'βαφή' - search in All Authors, Showing 1 to 7 of 7 hits

1Aristoteles, De sensu et sensibilibus, 1; 197 (auctor 384BC-322BC)
Ὤστ’ ἐστὶ τὸ ὀσφραντὸν κοινόν τι τούτων ἀμφοτέρων, ὃ καὶ τῷ ἁπτῷ ὑπάρχει καὶ τῷ ἀκουστῷ καὶ τῷ διαφανεῖ· διὸ εὐλόγως παρείκασται ξηρότητος ἐν ὑγρῷ καὶ χυτῷ οἷον βαφή τις εἶναι καὶ πλύσις.
2Aristoteles, Problemata, 21; 28 (auctor 384BC-322BC)
ἐξαιρεθέντος δὲ καὶ τριβομένου πάλιν τοῦ σταιτός, τό τε τοῦ ἀλεύρου λειότατον καὶ τοῦ ὑγροῦ γλισχρότατον λειπόμενα μίγνυται μᾶλλον ἑαυτοῖς, διά τε τὸ τοιαῦτα καὶ μᾶλλον γεγονέναι, καὶ διὰ τὴν πύρωσιν· βαφῇ γὰρ ἡ μῖξις αὐτῶν ὁμοία γίνεται, ὥστε γίνεσθαι τὸ ὕστερον τριφθὲν σταῖς ὅμοιον τῷ ἑψομένῳ ἀλεύρῳ.
3Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 5; 30
Οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ· σκῦλα βαμμάτων Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον.
4Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 67; 24
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ.
5Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 31; 26
κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
6Plato, Respublica, 1c, 429; 16 (auctor c.425BC-347BC)
καὶ ὃ μὲν ἂν τούτῳ τῷ τρόπῳ βαφῇ, δευσοποιὸν γίγνεται τὸ βαφέν, καὶ ἡ πλύσις οὔτ' ἄνευ ῥυμμάτων οὔτε μετὰ ῥυμμάτων δύναται αὐτῶν τὸ ἄνθος ἀφαιρεῖσθαι· ἃ δ' ἂν μή, οἶσθα οἷα δὴ γίγνεται, ἐάντέ τις ἄλλα χρώματα βάπτῃ ἐάντε καὶ ταῦτα μὴ προθεραπεύσας.
7Sylvester I, Opera quae exstant, 8, 0814B
Εἰ δέ τισιν ἀδύνατον δοκεῖ ἐν ἑνὶ δύο εἶναί τινα, καὶ ἅμα μὲν κατέχεσθαι, ἅμα δὲ σταυροῦσθαι, καὶ τὸ ἓν τούτων ὑπομένειν τὴν ὕβριν, ἀνθρωπίνῳ ὑποδείγματι τοῦτο ἀποδεῖξαι πειράσομαι· ἡ βασιλικὴ πορφυρὶς, ἔριον ἦν τούτῳ μιγὲν τῆς κογχύλης τὸ αἶμα, χροιὰν πορφυρέαν αὐτῷ παρέσχεν· ὅτε οὖν ἐνηθετο τοῖς δακτύλοις, καὶ ἐκυκλώθετο γενόμενον στήμων, ποῖον ἄρα τὴν στρέψιν ὑπέμενε τὸ ἔριον ἢ ἡ βαφὴ· δῆλον ὅτι τὸ ἔριον· χρὴ τοίνυν ὁμοιῶσαι τῷ μὲν ἐρίῳ τὸν ἄνθρωπον, τῇ δὲ πορφυρέᾳ χροιᾳ τὸν θεὸν λόγον, ὃς ἥνωτο ἐν τῷ πάθει τῷ σταυρῷ, ἀλλὰ τῷ πάθει παντελῶς οὐχ ὑπέπεσεν.