'βούλησις' - search in All Authors, Showing 1 to 60 of 60 hits

1Agatho papa, Epistolae, 87, 1187B
Εἰ τοίνυν Πατρὸς καὶ Υἱοῦ μία βούλησίς ἐστι, πῶς φησιν ἐνταῦθα· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; » Ἂν μὲν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται· ἃν δὲ ἐπὶ τῆς σαρκὸς ἔχῃ [ἔχει] λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα.
2Aristoteles, De anima, 2, II 3; 4 (auctor 384BC-322BC)
Εἰ δέ τό αἰσθητικόν, καί τό ὀρεκτικόν· ὄρεξις μέν γάρ ἐπιθυμία καί θυμός καί βούλησις, τά δέ ζῷα πάντ’ ἔχουσι μίαν γε τῶν αἰσθήσεων, τήν ἁφήν· ᾧ δ’ αἴσθησις ὑπάρχει, τούτῳ ἡδονή τε καί λύπη καί τό ἡδύ τε καί λυπηρόν, οἷς δέ ταῦτα, καί ἡ ἐπιθυμία· τοῦ γάρ ἡδέος ὄρεξις αὕτη.
3Aristoteles, De anima, 3, III 9; 6 (auctor 384BC-322BC)
Καί ἄτοπον δή τοῦτο διασπᾶν· ἔν τε τῷ λογιστικῷ γάρ ἡ βούλησις γίνεται, καί ἐν τῷ ἀλόγῳ ἡ ἐπιθυμία καί ὁ θυμός· εἰ δέ τρία ἡ ψυχή, ἐν ἑκάστῳ ἔσται ὄρεξις.
4Aristoteles, De anima, 3, III 10; 9 (auctor 384BC-322BC)
Νῦν δέ ὁ μέν νοῦς οὐ φαίνεται κινῶν ἄνευ ὀρέξεως· ἡ γάρ βούλησις ὄρεξις· ὅταν δέ κατά τόν λογισμόν κινῆται, καί κατά βούλησιν κινεῖται.
5Aristoteles, De motu animalium, 6; 9 (auctor 384BC-322BC)
βούλησις δὲ καὶ θυμὸς καὶ ἐπιθυμία πάντα ὄρεξις, ἡ δὲ προαίρεσις κοινὸν διανοίας καὶ ὀρέξεως· ὥστε κινεῖ πρῶτον τὸ ὀρεκτὸν καὶ τὸ διανοητόν.
6Aristoteles, Ethica Eudemia, 2; 222 (auctor 384BC-322BC)
ἢ γὰρ βούλησις ἂν εἴη ἢ ἐπιθυμία ἢ θυμός· οὐθεὶς γὰρ ὀρέγεται μηθὲν πεπονθὼς τούτων.
7Aristoteles, Ethica Eudemia, 2; 226 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ βούλησις καὶ προαίρεσις ταὐτόν.
8Aristoteles, Ethica Eudemia, 2; 237 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐκ ἔστιν οὔτε βούλησις οὔτε δόξα οὔθ' ὑπόληψις ἁπλῶς ἡ προαίρεσις, δῆλον· τί δὲ διαφέρει τούτων, καὶ πῶς ἔχει πρὸς τὸ ἑκούσιον· ἅμα δὲ δῆλον ἔσται, καὶ τί ἐστι προαίρεσις.
9Aristoteles, Ethica Eudemia, 2; 244 (auctor 384BC-322BC)
ἐπειδὴ οὖν οὔτε δόξα οὔτε βούλησίς ἐστι προαίρεσίς ἐστιν ὡς ἑκάτερον, οὐδ' ἄμφω (ἐξαίφνης γὰρ προαιρεῖται μὲν οὐθείς, δοκεῖ δὲ πράττειν καὶ βούλονται) · ὡς ἐξ ἀμφοῖν ἄρα.
10Aristoteles, Ethica Eudemia, 2; 261 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τούτων ἐροῦμεν ἐν τῇ περὶ τῶν δικαίων ἐπισκέψει· ἡ δὲ προαίρεσις ὅτι οὔτε ἁπλῶς βούλησις οὔτε δόξα ἐστί, δῆλον, ἀλλὰ δόξα τε καὶ ὄρεξις, ὅταν ἐκ τοῦ βουλεύσασθαι συμπερανθῶσιν.
11Aristoteles, Ethica Eudemia, 2; 268 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ ἡ βούλησις φύσει μὲν τοῦ ἀγαθοῦ ἐστί, παρὰ φύσιν δὲ καὶ τοῦ κακοῦ, καὶ βούλεται φύσει μὲν τὸ ἀγαθόν, παρὰ φύσιν δὲ καὶ διαστροφὴν καὶ τὸ κακόν.
12Aristoteles, Ethica Nicomachea, 3, 4; 9 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ βούλησίς γε, καίπερ σύνεγγυς φαινόμενον· προαίρεσις μὲν γὰρ οὐκ ἔστι τῶν ἀδυνάτων, καὶ εἴ τις φαίη προαιρεῖσθαι, δοκοίη ἂν ἠλίθιος εἶναι· βούλησις δ' ἐστὶ καὶ τῶν ἀδυνάτων, οἷον ἀθανασίας.
13Aristoteles, Ethica Nicomachea, 3, 4; 10 (auctor 384BC-322BC)
καὶ ἡ μὲν βούλησίς ἐστι καὶ περὶ τὰ μηδαμῶς δι' αὑτοῦ πραχθέντα ἄν, οἷον ὑποκριτήν τινα νικᾶν ἢ ἀθλητήν· προαιρεῖται δὲ τὰ τοιαῦτα οὐδείς, ἀλλ' ὅσα οἴεται γενέσθαι ἂν δι' αὑτοῦ.
14Aristoteles, Ethica Nicomachea, 3, 4; 11 (auctor 384BC-322BC)
ἔτι δ' ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶ μᾶλλον, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος, οἷον ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ δι' ὧν ὑγιανοῦμεν, καὶ εὐδαιμονεῖν βουλόμεθα μὲν καὶ φαμέν, προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει· ὅλως γὰρ ἔοικεν ἡ προαίρεσις περὶ τὰ ἐφ' ἡμῖν εἶναι.
15Aristoteles, Ethica Nicomachea, 3, 6; 1 (auctor 384BC-322BC)
ἡ δὲ βούλησις ὅτι μὲν τοῦ τέλους ἐστὶν εἴρηται, δοκεῖ δὲ τοῖς μὲν τἀγαθοῦ εἶναι, τοῖς δὲ τοῦ φαινομένου ἀγαθοῦ.
16Aristoteles, Ethica Nicomachea, 8, 2; 13 (auctor 384BC-322BC)
τριῶν δ' ὄντων δι' ἃ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύχων φιλήσει οὐ λέγεται φιλία· οὐ γάρ ἐστιν ἀντιφίλησις, οὐδὲ βούλησις ἐκείνῳ ἀγαθοῦ (γελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι τἀγαθά, ἀλλ' εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς ἔχῃ) · τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα.
17Aristoteles, Ethica Nicomachea, 8, 4; 9 (auctor 384BC-322BC)
οἱ δὲ ταχέως τὰ φιλικὰ πρὸς ἀλλήλους ποιοῦντες βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ καὶ φιλητοί, καὶ τοῦτ' ἴσασιν· βούλησις μὲν γὰρ ταχεῖα φιλίας γίνεται, φιλία δ' οὔ.
18Aristoteles, Ethica Nicomachea, 9, 7; 4 (auctor 384BC-322BC)
δόξειε δ' ἂν φυσικώτερον εἶναι τὸ αἴτιον, καὶ οὐδ' ὅμοιον τὸ περὶ τοὺς δανείσαντας· οὐ γάρ ἐστι φίλησις περὶ ἐκείνους, ἀλλὰ τοῦ σῴζεσθαι βούλησις τῆς κομιδῆς ἕνεκα· οἱ δ' εὖ πεποιηκότες φιλοῦσι καὶ ἀγαπῶσι τοὺς πεπονθότας κἂν μηδὲν ὦσι χρήσιμοι μηδ' εἰς ὕστερον γένοιντ' ἄν.
19Aristoteles, Magna moralia, 1, 11, 3; 6 (auctor 384BC-322BC)
ἀρχὴ δ' ἐστὶ πράξεως καὶ σπουδαίας καὶ φαύλης προαίρεσις καὶ βούλησις καὶ τὸ κατὰ λόγον πᾶν.
20Aristoteles, Magna moralia, 1, 12, 2; 3 (auctor 384BC-322BC)
Ἔστιν οὖν καθ' ὃ πράττομεν ὄρεξις ὀρέξεως δ' ἐστὶν εἴδη τρία, ἐπιθυμία θυμὸς βούλησις.
21Aristoteles, Magna moralia, 1, 13, 3; 6 (auctor 384BC-322BC)
Ἔτι λοιπή ἐστιν τῶν ὀρέξεων ὧν διειλόμεθα ἡ βούλησις, πρὸς τὸ ἐπισκέπτεσθαι εἴ ἐστιν ἑκούσιον.
22Aristoteles, Magna moralia, 1, 13, 3; 9 (auctor 384BC-322BC)
οὐκ ἄρα ἑκών, οὐδ' ἡ βούλησις ἑκούσιον ἄρα ἐστίν.
23Aristoteles, Magna moralia, 1, 13, 4; 11 (auctor 384BC-322BC)
εἰ γὰρ μὴ ἑκών, οὐκ ἔστιν ψεκτός ἀλλ' ἔστιν ὁ ἀκρατὴς ψεκτός ἑκὼν ἄρα ἡ ἄρα βούλησις ἑκούσιον.
24Aristoteles, Magna moralia, 1, 17, 2; 3 (auctor 384BC-322BC)
ὄρεξις μὲν δὴ οὐκ ἂν εἴη ἀλλ' ἆρά γε βούλησις; ἢ οὐδὲ τοῦτο; βούλησις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ.
25Aristoteles, Magna moralia, 1, 17, 3; 6 (auctor 384BC-322BC)
ὥστε δῆλον καὶ οὕτως ὅτι οὐ ταὐτὸν ἡ βούλησις καὶ ἡ προαίρεσις ἀλλὰ ἡ προαίρεσις ἔοικεν οὕτως ἔχειν, ὥσπερ καὶ τοὔνομα αὐτῆς ἔχει, οἷον προαιρούμεθα τόδε ἀντὶ τοῦδε, οἷον τὸ βέλτιον ἀντὶ τοῦ χείρονος.
26Aristoteles, Politica, 7; 254 (auctor 384BC-322BC)
φανερὸν δὲ καὶ τοῦτο· θυμὸς γὰρ καὶ βούλησις, ἔτι δὲ ἐπιθυμία, καὶ γενομένοις εὐθὺς ὑπάρχει τοῖς παιδίοις, ὁ δὲ λογισμὸς καὶ ὁ νοῦς προϊοῦσιν ἐγγίγνεσθαι πέφυκεν.
27Aristoteles, Rhetorica, 1, 10, 8; 13 (auctor 384BC-322BC)
ὅσα δὲ δι' αὑτούς, καὶ ὧν αὐτοὶ αἴτιοι, τὰ μὲν δι' ἔθος τὰ δὲ δι' ὄρεξιν, τὰ μὲν διὰ λογιστικὴν ὄρεξιν τὰ δὲ δι' ἄλογον· ἔστιν δ' ἡ μὲν βούλησις ἀγαθοῦ ὄρεξις (οὐδεὶς γὰρ βούλεται ἀλλ' ἢ ὅταν οἰηθῇ εἶναι ἀγαθόν) , ἄλογοι δ' ὀρέξεις ὀργὴ καὶ ἐπιθυμία· ὥστε πάντα ὅσα πράττουσιν ἀνάγκη πράττειν δι' αἰτίας ἑπτά, διὰ τύχην, διὰ φύσιν, διὰ βίαν, δι' ἔθος, διὰ λογισμόν, διὰ θυμόν, δι' ἐπιθυμίαν.
28Aristoteles, Topica, 4, IV 5; 12 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ ἡ φιλία ἐν τῷ ἐπιθυμητικῷ, οὐκ ἂν εἴη βούλησίς τις· πᾶσα γάρ βούλησις ἐν τῷ λογιστικῷ.
29Aristoteles, Topica, 6, VI 8; 15 (auctor 384BC-322BC)
Ἔτι ἐπί τῶν ὀρέξεων εἰ μή πρόσκειται τό φαινόμενον, καί ἐφ᾿ ὅσων ἄλλων ἁρμόττει, οἷον ὅτι ἡ βούλησις ὄρεξις ἀγαθοῦ, ἡ δ᾿ ἐπιθυμία ὄρεξις ἡδέος, ἀλλά μή φαινομένου ἀγαθοῦ ἢ ἡδέος.
30Aristoteles, Topica, 6, VI 8; 18 (auctor 384BC-322BC)
Ἐάν δέ καί ἀποδῷ τό εἰρημένον, ἐπί τά εἴδη ἀκτέον τόν τιθέμενον ἰδέας εἶναι· οὐ γάρ ἐστιν ἰδέα φαινομένου οὐδενός, τό δ᾿ εἶδος πρός τό εἶδος δοκεῖ λέγεσθαι, οἷον αὐτή ἐπιθυμία αὐτοῦ ἡδέος καί αὐτή βούλησις αὐτοῦ ἀγαθοῦ.
31Cicero, Tusculanae disputationes, 6, 2, 121; 40 (opus 45BC)
finis βούλησις, voluntas 367 13 Caecitas 35817 453 20 – 456 6 caelum 239 18 247 22 carere 262 2 – 263 7. 22 cautlo, cavere ( εὐλάβεια) 367 26 395 21 cerebrum 227 5 229 20 238 7 247 17 χαρά v.
32Cicero, Tusculanae disputationes, 6, 2, 121; 238 (opus 45BC)
non placet hoc Theophrasto 415 12 – 416 15 — non modo beatam vitam efficit sed etiam beatissimam (419 29 422 5 425 21 427 20 439 6; quod contra Antiochum ostenditur cf. 414 20) virtutes inter se nexae ( ἀντακολουθία) 296 19 325 28 — chorus virtutum 410 17 Virtus loquens inducitur 304 14 vitiositas ( κακία ˜ ἀνομολογία) 375 15 378 3 vitium ( κακία) 375 8sqq. 377 10 voluntas et iudicium (To τὸ ἑκούσιον) 351 5 402 17 308 4 318 10 352 26 405 30 — voluntarius 358 10 3597 394 26 399 23 401 10 403 7 = βούλησις 367 15 cf.
33Constantinus I, Epistolae, 8, 0519A (auctor c.272–337)
ἡ γὰρ βούλησις ὁμοῦ καὶ τῷ οἰκητηρίῳ αὐτῆς ἐμπέπηγε, καὶ ταῦθ' ἅπερ διαφόρου δέεται ἐπιμελείας, κατὰ τὴν ἑκάστου ποιότητα πράττει τε καὶ διοικεῖ.
34Goldastus, Notae, 80, 0308C
Votum, βούλησις, voluntas.
35Lactantius, Divinae Institutiones [CSEL], 4, 7, 3; 1 (auctor 250-325)
deinde nec enuntiari posse hominis ore, sicut Hermes docet haec dicens: αἴτιος δὲ τούτου τοῦ αἰτίου ἡ τοῦ θεοῦ ἅτε τοῦ ἀγαθοῦ βούλησις, οὗ τὸ ὄνομα οὐ δύναται ἀνθρωπίνῳ στόματι λαληθῆναι.
36Lactantius, Divinarum institutionum liber IV, 6, 0464A (auctor 250-325)
Deinde nec enuntiari posse hominis ore; sicut Hermes docet, haec dicens: Αἰτία δὲ τούτου τοῦ αἰτίου ἡ τοῦ θείου ἀγαθοῦ βούλησις, ἣ θεὸν προήνεγκεν, οὗ τὸ ὄνομα οὐ δύναται ἀνθρωπίνῳ στόματι λαληθῆναι.
37Leo I, Epistolae, 54, 0766B (auctor 440-461)
ἵνα ὁ ἀναλλοίωτος Θεὸς, οὗ τινος ἡ βούλησις τῆς ἐμφύτου χρηστότητος στερηθῆναι μὴ δύναται, τὴν πρώτην περὶ ἡμᾶς τὴν τῆς οἰκείας εὐσεβείας ἀποῤῥήτohgr;ι μυστηρίῳ πληρώσῃ διοίκησιν· καὶ ἵνα ὁ ἄνθρωπος, ὁ τῇ κακουργίᾳ τῆς διαβολικῆς κακίας πρὸς ἁμαρτίαν συνελαθεὶς μὴ παρὰ βούλησιν ἀπόληται τοῦ Θεοῦ.
38Plato, Charmides, p1, 167; 14 (auctor c.425BC-347BC)
οὐδὲ μὴν βούλησις, ὡς ἐγᾦμαι, ἣ ἀγαθὸν μὲν οὐδὲν βούλεται, αὑτὴν δὲ καὶ τὰς ἄλλας βουλήσεις βούλεται.
39Plato, Leges, 1d, 734; 4 (auctor c.425BC-347BC)
ἡμῖν δὲ ἡ βούλησις τῆς αἱρέσεως τῶν βίων οὐχ ἵνα τὸ λυπηρὸν ὑπερβάλλῃ· ὅπου δ' ὑπερβάλλεται, τοῦτον τὸν βίον ἡδίω κεκρίκαμεν.
40Plato, Leges, 1d, 742; 5 (auctor c.425BC-347BC)
ἔστιν δὴ τοῦ νοῦν ἔχοντος πολιτικοῦ βούλησις, φαμέν, οὐχ ἥνπερ ἂν οἱ πολλοὶ φαῖεν, δεῖν βούλεσθαι τὸν ἀγαθὸν νομοθέτην ὡς μεγίστην τε εἶναι τὴν πόλιν ᾗ νοῶν εὖ νομοθετοῖ, καὶ ὅτι μάλιστα πλουσίαν, κεκτημένην δ' αὖ χρύσεια καὶ ἀργύρεια, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἄρχουσαν ὅτι πλείστων· προσθεῖεν δ' ἂν καὶ ὡς ἀρίστην δεῖν βούλεσθαι τὴν πόλιν εἶναι καὶ ὡς εὐδαιμονεστάτην τόν γε ὀρθῶς νομοθετοῦντα.
41Plato, Leges, 1h, 863; 5 (auctor c.425BC-347BC)
Κλεινίας πῶς δ' οὔ· Ἀθηναῖος καὶ μὴν ἡδονήν γε οὐ ταὐτὸν τῷ θυμῷ προσαγορεύομεν, ἐξ ἐναντίας δὲ αὐτῷ φαμεν ῥώμης δυναστεύουσαν, πειθοῖ μετὰ ἀπάτης βιαίου πράττειν πᾶν ὅτιπερ ἂν αὐτῆς ἡ βούλησις ἐθελήσῃ.
42Plato, Philebus, p1, 41; 21 (auctor c.425BC-347BC)
Πρώταρχος ἀλλ' ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη.
43Plotinus, Enneades, 1, 4, 6; 2 (auctor c.205-270)
Ἡ δὲ ζήτησις αὕτη καὶ ἡ βούλησις οὐχὶ τὸ μὴ ἐν τούτῳ εἶναι· ταῦτα γὰρ οὐκ αὐτῇ φύσει, ἀλλὰ παρόντα μόνον φεύγει ὁ λογισμὸς ἀποικονομούμενος ἢ καὶ προσλαμβάνων ζητεῖ· αὐτὴ δὲ ἡ ἔφεσις πρὸς τὸ κρεῖττον αὐτῆς, οὗ ἐγγενομένου ἀποπεπλήρωται καὶ ἔστη, καὶ οὗτος ὁ βουλητὸς ὄντως βίος.
44Plotinus, Enneades, 1, 4, 6; 3 (auctor c.205-270)
Τῶν δ᾽ ἀναγκαίων τι παρεῖναι οὐ βούλησις ἂν εἴη, εἰ κυρίως τὴν βούλησιν ὑπολαμβάνοι, ἀλλὰ μὴ καταχρώμενος ἄν τις λέγοι, ἐπειδὴ καὶ ταῦτα παρεῖναι ἀξιοῦμεν.
45Plotinus, Enneades, 2, 1, 1; 6 (auctor c.205-270)
Εἰ δὲ καὶ τὸ τόδε τι αὐτοῦ ὁποσονοῦν λέγοιμεν ἔχειν τὸ ἀεὶ, ἥ τε βούλησις δεικτέα εἰ ἱκανὴ ποιεῖν τοῦτο, τό τε ἄπορον μένει διὰ τί τὰ μὲν οὕτω, τὰ δὲ οὐχ οὕτως, ἀλλὰ τῷ εἴδει μόνον, τά τε μέρη τὰ ἐν οὐρανῷ πῶς καὶ αὐτά· ἐπειδὴ οὕτω καὶ αὐτὰ τὰ πάντα εἶναι.
46Plotinus, Enneades, 4, 4, 12; 17 (auctor c.205-270)
Ὧν δέ τις κρατεῖ καὶ μόνος, τίνος ἂν οὗτος δέοιτο ἢ αὐτοῦ καὶ τῆς αὐτοῦ βουλήσεως; Τοῦτο δὲ ταὐτὸν τῆς αὐτοῦ φρονήσεως· τῷ γὰρ τοιούτῳ ἡ βούλησις φρόνησις.
47Plotinus, Enneades, 6, 7, 3; 2 (auctor c.205-270)
Καὶ οὕτω μὲν ἡ βούλησις καὶ ὁ λογισμός· τῷ δ᾽ ἀεὶ γινόμενα ἐνδείξασθαι καὶ ὅτι λογίζεται ἀνεῖλεν.
48Plotinus, Enneades, 6, 8, 6; 4 (auctor c.205-270)
Ὥστε εἶναι σαφέστερον, ὡς τὸ ἄυλόν ἐστι τὸ ἐλεύθερον καὶ εἰς τοῦτο ἡ ἀναγωγὴ τοῦ ἐφ᾽ ἡμῖν καὶ αὕτη ἡ βούλησις ἡ κυρία καὶ ἐφ᾽ ἑαυτῆς οὖσα, καὶ εἴ τι ἐπιτάξειε πρὸς τὰ ἔξω ἐξ ἀνάγκης.
49Plotinus, Enneades, 6, 8, 6; 6 (auctor c.205-270)
Ὁ δὲ θεωρητικὸς νοῦς καὶ πρῶτος οὕτω τὸ ἐφ᾽ αὑτῷ, ὅτι τὸ ἔργον αὐτοῦ μηδαμῶς ἐπ᾽ ἄλλῳ, ἀλλὰ πᾶς ἐπέστραπται πρὸς αὐτὸν καὶ τὸ ἔργον αὐτοῦ αὐτὸς καὶ ἐν τῷ ἀγαθῷ κείμενος ἀνενδεὴς καὶ πλήρης ὑπάρχων καὶ οἷον κατὰ βούλησιν ζῶν· ἡ δὲ βούλησις ἡ νόησις, βούλησις δ᾽ ἐλέχθη, ὅτι κατὰ νοῦν· καὶ γὰρ λέγομεν· ἡ βούλησις τὸ κατὰ νοῦν μιμεῖται.
50Plotinus, Enneades, 6, 8, 6; 7 (auctor c.205-270)
Ἡ γὰρ βούλησις θέλει τὸ ἀγαθόν· τὸ δὲ νοεῖν ἀληθῶς ἐστιν ἐν τῷ ἀγαθῷ.
51Plotinus, Enneades, 6, 8, 6; 8 (auctor c.205-270)
Ἔχει οὖν ἐκεῖνος, ὅπερ ἡ βούλησις θέλει καὶ οὗ τυχοῦσα ἂν ταύτῃ νόησις γίνεται.
52Plotinus, Enneades, 6, 8, 6; 9 (auctor c.205-270)
Εἰ οὖν βουλήσει τοῦ ἀγαθοῦ τίθεμεν τὸ ἐφ᾽ ἡμῖν, τὸ ἤδη ἐν ὧι θέλει ἡ βούλησις εἶναι ἱδρυμένον πῶς οὐ τὸ ἐφ᾽ αὑτῷ ἔχει; Ἢ μεῖζον εἶναι θετέον, εἰ μή τις ἐθέλει εἰς τοῦτο ἀναβαίνειν τὸ ἐφ᾽ αὑτῷ.
53Plotinus, Enneades, 6, 8, 13; 2 (auctor c.205-270)
Εἰ γὰρ δοίημεν ἐνεργείας αὐτῷ, τὰς δ᾽ ἐνεργείας αὐτοῦ οἷον βουλήσει αὐτοῦ – οὐ γὰρ ἀβουλῶν ἐνεργεῖ – αἱ δὲ ἐνέργειαι ἡ οἷον οὐσία αὐτοῦ, ἡ βούλησις αὐτοῦ καὶ ἡ οὐσία ταὐτὸν ἔσται.
54Plotinus, Enneades, 6, 8, 13; 14 (auctor c.205-270)
Εἰ οὖν ὑφέστηκε τὸ ἀγαθὸν καὶ συνυφίστησιν αὐτὸ ἡ αἵρεσις καὶ ἡ βούλησις – ἄνευ γὰρ τούτων οὐκ ἔσται – δεῖ δὲ τοῦτο μὴ πολλὰ εἶναι, συνακτέον ὡς ἓν τὴν βούλησιν καὶ τὴν οὐσίαν καὶ τὸ θέλειν· τὸ δὲ θέλειν [εἰ] παρ᾽ αὐτοῦ, ἀνάγκη παρ᾽ αὐτοῦ καὶ τὸ εἶναι αὐτῷ εἶναι, ὥστε αὐτὸν πεποιηκέναι αὐτὸν ὁ λόγος ἀνεῦρεν.
55Plotinus, Enneades, 6, 8, 13; 15 (auctor c.205-270)
Εἰ γὰρ ἡ βούλησις παρ᾽ αὐτοῦ καὶ οἷον ἔργον αὐτοῦ, αὕτη δὲ ταὐτὸν τῇ ὑποστάσει αὐτοῦ, αὐτὸς ἂν οὕτως ὑποστήσας ἂν εἴη αὐτόν· ὥστε οὐχ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ᾽ ὅπερ ἐβουλήθη αὐτός.
56Plotinus, Enneades, 6, 8, 21; 4 (auctor c.205-270)
Καὶ τίς ἂν παρατρέψειε βουλήσει γενομένην θεοῦ καὶ βούλησιν οὖσαν; Βουλήσει οὖν μήπω ὄντος; Τί δὲ βούλησιν ἐκείνου ἀβουλοῦντος τῇ ὑποστάσει; Πόθεν οὖν αὐτῷ ἔσται ἡ βούλησις ἀπὸ οὐσίας ἀνενεργήτου; Ἢ ἦν βούλησις ἐν τῇ οὐσίαι· οὐχ ἕτερον ἄρα τῆς οὐσίας οὐδέν.
57Plotinus, Enneades, 6, 8, 21; 5 (auctor c.205-270)
Ἢ τί ἦν, ὃ μὴ ἦν, οἷον ἡ βούλησις; Πᾶν ἄρα βούλησις ἦν καὶ οὐκ ἔνι τὸ μὴ βουλόμενον· οὐδὲ τὸ πρὸ βουλήσεως ἄρα.
58Plotinus, Enneades, 6, 8, 21; 6 (auctor c.205-270)
Πρῶτον ἄρα ἡ βούλησις αὐτός.
59Plotinus, Enneades, 6, 8, 21; 7 (auctor c.205-270)
Καὶ τὸ ὡς ἐβούλετο ἄρα καὶ οἷον ἐβούλετο, καὶ τὸ τῇ βουλήσει ἑπόμενον, ὃ ἡ τοιαύτη βούλησις ἐγέννα – ἐγέννα δὲ οὐδὲν ἔτι ἐν αὐτῷ – τοῦτο γὰρ ἤδη ἦν.
60Plotinus, Enneades, 6, 9, 6; 17 (auctor c.205-270)
Ὥστε τῷ ἑνὶ οὐδὲν ἀγαθόν ἐστιν· οὐδὲ βούλησις τοίνυν οὐδενός· ἀλλ᾽ ἔστιν ὑπεράγαθον καὶ αὐτὸ οὐχ ἑαυτῷ, τοῖς δὲ ἄλλοις ἀγαθόν, εἴ τι αὐτοῦ δύναται μεταλαμβάνειν.