'γε' - search in All Authors, Showing 1 to 500 of 6540 hits      Show next 500

1Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 29, 1; 49 (auctor c.330–c.391)
Quorum tres ponere sufficiet ultimos: οὐ μὰν νηποινί γε σὸν ἔσσεται αἷμα καὶ αὐτοῖς Τισιφόνη Βαρύμηνις ἐφοπλίσσει κακὸν οἶτον ἐν πεδίοισι Μίμαντος ἀγαιομένοιο Ἄρηος.
2Ammianus Marcellinus, Res gestae, 29, 1, 33; 49 (auctor c.330–c.391)
Post haec interrogati an ex fide sortium quas agitabant, ea praescierint quae sustinerent, versus illos notissimos ediderunt clare pronuntiantes capitalem eis hanc operam scrutandi sublimiora cito futuram; nihilo minus tamen ipsi quoque cum cognitoribus principi caedis incendiaque flatantes, furias imminere; quorum tres ponere sufficiet ultimos: οὐ μὰν νηποινί γε σὸν ἔσσεται αἷμα καὶ αὐτοῖς τισιφόνη βαρύμηνις ἐφοπλίσσει κακὸν οἶτον ἐν πεδίοισι μίμαντος ἀγαιομένοιο ἄρηος.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567A
Τὸν δέ γε τῆς Ρωμαίων πάπαν Ὁνώριον, οὐ καταγορεύειν οἶμα τῆς τῶν ἐμφύτων θελημάτων ἐπὶ Χριστοῦ δυάδος, ἐν τῇ γραφείσῃ πρὸς Σέργιον ἐπιστολῇ διὰ τὸ ἓν θέλημα φάναι, συναγορεύειν δὲ μᾶλλον, καὶ ταύτην ὡς εἰκὸς συνιστᾷν, οὐκ ἐπ' ἀθετήσει τοῦτό γε λέγοντα τοῦ ἀνθρωπίνου καὶ φυσικοῦ τοῦ Σωτῆρος θελήματος, ἀλλ' ἐπὶ τοῦ μηδαμῶς τῆς ἀσπόρου συλλήψεως αὐτοῦ καὶ τῆς ἀφθόρου γεννήσεως προκαθηγεῖσθαι θέλημα σαρκὸς, ἢ λογισμὸν ἐμπαθῆ.
4Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567B
Καὶ ὅτι γε ταύτης ἔχεται τῆς ἐννοίας, δῆλον ἐντεῦθεν· εἰπὼν γὰρ, ὅτι διὰ τὴν ἄφραστον ἕνωσιν τῆς ἀνθρωπίνης καὶ θείας φύσεως, καὶ Θεὸς λέγεται παθεῖν, καὶ ἀνθρωπότης ἐκ τοῦ οὐρανοῦ κατελθεῖν μετὰ τῆς θεότητος, καὶ ταύτῃ δεῖξαι τὴν τῶν φυσικῶς προσόντων ἑκατέρᾳ φύσει τῶν τοῦ ἑνὸς Χριστοῦ καὶ Υἱοῦ κατ' ἐπαλλαγὴν ἄκραν ἀντίδοσιν, ἐπάγει λέγων· ὅθεν καὶ ἓν θέλημα ὁμολογοῦμεν τοῦ Κυριοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ.
5Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569A
οὐ μέν γε τὸ μὴ καὶ ὡς ἄνθρωπον αὐτὸν μετὰ τοῦ εἶναι φύσει Θεὸν οὐκ ἔχειν ἀνθρώπινον θέλημα καὶ φυσικὸν, ὥσπερ οὖν καὶ θεῖον καὶ πατρικόν.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569B
Τὴν δέ γε θείαν γραφὴν ἐπαινετῶς τε καὶ ψεκτῶς προάγει τῆς σαρκὸς μνημονεύουσαν, οὐχ ἑτέραν, μὴ γένοιτο, τῇ τε φύσει καὶ τῇ οὐσίᾳ τὴν τοῦ Κυρίου σάρκα πρὸς τὴν ἡμετέραν ὑποβάλλων νοεῖν, ὅς γε ταύτην ἠπίστατο προσληφθεῖσαν ἐκ τῆς ἡμετέρας οὐσίας, ἤγουν τῶν τῆς ὁμοφυοῦς ἡμῖν ἀειπαρθένου καὶ θεομήτορος πάναγίων σπλάγχνων, ἀλλ' ἑτέραν τῇ ἁμαρτησίᾳ, καὶ τοῦ μηδαμῶς ἀντιταττόμενον ἔχειν, καθάπερ ἡμεῖς, ἐν τοῖς μέλεσι τὸν ἐκ παραβάσεως νόμον τῷ νόμῳ τοῦ Πνεύματος.
7Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0573A
Ταῦτα γοῦν ἀπολογησαμένους διαγθοὺς, ἐθαύμασα λίαν αὐτῶν τὴν ἀκρίβειαν, ὥσπερ οὖν καὶ κατεπλάγην τὴν πανουργίαν τῶν πάντα τολμώντων ὑπὲρ ἑνὸς τοῦ διακενῆς ἀσεβεῖν, καὶ θελόντων, ὡς ἔθος αὐτοῖς πάλαι καὶ νῦν, παρακλοπαῖς τισι καὶ παρεξηγήσεσι τοὺς ἐκθύμως καθ' αὐτῶν ἀγωνιζομένους, τό γε παρὰ τὸ εἰκός, εἰς ἑαυτοὺς ἐπισπᾶσθαι, καὶ τὸν νοῦν σφετερίζεσθαι μηδαμῶς συνεπόμενον.
8Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609C
Ὡς δέ γε κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον εἶναι λέγεις βασιλέα καὶ ἱερέα, καὶ τὰ λοιπὰ τόλμήσον εἰπεῖν, τὸ· « Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητον, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ζωῆς ἔχοντα.
9Aristoteles, Physica, 1, 6; 14
ἀλλὰ πάντες γε τὸ ἓν τοῦτο τοῖς ἐναντίοις σχηματίζουσιν, πυκνότητι καὶ μανότητι καὶ τῷ μᾶλλον καὶ ἧττον.
10Aristoteles, Physica, 1, 7; 7
διωρισμένων δὲ τούτων, ἐξ ἁπάντων τῶν γιγνομένων τοῦτο ἔστι λαβεῖν, ἐάν τις ἐπιβλέψῃ ὥσπερ λέγομεν, ὅτι δεῖ τι ἀεὶ ὑποκεῖσθαι τὸ γιγνόμενον, καὶ τοῦτο εἰ καὶ ἀριθμῷ ἐστιν ἕν, ἀλλ' εἴδει γε οὐχ ἕν· τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐ τόν· οὐ γὰρ ταὐτὸν τὸ ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι.
11Aristoteles, Physica, 2, 1; 2
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μετα βολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γέ νοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέ βηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρί ζεταί ποτ' ἀπ' ἀλλήλων).
12Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
13Aristoteles, Physica, 2, 4; 3
ἀλλὰ καὶ τοῦτο θαυμαστόν· πολλὰ γὰρ καὶ γίγνεται καὶ ἔστιν ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου, ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γιγνομένων, καθάπερ ὁ παλαιὸς λόγος εἶπεν ὁ ἀναιρῶν τὴν τύχην, ὅμως τούτων τὰ μὲν εἶναί φασι πάντες ἀπὸ τύχης τὰ δ' οὐκ ἀπὸ τύχης· διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐ τοῖς μνείαν.
14Aristoteles, Physica, 2, 4; 4
ἀλλὰ μὴν οὐδ' ἐκείνων γέ τι ᾤοντο εἶναι τὴν τύχην, οἷον φιλίαν ἢ νεῖκος ἢ νοῦν ἢ πῦρ ἢ ἄλλο γέ τι τῶν τοιούτων.
15Aristoteles, Physica, 2, 4; 8
καὶ μάλα τοῦτό γε αὐτὸ θαυμάσαι ἄξιον· λέ γοντες γὰρ τὰ μὲν ζῷα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίγνεσθαι, ἀλλ' ἤτοι φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίγνεται, ἀλλ' ἐκ μὲν τοῦ τοιουδὶ ἐλαία ἐκ δὲ τοῦ τοιουδὶ ἄνθρωπος), τὸν δ' οὐρανὸν καὶ τὰ θειότατα τῶν φα νερῶν ἀπὸ τοῦ αὐτομάτου γενέσθαι, τοιαύτην δ' αἰτίαν μη δεμίαν εἶναι οἵαν τῶν ζῴων καὶ τῶν φυτῶν.
16Aristoteles, Physica, 2, 4; 10
πρὸς γὰρ τῷ καὶ ἄλλως ἄτοπον εἶναι τὸ λεγόμενον, ἔτι ἀτοπώτερον τὸ λέγειν ταῦτα ὁρῶντας ἐν μὲν τῷ οὐρανῷ οὐδὲν ἀπὸ ταὐτομάτου γιγνόμενον, ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης· καίτοι εἰκός γε ἦν τοὐναντίον γίγνεσθαι.
17Aristoteles, Physica, 2, 5; 6
καθάπερ οὖν ἐλέχθη, ὅταν ἐν τοῖς ἕνεκά του γιγνομένοις τοῦτο γένηται, τότε λέγεται ἀπὸ ταὐ τομάτου καὶ ἀπὸ τύχης (αὐτῶν δὲ πρὸς ἄλληλα τὴν διαφο ρὰν τούτων ὕστερον διοριστέον· νῦν δὲ τοῦτο ἔστω φανερόν, ὅτι ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστιν)· οἷον ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀρ γύριον ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δ' οὐ τού του ἕνεκα, ἀλλὰ συνέβη αὐτῷ ἐλθεῖν, καὶ ποιῆσαι τοῦτο τοῦ κο μίσασθαι ἕνεκα· τοῦτο δὲ οὔθ' ὡς ἐπὶ τὸ πολὺ φοιτῶν εἰς τὸ χωρίον οὔτ' ἐξ ἀνάγκης· ἔστι δὲ τὸ τέλος, ἡ κομιδή, οὐ τῶν ἐν αὐτῷ αἰτίων, ἀλλὰ τῶν προαιρετῶν καὶ ἀπὸ διανοίας· καὶ λέγεταί γε τότε ἀπὸ τύχης ἐλθεῖν, εἰ δὲ προελόμενος καὶ τούτου ἕνεκα ἢ ἀεὶ φοιτῶν ἢ ὡς ἐπὶ τὸ πολύ [κομιζόμε νος], οὐκ ἀπὸ τύχης.
18Aristoteles, Physica, 2, 6; 6
ὥστε φανερὸν ὅτι ἐν τοῖς ἁπλῶς ἕνεκά του γιγνομένοις, ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γέ νηται ὧν ἔξω τὸ αἴτιον, τότε ἀπὸ τοῦ αὐτομάτου λέγομεν· ἀπὸ τύχης δέ, τούτων ὅσα ἀπὸ τοῦ αὐτομάτου γίγνεται τῶν προαι ρετῶν τοῖς ἔχουσι προαίρεσιν.
19Aristoteles, Physica, 2, 8; 24
ἄτοπον γάρ· ἀλλὰ μὴν ἔδει γε, εἴπερ καὶ ἐν τοῖς ζῴοις.
20Aristoteles, Physica, 2, 8; 27
καὶ τοῦτο κατὰ συμβεβηκός (ἡ γὰρ τύχη τῶν κατὰ συμβεβηκὸς αἰτίων, καθάπερ καὶ πρότερον εἴπομεν), ἀλλ' ὅταν τοῦτο αἰεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ γέ νηται, οὐ συμβεβηκὸς οὐδ' ἀπὸ τύχης· ἐν δὲ τοῖς φυσι κοῖς ἀεὶ οὕτως, ἂν μή τι ἐμποδίσῃ.
21Aristoteles, Physica, 2, 9; 2
νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει ὥσπερ ἂν εἴ τις τὸν τοῖχον ἐξ ἀνάγκης γε γενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρε σθαι τὰ δὲ κοῦφα ἐπιπολῆς, διὸ οἱ λίθοι μὲν κάτω καὶ τὰ θεμέλια, ἡ δὲ γῆ ἄνω διὰ κουφότητα, ἐπιπολῆς δὲ μάλιστα τὰ ξύλα· κουφότατα γάρ.
22Aristoteles, Physica, 2, 9; 4
ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ἐν ὅσοις τὸ ἕνεκά του ἔστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγ καίαν ἐχόντων τὴν φύσιν, οὐ μέντοι γε διὰ ταῦτα ἀλλ' ἢ ὡς ὕλην, ἀλλ' ἕνεκά του, οἷον διὰ τί ὁ πρίων τοιοσδί;
23Aristoteles, Physica, 2, 9; 8
ἔστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τρόπον τινὰ παραπλησίως· ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν· ἀλλ' οὐκ ἐπεὶ τοῦτο, ἐκεῖνο· ἀλλ' εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθὺ ἔστιν.
24Aristoteles, Physica, 3, 1; 8
οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα· μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον ἢ κατ' οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, κοινὸν δ' ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, ὃ οὔτε τόδε οὔτε πο σὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων οὐθέν· ὥστ' οὐδὲ κίνησις οὐδὲ μεταβολὴ οὐθενὸς ἔσται παρὰ τὰ εἰρημένα, μη θενός γε ὄντος παρὰ τὰ εἰρημένα.
25Aristoteles, Physica, 3, 4; 7
Δημόκριτος δ' οὐδὲν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι τῶν πρώτων φησίν· ἀλλ' ὅμως γε αὐτῷ τὸ κοινὸν σῶμα πάντων ἐστὶν ἀρχή.
26Aristoteles, Physica, 3, 6; 7
φανερὸν δὲ καὶ ὅτι οὐκ ἐνδέχεται εἶ ναι τὸ ἄπειρον ὡς ἐνεργείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν· ἔσται γὰρ ὁτιοῦν αὐτοῦ ἄπειρον τὸ λαμβανόμενον, εἰ μεριστόν (τὸ γὰρ ἀπείρῳ εἶναι καὶ ἄπειρον τὸ αὐτό, εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ' ὑποκειμένου), ὥστ' ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα διαιρετόν· πολλὰ δ' ἄπειρα εἶναι τὸ αὐτὸ ἀδύνα τον (ἀλλὰ μὴν ὥσπερ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε οὐσία ἐστὶ καὶ ἀρχή)· ἀμέριστον ἄρα καὶ ἀδιαί ρετον.
27Aristoteles, Physica, 3, 6; 48
ἀλλὰ μὴν τό γε ποὺ ἐν τόπῳ, καὶ τὸ ἐν τόπῳ πού.
28Aristoteles, Physica, 3, 7; 7
ὅλως μὲν γὰρ οὕτως ἔστιν τὸ ἄπειρον, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ εἶναι πεπερασμένον, ἀλλ' ἀεί γε ἕτερον καὶ ἕτερον· [ἔτι τὸ εἶναι πλεοναχῶς λέγεται, ὥστε τὸ ἄπειρον οὐ δεῖ λαμβάνειν ὡς τόδε τι, οἷον ἄνθρωπον ἢ οἰκίαν, ἀλλ' ὡς ἡ ἡμέρα λέγεται καὶ ὁ ἀγών, οἷς τὸ εἶναι οὐχ ὡς οὐσία τις γέγονεν, ἀλλ' ἀεὶ ἐν γενέσει ἢ φθορᾷ, πεπερασμένον, ἀλλ' ἀεί γε ἕτερον καὶ ἕτερον·] ἀλλ' ἐν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος [τοῦτο συμβαί νει], ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε μὴ ἐπιλείπειν.
29Aristoteles, Physica, 3, 7; 24
οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶν τῷ ἅπαντι καὶ ὅλῳ τὸ ἄπειρον, ἐπεὶ ἐντεῦθέν γε λαμβά νουσι τὴν σεμνότητα κατὰ τοῦ ἀπείρου, τὸ πάντα περιέχειν καὶ τὸ πᾶν ἐν ἑαυτῷ ἔχειν, διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα τῷ ὅλῳ.
30Aristoteles, Physica, 3, 7; 27
ὥστε φανερὸν ὅτι μᾶλλον ἐν μορίου λόγῳ τὸ ἄπειρον ἢ ἐν ὅλου· μόριον γὰρ ἡ ὕλη τοῦ ὅλου ὥσπερ ὁ χαλκὸς τοῦ χαλκοῦ ἀνδριάντος, ἐπεὶ εἴ γε περιέχει ἐν τοῖς αἰσθητοῖς, καὶ ἐν τοῖς νοητοῖς τὸ μέγα καὶ τὸ μικρὸν ἔδει περιέχειν τὰ νοητά.
31Aristoteles, Physica, 4, 1; 16
οὐ μὴν ἀλλ' ἔχει γε ἀπο ρίαν, εἰ ἔστι, τί ἐστι, πότερον ὄγκος τις σώματος ἤ τις ἑτέρα φύσις· ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον.
32Aristoteles, Physica, 4, 2; 7
ἀλλὰ μὴν ὅτι γε ἀδύνα τον ὁποτερονοῦν τούτων εἶναι τὸν τόπον, οὐ χαλεπὸν ἰδεῖν.
33Aristoteles, Physica, 4, 4; 6
οἷον τὸ λευκὸν ἐν σώματι (ἡ ἐπιφά νεια γὰρ ἐν σώματι), ἡ δ' ἐπιστήμη ἐν ψυχῇ· κατὰ ταῦτα δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ (ὁ δὲ ἀμ φορεὺς καὶ ὁ οἶνος χωρὶς μὲν ὄντα οὐ μέρη, ἅμα δέ· διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν αὑτῷ)· οἷον τὸ λευκὸν ἐν ἀν θρώπῳ ὅτι ἐν σώματι, καὶ ἐν τούτῳ ὅτι ἐν ἐπιφανείᾳ· ἐν δὲ ταύτῃ οὐκέτι κατ' ἄλλο.
34Aristoteles, Physica, 4, 4; 7
καὶ ἕτερά γε τῷ εἴδει ταῦτα, καὶ ἄλλην φύσιν ἔχει ἑκάτερον καὶ δύναμιν, ἥ τ' ἐπιφά νεια καὶ τὸ λευκόν.
35Aristoteles, Physica, 4, 6; 4
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
36Aristoteles, Physica, 4, 6; 15
καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος, εἴ γε ἐν ἠρεμοῦντί τις σκοποίη καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ.
37Aristoteles, Physica, 4, 7; 6
καὶ τὰ μὲν καθ' αὑτά (οἷον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατ' αὔξησιν κινητὸν καθ' αὑτό που, ὁ δ' οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδ' ἔν τινι τόπῳ ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει σῶμα· ἐφ' ᾧ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἔστι τοῖς μορίοις· ἕτερον γὰρ ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν)· τὰ δὲ κατὰ συμ βεβηκός, οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός· τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο.
38Aristoteles, Physica, 4, 10; 12
ἀλλὰ μὴν φύσει γε πῶς ἔσται μηδεμιᾶς οὔσης διαφορᾶς κατὰ τὸ κενὸν καὶ τὸ ἄπει ρον;
39Aristoteles, Physica, 4, 10; 35
δίεισι δέ γε κἂν ᾖ τι λεπτότητι διαφέρον τοῦ ἀέρος ἐφ' ᾧ τὸ Ζ ταύτην τὴν ἀναλογίαν ἣν ἔχει ὁ χρόνος ἐφ' ᾧ Ε πρὸς τὸν ἐφ' ᾧ Η.
40Aristoteles, Physica, 4, 10; 50
ἀλλὰ μὴν καὶ ὁ κύβος γε ἔχει τοσοῦτον μέγεθος, ὅσον κατέχει κενόν· ὃ εἰ καὶ θερμὸν ἢ ψυχρόν ἐστιν ἢ βαρὺ ἢ κοῦφον, οὐδὲν ἧττον ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί, καὶ εἰ μὴ χωριστόν· λέγω δὲ τὸν ὄγκον τοῦ ξυλίνου κύβου.
41Aristoteles, Physica, 4, 10; 59
νῦν δ' οὐδα μοῦ ἐντὸς τοῦ κόσμου· ὁ γὰρ ἀὴρ ἔστιν τι, οὐ δοκεῖ δέ γε – οὐδὲ τὸ ὕδωρ, εἰ ἦσαν οἱ ἰχθύες σιδηροῖ· τῇ ἁφῇ γὰρ ἡ κρίσις τοῦ ἁπτοῦ.
42Aristoteles, Physica, 4, 11; 13
ὥσπερ γὰρ καὶ ἐκ ψυχροῦ θερμὸν καὶ ἐκ θερμοῦ ψυχρὸν ἡ αὐτή, ὅτι ἦν δυνάμει, οὕτω καὶ ἐκ θερμοῦ μᾶλλον θερμόν, οὐδενὸς γενομένου ἐν τῇ ὕλῃ θερμοῦ ὃ οὐκ ἦν θερμὸν ὅτε ἧττον ἦν θερμόν, ὥσπερ γε οὐδ' ἡ τοῦ μείζονος κύκλου περιφέρεια καὶ κυρτότης ἐὰν γίγνηται ἐλάττονος κύ κλου, ἡ αὐτὴ οὖσα ἢ ἄλλη, ἐν οὐθενὶ ἐγγέγονε τὸ κυρτὸν ὃ ἦν οὐ κυρτὸν ἀλλ' εὐθύ (οὐ γὰρ τῷ διαλείπειν τὸ ἧττον ἢ τὸ μᾶλλον ἔστιν)· οὐδ' ἔστι τῆς φλογὸς λαβεῖν τι μέγεθος ἐν ᾧ οὐ καὶ θερ μότης καὶ λευκότης ἔνεστιν.
43Aristoteles, Physica, 4, 12; 14
ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον καὶ μήτε πρότερον μήτε ὕστερον τὸ ἐν τῷ αὐτῷ εἶναι καὶ ἑνὶ [τῷ] νῦν ἐστιν, εἰ τά τε πρότερον καὶ τὰ ὕστερον ἐν τῷ νῦν τῳδί ἐστιν, ἅμα ἂν εἴη τὰ ἔτος γενόμενα μυριοστὸν τοῖς γε νομένοις τήμερον, καὶ οὔτε πρότερον οὔτε ὕστερον οὐδὲν ἄλλο ἄλλου.
44Aristoteles, Physica, 4, 12; 17
καίτοι τῆς πε ριφορᾶς καὶ τὸ μέρος χρόνος τίς ἐστι, περιφορὰ δέ γε οὔ· μέρος γὰρ περιφορᾶς τὸ ληφθέν, ἀλλ' οὐ περιφορά.
45Aristoteles, Physica, 4, 13; 1
Ἀλλὰ μὴν οὐδ' ἄνευ γε μεταβολῆς· ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν ἢ λάθωμεν μεταβάλ λοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι· συνάπτουσι γὰρ τῷ πρότερον νῦν τὸ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν, ἐξαιροῦντες διὰ τὴν ἀναισθησίαν τὸ με ταξύ.
46Aristoteles, Physica, 4, 13; 6
ἀλλὰ μὴν καὶ ὅταν γε χρόνος δοκῇ γεγονέναι τις, ἅμα καὶ κίνησίς τις δοκεῖ γεγονέναι.
47Aristoteles, Physica, 4, 13; 14
ἀλλὰ μὴν καὶ τὸν χρόνον γε γνωρίζομεν ὅταν ὁρίσωμεν τὴν κίνησιν, τῷ πρότερον καὶ ὕστερον ὁρίζοντες· καὶ τότε φα μὲν γεγονέναι χρόνον, ὅταν τοῦ προτέρου καὶ ὑστέρου ἐν τῇ κινήσει αἴσθησιν λάβωμεν.
48Aristoteles, Physica, 4, 16; 3
ἀλλὰ μὴν τό γε πρότερον ἐν χρόνῳ ἐστί· πρότερον γὰρ καὶ ὕστερον λέγομεν κατὰ τὴν πρὸς τὸ νῦν ἀπό στασιν, τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος καὶ τοῦ μέλλοντος· ὥστ' ἐπεὶ τὰ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἔσται· ἐν ᾧ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις.
49Aristoteles, Physica, 4, 17; 2
ἢ ὅτι κινήσεώς τι πά θος ἢ ἕξις, ἀριθμός γε ὤν, ταῦτα δὲ κινητὰ πάντα (ἐν τόπῳ γὰρ πάντα), ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἅμα κατά τε δύνα μιν καὶ κατ' ἐνέργειαν;
50Aristoteles, Physica, 4, 17; 23
λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά, ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, καίτοι σχῆμά γε ταὐτό, ὅτι τρίγωνα ἄμφω· ταὐτὸ γὰρ λέγεται οὗ μὴ διαφέρει διαφορᾷ, ἀλλ' οὐχὶ οὗ διαφέρει, οἷον τρίγωνον τριγώνου δια φορᾷ διαφέρει· τοιγαροῦν ἕτερα τρίγωνα· σχήματος δὲ οὔ, ἀλλ' ἐν τῇ αὐτῇ διαιρέσει καὶ μιᾷ.
51Aristoteles, Physica, 5, 1; 18
ἡ μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴ κατ' ἀντίφασιν γέ νεσίς ἐστιν, ἡ μὲν ἁπλῶς ἁπλῆ, ἡ δὲ τὶς τινός (οἷον ἡ μὲν ἐκ μὴ λευκοῦ εἰς λευκὸν γένεσις τούτου, ἡ δ' ἐκ τοῦ μὴ ὄντος ἁπλῶς εἰς οὐσίαν γένεσις ἁπλῶς, καθ' ἣν ἁπλῶς γίγνεσθαι καὶ οὐ τὶ γίγνεσθαι λέγομεν)· ἡ δ' ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκεί μενον φθορά, ἁπλῶς μὲν ἡ ἐκ τῆς οὐσίας εἰς τὸ μὴ εἶναι, τὶς δὲ ἡ εἰς τὴν ἀντικειμένην ἀπόφασιν, καθάπερ ἐλέχθη καὶ ἐπὶ τῆς γενέσεως.
52Aristoteles, Physica, 5, 2; 4
πρῶτον μὲν γὰρ διχῶς ἐνδέχεται κινήσεως εἶναι κίνησιν, ἢ ὡς ὑποκειμένου (οἷον ἅνθρωπος κινεῖται ὅτι ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλει· ἆρά γε οὕτω καὶ ἡ κίνησις ἢ θερμαίνεται ἢ ψύχεται ἢ τόπον ἀλλάττει ἢ αὐξάνεται ἢ φθίνει;
53Aristoteles, Physica, 5, 2; 25
ἡ δὲ κατὰ τόπον καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον ἀνώνυμος, ἔστω δὲ φορὰ καλουμένη τὸ κοινόν· καί τοι λέγεταί γε ταῦτα φέρεσθαι μόνα κυρίως, ὅταν μὴ ἐφ' αὑτοῖς ᾖ τὸ στῆναι τοῖς μεταβάλλουσι τὸν τόπον, καὶ ὅσα μὴ αὐτὰ ἑαυτὰ κινεῖ κατὰ τόπον.
54Aristoteles, Physica, 5, 5; 13
καὶ ὅσοις δὲ μὴ ἔστιν ἐναντία, ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτὸ μεταβολῇ ἐναντία· διὸ γέ νεσις φθορᾷ ἐναντία καὶ ἀποβολὴ λήψει· αὗται δὲ μετα βολαὶ μέν, κινήσεις δ' οὔ.
55Aristoteles, Physica, 5, 6; 6
εἰσὶν δὲ αἱ ἐν τοῖς ἐναντίοις, οἷον ἡ ἐν ὑγιείᾳ τῇ ἐν νόσῳ ἠρεμίᾳ (κινήσει δὲ τῇ ἐξ ὑγιείας εἰς νόσον· τῇ γὰρ ἐκ νόσου εἰς ὑγί ειαν ἄλογον – ἡ γὰρ εἰς αὐτὸ κίνησις ἐν ᾧ ἕστηκεν, ἠρέμησις μᾶλλόν ἐστιν, ἢ συμβαίνει γε ἅμα γίγνεσθαι τῇ κινήσει – ἀνάγκη δὲ ἢ ταύτην ἢ ἐκείνην εἶναι)· οὐ γὰρ ἥ γ' ἐν λευκό τητι ἠρεμία ἐναντία τῇ ἐν ὑγιείᾳ.
56Aristoteles, Physica, 5, 6; 20
τὸ δὲ πῦρ ἄνω μὲν φύσει, κάτω δὲ παρὰ φύσιν· καὶ ἐναντία γε ἡ κατὰ φύσιν αὐτοῦ τῇ παρὰ φύσιν.
57Aristoteles, Physica, 6, 2; 6
τὸ μὲν οὖν ΓΘ, ὃ διελήλυθε τὸ Α, μεῖζόν ἐστι τοῦ ΓΕ, ὁ δὲ χρό νος ὁ ΖΚ ἐλάττων τοῦ παντὸς τοῦ ΖΗ, ὥστε ἐν ἐλάττονι μεῖζον δίεισιν.
58Aristoteles, Physica, 6, 3; 12
ὅτι δ' οὐκ ἐν ἀπείρῳ δίεισιν τὸ ΒΕ, φανερόν, εἰ ληφθείη ἐπὶ θάτερα πεπερασμένος ὁ χρόνος· εἰ γὰρ ἐν ἐλάττονι τὸ μέρος δίεισιν, τοῦτο ἀνάγκη πεπεράνθαι, θα τέρου γε πέρατος ὑπάρχοντος.
59Aristoteles, Physica, 6, 4; 2
ἔστιν γὰρ ἔσχατόν τι τοῦ γε γονότος, οὗ ἐπὶ τάδε οὐθέν ἐστι τοῦ μέλλοντος, καὶ πάλιν τοῦ μέλλοντος, οὗ ἐπὶ τάδε οὐθέν ἐστι τοῦ γεγονότος· ὃ δή φα μεν ἀμφοῖν εἶναι πέρας.
60Aristoteles, Physica, 6, 4; 8
πρὸς δὲ τούτοις τοῦ νῦν τὸ μέν τι γε γονὸς ἔσται τὸ δὲ μέλλον, καὶ οὐκ ἀεὶ τὸ αὐτὸ γεγονὸς ἢ μέλλον.
61Aristoteles, Physica, 6, 6; 16
ἔστι δὲ καὶ ἐκθέμενον τὸ καθ' ἑκα τέραν τῶν κινήσεων κινεῖσθαι, οἷον κατά τε τὴν ΔΓ καὶ τὴν ΓΕ, λέγειν ὅτι τὸ ὅλον ἔσται κατὰ τὴν ὅλην (εἰ γὰρ ἄλλο, πλείω ἔσται κινεῖσθαι κατὰ τὴν αὐτὴν κίνησιν), ὥσπερ ἐδεί ξαμεν καὶ τὴν κίνησιν διαιρετὴν εἰς τὰς τῶν μερῶν κινήσεις οὖσαν· ληφθέντος γὰρ τοῦ κινεῖσθαι καθ' ἑκατέραν συνεχὲς ἔσται τὸ ὅλον.
62Aristoteles, Physica, 6, 7; 20
φανερὸν οὖν ὅτι καὶ τὸ ἐφθαρμέ νον καὶ τὸ γεγονὸς ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέ γονεν.
63Aristoteles, Physica, 6, 7; 37
πλὴν κατὰ συμβεβηκός γε πάντα δι αιρετά· ᾧ γὰρ συμβέβηκεν τὸ λευκὸν ἢ τὸ ποιόν, ἐκεῖνο διαιρετόν ἐστιν· ἐπεὶ ὅσα γε καθ' αὑτὰ λέγεται διαιρετὰ καὶ μὴ κατὰ συμβεβηκός, οὐδ' ἐν τούτοις ἔσται τὸ πρῶτον, οἷον ἐν τοῖς μεγέθεσιν.
64Aristoteles, Physica, 6, 8; 25
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθειρομένου καὶ ἐφθαρμένου· εὐθὺς γὰρ ἐνυπάρχει τῷ γιγνομένῳ καὶ τῷ φθειρομένῳ ἄπειρόν τι συνεχεῖ γε ὄντι, καὶ οὐκ ἔστιν οὔτε γί γνεσθαι μὴ γεγονός τι οὔτε γεγονέναι μὴ γιγνόμενόν τι, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ φθείρεσθαι καὶ ἐπὶ τοῦ ἐφθάρθαι· αἰεὶ γὰρ ἔσται τοῦ μὲν φθείρεσθαι τὸ ἐφθάρθαι πρότερον, τοῦ δ' ἐφ θάρθαι τὸ φθείρεσθαι.
65Aristoteles, Physica, 7, 1; 10
ἐπεὶ δὲ πᾶν τὸ κι νούμενον ἀνάγκη κινεῖσθαι ὑπό τινος, ἐάν γέ τι κινῆται τὴν ἐν τόπῳ κίνησιν ὑπ' ἄλλου κινουμένου, καὶ πάλιν τὸ κινοῦν ὑπ' ἄλλου κινουμένου κινῆται κἀκεῖνο ὑφ' ἑτέρου καὶ ἀεὶ οὕτως, ἀνάγκη εἶναί τι τὸ πρῶτον κινοῦν, καὶ μὴ βαδίζειν εἰς ἄπειρον· μὴ γὰρ ἔστω, ἀλλὰ γενέσθω ἄπει ρον.
66Aristoteles, Physica, 7, 3; 12
εἴ περ οὖν ἀλλοιοῦται τὸ ἀλλοιούμενον ὑπὸ τῶν αἰσθητῶν, ἐν ἅπασί γε τούτοις φανερὸν ὅτι ἅμα ἐστὶ τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον· τῷ μὲν γὰρ συνεχὴς ὁ ἀήρ, τῷ δ' ἀέρι τὸ σῶμα.
67Aristoteles, Physica, 7, 4; 6
ἔτι δὲ καὶ εἰπεῖν οὕτως ἄτοπον ἂν δόξειεν, ἠλλοιῶσθαι τὸν ἄνθρωπον ἢ τὴν οἰκίαν ἢ ἄλλο ὁτιοῦν τῶν γεγενημένων· ἀλλὰ γίγνεσθαι μὲν ἴσως ἕκαστον ἀναγ καῖον ἀλλοιουμένου τινός, οἷον τῆς ὕλης πυκνουμένης ἢ μα νουμένης ἢ θερμαινομένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γιγνό μενά γε ἀλλοιοῦται, οὐδ' ἡ γένεσις αὐτῶν ἀλλοίωσίς ἐστιν.
68Aristoteles, Physica, 7, 7; 16
εἰ δὲ μή, τό γε διπλά σιον ταὐτό (δύο γὰρ πρὸς ἕν), καὶ οὐ συμβλητά.
69Aristoteles, Physica, 7, 7; 22
ἢ δῆλον ὅτι ἔσται οὕτω γε πάντα ἓν ποιεῖν, ἐν ἄλλῳ δὲ ἕκαστον φάσκειν εἶναι, καὶ ἔσται ταὐτὸ ἴσον καὶ γλυκὺ καὶ λευκόν, ἀλλ' ἄλλο ἐν ἄλλῳ;
70Aristoteles, Physica, 8, 1; 16
ἀλλ' οὖν ὅσα γε δυνατὰ ποιεῖν καὶ πάσχειν ἢ κινεῖν, τὰ δὲ κινεῖσθαι, οὐ πάντως δυνατά ἐστιν, ἀλλ' ὡδὶ ἔχοντα καὶ πλησιάζοντα ἀλλήλοις.
71Aristoteles, Physica, 8, 1; 23
ἀλλὰ μὴν περί γε χρόνου ἔξω ἑνὸς ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ εἶναι λέγουσιν.
72Aristoteles, Physica, 8, 1; 24
καὶ διὰ τούτου Δημόκριτός γε δείκνυσιν ὡς ἀδύνατον ἅπαντα γεγο νέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι.
73Aristoteles, Physica, 8, 1; 28
ἀλλὰ μὴν εἴ γε χρόνον, φανερὸν ὅτι ἀνάγκη εἶναι καὶ κίνησιν, εἴπερ ὁ χρόνος πάθος τι κινήσεως.
74Aristoteles, Physica, 8, 1; 34
ἀλλὰ μὴν οὐδέν γε ἄτακτον τῶν φύσει καὶ κατὰ φύσιν· ἡ γὰρ φύσις αἰτία πᾶσιν τάξεως.
75Aristoteles, Physica, 8, 3; 28
εἰ γὰρ καὶ κατ' ἀλήθειαν οὕτως ἔχει καθάπερ φασί τινες, εἶναι τὸ ὂν ἄπειρον καὶ ἀκίνητον, ἀλλ' οὔτι φαίνεταί γε κατὰ τὴν αἴσθησιν, ἀλλὰ κινεῖσθαι πολλὰ τῶν ὄντων.
76Aristoteles, Physica, 8, 4; 28
δυνάμει δ' ἐστὶν κοῦφον καὶ βαρὺ πολλαχῶς, ὥσπερ εἴρηται· ὅταν τε γὰρ ᾖ ὕδωρ, δυνάμει γέ πώς ἐστι κοῦφον, καὶ ὅταν ἀήρ, ἔστιν ὡς ἔτι δυνάμει (ἐνδέχεται γὰρ ἐμποδιζόμενον μὴ ἄνω εἶναι)· ἀλλ' ἐὰν ἀφαιρεθῇ τὸ ἐμπο δίζον, ἐνεργεῖ καὶ ἀεὶ ἀνωτέρω γίγνεται.
77Aristoteles, Physica, 8, 5; 21
διὸ καὶ Ἀναξαγόρας ὀρ θῶς λέγει, τὸν νοῦν ἀπαθῆ φάσκων καὶ ἀμιγῆ εἶναι, ἐπει δή γε κινήσεως ἀρχὴν αὐτὸν εἶναι ποιεῖ· οὕτω γὰρ μόνως ἂν κινοίη ἀκίνητος ὢν καὶ κρατοίη ἀμιγὴς ὤν.
78Aristoteles, Physica, 8, 5; 22
ἀλλὰ μὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἐξ ἀνάγκης κινεῖται τὸ κι νοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, ᾗ κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθ' ἕτερον.
79Aristoteles, Physica, 8, 5; 27
ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· τὸ διδάσκον γὰρ συμβαίνει μανθάνειν, ὧν τὸ μὲν μὴ ἔχειν τὸ δὲ ἔχειν ἐπιστήμην ἀναγκαῖον.
80Aristoteles, Physica, 8, 5; 32
ἀλλὰ μὴν καὶ εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχὴ τὸ αὐτὸ αὑτὸ κινοῦν ἢ τὸ ὑπ' ἄλλου κινούμενον, ἐκεῖνο πᾶς ἂν θείη· τὸ γὰρ αὐτὸ καθ' αὑτὸ ὂν ἀεὶ πρότερον αἴτιον τοῦ καθ' ἕτερον καὶ αὐτοῦ ὄντος.
81Aristoteles, Physica, 8, 5; 42
οὔτε γὰρ ἔσται πρῶτον κινοῦν οὐ δέν, εἴ γε αὐτὸ ἑαυτὸ κινήσει ἑκάτερον (τὸ γὰρ πρότερον αἰ τιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου καὶ κινήσει μᾶλλον· δι χῶς γὰρ κινεῖν ἦν, τὸ μὲν τὸ ὑπ' ἄλλου κινούμενον αὐτό, τὸ δ' αὑτῷ· ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ)· ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι εἰ μὴ ὑφ' αὑτοῦ· κατὰ συμβεβηκὸς ἄρα ἀντικινεῖ θάτερον.
82Aristoteles, Physica, 8, 5; 44
ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικι νεῖσθαι, ἀλλ' ἢ ἀκίνητόν γέ τι κινεῖν ἀνάγκη ἢ αὐτὸ ὑφ' αὑτοῦ κινούμενον, εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι.
83Aristoteles, Physica, 8, 6; 5
ἀλλ' οὔ τί γε πάσας δυνατόν· δῆλον γὰρ ὡς αἴτιον τοῖς αὐτὰ ἑαυτὰ κινοῦσίν ἐστί τι τοῦ ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μή.
84Aristoteles, Physica, 8, 6; 16
ἀλλὰ μὴν εἴ γε συνεχής, μία.
85Aristoteles, Physica, 8, 7; 1
ἀλλὰ μὴν εἴ γε ἔστιν τι ἀεὶ τοιοῦτον, κινοῦν μέν τι ἀκίνητον δὲ αὐτὸ καὶ ἀΐδιον, ἀνάγκη καὶ τὸ πρῶτον ὑπὸ τούτου κι νούμενον ἀΐδιον εἶναι.
86Aristoteles, Physica, 8, 8; 6
ἀλλὰ μὴν εἴ γε ἀλλοιοῦται, δεῖ τι εἶναι τὸ ἀλλοιοῦν καὶ ποιοῦν ἐκ τοῦ δυνάμει θερμοῦ ἐνεργείᾳ θερμόν.
87Aristoteles, Physica, 8, 11; 26
ἀλλὰ μὴν τήν γε πάλαι λύσιν οὐ λεκτέον· οὐ γὰρ ἐνδέχεται λέγειν ὅτι ἐστὶν κατὰ τὸ Δ ἡ τὸ Η ἐν τομῇ, οὐ γέγονε δὲ οὐδ' ἀπογέγονεν.
88Aristoteles, Physica, 8, 12; 10
δῆλον δὲ καὶ ὅτι ἐὰν μή τις ποιῇ τοῦ χρόνου τὸ διαιροῦν σημεῖον τὸ πρότερον καὶ ὕστερον ἀεὶ τοῦ ὑστέρου τῷ πράγματι, ἔσται ἅμα τὸ αὐτὸ ὂν καὶ οὐκ ὄν, καὶ ὅτε γέ γονεν οὐκ ὄν.
89Aristoteles, Physica, 8, 17; 14
ἀλλὰ μὴν χρόνον γε οὐκ ἐνδέχεται εἶναι οὐδένα.
90Aristoteles, Physica, 8, 17; 23
ἄπειρος ἄρα ἡ δύναμις ἔσται· πάσης γὰρ πεπερασμένης ὑπερβάλλει δυνάμεως, εἴ γε πάσης πεπερασμένης δυνάμεως ἀνάγκη πεπερασμένον εἶναι καὶ τὸν χρόνον (εἰ γὰρ ἔν τινι ἡ τοσηδί, ἡ μείζων ἐν ἐλάτ τονι μὲν ὡρισμένῳ δὲ χρόνῳ κινήσει, κατὰ τὴν ἀντιστροφὴν τῆς ἀναλογίας)· ἄπειρος δὲ πᾶσα δύναμις, ὥσπερ καὶ πλῆ θος καὶ μέγεθος τὸ ὑπερβάλλον παντὸς ὡρισμένου.
91Aristoteles, Physica, 8, 19; 13
τὸ δέ γε πρῶτον κινοῦν ἀΐδιον κινεῖ κίνησιν καὶ ἄπειρον χρόνον.
92Aristoteles, Analytica posteriora, 1, I 1; 12 (auctor 384BC-322BC)
Οὐ γάρ δή, ὥς γέ τινες ἐγχειροῦσι λύειν, λεκτέον.
93Aristoteles, Analytica posteriora, 1, I 3; 3 (auctor 384BC-322BC)
Εἴ τε ἵσταται καί εἰσίν ἀρχαί, ταύτας ἀγνώστους εἶναι ἀποδείξεώς γε μή οὔσης αὐτῶν, ὅπερ φασίν εἶναι τό ἐπίστασθαι μόνον· εἰ δέ μή ἔστι τά πρῶτα εἰδέναι, οὐδέ τά ἐκ τούτων εἶναι ἐπίστασθαι ἁπλῶς οὐδέ κυρίως, ἀλλ᾿ ἐξ ὑποθέσεως, εἰ ἐκεῖνά ἐστιν.
94Aristoteles, Analytica posteriora, 1, I 5; 8 (auctor 384BC-322BC)
Καί τό ἀνάλογον ὅτι ἐναλλάξ, ᾗ ἀριθμοί καί ᾗ γραμμαί καί ᾗ στερεά καί ᾗ χρόνοι, ὥσπερ ἐδείκνυτό ποτε χωρίς, ἐνδεχόμενόν γε κατά πάντων μιᾷ ἀποδείξει δειχθῆναι· ἀλλά διά τό μή εἶναι ὠνομασμένον τι πάντα ταῦτα ἕν, ἀριθμοί μήκη χρόνος στερεά, καί εἴδει διαφέρειν ἀλλήλων, χωρίς ἐλαμβάνετο.
95Aristoteles, Analytica posteriora, 1, I 6; 4 (auctor 384BC-322BC)
Σημεῖον δ᾿ ὅτι ἡ ἀπόδειξις ἐξ ἀναγκαίων, ὅτι καί τάς ἐνστάσεις οὕτω φέρομεν πρός τούς οἰομένους ἀποδεικνύναι, ὅτι οὐκ ἀνάγκη, ἂν οἰώμεθα ἢ ὅλως ἐνδέχεσθαι ἄλλως ἢ ἕνεκά γε τοῦ λόγου.
96Aristoteles, Analytica posteriora, 1, I 10; 3 (auctor 384BC-322BC)
Ἔστι δ᾿ ὧν χρῶνται ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις τά μέν ἴδια ἑκάστης ἐπιστήμης τά δέ κοινά, κοινά δέ κατ᾿ ἀναλογίαν, ἐπεί χρήσιμόν γε ὅσον ἐν τῷ ὑπό τήν ἐπιστήμην γένει.
97Aristoteles, Analytica posteriora, 1, I 10; 12 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐδέν ἧττον τῇ γε φύσει τρία ταῦτά ἐστι, περί ὅ τε δείκνυσι καί ἃ δείκνυσι καί ἐξ ὧν.
98Aristoteles, Analytica posteriora, 1, I 13; 29 (auctor 384BC-322BC)
Τά γάρ μαθήματα περί εἴδη ἐστίν· οὐ γάρ καθ᾿ ὑποκειμένου τινός· εἰ γάρ καί καθ᾿ ὑποκειμένου τινός τά γεωμετρικά ἐστιν, ἀλλ᾿ οὐχ ᾗ γε καθ᾿ ὑποκειμένου.
99Aristoteles, Analytica posteriora, 1, I 17; 7 (auctor 384BC-322BC)
Καί σχεδόν ἥ γε τοιαύτη ἀπάτη ἡ αὐτή ἐστι τῇ διά τοῦ οἰκείου μέσου.
100Aristoteles, Analytica posteriora, 1, I 19; 14 (auctor 384BC-322BC)
Οὐ γάρ ἔστιν ἐν τοῖς κατηγορουμένοις οὗ πρώτου κατηγορεῖται ἢ τελευταίου· πάντα γάρ πρός πάντα ταύτῃ γε ὁμοίως ἔχει, εἴτ᾿ ἐστίν ἄπειρα τά κατ᾿ αὐτοῦ κατηγορούμενα, εἴτ᾿ ἀμφότερά ἐστι τά ἀπορηθέντα ἄπειρα· πλήν εἰ μή ὁμοίως ἐνδέχεται ἀντιστρέφειν, ἀλλά τό μέν ὡς συμβεβηκός, τό δ᾿ ὡς κατηγορίαν.
101Aristoteles, Analytica posteriora, 1, I 22; 43 (auctor 384BC-322BC)
Ἀλλά μήν ἀνάγκη γε πάντα ὑπάρχειν τῷ πρώτῳ, οἷον τῷ ἀριθμῷ κἀκείνοις τόν ἀριθμόν, ὥστ᾿ ἀντιστρέφοντα ἔσται, ἀλλ᾿ οὐχ ὑπερτείνοντα.
102Aristoteles, Analytica posteriora, 1, I 31; 2 (auctor 384BC-322BC)
Εἰ γάρ καί ἔστιν ἡ αἴσθησις τοῦ τοιοῦδε καί μή τοῦδέ τινος, ἀλλ᾿ αἰσθάνεσθαί γε ἀναγκαῖον τόδε τι καί ποῦ καί νῦν.
103Aristoteles, Analytica posteriora, 1, I 32; 9 (auctor 384BC-322BC)
Ἀνάγκη δέ γε ἢ εἰς μέσα ἁρμόττειν ἢ ἄνωθεν ἢ κάτωθεν, ἢ τούς μέν εἴσω ἔχειν τούς δ᾿ ἔξω τῶν ὅρων.
104Aristoteles, Analytica posteriora, 1, I 33; 12 (auctor 384BC-322BC)
Ἢ εἰ μέν οὕτως ὑπολήψεται τά μή ἐνδεχόμενα ἄλλως ἔχειν ὥσπερ ἔχειν τούς ὁρισμούς δι᾿ ὧν αἱ ἀποδείξεις, οὐ δοξάσει ἀλλ᾿ ἐπιστήσεται· εἰ δ᾿ ἀληθῆ μέν εἶναι, οὐ μέντοι ταῦτά γε αὐτοῖς ὑπάρχειν κατ᾿ οὐσίαν καί κατά τό εἶδος, δοξάσει καί οὐκ ἐπιστήσεται ἀληθῶς, καί τό ὅτι καί τό διότι, ἐάν μέν διά τῶν ἀμέσων δοξάσῃ· ἐάν δέ μή διά τῶν ἀμέσων, τό ὅτι μόνον δοξάσει; τοῦ δ᾿ αὐτοῦ δόξα καί ἐπιστήμη οὐ πάντως ἐστίν, ἀλλ᾿ ὥσπερ καί ψευδής καί ἀληθής τοῦ αὐτοῦ τρόπον τινά, οὕτω καί ἐπιστήμη καί δόξα τοῦ αὐτοῦ.
105Aristoteles, Analytica posteriora, 2, II 3; 7 (auctor 384BC-322BC)
Ἔτι εἰ ὁ ὁρισμός οὐσίας τις γνωρισμός, τά γε τοιαῦτα φανερόν ὅτι οὐκ οὐσίαι.
106Aristoteles, Analytica posteriora, 2, II 7; 2 (auctor 384BC-322BC)
Τίς οὖν ἄλλος τρόπος λοιπός; οὐ γάρ δή δείξει γε τῇ αἰσθήσει ἢ τῷ δακτύλῳ.
107Aristoteles, Analytica posteriora, 2, II 8; 8 (auctor 384BC-322BC)
Ὥσπερ γάρ τό διότι ζητοῦμεν ἔχοντες τό ὅτι, ἐνίοτε δέ καί ἅμα δῆλα γίνεται, ἀλλ᾿ οὔτι πρότερόν γε τό διότι δυνατόν γνωρίσαι τοῦ ὅτι, δῆλον ὅτι ὁμοίως καί τό τί ἦν εἶναι οὐκ ἄνευ τοῦ ὅτι ἐστίν· ἀδύνατον γάρ εἰδέναι τί ἐστιν, ἀγνοοῦντας εἰ ἔστιν.
108Aristoteles, Analytica posteriora, 2, II 8; 29 (auctor 384BC-322BC)
Καί ἔστι γε λόγος τό Β τοῦ Α τοῦ πρώτου ἄκρου.
109Aristoteles, Analytica posteriora, 2, II 12; 34 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἄρξασθαί γε ὅμως ἀνάγκη ἀπό μέσου καί ἀπό τοῦ νῦν πρώτου.
110Aristoteles, Analytica posteriora, 2, II 13; 58 (auctor 384BC-322BC)
Ὥσπερ δέ ἐν ταῖς ἀποδείξεσι δεῖ τό γε συλλογίσασθαι ὑπάρχειν, οὕτω καί ἐν τοῖς ὅροις τό σαφές.
111Aristoteles, Analytica posteriora, 2, II 17; 4 (auctor 384BC-322BC)
Οἷον διά τί καί ἐναλλάξ ἀνάλογον; ἄλλο γάρ αἴτιον ἐν γραμμαῖς καί ἀριθμοῖς· καί τό αὐτό γε, ᾗ μέν γραμμαί, ἄλλο, ᾗ δ᾿ ἔχον αὔξησιν τοιανδί, τό αὐτό.
112Aristoteles, Analytica posteriora, 2, II 19; 9 (auctor 384BC-322BC)
Φαίνεται δέ τοῦτό γε πᾶσιν ὑπάρχον τοῖς ζῴοις.
113Aristoteles, Analytica priora, 1, I 2; 10 (auctor 384BC-322BC)
Εἰ δέ γε τό Α τινί τῶν Β μή ὑπάρχει, οὐκ ἀνάγκη καί τό Β τινί τῷ Α μή ὑπάρχειν, οἷον εἰ τό μέν Β ἐστί ζῷον, τό δέ Α ἄνθρωπος· ἄνθρωπος μέν γάρ οὐ παντί ζῴῳ, ζῷον δέ παντί ἀνθρώπῳ ὑπάρχει.
114Aristoteles, Analytica priora, 1, I 5; 6 (auctor 384BC-322BC)
Ἐπεί οὖν ἀντιστρέφει τό στερητικόν, οὐδενί τῷ Μ ὑπάρξει τό Ν· τό δέ γε Μ παντί τῷ Ξ ὑπέκειτο· ὥστε τό Ν οὐδενί τῷ Ξ· τοῦτο γάρ δέδεικται πρότερον.
115Aristoteles, Analytica priora, 1, I 5; 8 (auctor 384BC-322BC)
Εἰ γάρ τό Μ οὐδενί τῷ Ξ, οὐδέ τό Ξ οὐδενί τῷ Μ· τό δέ γε Μ παντί τῷ Ν ὑπῆρχεν· τό ἄρα Ξ οὐδενί τῷ Ν ὑπάρξει· γεγένηται γάρ πάλιν τό πρῶτον σχῆμα.
116Aristoteles, Analytica priora, 1, I 5; 19 (auctor 384BC-322BC)
Ἐπεί γάρ ἀντιστρέφει τό στερητικόν, οὐδενί τῷ Μ ὑπάρξει τό Ν· τό δέ γε Μ ὑπέκειτο τινί τῷ Ξ ὑπάρχειν· ὥστε τό Ν τινί τῷ Ξ οὐχ ὑπάρξει· γίνεται γάρ συλλογισμός διά τοῦ πρώτου σχήματος.
117Aristoteles, Analytica priora, 1, I 10; 12 (auctor 384BC-322BC)
Τό δέ γε Β τινί τῷ Α ἀνάγκη ὑπάρχειν, εἴπερ καί τό Α παντί τῷ Β ἐξ ἀνάγκης ὑπῆρχεν.
118Aristoteles, Analytica priora, 1, I 10; 22 (auctor 384BC-322BC)
Ἐπεί οὖν ἀντιστρέφει τό στερητικόν, οὐδέ τό Β τῷ Α οὐδενί ἐνδέχοιτ᾿ ἂν ὑπάρχειν· τό δέ γε Α τινί τῷ Γ ὑπάρχει, ὥστ᾿ ἐξ ἀνάγκης τινί τῶν Γ οὐχ ὑπάρχει τό Β.
119Aristoteles, Analytica priora, 1, I 13; 12 (auctor 384BC-322BC)
Ἀντιστρέφει μέν οὖν καί κατά τάς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων, οὐ μήν τόν αὐτόν γε τρόπον, ἀλλά τό μέν πεφυκός εἶναι τῷ μή ἐξ ἀνάγκης ὑπάρχειν (οὕτω γάρ ἐνδέχεται μή πολιοῦσθαι ἄνθρωπον), τό δ᾿ ἀόριστον τῷ μηδέν μᾶλλον οὕτως ἢ ἐκείνως.
120Aristoteles, Analytica priora, 1, I 13; 13 (auctor 384BC-322BC)
Ἐπιστήμη δέ καί συλλογισμός ἀποδεικτικός τῶν μέν ἀορίστων οὐκ ἔστι διά τό ἄτακτον εἶναι τό μέσον, τῶν δέ πεφυκότων ἔστι, καί σχεδόν οἱ λόγοι καί αἱ σκέψεις γίνονται περί τῶν οὕτως ἐνδεχομένων· ἐκείνων δ᾿ ἐγχωρεῖ μέν γενέσθαι συλλογισμόν, οὐ μήν εἴωθέ γε ζητεῖσθαι.
121Aristoteles, Analytica priora, 1, I 15; 27 (auctor 384BC-322BC)
Δεῖ δέ λαμβάνειν τό παντί ὑπάρχον μή κατά χρόνον ὁρίσαντας, οἷον νῦν ἢ ἐν τῷδε τῷ χρόνῳ, ἀλλ᾿ ἁπλῶς· διά τοιούτων γάρ προτάσεων καί τούς συλλογισμούς ποιοῦμεν, ἐπεί κατά γε τό νῦν λαμβανομένης τῆς προτάσεως οὐκ ἔσται συλλογισμός· οὐδέν γάρ ἴσως κωλύει ποτέ καί παντί κινουμένῳ ἄνθρωπον ὑπάρχειν, οἷον εἰ μηδέν ἄλλο κινοῖτο· τό δέ κινούμενον ἐνδέχεται παντί ἵππῳ· ἀλλ᾿ ἄνθρωπον οὐδενί ἵππῳ ἐνδέχεται.
122Aristoteles, Analytica priora, 1, I 19; 24 (auctor 384BC-322BC)
Οὐδέ γε τῶν ἀντικειμένων ἀποφάνσεων, ἐπεί δέδεικται τό Β τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχον.
123Aristoteles, Analytica priora, 1, I 33; 12 (auctor 384BC-322BC)
Τό δέ γε Α τοῦ Γ ψεῦδος.
124Aristoteles, Analytica priora, 1, I 46; 6 (auctor 384BC-322BC)
Εἰ οὖν τό οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτό σημαίνει καί ἔστι δυνάμενος οὐ βαδίζειν ἢ μή βαδίζειν, ταῦτά γε ἅμα ὑπάρξει ταὐτῷ (ὁ γάρ αὐτός δύναται καί βαδίζειν καί μή βαδίζειν, καί ἐπιστήμων τἀγαθοῦ καί τοῦ μή ἀγαθοῦ ἐστί)· φάσις δέ καί ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ.
125Aristoteles, Analytica priora, 1, I 46; 41 (auctor 384BC-322BC)
Τό δέ γε Β καί τό Γ οὐκ ἐνδέχεται διά τό συνακολουθεῖν τῷ Γ τό Α· συμβαίνει γάρ τι ἀδύνατον.
126Aristoteles, Analytica priora, 2, II 11; 15 (auctor 384BC-322BC)
Τό δέ γε τινί καί τό μηδενί καί μή παντί δείκνυται.
127Aristoteles, Analytica priora, 2, II 11; 33 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὔπω γε ἀναγκαῖον, εἰ μή παντί, μηδενί ὑπάρχειν.
128Aristoteles, Analytica priora, 2, II 17; 18 (auctor 384BC-322BC)
Ἢ τό μή ὄντος τούτου μηδέν ἧττον γίνεσθαι τό ψεῦδος οὐχ οὕτω ληπτέον ὥστ᾿ ἄλλου τιθεμένου συμβαίνειν τό ἀδύνατον, ἀλλ᾿ ὅταν ἀφαιρεθέντος τούτου διά τῶν λοιπῶν προτάσεων ταὐτό περαίνηται ἀδύνατον, ἐπεί ταὐτό γε ψεῦδος συμβαίνειν διά πλειόνων ὑποθέσεων οὐδέν ἴσως ἄτοπον, οἷον τάς παραλλήλους συμπίπτειν καί εἰ μείζων ἐστίν ἡ ἐντός τῆς ἐκτός καί εἰ τό τρίγωνον ἔχει πλείους ὀρθάς δυεῖν.
129Aristoteles, Categoriae, 3; 3 (auctor 384BC-322BC)
Τῶν δέ γε ὑπ᾿ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι· τὰ γὰρ ἐπάνω τῶν ὑπ᾿ αὐτὰ γενῶν κατηγορεῖται, ὥστε ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται.
130Aristoteles, Categoriae, 5; 3 (auctor 384BC-322BC)
Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ᾿ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου, οἷον ὁ ἄνθρωπος καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου, καὶ κατηγορεῖταί γε τοὔνομα· τὸν γὰρ ἄνθρωπον τοῦ τινὸς ἀνθρώπου κατηγορήσεις.
131Aristoteles, Categoriae, 5; 16 (auctor 384BC-322BC)
Ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει· ὑπόκειται γὰρ τὸ εἶδος τῷ γένει· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει.
132Aristoteles, Categoriae, 5; 24 (auctor 384BC-322BC)
Ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν πρὸς τὰ λοιπὰ πάντα ἔχει· κατὰ τούτων γὰρ πάντα τὰ λοιπὰ κατηγορεῖται.
133Aristoteles, Categoriae, 5; 45 (auctor 384BC-322BC)
Συνώνυμα δέ γε ἦν ὦν καὶ τοὔνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός, ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ τὰ ἀπὸ τῶν διαφορῶν συνωνύμως λέγεται.
134Aristoteles, Categoriae, 5; 47 (auctor 384BC-322BC)
Ἐπὶ μὲν οὖν τῶν πρώτων οὐσιῶν ἀναμφισβήτητον καὶ ἀληθές ἐστιν ὅτι τόδε τι σημαίνει· ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὁμοίως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν, ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῷον, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν τι σημαίνει· οὐ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον ὥσπερ ἡ πρώτη οὐσία, ἀλλὰ κατὰ πολλῶν ὁ ἄνθρωπος λέγεται καὶ τὸ ζῷον.
135Aristoteles, Categoriae, 5; 54 (auctor 384BC-322BC)
Οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον.
136Aristoteles, Categoriae, 5; 55 (auctor 384BC-322BC)
Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα, οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ.
137Aristoteles, Categoriae, 5; 61 (auctor 384BC-322BC)
Ἡ δέ γε οὐσία οὐδὲν μᾶλλον καὶ ἧττον λέγεται· οὐδὲ γὰρ ἄνθρωπος μᾶλλον νῦν ἄνθρωπος ἢ πρότερον λέγεται, οὐδέ γε τῶν ἄλλων οὐδέν, ὅσα ἐστὶν οὐσίαι.
138Aristoteles, Categoriae, 5; 64 (auctor 384BC-322BC)
Ἡ δέ γε οὐσία ἓν καὶ ταὐτὸν ἀριθμῷ ὂν δεκτικὸν τῶν ἐναντίων ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος, εἶς καὶ ὁ αὐτὸς ὤν, ὁτὲ μὲν λευκὸς ὁτὲ δὲ μέλας γίνεται, καὶ θερμὸς καὶ ψυχρός, καὶ φαῦλος καὶ σπουδαῖος.
139Aristoteles, Categoriae, 5; 68 (auctor 384BC-322BC)
Εἰ δέ τις καὶ τοῦτο παραδέχοιτο, ἀλλὰ τῷ γε τρόπῳ διαφέρει.
140Aristoteles, Categoriae, 5; 73 (auctor 384BC-322BC)
Ὥστε τῷ τρόπῳ γε ἴδιον ἂν εἴη τῆς οὐσίας τὸ κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι.
141Aristoteles, Categoriae, 5; 78 (auctor 384BC-322BC)
Ἡ δέ γε οὐσία τῷ αὐτὴ τὰ ἐναντία δέχεσθαι, τούτῳ δεκτικὴ τῶν ἐναντίων εἶναι λέγεται· νόσον γὰρ καὶ ὑγίειαν δέχεται, καὶ λευκότητα καὶ μελανίαν· καὶ ἕκαστον τῶν τοιούτων αὐτὴ δεχομένη τῶν ἐναντίων εἶναι δεκτικὴ λέγεται.
142Aristoteles, Categoriae, 6; 3 (auctor 384BC-322BC)
Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ, οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε, ἀλλὰ διώρισται· καὶ τὰ τρία γε καὶ τὰ ἑπτὰ πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει· οὐδ᾿ ὅλως ἂν ἔχοις ἐπ᾿ ἀριθμοῦ κοινὸν ὅρον λαβεῖν τῶν μορίων, ἀλλ᾿ ἀεὶ διώρισται· ὥστε ὁ μὲν ἀριθμὸς τῶν διωρισμένων ἐστίν.
143Aristoteles, Categoriae, 6; 16 (auctor 384BC-322BC)
Ἐπὶ δέ γε τοῦ ἀριθμοῦ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι ὡς τὰ μόρια αὐτοῦ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα ἢ κεῖταί που, ἢ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων.
144Aristoteles, Categoriae, 6; 21 (auctor 384BC-322BC)
Κυρίως δὲ ποσὰ ταῦτα μόνα λέγεται τὰ εἰρημένα, τὰ δὲ ἄλλα πάντα κατὰ συμβεβηκός· εἰς ταῦτα γὰρ ἀποβλέποντες καὶ τἆλλα ποσὰ λέγομεν, οἷον πολὺ τὸ λευκὸν λέγεται τῷ τὴν ἐπιφάνειαν πολλὴν εἶναι, καὶ ἡ πρᾶξις μακρὰ τῷ γε τὸν χρόνον πολὺν εἶναι, καὶ ἡ κίνησις πολλή.
145Aristoteles, Categoriae, 6; 36 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὐδὲν δοκεῖ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι, οἷον ἐπὶ τῆς οὐσίας· δεκτικὴ μὲν τῶν ἐναντίων δοκεῖ εἶναι, ἀλλ᾿ οὔτι γε ἅμα νοσεῖ καὶ ὑγιαίνει.
146Aristoteles, Categoriae, 7; 20 (auctor 384BC-322BC)
Καὶ ἀντιστρέφει γε, ἐὰν οἰκείως ἀποδοθῇ· τὸ γὰρ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν.
147Aristoteles, Categoriae, 7; 23 (auctor 384BC-322BC)
Πάντα οὖν τὰ πρός τι, ἐάν περ οἰκείως ἀποδιδῶται, πρὸς ἀντιστρέφοντα λέγεται, ἐπεὶ ἐάν γε πρὸς τὸ τυχὸν ἀποδιδῶται καὶ μὴ πρὸς αὐτὸ ὃ λέγεται, οὐκ ἀντιστρέφει.
148Aristoteles, Categoriae, 7; 26 (auctor 384BC-322BC)
Ἐὰν δέ γε μὴ οἰκείως ἀποδοθῇ πρὸς ὅ ποτε λέγεται, περιαιρουμένων μὲν τῶν ἄλλων, καταλειπομένου δὲ μόνου τοῦ πρὸς ὃ ἀπεδόθη, οὐ ῥηθήσεται πρὸς αὐτό.
149Aristoteles, Categoriae, 7; 43 (auctor 384BC-322BC)
Ἡ δέ γε αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· ζῴου γὰρ ἀναιρεθέντος αἴσθησις μὲν ἀναιρεῖται, αἰσθητὸν δὲ ἔσται, οἶον σῶμα, θερμόν, γλυκύ, πικρόν, και τἆλλα πάντα ὅσα ἐστὶν αἰσθητά.
150Aristoteles, Categoriae, 7; 44 (auctor 384BC-322BC)
Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ γίνεται· ἅμα γὰρ τῷ ζῴῳ γίνεται καὶ αἴσθησις· τὸ δέ γε αἴσθητόν ἐστι καὶ πρὸ τοῦ ζῷον ἢ αἴσθησιν εἶναι· πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα, ἐξ ὧν καὶ τὸ ζῷον συνίσταται, ἔστι καὶ πρὸ τοῦ ζῷον ὅλως εἶναι ἢ αἴσθησιν, ὥστε πρότερον ἂν τῆς αἰσθήσεως τὸ αἰσθητὸν εἶναι δόξειεν.
151Aristoteles, Categoriae, 7; 49 (auctor 384BC-322BC)
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν δευτέρων οὐσιῶν, ἐπί γε τῶν πλείστων, οἷον ὁ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος, οὐδὲ ὁ βοῦς τινὸς βοῦς, οὐδὲ τὸ ξύλον τινὸς ξύλον, ἀλλά τινος κτῆμα λέγεται.
152Aristoteles, Categoriae, 7; 52 (auctor 384BC-322BC)
Ὁ δὲ πρότερος ὁρισμὸς παρακολουθεῖ μὲν πᾶσι τοῖς πρός τι, οὐ μὴν ταὐτόν γέ ἐστι τῷ πρός τι αὐτοῖς εἶναι τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι.
153Aristoteles, Categoriae, 7; 61 (auctor 384BC-322BC)
Τὴν δέ γε κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν ὡρισμένως ἔστιν εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον.
154Aristoteles, Categoriae, 8; 7 (auctor 384BC-322BC)
Φανερὸν δὲ ὅτι ταῦτα βούλονται ἕξεις λέγειν, ἅ ἐστι πολυχρονιώτερα καὶ δυσκινητότερα· τοὺς γὰρ τῶν ἐπιστημῶν μὴ πάνυ κατέχοντας ἀλλ᾿ εὐκινήτους ὄντας οὔ φασιν ἕξιν ἔχειν, καίτοι διάκεινταί γέ πως κατὰ τὴν ἐπιστήμην ἢ χεῖρον ἢ βέλτιον.
155Aristoteles, Categoriae, 8; 9 (auctor 384BC-322BC)
Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις· οἱ μὲν γὰρ ἕξεις ἔχοντες καὶ διάκεινταί γέ πως κατ᾿ αὐτάς, οἱ δὲ διακείμενοι οὐ πάντως καὶ ἕξιν ἔχουσιν.
156Aristoteles, Categoriae, 8; 11 (auctor 384BC-322BC)
Οὐ γὰρ τῷ διακεῖσθαί γέ πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται, ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν ἢ ἀδυναμίαν τοῦ ποιῆσαί τι ῥᾳδίως ἢ μηδὲν πάσχειν, οἷον πυκτικοὶ ἢ δρομικοὶ οὐ τῷ διακεῖσθαί πως λέγονται ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ ποιῆσαί τι ῥᾳδίως, ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, νοσώδεις δὲ τῷ ἀδυναμίαν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων.
157Aristoteles, Categoriae, 8; 36 (auctor 384BC-322BC)
Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ᾿ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσιν.
158Aristoteles, Categoriae, 8; 54 (auctor 384BC-322BC)
Ἀλλ᾿ οὖν τά γε κατὰ ταύτας λεγόμενα ἀναμφισβητήτως ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· γραμματικώτερος γὰρ ἕτερος ἑτέρου λέγεται καὶ ὑγιεινότερος καὶ δικαιότερος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
159Aristoteles, Categoriae, 10; 5 (auctor 384BC-322BC)
Καὶ ἡ ἐπιστήμη δὲ τῷ ἐπιστητῷ ὡς τὰ πρός τι ἀντίκειται, καὶ λέγεταί γε ἡ ἐπιστήμη αὐτὸ ὅπερ ἐστὶ τοῦ ἐπιστητοῦ.
160Aristoteles, Categoriae, 10; 11 (auctor 384BC-322BC)
Ὧν δέ γε μὴ ἀναγκαῖον θάτερον ὑπάρχειν, τούτων ἔστι τι ἀνὰ μέσον πάντως, οἷον νόσος καὶ ὑγίεια ἐν σώματι ζῴου πέφυκε γίνεσθαι, καὶ ἀναγκαῖόν γε θάτερον ὑπάρχειν τῷ τοῦ ζῴου σώματι, ἢ νόσον ἢ ὑγίειαν.
161Aristoteles, Categoriae, 10; 12 (auctor 384BC-322BC)
Καὶ περιττὸν δὲ καὶ ἄρτιον ἀριθμοῦ κατηγορεῖται, καὶ ἀναγκαῖόν γε θάτερον τῷ ἀριθμῷ ὑπάρχειν, ἢ περιττὸν ἢ ἄρτιον.
162Aristoteles, Categoriae, 10; 13 (auctor 384BC-322BC)
Καὶ οὐκ ἔστι γε τούτων οὐδὲν ἀνὰ μέσον, οὔτε νόσου καὶ ὑγιείας οὔτε περιττοῦ καὶ ἀρτίου.
163Aristoteles, Categoriae, 10; 14 (auctor 384BC-322BC)
Ὧν δέ γε μὴ ἀναγκαῖον θάτερον ὑπάρχειν, τούτων ἔστι τι ἀνὰ μέσον, οἷον μέλαν καὶ λευκὸν ἐν σώματι πέφυκε γίνεσθαι, καὶ οὐκ ἀναγκαῖόν γε θάτερον αὐτῶν ὑπάρχειν τῷ σώματι· οὐ γὰρ πᾶν ἤτοι λευκὸν ἢ μέλαν ἐστίν.
164Aristoteles, Categoriae, 10; 16 (auctor 384BC-322BC)
Καὶ ἔστι γέ τι τούτων ἀνὰ μέσον, οἷον τοῦ μὲν λευκοῦ καὶ μέλανος τὸ φαιὸν καὶ τὸ ὠχρὸν καὶ ὅσα ἄλλα χρώματα, τοῦ δὲ φαύλου καὶ σπουδαίου τὸ οὔτε φαῦλον οὔτε σπουδαῖον.
165Aristoteles, Categoriae, 10; 44 (auctor 384BC-322BC)
Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων, ὑπάρχοντος τοῦ δεκτικοῦ, δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι, εἰ μή τινι φύσει τὸ ἓν ὑπάρχει, οἷον τῷ πυρὶ τὸ θερμῷ· εἶναι· καὶ γὰρ τὸ ὑγιαῖνον δυνατὸν νοσῆσαι καὶ τὸ λευκὸν μέλαν γενέσθαι καὶ τὸ ψυχρὸν θερμόν, καὶ ἐκ σπουδαίου γε φαῦλον καὶ ἐκ φαύλου σπουδαῖον δυνατὸν γενέσθαι.
166Aristoteles, Categoriae, 10; 45 (auctor 384BC-322BC)
Ὁ γὰρ φαῦλος εἰς βελτίους διατριβὰς ἀγόμενος καὶ λόγους κἂν μικρόν γέ τι ἐπιδοίη εἰς τὸ βελτίων εἶναι.
167Aristoteles, Categoriae, 10; 48 (auctor 384BC-322BC)
Ἐπὶ δέ γε τῆς ἕξεως καὶ τῆς στερήσεως ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γενέσθαι.
168Aristoteles, Categoriae, 10; 53 (auctor 384BC-322BC)
Οἷον ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, καὶ οὐδέτερόν γε οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστιν.
169Aristoteles, Categoriae, 10; 55 (auctor 384BC-322BC)
Οὐδέ γε τὰ κατὰ στέρησιν καὶ ἕξιν, οἷον ἡ ὄψις καὶ ἡ τυφλότης.
170Aristoteles, Categoriae, 10; 61 (auctor 384BC-322BC)
Ἐπὶ δέ γε τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἀεί, ἐάν τε ᾖ ἐάν τε μὴ ᾖ, τὸ ἕτερον ἔσται ψεῦδος καὶ τὸ ἕτερον ἀληθές.
171Aristoteles, Categoriae, 12; 13 (auctor 384BC-322BC)
Καὶ ἀντιστρέφει γε· εἰ γὰρ ἀληθὴς ὁ λόγος ᾧ λέγομεν ὅτι ἔστιν ἄνθρωπος, ἔστιν ἄνθρωπος.
172Aristoteles, Categoriae, 13; 5 (auctor 384BC-322BC)
Ἀντιδιῃρῆσθαι δὲ λέγεται ἀλλήλοις τὰ κατὰ τὴν αὐτὴν διαίρεσιν, οἷον τὸ πτηνὸν τῷ πεζῷ καὶ τῷ ἐνύδρῳ· ταῦτα γὰρ ἀλλήλοις ἀντιδιῄρηται ἐκ τοῦ αὐτοῦ γένους· τὸ γὰρ ζῷον διαιρεῖται εἰς ταῦτα, εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, καὶ οὐδέν γε τούτων πρότερον ἢ ὕστερόν ἐστιν, ἀλλ᾿ ἅμα τῇ φύσει τὰ τοιαῦτα δοκεῖ εἶναι.
173Aristoteles, Categoriae, 14; 2 (auctor 384BC-322BC)
Αἱ μὲν οὖν ἄλλαι κινήσεις φανερὸν ὅτι ἕτεραι ἀλλήλων εἰσίν· οὐ γὰρ ἐστιν ἡ γένεσις φθορὰ οὐδέ γε ἡ αὔξησις μείωσις οὐδὲ ἡ κατὰ τόπον μεταβολή, ὡσαύτως δὲ καὶ αἱ ἄλλαι· ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἔχει τινὰ ἀπορίαν, μή ποτε ἀναγκαῖον ᾖ τὸ ἀλλοιούμενον κατά τινα τῶν λοιπῶν κινήσεων ἀλλοιοῦσθαι.
174Aristoteles, De anima, 1, I 2; 17 (auctor 384BC-322BC)
Οὐ φαίνεται δ’ ὅ γε κατά φρόνησιν λεγόμενος νοῦς πᾶσιν ὁμοίως ὑπάρχειν τοῖς ζῴοις, ἀλλ’ οὐδέ τοῖς ἀνθρώποις πᾶσιν.
175Aristoteles, De anima, 1, I 2; 29 (auctor 384BC-322BC)
Ἀναξαγόρας δ’ ἔοικε μέν ἕτερον λέγειν ψυχήν τε καί νοῦν, ὥσπερ εἴπομεν καί πρότερον, χρῆται δ’ ἀμφοῖν ὡς μιᾷ φύσει, πλήν ἀρχήν γε τόν νοῦν τίθεται μάλιστα πάντων· μόνον γοῦν φησίν αὐτόν τῶν ὄντων ἁπλοῦν εἶναι καί ἀμιγῆ τε καί καθαρόν.
176Aristoteles, De anima, 1, I 3; 21 (auctor 384BC-322BC)
Ἀλλά μήν καί εἰ κινεῖ γε αὐτή αὑτήν, καί αὐτή κινοῖτ’ ἄν, ὥστ’ εἰ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ κινουμένου ᾗ κινεῖται, καί ἡ ψυχή ἐξίσταιτ’ ἂν ἐκ τῆς οὐσίας, εἰ μή κατά συμβεβηκός αὑτήν κινεῖ.
177Aristoteles, De anima, 1, I 3; 41 (auctor 384BC-322BC)
Αἱ δ’ ἀποδείξεις καί ἀπ’ ἀρχῆς, καί ἔχουσί πως τέλος τόν συλλογισμόν ἢ τό συμπέρασμα· εἰ δέ μή περατοῦνται, ἀλλ’ οὐκ ἀνακάμπτουσί γε πάλιν ἐπ’ ἀρχήν, προσλαμβάνουσαι δ’ ἀεί μέσον καί ἄκρον εὐθυποροῦσιν· ἡ δέ περιφορά πάλιν ἐπ’ ἀρχήν ἀνακάμπτει.
178Aristoteles, De anima, 1, I 3; 45 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδέ μακάριόν γε τό μή ῥᾴδιον ἀλλά βίαιον· εἰ δ’ ἐστίν ἡ κίνησις αὐτῆς μή οὐσία, παρά φύσιν ἂν κινοῖτο.
179Aristoteles, De anima, 1, I 4; 2 (auctor 384BC-322BC)
Καίτοι γε ἡ μέν ἁρμονία λόγος τίς ἐστι τῶν μιχθέντων ἢ σύνθεσις, τήν δέ ψυχήν οὐδέτερον οἷόν τ’ εἶναι τούτων.
180Aristoteles, De anima, 1, I 4; 9 (auctor 384BC-322BC)
Ἀπαιτήσειε δ’ ἄν τις τοῦτό γε καί παρ’ Ἐμπεδοκλέους· ἕκαστον γάρ αὐτῶν λόγῳ τινί φησιν εἶναι· πότερον οὖν ὁ λόγος ἐστίν ἡ ψυχή, ἢ μᾶλλον ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μέλεσιν; Ἔτι δέ πότερον ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως ἢ τῆς κατά τόν λόγον; Καί αὕτη πότερον ὁ λόγος ἐστίν ἢ παρά τόν λόγον ἕτερόν τι; Ταῦτα μέν οὖν ἔχει τοιαύτας ἀπορίας· εἰ δ’ ἐστίν ἕτερον ἡ ψυχή τῆς μίξεως, τί δή ποτε ἅμα τῷ σαρκί εἶναι ἀναιρεῖται καί τῷ τοῖς ἄλλοις μορίοις τοῦ ζῴου; Πρός δέ τούτοις εἴπερ μή ἕκαστον τῶν μορίων ψυχήν ἔχει, εἰ μή ἐστιν ἡ ψυχή ὁ λόγος τῆς μίξεως, τί ἐστιν ὃ φθείρεται τῆς ψυχῆς ἀπολειπούσης; Ὅτι μέν οὖν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι τήν ψυχήν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων.
181Aristoteles, De anima, 1, I 4; 33 (auctor 384BC-322BC)
Ἔτι δέ πῶς οἷόν τε χωρίζεσθαι τάς ψυχάς καί ἀπολύεσθαι τῶν σωμάτων, εἴ γε μή διαιροῦνται αἱ γραμμαί εἰς στιγμάς;
182Aristoteles, De anima, 1, I 5; 24 (auctor 384BC-322BC)
Συμβαίνει δ’ Ἐμπεδοκλεῖ γε καί ἀφρονέστατον εἶναι τόν θεόν· μόνος γάρ τῶν στοιχείων ἓν οὐ γνωριεῖ, τό νεῖκος, τά δέ θνητά πάντα· ἐκ πάντων γάρ ἕκαστον.
183Aristoteles, De anima, 1, I 5; 26 (auctor 384BC-322BC)
Ἀπορήσειε δ’ ἄν τις καί τί ποτ’ ἐστί τό ἑνοποιοῦν αὐτά· ὕλῃ γάρ ἔοικε τά γε στοιχεῖα· κυριώτατον γάρ ἐκεῖνο τό συνέχον ὅ τί ποτ’ ἐστίν· τῆς δέ ψυχῆς εἶναί τι κρεῖττον καί ἄρχον ἀδύνατον· ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ· εὔλογον γάρ τοῦτον εἶναι προγενέστατον καί κύριον κατά φύσιν, τά δέ στοιχεῖά φασι πρῶτα τῶν ὄντων εἶναι.
184Aristoteles, De anima, 1, I 5; 28 (auctor 384BC-322BC)
Καίτοι δοκεῖ γε ταύτην μόνην τῶν κινήσεων κινεῖν ἡ ψυχή τό ζῷον.
185Aristoteles, De anima, 1, I 5; 45 (auctor 384BC-322BC)
Τί οὖν δή ποτε συνέχει τήν ψυχήν, εἰ μεριστή πέφυκεν; Οὐ γάρ δή τό γε σῶμα· δοκεῖ γάρ τοὐναντίον μᾶλλον ἡ ψυχή τό σῶμα συνέχειν· ἐξελθούσης γοῦν διαπνεῖται καί σήπεται.
186Aristoteles, De anima, 2, II 1; 31 (auctor 384BC-322BC)
Οὐ μήν ἀλλ’ ἔνιά γε οὐθέν κωλύει, διά τό μηθενός εἶναι σώματος ἐντελεχείας.
187Aristoteles, De anima, 2, II 3; 4 (auctor 384BC-322BC)
Εἰ δέ τό αἰσθητικόν, καί τό ὀρεκτικόν· ὄρεξις μέν γάρ ἐπιθυμία καί θυμός καί βούλησις, τά δέ ζῷα πάντ’ ἔχουσι μίαν γε τῶν αἰσθήσεων, τήν ἁφήν· ᾧ δ’ αἴσθησις ὑπάρχει, τούτῳ ἡδονή τε καί λύπη καί τό ἡδύ τε καί λυπηρόν, οἷς δέ ταῦτα, καί ἡ ἐπιθυμία· τοῦ γάρ ἡδέος ὄρεξις αὕτη.
188Aristoteles, De anima, 2, II 4; 24 (auctor 384BC-322BC)
Τό δέ συναίτιον μέν πώς ἐστιν, οὐ μήν ἁπλῶς γε αἴτιον, ἀλλά μᾶλλον ἡ ψυχή· ἡ μέν γάρ τοῦ πυρός αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τό καυστόν, τῶν δέ φύσει συνισταμένων πάντων ἐστί πέρας καί λόγος μεγέθους τε καί αὐξήσεως· ταῦτα δέ ψυχῆς, ἀλλ’ οὐ πυρός, καί λόγου μᾶλλον ἢ ὕλης.
189Aristoteles, De anima, 2, II 6; 5 (auctor 384BC-322BC)
Ἡ δ’ ἁφή πλείους μέν ἔχει διαφοράς· ἀλλ’ ἑκάστη γε κρίνει περί τούτων, καί οὐκ ἀπατᾶται ὅτι χρῶμα οὐδ’ ὅτι ψόφος, ἀλλά τί τό κεχρωσμένον ἢ ποῦ, ἢ τί τό ψοφοῦν ἢ ποῦ.
190Aristoteles, De anima, 2, II 8; 13 (auctor 384BC-322BC)
Ἔοικε δ’ ἀεί γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής, ἐπεί συμβαίνει γε ἐπί τοῦ ψόφου καθάπερ καί ἐπί τοῦ φωτός· καί γάρ τό φῶς ἀεί ἀνακλᾶται (οὐδέ γάρ ἂν ἐγίνετο πάντῃ φῶς, ἀλλά σκότος ἔξω τοῦ ἡλιουμένου), ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ὥσπερ ἀφ’ ὕδατος ἢ χαλκοῦ ἢ καί τινος ἄλλου τῶν λείων, ὥστε σκιάν ποιεῖν, ᾗ τό φῶς ὁρίζομεν.
191Aristoteles, De anima, 2, II 11; 5 (auctor 384BC-322BC)
Ἔχει δέ τινα λύσιν πρός γε ταύτην τήν ἀπορίαν, ὅτι καί ἐπί τῶν ἄλλων αἰσθήσεών εἰσιν ἐναντιώσεις πλείους, οἷον ἐν φωνῇ οὐ μόνον ὀξύτης καί βαρύτης, ἀλλά καί μέγεθος καί μικρότης καί λειότης καί τραχύτης φωνῆς καί τοιαῦθ’ ἕτερα.
192Aristoteles, De anima, 2, II 11; 24 (auctor 384BC-322BC)
Διό λανθάνει, ἐπεί αἰσθανόμεθά γε πάντων διά τοῦ μέσου· ἀλλ’ ἐπί τούτων λανθάνει.
193Aristoteles, De anima, 2, II 12; 3 (auctor 384BC-322BC)
Ἔστι μέν οὖν ταὐτόν, τό δ’ εἶναι ἕτερον· μέγεθος μέν γάρ ἄν τι εἴη τό αἰσθανόμενον· οὐ μήν τό γε αἰσθητικῷ εἶναι, οὐδ’ ἡ αἴσθησις μέγεθός ἐστιν, ἀλλά λόγος τις καί δύναμις ἐκείνου.
194Aristoteles, De anima, 3, III 1; 18 (auctor 384BC-322BC)
Τά δ’ ἀλλήλων ἴδια κατά συμβεβηκός αἰσθάνονται αἱ αἰσθήσεις, οὐχ ᾗ αἱ αὐταί, ἀλλ’ ᾗ μία, ὅταν ἅμα γένηται ἡ αἴσθησις ἐπί τοῦ αὐτοῦ, οἷον χολήν ὅτι πικρά καί ξανθή· οὐ γάρ δή ἑτέρας γε τό εἰπεῖν ὅτι ἄμφω ἕν· διό καί ἀπατᾶται, καί ἐάν ᾖ ξανθόν, χολήν οἴεται εἶναι.
195Aristoteles, De anima, 3, III 3; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ δύο διαφοραῖς ὁρίζονται μάλιστα τήν ψυχήν, κινήσει τε τῇ κατά τόπον καί τῷ νοεῖν καί τῷ κρίνειν καί αἰσθάνεσθαι, δοκεῖ δέ καί τό νοεῖν καί τό φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι· ἐν ἀμφοτέροις γάρ τούτοις κρίνει τι ἡ ψυχή καί γνωρίζει τῶν ὄντων, καί οἵ γε ἀρχαῖοι τό φρονεῖν καί τό αἰσθάνεσθαι ταὐτόν εἶναί φασιν, ὥσπερ καί Ἐμπεδοκλῆς εἴρηκε πρός παρεόν γάρ μῆτις ἀέξεται ἀνθρώποισιν καί ἐν ἄλλοις ὅθεν σφίσιν αἰεί καί τό φρονεῖν ἀλλοῖα παρίσταται.
196Aristoteles, De anima, 3, III 6; 6 (auctor 384BC-322BC)
Ἀλλ’ οὖν ἔστι γε οὐ μόνον τό ψεῦδος ἢ ἀληθές, ὅτι λευκός Κλέων ἐστίν, ἀλλά καί ὅτι ἦν ἢ ἔσται.
197Aristoteles, De anima, 3, III 7; 17 (auctor 384BC-322BC)
Καί τό ἄνευ δέ πράξεως, τό ἀληθές καί τό ψεῦδος ἐν τῷ αὐτῷ γένει ἐστί, τῷ ἀγαθῷ καί κακῷ· ἀλλά τῷ γε ἁπλῶς διαφέρει καί τινί.
198Aristoteles, De anima, 3, III 10; 1 (auctor 384BC-322BC)
Φαίνεται δέ γε δύο ταῦτα κινοῦντα, ἢ ὄρεξις ἢ νοῦς, εἴ τις τήν φαντασίαν τιθείη ὡς νόησίν τινα· πολλά γάρ παρά τήν ἐπιστήμην ἀκολουθοῦσι ταῖς φαντασίαις, καί ἐν τοῖς ἄλλοις ζῴοις οὐ νόησις οὐδέ λογισμός ἐστιν, ἀλλά φαντασία.
199Aristoteles, De arte poetica, 1; 7 (auctor 384BC-322BC)
Οὐδέν γάρ ἂν ἔχοιμεν ὀνομάσαι κοινόν τούς Σώφρονος καί Ξενάρχου μίμους καί τούς Σωκρατικούς λόγους, οὐδέ εἴ τις διά τριμέτρων ἢ ἐλεγείων ἢ τῶν ἄλλων τινῶν τῶν τοιούτων ποιοῖτο τήν μίμησιν· πλήν οἱ ἄνθρωποί γε συνάπτοντες τῷ μέτρῳ τό ποιεῖν ἐλεγειοποιούς τούς δέ ἐποποιούς ὀνομάζουσιν, οὐχ ὡς τούς κατά μίμησιν ποιητάς ἀλλά κοινῇ κατά τό μέτρον προσαγορεύοντες.
200Aristoteles, De arte poetica, 13; 11 (auctor 384BC-322BC)
Σημεῖον δέ μέγιστον· ἐπί γάρ τῶν σκηνῶν καί τῶν ἀγώνων τραγικώταται αἱ τοιαῦται φαίνονται, ἂν κατορθωθῶσιν, καί ὁ Εὐριπίδης, εἰ καί τά ἄλλα μή εὖ οἰκονομεῖ, ἀλλά τραγικώτατός γε τῶν ποιητῶν φαίνεται.
201Aristoteles, De arte poetica, 15; 4 (auctor 384BC-322BC)
Ἔστι δέ ἐν ἑκάστῳ γένει· καί γάρ γυνή ἐστι χρηστή καί δοῦλος· καίτοι γε ἴσως τούτων τό μέν χεῖρον, τό δέ ὅλως φαῦλόν ἐστιν.
202Aristoteles, De arte poetica, 25; 29 (auctor 384BC-322BC)
Εἴη δ᾿ ἂν τοῦτό γε κατά μεταφοράν.
203Aristoteles, De arte poetica, 26; 12 (auctor 384BC-322BC)
Εἰ οὖν ἐστί τἆλλα κρείττων, τοῦτό γε οὐκ ἀναγκαῖον αὐτῇ ὑπάρχειν.
204Aristoteles, De caelo, 1, 1, 2; 8 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὔτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλ´ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
205Aristoteles, De caelo, 1, 1, 13; 34 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γε καὶ κατὰ πλάτος ἐνδέχεται συντίθεσθαι, ἔσται τι σῶμα ὃ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων, συντιθέμενον ἐκ τῶν οὕτω συντιθεμένων ἐπιπέδων.
206Aristoteles, De caelo, 1, 1, 14; 38 (auctor 384BC-322BC)
Ὅλως δὲ συμβαίνει ἢ μηδέν ποτ´ εἶναι μέγεθος, ἢ δύνασθαί γε ἀναιρεθῆναι, εἴπερ ὁμοίως ἔχει στιγμὴ μὲν πρὸς γραμμήν, γραμμὴ δὲ πρὸς ἐπίπεδον, τοῦτο δὲ πρὸς σῶμα· πάντα γὰρ εἰς ἄλληλα ἀναλυόμενα εἰς τὰ πρῶτα ἀναλυθήσεται· ὥστ´ ἐνδέχοιτ´ ἂν στιγμὰς μόνον εἶναι, σῶμα δὲ μηθέν.
207Aristoteles, De caelo, 1, 2, 1; 2 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ κινούμενα φαίνεται, κινεῖσθαί γε ἀναγκαῖον βίᾳ, εἰ μὴ οἰκείαν ἔχει κίνησιν· τὸ δὲ βίᾳ καὶ παρὰ φύσιν ταὐτόν.
208Aristoteles, De caelo, 1, 2, 8; 17 (auctor 384BC-322BC)
Ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν· ἐξ ἀκινήτων γὰρ ἄρχεται κοσμοποιεῖν.
209Aristoteles, De caelo, 1, 2, 9; 24 (auctor 384BC-322BC)
Ἔστω γὰρ τὸ μὲν ἐφ´ οὗ Α ἀβαρές, τὸ δ´ ἐφ´ οὗ Β βάρος ἔχον, ἐνηνέχθω δὲ τὸ ἀβαρὲς τὴν ΓΔ, τὸ δὲ Β ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΕ· μείζω γὰρ οἰσθήσεται τὸ βάρος ἔχον.
210Aristoteles, De caelo, 1, 2, 9; 25 (auctor 384BC-322BC)
Ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε ἴσον οἰσθήσεται τὸ ἀβαρὲς καὶ τὸ βάρος ἔχον· ὅπερ ἀδύνατον.
211Aristoteles, De caelo, 1, 2, 10; 28 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ δύναμίς τις ἡ κινοῦσα, τὸ δ´ ἔλαττον καὶ τὸ κουφότερον ὑπὸ τῆς αὐτῆς δυνάμεως πλεῖον κινηθήσεται, κεκινήσθω τὸ μὲν ἐφ´ ᾧ τὸ Α, τὸ ἀβαρές, τὴν ΓΕ, τὸ δ´ ἐφ´ ᾧ τὸ Β, τὸ βάρος ἔχον, ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΔ.
212Aristoteles, De caelo, 1, 2, 10; 29 (auctor 384BC-322BC)
Διαιρεθέντος δὴ τοῦ βάρος ἔχοντος σώματος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ, συμβήσεται τὸ ἀφαιρούμενον ἀπὸ τοῦ βάρος ἔχοντος σώματος τὴν ΓΕ φέρεσθαι ἐν τῷ ἴσῳ χρόνῳ, ἐπείπερ τὸ ὅλον ἐφέρετο τὴν ΓΔ.
213Aristoteles, De caelo, 1, 4, 3; 6 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ καὶ ὣς αὐτοῖς συμβαίνει μὴ πάντα ποιεῖν ἐξ ὁμοιομερῶν (πρόσωπον γὰρ οὐκ ἐκ προσώπων ποιοῦσιν, οὐδ´ ἄλλο τῶν κατὰ φύσιν ἐσχηματισμένων οὐθέν), φανερὸν ὅτι πολλῷ βέλτιον πεπερασμένας ποιεῖν τὰς ἀρχάς, καὶ ταύτας ὡς ἐλαχίστας πάντων γε τῶν αὐτῶν μελλόντων δείκνυσθαι, καθάπερ ἀξιοῦσι καὶ οἱ ἐν τοῖς μαθήμασιν· ἀεὶ γὰρ πεπερασμένας λαμβάνουσιν ἀρχὰς ἢ τῷ εἴδει ἢ τῷ ποσῷ.
214Aristoteles, De caelo, 1, 7, 3; 7 (auctor 384BC-322BC)
Φανερὸν δὲ τοῦτό γε καὶ ἐν τῇ μεταβάσει· διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ ὑγροῦ ῥήγνυται τὰ περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν.
215Aristoteles, De caelo, 2, 1, 6; 6 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ´ ὑπὸ ψυχῆς εὔλογον ἀναγκαζούσης μένειν ἀΐδιον· οὐδὲ γὰρ τῆς ψυχῆς οἷόν τ´ εἶναι τὴν τοιαύτην ζωὴν ἄλυπον καὶ μακαρίαν· ἀνάγκη γὰρ καὶ τὴν κίνησιν μετὰ βίας οὖσαν, εἴπερ κινεῖ φέρεσθαι πεφυκότος τοῦ πρώτου σώματος ἄλλως καὶ κινεῖ συνεχῶς, ἄσχολον εἶναι καὶ πάσης ἀπηλλαγμένην ῥαστώνης ἔμφρονος, εἴ γε μηδ´ ὥσπερ τῇ ψυχῇ τῇ τῶν θνητῶν ζῴων ἐστὶν ἀνάπαυσις ἡ περὶ τὸν ὕπνον γινομένη τοῦ σώματος ἄνεσις, ἀλλ´ ἀναγκαῖον Ἰξίονός τινος μοῖραν κατέχειν αὐτὴν ἀΐδιον καὶ ἄτρυτον.
216Aristoteles, De caelo, 2, 2, 1; 3 (auctor 384BC-322BC)
Διώρισται μὲν οὖν περὶ τούτων ἐν τοῖς περὶ τὰς τῶν ζῴων κινήσεις διὰ τὸ τῆς φύσεως οἰκεῖα τῆς ἐκείνων εἶναι· φανερῶς γὰρ ἔν γε τοῖς ζῴοις ὑπάρχοντα φαίνεται τοῖς μὲν πάντα τὰ τοιαῦτα μόρια, λέγω δ´ οἷον τό τε δεξιὸν καὶ τὸ ἀριστερόν, τοῖς δ´ ἔνια, τοῖς δὲ φυτοῖς τὸ ἄνω καὶ τὸ κάτω μόνον.
217Aristoteles, De caelo, 2, 4, 10; 24 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν ὅτι γε ἡ τοῦ ὕδατος ἐπιφάνεια τοιαύτη φανερόν, ὑπόθεσιν λαμβάνουσιν ὅτι πέφυκεν ἀεὶ συρρεῖν τὸ ὕδωρ εἰς τὸ κοιλότερον· κοιλότερον δέ ἐστι τὸ τοῦ κέντρου ἐγγύτερον.
218Aristoteles, De caelo, 2, 5, 2; 4 (auctor 384BC-322BC)
Οὐ μὴν δίκαιόν γε πᾶσιν ὁμοίως ἐπιτιμᾶν, ἀλλ´ ὁρᾶν δεῖ τὴν αἰτίαν τοῦ λέγειν τίς ἐστιν, ἔτι δὲ πῶς ἔχων τῷ πιστεύειν, πότερον ἀνθρωπίνως ἢ καρτερώτερον.
219Aristoteles, De caelo, 2, 8, 1; 2 (auctor 384BC-322BC)
Ἀμφότερα μὲν τοίνυν ἠρεμεῖν ἀδύνατον ἠρεμούσης γε τῆς γῆς· οὐ γὰρ ἂν ἐγίγνετο τὰ φαινόμενα.
220Aristoteles, De caelo, 2, 8, 6; 13 (auctor 384BC-322BC)
Ἔτι δ´ ἐπεὶ σφαιροειδῆ τὰ ἄστρα, καθάπερ οἵ τ´ ἄλλοι φασὶ καὶ ἡμῖν ὁμολογούμενον εἰπεῖν, ἐξ ἐκείνου γε τοῦ σώματος γεννῶσιν, τοῦ δὲ σφαιροειδοῦς δύο κινήσεις εἰσὶ καθ´ αὑτό, κύλισις καὶ δίνησις, εἴπερ οὖν κινεῖται τὰ ἄστρα δι´ αὑτῶν, τὴν ἑτέραν ἂν κινοῖτο τούτων· ἀλλ´ οὐδετέραν φαίνεται.
221Aristoteles, De caelo, 2, 13, 2; 6 (auctor 384BC-322BC)
Ἔτι δ´ οἵ γε Πυθαγόρειοι καὶ διὰ τὸ μάλιστα προσήκειν φυλάττεσθαι τὸ κυριώτατον τοῦ παντός, τὸ δὲ μέσον εἶναι τοιοῦτον, [ὃ] Διὸς φυλακὴν ὀνομάζουσι τὸ ταύτην ἔχον τὴν χώραν πῦρ· ὥσπερ τὸ μέσον ἁπλῶς λεγόμενον, καὶ τὸ τοῦ μεγέθους μέσον καὶ τοῦ πράγματος ὂν μέσον καὶ τῆς φύσεως.
222Aristoteles, De caelo, 2, 13, 14; 41 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γέ ἐστι κίνησίς τις κατὰ φύσιν, οὐκ ἂν ἡ βίαιος εἴη φορὰ μόνον οὐδ´ ἠρέμησις· ὥστ´ εἰ βίᾳ νῦν ἡ γῆ μένει, καὶ συνῆλθεν ἐπὶ τὸ μέσον φερομένη διὰ τὴν δίνησιν· ταύτην γὰρ τὴν αἰτίαν πάντες λέγουσιν ἐκ τῶν ἐν τοῖς ὑγροῖς καὶ περὶ τὸν ἀέρα συμβαινόντων· ἐν τούτοις γὰρ ἀεὶ φέρεται τὰ μείζω καὶ βαρύτερα πρὸς τὸ μέσον τῆς δίνης.
223Aristoteles, De caelo, 2, 13, 15; 43 (auctor 384BC-322BC)
Καίτοι μήτε τῆς δίνης κωλυούσης μήτε τοῦ πλάτους, ἀλλ´ ὑπείκοντος τοῦ ἀέρος, ποῖ ποτ´ οἰσθήσεται; Πρὸς μὲν γὰρ τὸ μέσον βίᾳ, καὶ μένει βίᾳ· κατὰ φύσιν δέ γε ἀναγκαῖον εἶναί τινα αὐτῆς φοράν.
224Aristoteles, De caelo, 2, 13, 16; 47 (auctor 384BC-322BC)
Ἄτοπον δὲ καὶ τὸ μὴ συννοεῖν ὅτι πρότερον μὲν διὰ τὴν δίνησιν ἐφέρετο τὰ μόρια τῆς γῆς πρὸς τὸ μέσον· νῦν δὲ διὰ τίν´ αἰτίαν πάντα τὰ βάρος ἔχοντα φέρεται πρὸς αὐτήν; Οὐ γὰρ ἥ γε δίνη πλησιάζει πρὸς ἡμᾶς.
225Aristoteles, De caelo, 2, 13, 17; 48 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ τὸ πῦρ ἄνω φέρεται διὰ τίν´ αἰτίαν; Οὐ γὰρ διά γε τὴν δίνην.
226Aristoteles, De caelo, 2, 13, 18; 50 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδὲ τῇ δίνῃ γε τὸ βαρὺ καὶ κοῦφον ὥρισται, ἀλλὰ τῶν πρότερον ὑπαρχόντων βαρέων καὶ κούφων τὰ μὲν εἰς τὸ μέσον ἔρχεται, τὰ δ´ ἐπιπολάζει διὰ τὴν κίνησιν.
227Aristoteles, De caelo, 2, 13, 23; 63 (auctor 384BC-322BC)
Ἀλλὰ διά γε τοῦτον τὸν λόγον οὐ μενεῖ, ἀλλὰ κινηθήσεται, οὐ μέντοι ὅλον, ἀλλὰ διεσπασμένον.
228Aristoteles, De caelo, 2, 13, 24; 65 (auctor 384BC-322BC)
Ὥσπερ δὲ κἂν ἐκ μεγάλου συνέλθοι πυκνούμενον εἰς ἐλάττω τόπον, οὕτω κἂν ἐξ ἐλάττονος εἰς μείζω μανότερον γιγνόμενον· ὥστε κἂν ἡ γῆ τοῦτον τὸν τρόπον ἐκινεῖτο ἀπὸ τοῦ μέσου διά γε τὸν τῆς ὁμοιότητος λόγον, εἰ μὴ φύσει τῆς γῆς οὗτος ὁ τόπος ἦν.
229Aristoteles, De caelo, 2, 14, 1; 2 (auctor 384BC-322BC)
Ὅτι δ´ ἐστὶν ἀδύνατον, δῆλον λαβοῦσιν ἀρχὴν ὡς εἴπερ φέρεται εἴτ´ ἐκτὸς οὖσα τοῦ μέσου εἴτ´ ἐπὶ τοῦ μέσου, ἀναγκαῖον αὐτὴν βίᾳ κινεῖσθαι ταύτην τὴν κίνησιν· οὐ γὰρ αὐτῆς γε τῆς γῆς ἐστιν· καὶ γὰρ ἂν τῶν μορίων ἕκαστον ταύτην εἶχε τὴν φοράν· νῦν δ´ ἐπ´ εὐθείας πάντα φέρεται πρὸς τὸ μέσον.
230Aristoteles, De caelo, 2, 14, 1; 3 (auctor 384BC-322BC)
Διόπερ οὐχ οἷόν τ´ ἀΐδιον εἶναι, βίαιόν γ´ οὖσαν καὶ παρὰ φύσιν· ἡ δέ γε τοῦ κόσμου τάξις ἀΐδιος.
231Aristoteles, De caelo, 2, 14, 9; 22 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν ὁμοίως γε πανταχόθεν ἀπὸ τῶν ἐσχάτων φερομένων πρὸς ἓν μέσον ἀναγκαῖον ὅμοιον γίγνεσθαι πάντῃ τὸν ὄγκον, φανερόν· ἴσου γὰρ πάντῃ προστιθεμένου ἴσον ἀνάγκη ἀπέχειν τοῦ μέσου τὸ ἔσχατον· τοῦτο δὲ τὸ σχῆμα σφαίρας ἐστίν.
232Aristoteles, De caelo, 2, 14, 10; 25 (auctor 384BC-322BC)
Ὃ γὰρ ἄν τις ἀπορήσειε, τὴν αὐτὴν ἔχει τούτοις λύσιν· εἰ γὰρ οὔσης ἐπὶ τοῦ μέσου καὶ σφαιροειδοῦς τῆς γῆς πολλαπλάσιον βάρος ἐπιγένοιτο πρὸς θάτερον ἡμισφαίριον, οὐκ ἔσται τὸ αὐτὸ μέσον τοῦ ὅλου καὶ τὸ τῆς γῆς· ὥστε ἢ οὐ μενεῖ ἐπὶ τοῦ μέσου, ἢ εἴπερ, ἠρεμήσει γε καὶ μὴ τὸ μέσον ἔχουσα, ᾗ πέφυκε κινεῖσθαι καὶ νῦν.
233Aristoteles, De caelo, 2, 14, 12; 32 (auctor 384BC-322BC)
Ἢ οὖν ἐστι σφαιροειδής, ἢ φύσει γε σφαιροειδής.
234Aristoteles, De caelo, 2a, 1, 2; 8 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὔτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλ´ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
235Aristoteles, De caelo, 2a, 1, 13; 34 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γε καὶ κατὰ πλάτος ἐνδέχεται συντίθεσθαι, ἔσται τι σῶμα ὃ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων, συντιθέμενον ἐκ τῶν οὕτω συντιθεμένων ἐπιπέδων.
236Aristoteles, De caelo, 2a, 1, 14; 38 (auctor 384BC-322BC)
Ὅλως δὲ συμβαίνει ἢ μηδέν ποτ´ εἶναι μέγεθος, ἢ δύνασθαί γε ἀναιρεθῆναι, εἴπερ ὁμοίως ἔχει στιγμὴ μὲν πρὸς γραμμήν, γραμμὴ δὲ πρὸς ἐπίπεδον, τοῦτο δὲ πρὸς σῶμα· πάντα γὰρ εἰς ἄλληλα ἀναλυόμενα εἰς τὰ πρῶτα ἀναλυθήσεται· ὥστ´ ἐνδέχοιτ´ ἂν στιγμὰς μόνον εἶναι, σῶμα δὲ μηθέν.
237Aristoteles, De caelo, 2a, 2, 1; 2 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ κινούμενα φαίνεται, κινεῖσθαί γε ἀναγκαῖον βίᾳ, εἰ μὴ οἰκείαν ἔχει κίνησιν· τὸ δὲ βίᾳ καὶ παρὰ φύσιν ταὐτόν.
238Aristoteles, De caelo, 2a, 2, 8; 17 (auctor 384BC-322BC)
Ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν· ἐξ ἀκινήτων γὰρ ἄρχεται κοσμοποιεῖν.
239Aristoteles, De caelo, 2a, 2, 9; 24 (auctor 384BC-322BC)
Ἔστω γὰρ τὸ μὲν ἐφ´ οὗ Α ἀβαρές, τὸ δ´ ἐφ´ οὗ Β βάρος ἔχον, ἐνηνέχθω δὲ τὸ ἀβαρὲς τὴν ΓΔ, τὸ δὲ Β ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΕ· μείζω γὰρ οἰσθήσεται τὸ βάρος ἔχον.
240Aristoteles, De caelo, 2a, 2, 9; 25 (auctor 384BC-322BC)
Ἐὰν δὴ διαιρεθῇ τὸ σῶμα τὸ ἔχον βάρος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ (δυνατὸν γὰρ οὕτως ἔχειν πρός τι τῶν ἐν αὐτῷ μορίων), εἰ τὸ ὅλον φέρεται τὴν ὅλην τὴν ΓΕ, τὸ μόριον ἀνάγκη ἐν τῷ αὐτῷ χρόνῳ τὴν ΓΔ φέρεσθαι, ὥστε ἴσον οἰσθήσεται τὸ ἀβαρὲς καὶ τὸ βάρος ἔχον· ὅπερ ἀδύνατον.
241Aristoteles, De caelo, 2a, 2, 10; 28 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ δύναμίς τις ἡ κινοῦσα, τὸ δ´ ἔλαττον καὶ τὸ κουφότερον ὑπὸ τῆς αὐτῆς δυνάμεως πλεῖον κινηθήσεται, κεκινήσθω τὸ μὲν ἐφ´ ᾧ τὸ Α, τὸ ἀβαρές, τὴν ΓΕ, τὸ δ´ ἐφ´ ᾧ τὸ Β, τὸ βάρος ἔχον, ἐν τῷ ἴσῳ χρόνῳ τὴν ΓΔ.
242Aristoteles, De caelo, 2a, 2, 10; 29 (auctor 384BC-322BC)
Διαιρεθέντος δὴ τοῦ βάρος ἔχοντος σώματος ὡς ἡ ΓΕ πρὸς τὴν ΓΔ, συμβήσεται τὸ ἀφαιρούμενον ἀπὸ τοῦ βάρος ἔχοντος σώματος τὴν ΓΕ φέρεσθαι ἐν τῷ ἴσῳ χρόνῳ, ἐπείπερ τὸ ὅλον ἐφέρετο τὴν ΓΔ.
243Aristoteles, De caelo, 2a, 4, 3; 6 (auctor 384BC-322BC)
Ἐπεὶ γὰρ καὶ ὣς αὐτοῖς συμβαίνει μὴ πάντα ποιεῖν ἐξ ὁμοιομερῶν (πρόσωπον γὰρ οὐκ ἐκ προσώπων ποιοῦσιν, οὐδ´ ἄλλο τῶν κατὰ φύσιν ἐσχηματισμένων οὐθέν), φανερὸν ὅτι πολλῷ βέλτιον πεπερασμένας ποιεῖν τὰς ἀρχάς, καὶ ταύτας ὡς ἐλαχίστας πάντων γε τῶν αὐτῶν μελλόντων δείκνυσθαι, καθάπερ ἀξιοῦσι καὶ οἱ ἐν τοῖς μαθήμασιν· ἀεὶ γὰρ πεπερασμένας λαμβάνουσιν ἀρχὰς ἢ τῷ εἴδει ἢ τῷ ποσῷ.
244Aristoteles, De caelo, 2a, 7, 3; 7 (auctor 384BC-322BC)
Φανερὸν δὲ τοῦτό γε καὶ ἐν τῇ μεταβάσει· διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ ὑγροῦ ῥήγνυται τὰ περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν.
245Aristoteles, De caelo, 4, 1, 2; 3 (auctor 384BC-322BC)
(Ταῖς δὲ ἐνεργείαις ὀνόματ´ αὐτῶν οὐ κεῖται, πλὴν εἴ τις οἴοιτο τὴν ῥοπὴν εἶναι τοιοῦτον.) Διὰ δὲ τὸ τὴν φυσικὴν μὲν εἶναι πραγματείαν περὶ κίνησιν, ταῦτα δ´ ἔχειν ἐν ἑαυτοῖς οἷον ζώπυρ´ ἄττα κινήσεως, πάντες μὲν χρῶνται ταῖς δυνάμεσιν αὐτῶν, οὐ μὴν διωρίκασί γε, πλὴν ὀλίγων.
246Aristoteles, De caelo, 4, 2, 11; 32 (auctor 384BC-322BC)
Φέρεται δέ γε θᾶττον τὸ πλεῖον ἄνω πῦρ τοῦ ἐλάττονος, καὶ κάτω δὲ πάλιν ὡσαύτως ὁ πλείων χρυσὸς καὶ ὁ μόλιβδος· ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἐχόντων βάρος.
247Aristoteles, De caelo, 4, 2, 12; 35 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἴ γε τὸ μὲν κενὸν ἄνω πέφυκε φέρεσθαι, κάτω δὲ τὸ πλῆρες, καὶ διὰ τοῦτο τοῖς ἄλλοις αἴτια τῆς φορᾶς ἑκατέρας, οὐθὲν περὶ τῶν συνθέτων ἔδει σκοπεῖν διὰ τί τὰ μὲν κοῦφα τὰ δὲ βαρέα τῶν σωμάτων, ἀλλὰ περὶ τούτων αὐτῶν εἰπεῖν διὰ τί τὸ μὲν κοῦφον, τὸ δ´ ἔχει βάρος, ἔτι δὲ τί τὸ αἴτιον τοῦ μὴ διεστάναι τὸ πλῆρες καὶ τὸ κενόν.
248Aristoteles, De caelo, 4, 2, 13; 37 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις τί τῆς κινήσεως αἴτιον; Οὐ γὰρ δὴ τό γε κενόν· οὐ γὰρ αὐτὸ κινεῖται μόνον, ἀλλὰ καὶ τὸ στερεόν.
249Aristoteles, De divinatione per somnum, 1; 15 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν καὶ ἔνιά γε τῶν καθ’ ὕπνον φαντασμάτων αἴτια εἶναι τῶν οἰκείων ἑκάστῳ πράξεων οὐκ ἄλογον· ὥσπερ γὰρ μέλλοντες πράττειν καὶ ἐν ταῖς πράξεσιν ὄντες ἢ πεπραχότες πολλάκις εὐθυονειρίᾳ τούτοις σύνεσμεν καὶ πράττομεν (αἴτιον δ’ ὅτι προωδοποιημένη τυγχάνει ἡ κίνησις ἀπὸ τῶν μεθ’ ἡμέραν ἀρχῶν), οὕτω πάλιν ἀναγκαῖον καὶ τὰς καθ’ ὕπνον κινήσεις πολλάκις ἀρχὴν εἶναι τῶν μεθ’ ἡμέραν πράξεων διὰ τὸ προωδοποιῆσθαι πάλιν καὶ τούτων τὴν διάνοιαν ἐν τοῖς φαντάσμασι τοῖς νυκτερινοῖς.
250Aristoteles, De divinatione per somnum, 2; 6 (auctor 384BC-322BC)
Περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων οἵας εἴπομεν, ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν, ἢ τούτων μὲν μηδέν, μὴ μέντοι γε ἐν αὑτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν ἰδόντων τὸ ἐνύπνιον, εἰ μὴ γίνεται τὸ προορᾶν ἀπὸ συμπτώματος, τοιόνδ’ ἂν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος εἴδωλα καὶ ἀπορροὰς αἰτιώμενος.
251Aristoteles, De generatione animalium, 1, 1; 3 (auctor 384BC-322BC)
Τῶν δὴ ζῴων τὰ μὲν ἐκ συνδυασμοῦ γίγνεται θήλεος καὶ ἄρρενος, ἐν ὅσοις γένεσι τῶν ζῴων ἐστὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν· οὐ γὰρ ἐν πᾶσίν ἐστιν, ἀλλ' ἐν μὲν τοῖς ἐναίμοις ἔξω ὀλίγων ἅπασι τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ τελειωθέν ἐστι, τῶν δ' ἀναίμων τὰ μὲν ἔχει τὸ θῆλυ καὶ τὸ ἄρρεν ὥστε τὰ ὁμογενῆ γεννᾶν, τὰ δὲ γεννᾷ μέν, οὐ μέντοι τά γε ὁμογενῆ· τοιαῦτα δ' ἐστὶν ὅσα γίγνεται μὴ ἐκ ζῴων συνδυαζομένων ἀλλ' ἐκ γῆς σηπομένης καὶ περιττωμάτων.
252Aristoteles, De generatione animalium, 1, 2; 8 (auctor 384BC-322BC)
εἰ γὰρ καὶ καθ' ὅλου λέγεται τοῦ ζῴου τοῦ μὲν τὸ θῆλυ τοῦ δὲ τὸ ἄρρεν, ἀλλ' οὐ κατὰ πᾶν γε αὐτὸ θῆλυ καὶ ἄρρεν ἐστὶν ἀλλὰ κατά τινα δύναμιν καὶ κατά τι μόριον, ὥσπερ καὶ ὁρατικὸν καὶ πορευτικόν, -ὅπερ καὶ φαίνεται κατὰ τὴν αἴσθησιν.
253Aristoteles, De generatione animalium, 1, 3; 1 (auctor 384BC-322BC)
Ἔχει δὲ τὰ περὶ τοὺς ὄρχεις καὶ τὰς ὑστέρας οὐχ ὁμοίως πᾶσι τοῖς ἐναίμοις ζῴοις, καὶ πρῶτόν γε τὰ περὶ τοὺς ὄρχεις τοῖς ἄρρεσιν· τὰ μὲν γὰρ ὅλως ὄρχεις οὐκ ἔχει τῶν τοιούτων ζῴων, οἷον τό τε τῶν ἰχθύων γένος καὶ τὸ τῶν ὄφεων, ἀλλὰ πόρους μόνον δύο σπερματικούς· τὰ δ' ἔχει μὲν ὄρχεις, ἐντὸς δ' ἔχει τούτους πρὸς τῇ ὀσφύι κατὰ τὴν τῶν νεφρῶν χώραν, ἀπὸ δὲ τούτων ἑκατέρου πόρον ὥσπερ ἐν τοῖς μὴ ἔχουσιν ὄρχεις, συνάπτοντας εἰς ἓν καθάπερ καὶ ἐπ' ἐκείνων, οἷον οἵ τε ὄρνιθες πάντες καὶ τὰ ᾠοτοκοῦντα τετράποδα τῶν δεχομένων τὸν ἀέρα καὶ πνεύμονα ἐχόντων.
254Aristoteles, De generatione animalium, 1, 4; 10 (auctor 384BC-322BC)
φανερὸν δ' ἐπὶ τῶν ὀρνίθων· περὶ γὰρ τὰς ὀχείας πολὺ μείζους ἴσχουσι τοὺς ὄρχεις, καὶ ὅσα γε τῶν ὀρνέων καθ' ὥραν μίαν ὀχεύει, ὅταν ὁ χρόνος οὗτος παρέλθῃ οὕτω μικροὺς ἔχουσιν ὥστε σχεδὸν ἀδήλους εἶναι, περὶ δὲ τὴν ὀχείαν σφόδρα μεγάλους.
255Aristoteles, De generatione animalium, 1, 5; 2 (auctor 384BC-322BC)
Ἔτι δὲ τοῖς γε τοὺς ὄρχεις ἔχουσιν ἔξω διὰ τῆς κινήσεως θερμαινομένου τοῦ αἰδοίου προέρχεται τὸ σπέρμα συναθροισθέν, ἀλλ' οὐχ ὡς ἕτοιμον ὂν εὐθὺς θιγοῦσιν ὥσπερ τοῖς ἰχθύσιν.
256Aristoteles, De generatione animalium, 1, 8; 5 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι πολύγονα ταῦτα καὶ τοῦτ' ἔργον αὐτῶν ὥσπερ τῶν φυτῶν· εἰ οὖν ἐν αὑτοῖς ἐτελεσιούργουν ἀναγκαῖον ὀλίγα τῷ πλήθει εἶναι· νῦν δὲ τοσαῦτα ἴσχουσιν ὥστε δοκεῖν ᾠὸν εἶναι τὴν ὑστέραν ἑκατέραν ἔν γε τοῖς μικροῖς ἰχθυδίοις· ταῦτα γὰρ πολυγονώτατά ἐστιν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀνάλογον τούτοις ἐχόντων τὴν φύσιν, καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις· ἡ γὰρ τοῦ μεγέθους αὔξησις τρέπεται εἰς τὸ σπέρμα τούτοις.
257Aristoteles, De generatione animalium, 1, 18; 11 (auctor 384BC-322BC)
ὥστ' εἴπερ ἐκ πυρὸς καὶ τῶν τοιούτων σάρκες καὶ ὀστᾶ συνεστᾶσιν, ἀπὸ τῶν στοιχείων ἂν εἴη μᾶλλον· ἀπὸ γὰρ τῆς συνθέσεως πῶς ἐνδέχεται; ἀλλὰ μὴν ἄνευ γε ταύτης οὐκ ἂν εἴη ὅμοια.
258Aristoteles, De generatione animalium, 1, 18; 16 (auctor 384BC-322BC)
διὸ καὶ Ἐμπεδοκλῆς ἔοικεν, εἴπερ οὕτω λεκτέον, μάλιστα λέγειν ὁμολογούμενα τούτῳ τῷ λόγῳ [τό γε τοσοῦτον, ἀλλ' εἴπερ ἑτέρᾳ πῃ, οὐ καλῶς]· φησὶ γὰρ ἐν τῷ ἄρρενι καὶ τῷ θήλει οἷον σύμβολον ἐνεῖναι, ὅλον δ' ἀπ' οὐδετέρου ἀπιέναι, ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός ... διὰ τί γὰρ τὰ θήλεα οὐ γεννᾷ ἐξ αὑτῶν εἴπερ ἀπὸ παντός τε ἀπέρχεται καὶ ἔχει ὑποδοχήν; ἀλλ' ὡς ἔοικεν ἢ οὐκ ἀπέρχεται ἀπὸ παντὸς ἢ οὕτως ὥσπερ ἐκεῖνος λέγει, οὐ ταὐτὰ ἀφ' ἑκατέρου, διὸ καὶ δέονται τῆς ἀλλήλων συνουσίας.
259Aristoteles, De generatione animalium, 1, 18; 27 (auctor 384BC-322BC)
ἔπειτα τίνα τρόπον αὐξηθήσεται ταῦτα τὰ ἀπελθόντα ἀπὸ παντός; Ἀναξαγόρας μὲν γὰρ εὐλόγως φησὶ σάρκας ἐκ τῆς τροφῆς προσιέναι ταῖς σαρξίν· τοῖς δὲ ταῦτα μὲν μὴ λέγουσιν ἀπὸ παντὸς δ' ἀπιέναι φάσκουσι, πῶς ἑτέρου προσγενομένου ἔσται μεῖζον εἰ μὴ μεταβάλλει τὸ προσελθόν; ἀλλὰ μὴν εἴ γε δύναται μεταβάλλειν τὸ προσελθόν, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτόν ἐστιν ὥστ' ἐξ αὐτοῦ δυνατὸν εἶναι γίγνεσθαι αἷμα καὶ σάρκας, ἀλλὰ μὴ αὐτὸ εἶναι ἐκεῖνο καὶ αἷμα καὶ σάρκας; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ἐνδέχεται λέγειν ὡς τῇ κατακεράσει αὐξάνεται ὕστερον οἷον οἶνος ὕδατος προσεγχυθέντος· αὐτὸ γὰρ ἂν πρῶτον μάλιστα ἦν ἕκαστον ἄκρατον ὄν· νῦν δὲ ὕστερον μᾶλλον καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστόν ἐστι μορίων.
260Aristoteles, De generatione animalium, 1, 18; 60 (auctor 384BC-322BC)
Σπέρμα δὲ καὶ καρπὸς διαφέρει τῷ ὕστερον καὶ πρότερον· καρπὸς μὲν γὰρ τῷ ἐξ ἄλλου εἶναι, σπέρμα δὲ τῷ ἐκ τούτου ἄλλο, ἐπεὶ ἄμφω γε ταὐτόν ἐστιν.
261Aristoteles, De generatione animalium, 1, 18; 72 (auctor 384BC-322BC)
ἀλλὰ μὴν περίττωμά γε πᾶν ἢ ἀχρήστου τροφῆς ἐστιν ἢ χρησίμης.
262Aristoteles, De generatione animalium, 1, 18; 89 (auctor 384BC-322BC)
(ὀλίγοις δέ τισιν ἐν μικρῷ χρόνῳ κατὰ τὰς ἡλικίας κουφίζει τοῦτ' ἀπιὸν ὅταν πλεονάσῃ, καθάπερ ἡ πρώτη τροφὴ ἂν ὑπερβάλλῃ τῷ πλήθει· καὶ γὰρ ταύτης ἀπιούσης τὰ σώματ' εὐημερεῖ μᾶλλον. ἔτι ὅταν συναπίῃ ἄλλα περιττώματα· οὐ γὰρ μόνον σπέρμα τὸ ἀπιὸν ἀλλὰ καὶ ἕτεραι μεμιγμέναι δυνάμεις τούτοις συναπέρχονται, αὗται δὲ νοσώδεις, -διὸ ἐνίων γε καὶ ἄγονόν ποτε γίγνεται τὸ ἀποχωροῦν διὰ τὸ ὀλίγον ἔχειν τὸ σπερματικόν. ἀλλὰ τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολὺ εἰπεῖν συμβαίνει ἐκ τῶν ἀφροδισιασμῶν ἔκλυσις καὶ ἀδυναμία μᾶλλον διὰ τὴν εἰρημένην αἰτίαν.) ἔτι οὐκ ἐνυπάρχει σπέρμα οὔτ' ἐν τῇ πρώτῃ ἡλικίᾳ οὔτ' ἐν τῷ γήρᾳ οὔτ' ἐν ταῖς ἀρρωστίαις, ἐν μὲν τῷ κάμνειν διὰ τὴν ἀδυναμίαν, ἐν δὲ τῷ γήρᾳ διὰ τὸ μὴ πέττειν τὸ ἱκάνον τὴν φύσιν, νέοις δ' οὖσι διὰ τὴν αὔξησιν· φθάνει γὰρ ἀναλισκόμενον πᾶν· ἐν ἔτεσι γὰρ πέντε σχεδὸν ἐπί γε τῶν ἀνθρώπων ἥμισυ λαμβάνειν δοκεῖ τὸ σῶμα τοῦ μεγέθους τοῦ ἐν τῷ ἄλλῳ χρόνῳ γιγνομένου ἅπαντος.
263Aristoteles, De generatione animalium, 1, 18; 91 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ πολύσπερμα τὰ δ' ὀλιγόσπερμά ἐστι, τὰ δ' ἄσπερμα πάμπαν, οὐ δι' ἀσθένειαν ἀλλ' ἐνίοις γε διὰ τοὐναντίον· καταναλίσκεται γὰρ εἰς τὸ σῶμα οἷον τῶν ἀνθρώπων ἐνίοις· εὐεκτικοὶ γὰρ ὄντες καὶ γιγνόμενοι πολύσαρκοι ἢ πιότεροι μᾶλλον ἧττον προΐενται σπέρμα καὶ ἧττον ἐπιθυμοῦσι τοῦ ἀφροδισιάζειν.
264Aristoteles, De generatione animalium, 1, 20; 7 (auctor 384BC-322BC)
καὶ τοῖς γε διεφθαρμένοις τὴν γένεσιν ἔστιν ὅτε ἀναλύονται αἱ κοιλίαι διὰ τὸ ἀποκρίνεσθαι περίττωμα εἰς τὴν κοιλίαν οὐ δυνάμενον πεφθῆναι καὶ γενέσθαι σπέρμα.
265Aristoteles, De generatione animalium, 1, 20; 16 (auctor 384BC-322BC)
ὅσα δὲ ζῳοτόκα ἄνευ ᾠοτοκίας (ταῦτα δ' ἐστὶν ἄνθρωπος καὶ τῶν τετραπόδων ὅσα κάμπτει τὰ ὀπίσθια σκέλη ἐντός· ταῦτα μὲν γὰρ πάντα ζῳοτοκεῖ ἄνευ ᾠοτοκίας) τούτοις δὲ γίγνεται μὲν πᾶσιν, πλὴν εἴ τι πεπήρωται ἐν τῇ γενέσει οἷον ὀρεύς, οὐ μὴν ἐπιπολάζουσί γε αἱ καθάρσεις ὥσπερ ἀνθρώποις.
266Aristoteles, De generatione animalium, 1, 20; 30 (auctor 384BC-322BC)
ἀλλὰ διὰ τὸ μηθέν γε διαφέρειν τῷ εἴδει, ἀλλ' ἐὰν μόνον σύμμετρον ᾖ τὸ διαιρούμενον πρὸς τὴν ὕλην, καὶ μήτε ἔλαττον ὥστε μὴ πέττειν μηδὲ συνιστάναι, μήτε πλεῖον ὥστε ξηρᾶναι, πλείω οὕτω γεννᾶται.
267Aristoteles, De generatione animalium, 1, 20; 33 (auctor 384BC-322BC)
ἀνάγκη γὰρ εἶναι τὸ γεννῶν καὶ ἐξ οὗ, καὶ τοῦτ' ἂν καὶ ἓν ᾖ, τῷ γε εἴδει διαφέρειν καὶ τῷ τὸν λόγον αὐτῶν εἶναι ἕτερον, ἐν δὲ τοῖς κεχωρισμένας ἔχουσι τὰς δυνάμεις καὶ τὰ σώματα καὶ τὴν φύσιν ἑτέραν εἶναι τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος.
268Aristoteles, De generatione animalium, 1, 21; 5 (auctor 384BC-322BC)
ἀλλὰ μὴν τό γε θῆλυ ᾗ θῆλυ παθητικόν, τὸ δ' ἄρρεν ᾗ ἄρρεν ποιητικὸν καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
269Aristoteles, De generatione animalium, 1, 21; 21 (auctor 384BC-322BC)
διὰ γὰρ τοῦτο οὔτ' αὐτὸ καθ' αὑτὸ γεννᾷ τὸ θῆλυ· δεῖται γὰρ ἀρχῆς καὶ τοῦ κινήσοντος καὶ διοριοῦντος (ἀλλ' ἐνίοις γε τῶν ζῴων οἷον ταῖς ὄρνισι μέχρι τινὸς ἡ φύσις δύναται γεννᾶν· αὗται γὰρ συνιστᾶσι μέν, ἀτελῆ δὲ συνιστᾶσι τὰ καλούμενα ὑπηνέμια ᾠά),
270Aristoteles, De generatione animalium, 2, 1; 56 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ τὸ φθείρεσθαί γε ποιῆσαν εἴτε πάντα τὰ μέρη εἴτε τι ἄτοπον· τὰ λοιπὰ γὰρ τί ποιήσει; εἰ γὰρ ἐκεῖνο μὲν τὴν καρδίαν, εἶτ' ἐφθάρη, αὕτη δ' ἕτερον, τοῦ αὐτοῦ λόγου ἢ πάντα φθείρεσθαι ἢ πάντα μένειν.
271Aristoteles, De generatione animalium, 2, 2; 4 (auctor 384BC-322BC)
καίτοι πήγνυταί γε τὰ ὑδατώδη· τὸ δὲ σπέρμα οὐ πήγνυται τιθέμενον ἐν τοῖς πάγοις ὑπαίθριον ἀλλ' ὑγραίνεται ὡς ὑπὸ τοῦ ἐναντίου παχυνθέν.
272Aristoteles, De generatione animalium, 2, 4; 18 (auctor 384BC-322BC)
ἕνεκα δὲ τοῦ βελτίονος καὶ τοῦ τέλους ἡ φύσις καταχρῆται πρὸς τὸν τόπον τοῦτον τῆς γενέσεως χάριν ὅπως οἷον ἔμελλε τοιοῦτον γένηται ἕτερον· ἤδη γὰρ ὑπάρχει δυνάμει γε ὂν τοιοῦτον οἵουπέρ ἐστι σώματος ἀπόκρισις.
273Aristoteles, De generatione animalium, 2, 5; 2 (auctor 384BC-322BC)
εἰ οὖν τὸ ἄρρεν ἐστὶ τὸ τῆς τοιαύτης ποιητικὸν ψυχῆς, ὅπου κεχώρισται τὸ θῆλυ καὶ τὸ ἄρρεν ἀδύνατον τὸ θῆλυ αὐτὸ ἐξ αὑτοῦ γεννᾶν ζῷον· τὸ γὰρ εἰρημένον ἦν τὸ ἄρρεν εἶναι· ἐπεὶ ὅτι γ' ἔχει λόγον ἡ λεχθεῖσα ἀπορία φανερὸν ἐπὶ τῶν ὀρνίθων τῶν τὰ ὑπηνέμια τικτόντων ὅτι δύναται μέχρι γέ τινος τὸ θῆλυ γεννᾶν.
274Aristoteles, De generatione animalium, 2, 5; 13 (auctor 384BC-322BC)
ὅπερ ἀξιοπίστως μὲν οὐ συνῶπται μέχρι γε τοῦ νῦν, ποιεῖ δὲ διστάζειν ἐν τῷ γένει τῷ τῶν ἰχθύων· τῶν γὰρ καλουμένων ἐρυθρίνων ἄρρην μὲν οὐθεὶς ὦπταί πω, θήλειαι δὲ καὶ κυημάτων πλήρεις.
275Aristoteles, De generatione animalium, 2, 6; 88 (auctor 384BC-322BC)
εἰσὶ γὰρ τὴν μὲν φύσιν τὴν αὐτὴν ἔχοντες τοῖς ὀστοῖς καὶ γίγνονται ἐκ τῶν ὀστῶν, ὄνυχες δὲ καὶ τρίχες καὶ κέρατα καὶ τὰ τοιαῦτα ἐκ τοῦ δέρματος, διὸ καὶ συμμεταβάλλουσι τῷ δέρματι τὰς χρόας· λευκά τε γὰρ καὶ μέλανα γίγνονται καὶ παντοδαπὰ κατὰ τὴν τοῦ δέρματος χρόαν, οἱ δ' ὀδόντες οὐθέν· ἐκ γὰρ τῶν ὀστῶν εἰσιν, ὅσα γε τῶν ζῴων ἔχει ὀδόντας καὶ ὀστᾶ.
276Aristoteles, De generatione animalium, 2, 7; 26 (auctor 384BC-322BC)
διόπερ εὐλόγως βασανίζεται ταῖς πείραις τό γε τῶν ἀνδρῶν, εἰ ἄγονον, ἐν τῷ ὕδατι· ταχὺ γὰρ διαχεῖται τὸ λεπτὸν καὶ ψυχρὸν ἐπιπολῆς, τὸ δὲ γόνιμον εἰς βυθὸν χωρεῖ· θερμὸν μὲν γὰρ τὸ πεπεμμένον ἐστί, πέπεπται δὲ τὸ συνεστηκὸς καὶ πάχος ἔχον.
277Aristoteles, De generatione animalium, 3, 1; 27 (auctor 384BC-322BC)
Γίγνεται δὲ τὰ ὑπηνέμια, καθάπερ εἴρηται καὶ πρότερον, διὰ τὸ ὑπάρχειν ἐν τῷ θήλει τὴν ὕλην τὴν σπερματικήν, τοῖς δ' ὀρνέοις μὴ γίγνεσθαι τὴν τῶν καταμηνίων ἀπόκρισιν ὥσπερ τοῖς ζῳοτόκοις τοῖς ἐναίμοις· πᾶσι γὰρ τούτοις γίγνεται, τοῖς μὲν πλείων τοῖς δ' ἐλάττων τοῖς δὲ τοσαύτη τὸ πλῆθος ὥστε ὅσον γε ἐπισημαίνειν.
278Aristoteles, De generatione animalium, 3, 1; 34 (auctor 384BC-322BC)
ὅλως δ' ἔν γε τοῖς ὄρνισιν οὐδὲ τὰ γιγνόμενα διὰ τῆς ὀχείας ᾠὰ θέλει ὡς ἐπὶ τὸ πολὺ λαμβάνειν αὔξησιν ἐὰν μὴ ὀχεύηται ἡ ὄρνις συνεχῶς.
279Aristoteles, De generatione animalium, 3, 2; 40 (auctor 384BC-322BC)
δεῖ γὰρ ὑπολαβεῖν τὰ ᾠοτοκούμενα τῶν ζῴων πρὸς μὲν τὸ ὠχρὸν οὕτως ἔχειν [τὸν νεοττὸν] ὥσπερ πρὸς τὴν μητέρα τὰ ζῳοτοκούμενα ἔμβρυα ὅταν ἐν τῇ μητρὶ ᾖ (ἐπεὶ γὰρ οὐκ ἐκτρέφονταί γε ἐν τῇ μητρὶ τὰ ᾠοτοκούμενα ἐκλαμβάνει τι μέρος αὐτῆς), πρὸς δὲ τὸν ἐξωτάτω ὑμένα τὸν αἱματώδη ὡς πρὸς τὴν ὑστέραν.
280Aristoteles, De generatione animalium, 3, 7; 2 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι τὸ γένος οὐ πολύσπερμον ὅλως τὸ τῶν σελαχωδῶν· καὶ ἔτι αἵ γε θήλειαι πρὸς τῷ διαζώματι τὰς ὑστέρας ἔχουσιν.
281Aristoteles, De generatione animalium, 3, 7; 7 (auctor 384BC-322BC)
ἀμφοτέροις δὲ τὴν τελείωσιν καὶ τοῖς τῶν ὀρνίθων ᾠοῖς καὶ τοῖς τῶν ἰχθύων ποιεῖ τὸ ἄρρεν, ἀλλὰ τοῖς μὲν τῶν ὀρνίθων ἐντός (τελειοῦται γὰρ ἐντός), τοῖς δὲ τῶν ἰχθύων ἐκτὸς διὰ τὸ ἔξω προΐεσθαι ἀτελές, ἐπεὶ συμβαίνει γε ἐπ' ἀμφοτέρων ταὐτόν.
282Aristoteles, De generatione animalium, 3, 10; 7 (auctor 384BC-322BC)
κἂν εἴ γε ζῴου τινὸς ἑτέρου τὸ σπέρμα ἦν, ἐκεῖνο ἔδει γίγνεσθαι ἐξ αὐτοῦ ἀλλὰ μὴ μελίττας.
283Aristoteles, De generatione animalium, 3, 10; 43 (auctor 384BC-322BC)
Ἐκ μὲν οὖν τοῦ λόγου τὰ περὶ τὴν γένεσιν τῶν μελιττῶν τοῦτον ἔχειν φαίνεται τὸν τρόπον καὶ ἐκ τῶν συμβαίνειν δοκούντων περὶ αὐτάς· οὐ μὴν εἴληπταί γε τὰ συμβαίνοντα ἱκανῶς, ἀλλ' ἐάν ποτε ληφθῇ τότε τῇ αἰσθήσει μᾶλλον τῶν λόγων πιστευτέον, καὶ τοῖς λόγοις ἐὰν ὁμολογούμενα δεικνύωσι τοῖς φαινομένοις.
284Aristoteles, De generatione animalium, 3, 11; 5 (auctor 384BC-322BC)
τὸ δὲ τῶν φυτῶν γένος ἐν μὲν τῇ θαλάττῃ καὶ τοῖς τοιούτοις μικρὸν καὶ πάμπαν ὡς εἰπεῖν οὐθέν, ἐν δὲ τῇ γῇ τὰ τοιαῦτα γίγνεται πάντα· τὴν γὰρ φύσιν ἀνάλογον ἔχει, καὶ διέστηκεν ὅσῳ ζωτικώτερον τὸ ὑγρὸν τοῦ ξηροῦ καὶ γῆς ὕδωρ τοσοῦτον ἡ τῶν ὀστρακοδέρμων φύσις τῆς τῶν φυτῶν, ἐπεὶ βούλεταί γε ὡς τὰ φυτὰ πρὸς τὴν γῆν οὕτως ἔχειν τὰ ὀστρακόδερμα πρὸς τὸ ὑγρόν, ὡς ὄντα τὰ μὲν φυτὰ ὡσπερανεὶ ὄστρεα χερσαῖα τὰ δὲ ὄστρεα ὡσπερανεὶ φυτὰ ἔνυδρα.
285Aristoteles, De generatione animalium, 3, 11; 9 (auctor 384BC-322BC)
τὸ δὲ τέταρτον γένος οὐκ ἐπὶ τούτων τῶν τόπων δεῖ ζητεῖν· καίτοι βούλεταί γέ τι κατὰ τὴν τοῦ πυρὸς εἶναι τάξιν· τοῦτο γὰρ τέταρτον ἀριθμεῖται τῶν σωμάτων.
286Aristoteles, De generatione animalium, 3, 11; 46 (auctor 384BC-322BC)
καὶ τοῦτό γε ὁμοίως ἔχει τοῖς ἐκ τῶν ᾠῶν, πλὴν ἐκεῖνα μὲν καταναλίσκει πᾶν, ἐν δὲ τοῖς σκωληκοτοκουμένοις ὅταν αὐξηθῇ ἐκ τῆς ἐν τῷ κάτω μορίῳ συστάσεως τὸ ἄνω μόριον, οὕτως ἐκ τῆς ὑπολοίπου διαρθροῦται τὸ κάτωθεν.
287Aristoteles, De generatione animalium, 4, 1; 6 (auctor 384BC-322BC)
Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ἐν μὲν τῇ μητρὶ γίγνεσθαί φησι τὴν διαφορὰν τοῦ θήλεος καὶ τοῦ ἄρρενος, οὐ μέντοι διὰ θερμότητά γε ἢ ψυχρότητα τὸ μὲν γίγνεσθαι θῆλυ τὸ δ' ἄρρεν ἀλλ' ὁποτέρου ἂν κρατήσῃ τὸ σπέρμα τὸ ἀπὸ τοῦ μορίου ἐλθὸν ᾧ διαφέρουσιν ἀλλήλων τὸ θῆλυ καὶ τὸ ἄρρεν.
288Aristoteles, De generatione animalium, 4, 1; 10 (auctor 384BC-322BC)
ὥστε ταύτῃ γε βέλτιον ἂν λέγοι Δημόκριτος· ζητεῖ γὰρ ταύτης τῆς γενέσεως τὴν διαφορὰν καὶ πειρᾶται λέγειν-εἰ δὲ καλῶς ἢ μὴ καλῶς ἕτερος λόγος.
289Aristoteles, De generatione animalium, 4, 1; 19 (auctor 384BC-322BC)
ὅλως δὲ τό γε τὴν τοῦ μέρους ὑπεροχὴν κρατήσασαν ποιεῖν θῆλυ βέλτιον μὲν ἢ μηθὲν φροντίσαντα τὸ θερμὸν αἰτιᾶσθαι μόνον, τὸ μέντοι συμβαίνειν ἅμα καὶ τὴν τοῦ αἰδοίου μορφὴν ἑτέραν δεῖται λόγου πρὸς τὸ συνακολουθεῖν ἀεὶ ταῦτ' ἀλλήλοις.
290Aristoteles, De generatione animalium, 4, 3; 1 (auctor 384BC-322BC)
Αἱ δ' αὐταὶ αἰτίαι καὶ τοῦ τὰ μὲν ἐοικότα γίγνεσθαι τοῖς τεκνώσασι τὰ δὲ μὴ ἐοικότα, καὶ τὰ μὲν πατρὶ τὰ δὲ μητρὶ κατά τε ὅλον τὸ σῶμα καὶ κατὰ μόριον ἕκαστον, καὶ μᾶλλον αὐτοῖς ἢ τοῖς προγόνοις, καὶ τούτοις ἢ τοῖς τυχοῦσι, καὶ τὰ μὲν ἄρρενα μᾶλλον τῷ πατρὶ τὰ δὲ θήλεα τῇ μητρί, τὰ δ' οὐθενὶ τῶν συγγενῶν ὅμως δ' ἀνθρώπῳ γέ τινι, τὰ δ' οὐδ' ἀνθρώπῳ τὴν ἰδέαν ἀλλ' ἤδη τέρατι.
291Aristoteles, De generatione animalium, 4, 4; 33 (auctor 384BC-322BC)
καὶ ταῦτα μὲν ἔν γε τετελεσμένοις ὦπται τοῖς ζῴοις ὥσπερ εἴρηται· ἐν δὲ τοῖς τικτομένοις ἔχοντα πολλὴν καὶ παντοδαπὴν ταραχήν.
292Aristoteles, De generatione animalium, 4, 10; 5 (auctor 384BC-322BC)
διόπερ ἵπποι καὶ τὰ συγγενῆ ζῷα τούτοις ἐλάττω ζῶντα χρόνον κυεῖ γε πλείω χρόνον· τῶν μὲν γὰρ ἐνιαύσιος ὁ τόκος τῶν δὲ δεκάμηνος ὁ πλεῖστος.
293Aristoteles, De generatione animalium, 5, 8; 3 (auctor 384BC-322BC)
φησὶ γὰρ ἐκπίπτειν μὲν διὰ τὸ πρὸ ὥρας γίγνεσθαι τοῖς ζῴοις· ἀκμαζόντων γὰρ ὡς εἰπεῖν φύεσθαι κατά γε φύσιν, τοῦ δὲ πρὸ ὥρας γίγνεσθαι τὸ θηλάζειν αἰτιᾶται.
294Aristoteles, De generatione animalium, 5, 8; 4 (auctor 384BC-322BC)
καίτοι θηλάζει γε καὶ ὗς, οὐκ ἐκβάλλει δὲ τοὺς ὀδόντας· ἔτι δὲ τὰ καρχαρόδοντα θηλάζει μὲν πάντα, οὐκ ἐκβάλλει δ' ἔνια αὐτῶν πλὴν τοὺς κυνόδοντας, οἷον οἱ λέοντες.
295Aristoteles, De generatione et corruptione, 1, 1, 3; 5 (auctor 384BC-322BC)
Καίτοι Ἀναξαγόρας γε τὴν οἰκείαν φωνὴν ἠγνόησεν· λέγει γοῦν ὡς τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι ταὐτὸν καθέστηκε τῷ ἀλλοιοῦσθαι, πολλὰ δὲ λέγει τὰ στοιχεῖα, καθάπερ καὶ ἕτεροι.
296Aristoteles, De generatione et corruptione, 1, 1, 10; 23 (auctor 384BC-322BC)
Ὥστ´ ἐξ ἑνός τινος δῆλον ὅτι διαφοραῖς τισι χωριζομένων καὶ πάθεσιν ἐγένετο τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ, καθάπερ λέγει τὸν μὲν ἥλιον λευκὸν καὶ θερμόν, τὴν δὲ γῆν βαρὺ καὶ σκληρόν· ἀφαιρουμένων οὖν τούτων τῶν διαφορῶν (εἰσὶ γὰρ ἀφαιρεταὶ γενόμεναί γε) δῆλον ὡς ἀνάγκη γίνεσθαι καὶ γῆν ἐξ ὕδατος καὶ ὕδωρ ἐκ γῆς, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, οὐ τότε μόνον ἀλλὰ καὶ νῦν, μεταβάλλοντά γε τοῖς πάθεσιν.
297Aristoteles, De generatione et corruptione, 1, 1, 10; 25 (auctor 384BC-322BC)
Διόπερ καὶ τότε ἐξ ἑνὸς ἐγεννήθησαν· οὐ γὰρ δὴ πῦρ γε καὶ γῆ καὶ ὕδωρ ὄντα ἓν ἦν τὸ πᾶν.
298Aristoteles, De generatione et corruptione, 1, 2, 18; 47 (auctor 384BC-322BC)
Καὶ τοῦτο πῶς δυνατόν; ἀλλὰ μὴν ὅτι γε διαιρεῖται εἰς χωριστὰ καὶ ἀεὶ εἰς ἐλάττω μεγέθη καὶ εἰς ἀπέχοντα καὶ κεχωρισμένα, φανερόν.
299Aristoteles, De generatione et corruptione, 1, 3, 8; 19 (auctor 384BC-322BC)
Εἴπερ οὖν ἀεί τι τῶν ὄντων ἀπέρχεται, διὰ τί ποτ´ οὐκ ἀνήλωται πάλαι καὶ φροῦδον τὸ πᾶν, εἴ γε πεπερασμένον ἦν ἐξ οὗ γίνεται τῶν γινομένων ἕκαστον; οὐ γὰρ δὴ διὰ τὸ ἄπειρον εἶναι ἐξ οὗ γίνεται, οὐχ ὑπολείπει· τοῦτο γὰρ ἀδύνατον.
300Aristoteles, De generatione et corruptione, 1, 3, 18; 45 (auctor 384BC-322BC)
Καὶ ἆρά γε ἑτέρα ἑκατέρου ἡ ὕλη, ἢ οὐκ ἂν γί νοιτο ἐξ ἀλλήλων οὐδ´ ἐξ ἐναντίων; τούτοις γὰρ ὑπάρχει τἀναντία, πυρί, γῇ, ὕδατι, ἀέρι.
301Aristoteles, De generatione et corruptione, 1, 4, 2; 2 (auctor 384BC-322BC)
Ἐπειδὴ οὖν ἐστί τι τὸ ὑποκείμενον καὶ ἕτερον τὸ πάθος ὃ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι πέφυκεν, καὶ ἔστι μεταβολὴ ἑκατέρου τούτων, ἀλλοίωσις μέν ἐστιν, ὅταν ὑπομένοντος τοῦ ὑποκειμένου, αἰσθητοῦ ὄντος, μεταβάλλῃ ἐν τοῖς αὑτοῦ πάθεσιν, ἢ ἐναντίοις οὖσιν ἢ μεταξύ, οἷον τὸ σῶμα ὑγιαίνει καὶ πάλιν κάμνει ὑπομένον γε ταὐτό, καὶ ὁ χαλκὸς στρογγύλος, ὁτὲ δὲ γωνιοειδὴς ὁ αὐτός γε ὤν.
302Aristoteles, De generatione et corruptione, 1, 5, 5; 18 (auctor 384BC-322BC)
Ἔτι δ´ ἥ γε τοιαύτη μεταβολὴ οὐκ αὐξήσεως ἴδιος ἀλλὰ γενέσεως ὅλως.
303Aristoteles, De generatione et corruptione, 1, 5, 10; 30 (auctor 384BC-322BC)
Εἰ δὴ ἔσται ἡ εἰρημένη αὔξησις, ἐνδέχοιτ´ ἂν μηδενός γε προσιόντος μηδὲ ὑπομένοντος αὐξάνεσθαι καὶ μηδενὸς ἀπιόντος φθίνειν καὶ μὴ ὑπομένειν τὸ αὐξανόμενον.
304Aristoteles, De generatione et corruptione, 1, 5, 12; 37 (auctor 384BC-322BC)
Ἀλλ´ ἔφθαρταί γε τοῦτο παθόν, καὶ τὸ κινοῦν οὐκ ἐν τούτῳ.
305Aristoteles, De generatione et corruptione, 1, 6, 8; 17 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλὰ διαφέρει γε καὶ δεῖ διορίζειν· οὐ γὰρ οἷόν τε πᾶν τὸ κινοῦν ποιεῖν, εἴπερ τὸ ποιοῦν ἀντιθήσομεν τῷ πάσχοντι, τοῦτο δ´ οἷς ἡ κίνησις πάθος.
306Aristoteles, De generatione et corruptione, 1, 7, 1; 2 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ πλεῖστοι τοῦτό γε ὁμονοητικῶς λέγουσιν, ὡς τὸ μὲν ὅμοιον ὑπὸ τοῦ ὁμοίου πᾶν ἀπαθές ἐστι διὰ τὸ μηδὲν [5] μᾶλλον ποιητικὸν ἢ παθητικὸν εἶναι θάτερον θατέρου (πάντα γὰρ ὁμοίως ὑπάρχειν ταὐτὰ τοῖς ὁμοίοις), τὰ δ´ ἀνόμοια καὶ τὰ διάφορα ποιεῖν καὶ πάσχειν εἰς ἄλληλα πέφυκεν.
307Aristoteles, De generatione et corruptione, 1, 8, 7; 22 (auctor 384BC-322BC)
Τοσοῦτον γὰρ διαφέρει τοῦ μὴ τὸν αὐτὸν τρόπον Λευκίππῳ λέγειν, ὅτι ὁ μὲν στερεὰ ὁ δ´ ἐπίπεδα λέγει τὰ ἀδιαίρετα, καὶ ὁ μὲν ἀπείροις ὡρίσθαι σχήμασι τῶν ἀδιαιρέτων στερεῶν ἕκαστον ὁ δὲ ὡρισμένοις, ἐπεὶ ἀδιαίρετά γε ἀμφότεροι λέγουσι καὶ ὡρισμένα σχήμασιν.
308Aristoteles, De generatione et corruptione, 1, 8, 10; 24 (auctor 384BC-322BC)
Καίτοι τοῦτό γε ἄτοπον, τὸ μόνον ἀποδοῦναι τῷ περιφερεῖ σχήματι τὸ θερμόν· [5] ἀνάγκη γὰρ καὶ τοὐναντίον τὸ ψυχρὸν ἄλλῳ τινὶ προσήκειν τῶν σχημάτων.
309Aristoteles, De generatione et corruptione, 1, 8, 10; 25 (auctor 384BC-322BC)
Ἄτοπον δὲ κἂν εἰ ταῦτα μὲν ὑπάρχει, λέγω δὲ θερμότης καὶ ψυχρότης, βαρύτης δὲ καὶ κουφότης καὶ σκληρότης καὶ μαλακότης μὴ ὑπάρξει· καίτοι βαρύτερόν γε κατὰ τὴν ὑπεροχήν φησιν εἶναι Δημόκριτος ἕκαστον τῶν ἀδιαιρέτων, ὥστε δῆλον ὅτι καὶ θερμότερον.
310Aristoteles, De generatione et corruptione, 1, 8, 20; 53 (auctor 384BC-322BC)
Σκεπτέον δὲ τί τ´ ἐστὶν ἡ μίξις καὶ τί τὸ μικτόν, καὶ τίσιν ὑπάρχει τῶν ὄντων καὶ πῶς, ἔτι δὲ πότερον ἔστι μίξις ἢ τοῦτο ψεῦδος· ἀδύνατον γάρ ἐστι μιχθῆναί τι ἕτερον ἑτέρῳ, καθάπερ λέγουσί τινες· ὄντων μὲν γὰρ ἔτι τῶν μιχθέντων καὶ μὴ ἠλλοιωμένων οὐδὲν μᾶλλον νῦν μεμίχθαι φασὶν ἢ πρότερον, ἀλλ´ ὁμοίως ἔχειν, θατέρου δὲ φθαρέντος οὐ μεμίχθαι, ἀλλὰ τὸ μὲν εἶναι τὸ δ´ οὐκ εἶναι, τὴν δὲ μίξιν ὁμοίως ἐχόντων εἶναι τὸν αὐτὸν δὲ τρόπον κἂν εἰ ἀμφοτέρων συνελθόντων ἔφθαρται τῶν μιγνυμένων ἑκάτερον· οὐ γὰρ εἶναι μεμιγμένα τά γε ὅλως οὐκ ὄντα.
311Aristoteles, De generatione et corruptione, 1, 8, 20; 58 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδὲ τὸ λευκόν γε καὶ τὴν ἐπιστήμην ἐνδέχεται μιχθῆναι, οὐδ´ ἄλλο τῶν μὴ χωριστῶν οὐδέν.
312Aristoteles, De generatione et corruptione, 2, 1, 4; 11 (auctor 384BC-322BC)
Καίτοι γέ φησι μακρῷ ἀληθέστατον εἶναι χρυσὸν λέγειν ἕκαστον εἶναι.
313Aristoteles, De generatione et corruptione, 2, 3, 8; 18 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλ´ ἁπλῶς γε τέτταρα ὄντα ἑνὸς ἕκαστόν ἐστι, γῆ μὲν ξηροῦ μᾶλλον ἢ ψυχροῦ, ὕδωρ δὲ ψυχροῦ μᾶλλον ἢ ὑγροῦ, [5] ἀὴρ δ´ ὑγροῦ μᾶλλον ἢ θερμοῦ, πῦρ δὲ θερμοῦ μᾶλλον ἢ ξηροῦ.
314Aristoteles, De generatione et corruptione, 2, 5, 2; 7 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐκ ἔσται τό γε πῦρ ἀὴρ θερμός· ἀλλοίωσίς τε γὰρ τὸ τοιοῦτον, καὶ οὐ φαίνεται.
315Aristoteles, De generatione et corruptione, 2, 5, 3; 13 (auctor 384BC-322BC)
Οὐ μὴν οὐδ´ ἄλλο τί γε παρὰ ταῦτα, οἷον μέσον τι ἀέρος καὶ ὕδατος ἢ ἀέρος καὶ πυρός, ἀέρος μὲν παχύτερον καὶ πυρός, τῶν δὲ λεπτότερον· ἔσται γὰρ ἀὴρ καὶ πῦρ ἐκεῖνο μετ´ ἐναντιότητος· ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων· ὥστ´ οὐκ ἐνδέχεται μονοῦσθαι ἐκεῖνο οὐδέποτε, ὥσπερ φασί τινες τὸ ἄπειρον καὶ τὸ περιέχον.
316Aristoteles, De generatione et corruptione, 2, 5, 4; 15 (auctor 384BC-322BC)
Εἰ οὖν μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα.
317Aristoteles, De generatione et corruptione, 2, 5, 7; 36 (auctor 384BC-322BC)
Φανερὸν δὴ ὅτι πᾶσιν ἐξ ἀλλήλων ἔσται ἡ μεταβολή, καὶ ἐπί γε τούτων, ὅτι καὶ ἐν τῷ Γ τῇ γῇ ὑπάρξει τὰ λοιπά, καὶ δύο σύμβολα τὸ μέλαν καὶ τὸ ὑγρόν· ταῦτα γὰρ οὐ συνδεδύασταί πως.
318Aristoteles, De generatione et corruptione, 2, 6, 6; 13 (auctor 384BC-322BC)
Τί οὖν τούτων αἴτιον; οὐ γὰρ δὴ πῦρ γε ἢ γῆ.
319Aristoteles, De generatione et corruptione, 2, 6, 7; 20 (auctor 384BC-322BC)
Καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος, ἀλλ´ ἡ φιλία τὰ φύσει πρότερα τοῦ θεοῦ· θεοὶ δὲ καὶ ταῦτα.
320Aristoteles, De generatione et corruptione, 2, 6, 8; 22 (auctor 384BC-322BC)
Ἔδει οὖν ἢ ὁρίσασθαι ἢ ὑποθέσθαι ἢ ἀποδεῖξαι, ἢ ἀκριβῶς ἢ μαλακῶς, ἢ ἄλλως γέ πως.
321Aristoteles, De generatione et corruptione, 2, 7, 4; 6 (auctor 384BC-322BC)
Συμβαίνει δὴ μὴ ἐξ ὁτουοῦν μέρους σαρκὸς γίνεσθαι πῦρ καὶ ὕδωρ, ὥσπερ ἐκ κηροῦ γένοιτ´ ἂν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δ´ ἐξ ἄλλου τινός· ἀλλ´ ἐνεδέχετό γε ἐξ ἑκατέρου ἑκάτερον γενέσθαι.
322Aristoteles, De generatione et corruptione, 2, 10, 3; 6 (auctor 384BC-322BC)
Δεῖ 〈δὴ〉 πλείους εἶναι τὰς κινήσεις καὶ ἐναντίας, ἢ τῇ φορᾷ ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ ἐναντίων τἀναντία αἴτια· διὸ καὶ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ γενέσεως καὶ φθορᾶς, ἀλλ´ ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχές ἐστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις· ἀνάγκη γάρ, εἴ γε ἀεὶ ἔσται συνεχὴς γένεσις καὶ φθορά, ἀεὶ μέν τι κινεῖσθαι, ἵνα μὴ ἐπιλείπωσιν αὗται αἱ μεταβολαί, δύο δ´, ὅπως μὴ θάτερον συμβαίνῃ μόνον.
323Aristoteles, De generatione et corruptione, 2, 11, 9; 21 (auctor 384BC-322BC)
Τί οὖν δή ποτε τὰ μὲν οὕτω φαίνεται, οἷον ὕδατα καὶ ἀὴρ κύκλῳ γινόμενα, καὶ εἰ μὲν νέφος ἔσται, δεῖ ὗσαι, καὶ εἰ ὕσει γε, δεῖ καὶ νέφος εἶναι, ἄνθρωποι δὲ καὶ ζῷα οὐκ ἀνακάμπτουσιν εἰς αὑτοὺς ὥστε πάλιν γίνεσθαι τὸν αὐτόν· οὐ γὰρ ἀνάγκη, εἰ ὁ πατὴρ ἐγένετο, σὲ γενέσθαι· ἀλλ´ εἰ σύ, ἐκεῖνον.
324Aristoteles, De incessu animalium, 6, 3; 3 (auctor 384BC-322BC)
Κατὰ μὲν οὖν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν διάληψις οὐκ ἔστι τοιαύτη περὶ τὸ κινοῦν ἑαυτό, διὰ τὸ μηθενὶ φυσικὴν ὑπάρχειν κίνησιν εἰς τὸ ὄπισθεν, μηδὲ διορισμὸν ἔχειν τὸ κινούμενον, καθ' ὃν τὴν ἐφ' ἑκάτερα τούτων μεταβολὴν ποιεῖται· κατὰ δὲ τὸ δεξιόν γε καὶ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔστι.
325Aristoteles, De incessu animalium, 8, 3; 4 (auctor 384BC-322BC)
Ἅπαν δὲ τὸ ὑπόπουν ἐξ ἀνάγκης ἀρτίους ἔχει τοὺς πόδας· ὅσα μὲν γὰρ ἅλσει χρώμενα μόνον ποιεῖται τὴν κατὰ τόπον μεταβολήν, οὐθὲν ποδῶν πρός γε τὴν τοιαύτην δεῖται κίνησιν· ὅσα δὲ χρῆται μὲν ἅλσει, μή ἐστι δ' αὐτοῖς αὐτάρκης αὕτη ἡ κίνησις ἀλλὰ καὶ πορείας προσδέονται, δῆλον ὡς τοῖς μὲν βέλτιον τοῖς δ' ὅλως ἀδύνατον πορεύεσθαι.
326Aristoteles, De incessu animalium, 8, 6; 8 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλὰ φανερόν γε ὅτι βέλτιον ἂν καὶ ταῦτα ποιοῖτο τὴν μεταβολὴν ἀρτίους ἔχοντα τοὺς πόδας, καὶ μηθενὸς ἐλλείποντος, ἀλλ' ἀντιστοίχους ἔχοντα τοὺς πόδας· οὕτω γὰρ ἂν αὑτῶν ἀνισάζειν τε δύναιντο τὸ βάρος καὶ μὴ ταλαντεύειν ἐπὶ θάτερα μᾶλλον, εἰ ἀντίστοιχα ἐρείσματ' ἔχοι καὶ μὴ κενὴν τὴν ἑτέραν χώραν τῶν ἀντικειμένων.
327Aristoteles, De incessu animalium, 9, 2; 4 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν κάμψεώς γε μὴ οὔσης οὔτ' ἂν πορεία οὔτε νεῦσις οὔτε πτῆσις ἦν.
328Aristoteles, De incessu animalium, 10, 2; 4 (auctor 384BC-322BC)
Ἀλλὰ πάντα γε, καθάπερ εἴρηται, κάμψει καὶ ἐκτάσει ποιεῖται τὴν μεταβολήν· ἅπαντα γὰρ εἰς τὸ ὑποκείμενον μέχρι τινὸς οἷον εἰς ὑπεῖκον προέρχεται, ὥστ' ἀναγκαῖον, εἰ μὴ καὶ κατ' ἄλλο μόριον γίνεται ἡ κάμψις, ἀλλ' ὅθεν γε ἡ ἀρχὴ τοῖς μὲν ὁλοπτέροις τοῦ πτεροῦ, τοῖς δ' ὄρνισι τῆς πτέρυγος, τοῖς δ' ἄλλοις τοῦ ἀνάλογον μορίου, καθάπερ τοῖς ἰχθύσι.
329Aristoteles, De incessu animalium, 12, 9; 13 (auctor 384BC-322BC)
Ἔτι τοῖς γε θηλαζομένοις αὐτῶν καὶ πρὸς τὴν τοιαύτην λειτουργίαν ἀναγκαῖον ἢ βέλτιόν γ' οὕτω κεκάμφθαι τὰ σκέλη· οὐ γὰρ ῥᾴδιον τὴν κάμψιν ποιουμένων ἐντὸς ὑφ' αὑτὰ ἔχειν τὰ τέκνα καὶ σκεπάζειν.
330Aristoteles, De incessu animalium, 19, 2; 4 (auctor 384BC-322BC)
Ἔχουσι δὲ φαύλως καὶ οἱ καρκίνοι τὰ δεξιά, ἐπεὶ ἔχουσί γε.
331Aristoteles, De insomniis, 1; 3 (auctor 384BC-322BC)
Οὐκ ἄρα γε τῇ αἰσθήσει τὸ ἐνύπνιον αἰσθανόμεθα.
332Aristoteles, De insomniis, 1; 12 (auctor 384BC-322BC)
Δῆλον δὲ περὶ τούτων ἁπάντων τό γε τοσοῦτον, ὅτι τῷ αὐτῷ ᾧ καὶ ἐγρηγορότες ἐν ταῖς νόσοις ἀπατώμεθα, ὅτι τοῦτ’ αὐτὸ καὶ ἐν τῷ ὕπνῳ ποιεῖ τὸ πάθος.
333Aristoteles, De insomniis, 2; 14 (auctor 384BC-322BC)
Ταῦτά γε δὴ φανερῶς συμβαίνει τοῦτον τὸν τρόπον.
334Aristoteles, De interpretatione, 2; 3 (auctor 384BC-322BC)
Τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν, ἀλλ᾿ ὅταν γένηται σύμβολον, ἐπεὶ δηλοῦσί γέ τι καὶ οἱ ἀγράμματοι ψόφοι, οἷον θηρίων, ὧν οὐδέν ἐστιν ὄνομα.
335Aristoteles, De interpretatione, 9; 14 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν οὐδ᾿ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται.
336Aristoteles, De interpretatione, 9; 34 (auctor 384BC-322BC)
Εἶναι μὲν ἢ μὴ εἶναι ἅπαν ἀνάγκη, καὶ ἔσεσθαί γε ἢ μή· οὐ μέντοι διελόντα γε εἰπεῖν θάτερον ἀναγκαῖον.
337Aristoteles, De interpretatione, 9; 35 (auctor 384BC-322BC)
Λέγω δὲ οἷον ἀνάγκη μὲν ἔσεσθαι ναυμαχίαν αὔριον ἢ μὴ ἔσεσθαι, οὐ μέντοι ἔσεσθαί γε αὔριον ναυμαχίαν ἀναγκαῖον οὐδὲ μὴ γενέσθαι· γενέσθαι μέντοι ἢ μὴ γενέσθαι ἀναγκαῖον.
338Aristoteles, De interpretatione, 10; 31 (auctor 384BC-322BC)
Φανερὸν δὲ καὶ ὅτι ἐπὶ μὲν τῶν καθ᾿ ἕκαστον, εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές· οἷον ἆρά γε Σωκράτης σοφός; οὔ.
339Aristoteles, De interpretatione, 10; 33 (auctor 384BC-322BC)
Ἐπὶ δὲ τῶν καθόλου οὐκ ἀληθὴς ἡ ὁμοίως λεγομένη, ἀληθὴς δὲ ἡ ἀπόφασις, οἷον ἆρά γε πᾶς ἄνθρωπος σοφός; οὔ.
340Aristoteles, De interpretatione, 12; 18 (auctor 384BC-322BC)
Οὐδέ γε τὸ δυνατὸν μὴ εἶναι καὶ οὐ δυνατὸν μὴ εἶναι οὐδέποτε ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθεύονται.
341Aristoteles, De interpretatione, 13; 8 (auctor 384BC-322BC)
Εἰ γὰρ ἀδύνατον εἶναι, ἀναγκαῖον τοῦτο οὐκ εἶναι ἀλλὰ μὴ εἶναι· εἰ δὲ ἀδύνατον μὴ εἶναι, τοῦτο ἀνάγκη εἶναι· ὥστε εἰ ἐκεῖνα ὁμοίως τῷ δυνατῷ καὶ μή, ταῦτα ἐξ ἐναντίας, ἐπεὶ οὐ σημαίνει γε ταὐτὸν τό τε ἀνάγκαῖον καὶ τὸ ἀδύνατον, ἀλλ᾿ ὥσπερ εἴρηται, ἀντεστραμμένως.
342Aristoteles, De interpretatione, 13; 10 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν τῷ γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθεῖ, τούτῳ δὲ τὸ μὴ ἀναγκαῖον εἶναι· ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶναι, ὅπερ ἄτοπον.
343Aristoteles, De iuventute et senectute De vita et morte, 2; 3 (auctor 384BC-322BC)
Ἀλλ’ ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ τὸν λόγον· πολλὰ γὰρ τῶν ζῴων ἀφαιρουμένου ἑκατέρου τῶν μορίων, τῆς τε καλουμένης κεφαλῆς καὶ τοῦ δεκτικοῦ τῆς τροφῆς, ζῇ μεθ’ οὗπερ ἂν ᾖ τὸ μέσον.
344Aristoteles, De iuventute et senectute De vita et morte, 2; 7 (auctor 384BC-322BC)
Ἀλλ’ ὁμοίως ἔχει κατά γε τοῦτο τά τε φυτὰ καὶ τὸ τῶν ἐντόμων γένος.
345Aristoteles, De iuventute et senectute De vita et morte, 3; 11 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν τό γε κύριον τῶν αἰσθήσεων ἐν ταύτῃ τοῖς ἐναίμοις πᾶσιν· ἐν τούτῳ γὰρ ἀναγκαῖον εἶναι τὸ πάντων τῶν αἰσθητηρίων κοινὸν αἰσθητήριον.
346Aristoteles, De iuventute et senectute De vita et morte, 5; 1 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν πυρός γε δύο ὁρῶμεν φθοράς, μάρανσίν τε καὶ σβέσιν.
347Aristoteles, De memoria et reminiscentia, 2; 36 (auctor 384BC-322BC)
Ἐπεὶ δ’ ὥσπερ ἐν τοῖς φύσει γίνεται, καὶ παρὰ φύσιν καὶ ἀπὸ τύχης, ἔτι μᾶλλον ἐν τοῖς δι’ ἔθος, οἷς ἡ φύσις γε μὴ ὁμοίως ὑπάρχει· ὥστε κινηθῆναι ἐνίοτε κἀκεῖ καὶ ἄλλως, ἄλλως τε καὶ ὅταν ἀφέλκῃ ἐκεῖθεν αὐτόσε πῃ.
348Aristoteles, De memoria et reminiscentia, 2; 63 (auctor 384BC-322BC)
Οἱ δὲ πάμπαν νέοι καὶ λίαν γέροντες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν φθίσει, οἱ δ’ ἐν αὐξήσει πολλῇ εἰσίν· ἔτι δὲ τά γε παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας.
349Aristoteles, De motu animalium, 8; 17 (auctor 384BC-322BC)
ὥστε διά γε τοῦτο, εἰ μὴ καὶ ἐν τῇ βακτηρίᾳ ἡ κινοῦσα ἀπὸ τῆς ψυχῆς ἀρχὴ ἔνεστιν, οὐδ' ἐν τῇ χειρί· ὁμοίως γὰρ ἔχει καὶ τὸ ἄκρον τῆς χειρὸς πρὸς τὸν καρπόν, καὶ τοῦτο τὸ μέρος πρὸς τὸ ὠλέκρανον.
350Aristoteles, De motu animalium, 9; 6 (auctor 384BC-322BC)
ἀλλὰ μὴν δεῖ γέ τι ἠρεμεῖν, εἰ μέλλει τὸ μὲν κινεῖσθαι τὸ δὲ κινεῖν.
351Aristoteles, De partibus animalium, 1, 1, 7; 11 (auctor 384BC-322BC)
Νῦν γὰρ οὐ διώρισται περὶ αὐτοῦ οὐδέ γε τὸ νῦν ῥηθησόμενον, οἷον πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν τὰ φαινόμενα πρῶτον τὰ περὶ τὰ ζῷα θεωρήσαντα καὶ τὰ μέρη τὰ περὶ ἕκαστον, ἔπειθ´ οὕτω λέγειν τὸ διὰ τί καὶ τὰς αἰτίας, ἢ ἄλλως πως.
352Aristoteles, De partibus animalium, 1, 1, 17; 35 (auctor 384BC-322BC)
Εἰ δὲ μή, ὅτι ἐγγύτατα τούτου, καὶ ἢ ὅλως (ὅτι ἀδύνατον ἄλλως) ἢ καλῶς γε οὕτως.
353Aristoteles, De partibus animalium, 1, 1, 20; 46 (auctor 384BC-322BC)
Οὐ γὰρ ἱκανὸν τὸ ἐκ τίνων ἐστίν, οἷον πυρὸς ἢ γῆς, ὥσπερ κἂν εἰ περὶ κλίνης ἐλέγομεν ἤ τινος ἄλλου τῶν τοιούτων, ἐπειρώμεθα μᾶλλον ἂν διορίζειν τὸ εἶδος αὐτῆς ἢ τὴν ὕλην, οἷον τὸν χαλκὸν ἢ τὸ ξύλον· εἰ δὲ μή, τήν γε τοῦ συνόλου· κλίνη γὰρ τόδε ἐν τῷδε ἢ τόδε τοιόνδε, ὥστε κἂν περὶ τοῦ σχήματος εἴη λεκτέον, καὶ ποῖον τὴν ἰδέαν.
354Aristoteles, De partibus animalium, 1, 1, 35; 84 (auctor 384BC-322BC)
Ἔστι δ´ ἔν γε τοῖς ἔχουσι γένεσιν ἡ τρίτη· λέγομεν γὰρ τὴν τροφὴν ἀναγκαῖόν τι κατ´ οὐδέτερον τούτων τῶν τρόπων, ἀλλ´ ὅτι οὐχ οἷόν τ´ ἄνευ ταύτης εἶναι.
355Aristoteles, De partibus animalium, 1, 1, 36; 86 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν δύο τρόποι τῆς αἰτίας, καὶ δεῖ λέγοντας τυγχάνειν μάλιστα μὲν ἀμφοῖν, εἰ δὲ μή, δῆλόν γε πειρᾶσθαι ποιεῖν, καὶ ὅτι πάντες οἱ τοῦτο μὴ λέγοντες οὐδὲν ὡς εἰπεῖν περὶ φύσεως λέγουσιν· ἀρχὴ γὰρ ἡ φύσις μᾶλλον τῆς ὕλης.
356Aristoteles, De partibus animalium, 1, 3, 6; 9 (auctor 384BC-322BC)
Εἰ δ´ ἐνδέχεται μὴ ὑπάρχειν † .... καὶ κοινήν, ἄτομον δέ, δῆλον ὅτι κατά γε τὴν κοινὴν ἐν τῷ αὐτῷ ἐστιν, ἕτερα ὄντα τῷ εἴδει ζῷα.
357Aristoteles, De partibus animalium, 1, 3, 17; 39 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν πλείους γε τοῦ αὐτοῦ οὐκ ἔστιν ὑπὸ μίαν διχοτομίαν εἶναι, ἀλλὰ μίαν κατὰ μίαν τελευτᾶν.
358Aristoteles, De partibus animalium, 1, 5, 4; 7 (auctor 384BC-322BC)
Καὶ γὰρ ἂν εἴη παράλογον καὶ ἄτοπον, εἰ τὰς μὲν εἰκόνας αὐτῶν θεωροῦντες χαίρομεν ὅτι τὴν δημιουργήσασαν τέχνην συνθεωροῦμεν, οἷον τὴν γραφικὴν ἢ τὴν πλαστικήν, αὐτῶν δὲ τῶν φύσει συνεστώτων μὴ μᾶλλον ἀγαπῷμεν τὴν θεωρίαν, δυνάμενοί γε τὰς αἰτίας καθορᾶν.
359Aristoteles, De partibus animalium, 2, 4, 2; 3 (auctor 384BC-322BC)
Συμβαίνει δ´ ἔνιά γε καὶ γλαφυρωτέραν ἔχειν τὴν διάνοιαν τῶν τοιούτων, οὐ διὰ τὴν ψυχρότητα τοῦ αἵματος, ἀλλὰ διὰ τὴν λεπτότητα μᾶλλον καὶ διὰ τὸ καθαρὸν εἶναι· τὸ γὰρ γεῶδες οὐδέτερον ἔχει τούτων.
360Aristoteles, De partibus animalium, 2, 4, 5; 11 (auctor 384BC-322BC)
Διὸ οἱ ταῦροι καὶ οἱ κάπροι θυμώδεις καὶ ἐκστατικοί· τὸ γὰρ αἷμα τούτων ἰνωδέστατον, καὶ τό γε τοῦ ταύρου τάχιστα πήγνυται πάντων.
361Aristoteles, De partibus animalium, 2, 10, 5; 12 (auctor 384BC-322BC)
Τούτων δ´ οὐδέτερόν ἐστιν ἀληθές, ἀλλὰ πολύσαρκος μὲν ὁ τόπος ὢν ὁ περὶ τὸν ἐγκέφαλον τοὐναντίον ἂν ἀπειργάζετο οὗ ἕνεκα ὑπάρχει τοῖς ζῴοις ὁ ἐγκέφαλος (οὐ γὰρ ἂν ἐδύνατο καταψύχειν ἀλεαίνων αὐτὸς λίαν), τῶν τ´ αἰσθήσεων οὐκ αἴτιος οὐδεμιᾶς, ὅς γε ἀναίσθητος καὶ αὐτός ἐστιν ὥσπερ ὁτιοῦν τῶν περιττωμάτων.
362Aristoteles, De partibus animalium, 2, 16, 7; 10 (auctor 384BC-322BC)
Οἱ δ´ ὄρνιθες καὶ οἱ ὄφεις καὶ ὅσα ἄλλ´ ἔναιμα καὶ ᾠοτόκα τῶν τετραπόδων, τοὺς μὲν πόρους ἔχουσι τῶν μυκτήρων πρὸ τοῦ στόματος, ὥστε δ´ εἰπεῖν μυκτῆρας, εἰ μὴ διὰ τὸ ἔργον, οὐκ ἔχουσι φανερῶς διηρθρωμένους· ἀλλ´ ἥ γε ὄρνις ὥστε μηθέν´ ἂν εἰπεῖν ἔχειν ῥῖνας.
363Aristoteles, De partibus animalium, 4, 10, 21; 53 (auctor 384BC-322BC)
Ἐκείνοις μὲν γὰρ ἀναγκαῖον εἴσω κάμπτειν τὰ ἐμπρόσθια κῶλα· χρῶνται γὰρ ποσίν, ἵν´ ᾖ χρήσιμα πρὸς τὴν πορείαν, ἐπεὶ θέλει γε κἀκείνων τοῖς πολυδακτύλοις οὐ μόνον πρὸς τὴν πορείαν χρήσιμ´ εἶναι τὰ ἔμπροσθεν σκέλη, ἀλλὰ καὶ ἀντὶ χειρῶν, ὥσπερ καὶ φαίνεται χρώμενα· καὶ γὰρ λαμβάνουσι καὶ ἀμύνονται τοῖς προσθίοις.
364Aristoteles, De partibus animalium, 4, 11, 11; 33 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τὸ μεταξὺ κεφαλῆς καὶ ὤμων κέκληται αὐχήν, ἥκιστα τῶν τοιούτων ὁ ὄφις δόξειεν ἂν ἔχειν αὐχένα, ἀλλὰ τὸ ἀνάλογον τῷ αὐχένι, εἴ γε δεῖ τοῖς εἰρημένοις ἐσχάτοις διορίζειν τὸ μόριον τοῦτο.
365Aristoteles, De partibus animalium, 4, 12, 20; 60 (auctor 384BC-322BC)
Αἴτιον δ´ ὅτι δίπουν ἐστὶ τοῦτο τὸ ζῷον, οὐκ ὀρθόν, ὡς εἴ γε εἶχε καθάπερ ἐν τοῖς ἀνθρώποις ἢ τοῖς τετράποσιν, ἀπὸ τῆς ἕδρας βραχὺ τὸ ἰσχίον καὶ τὸ σκέλος εὐθὺς ἐχόμενον, ἠδυνάτει ἂν ὀρθὸν ἑστάναι.
366Aristoteles, De sensu et sensibilibus, 1; 26 (auctor 384BC-322BC)
Τὰ γὰρ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν, οὐ μέντοι φῶς γε ποιεῖ, τοῦ δ’ ὀφθαλμοῦ τὸ καλούμενον μέλαν καὶ μέσον λεῖον φαίνεται.
367Aristoteles, De sensu et sensibilibus, 1; 30 (auctor 384BC-322BC)
Ἐκείνως δ’ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμός, ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει, ἐπεὶ εἴ γε πῦρ ἦν, καθάπερ Ἐμπεδοκλῆς φησὶ καὶ ἐν τῷ Τιμαίῳ γέγραπται, καὶ συνέβαινε τὸ ὁρᾶν ἐξιόντος ὥσπερ ἐκ λαμπτῆρος τοῦ φωτός, διὰ τί οὐ καὶ ἐν τῷ σκότει ἑώρα ἂν ἡ ὄψις; Τὸ δ’ ἀποσβέννυσθαι φάναι ἐν τῷ σκότει ἐξιοῦσαν, ὥσπερ ὁ Τίμαιος λέγει, κενόν ἐστι παντελῶς· τίς γὰρ ἀπόσβεσις φωτός ἐστιν; Σβέννυται γὰρ ἢ ὑγρῷ ἢ ψυχρῷ τὸ θερμὸν καὶ ξηρόν, οἷον δοκεῖ τό τ’ ἐν τοῖς ἀνθρακώδεσιν εἶναι πῦρ καὶ ἡ φλόξ, ὧν τῷ φωτὶ οὐδέτερον φαίνεται ὑπάρχον.
368Aristoteles, De sensu et sensibilibus, 1; 40 (auctor 384BC-322BC)
Τοῦτο δὲ καὶ ἐπ’ αὐτῶν τῶν ἔργων δῆλον· φαίνεται γὰρ ὕδωρ τὸ ἐκρέον διαφθειρομένων, καὶ ἔν γε τοῖς πάμπαν ἐμβρύοις τῇ ψυχρότητι ὑπερβάλλον καὶ τῇ λαμπρότητι.
369Aristoteles, De sensu et sensibilibus, 1; 144 (auctor 384BC-322BC)
Ἔτι δὲ τοῖς κοινοῖς τῶν αἰσθήσεων πασῶν χρῶνται ὡς ἰδίοις· μέγεθος γὰρ καὶ σχῆμα καὶ τὸ τραχὺ καὶ τὸ λεῖον, ἔτι δὲ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ τὸ ἐν τοῖς ὄγκοις κοινὰ τῶν αἰσθήσεών ἐστιν, εἰ δὲ μὴ πασῶν, ἀλλ’ ὄψεώς γε καὶ ἁφῆς.
370Aristoteles, De sensu et sensibilibus, 1; 172 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν τοῦτό γε ἐπ’ ἐνίων συμβέβηκεν· καὶ γὰρ δριμεῖαι καὶ γλυκεῖαί εἰσιν ὀσμαὶ καὶ αὐστηραὶ καὶ στρυφναὶ καὶ λιπαραί, καὶ τοῖς πικροῖς τὰς σαπρὰς ἄν τις ἀνάλογον εἴποι.
371Aristoteles, De sensu et sensibilibus, 1; 211 (auctor 384BC-322BC)
Ἀλλ’ ἀναγκαῖον· οὐ γὰρ δὴ ἔκ γε τῶν μαθηματικῶν.
372Aristoteles, De somno et vigilia, 1; 2 (auctor 384BC-322BC)
Πρῶτον μὲν οὖν τοῦτό γε φανερόν, ὅτι τῷ αὐτῷ τοῦ ζῴου ἥ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος· ἀντίκεινται γάρ, καὶ φαίνεται στέρησίς τις ὁ ὕπνος τῆς ἐγρηγόρσεως· ἀεὶ γὰρ τὰ ἐναντία καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐν τοῖς φυσικοῖς ἐν τῷ αὐτῷ δεκτικῷ φαίνεται γινόμενα καὶ τοῦ αὐτοῦ ὄντα πάθη, λέγω δ’ οἷον ὑγίεια καὶ νόσος, καὶ κάλλος καὶ αἶσχος, καὶ ἰσχὺς καὶ ἀσθένεια, καὶ ὄψις καὶ τυφλότης, καὶ ἀκοὴ καὶ κωφότης.
373Aristoteles, De somno et vigilia, 2; 3 (auctor 384BC-322BC)
Ἐπεὶ δ’ ὑπάρχει καθ’ ἑκάστην αἴσθησιν τὸ μέν τι ἴδιον τὸ δέ τι κοινόν, ἴδιον μὲν οἷον τῇ ὄψει τὸ ὁρᾶν, τῇ δ’ ἀκοῇ τὸ ἀκούειν, ταῖς δ’ ἄλλαις κατὰ τὸν αὐτὸν τρόπον· ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα πάσαις, ᾗ καὶ ὅτι ὁρᾷ καὶ ἀκούει καὶ αἰσθάνεται· οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὅτι ὁρᾷ.
374Aristoteles, De somno et vigilia, 2; 27 (auctor 384BC-322BC)
Τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς καταψύξεώς ἐστιν ἐνταῦθα, καὶ τὸ ἀναπνεῖν τε καὶ τὸ ὑγρῷ καταψύχεσθαι πρός γε σωτηρίαν τοῦ ἐν τούτῳ τῷ μορίῳ θερμοῦ ἡ φύσις πεπόρικεν.
375Aristoteles, De sophisticis elenchis, 8; 7 (auctor 384BC-322BC)
Πλήν ἐπί γέ τινων ἅμα συμβαίνει προσερωτᾶν τό ἐνδεές καί τό ψεῦδος ἐμφανίζειν, οἷον ἐν τοῖς παρά τήν λέξιν καί τόν σολοικισμόν.
376Aristoteles, De sophisticis elenchis, 10; 5 (auctor 384BC-322BC)
Εἰ δέ γέ τις πολλά οἴεται σημαίνειν, δῆλον ὅτι οὐ πρός τήν διάνοιαν.
377Aristoteles, De sophisticis elenchis, 11; 22 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἐδείκνυεν, εἰ καί μή πάντα, ἀλλά τά γε πρῶτα καί τάς οἰκείας ἀρχάς οὐκ ἂν ἠρώτα.
378Aristoteles, De sophisticis elenchis, 17; 2 (auctor 384BC-322BC)
Ὅλως γάρ πρός πούς ἐριστικούς μαχετέον οὐχ ὡς ἐλέγχοντας ἀλλ᾿ ὡς φαινομένους· οὐ γάρ φαμεν συλλογίζεσθαί γε αὐτούς, ὥστε πρός τό μή δοκεῖν διορθωτέον.
379Aristoteles, De sophisticis elenchis, 17; 9 (auctor 384BC-322BC)
Νῦν δέ διά τό μή καλῶς ἐρωτᾶν τούς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τόν ἐρωτώμενον, διορθοῦντα τήν μοχθηρίαν τῆς προτάσεως, ἐπεί διελομένου γε ἱκανῶς ἢ ναί ἢ οὔ ἀνάγκη λέγειν τόν ἀποκρινομενον.
380Aristoteles, De sophisticis elenchis, 17; 17 (auctor 384BC-322BC)
Οὐ μήν ἀλλ᾿ ἐπειδή ἄδηλος μέν ἐστιν ὁ μή διορισάμενος τήν ἀμφιβολίαν πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται, δέδοται δ᾿ ἐν τοῖς λόγοις τό διελεῖν, φανερόν ὅτι τό μή διορίσαντα δοῦναι τήν ἐρώτησιν ἀλλ᾿ ἁπλῶς ἁμάρτημά ἐστιν, ὥστε κἂν εἰ μή αὐτός, ἀλλ᾿ ὅ γε λόγος ἐληλεγμένῳ ὅμοιός ἐστιν.
381Aristoteles, De sophisticis elenchis, 22; 4 (auctor 384BC-322BC)
Ἀλλά μήν ὁρᾶν γέ τι ἅμα καί ἑωρακέναι τό αὐτό καί κατά ταὐτό ἐνδέχεται.
382Aristoteles, De sophisticis elenchis, 22; 13 (auctor 384BC-322BC)
Εἰ οὖν ἤρετο ἐξ ἀρχῆς εἰ ὅσα τις μή ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε τοσαῦτα, οὐδείς ἂν ἔδωκεν, ἀλλ᾿ ἢ τοσαῦτα ἢ τούτων τι.
383Aristoteles, De sophisticis elenchis, 24; 13 (auctor 384BC-322BC)
Ἴσως δέ καί τοῦτ᾿ ἐπ᾿ ἐνίων οὐδέν κωλύει συμβαίνειν· πλήν ἐπί γε τούτων οὐδέ τοῦτο δόξειεν ἄν· καί γάρ τόν Κορίσκον ὅτι Κορίσκος οἶδε, καί τό προσιόν ὅτι προσιόν.
384Aristoteles, De sophisticis elenchis, 25; 6 (auctor 384BC-322BC)
Ἆρ᾿ ἐνδέχεται τό μή ὂν εἶναι; Ἀλλά μήν ἔστι γέ τι μή ὄν.
385Aristoteles, De sophisticis elenchis, 25; 25 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἄδικα ὄντα οὐδέν κωλύει λέγειν γε αὐτά δίκαιον εἶναι· οὐ γάρ εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ᾿ εἰ ὠφέλιμον λέγειν, ὠφέλιμα.
386Aristoteles, Ethica Eudemia, 1; 12 (auctor 384BC-322BC)
περὶ δὴ τούτων ἐπιστήσαντας, ἅπαντα τὸν δυνάμενον ζῆν κατὰ τὴν αὑτοῦ προαίρεσιν θέσθαι τινὰ σκοπὸν τοῦ καλῶς ζῆν, ἤτοι τιμὴν ἢ δόξαν ἢ πλοῦτον ἢ παιδείαν, πρὸς ὃν ἀποβλέπων ποιήσεται πάσας τὰς πράξεις (ὡς τό γε μὴ συντετάχθαι τὸν βίον πρός τι τέλος ἀφροσύνης πολλῆς σημεῖον ἐστίν) , μάλιστα δὴ δεῖ πρῶτον ἐν αὑτῷ διορίσασθαι μήτε προπετῶς μήτε ῥαθύμως, ἐν τίνι τῶν ἡμετέρων τὸ ζῆν εὖ, καὶ τίνων ἄνευ τοῖς ἀνθρώποις οὐκ ἐνδέχεται τοῦθ' ὑπάρχειν.
387Aristoteles, Ethica Eudemia, 1; 25 (auctor 384BC-322BC)
πολλὰ γάρ ἐστι τοιαῦτα τῶν ἀποβαινόντων, δι' ἃ προΐενται τὸ ζῆν, οἷον νόσους περιωδυνίας χειμῶνας· ὥστε δῆλον ὅτι κἂν ἐξ ἀρχῆς αἱρετὸν ἦν, εἴ τις αἵρεσιν ἐδίδου, διά γε ταῦτα τὸ μὴ γενέσθαι.
388Aristoteles, Ethica Eudemia, 1; 46 (auctor 384BC-322BC)
καλὸν μὲν οὖν καὶ τὸ γνωρίζειν ἕκαστον τῶν καλῶν· οὐ μὴν ἀλλά γε περὶ ἀρετῆς οὐ τὸ εἰδέναι τιμιώτατον τί ἐστίν, ἀλλὰ τὸ γινώσκειν ἐκ τίνων ἐστίν.
389Aristoteles, Ethica Eudemia, 1; 49 (auctor 384BC-322BC)
κράτιστον μὲν γὰρ πάντας ἀνθρώπους φαίνεσθαι συνομολογοῦντας τοῖς ῥηθησομένοις, εἰ δὲ μή, τρόπον γέ τινα πάντας, ὅπερ μεταβιβαζόμενοι ποιήσουσιν· ἔχει γὰρ ἕκαστος οἰκεῖόν τι πρὸς τὴν ἀλήθειαν, ἐξ ὧν ἀναγκαῖον δεικνύναι πως περὶ αὐτῶν· ἐκ γὰρ τῶν ἀληθῶς μὲν λεγομένων οὐ σαφῶς δέ, προϊοῦσιν ἔσται καὶ τὸ σαφῶς, μεταλαμβάνουσιν ἀεὶ τὰ γνωριμώτερα τῶν εἰωθότων λέγεσθαι συγκεχυμένως.
390Aristoteles, Ethica Eudemia, 1; 80 (auctor 384BC-322BC)
ἀλλ' οὐδὲ τὰ ὁμοιοσχημόνως λεγόμενα ἀγαθὰ μιᾶς ἐστι θεωρῆσαι, οἷον τὸν καιρὸν ἢ τὸ μέτριον, ἀλλ' ἑτέρα ἕτερον καιρὸν θεωρεῖ καὶ ἑτέρα ἕτερον μέτριον, οἷον περὶ τροφὴν μὲν τὸν καιρὸν καὶ τὸ μέτριον ἰατρικὴ καὶ γυμναστική, περὶ δὲ τὰς πολεμικὰς πράξεις στρατηγία, καὶ οὕτως ἑτέρα περὶ ἑτέραν πρᾶξιν, ὥστε σχολῇ αὐτό γε τὸ ἀγαθὸν θεωρῆσαι μιᾶς.
391Aristoteles, Ethica Eudemia, 2; 114 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ἥ γε βελτίστη ἕξις ἡ περὶ ἕκαστα μέση ἐστίν.
392Aristoteles, Ethica Eudemia, 2; 120 (auctor 384BC-322BC)
ἐν δὲ ταῖς ἀκινήτοις ἀρχαῖς, οἷον ἐν ταῖς μαθηματικαῖς, οὐκ ἔστι τὸ κύριον, καίτοι λέγεταί γε καθ' ὁμοιότητα· καὶ γὰρ ἐνταῦθα κινουμένης τῆς ἀρχῆς πάντα μάλιστ' ἂν τὰ δεικνύμενα μεταβάλλοι, αὐτὰ δ' αὑτὰ οὐ μεταβάλλει ἀναιρουμένου θατέρου ὑπὸ θατέρου, ἂν μὴ τῷ τὴν ὑπόθεσιν ἀνελεῖν καὶ δι' ἐκείνης δεῖξαι.
393Aristoteles, Ethica Eudemia, 2; 124 (auctor 384BC-322BC)
εἰ δέ γε μεταβάλλει τὸ τρίγωνον, ἀνάγκη καὶ τὸ τετράγωνον μεταβάλλειν, οἷον εἰ τρεῖς, ἕξ, εἰ δὲ τέτταρες, ὀκτώ.
394Aristoteles, Ethica Eudemia, 2; 129 (auctor 384BC-322BC)
ἐκ γὰρ τῶν ἐξ ἀνάγκης ἀναγκαῖον τὸ συμβαῖνον ἐστί, τὰ δέ γε ἐντεῦθεν ἐνδέχεται γενέσθαι τἀναντία, καὶ ὃ ἐφ' αὑτοῖς ἐστι τοῖς ἀνθρώποις, πολλὰ τῶν τοιούτων, καὶ ἀρχαὶ τῶν τοιούτων εἰσὶν αὐτοί.
395Aristoteles, Ethica Eudemia, 2; 130 (auctor 384BC-322BC)
ὥστε ὅσων πράξεων ὁ ἄνθρωπός ἐστιν ἀρχὴ καὶ κύριος, φανερὸν ὅτι ἐνδέχεται καὶ γίνεσθαι καὶ μή, καὶ ὅτι ἐφ' αὑτῷ ταῦτ' ἐστι γίνεσθαι καὶ μή, ὧν γε κύριός ἐστι τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι.
396Aristoteles, Ethica Eudemia, 2; 189 (auctor 384BC-322BC)
ὅταν μὲν γάρ τι τῶν ἔξωθεν παρὰ τὴν ἐν αὐτῷ ὁρμὴν κινῇ ἢ ἠρεμίζῃ, βίᾳ φαμέν, ὅταν δὲ μή, οὐ βίᾳ· ἐν δὲ τῷ ἀκρατεῖ καὶ ἐγκρατεῖ ἡ καθ' αὑτὸν ὁρμὴ ἐνοῦσα ἄγει (ἄμφω γὰρ ἔχει) · ὥστ' οὐ βίᾳ οὐδέτερος, ἀλλ' ἑκὼν διά γε ταῦτα πράττοι ἄν, οὐδ' ἀναγκαζόμενος.
397Aristoteles, Ethica Eudemia, 2; 206 (auctor 384BC-322BC)
οὕτω γὰρ ἀναγκαζόμενος καὶ [μὴ] βίᾳ πράξει, ἢ οὐ φύσει, ὅταν κακὸν ἀγαθοῦ ἕνεκα ἢ μείζονος κακοῦ ἀπολύσεως πράττῃ, καὶ ἄκων γε· οὐ γὰρ ἐφ' αὑτῷ ταῦτα.
398Aristoteles, Ethica Eudemia, 2; 234 (auctor 384BC-322BC)
βούλεται δέ γε μάλιστα τὸ τέλος, καὶ δοξάζει δεῖν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν.
399Aristoteles, Ethica Eudemia, 2; 252 (auctor 384BC-322BC)
ἅπαντες γὰρ βουλευόμεθα ἃ καὶ προαιρούμεθα, οὐ μέντοι γε ἃ βουλευόμεθα, πάντα προαιρούμεθα.
400Aristoteles, Ethica Eudemia, 2; 260 (auctor 384BC-322BC)
ἅμα δ' ἐκ τούτων φανερὸν καὶ ὅτι καλῶς διορίζονται οἳ τῶν παθημάτων τὰ μὲν ἑκούσια τὰ δ' ἀκούσια τὰ δ' ἐκ προνοίας νομοθετοῦσιν· εἰ γὰρ καὶ μὴ διακριβοῦσιν, ἀλλ' ἅπτονταί γέ πῃ τῆς ἀληθείας.
401Aristoteles, Ethica Eudemia, 2; 269 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ἑκάστου γε φθορὰ καὶ διαστροφὴ οὐκ εἰς τὸ τυχόν, ἀλλ' εἰς τὰ ἐναντία καὶ τὰ μεταξύ.
402Aristoteles, Ethica Eudemia, 2; 279 (auctor 384BC-322BC)
λεκτέον δ' ὕστερον περὶ αὐτῶν, ἐπεὶ ὅσοις γε δοκεῖ τὸν λόγον ὀρθὸν παρέχειν ἡ ἀρετή, τοῦτο αἴτιον.
403Aristoteles, Ethica Eudemia, 3; 73 (auctor 384BC-322BC)
οὔτε γὰρ ὅτι ἀδοξήσει, δεῖ μένειν φοβουμένους, οὔτε δι' ὀργήν, οὔτε διὰ τὸ μὴ νομίζειν ἀποθανεῖσθαι, ἢ διὰ τὸ δυνάμεις ἔχειν φυλακτικάς· οὐδὲ γὰρ οἰήσεται οὕτω γε φοβερὸν εἶναι οὐθέν.
404Aristoteles, Ethica Eudemia, 3; 74 (auctor 384BC-322BC)
ἀλλ' ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν) , δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστ' οὔτε δι' ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε δι' ἡδονήν, ἀλλ' ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει· αἰσχρὸν γάρ.
405Aristoteles, Ethica Eudemia, 3; 92 (auctor 384BC-322BC)
οὐθὲν γάρ, ὅ τι καὶ ἄξιον λόγου, φαίνεται πάσχοντα αὐτῇ τῇ θεωρίᾳ τῶν καλῶν ἢ τῇ ἀκροάσει τῶν εὐαρμόστων, εἰ μή τί που συμβέβηκε τερατῶδες· ἀλλ' οὐδὲ πρὸς τὰ εὐώδη ἢ δυσώδη· καίτοι τάς γε αἰσθήσεις ὀξυτέρας ἔχουσι πάσας.
406Aristoteles, Ethica Eudemia, 7; 70 (auctor 384BC-322BC)
οἳ δ' ὅτι ἡ πρώτη οὐχ ὑπάρχει αὐτοῖς, οὔ φασι φίλους εἶναι· ἀδικήσει γὰρ ὅ γε φαῦλος τὸν φαῦλον, οἱ δ' ἀδικούμενοι οὐ φιλοῦσι σφᾶς αὐτούς.
407Aristoteles, Ethica Eudemia, 7; 71 (auctor 384BC-322BC)
οἳ δὲ φιλοῦσι μέν, ἀλλ' οὐ τὴν πρώτην φιλίαν, ἐπεὶ τάς γε ἑτέρας οὐθὲν κωλύει.
408Aristoteles, Ethica Eudemia, 7; 166 (auctor 384BC-322BC)
φιλίαι μὲν οὖν ἀμφότεραι, φίλοι δ' οἱ κατὰ τὴν ἰσότητα· ἄτοπον γὰρ ἂν εἴη εἰ ἀνὴρ παιδίῳ φίλος, φιλεῖ δέ γε καὶ φιλεῖται.
409Aristoteles, Ethica Eudemia, 7; 215 (auctor 384BC-322BC)
βούλεται γὰρ μάλιστά γε οὐ μόνον συλλυπεῖσθαι ὁ φίλος τῷ φίλῳ, ἀλλὰ καὶ τὴν αὐτὴν λύπην, οἷον διψῶντι συνδιψῆν, εἰ ἐνεδέχετο, ὅτι [μὴ] ἐγγύτατα.
410Aristoteles, Ethica Eudemia, 7; 227 (auctor 384BC-322BC)
τοιοῦτος ὁ ἀγαθὸς καὶ ὁ κατ' ἀρετὴν φίλος, ἐπεὶ ὅ γε μοχθηρὸς οὐχ εἷς ἀλλὰ πολλοί, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερος καὶ ἔμπληκτος.
411Aristoteles, Ethica Eudemia, 7; 248 (auctor 384BC-322BC)
ἐπὶ δὲ τῶν ἀγαθῶν ἡ ὁμόνοια· οἵ γε φαῦλοι ταῦτα προαιρούμενοι καὶ ἐπιθυμοῦντες βλάπτουσιν ἀλλήλους.
412Aristoteles, Ethica Eudemia, 7; 380 (auctor 384BC-322BC)
τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθες (ἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν ἢ τοῦ συμπίνειν· τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν ἢ χωρίς, ἂν ἀφέλῃς τὸν λόγον· ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον· ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε· μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δ' ὁ φίλος, ἡ δ' ὁμοιότης φιλία) · ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν φίλων κοινωνοῦμεν, καθ' ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας.
413Aristoteles, Ethica Eudemia, 7; 393 (auctor 384BC-322BC)
εἰ δ' αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν, ἡ κοινωνία τῶν ἐν τέλει μάλιστά γε.
414Aristoteles, Ethica Eudemia, 7; 412 (auctor 384BC-322BC)
ἐπεὶ δ' εἴ γέ τις ὑπερβολὰς ποιήσει, ὁμολογῶσιν ἅμα κακῶς πράττοντας σφόδρα ἢ εὖ σφόδρα χωρίς.
415Aristoteles, Ethica Eudemia, 8; 5 (auctor 384BC-322BC)
οὐδ' εἰ μὴ ἔστιν ἀγνοεῖν ἀπὸ ἐπιστήμης, ἀλλ' ἁμαρτάνειν μόνον, καὶ τὰ αὐτὰ ἃ καὶ ἀπὸ ἀγνοίας ποιεῖν, οὔ τι ἀπὸ δικαιοσύνης γε ὡς ἀπὸ ἀδικίας πράξει· ἀλλ' ἐπεὶ φρόνησις ἐπιστήμη καὶ ἀληθές τι, τὸ αὐτὸ ποιήσει κἀκείνῃ· ἐνδέχοιτο γὰρ ἂν ἀφρόνως ἀπὸ φρονήσεως, καὶ ἁμαρτάνειν ταὐτὰ ἅπερ ὁ ἄφρων.
416Aristoteles, Ethica Eudemia, 8; 7 (auctor 384BC-322BC)
ἐπὶ μὲν οὖν ταῖς ἄλλαις ἐπιστήμαις ἄλλη κυρία ποιεῖ τὴν στροφήν· αὐτῆς δὲ τῆς πασῶν κυρίας τίς· οὐ γὰρ ἔτι ἐπιστήμη γε [ἢ νοῦς].
417Aristoteles, Ethica Eudemia, 8; 30 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ἥ γε φύσις αἰτία ἢ τοῦ ἀεὶ ὡσαύτως ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τοὐναντίον.
418Aristoteles, Ethica Eudemia, 8; 40 (auctor 384BC-322BC)
τί οὖν κωλύει συμβῆναί τινι ἐφεξῆς τὰ τοιαῦτα πολλάκις, οὐχ ὅτι οὕτως δεῖ, ἀλλ' οἷον ἂν εἴη τὸ κύβους ἀεὶ μακαρίαν βάλλειν· τί δὲ δή· ἆρ' οὐκ ἔνεισιν ὁρμαὶ ἐν τῇ ψυχῇ αἱ μὲν ἀπὸ λογισμοῦ, αἱ δὲ ἀπὸ ὀρέξεως ἀλόγου, καὶ πρότεραι αὗται· εἰ γάρ ἐστι φύσει ἡ δι' ἐπιθυμίαν ἡδέος [καὶ ἡ] ὄρεξις, φύσει γε ἐπὶ τὸ ἀγαθὸν βαδίζοι ἂν πᾶν.
419Aristoteles, Ethica Eudemia, 8; 42 (auctor 384BC-322BC)
οἱ δέ γε τοιοῦτοι εὐτυχεῖς, ὅσοι ἄνευ λόγου κατορθοῦσιν ὡς ἐπὶ τὸ πολύ.
420Aristoteles, Ethica Eudemia, 8; 53 (auctor 384BC-322BC)
ἢ οὕτως γε πάντων ἔσται· καὶ γὰρ τοῦ νοῆσαι καὶ βουλεύσασθαι· οὐ γὰρ δὴ ἐβουλεύσατο βουλευσάμενος, καὶ τοῦτ' ἐβουλεύσατο, ἀλλ' ἔστιν ἀρχή τις, οὐδ' ἐνόησε νοήσας πρότερον ἢ νοῆσαι, καὶ τοῦτο εἰς ἄπειρον.
421Aristoteles, Ethica Eudemia, 8; 104 (auctor 384BC-322BC)
οὐ γὰρ ἐπιτακτικῶς ἄρχων ὁ θεός, ἀλλ' οὗ ἕνεκα ἡ φρόνησις ἐπιτάττει (διττὸν δὲ τὸ οὗ ἕνεκα· διώρισται δ' ἐν ἄλλοις) , ἐπεὶ κεῖνός γε οὐθενὸς δεῖται.
422Aristoteles, Ethica Nicomachea, 1, 1; 8 (auctor 384BC-322BC)
ἆρ' οὖν καὶ πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος· εἰ δ' οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν αὐτὸ τί ποτ' ἐστὶ καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων.
423Aristoteles, Ethica Nicomachea, 1, 1; 11 (auctor 384BC-322BC)
εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει, μεῖζόν γε καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται καὶ λαβεῖν καὶ σῴζειν· ἀγαπητὸν μὲν γὰρ καὶ ἑνὶ μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν.
424Aristoteles, Ethica Nicomachea, 1, 2; 9 (auctor 384BC-322BC)
ἴσως οὖν ἡμῖν γε ἀρκτέον ἀπὸ τῶν ἡμῖν γνωρίμων.
425Aristoteles, Ethica Nicomachea, 1, 3; 6 (auctor 384BC-322BC)
ἔτι δ' ἐοίκασι τὴν τιμὴν διώκειν ἵνα πιστεύσωσιν ἑαυτοὺς ἀγαθοὺς εἶναι· ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι, καὶ παρ' οἷς γινώσκονται, καὶ ἐπ' ἀρετῇ· δῆλον οὖν ὅτι κατά γε τούτους ἡ ἀρετὴ κρείττων.
426Aristoteles, Ethica Nicomachea, 1, 4; 2 (auctor 384BC-322BC)
δόξειε δ' ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους ὄντας· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν ὅσιον προτιμᾶν τὴν ἀλήθειαν.
427Aristoteles, Ethica Nicomachea, 1, 4; 18 (auctor 384BC-322BC)
ἀλλὰ πῶς δὴ λέγεται· οὐ γὰρ ἔοικε τοῖς γε ἀπὸ τύχης ὁμωνύμοις.
428Aristoteles, Ethica Nicomachea, 1, 4; 19 (auctor 384BC-322BC)
ἀλλ' ἆρά γε τῷ ἀφ' ἑνὸς εἶναι ἢ πρὸς ἓν ἅπαντα συντελεῖν, ἢ μᾶλλον κατ' ἀναλογίαν· ὡς γὰρ ἐν σώματι ὄψις, ἐν ψυχῇ νοῦς, καὶ ἄλλο δὴ ἐν ἄλλῳ.
429Aristoteles, Ethica Nicomachea, 1, 8; 3 (auctor 384BC-322BC)
ὥστε καλῶς ἂν λέγοιτο κατά γε ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ τῶν φιλοσοφούντων.
430Aristoteles, Ethica Nicomachea, 1, 9; 3 (auctor 384BC-322BC)
τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσιν, τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι ἄνδρες· οὐδετέρους δὲ τούτων εὔλογον διαμαρτάνειν τοῖς ὅλοις, ἀλλ' ἕν γέ τι ἢ καὶ τὰ πλεῖστα κατορθοῦν.
431Aristoteles, Ethica Nicomachea, 1, 9; 14 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· κρίνει δ' ὡς εἴπομεν.
432Aristoteles, Ethica Nicomachea, 1, 11; 1 (auctor 384BC-322BC)
πότερον οὖν οὐδ' ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονιστέον ἕως ἂν ζῇ, κατὰ Σόλωνα δὲ χρεὼν τέλος ὁρᾶν· εἰ δὲ δὴ καὶ θετέον οὕτως, ἆρά γε καὶ ἔστιν εὐδαίμων τότε ἐπειδὰν ἀποθάνῃ· ἢ τοῦτό γε παντελῶς ἄτοπον, ἄλλως τε καὶ τοῖς λέγουσιν ἡμῖν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν· εἰ δὲ μὴ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα, μηδὲ Σόλων τοῦτο βούλεται, ἀλλ' ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ τῶν δυστυχημάτων, ἔχει μὲν καὶ τοῦτ' ἀμφισβήτησίν τινα· δοκεῖ γὰρ εἶναί τι τῷ τεθνεῶτι καὶ κακὸν καὶ ἀγαθόν, εἴπερ καὶ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, οἷον τιμαὶ καὶ ἀτιμίαι καὶ τέκνων καὶ ὅλως ἀπογόνων εὐπραξίαι τε καὶ δυστυχίαι.
433Aristoteles, Ethica Nicomachea, 1, 11; 14 (auctor 384BC-322BC)
εἰ δ' οὕτως, ἄθλιος μὲν οὐδέποτε γένοιτ' ἂν ὁ εὐδαίμων, οὐ μὴν μακάριός γε, ἂν Πριαμικαῖς τύχαις περιπέσῃ.
434Aristoteles, Ethica Nicomachea, 1, 11; 15 (auctor 384BC-322BC)
οὐδὲ δὴ ποικίλος γε καὶ εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως, οὐδ' ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλλ' ὑπὸ μεγάλων καὶ πολλῶν, ἔκ τε τῶν τοιούτων οὐκ ἂν γένοιτο πάλιν εὐδαίμων ἐν ὀλίγῳ χρόνῳ, ἀλλ' εἴπερ, ἐν πολλῷ τινὶ καὶ τελείῳ, μεγάλων καὶ καλῶν ἐν αὐτῷ γενόμενος ἐπήβολος.
435Aristoteles, Ethica Nicomachea, 1, 11; 21 (auctor 384BC-322BC)
ἔοικε γὰρ ἐκ τούτων εἰ καὶ διικνεῖται πρὸς αὐτοὺς ὁτιοῦν, εἴτ' ἀγαθὸν εἴτε τοὐναντίον, ἀφαυρόν τι καὶ μικρὸν ἢ ἁπλῶς ἢ ἐκείνοις εἶναι, εἰ δὲ μή, τοσοῦτόν γε καὶ τοιοῦτον ὥστε μὴ ποιεῖν εὐδαίμονας τοὺς μὴ ὄντας μηδὲ τοὺς ὄντας ἀφαιρεῖσθαι τὸ μακάριον.
436Aristoteles, Ethica Nicomachea, 1, 12; 1 (auctor 384BC-322BC)
διωρισμένων δὲ τούτων ἐπισκεψώμεθα περὶ τῆς εὐδαιμονίας πότερα τῶν ἐπαινετῶν ἐστὶν ἢ μᾶλλον τῶν τιμίων· δῆλον γὰρ ὅτι τῶν γε δυνάμεων οὐκ ἔστιν.
437Aristoteles, Ethica Nicomachea, 2, 2; 11 (auctor 384BC-322BC)
σημεῖον δὲ δεῖ ποιεῖσθαι τῶν ἕξεων τὴν ἐπιγινομένην ἡδονὴν ἢ λύπην τοῖς ἔργοις· ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ αὐτῷ τούτῳ χαίρων σώφρων, ὁ δ' ἀχθόμενος ἀκόλαστος, καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλός.
438Aristoteles, Ethica Nicomachea, 2, 5; 17 (auctor 384BC-322BC)
μεσότης τις ἄρα ἐστὶν ἡ ἀρετή, στοχαστική γε οὖσα τοῦ μέσου.
439Aristoteles, Ethica Nicomachea, 2, 6; 6 (auctor 384BC-322BC)
ὅμοιον οὖν τὸ ἀξιοῦν καὶ περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολασταίνειν εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτω γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως.
440Aristoteles, Ethica Nicomachea, 3, 2; 1 (auctor 384BC-322BC)
τὸ δὲ δι' ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν, ἀκούσιον δὲ τὸ ἐπίλυπον καὶ ἐν μεταμελείᾳ· ὁ γὰρ δι' ἄγνοιαν πράξας ὁτιοῦν, μηδέν τι δυσχεραίνων ἐπὶ τῇ πράξει, ἑκὼν μὲν οὐ πέπραχεν, ὅ γε μὴ ᾔδει, οὐδ' αὖ ἄκων, μὴ λυπούμενός γε.
441Aristoteles, Ethica Nicomachea, 3, 2; 4 (auctor 384BC-322BC)
ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττειν καὶ ὧν ἀφεκτέον, καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν ἄδικοι καὶ ὅλως κακοὶ γίνονται· τὸ δ' ἀκούσιον βούλεται λέγεσθαι οὐκ εἴ τις ἀγνοεῖ τὰ συμφέροντα· οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοια αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας, οὐδ' ἡ καθόλου (ψέγονται γὰρ διά γε ταύτην) ἀλλ' ἡ καθ' ἕκαστα, ἐν οἷς καὶ περὶ ἃ ἡ πρᾶξις· ἐν τούτοις γὰρ καὶ ἔλεος καὶ συγγνώμη· ὁ γὰρ τούτων τι ἀγνοῶν ἀκουσίως πράττει.
442Aristoteles, Ethica Nicomachea, 3, 2; 6 (auctor 384BC-322BC)
ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειε μὴ μαινόμενος, δῆλον δ' ὡς οὐδὲ τὸν πράττοντα· πῶς γὰρ ἑαυτόν γε· ὃ δὲ πράττει ἀγνοήσειεν ἄν τις, οἷον † λέγοντές φασιν ἐκπεσεῖν αὐτούς, † ἢ οὐκ εἰδέναι ὅτι ἀπόρρητα ἦν, ὥσπερ Αἰσχύλος τὰ μυστικά, ἢ δεῖξαι βουλόμενος ἀφεῖναι, ὡς ὁ τὸν καταπέλτην.
443Aristoteles, Ethica Nicomachea, 3, 3; 3 (auctor 384BC-322BC)
πρῶτον μὲν γὰρ οὐδὲν ἔτι τῶν ἄλλων ζῴων ἑκουσίως πράξει, οὐδ' οἱ παῖδες· εἶτα πότερον οὐδὲν ἑκουσίως πράττομεν τῶν δι' ἐπιθυμίαν καὶ θυμόν, ἢ τὰ καλὰ μὲν ἑκουσίως τὰ δ' αἰσχρὰ ἀκουσίως· ἢ γελοῖον ἑνός γε αἰτίου ὄντος· ἄτοπον δὲ ἴσως ἀκούσια φάναι ὧν δεῖ ὀρέγεσθαι· δεῖ δὲ καὶ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινῶν, οἷον ὑγιείας καὶ μαθήσεως.
444Aristoteles, Ethica Nicomachea, 3, 4; 9 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ βούλησίς γε, καίπερ σύνεγγυς φαινόμενον· προαίρεσις μὲν γὰρ οὐκ ἔστι τῶν ἀδυνάτων, καὶ εἴ τις φαίη προαιρεῖσθαι, δοκοίη ἂν ἠλίθιος εἶναι· βούλησις δ' ἐστὶ καὶ τῶν ἀδυνάτων, οἷον ἀθανασίας.
445Aristoteles, Ethica Nicomachea, 3, 4; 20 (auctor 384BC-322BC)
ἀλλ' ἆρά γε τὸ προβεβουλευμένον· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας.
446Aristoteles, Ethica Nicomachea, 3, 7; 7 (auctor 384BC-322BC)
ἢ τοῖς γε νῦν εἰρημένοις ἀμφισβητητέον, καὶ τὸν ἄνθρωπον οὐ φατέον ἀρχὴν εἶναι οὐδὲ γεννητὴν τῶν πράξεων ὥσπερ καὶ τέκνων.
447Aristoteles, Ethica Nicomachea, 3, 7; 18 (auctor 384BC-322BC)
εἰ δὲ μὴ ἀγνοῶν τις πράττει ἐξ ὧν ἔσται ἄδικος, ἑκὼν ἄδικος ἂν εἴη, οὐ μὴν ἐάν γε βούληται, ἄδικος ὢν παύσεται καὶ ἔσται δίκαιος.
448Aristoteles, Ethica Nicomachea, 3, 10; 2 (auctor 384BC-322BC)
τοῦτο μὲν οὖν παντὶ φοβερὸν τῷ γε νοῦν ἔχοντι· τὰ δὲ κατ' ἄνθρωπον διαφέρει μεγέθει καὶ τῷ μᾶλλον καὶ ἧττον· ὁμοίως δὲ καὶ τὰ θαρραλέα.
449Aristoteles, Ethica Nicomachea, 3, 11; 16 (auctor 384BC-322BC)
οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν, ὁ δὲ θυμὸς συνεργεῖ αὐτοῖς· τὰ θηρία δὲ διὰ λύπην· διὰ γὰρ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, ἐπεὶ ἐάν γε ἐν ὕλῃ [ἢ ἐν ἕλει] ᾖ, οὐ προσέρχονται.
450Aristoteles, Ethica Nicomachea, 3, 11; 17 (auctor 384BC-322BC)
οὐ δή ἐστιν ἀνδρεῖα διὰ τὸ ὑπ' ἀλγηδόνος καὶ θυμοῦ ἐξελαυνόμενα πρὸς τὸν κίνδυνον ὁρμᾶν, οὐθὲν τῶν δεινῶν προορῶντα, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι εἶεν πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς· καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν.
451Aristoteles, Ethica Nicomachea, 3, 12; 10 (auctor 384BC-322BC)
περὶ μὲν οὖν ἀνδρείας ἐπὶ τοσοῦτον εἰρήσθω· τί δ' ἐστίν, οὐ χαλεπὸν τύπῳ γε περιλαβεῖν ἐκ τῶν εἰρημένων.
452Aristoteles, Ethica Nicomachea, 3, 13; 13 (auctor 384BC-322BC)
φαίνονται δὲ καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ οὐθὲν χρῆσθαι· τῆς γὰρ γεύσεώς ἐστιν ἡ κρίσις τῶν χυμῶν, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ τὰ ὄψα ἀρτύοντες· οὐ πάνυ δὲ χαίρουσι τούτοις, ἢ οὐχ οἵ γε ἀκόλαστοι, ἀλλὰ τῇ ἀπολαύσει, ἣ γίνεται πᾶσα δι' ἁφῆς καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς καὶ τοῖς ἀφροδισίοις λεγομένοις.
453Aristoteles, Ethica Nicomachea, 3, 13; 20 (auctor 384BC-322BC)
οὐ μὴν ἀλλ' ἔχει γέ τι καὶ φυσικόν· ἕτερα γὰρ ἑτέροις ἐστὶν ἡδέα, καὶ ἔνια πᾶσιν ἡδίω τῶν τυχόντων.
454Aristoteles, Ethica Nicomachea, 4, 2; 7 (auctor 384BC-322BC)
οὐδ' ἀμελήσει τῶν ἰδίων, βουλόμενός γε διὰ τούτων τισὶν ἐπαρκεῖν.
455Aristoteles, Ethica Nicomachea, 4, 2; 16 (auctor 384BC-322BC)
οὐ μὴν δώσει γε οἷς οὐ δεῖ οὐδ' ὅτε μὴ δεῖ, οὐδ' ὅσα ἄλλα τοιαῦτα· οὐ γὰρ ἂν ἔτι πράττοι κατὰ τὴν ἐλευθεριότητα, καὶ εἰς ταῦτα ἀναλώσας οὐκ ἂν ἔχοι εἰς ἃ δεῖ ἀναλίσκειν.
456Aristoteles, Ethica Nicomachea, 4, 2; 23 (auctor 384BC-322BC)
καὶ εὐκοινώνητος δ' ἐστὶν ὁ ἐλευθέριος εἰς χρήματα· δύναται γὰρ ἀδικεῖσθαι, μὴ τιμῶν γε τὰ χρήματα, καὶ μᾶλλον ἀχθόμενος εἴ τι δέον μὴ ἀνάλωσεν ἢ λυπούμενος εἰ μὴ δέον τι ἀνάλωσεν, καὶ τῷ Σιμωνίδῃ οὐκ ἀρεσκόμενος.
457Aristoteles, Ethica Nicomachea, 4, 3; 4 (auctor 384BC-322BC)
τὰ μὲν οὖν τῆς ἀσωτίας οὐ πάνυ συνδυάζεται· οὐ γὰρ ῥᾴδιον μηδαμόθεν λαμβάνοντα πᾶσι διδόναι· ταχέως γὰρ ἐπιλείπει ἡ οὐσία τοὺς ἰδιώτας διδόντας, οἵπερ καὶ δοκοῦσιν ἄσωτοι εἶναι· ἐπεὶ ὅ γε τοιοῦτος δόξειεν ἂν οὐ μικρῷ βελτίων εἶναι τοῦ ἀνελευθέρου.
458Aristoteles, Ethica Nicomachea, 4, 3; 20 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις οἷον φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλείπουσι, τῶν δ' ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβάνειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶν (δοκοῦσι γὰρ ἔνιοι ἢ φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή ποτ' ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι· τούτων δὲ καὶ ὁ κυμινοπρίστης καὶ πᾶς ὁ τοιοῦτος· ὠνόμασται δ' ἀπὸ τῆς ὑπερβολῆς τοῦ μηδὲν ἂν δοῦναι) · οἳ δ' αὖ διὰ φόβον ἀπέχονται τῶν ἀλλοτρίων ὡς οὐ ῥᾴδιον αὐτὸν μὲν τὰ ἑτέρων λαμβάνειν, τὰ δ' αὐτοῦ ἑτέρους μή· ἀρέσκει οὖν αὐτοῖς τὸ μήτε λαμβάνειν μήτε διδόναι.
459Aristoteles, Ethica Nicomachea, 4, 7; 12 (auctor 384BC-322BC)
ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει, οὐ μὴν τόν γε μεγαλόψυχον.
460Aristoteles, Ethica Nicomachea, 4, 7; 20 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστι· καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ τῶν σπουδαίων μετρίως ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή, οὐ μὴν ἀλλ' ἀποδέξεταί γε τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν· τῆς δὲ παρὰ τῶν τυχόντων καὶ ἐπὶ μικροῖς πάμπαν ὀλιγωρήσει· οὐ γὰρ τούτων ἄξιος· ὁμοίως δὲ καὶ ἀτιμίας· οὐ γὰρ ἔσται δικαίως περὶ αὐτόν.
461Aristoteles, Ethica Nicomachea, 4, 9; 1 (auctor 384BC-322BC)
τοιοῦτος μὲν οὖν ὁ μεγαλόψυχος· ὁ δ' ἐλλείπων μικρόψυχος, ὁ δ' ὑπερβάλλων χαῦνος. οὐ κακοὶ μὲν οὖν δοκοῦσιν εἶναι οὐδ' οὗτοι (οὐ γὰρ κακοποιοί εἰσιν) , ἡμαρτημένοι δέ. ὁ μὲν γὰρ μικρόψυχος ἄξιος ὢν ἀγαθῶν ἑαυτὸν ἀποστερεῖ ὧν ἄξιός ἐστι, καὶ ἔοικε κακὸν ἔχειν τι ἐκ τοῦ μὴ ἀξιοῦν ἑαυτὸν τῶν ἀγαθῶν, καὶ ἀγνοεῖν δ' ἑαυτόν· ὠρέγετο γὰρ ἂν ὧν ἄξιος ἦν, ἀγαθῶν γε ὄντων.
462Aristoteles, Ethica Nicomachea, 4, 9; 2 (auctor 384BC-322BC)
οὐ μὴν ἠλίθιοί γε οἱ τοιοῦτοι δοκοῦσιν εἶναι, ἀλλὰ μᾶλλον ὀκνηροί.
463Aristoteles, Ethica Nicomachea, 4, 11; 8 (auctor 384BC-322BC)
ἡ δ' ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται (καὶ γὰρ οἷς οὐ δεῖ, καὶ ἐφ' οἷς οὐ δεῖ, καὶ μᾶλλον ἢ δεῖ, καὶ θᾶττον, καὶ πλείω χρόνον) , οὐ μὴν ἅπαντά γε τῷ αὐτῷ ὑπάρχει.
464Aristoteles, Ethica Nicomachea, 4, 11; 22 (auctor 384BC-322BC)
ἀλλὰ τό γε τοσοῦτον δῆλον, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετή, καθ' ἣν οἷς δεῖ ὀργιζόμεθα καὶ ἐφ' οἷς δεῖ καὶ ὡς δεῖ καὶ πάντα τὰ τοιαῦτα, αἱ δ' ὑπερβολαὶ καὶ ἐλλείψεις ψεκταί, καὶ ἐπὶ μικρὸν μὲν γινόμεναι ἠρέμα, ἐπὶ πλέον δὲ μᾶλλον, ἐπὶ πολὺ δὲ σφόδρα.
465Aristoteles, Ethica Nicomachea, 4, 13; 12 (auctor 384BC-322BC)
ὁ γὰρ φιλαλήθης, καὶ ἐν οἷς μὴ διαφέρει ἀληθεύων, ἀληθεύσει καὶ ἐν οἷς διαφέρει ἔτι μᾶλλον· ὡς γὰρ αἰσχρὸν τὸ ψεῦδος εὐλαβήσεται, ὅ γε καὶ καθ' αὑτὸ ηὐλαβεῖτο· ὁ δὲ τοιοῦτος ἐπαινετός.
466Aristoteles, Ethica Nicomachea, 4, 14; 9 (auctor 384BC-322BC)
πότερον οὖν τὸν εὖ σκώπτοντα ὁριστέον τῷ λέγειν μὴ ἀπρεπῆ ἐλευθερίῳ, ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα ἢ καὶ τέρπειν· ἢ καὶ τό γε τοιοῦτον ἀόριστον· ἄλλο γὰρ ἄλλῳ μισητόν τε καὶ ἡδύ.
467Aristoteles, Ethica Nicomachea, 5, 4; 1 (auctor 384BC-322BC)
ζητοῦμεν δέ γε τὴν ἐν μέρει ἀρετῆς δικαιοσύνην· ἔστι γάρ τις, ὡς φαμέν.
468Aristoteles, Ethica Nicomachea, 5, 4; 3 (auctor 384BC-322BC)
σημεῖον δ' ὅτι ἔστιν· κατὰ μὲν γὰρ τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δ' οὐδέν, οἷον ὁ ῥίψας τὴν ἀσπίδα διὰ δειλίαν ἢ κακῶς εἰπὼν διὰ χαλεπότητα ἢ οὐ βοηθήσας χρήμασι δι' ἀνελευθερίαν· ὅταν δὲ πλεονεκτῇ, πολλάκις κατ' οὐδεμίαν τῶν τοιούτων, ἀλλὰ μὴν οὐδὲ κατὰ πάσας, κατὰ πονηρίαν δέ γε τινά (ψέγομεν γάρ) καὶ κατ' ἀδικίαν.
469Aristoteles, Ethica Nicomachea, 5, 7; 14 (auctor 384BC-322BC)
λέγεται γὰρ ὡς ἁπλῶς εἰπεῖν ἐπὶ τοῖς τοιούτοις, κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη, τὸ κέρδος, οἷον τῷ πατάξαντι, καὶ ἡ ζημία τῷ παθόντι· ἀλλ' ὅταν γε μετρηθῇ τὸ πάθος, καλεῖται τὸ μὲν ζημία τὸ δὲ κέρδος.
470Aristoteles, Ethica Nicomachea, 5, 8; 2 (auctor 384BC-322BC)
τὸ δ' ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὔτ' ἐπὶ τὸ νεμητικὸν δίκαιον οὔτ' ἐπὶ τὸ διορθωτικόν – καίτοι βούλονταί γε τοῦτο λέγειν καὶ τὸ Ῥαδαμάνθυος δίκαιον· εἴ κε πάθοι τά τ' ἔρεξε, δίκη κ' ἰθεῖα γένοιτο – πολλαχοῦ γὰρ διαφωνεῖ· οἷον εἰ ἀρχὴν ἔχων ἐπάταξεν, οὐ δεῖ ἀντιπληγῆναι, καὶ εἰ ἄρχοντα ἐπάταξεν, οὐ πληγῆναι μόνον δεῖ ἀλλὰ καὶ κολασθῆναι.
471Aristoteles, Ethica Nicomachea, 5, 10; 14 (auctor 384BC-322BC)
τοῦτο δ' οὐκ ἔστιν οὕτως ἔχον, ἀλλ' ἔστιν ὥς· καίτοι παρά γε τοῖς θεοῖς ἴσως οὐδαμῶς, παρ' ἡμῖν δ' ἔστι μέν τι καὶ φύσει, κινητὸν μέντοι πᾶν, ἀλλ' ὅμως ἐστὶ τὸ μὲν φύσει τὸ δ' οὐ φύσει.
472Aristoteles, Ethica Nicomachea, 5, 12a; 4 (auctor 384BC-322BC)
ἔτι λύεται κατὰ τὸν διορισμὸν τοῦ ἀδικεῖν· οὐδὲν γὰρ παρὰ τὴν αὑτοῦ πάσχει βούλησιν, ὥστε οὐκ ἀδικεῖται διά γε τοῦτο, ἀλλ' εἴπερ, βλάπτεται μόνον.
473Aristoteles, Ethica Nicomachea, 6, 7; 9 (auctor 384BC-322BC)
εἰ δ' ὅτι βέλτιστον ἄνθρωπος τῶν ἄλλων ζῴων, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολὺ θειότερα τὴν φύσιν, οἷον φανερώτατά γε ἐξ ὧν ὁ κόσμος συνέστηκεν.
474Aristoteles, Ethica Nicomachea, 6, 13; 11 (auctor 384BC-322BC)
ὥσπερ γὰρ καὶ τὰ δίκαια λέγομεν πράττοντάς τινας οὔπω δικαίους εἶναι, οἷον τοὺς τὰ ὑπὸ τῶν νόμων τεταγμένα ποιοῦντας ἢ ἄκοντας ἢ δι' ἄγνοιαν ἢ δι' ἕτερόν τι καὶ μὴ δι' αὐτά (καίτοι πράττουσί γε ἃ δεῖ καὶ ὅσα χρὴ τὸν σπουδαῖον) , οὕτως, ὡς ἔοικεν, ἔστι τὸ πῶς ἔχοντα πράττειν ἕκαστα ὥστ' εἶναι ἀγαθόν, λέγω δ' οἷον διὰ προαίρεσιν καὶ αὐτῶν ἕνεκα τῶν πραττομένων.
475Aristoteles, Ethica Nicomachea, 7, 1; 2 (auctor 384BC-322BC)
τὰ δ' ἐναντία τοῖς μὲν δυσὶ δῆλα· τὸ μὲν γὰρ ἀρετὴν τὸ δ' ἐγκράτειαν καλοῦμεν· πρὸς δὲ τὴν θηριότητα μάλιστ' ἂν ἁρμόττοι λέγειν τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἡρωικήν τινα καὶ θείαν, ὥσπερ Ὅμηρος περὶ τοῦ Ἕκτορος πεποίηκε λέγοντα τὸν Πρίαμον ὅτι σφόδρα ἦν ἀγαθός, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο.
476Aristoteles, Ethica Nicomachea, 7, 3; 5 (auctor 384BC-322BC)
ὅτι γὰρ οὐκ οἴεταί γε ὁ ἀκρατευόμενος πρὶν ἐν τῷ πάθει γενέσθαι, φανερόν.
477Aristoteles, Ethica Nicomachea, 7, 3; 10 (auctor 384BC-322BC)
πρὸς δὲ τούτοις δέδεικται πρότερον ὅτι πρακτικός γε ὁ φρόνιμος (τῶν γὰρ ἐσχάτων τις) καὶ τὰς ἄλλας ἔχων ἀρετάς.
478Aristoteles, Ethica Nicomachea, 7, 3; 12 (auctor 384BC-322BC)
ἀλλὰ μὴν δεῖ γε· εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι, φαύλη ἡ κωλύουσα ἕξις μὴ ἀκολουθεῖν, ὥσθ' ἡ ἐγκράτεια οὐ πᾶσα σπουδαία· εἰ δ' ἀσθενεῖς καὶ μὴ φαῦλαι, οὐθὲν σεμνόν, οὐδ' εἰ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα.
479Aristoteles, Ethica Nicomachea, 7, 5; 7 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὕτω διατίθενται οἵ γε ἐν τοῖς πάθεσιν ὄντες· θυμοὶ γὰρ καὶ ἐπιθυμίαι ἀφροδισίων καὶ ἔνια τῶν τοιούτων ἐπιδήλως καὶ τὸ σῶμα μεθιστᾶσιν, ἐνίοις δὲ καὶ μανίας ποιοῦσιν.
480Aristoteles, Ethica Nicomachea, 7, 9; 5 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν κακία ἡ ἀκρασία οὐκ ἔστι, φανερόν (ἀλλὰ πῇ ἴσως) · τὸ μὲν γὰρ παρὰ προαίρεσιν τὸ δὲ κατὰ τὴν προαίρεσίν ἐστιν· οὐ μὴν ἀλλ' ὅμοιόν γε κατὰ τὰς πράξεις, ὥσπερ τὸ Δημοδόκου εἰς Μιλησίους Μιλήσιοι ἀξύνετοι μὲν οὐκ εἰσίν, δρῶσιν δ' οἷάπερ ἀξύνετοι, καὶ οἱ ἀκρατεῖς ἄδικοι μὲν οὐκ εἰσίν, ἀδικήσουσι δέ.
481Aristoteles, Ethica Nicomachea, 7, 9; 9 (auctor 384BC-322BC)
ἄλλος δ' ἐναντίος, ὁ ἐμμενετικὸς καὶ οὐκ ἐκστατικὸς διά γε τὸ πάθος.
482Aristoteles, Ethica Nicomachea, 7, 10; 5 (auctor 384BC-322BC)
ὃ μὲν γὰρ διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει [ὁ ἐγκρατής], ἐπεὶ εὔπειστος, ὅταν τύχῃ, ἔσται ὁ ἐγκρατής· οἳ δὲ οὐχ ὑπὸ λόγου, ἐπεὶ ἐπιθυμίας γε λαμβάνουσι, καὶ ἄγονται πολλοὶ ὑπὸ τῶν ἡδονῶν.
483Aristoteles, Ethica Nicomachea, 7, 13; 10 (auctor 384BC-322BC)
ταύτῃ οὖν φαῦλα ἄμφω, ἀλλ' οὐ φαῦλα κατά γε τοῦτο, ἐπεὶ καὶ τὸ θεωρεῖν ποτὲ βλάπτει πρὸς ὑγίειαν.
484Aristoteles, Ethica Nicomachea, 7, 14; 15 (auctor 384BC-322BC)
περὶ δὲ δὴ τῶν σωματικῶν ἡδονῶν ἐπισκεπτέον τοῖς λέγουσιν ὅτι ἔνιαί γε ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλ' οὐχ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος.
485Aristoteles, Ethica Nicomachea, 8, 16; 4 (auctor 384BC-322BC)
ὁ δ' ἐνδεὴς καὶ ὁ χείρων ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσιν· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν· ἔοικε δ' οὖν ἑκάτερος ὀρθῶς ἀξιοῦν, καὶ δεῖν ἑκατέρῳ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι τιμῆς τῷ δ' ἐνδεεῖ κέρδους· τῆς μὲν γὰρ ἀρετῆς καὶ τῆς εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δ' ἐνδείας ἐπικουρία τὸ κέρδος.
486Aristoteles, Ethica Nicomachea, 9, 2; 16 (auctor 384BC-322BC)
οὐ μὴν διά γε τοῦτο ἀποστατέον, ἀλλ' ὡς ἂν ἐνδέχηται, οὕτω διοριστέον.
487Aristoteles, Ethica Nicomachea, 9, 4; 13 (auctor 384BC-322BC)
ἆρ' οὖν ᾗ τ' ἀρέσκουσιν ἑαυτοῖς καὶ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν· ἐπεὶ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐδενὶ ταῦθ' ὑπάρχει, ἀλλ' οὐδὲ φαίνεται.
488Aristoteles, Ethica Nicomachea, 9, 4; 19 (auctor 384BC-322BC)
εἰ δὲ μὴ οἷόν τε ἅμα λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται ὅτι ἥσθη, καὶ οὐκ ἂν ἐβούλετο ἡδέα ταῦτα γενέσθαι αὑτῷ· μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσιν.
489Aristoteles, Ethica Nicomachea, 9, 5; 1 (auctor 384BC-322BC)
ἡ δ' εὔνοια φιλικῷ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία· γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δ' οὔ.
490Aristoteles, Ethica Nicomachea, 9, 13; 7 (auctor 384BC-322BC)
εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς ἂν εἶχεν· εἰ δ' ὃ μὲν τέρψιν ὃ δὲ κέρδος, καὶ ὃ μὲν ἔχει ὃ δὲ μή, οὐκ ἂν εἴη τὰ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου γε χάριν ταῦτα δώσει.
491Aristoteles, Ethica Nicomachea, 10, 2; 5 (auctor 384BC-322BC)
ἔοικε δὴ οὗτός γε ὁ λόγος τῶν ἀγαθῶν αὐτὴν ἀποφαίνειν, καὶ οὐδὲν μᾶλλον ἑτέρου· πᾶν γὰρ μεθ' ἑτέρου ἀγαθοῦ αἱρετώτερον ἢ μονούμενον.
492Aristoteles, Ethica Nicomachea, 10, 2; 13 (auctor 384BC-322BC)
οὐ γάρ φασιν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· ἀντικεῖσθαι γὰρ καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ – λέγοντες ταῦτα οὐ κακῶς, οὐ μὴν ἐπί γε τῶν εἰρημένων ἀληθεύοντες.
493Aristoteles, Ethica Nicomachea, 10, 2; 33 (auctor 384BC-322BC)
πρὸς δὲ τοὺς προφέροντας τὰς ἐπονειδίστους τῶν ἡδονῶν λέγοι τις ἂν ὅτι οὐκ ἔστι ταῦθ' ἡδέα (οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ἐστίν, οἰητέον αὐτὰ καὶ ἡδέα εἶναι πλὴν τούτοις, καθάπερ οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ ἢ γλυκέα ἢ πικρά, οὐδ' αὖ λευκὰ τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσιν) · ἢ οὕτω λέγοι τις ἄν, ὅτι αἱ μὲν ἡδοναὶ αἱρεταί εἰσιν, οὐ μὴν ἀπό γε τούτων, ὥσπερ καὶ τὸ πλουτεῖν, προδόντι δ' οὔ, καὶ τὸ ὑγιαίνειν, οὐ μὴν ὁτιοῦν φαγόντι· ἢ τῷ εἴδει διαφέρουσιν αἱ ἡδοναί· ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶν τῶν ἀπὸ τῶν αἰσχρῶν, καὶ οὐκ ἔστιν ἡσθῆναι τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον οὐδὲ τὴν τοῦ μουσικοῦ μὴ ὄντα μουσικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
494Aristoteles, Ethica Nicomachea, 10, 4; 5 (auctor 384BC-322BC)
καθ' ἑκάστην δ' αἴσθησιν ὅτι γίνεται ἡδονή, δῆλον (φαμὲν γὰρ ὁράματα καὶ ἀκούσματα εἶναι ἡδέα) · δῆλον δὲ καὶ ὅτι μάλιστα, ἐπειδὰν ἥ τε αἴσθησις ᾖ κρατίστη καὶ πρὸς τοιοῦτον ἐνεργῇ· τοιούτων δ' ὄντων τοῦ τε αἰσθητοῦ καὶ τοῦ αἰσθανομένου, ἀεὶ ἔσται ἡδονὴ ὑπάρχοντός γε τοῦ τε ποιήσοντος καὶ τοῦ πεισομένου.
495Aristoteles, Ethica Nicomachea, 10, 5; 19 (auctor 384BC-322BC)
οὐ μὴν ἔοικέ γε ἡ ἡδονὴ διάνοια εἶναι οὐδ' αἴσθησις (ἄτοπον γάρ) , ἀλλὰ διὰ τὸ μὴ χωρίζεσθαι φαίνεταί τισι ταὐτόν.
496Aristoteles, Ethica Nicomachea, 10, 5; 25 (auctor 384BC-322BC)
διαλλάττουσι δ' οὐ σμικρὸν ἐπί γε τῶν ἀνθρώπων· τὰ γὰρ αὐτὰ τοὺς μὲν τέρπει τοὺς δὲ λυπεῖ, καὶ τοῖς μὲν λυπηρὰ καὶ μισητά ἐστι τοῖς δὲ ἡδέα καὶ φιλητά.
497Aristoteles, Ethica Nicomachea, 10, 7; 10 (auctor 384BC-322BC)
τῶν μὲν οὖν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς ἢ ἐν τοῖς πολεμικοῖς ἡ ἐνέργεια, αἱ δὲ περὶ ταῦτα πράξεις δοκοῦσιν ἄσχολοι εἶναι, αἱ μὲν πολεμικαὶ καὶ παντελῶς (οὐδεὶς γὰρ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδὲ παρασκευάζει πόλεμον· δόξαι γὰρ ἂν παντελῶς μιαιφόνος τις εἶναι, εἰ τοὺς φίλους πολεμίους ποιοῖτο, ἵνα μάχαι καὶ φόνοι γίνοιντο) · ἔστι δὲ καὶ ἡ τοῦ πολιτικοῦ ἄσχολος, καὶ παρ' αὐτὸ τὸ πολιτεύεσθαι περιποιουμένη δυναστείας καὶ τιμὰς ἢ τήν γε εὐδαιμονίαν αὑτῷ καὶ τοῖς πολίταις, ἑτέραν οὖσαν τῆς πολιτικῆς, ἣν καὶ ζητοῦμεν δῆλον ὡς ἑτέραν οὖσαν.
498Aristoteles, Ethica Nicomachea, 10, 8; 10 (auctor 384BC-322BC)
τῷ δὲ θεωροῦντι οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία, ἀλλ' ὡς εἰπεῖν καὶ ἐμπόδιά ἐστι πρός γε τὴν θεωρίαν· ᾗ δ' ἄνθρωπός ἐστι καὶ πλείοσι συζῇ, αἱρεῖται τὰ κατὰ τὴν ἀρετὴν πράττειν· δεήσεται οὖν τῶν τοιούτων πρὸς τὸ ἀνθρωπεύεσθαι.
499Aristoteles, Ethica Nicomachea, 10, 8; 14 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ζῆν γε πάντες ὑπειλήφασιν αὐτοὺς καὶ ἐνεργεῖν ἄρα· οὐ γὰρ δὴ καθεύδειν ὥσπερ τὸν Ἐνδυμίωνα.
500Aristoteles, Ethica Nicomachea, 10, 9; 2 (auctor 384BC-322BC)
οὐ μὴν οἰητέον γε πολλῶν καὶ μεγάλων δεήσεσθαι τὸν εὐδαιμονήσοντα, εἰ μὴ ἐνδέχεται ἄνευ τῶν ἐκτὸς ἀγαθῶν μακάριον εἶναι· οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τὸ αὔταρκες οὐδ' ἡ πρᾶξις, δυνατὸν δὲ καὶ μὴ ἄρχοντα γῆς καὶ θαλάττης πράττειν τὰ καλά· καὶ γὰρ ἀπὸ μετρίων δύναιτ' ἄν τις πράττειν κατὰ τὴν ἀρετήν (τοῦτο δ' ἔστιν ἰδεῖν ἐναργῶς· οἱ γὰρ ἰδιῶται τῶν δυναστῶν οὐχ ἧττον δοκοῦσι τὰ ἐπιεικῆ πράττειν, ἀλλὰ καὶ μᾶλλον) · ἱκανὸν δὲ τοσαῦθ' ὑπάρχειν· ἔσται γὰρ ὁ βίος εὐδαίμων τοῦ κατὰ τὴν ἀρετὴν ἐνεργοῦντος.