'γήρας' - search in All Authors, Showing 1 to 155 of 155 hits

1Agapetus I, Epistolae, 66, 0071C
Ἐν γὰρ καταγωγίῳ τινὶ τιμίας εἰκόνος ἀνακειμένης τοῦ τῶν εὐσεβῶν ἐπὶ τοῦ παρόντος σκέπτρων κρατοῦντος, ὥσπερ ἁμιλλώμενος ὁ προλεχθεὶς δείλαιος, καὶ ἀλάστωρ ἀνὴρ, εἰ μὴ καὶ κατὰ τὸν ῥηθησόμενον νεώτερον τρόπον βλασφημήσοι τὸ θεῖον, ἀνατείνας τὴν βακτηρίαν, ἐν ᾗ τὸ ἄτιμον αὐτιῦ σχηματίζεται γῆρας στηρίζειν, πληρῶν τὴν πεπλανημένην ἐπίθεσιν, ἔμπροσθεν τῶν ὑπ' αὐτοῦ καταγινομένων ἀπάγεσθαι, ἔτυπτεν ἀφειδῶς τὸ τοῦ φιλοχρίστου βασιλέως ὁμοίωμα, αἱρετικὸν ἀποκαλῶν τὸν ἡνωμένον οὕτω Θεῷ καὶ φρουρούμενον ὑπ' αὐτοῦ, τὸ τῆς ἀληθείας φυλάττοντα κήρυγμα, καὶ οὐκ ἔπαυσε τὸν θυμὸν μέχρι τοσούτου, ἕως οὗ καὶ τὴν φέρουσαν τὸ περιφανὲς ἐκτύπωμα σινδόνα διέῤῥηξε, καὶ μέρος κατέαξεν ἐξ αὐτοῦ, ὃ καὶ πυρὶ παραδέδωκε.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647D
Μετὰ δὲ τὸ ἀπελθεῖν τοὺς εἰρημένους ἄνδρας τῇ ὀγδόῃ τοῦ Σεπτεμβρίου μηνὸς τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐξῆλθεν αὖθις Παῦλος ὁ ὕπατος ἐν Βιζύῃ πρὸς τὸν ἀββᾶν Μάξιμον, κέλευσιν ἐπιφερόμενος περιέχουσαν οὕτως· « Κελεύομεν τῇ σῇ ἐνδοξότητι ἀπελθεῖν ἐν Βιζύῃ, καὶ ἀγαγεῖν Μάξιμον τὸν μοναχὸν μετὰ πολλῆς τιμῆς καὶ κολακείας, διά τε τὸ γῆρας καὶ τὴν ἀσθένειαν· καὶ τὸ εἶναι αὐτὸν προγονικὸν ἡμῶν, καὶ γενόμενον αὐτοῖς τίμιον' καὶ θέσθαι τοῦτον ἐν τῷ εὐαγεῖ μοναστερίῳ τοῦ ἁγίου Θεοδώρου, τῷ διακειμένῳ πλησίον τοῦ Ῥηγίου· καὶ ἐλθεῖν, καὶ μηνύσαι ὑμῖν.
3Aristoteles, De anima, 1, I 4; 19 (auctor 384BC-322BC)
Ὥστε τό γῆρας οὐ τῷ τήν ψυχήν τι πεπονθέναι, ἀλλ’ ἐν ᾧ, καθάπερ ἐν μέθαις καί νόσοις.
4Aristoteles, De arte poetica, 21; 12 (auctor 384BC-322BC)
Ἢ ὃ γῆρας πρός βίον, καί ἑσπέρα πρός ἡμέραν· ἐρεῖ τοίνυν τήν ἑσπέραν γῆρας ἡμέρας καί τό γῆρας ἑσπέραν βίου ἢ ὥσπερ Ἐμπεδοκλῆς δυσμάς βίου.
5Aristoteles, De caelo, 2, 6, 3; 11 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδὲ τὴν ὅλην ἐγχωρεῖ μεταβάλλειν· ἡ γὰρ ἄνεσις ἑκάστου γίνεται δι´ ἀδυναμίαν, ἡ δ´ ἀδυναμία παρὰ φύσιν· καὶ γὰρ αἱ ἐν τοῖς ζῴοις ἀδυναμίαι πᾶσαι παρὰ φύσιν εἰσίν, οἷον γῆρας καὶ φθίσις.
6Aristoteles, De generatione animalium, 2, 6; 84 (auctor 384BC-322BC)
δι' ἣν μὲν οὖν αἰτίαν οὐκ ἀεὶ λαμβάνουσιν αὔξησιν λεκτέον ὕστερον· τρίχες δὲ καὶ τὰ συγγενῆ τούτοις ἕως ἂν ὑπάρχωσιν αὐξάνονται, καὶ μᾶλλον ἐν νόσοις καὶ τῶν σωμάτων γηρασκόντων καὶ φθινόντων διὰ τὸ λείπεσθαι περίττωμα πλεῖον, ἐλάττονος εἰς τὰ κύρια δαπανωμένου διὰ τὸ γῆρας καὶ τὰς νόσους, ἐπεί γ' ὅταν ὑπολείπῃ καὶ τοῦτο διὰ τὴν ἡλικίαν καὶ αἱ τρίχες ὑπολείπουσιν.
7Aristoteles, De generatione animalium, 2, 6; 91 (auctor 384BC-322BC)
διὸ καὶ τοῦτο εὖ μεμηχάνηται πρὸς τὸ συμβαῖνον ἡ φύσις· συνάγει γὰρ εἰς τὸ γῆρας καὶ τὴν τελευτὴν τὴν ὑπόλειψιν τῶν ὀδόντων.
8Aristoteles, De generatione animalium, 4, 3; 3 (auctor 384BC-322BC)
ἀρχὴ δὲ πρώτη τὸ θῆλυ γίγνεσθαι καὶ μὴ ἄρρεν-ἀλλ' αὕτη μὲν ἀναγκαία τῇ φύσει· δεῖ γὰρ σώζεσθαι τὸ γένος τῶν κεχωρισμένων κατὰ τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἐνδεχομένου δὲ μὴ κρατεῖν ποτε τοῦ ἄρρενος, ἢ διὰ νεότητα ἢ γῆρας ἢ δι' ἄλλην τινὰ αἰτίαν τοιαύτην, ἀνάγκη γίγνεσθαι θηλυτοκίαν ἐν τοῖς ζῴοις.
9Aristoteles, De generatione animalium, 4, 6; 14 (auctor 384BC-322BC)
διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τελειοῦται τὰ θήλεα τοῖς ἄρρεσιν οὐχ ὁμοίως ἐν ταῖς γυναιξίν, ἐν δὲ τοῖς ἄλλοις ζῴοις ὁμοίως· οὐθὲν γὰρ ὑστερεῖ τὸ θῆλυ πλέον τοῦ ἄρρενος ὥσπερ ἐν ταῖς γυναιξίν·gt; ἐν μὲν γὰρ τῇ μητρὶ ἐν πλείονι χρόνῳ διακρίνεται τὸ θῆλυ τοῦ ἄρρενος, ἐξελθόντων δὲ πάντα πρότερον ἐπιτελεῖται οἷον ἥβη καὶ ἀκμὴ καὶ γῆρας τοῖς θήλεσιν ἢ τοῖς ἄρρεσιν· ἀσθενέστερα γάρ ἐστι καὶ ψυχρότερα τὰ θήλεα τὴν φύσιν, καὶ δεῖ ὑπολαμβάνειν ὥσπερ ἀναπηρίαν εἶναι τὴν θηλύτητα φυσικήν.
10Aristoteles, De generatione animalium, 4, 6; 15 (auctor 384BC-322BC)
ἔσω μὲν οὖν διακρίνεται διὰ τὴν ψυχρότητα βραδέως (ἡ γὰρ διάκρισις πέψις ἐστί, πέττει δ' ἡ θερμότης, εὔπεπτον δὲ τὸ θερμότερον), ἐκτὸς δὲ διὰ τὴν ἀσθένειαν ταχὺ συνάπτει πρὸς τὴν ἀκμὴν καὶ τὸ γῆρας· πάντα γὰρ τὰ ἐλάττω πρὸς τὸ τέλος ἔρχεται θᾶττον ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην ἔργοις καὶ ἐν τοῖς ὑπὸ φύσεως συνισταμένοις.
11Aristoteles, De generatione animalium, 5, 1; 4 (auctor 384BC-322BC)
ἔτι δὲ κατὰ τὰς τῶν ἡλικιῶν μεταβολὰς τὰ μὲν ὁμοίως πᾶσιν ὑπάρχει τοῖς ζῴοις τὰ δ' ὑπεναντίως, ὥσπερ περί τε φωνὰς καὶ περὶ τριχῶν χρόας· τὰ μὲν γὰρ οὐ πολιοῦται πρὸς τὸ γῆρας ἐπιδήλως, ὁ δ' ἄνθρωπος μάλιστα τοῦτο πάσχει τῶν ἄλλων ζῴων.
12Aristoteles, De generatione animalium, 5, 1; 52 (auctor 384BC-322BC)
ἔστι δὲ τὸ μὲν γλαύκωμα ξηρότης τις [μᾶλλον] τῶν ὀμμάτων, διὸ καὶ συμβαίνει μᾶλλον γηράσκουσιν· ξηραίνεται γὰρ ὥσπερ καὶ τὸ ἄλλο σῶμα καὶ ταῦτα τὰ μόρια πρὸς τὸ γῆρας· ὁ δὲ νυκτάλωψ ὑγρότητος πλεονασμός, διὸ τοῖς νεωτέροις γίγνεται μᾶλλον· ὑγρότερος γὰρ ὁ ἐγκέφαλος τούτων.
13Aristoteles, De generatione animalium, 5, 3; 45 (auctor 384BC-322BC)
τὰ γὰρ δέρματα γίγνεται σκληρότερα καὶ παχύτερα πρεσβυτέρων γιγνομένων· ξηραίνεται γάρ, καὶ τὸ γῆράς ἐστι κατὰ τοὔνομα γεηρὸν διὰ τὸ ἀπολείπειν τὸ θερμὸν καὶ μετ' αὐτοῦ τὸ ὑγρόν.
14Aristoteles, De generatione animalium, 5, 4; 1 (auctor 384BC-322BC)
Τῶν δὲ χρωμάτων αἴτιον τοῖς μὲν ἄλλοις ζῴοις καὶ τοῦ μονόχροα εἶναι καὶ τοῦ ποικίλα ἡ τοῦ δέρματος φύσις· τοῖς δ' ἀνθρώποις οὐδὲν πλὴν τῶν πολιῶν, οὐ τῶν διὰ γῆρας ἀλλὰ τῶν διὰ νόσον· ἐν γὰρ τῇ καλουμένῃ λεύκῃ λευκαὶ γίγνονται αἱ τρίχες-ἂν δ' αἱ τρίχες ὦσι λευκαὶ διὰ γῆρας οὐκ ἀκολουθεῖ τῷ δέρματι ἡ λευκότης.
15Aristoteles, De generatione animalium, 5, 4; 4 (auctor 384BC-322BC)
καὶ γὰρ ἡλικία πᾶσα ῥέπει ἀποκλίνοντος τοῦ σώματος ἐν τῷ γήρᾳ ἐπὶ ψύξιν· τὸ γὰρ γῆρας ψυχρὸν καὶ ξηρόν ἐστιν.
16Aristoteles, De generatione animalium, 5, 4; 21 (auctor 384BC-322BC)
ὀρθῶς δ' ἔχει καὶ λέγειν τὴν μὲν νόσον γῆρας ἐπίκτητον, τὸ δὲ γῆρας νόσον φυσικήν· ποιοῦσι γοῦν νόσοι τινὲς ταὐτὰ ἅπερ καὶ τὸ γῆρας.
17Aristoteles, De longitudine et brevitate vitae, 5; 2 (auctor 384BC-322BC)
Δεῖ γὰρ λαβεῖν ὅτι τὸ ζῷόν ἐστι φύσει ὑγρὸν καὶ θερμόν, καὶ τὸ ζῆν τοιοῦτον, τὸ δὲ γῆρας ψυχρὸν καὶ ξηρόν, καὶ τὸ τεθνηκός· φαίνεται γὰρ οὕτως.
18Aristoteles, De longitudine et brevitate vitae, 5; 17 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ ὅσα πονητικὰ τῶν ἀρρένων, καὶ διὰ τὸν πόνον γηράσκει μᾶλλον· ξηραίνει γὰρ ὁ πόνος, τὸ δὲ γῆρας ξηρόν ἐστιν.
19Aristoteles, De sensu et sensibilibus, 1; 5 (auctor 384BC-322BC)
Τυγχάνουσι δὲ τούτων τὰ μέγιστα τέτταρες οὖσαι συζυγίαι τὸν ἀριθμόν, οἷον ἐγρήγορσις καὶ ὕπνος, καὶ νεότης καὶ γῆρας, καὶ ἀναπνοὴ καὶ ἐκπνοή, καὶ ζωὴ καὶ θάνατος· περὶ ὧν θεωρητέον, τί τε ἕκαστον αὐτῶν, καὶ διὰ τίνας αἰτίας συμβαίνει.
20Aristoteles, Ethica Eudemia, 2; 197 (auctor 384BC-322BC)
σχεδὸν δὲ τούτοις δυσὶ τὸ φύσει διορίζομεν, τῷ τε ὅσα εὐθὺς γιγνομένοις ἀκολουθεῖ πᾶσι, καὶ ὅσα ἐωμένης τῆς γενέσεως εὐθυπορεῖν γίγνεται ἡμῖν, οἷον πολιὰ καὶ γῆρας καὶ τἆλλα τὰ τοιαῦτα.
21Aristoteles, Ethica Nicomachea, 4, 3; 17 (auctor 384BC-322BC)
ἡ δ' ἀνελευθερία ἀνίατός τ' ἐστίν (δοκεῖ γὰρ τὸ γῆρας καὶ πᾶσα ἀδυναμία ἀνελευθέρους ποιεῖν) , καὶ συμφυέστερον τοῖς ἀνθρώποις τῆς ἀσωτίας· οἱ γὰρ πολλοὶ φιλοχρήματοι μᾶλλον ἢ δοτικοί.
22Aristoteles, Historia animalium, 5, V 14; 47 (auctor 384BC-322BC)
Ἀφαιρεῖται δέ καί τό γῆρας ὥστε μή γεννᾶν μηδέ τίκτειν, καθάπερ καί ἐπί τῶν ἄλλων.
23Aristoteles, Historia animalium, 5, V 17; 18 (auctor 384BC-322BC)
Ἐκδύνουσι δέ τό κέλυφος τοῦ ἔαρος, ὥσπερ οἱ ὄφεις τό καλούμενον γῆρας, καί εὐθύς γινόμενοι καί ὕστερον καί οἱ κάραβοι καί οἱ καρκίνοι.
24Aristoteles, Historia animalium, 6, VI 24; 5 (auctor 384BC-322BC)
Ζῇ δ’ ἡμίονος ἔτη πολλά· ἤδη γάρ τις βεβίωκεν ἔτη καί ὀγδοήκοντα, οἷον Ἀθήνῃσιν ὅτε τόν νεών ᾠκοδόμουν· ὃς καί ἀφειμένος ἤδη διά τό γῆρας συναμπρεύων καί παραπορευόμενος παρώξυνε τά ζεύγη πρός τό ἔργον, ὥστ’ ἐψηφίσαντο μή ἀπελαύνειν αὐτόν τούς σιτοπώλους ἀπό τῶν τηλιῶν.
25Aristoteles, Historia animalium, 7, VII 3; 16 (auctor 384BC-322BC)
Τέως μέν οὖν πᾶσαν τήν τελείωσιν τῶν μορίων βραδύτερον ἀπολαμβάνει τό θῆλυ τοῦ ἄρρενος, καί δεκάμηνα γίνεται μᾶλλον τῶν ἀρρένων· ὅταν δέ γένηται, θᾶττον τά θήλεα τῶν ἀρρένων καί νεότητα καί ἀκμήν λαμβάνει καί γῆρας, καί μᾶλλον αἱ πλείοσι χρώμεναι τόκοις, ὥσπερ εἴρηται πρότερον.
26Aristoteles, Historia animalium, 8, VIII 17; 10 (auctor 384BC-322BC)
Τῶν δέ φωλούντων ἔνιοι τό καλούμενον γῆρας ἐκδύνουσιν· ἔστι δέ τοῦτο τό ἔσχατον δέρμα καί τό περί τάς γενέσεις κέλυφος.
27Aristoteles, Historia animalium, 8, VIII 17; 11 (auctor 384BC-322BC)
Τῶν μέν οὖν πεζῶν καί ζῳοτόκων περί τῆς ἄρκτου ἀμφισβητεῖται ἡ αἰτία τῆς φωλείας, καθάπερ ἐλέχθη πρότερον· τά δέ φολιδωτά φωλεῖ μέν σχεδόν τά πλεῖστα, ἐκδύνει δέ τό γῆρας ὅσων τό δέρμα μαλακόν μή ὀστρακῶδες ὥσπερ τῆς χελώνης (καί γάρ ἡ χελώνη τῶν φολιδωτῶν ἐστί καί ὁ ἐμύς), ἀλλ’ οἷον ἀσκαλαβώτης τε καί σαῦρος καί μάλιστα πάντων οἱ ὄφεις· ἐκδύνουσι γάρ καί τοῦ ἔαρος, ὅταν ἐξίωσι, καί τοῦ μετοπώρου πάλιν.
28Aristoteles, Historia animalium, 8, VIII 17; 12 (auctor 384BC-322BC)
Ἐκδύνουσι δέ καί οἱ ἔχεις τό γῆρας καί τοῦ ἔαρος καί τοῦ μετοπώρου, καί οὐχ ὥσπερ φασί τινες τοῦτο τό γένος τῶν ὄφεων μή ἐκδύεσθαι μόνον.
29Aristoteles, Historia animalium, 8, VIII 17; 14 (auctor 384BC-322BC)
Ἐν νυκτί δέ σχεδόν καί ἡμέρᾳ πᾶν ἀποδύεται τό γῆρας, ἀπό τῆς κεφαλῆς ἀρξάμενον μέχρι τῆς κέρκου.
30Aristoteles, Historia animalium, 8, VIII 17; 16 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον καί τῶν ἐντόμων ἐκδύνει τό γῆρας ὅσα ἐκδύνει, οἷον σίλφη καί ἐμπίς καί τά κολεόπτερα, οἷον κάνθαρος.
31Aristoteles, Historia animalium, 8, VIII 17; 23 (auctor 384BC-322BC)
Ἐκδύνουσι δέ καί οἱ καρκίνοι τό γῆρας, οἱ μέν μαλακόστρακοι ὁμολογουμένως, φασί δέ καί τούς ὀστρακοδέρμους, οἷον τάς μαίας.
32Aristoteles, Historia animalium, 8, VIII 17; 26 (auctor 384BC-322BC)
Ὅσα μέν οὖν φωλεῖ καί πότε καί πῶς, ἔτι δέ ποῖα καί πότε ἐκδύνει τό γῆρας, εἴρηται.
33Aristoteles, Historia animalium, 9, IX 41; 13 (auctor 384BC-322BC)
Πότερον δ’ οἱ περυσινοί ἡγεμόνες, ὅταν νέους ποιήσωσιν ἡγεμόνας, ἀποθνήσκουσιν ὑπό τῶν νέων σφηκῶν, καί τοῦθ’ ὁμοίως συμβαίνει, ἢ καί πλείω χρόνον δύνανται ζῆν, οὐδέν ὦπταί πω· οὐδέ γῆρας οὔτε μήτρας οὔτε τῶν ἀγρίων σφηκῶν οὐδείς πω ὦπται ἑωρακώς, οὐδ’ ἄλλο τοιοῦτον οὐδέν πάθος.
34Aristoteles, Historia animalium, 9, IX 44; 8 (auctor 384BC-322BC)
Πρός δέ τάς πόλεις ἔρχονται μάλιστα καί τούς ἀνθρώπους ἀδικοῦσιν, ὅταν γένωνται πρεσβῦται, διά τε τό γῆρας ἀδύνατοι θηρεύειν ὄντες καί διά τό πεπονηκέναι τούς ὀδόντας.
35Aristoteles, Meteorologica, 1, I 14; 4 (auctor 384BC-322BC)
Ἀρχή δέ τούτων καί αἴτιον ὅτι καί τῆς γῆς τά ἐντός, ὥσπερ τά σώματα τά τῶν φυτῶν καί ζῴων, ἀκμήν ἔχει καί γῆρας.
36Aristoteles, Meteorologica, 4, IV 1; 8 (auctor 384BC-322BC)
Τῇ δ’ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινόν σῆψις· πᾶσα γάρ ἡ κατά φύσιν φθορά εἰς τοῦθ’ ὁδός ἐστιν, οἷον γῆρας καί αὔανσις.
37Aristoteles, Politica, 2, 1271A; 228 (auctor 384BC-322BC)
ἐπιεικῶν μὲν γὰρ ὄντων καὶ πεπαιδευμένων ἱκανῶς πρὸς ἀνδραγαθίαν τάχ' ἂν εἴπειέ τις συμφέρειν τῇ πόλει, καίτοι τό γε διὰ βίου κυρίους εἶναι κρίσεων μεγάλων ἀμφισβητήσιμον (ἔστι γάρ, ὥσπερ καὶ σώματος, καὶ διανοίας γῆρας) · τὸν τρόπον δὲ τοῦτον πεπαιδευμένων ὥστε καὶ τὸν νομοθέτην αὐτὸν ἀπιστεῖν ὡς οὐκ ἀγαθοῖς ἀνδράσιν, οὐκ ἀσφαλές.
38Aristoteles, Problemata, 1, 17; 2 (auctor 384BC-322BC)
Ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας; οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστι, τῶν μὲν δι´ ἡλικίαν, τῶν δὲ διὰ νόσον.
39Aristoteles, Problemata, 3, 5; 3 (auctor 384BC-322BC)
Ἢ ὅτι γίνεται μὲν ὁ τρόμος διὰ κατάψυξιν, γίνεται δὲ ἢ περιισταμένου ἐντὸς τοῦ θερμοῦ διὰ τὸ ἐκτὸς ψῦχος, οἷον τοῦ χειμῶνος, ἢ σβεννυμένου τοῦ κατὰ φύσιν θερμοῦ, σβεννυμένου μὲν τῷ ἐναντίῳ, ἢ διὰ χρόνον, οἷον γῆρας, ἢ τῇ τοῦ ἀλλοτρίου θερμοῦ ὑπερβολῇ, ὃ συμβαίνει τῷ ἐν τῷ ἡλίῳ ἢ πυρὶ καιομένῳ.
40Aristoteles, Problemata, 3, 5; 8 (auctor 384BC-322BC)
Τοῦτο δὲ ἐπὶ μὲν τῶν ἀψύχων ἐπὶ τοῦ λύχνου ἐστὶ φανερόν (τοῦ γὰρ ἐλαίου ἀναλωθέντος συμβαίνει σβέννυσθαι τὸ φῶς), ἐπὶ δὲ τῶν ἐμψύχων τό τε γῆρας ταὐτὸ ποιεῖ τοῦτο καὶ τῶν νόσων αἱ μακραὶ καὶ συντηκτικαί.
41Aristoteles, Problemata, 3, 26; 12 (auctor 384BC-322BC)
Τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ, τὸ δὲ γῆρας ψυχρόν.
42Aristoteles, Problemata, 3, 26; 13 (auctor 384BC-322BC)
Οἱ δὲ οἰνόφλυγες μαραινομένης μὲν τῆς οἰκείας θερμότητος τρέμουσι, κἂν εἴ τινες ἄλλοι τοῦτο πάσχουσι διὰ τὸν οἶνον, οὐ τὸν αὐτὸν δὲ τρόπον τοῖς διὰ γῆρας, ἀλλ´ ἔτι τρίτος ἦν τρόπος τῆς τοῦ θερμοῦ φθορᾶς.
43Aristoteles, Problemata, 14; 8 (auctor 384BC-322BC)
Διὰ τί οἱ μὲν ἐν τοῖς εὐπνόοις τόποις βραδέως γηράσκουσιν, οἱ δὲ ἐν τοῖς κοίλοις καὶ ἑλώδεσι ταχέως; ἢ τὸ γῆρας σηπεδών τίς ἐστι, σήπεται δὲ τὸ ἠρεμοῦν· τὸ δὲ ἐν κινήσει ὂν ἢ ὅλως ἀσαπὲς ἢ ἧττον τοῦτο πάσχει, οἷον τὸ ὕδωρ.
44Aristoteles, Problemata, 30; 58 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο πρὸς τὸ πίνειν εἰς μέθην πάντες ἔχουσι προθύμως, ὅτι πάντας ὁ οἶνος ὁ πολὺς εὐέλπιδας ποιεῖ, καθάπερ ἡ νεότης τοὺς παῖδας· τὸ μὲν γὰρ γῆρας δύσελπί ἐστιν, ἡ δὲ νεότης ἐλπίδος πλήρης.
45Aristoteles, Problemata, 30; 61 (auctor 384BC-322BC)
διὸ καὶ οἱ νέοι ἢ καὶ οἱ πρεσβῦται μᾶλλον ἀπάγχονται· τὸ μὲν γὰρ γῆρας μαραίνει τὸ θερμόν, τῶν δὲ τὸ πάθος φυσικὸν ὂν καὶ αὐτὸ τὸ μαραινόμενον θερμόν.
46Aristoteles, Problemata, 30; 65 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ θερμοί, οἱ δὲ ψυχροί· τὸ γὰρ γῆρας κατάψυξίς τις.
47Aristoteles, Problemata, 38; 18 (auctor 384BC-322BC)
Διὰ τί οἱ γηράσκοντες μελάντεροι γίνονται; ἢ ὅτι πᾶν σηπόμενον μελάντερον γίνεται, πλὴν εὐρῶτος; τοῦτο δ' ἐστὶ γῆρας καὶ σαπρότης.
48Aristoteles, Rhetorica, 1, 5, 11; 20 (auctor 384BC-322BC)
νέου μὲν οὖν κάλλος τὸ πρὸς τοὺς πόνους χρήσιμον ἔχειν τὸ σῶμα τούς τε πρὸς δρόμον καὶ πρὸς βίαν, ἡδὺν ὄντα ἰδεῖν πρὸς ἀπόλαυσιν· διὸ οἱ πένταθλοι κάλλιστοι, ὅτι πρὸς βίαν καὶ πρὸς τάχος ἅμα πεφύκασιν· ἀκμάζοντος δὲ πρὸς μὲν πόνους τοὺς πολεμικούς, ἡδὺν δ' εἶναι δοκεῖν μετὰ φοβερότητος· γέροντος δὲ πρὸς μὲν πόνους τοὺς ἀναγκαίους ἱκανόν, ἄλυπον δὲ διὰ τὸ μηδὲν ἔχειν ὧν τὸ γῆρας λωβᾶται.
49Aristoteles, Rhetorica, 2, 8, 11; 9 (auctor 384BC-322BC)
ἔστι δὲ ὀδυνηρὰ μὲν καὶ φθαρτικὰ θάνατοι καὶ αἰκίαι σωμάτων καὶ κακώσεις καὶ γῆρας καὶ νόσοι καὶ τροφῆς ἔνδεια, ὧν δ' ἡ τύχη αἰτία κακῶν ἀφιλία, ὀλιγοφιλία (διὸ καὶ τὸ διασπᾶσθαι ἀπὸ φίλων καὶ συνήθων ἐλεεινόν) , αἶσχος, ἀσθένεια, ἀναπηρία, καὶ τὸ ὅθεν προσῆκεν ἀγαθόν τι ὑπάρξαι κακόν τι συμβῆναι, καὶ τὸ πολλάκις τοιοῦτον, καὶ τὸ πεπονθότος γενέσθαι τι ἀγαθόν, οἷον Διοπείθει τὰ παρὰ βασιλέως τεθνεῶτι κατεπέμφθη, καὶ τὸ ἢ μηδὲν γεγενῆσθαι ἀγαθὸν ἢ γενομένων μὴ εἶναι ἀπόλαυσιν.
50Aristoteles, Rhetorica, 2, 12, 2; 2 (auctor 384BC-322BC)
λέγω δὲ πάθη μὲν ὀργὴν ἐπιθυμίαν καὶ τὰ τοιαῦτα περὶ ὧν εἰρήκαμεν [πρότερον], ἕξεις δὲ ἀρετὰς καὶ κακίας, εἴρηται δὲ περὶ τούτων πρότερον, καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί ἡλικίαι δέ εἰσι νεότης καὶ ἀκμὴ καὶ γῆρας.. τύχην δὲ λέγω εὐγένειαν καὶ πλοῦτον καὶ δυνάμεις καὶ τἀναντία τούτοις καὶ ὅλως εὐτυχίαν καὶ δυστυχίαν.
51Aristoteles, Rhetorica, 2, 13, 7; 8 (auctor 384BC-322BC)
καὶ δειλοὶ καὶ πάντα προφοβητικοί· ἐναντίως γὰρ διάκεινται τοῖς νέοις· κατεψυγμένοι γάρ εἰσιν, οἱ δὲ θερμοί, ὥστε προωδοπεποίηκε τὸ γῆρας τῇ δειλίᾳ· καὶ γὰρ ὁ φόβος κατάψυξίς τίς ἐστιν.
52Aristoteles, Rhetorica, 2, 14, 3; 3 (auctor 384BC-322BC)
ὡς δὲ καθόλου εἰπεῖν, ὅσα μὲν διῄρηνται ἡ νεότης καὶ τὸ γῆρας τῶν ὠφελίμων, ταῦτα ἄμφω ἔχουσιν, ὅσα δὲ ὑπερβάλλουσιν ἢ ἐλλείπουσιν, τούτων τὸ μέτριον καὶ τὸ ἁρμόττον.
53Aristoteles, Rhetorica, 3, 10, 2; 5 (auctor 384BC-322BC)
αἱ μὲν οὖν γλῶτται ἀγνῶτες, τὰ δὲ κύρια ἴσμεν· ἡ δὲ μεταφορὰ ποιεῖ τοῦτο μάλιστα· ὅταν γὰρ εἴπῃ τὸ γῆρας καλάμην, ἐποίησεν μάθησιν καὶ γνῶσιν διὰ τοῦ γένους· ἄμφω γὰρ ἀπηνθηκότα.
54Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 21; 2
καὶ συλλαβοῦσα ἔτεκεν Σαρρα τῷ Αβρααμ υἱὸν εἰς τὸ γῆρας εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ κύριος.
55Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 42; 38
ὁ δὲ εἶπεν Οὐ καταβήσεται ὁ υἱός μου μεθ’ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἂν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
56Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 29
ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου.
57Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 31
καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδάριον μεθ’ ἡμῶν τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς δὲ ἡμῶν μετ’ ὀδύνης εἰς ᾅδου.
58Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 19; 34
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ’ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ’ ἐμοῦ ἐν Ιερουσαλημ.
59Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 3; 10
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐλυπήθη ἐν τῇ ψυχῇ καὶ ἔκλαυσεν καὶ ἀναβᾶσα εἰς τὸ ὑπερῷον τοῦ πατρὸς αὐτῆς ἠθέλησεν ἀπάγξασθαι. καὶ πάλιν ἐλογίσατο καὶ λέγει Μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐροῦσιν αὐτῷ Μία σοι ὑπῆρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τῶν κακῶν· καὶ κατάξω τὸ γῆρας τοῦ πατρός μου μετὰ λύπης εἰς ᾅδου· χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι, ἀλλὰ δεηθῆναι τοῦ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τῇ ζωῇ μου.
60Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 91; 11
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι,
61Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 16; 31
στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
62Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 30; 17
ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων, καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
63Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 3; 17
ἐάν τε γὰρ μακρόβιοι γένωνται, εἰς οὐθὲν λογισθήσονται, καὶ ἄτιμον ἐπ’ ἐσχάτων τὸ γῆρας αὐτῶν·
64Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 4; 8
γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται,
65Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 4; 16
κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου·
66Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 30; 24
ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
67Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 5; 12
καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτιρήσεις τὸ σεαυτοῦ γῆρας;
68Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 5; 33
οὐχ οὕτως οἰκτίρομαι τὸ ἐμαυτοῦ γῆρας ὥστε δι’ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον.
69Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 8; 20
ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας καὶ κατοικτίρωμεν τὸ τῆς μητρὸς γῆρας
70Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 4; 18
ἐν μονώσει ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν.
71Desiderius Erasmus, Adagia, Chiliades, 1, 25; 8 (opus 1508)
Plutarchus in libro, qui inscribitur An seni sit gerenda respublica: Σελευταίαν ὥσπερ τήν αφ’ ἱερᾶς ἐπάγουσιν ἡμῖν τό γῆρας, id est Postremam nobis tanquam a sacra linea senectam allegant, hoc est veluti causam gravissimam.
72Desiderius Erasmus, Adagia, Chiliades, 1, 309; 13 (opus 1508)
Quapropter scripsit Euripides: Ἀλλ’ ἥ τό γῆρας τήν Κύπριν χαίρειν ἐᾶ, Ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται, id est Verum senecta iubet valere Cypridem, Et ipsa rursum infensa senibus est Venus.
73Desiderius Erasmus, Adagia, Chiliades, 1, 436; 22 (opus 1508)
Quapropter Euripides in Bacchis ait: Σό γῆρας ὑμων εἰσορῶ νοῦν οὐκ ἔχον, id est Vestram ubi senectam video mentis indigam.
74Desiderius Erasmus, Adagia, Chiliades, 1, 565; 1 (opus 1508)
Σιθωνοῦ γῆρας, id est Tithoni senecta.
75Desiderius Erasmus, Adagia, Chiliades, 1, 613; 5 (opus 1508)
Graecum adagium videtur ex Sophocle sumptum, cuius in Oedipo Coloneo haec sunt verba: Θυμοῦ γάρ οὐδέν γῆράς ἐστιν ἄλλο πλήν Θανεῖν· θανόντων οὐδέν ἄλγος ἅπτεται, id est Senecta nulla obtringit iracundiae Nisi mors, sepultos nullus attingit dolor.
76Desiderius Erasmus, Adagia, Chiliades, 1, 663; 4 (opus 1508)
Sophocles in Oedipo Coloneo has rerum humanarum vices eleganter describit: Μόνοις οὐ γίγνεται Θεοῖσι γῆρας οὐδέ κατθανεῖν ποτε, Σά δ’ ἄλλα συγχεῖ πάνθ’ ὁ παγκρατής χρόνος.
77Desiderius Erasmus, Adagia, Chiliades, 1, 856; 1 (opus 1508)
Ἀετοῦ γῆρας, id est Aquilae senecta.
78Desiderius Erasmus, Adagia, Chiliades, 1, 857; 1 (opus 1508)
Ἀετοῦ γῆρας, κορύδου νεότης, id est Aquilae senecta, corydi iuventa.
79Desiderius Erasmus, Adagia, Chiliades, 1, 941; 5 (opus 1508)
Ὅταν γάρ, inquit, τό γῆρας εἷπε καλάμην, ἐποίησε μάθησιν καί γνῶσιν διά τοῦ γέροντος, ἄμφω γάρ ἀπηνθηκότες, id est Etenim cum senecta dixit culmum, senem ostendit ac repraesentavit.
80Desiderius Erasmus, Adagia, Chiliades, 2, 1032; 1 (opus 1508)
Ἵππου γῆρας, id est equi senecta, proverbium in eos dici solitum, qui praeclaris rebus gestis in iuventa, postea quam consenuerint, ad sordidas curas semet abiiciunt.
81Desiderius Erasmus, Adagia, Chiliades, 2, 1032; 4 (opus 1508)
:Οὐ παντάπασιν δόξει τοῦτο δή τό καλούμενον ἵππου γῆρας ἐπάγεσθαι μηδενός ἀναγκάζοντος; id est An non is plane videbitur equi senectam, quemadmodum vulgo vocant, accersere nemine compellente ?
82Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 4 (opus 1508)
Unde illud frequens apud Homerum χαλεπόν γῆρας, id est molesta senectus.
83Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 5 (opus 1508)
Iliados Θ: Σή δέ βίη λέλυται, χαλεπόν δέ τε γῆρας ὀπάζει, id est Viribus effetum iam te premit aspra senectus.
84Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 10 (opus 1508)
Idem testatur senarius ille proverbialis: Υοβοῦ τό γῆρας· οὐ γάρ ἔρχεται μόνον, id est Metue senectam, non enim sola advenit.
85Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 11 (opus 1508)
Item: Φαλεπόν τό γῆρας ἐστιν ἀνθρώποις βάρος, id est Pergrave senectus est onus mortalibus.
86Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 13 (opus 1508)
Item ex eodem: Σό γῆρας ὥσπερ βωμός ἐστι τῶν κακῶν· Πάντ’ ἔστ’ ἰδεῖν εἰς τοῦτο καταπεφευγότα, id est Quaedam est malorum ara senectus omnium, Adeo videre est cuncta ad hanc recurrere.
87Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 14 (opus 1508)
Rursus ex eodem: Πρός γάρ τό γῆρας ὥσπερ ἐργαστήριον Ἅπαντα τἀνθρώπινα προσφοιτᾶ κακά, id est Miseram ad senectam ut ad officinam quampiam Mala universa confluunt mortalium.
88Desiderius Erasmus, Adagia, Chiliades, 2, 1537; 22 (opus 1508)
Donatus adscribit verba Apollodori ex Graeca comoedia: Σό γῆράς ἐστιν αὐτό νόσημα, id est Ipsa senectus morbus est.
89Desiderius Erasmus, Adagia, Chiliades, 2, 1661; 1 (opus 1508)
Ἡσιόδειον γῆρας, id est Hesiodia senecta.
90Desiderius Erasmus, Adagia, Chiliades, 2, 1999; 1 (opus 1508)
Γῆρας λέοντος κρεῖσσον ἀκμαίων νεβρῶν, id est Leo senex vigente potior hinnulo.
91Desiderius Erasmus, Adagia, Chiliades, 2, 1999; 7 (opus 1508)
Aristophanes alicubi: Ἐγώ τοὐμόν νομίζω γῆρας εἷναι κρεῖττον ἥ πολλῶν κοκίννους νεανιῶν, id est Meam senectam praeferendam existimo Complurium comis adulescentium.
92Desiderius Erasmus, Adagia, Chiliades, 3, 2601; 68 (opus 1508)
Atque hinc ortum est adagium illud notissimum Ἀετοῦ γῆρας in senes aetate vinosiores, cum alioqui omne ferme genus hoc avium, quibus adunci sunt ungues, aut non bibant omnino aut certe perquam raro, siquidem Aristoteli credimus.
93Desiderius Erasmus, Adagia, Chiliades, 3, 2673; 1 (opus 1508)
Γέγηθε μᾶλλον ἥ τό γῆρας ἐκδύς, id est Gaudet magis quam qui senectam exuit.
94Desiderius Erasmus, Adagia, Chiliades, 3, 2673; 3 (opus 1508)
Aristophanes in Pace: Ἥδομαι γάρ καί γέγηθα καί πέπορδα καί γελῶ Μᾶλλον ἤ τό γῆρας ἐκδύς ἐκφυγών τήν ἀσπίδα, id est Gaudeo siquidem atque laetor atque pedo et rideo, Qui clipeum suffugerim, magis ac senectam qui exuit.
95Desiderius Erasmus, Adagia, Chiliades, 4, 4126; 1 (opus 1508)
Ἵππου γῆρας alias dictum est de his qui post res praeclare gestas ob senium reiiciuntur.
96Dositheus, Hermeneumata Leidensia, III, 5; 140 (auctor c.350)
Τότε καὶ Νέστωρ διὰ τὸ γῆρας πλουσίως ἐτιμήθη˙ ὅπλοις πάλιν Διομήδης, Αἴας Οἰλέως καὶ Τελαμώνιος ἴσοις δώροις τιμηθέντες ἀπεχώρησαν˙ δίσκῳ Πολυποίτης, τόξῳ Τεῦκρος καὶ ἀκοντίῳ Ἀγαμέμνων, καὶ ἐπῃνέθη ὑπ’ Ἀχιλλέως.
97Flauius Sosipater Charisius, Ars, p. 460, l. 33 (auctor c.362)
senectus τὸ γῆρας.
98Gregorius I, Dialogi, 77, 0227A (auctor 540-604)
Τούτου εὐλαβεστάτου ἀνδρὸς ἐν τῷ παρεκταθῆναι τὴν ζωὴν, καὶ εἰς μακρὸν γῆρας ἐληλακέναι, ὁ τούτου ἀρχιδιάκονος τῇ ἐπιθυμίᾳ τῆς ἐπισκοπῆς ἐκκαιόμενος, διὰ ποτοῦ δηλητηρίου θανατῶσαι αὐτὸν ἠθέλησε.
99Gregorius I, Dialogi, 77, 0335C (auctor 540-604)
Οὗτος τοίνυν ὁ εὐλαβέστατος πρεσβύτερος ἐν πολλοῖς ἔτεσι τὴν ζωὴν διανύσας, καὶ εἰς βαθὺ γῆρας ἐληλακὼς, τῷ τεσσαρακοστῷ χρόνῳ τῆς χειροτονίας αὐτοῦ ἐκκαύσει βαρυτάτου πυρετοῦ συσχεθεὶς, ἐν τοῖς ἐσχάτοις ἀπηνέχθη.
100Herodotus, Historiae, 3, 99, 2; 3 (auctor c.484BC-425BC)
τὸν γὰρ δὴ ἐς γῆρας ἀπικόμενον θύσαντες κατευωχέονται· ἐς δὲ τούτου λόγον οὐ πολλοί τινες αὐτῶν ἀπικνέονται· πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον πίπτοντα πάντα κτείνουσι.
101Hesiodus, Opera et dies, 109; 2 (auctor fl.c.700BC)
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ' οὐρανῷ ἐμβασίλευεν· ὥστε θεοὶ δ' ἔζωον ἀκηδέα θυμὸν ἔχοντες νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντ' ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων· θνῇσκον δ' ὥσθ' ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα τοῖσιν ἔην· καρπὸν δ' ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ' ἐθελημοὶ ἥσυχοι ἔργ' ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
102Hesiodus, Theogonia, 207; 4 (auctor fl.c.700BC)
τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, Νὺξ ὀλοή· μετὰ τὴν δ' Ἀπάτην τέκε καὶ Φιλότητα Γῆράς τ' οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
103Hesiodus, Theogonia, 585; 5 (auctor fl.c.700BC)
ὡς δ' ὁπότ' ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων – αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά, οἳ δ' ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ' ἀμῶνται – ὣς δ' αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντ' ἀγαθοῖο· ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ' ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο· ὅ γ' οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί· ᾧ δ' αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ' ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ' ἀπ' αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
104Hieronymus Stridonensis, De viris illustribus, 23, 0646B (auctor 340-420)
Πινυτὸς Κρήτης, Κνωσσοῦ τῆς πόλεως ἐπίσκοπος, ἔγραψε πρὸς Διονύσιον Κορίνθου ἐπίσκοπον πάνυ κομψὴν ἐπιστολὴν, ἐν ᾗ διδάσκει, οὐκ ἀεὶ δεῖν τοὺς λαοὺς γάλακτι τρέφεσθαι, μήπως ὡς νήπιοι τῇ ἐσχάτῃ καταληφθῶσιν ἡμέρᾳ, ἀλλὰ καὶ στερεῷ βρώματι, ἵνα εἰς πνευματικὸν προκόψωσι γῆρας.
105Homerus, Ilias, 1, 1; 3 (auctor fl.700BC)
ἔνθ' ἄλλοι μέν πάντες ἐπευφήμησαν Ἀχαιοί αἰδεῖσθαί θ' ἱερῆα καί ἀγλαά δέχθαι ἄποινα· ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλά κακῶς ἀφίει, κρατερόν δ' ἐπί μῦθον ἔτελλε· μή σε γέρον κοίλῃσιν ἐγώ παρά νηυσί κιχείω ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα, μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καί στέμμα θεοῖο· τήν δ' ἐγώ οὐ λύσω· πρίν μιν καί γῆρας ἔπεισιν ἡμετέρῳ ἐνί οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης ἱστόν ἐποιχομένην καί ἐμόν λέχος ἀντιόωσαν· ἀλλ' ἴθι μή μ' ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
106Homerus, Ilias, 4, 310; 1 (auctor fl.700BC)
ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· καί τόν μέν γήθησεν ἰδών κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ γέρον εἴθ' ὡς θυμός ἐνί στήθεσσι φίλοισιν ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις ἀνδρῶν ἄλλος ἔχειν, σύ δέ κουροτέροισι μετεῖναι.
107Homerus, Ilias, 4, 310; 3 (auctor fl.700BC)
ἀλλ' οὔ πως ἅμα πάντα θεοί δόσαν ἀνθρώποισιν· εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
108Homerus, Ilias, 8, 78; 5 (auctor fl.700BC)
Τυδεΐδης δ' αὐτός περ ἐών προμάχοισιν ἐμίχθη, στῆ δέ πρόσθ' ἵππων Νηληϊάδαο γέροντος, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σή δέ βίη λέλυται, χαλεπόν δέ σε γῆρας ὀπάζει, ἠπεδανός δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
109Homerus, Ilias, 9, 417; 5 (auctor fl.700BC)
ὡς ἂν ἔπειτ' ἀπό σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι λείπεσθ', οὐδ' εἴ κέν μοι ὑποσταίη θεός αὐτός γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα φεύγων νείκεα πατρός Ἀμύντορος Ὀρμενίδαο, ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, τήν αὐτός φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν μητέρ' ἐμήν· ἣ δ' αἰέν ἐμέ λισσέσκετο γούνων παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα.
110Homerus, Ilias, 14, 64; 7 (auctor fl.700BC)
τόν δ' ἄρ' ὑπόδρα ἰδών προσέφη πολύμητις Ὀδυσσεύς· Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· οὐλόμεν' αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μή δ' ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεύς ἐκ νεότητος ἔδωκε καί ἐς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
111Homerus, Ilias, 17, 185; 3 (auctor fl.700BC)
στάς δ' ἀπάνευθε μάχης πολυδακρύου ἔντε' ἄμειβεν· ἤτοι ὃ μέν τά ἃ δῶκε φέρειν προτί Ἴλιον ἱρήν Τρωσί φιλοπτολέμοισιν, ὃ δ' ἄμβροτα τεύχεα δῦνε Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοί Οὐρανίωνες πατρί φίλῳ ἔπορον· ὃ δ' ἄρα ᾧ παιδί ὄπασσε γηράς· ἀλλ' οὐχ υἱός ἐν ἔντεσι πατρός ἐγήρα.
112Homerus, Ilias, 18, 490; 7 (auctor fl.700BC)
τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καί νήπια τέκνα ῥύατ' ἐφεσταότες, μετά δ' ἀνέρες οὓς ἔχε γῆρας· οἳ δ' ἴσαν· ἦρχε δ' ἄρά σφιν Ἄρης καί Παλλάς Ἀθήνη ἄμφω χρυσείω, χρύσεια δέ εἵματα ἕσθην, καλώ καί μεγάλω σύν τεύχεσιν, ὥς τε θεώ περ ἀμφίς ἀριζήλω· λαοί δ' ὑπολίζονες ἦσαν.
113Homerus, Ilias, 22, 405; 5 (auctor fl.700BC)
λίσσωμ' ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν, ἤν πως ἡλικίην αἰδέσσεται ἠδ' ἐλεήσῃ γῆρας· καί δέ νυ τῷ γε πατήρ τοιόσδε τέτυκται Πηλεύς, ὅς μιν ἔτικτε καί ἔτρεφε πῆμα γενέσθαι Τρωσί· μάλιστα δ' ἐμοί περί πάντων ἄλγε' ἔθηκε.
114Homerus, Ilias, 23, 586; 12 (auctor fl.700BC)
πέμπτον δ' ὑπελείπετ' ἄεθλον, ἀμφίθετος φιάλη· τήν Νέστορι δῶκεν Ἀχιλλεύς Ἀργείων ἀν' ἀγῶνα φέρων, καί ἔειπε παραστάς· τῆ νῦν, καί σοί τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γάρ ἔτ' αὐτόν ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ' ἄεθλον αὔτως· οὐ γάρ πύξ γε μαχήσεαι, οὐδέ παλαίσεις, οὐδ' ἔτ' ἀκοντιστύν ἐσδύσεαι, οὐδέ πόδεσσι θεύσεαι· ἤδη γάρ χαλεπόν κατά γῆρας ἐπείγει.
115Homerus, Odyssea, 1, 178; 14 (auctor fl.700BC)
ὡς δή ἐγώ γ' ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱός ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
116Homerus, Odyssea, 8, 199; 11 (auctor fl.700BC)
τῷ ῥα καί αἶψ' ἔθανεν μέγας Εὔρυτος, οὐδ' ἐπί γῆρας ἵκετ' ἐνί μεγάροισι· χολωσάμενος γάρ Ἀπόλλων ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
117Homerus, Odyssea, 11, 180; 5 (auctor fl.700BC)
ἔνθ' ὅ γε κεῖτ' ἀχέων, μέγα δέ φρεσί πένθος ἀέξει σόν νόστον ποθέων, χαλεπόν δ' ἐπί γῆρας ἱκάνει.
118Homerus, Odyssea, 11, 486; 4 (auctor fl.700BC)
εἰπέ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι, ἢ ἔτ' ἔχει τιμήν πολέσιν μετά Μυρμιδόνεσσιν, ἦ μιν ἀτιμάζουσιν ἀν' Ἑλλάδα τε Φθίην τε, οὕνεκά μιν κατά γῆρας ἔχει χεῖράς τε πόδας τε.
119Homerus, Odyssea, 13, 47; 4 (auctor fl.700BC)
ἀνά δ' ἵστατο δῖος Ὀδυσσεύς, Ἀρήτῃ δ' ἐν χειρί τίθει δέπας ἀμφικύπελλον, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· " χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας ἔλθῃ καί θάνατος, τά τ' ἐπ' ἀνθρώποισι πέλονται.
120Homerus, Odyssea, 19, 361; 2 (auctor fl.700BC)
οὐ γάρ πώ τις τόσσα βροτῶν Διί τερπικεραύνῳ πίονα μηρί' ἔκη' οὐδ' ἐξαίτους ἑκατόμβας, ὅσσα σύ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο γῆράς τε λιπαρόν θρέψαιό τε φαίδιμον υἱόν· νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
121Homerus, Odyssea, 23, 1; 8 (auctor fl.700BC)
εἰ γάρ τίς μ' ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι, ταῦτ' ἐλθοῦσ' ἤγγειλε καί ἐξ ὕπνου ἀνέγειρεν, τῷ κε τάχα στυγερῶς μιν ἐγών ἀπέπεμψα νέεσθαι αὖτις ἔσω μέγαρον· σέ δέ τοῦτό γε γῆρας ὀνήσει.
122Homerus, Odyssea, 23, 263; 3 (auctor fl.700BC)
σῆμα δέ μοι τόδ' ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης φήῃ ἀθηρηλοιγόν ἔχειν ἀνά φαιδίμῳ ὤμῳ, καί τότε μ' ἐν γαίῃ πήξαντ' ἐκέλευεν ἐρετμόν, ἔρξανθ' ἱερά καλά Ποσειδάωνι ἄνακτι, ἀρνειόν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον, οἴκαδ' ἀποστείχειν, ἔρδειν θ' ἱεράς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοί οὐρανόν εὐρύν ἔχουσι, πᾶσι μάλ' ἑξείης· θάνατος δέ μοι ἐξ ἁλός αὐτῷ ἀβληχρός μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ γήρας ὕπο λιπαρῷ ἀρημένον· ἀμφί δέ λαοί ὄλβιοι ἔσσονται· τά δέ μοι φάτο πάντα τελεῖσθαι.
123Homerus, Odyssea, 23, 263; 4 (auctor fl.700BC)
" τόν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια· " εἰ μέν δή γῆράς γε θεοί τελέουσιν ἄρειον, ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
124Homerus, Odyssea, 24, 232; 6 (auctor fl.700BC)
ἄλλο δέ τοι ἐρέω, σύ δέ μή χόλον ἔνθεο θυμῷ αὐτόν σ' οὐκ ἀγαθή κομιδή ἔχει, ἀλλ' ἅμα γῆρας λυγρόν ἔχεις αὐχμεῖς τε κακῶς καί ἀεικέα ἕσσαι.
125Homerus, Odyssea, 24, 365; 5 (auctor fl.700BC)
οἱ δ' ἐπεί οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, ἑξείης ἕζοντο κατά κλισμούς τε θρόνους τε· ἔνθ' οἱ μέν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δέ ἦλθ' ὁ γέρων Δολίος, σύν δ' υἱεῖς τοῖο γέροντος, ἐξ ἔργων μογέοντες, ἐπεί προμολοῦσα κάλεσσεν μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα ἐνδυκέως κομέεσκεν, ἐπεί κατά γῆρας ἔμαρψεν.
126Incertus 014, Vita et institutum, 14, 0065D
33. Ὁ δὲ θεῖος οὗτος Ἀμβρόσιος· ὃν εἴρηται τρόπον, ἐν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ἐν ὀρθοδόξοις δόγμασι διαλάμψας· ζηλωτής τε καὶ ὑπέρμαχος τῆς ἀληθείας γενόμενος, καὶ ἐποικοδομήσας ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν· λόγους τε ὀρθοδοξίας καὶ διδασκαλίας ἐκθέμενος, καὶ πᾶσαν ὑπὸ Ἀρείου καὶ Ἀπολιναρείου καινισθεῖσαν αἵρεσιν ἀπελάσας· πάντα τε τὰ τῆς αὐτοῦ ἐκκλησίας καλῶς διαθέμενος, καὶ εἰς βαθὺ γῆρας ἐλάσας, πλήρης τε ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν εἰρήνῃ, τεθεὶς ἐν τῇ ἐκκλησίᾳ Μεδιολάνων, μνήμην ἀληθῆ τὸν αὐτοῦ βίον καταλιπὼν καὶ τὰ κατορθώματα· ὧν ζηλωτὰς καὶ ἡμᾶς γενέσθαι καταξιώσειε, καὶ τῶν αὐτῶν ἀμοιβῶν ἐκείνῳ καὶ τῶν στεφάνων ἐπιτυχεῖν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰώνας τῶν αἰώνων ἀμήν.
127Leo I, Epistolae, 54, 0854A (auctor 440-461)
Καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα, καὶ ἰδεῖν αὐτοὺς πατρικῶς, καὶ τὰς ἀκλινεῖς ὑμῶν ἀκοὰς εὐμενεῖς αὐτοῖς παρασχεῖν, καὶ τὸ συκοφαντούμενον καὶ μάτην πολεμούμενόν μου γῆρας τῆς ὑμετέρας ἀξιῶσαι κηδεμονίας, καὶ πρὸ πάντων τῆς ἐπιβουλευομένης πίστεως παντὶ σθένει φροντίσαι, καὶ φυλάξαι ταῖς ἐκκλησίαις τὸν πατρῷον κλῆρον ἀκήρατον· ἵνα καὶ τὰς ἀντὶ τούτων ἀντιδόσεις δέξηται ὑμῶν ἡ ἁγιότης παρὰ τοῦ μεγαλοδώρου δεσπότου.
128Plato, Convivium, p1, 195; 7 (auctor c.425BC-347BC)
μέγα δὲ τεκμήριον τῷ λόγῳ αὐτὸς παρέχεται, φεύγων φυγῇ τὸ γῆρας, ταχὺ ὂν δῆλον ὅτι· θᾶττον γοῦν τοῦ δέοντος ἡμῖν προσέρχεται.
129Plato, Epinomis, p1, 974; 3 (auctor c.425BC-347BC)
οὗτος δὲ σχεδὸν ἀναπνοὴν δοκεῖ ποιεῖν τινα κατὰ μέσον πῃ βίον τὸν ἀνθρώπινον· ταχύ γε μὴν ἐπιλαβὸν γῆρας ὁντινοῦν ποιήσει' ἂν μήποτ' ἐθελῆσαι πάλιν ἀναβιῶναι, λογισάμενον τὸν βεβιωμένον ἑαυτῷ βίον, ὅστις μὴ τυγχάνει παιδικῆς δόξης μεστὸς ὤν.
130Plato, Hippias, p1, 291; 13 (auctor c.425BC-347BC)
Ἱππίας λέγω τοίνυν ἀεὶ καὶ παντὶ καὶ πανταχοῦ κάλλιστον εἶναι ἀνδρί, πλουτοῦντι, ὑγιαίνοντι, τιμωμένῳ ὑπὸ τῶν Ἑλλήνων, ἀφικομένῳ εἰς γῆρας, τοὺς αὑτοῦ γονέας τελευτήσαντας καλῶς περιστείλαντι, ὑπὸ τῶν αὑτοῦ ἐκγόνων καλῶς καὶ μεγαλοπρεπῶς ταφῆναι.
131Plato, Laches, p1, 188; 2 (auctor c.425BC-347BC)
ἐγὼ δὲ συνήθης τέ εἰμι τῷδε καὶ οἶδ' ὅτι ἀνάγκη ὑπὸ τούτου πάσχειν ταῦτα, καὶ ἔτι γε αὐτὸς ὅτι πείσομαι ταῦτα εὖ οἶδα· χαίρω γάρ, ὦ Λυσίμαχε, τῷ ἀνδρὶ πλησιάζων, καὶ οὐδὲν οἶμαι κακὸν εἶναι τὸ ὑπομιμνῄσκεσθαι ὅτι μὴ καλῶς ἢ πεποιήκαμεν ἢ ποιοῦμεν, ἀλλ' εἰς τὸν ἔπειτα βίον προμηθέστερον ἀνάγκη εἶναι τὸν ταῦτα μὴ φεύγοντα ἀλλ' ἐθέλοντα κατὰ τὸ τοῦ Σόλωνος καὶ ἀξιοῦντα μανθάνειν ἕωσπερ ἂν ζῇ, καὶ μὴ οἰόμενον αὐτῷ τὸ γῆρας νοῦν ἔχον προσιέναι.
132Plato, Leges, 1a, 653; 4 (auctor c.425BC-347BC)
Ἀθηναῖος λέγω τοίνυν τῶν παίδων παιδικὴν εἶναι πρώτην αἴσθησιν ἡδονὴν καὶ λύπην, καὶ ἐν οἷς ἀρετὴ ψυχῇ καὶ κακία παραγίγνεται πρῶτον, ταῦτ' εἶναι, φρόνησιν δὲ καὶ ἀληθεῖς δόξας βεβαίους εὐτυχὲς ὅτῳ καὶ πρὸς τὸ γῆρας παρεγένετο· τέλεος δ' οὖν ἔστ' ἄνθρωπος ταῦτα καὶ τὰ ἐν τούτοις πάντα κεκτημένος ἀγαθά.
133Plato, Leges, 1b, 692; 1 (auctor c.425BC-347BC)
κατὰ γῆρας σώφρονα δύναμιν τῇ κατὰ γένος αὐθάδει ῥώμῃ, τὴν τῶν ὀκτὼ καὶ εἴκοσι γερόντων ἰσόψηφον εἰς τὰ μέγιστα τῇ τῶν βασιλέων ποιήσασα δυνάμει.
134Plato, Leges, 1d, 730; 8 (auctor c.425BC-347BC)
ἄφιλος γὰρ δὴ πᾶς ὅ γε ἄπιστος καὶ ἀμαθής, χρόνου δὲ προϊόντος γνωσθείς, εἰς τὸ χαλεπὸν γῆρας ἐρημίαν αὑτῷ πᾶσαν κατεσκευάσατο ἐπὶ τέλει τοῦ βίου, ὥστε ζώντων καὶ μὴ ἑταίρων καὶ παίδων σχεδὸν ὁμοίως ὀρφανὸν αὐτῷ γενέσθαι τὸν βίον.
135Plato, Leges, 1h, 879; 7 (auctor c.425BC-347BC)
αἰκίαν οὖν περὶ πρεσβύτερον ἐν πόλει γενομένην ὑπὸ νεωτέρου ἰδεῖν αἰσχρὸν καὶ θεομισές· ἔοικεν δὲ νέῳ παντὶ ὑπὸ γέροντος πληγέντι ῥᾳθύμως ὀργὴν ὑποφέρειν, αὑτῷ τιθεμένῳ τιμὴν ταύτην εἰς γῆρας.
136Plato, Leges, 1i, 888; 4 (auctor c.425BC-347BC)
οὐ σὺ μόνος οὐδὲ οἱ σοὶ φίλοι πρῶτοι καὶ πρῶτον ταύτην δόξαν περὶ θεῶν ἔσχετε, γίγνονται δὲ ἀεὶ πλείους ἢ ἐλάττους ταύτην τὴν νόσον ἔχοντες· τόδε τοίνυν σοι, παραγεγονὼς αὐτῶν πολλοῖσι, φράζοιμ' ἄν, τὸ μηδένα πώποτε λαβόντα ἐκ νέου ταύτην τὴν δόξαν περὶ θεῶν, ὡς οὐκ εἰσίν, διατελέσαι πρὸς γῆρας μείναντα ἐν ταύτῃ τῇ διανοήσει, τὰ δύο μέντοι πάθη περὶ θεοὺς μεῖναι, πολλοῖσι μὲν οὔ, μεῖναι δὲ οὖν τισιν, τὸ τοὺς θεοὺς εἶναι μέν, φροντίζειν δὲ οὐδὲν τῶν ἀνθρωπίνων, καὶ τὸ μετὰ τοῦτο, ὡς φροντίζουσι μέν, εὐπαραμύθητοι δ' εἰσὶν θύμασιν καὶ εὐχαῖς.
137Plato, Leges, 1j, 929; 4 (auctor c.425BC-347BC)
ἐὰν δέ τίς τινα νόσος ἢ γῆρας ἢ καὶ τρόπων χαλεπότης ἢ καὶ σύμπαντα ταῦτα ἔκφρονα ἀπεργάζηται διαφερόντως τῶν πολλῶν, καὶ λανθάνῃ τοὺς ἄλλους πλὴν τῶν συνδιαιτωμένων, οἰκοφθορῇ δὲ ὡς ὢν τῶν αὑτοῦ κύριος, ὁ δὲ ὑὸς ἀπορῇ καὶ ὀκνῇ τὴν τῆς παρανοίας γράφεσθαι δίκην, νόμος αὐτῷ κείσθω πρῶτον μὲν πρὸς τοὺς πρεσβυτάτους τῶν νομοφυλάκων ἐλθόντα διηγήσασθαι τὴν τοῦ πατρὸς συμφοράν, οἱ δὲ κατιδόντες ἱκανῶς συμβουλευόντων ἐάντε δέῃ γράφεσθαι καὶ ἐὰν μὴ τὴν γραφήν, ἐὰν δὲ συμβουλεύσωσιν, γιγνέσθωσαν τῷ γραφομένῳ μάρτυρες ἅμα καὶ σύνδικοι· ὁ δὲ ὀφλὼν τοῦ λοιποῦ χρόνου ἄκυρος ἔστω τῶν αὑτοῦ καὶ τὸ σμικρότατον διατίθεσθαι, καθάπερ παῖς δὲ οἰκείτω τὸν ἐπίλοιπον βίον.
138Plato, Lysis, p1, 217; 28 (auctor c.425BC-347BC)
ἀλλ' ὅταν δή, ὦ φίλε, τὸ γῆρας αὐταῖς ταὐτὸν τοῦτο χρῶμα ἐπαγάγῃ, τότε ἐγένοντο οἷόνπερ τὸ παρόν, λευκοῦ παρουσίᾳ λευκαί.
139Plato, Phaedrus, p1, 267; 7 (auctor c.425BC-347BC)
τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνῃ μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονεν, καὶ πάλιν ὠργισμένοις ἐπᾴδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὁθενδὴ κράτιστος.
140Plato, Phaedrus, p1, 276; 8 (auctor c.425BC-347BC)
Σωκράτης οὐ γάρ· ἀλλὰ τοὺς μὲν ἐν γράμμασι κήπους, ὡς ἔοικε, παιδιᾶς χάριν σπερεῖ τε καὶ γράψει, ὅταν [δὲ] γράφῃ, ἑαυτῷ τε ὑπομνήματα θησαυριζόμενος, εἰς τὸ λήθης γῆρας ἐὰν ἵκηται , καὶ παντὶ τῷ ταὐτὸν ἴχνος μετιόντι, ἡσθήσεταί τε αὐτοὺς θεωρῶν φυομένους ἁπαλούς· ὅταν δὲ ἄλλοι παιδιαῖς ἄλλαις χρῶνται, συμποσίοις τε ἄρδοντες αὑτοὺς ἑτέροις τε ὅσα τούτων ἀδελφά, τότ' ἐκεῖνος, ὡς ἔοικεν, ἀντὶ τούτων οἷς λέγω παίζων διάξει.
141Plato, Politicus, p1, 261; 20 (auctor c.425BC-347BC)
Ξένος καλῶς γε, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασιν, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως.
142Plato, Respublica, 1, 329; 3 (auctor c.425BC-347BC)
ἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν αἴτιον.
143Plato, Respublica, 1, 329; 9 (auctor c.425BC-347BC)
ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις αἰτία ἐστίν, οὐ τὸ γῆρας, ὦ Σώκρατες, ἀλλ' ὁ τρόπος τῶν ἀνθρώπων.
144Plato, Respublica, 1, 329; 10 (auctor c.425BC-347BC)
ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσιν, καὶ τὸ γῆρας μετρίως ἐστὶν ἐπίπονον· εἰ δὲ μή, καὶ γῆρας, ὦ Σώκρατες, καὶ νεότης χαλεπὴ τῷ τοιούτῳ συμβαίνει.
145Plato, Respublica, 1, 329; 11 (auctor c.425BC-347BC)
καὶ ἐγὼ ἀγασθεὶς αὐτοῦ εἰπόντος ταῦτα, βουλόμενος ἔτι λέγειν αὐτὸν ἐκίνουν καὶ εἶπον· ὦ Κέφαλε, οἶμαί σου τοὺς πολλούς, ὅταν ταῦτα λέγῃς, οὐκ ἀποδέχεσθαι ἀλλ' ἡγεῖσθαί σε ῥᾳδίως τὸ γῆρας φέρειν οὐ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὸ πολλὴν οὐσίαν κεκτῆσθαι· τοῖς γὰρ πλουσίοις πολλὰ παραμύθιά φασιν εἶναι.
146Plato, Respublica, 1, 330; 2 (auctor c.425BC-347BC)
καὶ τοῖς δὴ μὴ πλουσίοις, χαλεπῶς δὲ τὸ γῆρας φέρουσιν, εὖ ἔχει ὁ αὐτὸς λόγος, ὅτι οὔτ' ἂν ὁ ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι οὔθ' ὁ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτ' ἂν ἑαυτῷ γένοιτο.
147Plato, Respublica, 1b, 406; 6 (auctor c.425BC-347BC)
παρακολουθῶν γὰρ τῷ νοσήματι θανασίμῳ ὄντι οὔτε ἰάσασθαι οἶμαι οἷός τ' ἦν ἑαυτόν, ἐν ἀσχολίᾳ τε πάντων ἰατρευόμενος διὰ βίου ἔζη, ἀποκναιόμενος εἴ τι τῆς εἰωθυίας διαίτης ἐκβαίη, δυσθανατῶν δὲ ὑπὸ σοφίας εἰς γῆρας ἀφίκετο.
148Plato, Respublica, 1e, 498; 1 (auctor c.425BC-347BC)
ἐκ παίδων τὸ μεταξὺ οἰκονομίας καὶ χρηματισμοῦ πλησιάσαντες αὐτοῦ τῷ χαλεπωτάτῳ ἀπαλλάττονται, οἱ φιλοσοφώτατοι ποιούμενοι – λέγω δὲ χαλεπώτατον τὸ περὶ τοὺς λόγους – ἐν δὲ τῷ ἔπειτα, ἐὰν καὶ ἄλλων τοῦτο πραττόντων παρακαλούμενοι ἐθέλωσιν ἀκροαταὶ γίγνεσθαι, μεγάλα ἡγοῦνται, πάρεργον οἰόμενοι αὐτὸ δεῖν πράττειν· πρὸς δὲ τὸ γῆρας ἐκτὸς δή τινων ὀλίγων ἀποσβέννυνται πολὺ μᾶλλον τοῦ Ἡρακλειτείου ἡλίου, ὅσον αὖθις οὐκ ἐξάπτονται.
149Plato, Respublica, 1g, 552; 9 (auctor c.425BC-347BC)
οὐκοῦν, ὦ Ἀδείμαντε, τοὺς μὲν πτηνοὺς κηφῆνας πάντας ἀκέντρους ὁ θεὸς πεποίηκεν, τοὺς δὲ πεζοὺς τούτους ἐνίους μὲν αὐτῶν ἀκέντρους, ἐνίους δὲ δεινὰ κέντρα ἔχοντας· καὶ ἐκ μὲν τῶν ἀκέντρων πτωχοὶ πρὸς τὸ γῆρας τελευτῶσιν, ἐκ δὲ τῶν κεκεντρωμένων πάντες ὅσοι κέκληνται κακοῦργοι· ἀληθέστατα, ἔφη.
150Plato, Timaeus, p1, 33; 1 (auctor c.425BC-347BC)
τῶν μερῶν εἴη, πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ' ἄν, ἔτι δὲ ἵν' ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν ὡς συστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθ' ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύει καὶ νόσους γῆράς τε ἐπάγοντα φθίνειν ποιεῖ.
151Plato, Timaeus, p1, 81; 5 (auctor c.425BC-347BC)
ὅταν δ' ἡ ῥίζα τῶν τριγώνων χαλᾷ διὰ τὸ πολλοὺς ἀγῶνας ἐν πολλῷ χρόνῳ πρὸς πολλὰ ἠγωνίσθαι, τὰ μὲν τῆς τροφῆς εἰσιόντα οὐκέτι δύναται τέμνειν εἰς ὁμοιότητα ἑαυτοῖς, αὐτὰ δὲ ὑπὸ τῶν ἔξωθεν ἐπεισιόντων εὐπετῶς διαιρεῖται· φθίνει δὴ πᾶν ζῷον ἐν τούτῳ κρατούμενον, γῆράς τε ὀνομάζεται τὸ πάθος.
152Priscianus Caesarensis, Ars Prisciani, p. 328 (vol. 2), l. 14 (auctor c.500)
Φερεκράτης ἐν Χείρωσιν· νῦν δ᾽ ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν.
153Ps Aristoteles, De respiratione, 16; 13 (opus c.300BC)
θερμὸν δ’ ὂν τὸ αἷμα κωλύει τὴν κατάψυξιν· καὶ μὴ δυναμένων κινεῖν τῶν μὲν ἀναπνεόντων τὸν πνεύμονα τῶν δ’ ἐνύδρων τὰ βράγχια διὰ πάθος ἢ διὰ γῆρας, τότε συμβαίνειν τὴν τελευτήν.
154Ps Aristoteles, De respiratione, 17; 4 (opus c.300BC)
Τοῖς μὲν οὖν φυτοῖς αὔανσις, ἐν δὲ τοῖς ζῴοις καλεῖται τοῦτο γῆρας.
155Ps Aristoteles, De respiratione, 18; 2 (opus c.300BC)
Νεότης δ’ ἐστὶν ἡ τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις, γῆρας δ’ ἡ τούτου φθίσις, ἀκμὴ δὲ τὸ τούτων μέσον.