'βλάβη' - search in All Authors, Showing 1 to 29 of 29 hits

1Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631D
Μὰ τὸν Θεὸν μέλλοντά με ἐτάσαι· Καὶ ὅτε γέγονεν, εἶπον, καὶ νῦν τὸ αὐτὸ λέγω, ὅτι κακῶς γέγονεν ὁ τύπος, καὶ ἐπὶ βλάβῃ πολλῶν.
2Aristoteles, Ethica Nicomachea, 5, 10; 32 (auctor 384BC-322BC)
ὅταν μὲν οὖν παραλόγως ἡ βλάβη γένηται, ἀτύχημα· ὅταν δὲ μὴ παραλόγως, ἄνευ δὲ κακίας, ἁμάρτημα (ἁμαρτάνει μὲν γὰρ ὅταν ἡ ἀρχὴ ἐν αὐτῷ ᾖ τῆς αἰτίας, ἀτυχεῖ δ' ὅταν ἔξωθεν) · ὅταν δὲ εἰδὼς μὲν μὴ προβουλεύσας δέ, ἀδίκημα, οἷον ὅσα τε διὰ θυμὸν καὶ ἄλλα πάθη, ὅσα ἀναγκαῖα ἢ φυσικὰ συμβαίνει τοῖς ἀνθρώποις· ταῦτα γὰρ βλάπτοντες καὶ ἁμαρτάνοντες ἀδικοῦσι μέν, καὶ ἀδικήματά ἐστιν, οὐ μέντοι πω ἄδικοι διὰ ταῦτα οὐδὲ πονηροί· οὐ γὰρ διὰ μοχθηρίαν ἡ βλάβη· ὅταν δ' ἐκ προαιρέσεως, ἄδικος καὶ μοχθηρός.
3Aristoteles, Magna moralia, 2, 3, 4; 6 (auctor 384BC-322BC)
εἴπερ ἐστὶ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα καὶ εἰδότα καὶ ὃν καὶ ὣς καὶ οὗ ἕνεκα, ἔστι δ' ἡ βλάβη καὶ ἡ ἀδικία ἐν ἀγαθοῖς, καὶ περὶ ἀγαθά, ὁ ἀδικῶν ἄρα καὶ ὁ ἄδικος εἰδείη ἂν ὁποῖα ἀγαθὰ καὶ ὁποῖα κακά τὸ δέ γε ὑπὲρ τῶν τοιούτων εἰδέναι ἐστὶν ἴδιον τοῦ φρονίμου καὶ τῆς φρονήσεως ἄτοπον δὴ συμβαίνει τὸ τῷ ἀδίκῳ συμπαρακολουθεῖν τὸ μέγιστον ἀγαθὸν τὴν φρόνησιν.
4Aristoteles, Magna moralia, 2, 3, 9; 16 (auctor 384BC-322BC)
εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἐν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν τὰ γὰρ ἀγαθὰ ἃ αὑτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκων οὐκ ἂν δόξειεν ἀδικεῖν.
5Aristoteles, Rhetorica, 1, 13, 10; 14 (auctor 384BC-322BC)
οὐδὲ πάντως, εἰ λάθρᾳ ἔλαβεν, ἔκλεψεν, ἀλλ' εἰ ἐπὶ βλάβῃ τούτου ἀφ' οὗ ἔλαβε καὶ σφετερισμῷ ἑαυτοῦ.
6Aristoteles, Rhetorica, 3, 10, 7; 35 (auctor 384BC-322BC)
καὶ ὅτι αἱ πόλεις τῷ ψόγῳ τῶν ἀνθρώπων μεγάλας εὐθύνας διδόασιν· ἡ γὰρ εὔθυνα βλάβη τις δικαία ἐστίν.
7Aristoteles, Rhetorica, 3, 11, 14; 53 (auctor 384BC-322BC)
καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπ' εἴδους ἐπ' εἶδος εἰσίν· οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, « ὡς ὁ Καρπάθιός » , φασιν, « τὸν λαγώ » · ἄμφω γὰρ τὸ εἰρημένον πεπόνθασιν.
8Auctores varii 013, Epistolae et decreta, 13, 0562D
Εἴ τί ποτε πρὸ τούτου, ἐπὶ βλάβῃ καὶ ὕβρει τῶν κοινωνούντων Ἀθανασίῳ τῷ ἐπισκόπῳ πραχθὲν εὑρίσκεται, τοῦτο νῦν ἀπολειφθῆναι βουλόμεθα, καὶ γὰρ τὴν ἀλειτουργησίαν ἣν οἱ αὐτοῦ κληρικοὶ εἶχον, τὴν αὐτὴν πάλιν θέλομεν ἔχειν· ταύτην δὲ τὴν ἡμετέραν πρόσταξιν φυλαχθῆναι βουλόμεθα, ὥστε ἀποδοθέντος Ἀθανασίου τοῦ ἐπισκόπου τῇ ἐκκλησίᾳ, τοὺς κοινωνοῦντας αὐτῷ ἔχειν ἀλειτουργησίαν ἣν ἀεὶ ἔσχον ἣν καὶ οἱ λοιποὶ κληρικοὶ ἔχουσιν, ἵνα οὕτως ἔχοντες καὶ αὐτοὶ χαίρωσιν.
9Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 11; 19
ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι.
10Constantinus I, Decreta et constitutiones, 8, 0279B (auctor c.272–337)
ταῦτ' εἶπον, ταῦτα διεξῆλθον μακρότερον, ἢ ὁ τῆς ἐμῆς ἐπιεικείας ἀπῄτει σκοπὸς, ἐπειδὴ τὴν τῆς ἀληθείας ἀποκρύψασθαι πίστιν οὐκ ἐβουλόμην· μάλισθ' ὅτι τινὲς, ὡς ἀκούω, φασὶ τῶν ναῶν περιῃρῆσθαι τὰ ἔθη καὶ τοῦ σκότους τήν ἐξουσίαν· ὅπερ συνεβούλευσα ἂν πᾶσιν ἀνθρόποις, εἰ μὴ τῆς μοχθηρᾶς πλάνης ἡ βίαιος ἐπανάστασις, ἐπὶ βλάβῃ τῆς κοινῆς ἀναστάσεως ἀμέτρως ταῖς ἐνίων ψυχαῖς ἐμπεπέγει.
11Desiderius Erasmus, Adagia, Chiliades, 1, 799; 1 (opus 1508)
Δίκη δίκην ἔτικτε καί βλάβην βλάβη, id est Litem parit lis, noxa item noxam parit.
12Desiderius Erasmus, Adagia, Chiliades, 2, 1941; 6 (opus 1508)
Germanum illi, quod alio commemoravimus loco: Δίκη δίκην ἔτικτε καί βλάβην βλάβη, id est Litem parit lis, noxa item noxam serit.
13Fronto, Epistulae, add., 8; 11 (auctor c.95-165)
3 Ἀλλ᾽ οὐκ ἔμοιγε ἐπ᾽ ὀλέθρῳ πρόσει οὐδὲ ἐπὶ βλάβῃ τινὶ ὁμιλήσεις, ἀλλ᾽ ἐπὶ παντὶ ἀγαθῷ.
14Iustinianus I Augustus, Adversus Origenem, 69, 0205C (auctor c.482–565)
Καὶ τοῦτο δὲ κατὰ Θεοῦ γέγονε πρόνοιαν, ἵνα μὴ ἀντὶ μάρτυρος ἐν τῇ ἐκκλησιᾳ δεχθῇ, καὶ ἐντεῦθεν τῇ ποὶμνῃ τοῦ Χριστοῦ βλάβη προσγίνηται.
15Plato, Epistolae, 1f, 335; 4 (auctor c.425BC-347BC)
ταῦτα μὲν Διονύσιος ἔβλαψεν· τὰ δὲ ἄλλα σμικρὰ ἂν εἴη πρὸς ταῦτά μοι βλάβη.
16Plato, Euthyphro, p1, 13; 13 (auctor c.425BC-347BC)
Σωκράτης καὶ οἱ κύνες γέ που ὑπὸ τῆς κυνηγετικῆς, καὶ οἱ βόες ὑπὸ τῆς βοηλατικῆς, καὶ τἆλλα πάντα ὡσαύτως· ἢ ἐπὶ βλάβῃ οἴει τοῦ θεραπευομένου τὴν θεραπείαν εἶναι· Εὐθύφρων μὰ Δί' οὐκ ἔγωγε.
17Plato, Gorgias, p1, 477; 15 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα· Πῶλος ἀνάγκη.
18Plato, Gorgias, p1, 477; 17 (auctor c.425BC-347BC)
Σωκράτης ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος.
19Plato, Gorgias, p1, 477; 19 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων.
20Plato, Leges, 1j, 933; 4 (auctor c.425BC-347BC)
λεγέσθω δὴ λόγος ὅδε νόμος περὶ φαρμακείας· ὃς ἂν φαρμακεύῃ τινὰ ἐπὶ βλάβῃ μὴ θανασίμῳ μήτε αὐτοῦ μήτε ἀνθρώπων ἐκείνου, βοσκημάτων δὲ ἢ σμηνῶν εἴτ' ἄλλῃ βλάβῃ εἴτ' οὖν θανασίμῳ, ἐὰν μὲν ἰατρὸς ὢν τυγχάνῃ καὶ ὄφλῃ δίκην φαρμάκων, θανάτῳ ζημιούσθω, ἐὰν δὲ ἰδιώτης, ὅτι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τιμάτω περὶ αὐτοῦ τὸ δικαστήριον.
21Plato, Phaedrus, p1, 232; 3 (auctor c.425BC-347BC)
καὶ μὲν δὴ εἴ σοι δέος παρέστηκεν ἡγουμένῳ χαλεπὸν εἶναι φιλίαν συμμένειν, καὶ ἄλλῳ μὲν τρόπῳ διαφορᾶς γενομένης κοινὴν ἂν ἀμφοτέροις καταστῆναι τὴν συμφοράν, προεμένου δέ σου ἃ περὶ πλείστου ποιῇ μεγάλην ἄν σοι βλάβην ἂν γενέσθαι, εἰκότως ἂν τοὺς ἐρῶντας μᾶλλον ἂν φοβοῖο· πολλὰ γὰρ αὐτούς ἐστι τὰ λυποῦντα, καὶ πάντ' ἐπὶ τῇ αὑτῶν βλάβῃ νομίζουσι γίγνεσθαι.
22Plato, Phaedrus, p1, 238; 12 (auctor c.425BC-347BC)
εἶεν, ὦ φέριστε· ὃ μὲν δὴ τυγχάνει ὂν περὶ οὗ βουλευτέον, εἴρηταί τε καὶ ὥρισται, βλέποντες δὲ δὴ πρὸς αὐτὸ τὰ λοιπὰ λέγωμεν τίς ὠφελία ἢ βλάβη ἀπό τε ἐρῶντος καὶ μὴ τῷ χαριζομένῳ ἐξ εἰκότος συμβήσεται.
23Plato, Phaedrus, p1, 240; 4 (auctor c.425BC-347BC)
ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμειξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν, οἷον κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμειξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον, καί τις ἑταίραν ὡς βλαβερὸν ψέξειεν ἄν, καὶ ἄλλα πολλὰ τῶν τοιουτοτρόπων θρεμμάτων τε καὶ ἐπιτηδευμάτων, οἷς τό γε καθ' ἡμέραν ἡδίστοισιν εἶναι ὑπάρχει· παιδικοῖς δὲ ἐραστὴς πρὸς τῷ βλαβερῷ καὶ εἰς τὸ συνημερεύειν πάντων ἀηδέστατον.
24Plato, Phaedrus, p1, 263; 11 (auctor c.425BC-347BC)
Φαῖδρος τί μήν· Σωκράτης τί οὖν· τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων ἢ τῶν μή· Φαῖδρος τῶν ἀμφισβητησίμων δήπου· ἢ οἴει ἄν σοι ἐγχωρῆσαι εἰπεῖν ἃ νυνδὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον ὂν τῶν ἀγαθῶν τυγχάνει· Σωκράτης ἄριστα λέγεις· ἀλλ' εἰπὲ καὶ τόδε – ἐγὼ γάρ τοι διὰ τὸ ἐνθουσιαστικὸν οὐ πάνυ μέμνημαι – εἰ ὡρισάμην ἔρωτα ἀρχόμενος τοῦ λόγου.
25Plato, Respublica, 1, 334; 9 (auctor c.425BC-347BC)
ἔοικεν οὖν ἡ δικαιοσύνη καὶ κατὰ σὲ καὶ καθ' Ὅμηρον καὶ κατὰ Σιμωνίδην κλεπτική τις εἶναι, ἐπ' ὠφελίᾳ μέντοι τῶν φίλων καὶ ἐπὶ βλάβῃ τῶν ἐχθρῶν.
26Plato, Respublica, 1, 343; 4 (auctor c.425BC-347BC)
καὶ οὕτω πόρρω εἶ περί τε τοῦ δικαίου καὶ δικαιοσύνης καὶ ἀδίκου τε καὶ ἀδικίας, ὥστε ἀγνοεῖς ὅτι ἡ μὲν δικαιοσύνη καὶ τὸ δίκαιον ἀλλότριον ἀγαθὸν τῷ ὄντι, τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἰκεία δὲ τοῦ πειθομένου τε καὶ ὑπηρετοῦντος βλάβη, ἡ δὲ ἀδικία τοὐναντίον, καὶ ἄρχει τῶν ὡς ἀληθῶς εὐηθικῶν τε καὶ δικαίων, οἱ δ' ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον ποιοῦσιν ὑπηρετοῦντες αὐτῷ, ἑαυτοὺς δὲ οὐδ' ὁπωστιοῦν.
27Plato, Respublica, 1c, 434; 7 (auctor c.425BC-347BC)
ἡ τριῶν ἄρα ὄντων γενῶν πολυπραγμοσύνη καὶ μεταβολὴ εἰς ἄλληλα μεγίστη τε βλάβη τῇ πόλει καὶ ὀρθότατ' ἂν προσαγορεύοιτο μάλιστα κακουργία.
28Plato, Respublica, 1h, 590; 6 (auctor c.425BC-347BC)
οὐκοῦν ἵνα καὶ ὁ τοιοῦτος ὑπὸ ὁμοίου ἄρχηται οἵουπερ ὁ βέλτιστος, δοῦλον αὐτόν φαμεν δεῖν εἶναι ἐκείνου τοῦ βελτίστου καὶ ἔχοντος ἐν αὑτῷ τὸ θεῖον ἄρχον, οὐκ ἐπὶ βλάβῃ τῇ τοῦ δούλου οἰόμενοι δεῖν ἄρχεσθαι αὐτόν, ὥσπερ Θρασύμαχος ᾤετο τοὺς ἀρχομένους, ἀλλ' ὡς ἄμεινον ὂν παντὶ ὑπὸ θείου καὶ φρονίμου ἄρχεσθαι, μάλιστα μὲν οἰκεῖον ἔχοντος ἐν αὑτῷ, εἰ δὲ μή, ἔξωθεν ἐφεστῶτος, ἵνα εἰς δύναμιν πάντες ὅμοιοι ὦμεν καὶ φίλοι, τῷ αὐτῷ κυβερνώμενοι· καὶ ὀρθῶς γ', ἔφη.
29Plotinus, Enneades, 1, 5, 6; 2 (auctor c.205-270)
Ἐπεί, εἴ γε τὸ αὐτὸ μένοι καὶ μὴ μείζων ἡ βλάβη, καὶ ἐνταῦθα τὸ παρὸν ἀεὶ τὸ λυπηρὸν ἔσται, εἰ μὴ τὸ παρεληλυθὸς προσαριθμοῖ ἀφορῶν εἰς τὸ γενόμενον καὶ μένον· ἐπί τε τῆς κακοδαίμονος ἕξεως τὸ κακὸν εἰς τὸν πλείονα χρόνον ἐπιτείνεσθαι αὐξανομένης καὶ τῆς κακίας τῷ ἐμμόνῳ.