδὲ δὴ ἡδίων ὁ βίος ὁ τοῦ σπουδαίου, εἰ μὴ καὶ αἱ ἐνέργειαι αὐτοῦ.
22Aristoteles, Ethica Nicomachea, 8, 14; 14 (auctor 384BC-322BC)
ἔστι δ' ἡ μὲν πρὸς γονεῖς φιλία τέκνοις, καὶ ἀνθρώποις πρὸς θεούς, ὡς πρὸς ἀγαθὸν καὶ ὑπερέχον· εὖ γὰρ πεποιήκασι τὰ μέγιστα· τοῦ γὰρ εἶναι καὶ τραφῆναι αἴτιοι, καὶ γενομένοις τοῦ παιδευθῆναι· ἔχει δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον τῶν ὀθνείων, ὅσῳ καὶ κοινότερος ὁ βίος αὐτοῖς ἐστίν.
23Aristoteles, Ethica Nicomachea, 9, 9; 8 (auctor 384BC-322BC)
τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ πῇ ἀληθεύουσιν· ἢ ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι· τῶν τοιούτων μὲν οὖν οὐδὲν δεήσεται ὁ μακάριος, ἐπειδὴ τἀγαθὰ ὑπάρχει αὐτῷ· οὐδὲ δὴ τῶν διὰ τὸ ἡδύ, ἢ ἐπὶ μικρόν (ἡδὺς γὰρ ὁ βίος ὢν οὐδὲν δεῖται ἐπεισάκτου ἡδονῆς) · οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων.
24Aristoteles, Ethica Nicomachea, 9, 9; 13 (auctor 384BC-322BC)
μονώτῃ μὲν οὖν χαλεπὸς ὁ βίος· οὐ γὰρ ῥᾴδιον καθ' αὑτὸν ἐνεργεῖν συνεχῶς, μεθ' ἑτέρων δὲ καὶ πρὸς ἄλλους ῥᾷον.
25Aristoteles, Ethica Nicomachea, 9, 9; 21 (auctor 384BC-322BC)
εἰ δ' αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ (ἔοικε δὲ καὶ ἐκ τοῦ πάντας ὀρέγεσθαι αὐτοῦ, καὶ μάλιστα τοὺς ἐπιεικεῖς καὶ μακαρίους· τούτοις γὰρ ὁ βίος αἱρετώτατος, καὶ ἡ τούτων μακαριωτάτη ζωή) , ὁ δ' ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι ἀκούει καὶ ὁ βαδίζων ὅτι βαδίζει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστι τι τὸ αἰσθανόμενον ὅτι ἐνεργοῦμεν, ὥστε ἂν αἰσθανώμεθ', ὅτι αἰσθανόμεθα, κἂν νοῶμεν, ὅτι νοοῦμεν, τὸ δ' ὅτι αἰσθανόμεθα ἢ νοοῦμεν, ὅτι ἐσμέν (τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ νοεῖν) , τὸ δ' αἰσθάνεσθαι ὅτι ζῇ, τῶν ἡδέων καθ' αὑτό (φύσει γὰρ ἀγαθὸν ζωή, τὸ δ' ἀγαθὸν ὑπάρχον ἐν ἑαυτῷ αἰσθάνεσθαι ἡδύ) , αἱρετὸν δὲ τὸ ζῆν καὶ μάλιστα τοῖς ἀγαθοῖς, ὅτι τὸ εἶναι ἀγαθόν ἐστιν αὐτοῖς καὶ ἡδύ (συναισθανόμενοι γὰρ τοῦ καθ' αὑτὸ ἀγαθοῦ ἥδονται) , ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον (ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν) · καθάπερ οὖν τὸ αὐτὸν εἶναι αἱρετόν ἐστιν ἑκάστῳ, οὕτω καὶ τὸ τὸν φίλον, ἢ παραπλησίως.
26Aristoteles, Ethica Nicomachea, 9, 10; 1 (auctor 384BC-322BC)
ἆρ' οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ τῆς ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ μήτε πολύξεινος μήτ' ἄξεινος, καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει μήτ' ἄφιλον εἶναι μήτ' αὖ πολύφιλον καθ' ὑπερβολήν· τοῖς μὲν δὴ πρὸς χρῆσιν κἂν πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν· πολλοῖς γὰρ ἀνθυπηρετεῖν ἐπίπονον, καὶ οὐχ ἱκανὸς ὁ βίος αὐτὸ [τοῦτο] πράττειν.
27Aristoteles, Ethica Nicomachea, 10, 6; 17 (auctor 384BC-322BC)
δοκεῖ δ' ὁ εὐδαίμων βίος κατ' ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆς, ἀλλ' οὐκ ἐν παιδιᾷ.
28Aristoteles, Ethica Nicomachea, 10, 7; 12 (auctor 384BC-322BC)
ὁ δὲ τοιοῦτος ἂν εἴη βίος κρείττων ἢ κατ' ἄνθρωπον· οὐ γὰρ ᾗ ἄνθρωπός ἐστιν οὕτω βιώσεται, ἀλλ' ᾗ θεῖόν τι ἐν αὐτῷ ὑπάρχει· ὅσον δὲ διαφέρει τοῦτο τοῦ συνθέτου, τοσοῦτον καὶ ἡ ἐνέργεια τῆς κατὰ τὴν ἄλλην ἀρετήν.
29Aristoteles, Ethica Nicomachea, 10, 7; 13 (auctor 384BC-322BC)
εἰ δὴ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, καὶ ὁ κατὰ τοῦτον βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον.
30Aristoteles, Ethica Nicomachea, 10, 7; 17 (auctor 384BC-322BC)
τὸ λεχθέν τε πρότερον ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον ἑκάστῳ τῇ φύσει κράτιστον καὶ ἥδιστόν ἐστιν ἑκάστῳ· καὶ τῷ ἀνθρώπῳ δὴ ὁ κατὰ τὸν νοῦν βίος, εἴπερ τοῦτο μάλιστα ἄνθρωπος.
31Aristoteles, Ethica Nicomachea, 10, 8; 5 (auctor 384BC-322BC)
συνηρτημέναι δ' αὗται καὶ τοῖς πάθεσι περὶ τὸ σύνθετον ἂν εἶεν· αἱ δὲ τοῦ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· καὶ ὁ βίος δὴ ὁ κατὰ ταύτας καὶ ἡ εὐδαιμονία.
32Aristoteles, Ethica Nicomachea, 10, 8; 17 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ θεοῖς ἅπας ὁ βίος μακάριος, τοῖς δ' ἀνθρώποις, ἐφ' ὅσον ὁμοίωμά τι τῆς τοιαύτης ἐνεργείας ὑπάρχει· τῶν δ' ἄλλων ζῴων οὐδὲν εὐδαιμονεῖ, ἐπειδὴ οὐδαμῇ κοινωνεῖ θεωρίας.
33Aristoteles, Ethica Nicomachea, 10, 9; 2 (auctor 384BC-322BC)
οὐ μὴν οἰητέον γε πολλῶν καὶ μεγάλων δεήσεσθαι τὸν εὐδαιμονήσοντα, εἰ μὴ ἐνδέχεται ἄνευ τῶν ἐκτὸς ἀγαθῶν μακάριον εἶναι· οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τὸ αὔταρκες οὐδ' ἡ πρᾶξις, δυνατὸν δὲ καὶ μὴ ἄρχοντα γῆς καὶ θαλάττης πράττειν τὰ καλά· καὶ γὰρ ἀπὸ μετρίων δύναιτ' ἄν τις πράττειν κατὰ τὴν ἀρετήν (τοῦτο δ' ἔστιν ἰδεῖν ἐναργῶς· οἱ γὰρ ἰδιῶται τῶν δυναστῶν οὐχ ἧττον δοκοῦσι τὰ ἐπιεικῆ πράττειν, ἀλλὰ καὶ μᾶλλον) · ἱκανὸν δὲ τοσαῦθ' ὑπάρχειν· ἔσται γὰρ ὁ βίος εὐδαίμων τοῦ κατὰ τὴν ἀρετὴν ἐνεργοῦντος.
34Aristoteles, Historia animalium, 5, V 22; 24 (auctor 384BC-322BC)
Βίος δέ τῶν μελιττῶν ἔτη ἕξ· ἔνιαι δ’ ἑπτά ζῶσιν.
35Aristoteles, Historia animalium, 5, V 33; 7 (auctor 384BC-322BC)
Ἐκλέπεται δέ τά τῶν σαύρων αὐτόματα ἐν τῇ γῇ· οὐ γάρ διετίζει ὁ σαῦρος· λέγεται γάρ ἕκμηνος εἶναι βίος σαύρας.
36Aristoteles, Historia animalium, 6, VI 22; 19 (auctor 384BC-322BC)
Ὁ δέ μακρότατος βίος τῶν πλείστων ἐστίν ὡς ἐπί τό πολύ τριακοντέτης· ἡ δέ θήλεια ὡς ἐπί τό πολύ μέν πέντε καί εἴκοσιν ἔτη, ἤδη δέ τινες καί τετταράκοντα ἔτη βεβιώκασιν.
37Aristoteles, Historia animalium, 8, VIII 1; 17 (auctor 384BC-322BC)
Ἒν μέν οὖν μέρος τῆς ζωῆς αἱ περί τήν τεκνοποιίαν εἰσί πράξεις αὐτοῖς, ἔτι δ’ ἕτερον αἱ περί τήν τροφήν· περί γάρ δύο τούτων αἵ τε σπουδαί τυγχάνουσιν οὖσαι πᾶσαι καί ὁ βίος.
38Aristoteles, Historia animalium, 9, IX 1; 25 (auctor 384BC-322BC)
Καί τρυγών καί πυραλλίς· τόπος γάρ τῆς νομῆς καί βίος ὁ αὐτός.
39Aristoteles, Magna moralia, 1, 33, 18; 46 (auctor 384BC-322BC)
Ἀλλὰ δὴ τὸ μὲν ἐν γυναικὸς καὶ ἀνδρὸς κοινωνίᾳ δίκαιόν ἐστιν ἐγγὺς τοῦ πολιτικοῦ δικαίου χεῖρον μὲν γάρ ἐστιν ἡ γυνὴ τοῦ ἀνδρός, ἀλλ' οἰκειότερον, καὶ μετέχει ἰσότητός πως μᾶλλον, διότι ἐγγὺς τῆς πολιτικῆς κοινωνίας ὁ βίος αὐτῶν, ὥστε καὶ τὸ δίκαιον τὸ γυναικὶ πρὸς ἄνδρα μάλιστά πως ἤδη τῶν ἄλλων πολιτικὸν ἐστίν.
40Aristoteles, Politica, 1; 52 (auctor 384BC-322BC)
ὁ δὲ βίος πρᾶξις, οὐ ποίησις, ἐστιν· διὸ καὶ ὁ δοῦλος ὑπηρέτης τῶν πρὸς τὴν πρᾶξιν.
41Aristoteles, Politica, 2; 62 (auctor 384BC-322BC)
ἔτι δὲ δίκαιοιν μὴ μόνον λέγειν ὅσων στερήσονται κακῶν κοινωνήσαντες, ἀλλὰ καὶ ὅσων ἀγαθῶν· φαίνεται δ' εἶναι πάμπαν ἀδύνατος ὁ βίος.
42Aristoteles, Politica, 4; 132 (auctor 384BC-322BC)
τίς δ' ἀρίστη πολιτεία καὶ τίς ἄριστος βίος ταῖς πλείσταις πόλεσι καὶ τοῖς πλείστοις τῶν ἀνθρώπων, μήτε πρὸς ἀρετὴν συγκρίνουσι τὴν ὑπὲρ τοὺς ἰδιώτας, μήτε πρὸς παιδείαν ἣ φύσεως δεῖται καὶ χορηγίας τυχηρᾶς, μήτε πρὸς πολιτείαν τὴν κατ' εὐχὴν γινομένην, ἀλλὰ βίον τε τὸν τοῖς πλείστοις κοινωνῆσαι δυνατὸν καὶ πολιτείαν ἧς τὰς πλείστας πόλεις ἐνδέχεται μετασχεῖν· καὶ γὰρ ἃς καλοῦσιν ἀριστοκρατίας, περὶ ὧν νῦν εἴπομεν, τὰ μὲν ἐξωτέρω πίπτουσι ταῖς πλείσταις τῶν πόλεων, τὰ δὲ γειτνιῶσι τῇ καλουμένῃ πολιτείᾳ (διὸ περὶ ἀμφοῖν ὡς μιᾶς λεκτέον) .
43Aristoteles, Politica, 4; 134 (auctor 384BC-322BC)
εἰ γὰρ καλῶς ἐν τοῖς Ἠθικοῖς εἴρηται τὸ τὸν εὐδαίμονα βίον εἶναι τὸν κατ' ἀρετὴν ἀνεμπόδιστον, μεσότητα δὲ τὴν ἀρετήν, τὸν μέσον ἀναγκαῖον εἶναι βίον βέλτιστον, τὸ τῆς ἑκάστοις ἐνδεχομένης τυχεῖν μεσότητος· τοὺς δὲ αὐτοὺς τούτους ὅρους ἀναγκαῖον εἶναι καὶ πόλεως ἀρετῆς καὶ κακίας καὶ πολιτείας· ἡ γὰρ πολιτεία βίος τίς ἐστι πόλεως.
44Aristoteles, Politica, 6; 40 (auctor 384BC-322BC)
τὰ δ' ἄλλα πλήθη πάντα σχεδόν, ἐξ ὧν αἱ λοιπαὶ δημοκρατίαι συνεστᾶσι, πολλῷ φαυλότερα τούτων· ὁ γὰρ βίος φαῦλος, καὶ οὐθὲν ἔργον μετ' ἀρετῆς ὧν μεταχειρίζεται τὸ πλῆθος τό τε τῶν βαναύσων καὶ τὸ τῶν ἀγοραίων ἀνθρώπων καὶ τὸ θητικόν, ἔτι δὲ διὰ τὸ περὶ τὴν ἀγορὰν καὶ τὸ ἄστυ κυλίεσθαι πᾶν τὸ τοιοῦτον γένος ὡς εἰπεῖν ῥᾳδίως ἐκκλησιάζει· οἱ δὲ γεωργοῦντες διὰ τὸ διεσπάρθαι κατὰ τὴν χώραν οὔτ' ἀπαντῶσιν οὔθ' ὁμοίως δέονται τῆς συνόδου ταύτης.
45Aristoteles, Politica, 7, 1323A; 1 (auctor 384BC-322BC)
περὶ δὲ πολιτείας ἀρίστης τὸν μέλλοντα ποιήσασθαι τὴν προσήκουσαν ζήτησιν ἀνάγκη διορίσασθαι πρῶτον τίς αἱρετώτατος βίος.
46Aristoteles, Politica, 7; 3 (auctor 384BC-322BC)
διὸ δεῖ πρῶτον ὁμολογεῖσθαι τίς ὁ πᾶσιν ὡς εἰπεῖν αἱρετώτατος βίος, μετὰ δὲ τοῦτο πότερον κοινῇ καὶ χωρὶς ὁ αὐτὸς ἢ ἕτερος.
47Aristoteles, Politica, 7, 1324A; 16 (auctor 384BC-322BC)
ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἔστω πεφροιμιασμένα τῷ λόγῳ· οὔτε γὰρ μὴ θιγγάνειν αὐτῶν δυνατόν, οὔτε πάντας τοὺς οἰκείους ἐπεξελθεῖν ἐνδέχεται λόγους, ἑτέρας γάρ ἐστιν ἔργον σχολῆς ταῦτα· νῦν δὲ ὑποκείσθω τοσοῦτον, ὅτι βίος μὲν ἄριστος, καὶ χωρὶς ἑκάστῳ καὶ κοινῇ ταῖς πόλεσιν, ὁ μετ' ἀρετῆς κεχορηγημένης ἐπὶ τοσοῦτον ὥστε μετέχειν τῶν κατ' ἀρετὴν πράξεων, πρὸς δὲ τοὺς ἀμφισβητοῦντας, ἐάσαντας ἐπὶ τῆς νῦν μεθόδου, διασκεπτέον ὕστερον, εἴ τις τοῖς εἰρημένοις τυγχάνει μὴ πειθόμενος.
48Aristoteles, Politica, 7; 21 (auctor 384BC-322BC)
ἀλλὰ ταῦτ' ἤδη δύο ἐστὶν ἃ δεῖται σκέψεως, ἓν μὲν πότερος αἱρετώτερος βίος, ὁ διὰ τοῦ συμπολιτεύεσθαι καὶ κοινωνεῖν πόλεως ἢ μᾶλλον ὁ ξενικὸς καὶ τῆς πολιτικῆς κοινωνίας ἀπολελυμένος, ἔτι δὲ τίνα πολιτείαν θετέον καὶ ποίαν διάθεσιν πόλεως ἀρίστην, εἴτε πᾶσιν ὄντος αἱρετοῦ τοῦ κοινωνεῖν πόλεως εἴτε καὶ τισὶ μὲν μὴ τοῖς δὲ πλείστοις.
49Aristoteles, Politica, 7; 23 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἀναγκαῖον εἶναι πολιτείαν ἀρίστην ταύτην τὴν τάξιν καθ' ἣν κἂν ὁστισοῦν ἄριστα πράττοι καὶ ζῴη μακαρίως, φανερόν ἐστιν· ἀμφισβητεῖται δὲ παρ' αὐτῶν τῶν ὁμολογούντων τὸν μετ' ἀρετῆς εἶναι βίον αἱρετώτατον πότερον ὁ πολιτικὸς καὶ πρακτικὸς βίος αἱρετὸς ἢ μᾶλλον ὁ πάντων τῶν ἐκτὸς ἀπολελυμένος, οἷον θεωρητικός τις, ὃν μόνον τινές φασιν εἶναι φιλόσοφον.
50Aristoteles, Politica, 7; 40 (auctor 384BC-322BC)
ἀλλὰ τοῦτο μὲν κἂν ὕστερον τύχοι τῆς προσηκούσης σκέψεως, πρὸς τί τέλος δεῖ τὴν ἀρίστην πολιτείαν συντείνειν· πρὸς δὲ τοὺς ὁμολογοῦντας μὲν τὸν μετ' ἀρετῆς εἶναι βίον αἱρετώτατον, διαφερομένους δὲ περὶ τῆς χρήσεως αὐτοῦ, λεκτέον ἡμῖν πρὸς ἀμφοτέρους αὐτούς (οἱ μὲν γὰρ ἀποδοκιμάζουσι τὰς πολιτικὰς ἀρχάς, νομίζοντες τὸν τοῦ ἐλευθέρου βίον ἕτερόν τινα εἶναι τοῦ πολιτικοῦ καὶ πάντων αἱρετώτατον, οἱ δὲ τοῦτον ἄριστον· ἀδύνατον γὰρ τὸν μηθὲν πράττοντα πράττειν εὖ, τὴν δ' εὐπραγίαν καὶ τὴν εὐδαιμονίαν εἶναι ταὐτόν) ὅτι τὰ μὲν ἀμφότεροι λέγουσιν ὀρθῶς τὰ δὲ οὐκ ὀρθῶς, οἱ μὲν ὅτι ὁ τοῦ ἐλευθέρου βίος τοῦ δεσποτικοῦ ἀμείνων.
51Aristoteles, Politica, 7; 52 (auctor 384BC-322BC)
ἀλλ' εἰ ταῦτα λέγεται καλῶς καὶ τὴν εὐδαιμονίαν εὐπραγίαν θετέον, καὶ κοινῇ πάσης πόλεως ἂν εἴη καὶ καθ' ἕκαστον ἄριστος βίος ὁ πρακτικός.
52Aristoteles, Politica, 7, 1329A; 125 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τυγχάνομεν σκοποῦντες περὶ τῆς ἀρίστης πολιτείας, αὕτη δ' ἐστὶ καθ' ἣν ἡ πόλις ἂν εἴη μάλιστ' εὐδαίμων, τὴν δ' εὐδαιμονίαν ὅτι χωρὶς ἀρετῆς ἀδύνατον ὑπάρχειν εἴρηται πρότερον, φανερὸν ἐκ τούτων ὡς ἐν τῇ κάλλιστα πολιτευομένῃ πόλει καὶ τῇ κεκτημένῃ δικαίους ἄνδρας ἁπλῶς, ἀλλὰ μὴ πρὸς τὴν ὑπόθεσιν, οὔτε βάναυσον βίον οὔτ' ἀγοραῖον δεῖ ζῆν τοὺς πολίτας (ἀγεννὴς γὰρ ὁ τοιοῦτος βίος καὶ πρὸς ἀρετὴν ὑπεναντίος) , οὐδὲ δὴ γεωργοὺς εἶναι τοὺς μέλλοντας ἔσεσθαι (δεῖ γὰρ σχολῆς καὶ πρὸς τὴν γένεσιν τῆς ἀρετῆς καὶ πρὸς τὰς πράξεις τὰς πολιτικάς) .
53Aristoteles, Politica, 7; 222 (auctor 384BC-322BC)
διῄρηται δὲ καὶ πᾶς ὁ βίος εἰς ἀσχολίαν καὶ σχολὴν καὶ εἰς πόλεμον καὶ εἰρήνην, καὶ τῶν πρακτῶν τὰ μὲν εἰς τὰ ἀναγκαῖα καὶ χρήσιμα τὰ δὲ εἰς τὰ καλά.
54Aristoteles, Rhetorica, 1, 5, 3; 2 (auctor 384BC-322BC)
ἔστω δὴ εὐδαιμονία εὐπραξία μετ' ἀρετῆς, ἢ αὐτάρκεια ζωῆς, ἢ ὁ βίος ὁ μετὰ ἀσφαλείας ἥδιστος, ἢ εὐθενία κτημάτων καὶ σωμάτων μετὰ δυνάμεως φυλακτικῆς τε καὶ πρακτικῆς τούτων· σχεδὸν γὰρ τούτων ἓν ἢ πλείω τὴν εὐδαιμονίαν ὁμολογοῦσιν εἶναι ἅπαντες.
55Aristoteles, Rhetorica, 1, 5, 4; 4 (auctor 384BC-322BC)
ἔστι δ' ἐν αὐτῷ μὲν τὰ περὶ ψυχὴν καὶ τὰ ἐν σώματι, ἔξω δὲ εὐγένεια καὶ φίλοι καὶ χρήματα καὶ τιμή, ἔτι δὲ προσήκειν οἰόμεθα δυνάμεις ὑπάρχειν καὶ τύχην· οὕτω γὰρ ἀσφαλέστατος ὁ βίος.
56Aristoteles, Rhetorica, 2, 4, 21; 22 (auctor 384BC-322BC)
καὶ τοὺς ὁμοίους καὶ ταὐτὰ ἐπιτηδεύοντας, ἐὰν μὴ παρενοχλῶσι μηδ' ἀπὸ ταὐτοῦ ᾖ ὁ βίος· γίγνεται γὰρ οὕτω τὸ κεραμεὺς κεραμεῖ.
57Aristoteles, Topica, 1, I 5; 24 (auctor 384BC-322BC)
Προσκείσθωσαν δέ τῷ συμβεβηκότι καί αἱ πρός ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπό τοῦ συμβεβηκότος λεγόμεναι, οἷον πότερον τό καλόν ἢ τό συμφέρον αἱρετώτερον, καί πότερον ὁ κατ᾿ ἀρετήν ἢ ὁ κατ᾿ ἀπόλαυσιν ἡδίων βίος, καί εἴ τι ἄλλο παραπλησίως τυγχάνει τούτοις λεγόμενον· ἐπί πάντων γάρ τῶν τοιούτων, ποτέρῳ μᾶλλον τό κατηγορούμενον συμβέβηκεν, ἡ ζήτησις γίνεται.
58Aristoteles, Topica, 7, VII 1; 16 (auctor 384BC-322BC)
Διό καί Ξενοκράτης οὐκ ἀποδείκνυσιν· οὐ γάρ εἷς ἀριθμῷ ὁ εὐδαίμων οὐδ᾿ ὁ σπουδαῖος βίος, ὥστ᾿ οὐκ ἀναγκαῖον τόν αὐτόν εἶναι, διότι ἄμφω αἱρετώτατοι, ἀλλά τόν ἕτερον ὑπό τόν ἕτερον.
59Aulus Gellius, Noctes Atticae, 5, 8, 10; 10 (auctor c.125–c.180)
Sed si, ut quidam putant, tuba a sonitu lituus appellata est ex illo Homerico verbo: λίγξε βιός, necesse est ita accipi, ut virga auguralis a tubae similitudine lituus vocetur.
60Benedictus Nursiae, Regula cum commentariis, 66, 0247C (auctor c.480–547)
Primum coenobitarum, ] a communi vita, quam profitentur, sic dictorum; nam Graece κοίνος, Latine communis exprimitur, et βίος vita.
61Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 7; 1
πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
62Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 7; 6
ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
63Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 7; 16
οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπ’ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος.
64Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 8; 9
χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.
65Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 9; 25
ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ἀπέδρασαν καὶ οὐκ εἴδοσαν.
66Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 10; 5
ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός;
67Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 14; 5
ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρὰ σοί, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ.
68Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 15; 20
πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,
69Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 2; 1
εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς Ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου, καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου.
70Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 2; 4
καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ, καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν· καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
71Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 2; 15
ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
72Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 4; 9
πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
73Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 15; 10
σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ,
74Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 29; 22
κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
75Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 38; 19
ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.
76Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 40; 29
ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
77Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 6; 10
εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.
78Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 17; 14
ὁ τύραννος ἀντηγωνίζετο· ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει·
79Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0049B (auctor c.470–c.544)
Πρὸ πάντων δὲ καὶ ὁ προάγων βίος, καὶ ὁ μετὰ ταῦτα, ἐξεταζέσθω· καὶ οὕτως ἡ φιλανθρωπία ἐπιμετρείσθω.
80Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0051C (auctor c.470–c.544)
Ἐξεταζέσθω δὲ αὐτῶν καὶ ὁ ἐν τῇ ὑποπτώσει βίος, καὶ οὕτως τυγχανέτωσαν τῆς φιλανθρωπίας.
81Constantinus I, Conciones, 8, 0402C (auctor c.272–337)
διὸ δὴ πολλαῖς γενεαῖς ὁ τοιοῦτος βίος κρατυνθεὶς, μεγίστων γέγονε τοῖς τότε κακῶν αἴτιος· ἐπιλαμψάσης δὲ παραυτίκα τῆς τοῦ σωτῆρος ἐπιφανείας, δίκη μὲν ἐξ ἀδίκων ἔργων, ἐκ δὲ παντοδαποῦ κλύδωνος γαλήνη συνίστατο, καὶ πάνθ' ὅσα διὰ προφητῶν προείρητο, ἐπληροῦτο.
82Constantinus I, Conciones, 8, 0430C (auctor c.272–337)
καὶ ὅλως ὁ σύμπας ὑπὲρ ἀνθρώπων βίος· διδασκαλία δὲ οὐ φρόνησιν, ἀλλὰ σοφίαν διδάσκουσα.
83Constantinus I, Conciones, 8, 0434A (auctor c.272–337)
αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι ἣν ὁ προτοῦ βίος ἀνθροπίνων ἠθῶν ἐκβηβλήκει, τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἂν τῶν τοσούτων κακῶν, καὶ τῆς ἐπικρατησάσης κατ' ἐκεῖνον τὸν βίον ἀδικίας, ἰατρὸς ἀξιόχρεως εὑρέθῇ.
84Constantinus I, Conciones, 8, 0435B (auctor c.272–337)
τί δέ, ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάξεων, καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ· εἰ μὴ γὰρ κατημέλουν, ἔσχον, ἂν ἄξια τὰ ἐπίχειρα τῆς ἀκροάσεως, οὐ μόνον εἰς τὸ παραχρῆμα, ἀλλὰ καὶ εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὡς ἀληθῶς βίος; ὁ γάρτοι μισθὸς τοῦ τῷ Θεῷ πείθεσθαι, ὁ ἄφθαρτος καὶ ἀΐδιος βίος.
85Constantinus I, Conciones, 8, 0435C (auctor c.272–337)
καὶ οὐδὲν σεμνύνεται· ἐπίσταται γὰρ, οἶμαι, καὶ τοῦτο θεόθεν δεδόσθαι, πρὸς τὸ ὑποστῆναι, καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα· διαδέχεται δὴ τὸνδε τὸν βίον μνήμη διαρκὴς, καὶ αἰώνιος δόξα, μάλα εἰκότως· εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος, καὶ τῶν παραγγελμάτων μνήμων ἡ τελευτὴ, πλήρης εὑρίσκεται μεγαλοψυχίας τε καὶ εὐγενείας· ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι· καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.
86Constantinus I, Conciones, 8, 0470A (auctor c.272–337)
ἔλεος δὲ τῶν οὓς ἐπολέμησεν ἡ τύχη· ἁπλοῦς δὲ βίος, καὶ οὐ ποικίλη τινὶ πανουργίᾳ τὴν πονηρίαν ἐπικαλυπτόμενος.
87Constantinus I, Conciones, 8, 0470A (auctor c.272–337)
τοῦ τε ὄντος Θεοῦ καὶ τῆς μοναρχίας γνῶσις· ἥδε ἐστι ἀληθῶς θεοσήβεια, ἥδε εἰλικρινὴς θρησκεία, ἡ παντελῶς ἄχραντος· οὗτος ἔμφρων βίος, ὃν οἱ μετιόντες, ὡς διὰ λεωφόρου σεμνῆς τινος ἐπὶ τὸν ἀένναον πορεύονται βίον· οὐδεὶς γὰρ ὅλως τελευτᾷ ὁ τὸν τοιοῦτον ἐνστησάμενος βίον, καθαρεύων τε τὴν ψυχὴν ἀπὸ τοῦ σώματος.
88Desiderius Erasmus, Adagia, Chiliades, 1, 462; 24 (opus 1508)
Plutarchus in commentario, cui titulus Quo pacto quis possit ab inimicis iuvari: Ὡς γάρ ὁ καικίας τά νέφη, οὕτως καί ὁ φαῦλος βίος ἐφ’ αὑτόν ἕλκει τάς λοιδορίας, id est Quemadmodum enim caecias nubes, itidem improba vita probra ad sese attrahit.
89Desiderius Erasmus, Adagia, Chiliades, 1, 502; 22 (opus 1508)
Citatur a Suida carmen huiusmodi: Ἔνθ’ ἵνα μοι βίος ἐστίν Ἀμαλθείας κέρας αἰγός, id est Caprae ubi Amaltheae praebet mihi pabula cornu.
90Desiderius Erasmus, Adagia, Chiliades, 1, 762; 2 (opus 1508)
Quae vita Graecis dicitur καθημέριος βίος, et καθημερόβιοι, qui ad eum vivunt modum.
91Desiderius Erasmus, Adagia, Chiliades, 1, 763; 1 (opus 1508)
Βίος μεμαλαγμένος, id est Vita macerata seu permollita.
92Desiderius Erasmus, Adagia, Chiliades, 1, 763; 5 (opus 1508)
Cui diversum est Βίος ἀκανθώδης, id est Vita spinosa.
93Desiderius Erasmus, Adagia, Chiliades, 1, 806; 1 (opus 1508)
Ἄλλος βίος, ἄλλη δίαιτια, id est Alia vita, alia vivendi ratio.
94Desiderius Erasmus, Adagia, Chiliades, 1, 969; 1 (opus 1508)
Κυκλώπειος βίος, id est Cyclopica vita, pro vita vehementer effera ac barbara, quae neque legibus neque disciplina civili constet neque religione deorum gubernetur.
95Desiderius Erasmus, Adagia, Chiliades, 2, 1170; 6 (opus 1508)
Plutarchus De pueris instituendis: Στιγμή χρόνου πᾶς ἐστιν ὁ βίος, id est Temporis punctum est omnis vita.
96Desiderius Erasmus, Adagia, Chiliades, 2, 1249; 14 (opus 1508)
Σέκνα πόνοι, πήρωσις ἄπαις βίος.
97Desiderius Erasmus, Adagia, Chiliades, 2, 1249; 32 (opus 1508)
Σέκνα πόθος, ἄφροντις ἄπαις βίος.
98Desiderius Erasmus, Adagia, Chiliades, 2, 1249; 55 (opus 1508)
Eleganter et Menander apud Plutarchum libello De animi tranquillitate: Ἄρ’ ἐστί συγγενές τι λύπη καί βίος, id est Cognata sunt haec sibi, dolere ac vivere, quod hominum vita suapte natura multis molestiis sit obnoxia.
99Desiderius Erasmus, Adagia, Chiliades, 2, 1430; 1 (opus 1508)
Ἄβρωνος βίος, id est Abronis vita, de molliter ac delitiose viventibus.
100Desiderius Erasmus, Adagia, Chiliades, 2, 1442; 2 (opus 1508)
Plutarchus in commentario De contentione iguis et aquae: Ἡ δέ πυρός χρῆσις ἐχθές, φασί, καί πρώην, ὑπό Προμηθέως, βίος πυρός, οὐκ ἄνευ ὕδατος ἦν, id est Atqui ignis usus heri ac modo, quod aiunt, sub Prometheo, ignis vita, non citra aquam erat.
101Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 12 (opus 1508)
Citatur ex Antiphane: Σφόδρ’ ἐστίν ἡμῶν ὁ βίος οἴνῳ προσφερής· Ὅταν ᾖ τό λοιπόν μικρόν, ὄξος γίνεται, id est Est vita vino nostra quam simillima: Ubi paululum restat, in acetum vertitur.
102Desiderius Erasmus, Adagia, Chiliades, 2, 1735; 19 (opus 1508)
Celebratur et hic senarius, non alienus ab hac sententia: Βίος βίου δεόμενος οὐκ ἔστιν βίος, id est Vita haud vocanda est vita victis indiga.
103Desiderius Erasmus, Adagia, Chiliades, 2, 1735; 20 (opus 1508)
Proinde quemadmodum apud Graecos βίος itidem apud Latinos vita significat et vitam morti contrariamet facultates, quibus vitam sustinemus.
104Desiderius Erasmus, Adagia, Chiliades, 2, 1736; 7 (opus 1508)
Non dissimile illi, quod alibi recensuimus: Ἄλλος βίος, ἄλλη δίαιτα.
105Desiderius Erasmus, Adagia, Chiliades, 2, 1838; 1 (opus 1508)
Δίζεσθαι βιοτήν, ἀρετήν δέ, ὅταν ᾖ βίος, id est Quaerendus victus, virtus autem, ubi victus adfuerit.
106Desiderius Erasmus, Adagia, Chiliades, 2, 1869; 1 (opus 1508)
Νυμφίου βίος, id est Sponsi vita, pro molli ac delicata.
107Desiderius Erasmus, Adagia, Chiliades, 2, 1881; 7 (opus 1508)
Legitur et illud: Βίος ἀκανθώδης, id est Vita spinosa, pro incommoda et infrugifera.
108Desiderius Erasmus, Adagia, Chiliades, 2, 1981; 1 (opus 1508)
Sophocles in Aiace Mastigophoro sub persona Aiacis, qui iam ansania resipuerat: Ἐν τῷ φρονεῖν γάρ μηδέν ἤδιστος βίος· Σό μή φρονεῖν γάρ κάρτ’ ἀνώδυνον κακόν, id est Suavissima hinc est vita, si sapias nihil; Nam sapere nil doloris expers est malum Hanc sententiam docti citant proverbii loco.
109Desiderius Erasmus, Adagia, Chiliades, 3, 2001; 31 (opus 1508)
Sic enim interpretatur Philon in libro cui titulus Πολιτικός βίος.
110Desiderius Erasmus, Adagia, Chiliades, 3, 2002; 8 (opus 1508)
Et glandibus victitabant agrestes illi prisci, iuxta illud Ἄλλος βίος, ἄλλη δίαιτα.
111Desiderius Erasmus, Adagia, Chiliades, 3, 2087; 5 (opus 1508)
Menander apud Plutarchum, Περί εὐθυμίας: Ἆρ' ἐστί συγγενές τι λύπη καί βίος; id est Num quaepiam intercedit his cognatio, Vitae ac dolori ?
112Desiderius Erasmus, Adagia, Chiliades, 3, 2215; 15 (opus 1508)
Ita senex quidam apud Alexidem: Ἤδη γάρ ὁ βίος οὑμός ἑσπέραν ἄγει, id est Mea quippe seram vita ducit vesperam.
113Desiderius Erasmus, Adagia, Chiliades, 3, 2516; 6 (opus 1508)
Theocritus in Ergatinis: Εὐκτός τῶ Βατράχω, παῖδες, βίος, οὐ μελεδαίνει Σόν τό πιεῖν ἐκχεῦντα, πάρεστι γάρ ἄφθονον αὐτῷ, id est O pueri, ranae vita est optabilis, ut quae Non metuat potans effundere, copia nanque Larga subest illi.
114Desiderius Erasmus, Adagia, Chiliades, 4, 3201; 1 (opus 1508)
Ἀληλεσμένος βίος, id est Vita molita, sive victus, ut ita loquamur, farinatus.
115Desiderius Erasmus, Adagia, Chiliades, 4, 3357; 1 (opus 1508)
Κοχλίου βίος, id est Cochleae vita.
116Desiderius Erasmus, Adagia, Chiliades, 4, 3595; 2 (opus 1508)
Plato trimetrum citat, haud dubium quin vulgo iactatum, quandoquidem auctoris nomen tacet: Καί ἄσκει ὁπόθεν δόξεις φρονεῖν, ἄλλοις τά κομψά ταῦτα ἀφείς, εἵτε ληρήματα χρή φάναι εἷναι εἴτε φλυαρίας, Ἐξ Ὠν κενοῖσιν ἐγκατοικήσεις δόμοις, ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τά μικρά ταῦτα, ἀλλ’ οἸς ἔστι καί βίος καί δόξα καί ἄλλα πολλά ἀγαθά, id est Eaque exerce undecumque videberis sapere, omissis istis ad ostentationem facientibus, sive deliramenta ea vocari decet sive nugas.
117Desiderius Erasmus, Adagia, Chiliades, 4, 3656; 1 (opus 1508)
Βίος ἀκανθώδης, id est vita spinosa, aspera, dura ac prisca, qualem agebant illi quibus glandes erant loco placentarum.
118Desiderius Erasmus, Adagia, Chiliades, 4, 3740; 4 (opus 1508)
Κύκλωπος βίος alibi nobis dictus est.
119Desiderius Erasmus, Adagia, Chiliades, 4, 3974; 1 (opus 1508)
Παρεπιδημία τίς ἐστιν ὁ βίος, id est Peregrinatio quaedam est vita.
120Flauius Sosipater Charisius, Ars, p. 455, l. 49 (auctor c.362)
uita βίος.
121Gregorius I, Dialogi, 77, 0215A (auctor 540-604)
Ἀρέσκειν ὁμολογῶ κατὰ πάντα ὅπερ λέγεις· ἰδοὺ γὰρ ἀσφαλῶς ἐπέγνων, ὅτι ὁ βίος καὶ οὐ τὰ σημεῖα ζητοῦνται· καὶ αὐτὰ γὰρ τὰ γινόμενα σημεῖα τοῦ ἐναρέτου βίου ἀπόδειξιν φέρουσιν· δυσωπῶ οὖν, ἐὰν ἀκμήν τινα ὑπολείπονται, φανερά μοι ταῦτα γενέσθαι ὅπως λιμώττοντά με ἐν τοῖς ἀγαθοῖς ὑποδείγμασι διαθρέψῃς.
122Gregorius I, Prolegomena, 66, 0153 (auctor 540-604)
Ἡνίκα δὴ μηδαμῶς αὐτῶ ἀποκρινόμενον τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐθεάσατο, εὐθέως ταῖς κατὰ αὐτοῦ λοιδορίαις τὴν μιαρωτάτην αὐτοῦ ἐκίνησε γλῶτταν, καὶ τὸν τοῦ Θεοῦ φίλον ταῖς ὕβρεσιν ἔβαλλεν· εἶτα πάλιν ἐφώνει τὸν ἅγιον λέγων, « Βενέδικτε, Βενέδικτε » · αὐτοῦ δὲ μὴ ἀποκρινομένου, παραυτὰ προσθεὶς ἔλεγε· « Κατηραμένε, καὶ οὐκ εὐλογημένε, τί ἔχεις μετ' ἐμοῦ; τί με καταδιώκεις; » Ὑπομνητέα εἰσὶν ὄντως τὰ κατὰ τὸν δοῦλον τοῦ Θεοῦ προς τὸν ἀρχαῖον ἐχθρὸν νὲα ἀγωνίσματα, ᾧ τινι πολέμους τοιούτους παρήγαγεν· ἀλλὰ τῇ ὑποθέσει τῆς νίκης διηκόνησεν ὁ βίος [Forte βίαιος].
123Herodotus, Historiae, 1, 31, 2; 3 (auctor c.484BC-425BC)
τούτοισι γὰρ ἐοῦσι γένος Ἀργείοισι βίος τε ἀρκέων ὑπῆν, καὶ πρὸς τούτῳ ῥώμη σώματος τοιήδε· ἀεθλοφόροι τε ἀμφότεροι ὁμοίως ἦσαν, καὶ δὴ καὶ λέγεται ὅδε ὁ λόγος.
124Herodotus, Historiae, 7, 28, 3; 4 (auctor c.484BC-425BC)
καὶ τούτοισί σε ἐγὼ δωρέομαι, αὐτῷ δέ μοι ἀπὸ ἀνδραπόδων τε καὶ γεωπέδων ἀρκέων ἐστὶ βίος.
125Herodotus, Historiae, 7, 46, 2; 3 (auctor c.484BC-425BC)
» ὁ δὲ εἶπε « ἐσῆλθε γάρ με λογισάμενον κατοικτεῖραι ὡς βραχὺς εἴη ὁ πᾶς ἀνθρώπινος βίος, εἰ τούτων γε ἐόντων τοσούτων οὐδεὶς ἐς ἑκατοστὸν ἔτος περιέσται.
126Hesiodus, Opera et dies, 11; 7 (auctor fl.c.700BC)
ὤρη γάρ τ' ὀλίγη πέλεται νεικέων τ' ἀγορέων τε, ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
127Hesiodus, Opera et dies, 479; 7 (auctor fl.c.700BC)
ἐλπὶς δ' οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
128Hesiodus, Opera et dies, 571; 2 (auctor fl.c.700BC)
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
129Hieronymus Stridonensis, Commentaria in Epistolam ad Ephesios, 2, IV; 49 (auctor 340-420)
Vel certe unum corpus, ad vitam refertur et opera quae Graece dicuntur πρακτικὸς βίος: et unus spiritus.
130Homerus, Ilias, 4, 85; 12 (auctor fl.700BC)
αὐτάρ ἐπεί δή κυκλοτερές μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρή δέ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστός ὀξυβελής καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
131Homerus, Ilias, 11, 368; 5 (auctor fl.700BC)
τόν δ' οὐ ταρβήσας προσέφη κρατερός Διομήδης· τοξότα λωβητήρ κέρᾳ ἀγλαέ παρθενοπῖπα εἰ μέν δή ἀντίβιον σύν τεύχεσι πειρηθείης, οὐκ ἄν τοι χραίσμῃσι βιός καί ταρφέες ἰοί· νῦν δέ μ' ἐπιγράψας ταρσόν ποδός εὔχεαι αὔτως.
132Homerus, Odyssea, 6, 251; 6 (auctor fl.700BC)
οὐ γάρ Φαιήκεσσι μέλει βιός οὐδέ φαρέτρη, ἀλλ' ἱστοί καί ἐρετμά νεῶν καί νῆες ἐῖσαι, ᾗσιν ἀγαλλόμενοι πολιήν περόωσι θάλασσαν.
133Homerus, Odyssea, 22, 210; 9 (auctor fl.700BC)
μνηστῆρας δ' ὤτρυνε Δαμαστορίδης Ἀγέλαος, Εὐρύνομός τε καί Ἀμφιμέδων Δημοπτόλεμός τε, Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων· οἱ γάρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι, ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο· τούς δ' ἤδη ἐδάμασσε βιός καί ταρφέες ἰοί.
134Iustinianus I Augustus, Adversus Origenem, 69, 0197D (auctor c.482–565)
Εἰ γὰρ διά τινος κακίας ἀποσπασθεῖσα τῆς ὑψηλοτέρας ἡ ψυχὴ πολιτεὶας ἄνθρωπος γίνεται, ἐμπαθέστερος δὲ πάντως ὁ ἐν σαρκὶ βίος ὡμολόγηται παρὰ τὸν τῶν ἀϊδίων καὶ ἀσωμάτων, ἀνάγκη πᾶσα τὴν ἐν τῷ τοιούτῳ γινομένην βίῳ, ἐν ᾧ καὶ πλείους αἱ πρὸς τὸ ἁμαρτάνειν εἰσὶν ἀφορμαὶ, ἐν πλείονί τε κακίᾳ γίνεσθαι, καὶ ἐμπαθέστερον διατεθῆναι· ἀνθρωπίνης δὲ ψυχῆς πάθος ἡ πρὸς τὸ ἄλογόν ἐστιν ὁμοίωσις· τούτῳ δὲ προσοικειωθεῖσαν αὐτὴν εἰς κτηνώδη φύσιν μεταῤῥυῆναι· ἅπαξ δὲ διὰ κακίας ὁδεύουσαν, μηδὲ ἐν ἀλόγῳ γενομένην τῆς ἐπὶ τὸ κακὸν προόδου λήξειν ποτέ.
135Macrobius Theodosius, De verborum Graeci et Latini differentiis vel societatibus excerpta, p. 633, l. 37 (auctor c.420)
per intellectum uerba deficiunt omnia quae dicuntur πεποιημένα, id est quae ad similitudinem soni alicuius expressa sunt, ut λίγξε βιός, σίζε ὀφθαλμός et similia.
136Macrobius Theodosius, Iohannis (Scoti) defloratio de Macrobio, p. 628, l. 25 (auctor c.420)
intellectu deficiunt illa quae dicuntur πεποιημένα, id est quae ad similitudinem soni alicuius expressa sunt, ut λίγξε βιός, σίζε ὀφθαλμός et similia.
137Macrobius Theodosius, Saturnalia, p7, 8; 12 (auctor c.420)
Sed si, ut quidam putant, tuba a sonitu lituus appellata est, ex illo Homeri versu, λίγξε βιός, necesse est ut virga auguralis a tubae similitudine lituus vocetur.
138Markos monachos, Florilegium et opuscula, Florilegium, 39; 1 (auctor fl.1260)
Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος, Ὁ μικρὸς οὗτος καὶ πολύτροπος βίος.
139Martinus I, Epistolae, 87, 0170A
Ἀεἰ μὲν πᾶς ὁ τῶν ἀνθρώπων βίος, διὰ τὴν ἐκ παραβάσεως τοῦ προπάτορος Ἀδὰμ καταδίκην, οὐκ ἐν ἑτέροις ὑπάρχων γνωρίζεται παντελῶς, εἰ μή ἐν στεναγμοῖς τε καὶ δάκρυσιν· ἐξαιρέτως δὲ νῦν διὰ τὴν πλημμύραν τῶν ἁμαρτημάτων, καὶ τὴν δι' αὐτὰ τῶν σφωδροτέρων ἐπαγωγὴν παιδευμάτων· ἐπειδὴ τῇ ἀνοίᾳ τοῦ παραπτώματος, τὴν ἰατρείαν ἡμῖν τοῦ σωφρονιστικοῦ παιδεύματος συνέζευξε φιλανθρώπως ὁ Κύριος.
140Martinus I, Epistolae, 87, 0174B
Οὐδὲν γὰρ οὕτως πρὸς δοξολογίαν αὐτοῦ συγκινεῖν εἴωθεν ἅπαντας, ὡς βίος ἀμόλυντος ταῖς ἀρεταῖς φαιδρύνομενος.
141Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 198; 1 (auctor 1606-1681)
Στιγμὴ χρόνου πᾶς ἐστιν ὁ βίος .
142Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 198; 19 (auctor 1606-1681)
Παρεπιδημία ὁ βίος .
143Plato, Apologia, p1, 37; 9 (auctor c.425BC-347BC)
καλὸς οὖν ἄν μοι ὁ βίος εἴη ἐξελθόντι τηλικῷδε ἀνθρώπῳ ἄλλην ἐξ ἄλλης πόλεως ἀμειβομένῳ καὶ ἐξελαυνομένῳ ζῆν.
144Plato, Apologia, p1, 38; 1 (auctor c.425BC-347BC)
ἡσυχίαν ἄγειν, οὐ πείσεσθέ μοι ὡς εἰρωνευομένῳ· ἐάντ' αὖ λέγω ὅτι καὶ τυγχάνει μέγιστον ἀγαθὸν ὂν ἀνθρώπῳ τοῦτο, ἑκάστης ἡμέρας περὶ ἀρετῆς τοὺς λόγους ποιεῖσθαι καὶ τῶν ἄλλων περὶ ὧν ὑμεῖς ἐμοῦ ἀκούετε διαλεγομένου καὶ ἐμαυτὸν καὶ ἄλλους ἐξετάζοντος, ὁ δὲ ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ, ταῦτα δ' ἔτι ἧττον πείσεσθέ μοι λέγοντι.
145Plato, Charmides, p1, 160; 6 (auctor c.425BC-347BC)
οὐκ ἄρα ἡσυχιότης τις ἡ σωφροσύνη ἂν εἴη, οὐδ' ἡσύχιος ὁ σώφρων βίος, ἔκ γε τούτου τοῦ λόγου, ἐπειδὴ καλὸν αὐτὸν δεῖ εἶναι σώφρονα ὄντα.
146Plato, Charmides, p1, 160; 8 (auctor c.425BC-347BC)
εἰ δ' οὖν, ὦ φίλε, ὅτι μάλιστα μηδὲν ἐλάττους αἱ ἡσύχιοι τῶν σφοδρῶν τε καὶ ταχειῶν πράξεων τυγχάνουσιν καλλίους οὖσαι, οὐδὲ ταύτῃ σωφροσύνη ἂν εἴη μᾶλλόν τι τὸ ἡσυχῇ πράττειν ἢ τὸ σφόδρα τε καὶ ταχέως, οὔτε ἐν βαδισμῷ οὔτε ἐν λέξει οὔτε ἄλλοθι οὐδαμοῦ, οὐδὲ ὁ ἡσύχιος βίος [κόσμιος] τοῦ μὴ ἡσυχίου σωφρονέστερος ἂν εἴη, ἐπειδὴ ἐν τῷ λόγῳ τῶν καλῶν τι ἡμῖν ἡ σωφροσύνη ὑπετέθη, καλὰ δὲ οὐχ ἧττον τὰ ταχέα τῶν ἡσυχίων πέφανται.
147Plato, Epistolae, 1f, 326; 3 (auctor c.425BC-347BC)
ἐλθόντα δέ με ὁ ταύτῃ λεγόμενος αὖ βίος εὐδαίμων, Ἰταλιωτικῶν τε καὶ Συρακουσίων τραπεζῶν πλήρης, οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ, καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ· ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ' ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο – οὐχ οὕτως θαυμαστῇ φύσει κραθήσεται – σώφρων δὲ οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι, καὶ δὴ καὶ περὶ τῆς ἄλλης ἀρετῆς ὁ αὐτὸς λόγος ἂν εἴη, πόλις τε οὐδεμία ἂν ἠρεμήσαι κατὰ νόμους οὐδ' οὑστινασοῦν ἀνδρῶν οἰομένων ἀναλίσκειν μὲν δεῖν πάντα εἰς ὑπερβολάς, ἀργῶν δὲ εἰς ἅπαντα ἡγουμένων αὖ δεῖν γίγνεσθαι πλὴν ἐς εὐωχίας καὶ πότους καὶ ἀφροδισίων σπουδὰς διαπονουμένας· ἀναγκαῖον δὲ εἶναι ταύτας τὰς πόλεις τυραννίδας τε καὶ ὀλιγαρχίας καὶ δημοκρατίας μεταβαλλούσας μηδέποτε λήγειν, δικαίου δὲ καὶ ἰσονόμου πολιτείας τοὺς ἐν αὐταῖς δυναστεύοντας μηδ' ὄνομα ἀκούοντας ἀνέχεσθαι.
148Plato, Gorgias, p1, 481; 5 (auctor c.425BC-347BC)
εἰπέ μοι, ὦ Σώκρατες, πότερόν σε θῶμεν νυνὶ σπουδάζοντα ἢ παίζοντα· εἰ μὲν γὰρ σπουδάζεις τε καὶ τυγχάνει ταῦτα ἀληθῆ ὄντα ἃ λέγεις, ἄλλο τι ἢ ἡμῶν ὁ βίος ἀνατετραμμένος ἂν εἴη τῶν ἀνθρώπων καὶ πάντα τὰ ἐναντία πράττομεν, ὡς ἔοικεν, ἢ ἃ δεῖ· Σωκράτης ὦ Καλλίκλεις, εἰ μή τι ἦν τοῖς ἀνθρώποις πάθος, τοῖς μὲν ἄλλο τι, τοῖς δὲ ἄλλο τι [ἢ] τὸ αὐτό, ἀλλά τις ἡμῶν ἴδιόν τι ἔπασχεν πάθος ἢ οἱ ἄλλοι, οὐκ ἂν ἦν ῥᾴδιον ἐνδείξασθαι τῷ ἑτέρῳ τὸ ἑαυτοῦ πάθημα.
149Plato, Gorgias, p1, 486; 4 (auctor c.425BC-347BC)
ἀλλ' ὠγαθέ, ἐμοὶ πείθου, παῦσαι δὲ ἐλέγχων, πραγμάτων δ' εὐμουσίαν ἄσκει , καὶ ἄσκει ὁπόθεν δόξεις φρονεῖν, ἄλλοις τὰ κομψὰ ταῦτα ἀφείς , εἴτε ληρήματα χρὴ φάναι εἶναι εἴτε φλυαρίας, ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις · ζηλῶν οὐκ ἐλέγχοντας ἄνδρας τὰ μικρὰ ταῦτα, ἀλλ' οἷς ἔστιν καὶ βίος καὶ δόξα καὶ ἄλλα πολλὰ ἀγαθά.
150Plato, Gorgias, p1, 492; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλὰ μὲν δὴ καὶ ὥς γε σὺ λέγεις δεινὸς ὁ βίος.
151Plato, Gorgias, p1, 494; 17 (auctor c.425BC-347BC)
καὶ τούτων τοιούτων ὄντων κεφάλαιον, ὁ τῶν κιναίδων βίος, οὗτος οὐ δεινὸς καὶ αἰσχρὸς καὶ ἄθλιος· ἢ τούτους τολμήσεις λέγειν εὐδαίμονας εἶναι, ἐὰν ἀφθόνως ἔχωσιν ὧν δέονται· Καλλίκλης οὐκ αἰσχύνῃ εἰς τοιαῦτα ἄγων, ὦ Σώκρατες, τοὺς λόγους· Σωκράτης ἦ γὰρ ἐγὼ ἄγω ἐνταῦθα, ὦ γενναῖε, ἢ ἐκεῖνος ὃς ἂν φῇ ἀνέδην οὕτω τοὺς χαίροντας, ὅπως ἂν χαίρωσιν,
152Plato, Leges, 1a, 662; 5 (auctor c.425BC-347BC)
φέρε γάρ, ὦ πρὸς Διός τε καὶ Ἀπόλλωνος, ὦ ἄριστοι τῶν ἀνδρῶν, εἰ τοὺς νομοθετήσαντας ὑμῖν αὐτοὺς τούτους ἐροίμεθα θεούς· «ἆρ' ὁ δικαιότατός ἐστιν βίος ἥδιστος, ἢ δύ' ἐστόν τινε βίω, οἷν ὁ μὲν ἥδιστος ὢν τυγχάνει, δικαιότατος δ' ἕτερος·» εἰ δὴ δύο φαῖεν, ἐροίμεθ' ἂν ἴσως αὐτοὺς πάλιν, εἴπερ ὀρθῶς ἐπανερωτῷμεν· «ποτέρους δὲ εὐδαιμονεστέρους χρὴ λέγειν, τοὺς τὸν δικαιότατον ἢ τοὺς τὸν ἥδιστον διαβιοῦντας βίον·» εἰ μὲν δὴ φαῖεν τοὺς τὸν ἥδιστον, ἄτοπος αὐτῶν ὁ λόγος ἂν γίγνοιτο.
153Plato, Leges, 1b, 695; 8 (auctor c.425BC-347BC)
τὸ δ' αἴτιον οὐ τύχης, ὡς ὁ ἐμὸς λόγος, ἀλλ' ὁ κακὸς βίος ὃν οἱ τῶν
154Plato, Leges, 1f, 807; 3 (auctor c.425BC-347BC)
ἔργον δὲ δὴ τοῖς οὕτω ζῶσίν φαμεν οὐ τὸ σμικρότατον οὐδὲ τὸ φαυλότατον λείπεσθαι, μέγιστον δὲ πάντων εἶναι προστεταγμένον ὑπὸ δικαίου νόμου· τοῦ γὰρ πᾶσαν τῶν ἄλλων πάντων ἔργων βίου ἀσχολίαν παρασκευάζοντος, τοῦ Πυθιάδος τε καὶ Ὀλυμπιάδος νίκης ὀρεγομένου, διπλασίας τε καὶ ἔτι πολλῷ πλέονος ἀσχολίας ἐστὶν γέμων ὁ περὶ τὴν τοῦ σώματος πάντως καὶ ψυχῆς εἰς ἀρετῆς ἐπιμέλειαν βίος εἰρημένος ὀρθότατα.
155Plato, Leges, 1g, 829; 2 (auctor c.425BC-347BC)
τούτοιν δὲ τὸ μὲν οὐ πάνυ χαλεπόν, τοῦ δὲ μὴ ἀδικεῖσθαι κτήσασθαι δύναμιν παγχάλεπον, καὶ οὐκ ἔστιν αὐτὸ τελέως σχεῖν ἄλλως ἢ τελέως γενόμενον ἀγαθόν· ταὐτὸν δὴ τοῦτο ἔστι καὶ πόλει ὑπάρχειν, γενομένῃ μὲν ἀγαθῇ βίος εἰρηνικός, πολεμικὸς δὲ ἔξωθέν τε καὶ ἔνδοθεν, ἂν ᾖ κακή.
156Plato, Leges, 1g, 842; 7 (auctor c.425BC-347BC)
βίος δὴ ἄλλαις μὲν πόλεσιν παντοδαπῶς ἂν καὶ πολλαχόθεν εἴη, μάλιστα δὲ ἐκ διπλασίων ἢ τούτοις· ἐκ γῆς γὰρ καὶ ἐκ θαλάττης τοῖς πλείστοις τῶν Ἑλλήνων ἐστὶ κατεσκευασμένα τὰ περὶ τὴν τροφήν, τούτοις δὲ μόνον ἐκ γῆς.
157Plato, Phaedo, p1, 108; 8 (auctor c.425BC-347BC)
ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχ ἡ Γλαύκου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ' ἐστίν· ὡς μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην, καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ' ἂν οἷός τε εἴην, ἅμα δέ, εἰ καὶ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμός, ὦ Σιμμία, τῷ μήκει τοῦ λόγου οὐκ ἐξαρκεῖν.
158Plato, Phaedrus, p1, 248; 1 (auctor c.425BC-347BC)
καὶ οὗτος μὲν θεῶν βίος· αἱ δὲ ἄλλαι ψυχαί, ἡ μὲν ἄριστα θεῷ ἑπομένη καὶ εἰκασμένη ὑπερῆρεν εἰς τὸν ἔξω τόπον τὴν τοῦ ἡνιόχου κεφαλήν, καὶ συμπεριηνέχθη τὴν περιφοράν, θορυβουμένη ὑπὸ τῶν ἵππων καὶ μόγις καθορῶσα τὰ ὄντα· ἡ δὲ τοτὲ μὲν ἦρεν, τοτὲ δ' ἔδυ, βιαζομένων δὲ τῶν ἵππων τὰ μὲν εἶδεν, τὰ δ' οὔ.
159Plato, Philebus, p1, 21; 9 (auctor c.425BC-347BC)
ἔστι ταῦτα, ἢ παρὰ ταῦτα ἔχομεν ἄλλα διανοηθῆναι· Πρώταρχος καὶ πῶς· Σωκράτης ἆρ' οὖν αἱρετὸς ἡμῖν βίος ὁ τοιοῦτος· Πρώταρχος εἰς ἀφασίαν παντάπασί με, ὦ Σώκρατες, οὗτος ὁ λόγος ἐμβέβληκε τὰ νῦν.
160Plato, Philebus, p1, 21; 12 (auctor c.425BC-347BC)
Πρώταρχος οὐδέτερος ὁ βίος, ὦ Σώκρατες, ἔμοιγε τούτων αἱρετός, οὐδ' ἄλλῳ μή ποτε, ὡς ἐγᾦμαι, φανῇ.
161Plato, Philebus, p1, 22; 10 (auctor c.425BC-347BC)
τούτου δὴ πέρι καὶ μᾶλλον ἔτι πρὸς Φίληβον διαμαχοίμην ἂν ὡς ἐν τῷ μεικτῷ τούτῳ βίῳ, ὅτι ποτ' ἔστι τοῦτο ὃ λαβὼν ὁ βίος οὗτος γέγονεν αἱρετὸς ἅμα καὶ ἀγαθός, οὐχ ἡδονὴ ἀλλὰ νοῦς τούτῳ συγγενέστερον καὶ ὁμοιότερόν ἐστι, καὶ κατὰ τοῦτον τὸν λόγον οὔτ' ἂν τῶν πρωτείων οὐδ' αὖ τῶν δευτερείων ἡδονῇ μετὸν ἀληθῶς ἄν ποτε λέγοιτο· πορρωτέρω δ' ἐστὶ τῶν τριτείων, εἴ τι τῷ ἐμῷ νῷ δεῖ πιστεύειν ἡμᾶς τὰ νῦν.
162Plato, Philebus, p1, 27; 13 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους· Πρώταρχος πῶς γὰρ οὔ· Σωκράτης καὶ μέρος γ' αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους· οὐ γὰρ [ὁ] δυοῖν τινοῖν ἐστι [μικτὸς ἐκεῖνος] ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτ' ἄν.
163Plato, Philebus, p1, 43; 13 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν ὁ νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι.
164Plato, Philebus, p1, 43; 21 (auctor c.425BC-347BC)
Σωκράτης τὸ δὴ μηδέτερα τούτων ἔσθ' ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος· Πρώταρχος καὶ πῶς ἄν· Σωκράτης οὐδ' ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτ' εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτ' εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.
165Plato, Philebus, p1, 62; 6 (auctor c.425BC-347BC)
Σωκράτης ἦ καὶ μουσικήν, ἣν ὀλίγον ἔμπροσθεν ἔφαμεν στοχάσεώς τε καὶ μιμήσεως μεστὴν οὖσαν καθαρότητος ἐνδεῖν· Πρώταρχος ἀναγκαῖον φαίνεται ἔμοιγε, εἴπερ γε ἡμῶν ὁ βίος ἔσται καὶ ὁπωσοῦν ποτε βίος.
166Plato, Politicus, p1, 299; 5 (auctor c.425BC-347BC)
ταῦτα δὴ περί τε ταύτας τὰς ἐπιστήμας εἰ γίγνοιτο οὕτως ὡς λέγομεν, ὦ Σώκρατες, καὶ στρατηγικῆς καὶ συμπάσης ἡστινοσοῦν θηρευτικῆς καὶ γραφικῆς ἢ συμπάσης μέρος ὁτιοῦν μιμητικῆς καὶ τεκτονικῆς καὶ συνόλης ὁποιασοῦν σκευουργίας ἢ καὶ γεωργίας καὶ τῆς περὶ τὰ φυτὰ συνόλης τέχνης, ἢ καί τινα ἱπποφορβίαν αὖ κατὰ συγγράμματα θεασαίμεθα γιγνομένην ἢ σύμπασαν ἀγελαιοκομικὴν ἢ μαντικὴν ἢ πᾶν ὅτι μέρος διακονικὴ περιείληφεν, ἢ πεττείαν ἢ σύμπασαν ἀριθμητικὴν ψιλὴν εἴτε ἐπίπεδον εἴτ' ἐν βάθεσιν εἴτ' ἐν τάχεσιν οὖσάν που, – περὶ ἅπαντα ταῦτα οὕτω πραττόμενα τί ποτ' ἂν φανείη, κατὰ συγγράμματα γιγνόμενα καὶ μὴ κατὰ τέχνην· Νεώτερος Σωκράτης δῆλον ὅτι πᾶσαί τε αἱ τέχναι παντελῶς ἂν ἀπόλοιντο ἡμῖν, καὶ οὐδ' εἰς αὖθις γένοιντ' ἄν ποτε διὰ τὸν ἀποκωλύοντα τοῦτον ζητεῖν νόμον· ὥστε ὁ βίος, ὢν καὶ νῦν χαλεπός, εἰς τὸν χρόνον ἐκεῖνον ἀβίωτος γίγνοιτ' ἂν τὸ παράπαν.
167Plato, Protagoras, p1, 326; 2 (auctor c.425BC-347BC)
οἵ τ' αὖ κιθαρισταί, ἕτερα τοιαῦτα, σωφροσύνης τε ἐπιμελοῦνται καὶ ὅπως ἂν οἱ νέοι μηδὲν κακουργῶσιν· πρὸς δὲ τούτοις, ἐπειδὰν κιθαρίζειν μάθωσιν, ἄλλων αὖ ποιητῶν ἀγαθῶν ποιήματα διδάσκουσι μελοποιῶν, εἰς τὰ κιθαρίσματα ἐντείνοντες, καὶ τοὺς ῥυθμούς τε καὶ τὰς ἁρμονίας ἀναγκάζουσιν οἰκειοῦσθαι ταῖς ψυχαῖς τῶν παίδων, ἵνα ἡμερώτεροί τε ὦσιν, καὶ εὐρυθμότεροι καὶ εὐαρμοστότεροι γιγνόμενοι χρήσιμοι ὦσιν εἰς τὸ λέγειν τε καὶ πράττειν· πᾶς γὰρ ὁ βίος τοῦ ἀνθρώπου εὐρυθμίας τε καὶ εὐαρμοστίας δεῖται.
168Plato, Respublica, 1a, 358; 6 (auctor c.425BC-347BC)
οὑτωσὶ οὖν ποιήσω, ἐὰν καὶ σοὶ δοκῇ· ἐπανανεώσομαι τὸν Θρασυμάχου λόγον, καὶ πρῶτον μὲν ἐρῶ δικαιοσύνην οἷον εἶναί φασιν καὶ ὅθεν γεγονέναι, δεύτερον δὲ ὅτι πάντες αὐτὸ οἱ ἐπιτηδεύοντες ἄκοντες ἐπιτηδεύουσιν ὡς ἀναγκαῖον ἀλλ' οὐχ ὡς ἀγαθόν, τρίτον δὲ ὅτι εἰκότως αὐτὸ δρῶσι· πολὺ γὰρ ἀμείνων ἄρα ὁ τοῦ ἀδίκου ἢ ὁ τοῦ δικαίου βίος, ὡς λέγουσιν.
169Plato, Respublica, 1a, 361; 10 (auctor c.425BC-347BC)
ὄντοιν δὲ τοιούτοιν, οὐδὲν ἔτι, ὡς ἐγᾦμαι, χαλεπὸν ἐπεξελθεῖν τῷ λόγῳ οἷος ἑκάτερον βίος ἐπιμένει.
170Plato, Respublica, 1a, 365; 3 (auctor c.425BC-347BC)
καὶ ἐμαυτὸν οὕτω περιφράξας διαβιῶ· τὰ μὲν γὰρ λεγόμενα δικαίῳ μὲν ὄντι μοι, ἐὰν μὴ καὶ δοκῶ ὄφελος οὐδέν φασιν εἶναι, πόνους δὲ καὶ ζημίας φανεράς· ἀδίκῳ δὲ δόξαν δικαιοσύνης παρεσκευασμένῳ θεσπέσιος βίος λέγεται.
171Plato, Respublica, 1b, 407; 4 (auctor c.425BC-347BC)
Φωκυλίδου γάρ, ἦν δ' ἐγώ, οὐκ ἀκούεις πῶς φησι δεῖν, ὅταν τῳ ἤδη βίος ᾖ, ἀρετὴν ἀσκεῖν.
172Plato, Respublica, 1d, 450; 8 (auctor c.425BC-347BC)
μέτρον δέ γ', ἔφη, ὦ Σώκρατες, ὁ Γλαύκων, τοιούτων λόγων ἀκούειν ὅλος ὁ βίος νοῦν ἔχουσιν.
173Plato, Respublica, 1d, 465; 16 (auctor c.425BC-347BC)
νίκην τε γὰρ νικῶσι συμπάσης τῆς πόλεως σωτηρίαν, τροφῇ τε καὶ τοῖς ἄλλοις πᾶσιν ὅσων βίος δεῖται αὐτοί τε καὶ παῖδες ἀναδοῦνται, καὶ γέρα δέχονται παρὰ τῆς αὑτῶν πόλεως ζῶντές τε καὶ τελευτήσαντες ταφῆς ἀξίας μετέχουσιν.
174Plato, Respublica, 1d, 466; 2 (auctor c.425BC-347BC)
τί οὖν· νῦν ἡμῖν ὁ τῶν ἐπικούρων βίος, εἴπερ τοῦ γε τῶν Ὀλυμπιονικῶν πολύ τε καλλίων καὶ ἀμείνων φαίνεται, μή πῃ κατὰ τὸν τῶν σκυτοτόμων φαίνεται βίον ἤ τινων ἄλλων δημιουργῶν ἢ τὸν τῶν γεωργῶν· οὔ μοι δοκεῖ, ἔφη.
175Plato, Respublica, 1d, 466; 3 (auctor c.425BC-347BC)
ἀλλὰ μέντοι, ὅ γε καὶ ἐκεῖ ἔλεγον, δίκαιον καὶ ἐνταῦθα εἰπεῖν, ὅτι εἰ οὕτως ὁ φύλαξ ἐπιχειρήσει εὐδαίμων γίγνεσθαι, ὥστε μηδὲ φύλαξ εἶναι, μηδ' ἀρκέσει αὐτῷ βίος οὕτω μέτριος καὶ βέβαιος καὶ ὡς ἡμεῖς φαμεν ἄριστος, ἀλλ' ἀνόητός τε καὶ μειρακιώδης δόξα ἐμπεσοῦσα εὐδαιμονίας πέρι ὁρμήσει αὐτὸν διὰ δύναμιν ἐπὶ τὸ ἅπαντα τὰ ἐν τῇ πόλει οἰκειοῦσθαι, γνώσεται τὸν Ἡσίοδον ὅτι τῷ ὄντι ἦν σοφὸς λέγων πλέον εἶναί πως ἥμισυ παντός.
176Plato, Respublica, 1e, 484; 3 (auctor c.425BC-347BC)
οὐ φαίνεται, εἶπον· ἐμοὶ γοῦν ἔτι δοκεῖ ἂν βελτιόνως φανῆναι εἰ περὶ τούτου μόνου ἔδει ῥηθῆναι, καὶ μὴ πολλὰ τὰ λοιπὰ διελθεῖν μέλλοντι κατόψεσθαι τί διαφέρει βίος δίκαιος ἀδίκου.
177Plato, Respublica, 1h, 575; 1 (auctor c.425BC-347BC)
ἀλλὰ τυραννικῶς ἐν αὐτῷ ὁ Ἔρως ἐν πάσῃ ἀναρχίᾳ καὶ ἀνομίᾳ ζῶν, ἅτε αὐτὸς ὢν μόναρχος, τὸν ἔχοντά τε αὐτὸν ὥσπερ πόλιν ἄξει ἐπὶ πᾶσαν τόλμαν, ὅθεν αὑτόν τε καὶ τὸν περὶ αὑτὸν θόρυβον θρέψει, τὸν μὲν ἔξωθεν εἰσεληλυθότα ἀπὸ κακῆς ὁμιλίας, τὸν δ' ἔνδοθεν ὑπὸ τῶν αὐτῶν τρόπων καὶ ἑαυτοῦ ἀνεθέντα καὶ ἐλευθερωθέντα· ἢ οὐχ οὗτος ὁ βίος τοῦ τοιούτου· οὗτος μὲν οὖν, ἔφη.
178Plato, Respublica, 1h, 581; 13 (auctor c.425BC-347BC)
τὸν δὲ φιλόσοφον, ἦν δ' ἐγώ, τί οἰώμεθα τὰς ἄλλας ἡδονὰς νομίζειν πρὸς τὴν τοῦ εἰδέναι τἀληθὲς ὅπῃ ἔχει καὶ ἐν τοιούτῳ τινὶ ἀεὶ εἶναι μανθάνοντα· [τῆς ἡδονῆς] οὐ πάνυ πόρρω· καὶ καλεῖν τῷ ὄντι ἀναγκαίας, ὡς οὐδὲν τῶν ἄλλων δεόμενον, εἰ μὴ ἀνάγκη ἦν· εὖ, ἔφη, δεῖ εἰδέναι· ὅτε δὴ οὖν, εἶπον, ἀμφισβητοῦνται ἑκάστου τοῦ εἴδους αἱ ἡδοναὶ καὶ αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῆν μηδὲ τὸ χεῖρον καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ
179Plato, Respublica, 1h, 583; 1 (auctor c.425BC-347BC)
τριῶν ἄρ' οὐσῶν τῶν ἡδονῶν ἡ τούτου τοῦ μέρους τῆς ψυχῆς ᾧ μανθάνομεν ἡδίστη ἂν εἴη, καὶ ἐν ᾧ ἡμῶν τοῦτο ἄρχει, ὁ τούτου βίος ἥδιστος· πῶς δ' οὐ μέλλει· ἔφη· κύριος γοῦν ἐπαινέτης ὢν ἐπαινεῖ τὸν ἑαυτοῦ βίον ὁ φρόνιμος.
180Plato, Respublica, 1i, 619; 2 (auctor c.425BC-347BC)
καὶ δὴ οὖν καὶ τότε ὁ ἐκεῖθεν ἄγγελος ἤγγελλε τὸν μὲν προφήτην οὕτως εἰπεῖν· «καὶ τελευταίῳ ἐπιόντι, ξὺν νῷ ἑλομένῳ, συντόνως ζῶντι κεῖται βίος ἀγαπητός, οὐ κακός.
181Plotinus, Enneades, 1, 2, 7; 6 (auctor c.205-270)
Ὁ μὲν δὴ προηγούμενος τοῦ σπουδαίου βίος οὗτος.
182Plotinus, Enneades, 1, 4, 4; 10 (auctor c.205-270)
Αὐτάρκης οὖν ὁ βίος τῷ οὕτως ζωὴν ἔχοντι· καὶ σπουδαῖος ἧι, αὐτάρκης εἰς εὐδαιμονίαν καὶ εἰς κτῆσιν ἀγαθοῦ· οὐδὲν γάρ ἐστιν ἀγαθὸν ὃ μὴ ἔχει.
183Plotinus, Enneades, 1, 4, 6; 2 (auctor c.205-270)
Ἡ δὲ ζήτησις αὕτη καὶ ἡ βούλησις οὐχὶ τὸ μὴ ἐν τούτῳ εἶναι· ταῦτα γὰρ οὐκ αὐτῇ φύσει, ἀλλὰ παρόντα μόνον φεύγει ὁ λογισμὸς ἀποικονομούμενος ἢ καὶ προσλαμβάνων ζητεῖ· αὐτὴ δὲ ἡ ἔφεσις πρὸς τὸ κρεῖττον αὐτῆς, οὗ ἐγγενομένου ἀποπεπλήρωται καὶ ἔστη, καὶ οὗτος ὁ βουλητὸς ὄντως βίος.
184Plotinus, Enneades, 1, 8, 2; 9 (auctor c.205-270)
Καὶ οὗτος θεῶν ἀπήμων καὶ μακάριος βίος καὶ τὸ κακὸν οὐδαμοῦ ἐνταῦθα καὶ εἰ ἐνταῦθα ἔστη, κακὸν οὐδὲν ἂν ἦν, ἀλλὰ πρῶτον καὶ δεύτερα τἀγαθὰ καὶ τρίτα· περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, καὶ πάντα ἐστὶν ἐκείνου, καὶ δεύτερον περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα.
185Plotinus, Enneades, 2, 3, 3; 9 (auctor c.205-270)
Βίος γὰρ ἑκάστῳ ἐφ᾽ αὑτοῦ, ἑκάστῳ καὶ ἐν τῇ ἐνεργείαι τὸ εὖ· τὸ δὲ οὐ πρὸς ἡμᾶς.
186Plotinus, Enneades, 2, 3, 6; 1 (auctor c.205-270)
Ἄρεα δὲ τόνδε ἢ Ἀφροδίτην θεμένους μοιχείας ποιεῖν, εἰ ὡδὶ εἶεν, ὥσπερ ἐκ τῆς τῶν ἀνθρώπων ἀκολασίας αὐτοὺς ἐμπιπλάντας ὧν πρὸς ἀλλήλους δέονται, πῶς οὐ πολλὴν ἀλογίαν ἔχει; Καὶ τὴν μὲν θέαν αὐτοῖς τὴν πρὸς ἀλλήλους, εἰ οὑτωσὶ θεῷντο, ἡδεῖαν εἶναι, πέρας δὲ αὐτοῖς μηδὲν εἶναι, πῶς ἄν τις παραδέξαιτο; Μυριάδων δὲ ζώιων ἀναριθμήτων γινομένων καὶ οὐσῶν ἑκάστῳ τελεῖν ἀεὶ τὸ τοι[όν]δε, δόξαν αὐτοῖς διδόναι, πλουτεῖν ποιεῖν, πένητας, ἀκολάστους, καὶ τὰς ἐνεργείας ἑκάστων αὐτοὺς τελεῖν, τίς αὐτοῖς ἐστι βίος; Ἢ πῶς δυνατὸν τοσαῦτα ποιεῖν; Τὸ δὲ ἀναφορὰς ζῳδίων ἀναμένειν καὶ τότε τελεῖν, καὶ ὅσαις μοίραις ἀνατέλλει ἕκαστον, ἐνιαυτοὺς εἶναι τοσούτους τῆς ἀναφορᾶς, καὶ οἷον ἐπὶ δακτύλων τίθεσθαι, ὅτε ποιήσουσι, μὴ ἐξεῖναι δ᾽ αὐτοῖς πρὸ τούτων τῶν χρόνων, ὅλως δὲ μηδενὶ ἑνὶ τὸ κύριον τῆς διοικήσεως διδόναι, τούτοις δὲ τὰ πάντα διδόναι, ὥσπερ οὐκ ἐπιστατοῦντος ἑνός, ἀφ᾽ οὗ διηρτῆσθαι τὸ πᾶν, ἑκάστῳ διδόντος κατὰ φύσιν τὸ αὑτοῦ περαίνειν καὶ ἐνεργεῖν τὰ αὑτοῦ συντεταγμένον αὖ μετ᾽ αὐτοῦ, λύοντός ἐστι καὶ ἀγνοοῦντος κόσμου φύσιν ἀρχὴν ἔχοντος καὶ αἰτίαν πρώτην ἐπὶ πάντα ἰοῦσαν.
187Plotinus, Enneades, 2, 9, 9; 1 (auctor c.205-270)
Πλούτους δὲ καὶ πενίας εἴ τις μέμφοιτο καὶ τὸ οὐκ ἴσον ἐν τοῖς τοιούτοις ἅπασι, πρῶτον μὲν ἀγνοεῖ, ὡς ὁ σπουδαῖος ἐν τούτοις τὸ ἴσον οὐ ζητεῖ, οὐδέ τι νομίζει τοὺς πολλὰ κεκτημένους πλέον ἔχειν, οὐδὲ τοὺς δυναστεύοντας τῶν ἰδιωτῶν, ἀλλὰ τὴν τοιαύτην σπουδὴν ἄλλους ἐᾷ ἔχειν, καὶ καταμεμάθηκεν ὡς διττὸς ὁ ἐνθάδε βίος, ὁ μὲν τοῖς σπουδαίοις, ὁ δὲ τοῖς πολλοῖς τῶν ἀνθρώπων, τοῖς μὲν σπουδαίοις πρὸς τὸ ἀκρότατον καὶ τὸ ἄνω, τοῖς δὲ ἀνθρωπικωτέροις διττὸς αὖ ὢν ὁ μὲν μεμνημένος ἀρετῆς μετίσχει ἀγαθοῦ τινος, ὁ δὲ φαῦλος ὄχλος οἷον χειροτέχνης τῶν πρὸς ἀνάγκην τοῖς ἐπιεικεστέροις.
188Plotinus, Enneades, 3, 3, 5; 2 (auctor c.205-270)
Καὶ δὴ καὶ οὑτωσὶ πληγέντα οὕτως ἐφθέγξατο τὰ φωνήεντα, τὰ δὲ σιωπῇ πάσχει καὶ κινεῖται τὰ ἀκόλουθα, καὶ ἐκ τῶν φθόγγων ἁπάντων καὶ ἐκ τῶν παθημάτων καὶ ἐνεργημάτων μία τοῦ ζώιου οἷον φωνὴ καὶ ζωὴ καὶ βίος· καὶ γὰρ καὶ τὰ μόρια διάφορα ὄντα καὶ διάφορον τὴν ἐνέργειαν ἔχοντα· ἄλλο γὰρ ποιοῦσι πόδες, ὀφθαλμοὶ δ᾽ ἄλλο, διάνοια δὲ ἄλλο καὶ νοῦς ἄλλο.
189Plotinus, Enneades, 3, 4, 6; 10 (auctor c.205-270)
Ἢ οὐδὲ βίος αὐταῖς, ἀλλὰ δίκη.
190Plotinus, Enneades, 3, 7, 4; 11 (auctor c.205-270)
Κινδυνεύει γὰρ τοῖς μὲν γενητοῖς ἡ οὐσία εἶναι τὸ ἐκ τοῦ ἐξ ἀρχῆς εἶναι τῆς γενέσεως, μέχριπερ ἂν εἰς ἔσχατον ἥκῃ τοῦ χρόνου, ἐν ὧι μηκέτ ἐστί· τοῦτο δὴ τὸ ἔστιν εἶναι, καί, εἴ τις τοῦτο παρέλοιτο, ἠλαττῶσθαι ὁ βίος· ὥστε καὶ τὸ εἶναι.
191Plotinus, Enneades, 3, 7, 12; 4 (auctor c.205-270)
Εἰ οὖν ἀποστάσης ἐκείνης καὶ ἑνωθείσης ἀνήιρηται χρόνος, δῆλον ὅτι ἡ ταύτης ἀρχὴ πρὸς ταῦτα κινήσεως καὶ οὗτος ὁ βίος τὸν χρόνον γεννᾷ.
192Plotinus, Enneades, 4, 3, 27; 2 (auctor c.205-270)
Τὸ γοῦν εἴδωλον ἐν Ἅιδου Ἡρακλέους – τοῦτο γὰρ καὶ τὸ εἴδωλον, οἶμαι, χρὴ νομίζειν ἡμᾶς – μνημονεύειν τῶν πεπραγμένων πάντων κατὰ τὸν βίον, αὐτοῦ γὰρ μάλιστα καὶ ὁ βίος ἦν.
193Plotinus, Enneades, 4, 3, 32; 5 (auctor c.205-270)
Ὅσῳ δὴ σπεύδει πρὸς τὸ ἄνω, πλειόνων αὐτῇ ἡ λήθη, εἰ μή που πᾶς ὁ βίος αὐτῇ καὶ ἐνταῦθα τοιοῦτος οἷος μόνων τῶν κρειττόνων εἶναι τὰς μνήμας· ἐπεὶ καὶ ἐνταῦθα καλῶς τὸ ἐξιστάμενον τῶν ἀνθρωπείων σπουδασμάτων.
194Plotinus, Enneades, 4, 4, 43; 7 (auctor c.205-270)
Διὸ καὶ πᾶσα πρᾶξις γεγοήτευται καὶ πᾶς ὁ τοῦ πρακτικοῦ βίος· κινεῖται γὰρ πρὸς ταῦτα, ἃ θέλγει αὐτόν.
195Plotinus, Enneades, 4, 4, 44; 7 (auctor c.205-270)
Εἰ δέ τις λέγοι τὰς πράξεις τῶν καλῶν ἀγοητεύτους εἶναι ἢ καὶ τὴν θεωρίαν καλῶν οὖσαν γοητεύεσθαι λεκτέον, εἰ μὲν ὡς ἀναγκαίας καὶ τὰς καλὰς λεγομένας πράξεις πράττοι ἄλλο τὸ ὄντως καλὸν ἔχων, οὐ γεγοήτευται – οἶδε γὰρ τὴν ἀνάγκην καὶ οὐ πρὸς τὸ τῇδε βλέπει, οὐδὲ πρὸς ἄλλα ὁ βίος – ἀλλὰ τῇ τῆς φύσεως τῆς ἀνθρωπίνης βίαι καὶ τῇ πρὸς τὸ ζῆν τῶν ἄλλων ἢ καὶ αὐτοῦ οἰκειώσει – δοκεῖ γὰρ εὔλογον ἴσως μὴ ἐξάγειν ἑαυτὸν διὰ τὴν οἰκείωσιν – [ὅτι] οὕτως ἐγοητεύθη.
196Plotinus, Enneades, 6, 9, 11; 14 (auctor c.205-270)
Καὶ οὗτος θεῶν καὶ ἀνθρώπων θείων καὶ εὐδαιμόνων βίος, ἀπαλλαγὴ τῶν ἄλλων τῶν τῇδε, βίος ἀνήδονος τῶν τῇδε, φυγὴ μόνου πρὸς μόνον.
197Ps Aristoteles, De mundo, 6; 33
Συνεπιμαρτυρεῖ δὲ καὶ ὁ βίος ἅπας, τὴν ἄνω χώραν ἀποδοὺς θεῷ· καὶ γὰρ πάντες οἱ ἄνθρωποι ἀνατείνομεν τὰς χεῖρας εἰς τὸν οὐρανὸν εὐχὰς ποιούμενοι.
198Quintilianus, Institutio Oratoria, 1, 5, 72; 126 (auctor 35-c.96)
Sed minime nobis concessa est ὀνοματοποιία quis enim ferat, si quid simile illis merito laudatis λίγξε βιός et σίζ ὀφθαλμός fingere audeamus?
199Smaragdus S Michaelis, Collectiones in epistolas et evangelia, 102, 0467B (auctor c.760-c.840)
Unus quippe largitor et sanctificator est omnium, vel certe unum corpus ad vitam refertur et opera, quae Graece dicuntur πρακτικός βιός, et unus spiritus ad scientiam et contemplationem, quae proprio versatur in corde, et ab illis dicitur θεωρία .