'δέρμα' - search in All Authors, Showing 1 to 130 of 130 hits

1Anonymi, Ars Bobiensis, p. 34, l. 3 (auctor c.450)
haec armilla τὸ ψέλιον, aqua, arbor, auris, auricula, ales, ascia σκέπαρνον, area τὸ ἁλώνιον, alga βρύον, amfora τὸ κεράμιον, beta σεῦτλον, caro κρέας, cena, cucumis σικύδιν, cloaca ἀποχυτήριον, cutis τὸ δέρμα τοῦ ἀνθρώπου, caluaria κρανίον, cepa κρόμυον, creta κρητάριν (λευκόγειον), culina μαγειρεῖον, caliga τὸ σανδάλιν, calda, frons, figura, ficus, fera, foris, fabula, farina ἄλευρον, facula, frigida, gens, hasta, lacrima, lux, lima τὸ ῥινίον, moles μέγεθος, magnitudo, indiciua μήνυτρον, indoles λῆμα (εὐγένεια), merx φορτίον, mandela τὸ μαππίον, haec menta ἡδύοσμον, mensura τὸ μέτρον, mica ψιχίον, natio, nouacla ξυράφιον, ouis πρόβατον, pinna, palus τὸ ἕλος, palea ἄχυρον, pistrilla ἀρτοκόπιον, papula ψυδράκιον, polenta ἄλφιτα, planta, pituita φλέγμα, palpebra βλέφαρον, res, restis, rosa, ruta πήγανον, sagitta, sponda ἐνήλατον, senectus, terebra τρύπανον, taberna, unda νᾶμα, uiriola κλανίον, uilla ἐποίκιον, uitta, ueruella τὸ προβάτιον (et hic ueruex) {haec penis τὸ αἰδοῖον: Sallustius manu pene bona patriae lacerauerant }.
2Aristoteles, De anima, 2, II 8; 24 (auctor 384BC-322BC)
Ὅταν δέ τοῦτο συμβῇ, οὐκ ἀκούει· οὐδ’ ἂν ἡ μῆνιγξ κάμῃ, ὥσπερ τό ἐπί τῇ κόρῃ δέρμα ὅταν κάμῃ.
3Aristoteles, De anima, 3, III 1; 10 (auctor 384BC-322BC)
Πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπό τῶν μή ἀτελῶν μηδέ πεπηρωμένων· φαίνεται γάρ καί ἡ σπάλαξ ὑπό τό δέρμα ἔχουσα ὀφθαλμούς.
4Aristoteles, De generatione animalium, 1, 12; 3 (auctor 384BC-322BC)
διόπερ ὅσοις ἐν φανερῷ εἰσιν οἱ ὄρχεις ἔχουσι σκέπην δερματικὴν τὴν καλουμένην ὀσχέαν· ὅσοις δ' ἡ τοῦ δέρματος φύσις ὑπεναντιοῦται διὰ σκληρότητα πρὸς τὸ μὴ περιληπτικὴν εἶναι μηδὲ μαλθακὴν [καὶ δερματικήν], οἷον τοῖς τ' ἰχθυῶδες ἔχουσι τὸ δέρμα καὶ τοῖς φολιδωτόν, τούτοις δ' ἀναγκαῖον ἐντὸς ἔχειν.
5Aristoteles, De generatione animalium, 1, 12; 5 (auctor 384BC-322BC)
καὶ τὸ τῶν ὀρνίθων δὲ δέρμα σκληρὸν ὥστε κατὰ μέγεθος ἀσύμμετρον εἶναι περιλαβεῖν, καὶ ταύτην αἰτίαν εἶναι πᾶσι τούτοις πρὸς ταῖς εἰρημέναις πρότερον ἐκ τῶν περὶ τὰς ὀχείας συμβαινόντων ἀναγκαίων.
6Aristoteles, De generatione animalium, 1, 12; 6 (auctor 384BC-322BC)
διὰ τὴν αὐτὴν δ' αἰτίαν καὶ ὁ ἐλέφας καὶ ὁ ἐχῖνος ἔχουσιν ἐντὸς τοὺς ὄρχεις· οὐδὲ γὰρ τούτοις εὐφυὲς τὸ δέρμα πρὸς τὸ χωριστὸν ἔχειν τὸ σκεπαστικὸν μόριον.
7Aristoteles, De generatione animalium, 2, 3; 26 (auctor 384BC-322BC)
[[Τοῖς δ' ὑγροῖς μὲν σωματώδεσι δὲ θερμαινομένοις περιίσταται-καθάπερ καὶ ἐν τοῖς ἑψήμασι ψυχομένοις-τὸ περίξηρον. πάντα δὲ τὰ σώματα συνέχει τὸ γλίσχρον· ὅπερ καὶ προϊοῦσι καὶ μείζοσι γιγνομένοις ἡ τοῦ νεύρου λαμβάνει φύσις ἥπερ συνέχει τὰ μόρια τῶν ζῴων, ἐν μὲν τοῖς οὖσα νεῦρον ἐν δὲ τοῖς τὸ ἀνάλογον. τῆς δ' αὐτῆς μορφῆς ἐστι καὶ δέρμα καὶ φλὲψ καὶ ὑμὴν καὶ πᾶν τὸ τοιοῦτον γένος· διαφέρει γὰρ ταῦτα τῷ μᾶλλον καὶ ἧττον καὶ ὅλως ὑπεροχῇ καὶ ἐλλείψει.]]
8Aristoteles, De generatione animalium, 2, 6; 45 (auctor 384BC-322BC)
Τὸ δὲ δέρμα ξηραινομένης τῆς σαρκὸς γίγνεται καθάπερ ἐπὶ τοῖς ἑψήμασιν ἡ καλουμένη γραῦς.
9Aristoteles, De generatione animalium, 5, 1; 54 (auctor 384BC-322BC)
Οὐ μόνον δὲ τὰ εἰρημένα αἴτια τοῦ ἀμβλὺ ἢ ὀξὺ ὁρᾶν ἀλλὰ καὶ ἡ τοῦ δέρματος φύσις τοῦ ἐπὶ τῇ κόρῃ καλουμένῃ· δεῖ γὰρ αὐτὸ διαφανὲς εἶναι, τοιοῦτον δ' ἀναγκαῖον εἶναι τὸ λεπτὸν καὶ λευκὸν καὶ ὁμαλόν-λεπτὸν μὲν ὅπως ἡ θύραθεν εὐθυπορῇ κίνησις, ὁμαλὸν δ' ὅπως μὴ ἐπισκιάζῃ ῥυτιδούμενον (καὶ γὰρ διὰ τοῦθ' οἱ γέροντες οὐκ ὀξὺ ὁρῶσιν· ὥσπερ γὰρ καὶ τὸ ἄλλο δέρμα καὶ τὸ τοῦ ὄμματος ῥυτιδοῦταί τε καὶ παχύτερον γίγνεται γηράσκουσιν), λευκὸν δὲ διὰ τὸ τὸ μέλαν μὴ εἶναι διαφανές· αὐτὸ γὰρ τοῦτ' ἔστι τὸ μέλαν, τὸ μὴ διαφαινόμενον.
10Aristoteles, De generatione animalium, 5, 1; 65 (auctor 384BC-322BC)
ὥστ' εἴ τι τῶν ζῴων ἔχει μὲν προβολὴν τοῦ ὄμματος πολλήν, τὸ δ' ἐν τῇ κόρῃ ὑγρὸν μὴ καθαρὸν μηδὲ σύμμετρον τῇ κινήσει τῇ θύραθεν μηδὲ τὸ ἐπιπολῆς δέρμα λεπτόν, τοῦτο περὶ μὲν τὰς διαφορὰς οὐκ ἀκριβώσει τῶν χρωμάτων, πόρρωθεν δ' ἔσται ὁρατικὸν [ὥσπερ εἰ καὶ ἐγγύθεν] μᾶλλον τῶν τὸ μὲν ὑγρὸν καθαρὸν ἐχόντων καὶ τὸ σκέπασμα αὐτοῦ, μὴ ἐχόντων δ' ἐπισκύνιον πρὸ τῶν ὀμμάτων μηθέν.
11Aristoteles, De generatione animalium, 5, 3; 10 (auctor 384BC-322BC)
Παχύτητος μὲν οὖν καὶ λεπτότητος αἴτιόν ἐστι μάλιστα τὸ δέρμα· τοῖς μὲν γὰρ παχὺ τοῖς δὲ λεπτὸν καὶ τοῖς μὲν μανὸν τοῖς δὲ πυκνόν ἐστιν.
12Aristoteles, De generatione animalium, 5, 3; 14 (auctor 384BC-322BC)
ἂν μὲν οὖν ᾖ τὸ δέρμα μανότερον καὶ παχύτερον, παχεῖαι διά τε τὸ πλῆθος τοῦ γεώδους καὶ διὰ τὸ μέγεθος τῶν πόρων εἰσίν· ἂν δὲ πυκνότερον, λεπταὶ διὰ τὴν στενότητα τῶν πόρων.
13Aristoteles, De generatione animalium, 5, 3; 37 (auctor 384BC-322BC)
ἡ γὰρ ψυχρότης σκληρύνει διὰ τὸ ξηραίνειν πηγνύουσα· ἐκθλιβομένου γὰρ τοῦ θερμοῦ συνεξατμίζει τὸ ὑγρὸν καὶ γίγνονται καὶ αἱ τρίχες καὶ τὸ δέρμα γεῶδες καὶ σκληρόν.
14Aristoteles, De generatione animalium, 5, 3; 55 (auctor 384BC-322BC)
ὥστ' ἄν τις ἀναλογίσηται ὅτι αὐτός τε ὀλιγόθερμος ὁ ἐγκέφαλος, ἔτι δ' ἀναγκαῖον τὸ πέριξ δέρμα τοιοῦτον εἶναι μᾶλλον, καὶ τούτου τὴν τῶν τριχῶν φύσιν ὅσῳ πλεῖστον ἀφέστηκεν, εὐλόγως ἂν δόξειε τοῖς σπερματικοῖς περὶ ταύτην τὴν ἡλικίαν συμβαίνειν φαλακροῦσθαι.
15Aristoteles, De generatione animalium, 5, 5; 13 (auctor 384BC-322BC)
αἴτιον δὲ τῶν χρωμάτων τὸ δέρμα τοῖς ἄλλοις· τῶν μὲν γὰρ λευκῶν λευκὸν τὸ δέρμα, τῶν δὲ μελάνων μέλαν, τῶν δὲ ποικίλων καὶ γιγνομένων ἐκ συμμίξεως τῇ μὲν λευκὸν τῇ δὲ μέλαν φαίνεται ὄν.
16Aristoteles, De generatione animalium, 5, 5; 14 (auctor 384BC-322BC)
ἐπὶ δὲ τῶν ἀνθρώπων οὐθὲν αἴτιον τὸ δέρμα· καὶ γὰρ οἱ λευκοὶ σφόδρα μελαίνας ἔχουσιν.
17Aristoteles, De generatione animalium, 5, 5; 15 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι λεπτότατον πάντων δέρμα ὁ ἄνθρωπος ἔχει ὡς κατὰ μέγεθος, διόπερ οὐθὲν ἰσχύει πρὸς τὴν τῶν τριχῶν μεταβολήν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τὸ δέρμα καὶ μεταβάλλει αὐτὸ τὴν χρόαν καὶ γίγνεται ὑπὸ ἡλίων καὶ πνευμάτων μελάντερον· αἱ δὲ τρίχες οὐθὲν συμμεταβάλλουσιν.
18Aristoteles, De generatione animalium, 5, 5; 16 (auctor 384BC-322BC)
ἐν δὲ τοῖς ἄλλοις τὸ δέρμα χώρας ἔχει δύναμιν διὰ τὸ πάχος· διὸ αἱ μὲν τρίχες κατὰ τὸ δέρμα μεταβάλλουσι, τὰ δὲ δέρματα οὐθὲν κατὰ τὰ πνεύματα καὶ τὸν ἥλιον.
19Aristoteles, De generatione animalium, 5, 6; 15 (auctor 384BC-322BC)
τὴν δὲ γλῶτταν δεῖ ὑπολαβεῖν ὥσπερ ἓν μόριον τῶν ἐξωτερικῶν εἶναι, μὴ ὅτι ἐν τῷ στόματι σκεπάζεται, ἀλλ' οἷον χεῖρα ἢ πόδα· ὥστ' ἐπεὶ τῶν ποικίλων τὸ δέρμα οὐ μονόχρων, καὶ τοῦ ἐπὶ τῇ γλώττῃ δέρματος τοῦτ' αἴτιον.
20Aristoteles, De partibus animalium, 2, 8, 3; 4 (auctor 384BC-322BC)
Κατὰ δὲ τὴν αἴσθησιν φανερὸν πάντα τἆλλα τούτου χάριν ὄντα, λέγω δ´ οἷον ὀστᾶ καὶ δέρμα καὶ νεῦρα καὶ φλέβες, ἔτι δὲ τρίχες καὶ τὸ τῶν ὀνύχων γένος, καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν.
21Aristoteles, De partibus animalium, 2, 9, 11; 22 (auctor 384BC-322BC)
Τὰ δὲ καλούμενα σελάχη χονδράκανθα τὴν φύσιν ἐστίν· ὑγροτέραν τε γὰρ ἀναγκαῖον αὐτῶν εἶναι τὴν κίνησιν, ὥστε δεῖ καὶ τὴν τῶν ἐρεισμάτων μὴ κραῦρον εἶναι ἀλλὰ μαλακωτέραν, καὶ τὸ γεῶδες εἰς τὸ δέρμα πᾶν ἀνήλωκεν ἡ φύσις· ἅμα δὲ τὴν αὐτὴν ὑπεροχὴν εἰς πολλοὺς τόπους ἀδυνατεῖ διανέμειν ἡ φύσις.
22Aristoteles, De partibus animalium, 2, 13, 2; 4 (auctor 384BC-322BC)
Τοῦ μὲν οὖν εὖ ἕνεκα λεπτὸν τὸ δέρμα τὸ περὶ τὴν κόρην ἐστί, τῆς δὲ σωτηρίας χάριν τὰ βλέφαρα· καὶ διὰ τοῦτο σκαρδαμύσσει τε πάντα καὶ μάλιστ´ ἄνθρωπος, πάντα μὲν ὅπως τὰ προσπίπτοντα τοῖς βλεφάροις κωλύωσι (καὶ τοῦτο οὐκ ἐκ προαιρέσεως, ἀλλ´ ἡ φύσις ἐποίησε), πλειστάκις δ´ ὁ ἄνθρωπος διὰ τὸ λεπτοδερμότατος εἶναι.
23Aristoteles, De partibus animalium, 2, 15, 2; 2 (auctor 384BC-322BC)
Εἰσὶ δ´ αἱ μὲν ὀφρύες ἐπὶ συνθέσει ὀστῶν, διὸ καὶ δασύνονται πολλοῖς ἀπογηράσκουσιν οὕτως ὥστε δεῖσθαι κουρᾶς, αἱ δὲ βλεφαρίδες ἐπὶ πέρατι φλεβίων· ᾗ γὰρ τὸ δέρμα περαίνει, καὶ τὰ φλέβια πέρας ἔχει τοῦ μήκους.
24Aristoteles, De partibus animalium, 3, 3, 7; 21 (auctor 384BC-322BC)
Ταύτην δ´ οὐκ ἔχουσιν ἅπαντα τὰ ζῳοτοκοῦντα, ἀλλ´ ὅσα πλεύμονα ἔχει καὶ τὸ δέρμα τριχωτόν, καὶ μὴ φολιδωτὰ μηδὲ πτερωτὰ πέφυκεν.
25Aristoteles, De partibus animalium, 3, 3, 10; 25 (auctor 384BC-322BC)
Οὐκ ἔχει δὲ τὰ λεχθέντα ζῷα τὴν ἐπιγλωττίδα διὰ τὸ ξηρὰς εἶναι τὰς σάρκας αὐτῶν καὶ τὸ δέρμα σκληρόν, ὥστ´ οὐκ ἂν εὐκίνητον ἦν τὸ τοιοῦτον μόριον αὐτοῖς ἐκ τοιαύτης σαρκὸς καὶ ἐκ τοιούτου δέρματος συνεστηκός, ἀλλ´ αὐτῆς τῆς ἀρτηρίας τῶν ἐσχάτων θᾶσσον ἐγίνετ´ ἂν ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος, ἣν ἔχουσι τὰ τριχωτά.
26Aristoteles, De partibus animalium, 4, 13, 14; 45 (auctor 384BC-322BC)
Τὸ δὲ δέρμα οἱ μὲν λεπιδωτὸν ἔχουσιν αὐτῶν (ἡ δὲ λεπὶς διὰ λαμπρότητα καὶ λεπτότητα τοῦ σώματος ἀφίσταται), οἱ δὲ τραχύ, οἷον ῥίνη καὶ βάτος καὶ τὰ τοιαῦτα· ἐλάχιστα δὲ τὰ λεῖα.
27Aristoteles, De partibus animalium, 4, 13, 14; 46 (auctor 384BC-322BC)
Τὰ δὲ σελάχη ἀλεπίδωτα μὲν τραχέα δ´ ἐστὶ διὰ τὸ χονδράκανθα εἶναι· τὸ γὰρ γεῶδες ἐκεῖθεν ἡ φύσις εἰς τὸ δέρμα κατανήλωκεν.
28Aristoteles, Historia animalium, 1, I 1; 15 (auctor 384BC-322BC)
Ἔστι δέ τῶν ὁμοιομερῶν τά μέν μαλακά καί ὑγρά, τά δέ ξηρά καί στερεά, ὑγρά μέν, ἢ ὅλως ἢ ἕως ἂν ᾖ ἐν τῇ φύσει, οἷον αἷμα, ἰχώρ, πιμελή, στέαρ, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι, σάρξ τε καί τά τούτοις ἀνάλογον, ἔτι ἄλλον τρόπον τά περιττώματα, οἷον φλέγμα, καί τά ὑποστήματα τῆς κοιλίας καί κύστεως· ξηρά δέ καί στερεά οἷον νεῦρον, δέρμα, φλέψ, θρίξ, ὀστοῦν, χόνδρος, ὄνυξ, κέρας (ὁμώνυμον γάρ πρός τό γένος, ὅταν τῷ σχήματι καί τό ὅλον λέγηται κέρας), ἔτι ὅσα ἀνάλογον τούτοις.
29Aristoteles, Historia animalium, 1, I 13; 3 (auctor 384BC-322BC)
Τοῦ δέ θήλεος ἴδιον μέρος ὑστέρα, καί τοῦ ἄρρενος αἰδοῖον, ἔξωθεν ἐπί τῷ τέλει τοῦ θώρακος, διμερές, τό μέν ἄκρον σαρκῶδες καί λεῖον ὡς εἰπεῖν ἴσον, ὃ καλεῖται βάλανος, τό δέ περί αὐτήν ἀνώνυμον δέρμα, ὃ ἐάν διακοπῇ, οὐ συμφύεται, οὐδέ γνάθος οὐδέ βλεφαρίς.
30Aristoteles, Historia animalium, 1, I 13; 7 (auctor 384BC-322BC)
Τό δέ πέριξ δέρμα, ὃ καλεῖται ὄσχεος.
31Aristoteles, Historia animalium, 2, II 10; 7 (auctor 384BC-322BC)
Οἱ δέ κροκόδειλοι οἱ ποτάμιοι ἔχουσιν ὀφθαλμούς μέν ὑός, ὀδόντας δέ μεγάλους καί χαυλιόδοντας καί ὄνυχας ἰσχυρούς καί δέρμα ἄρρηκτον φολιδωτόν· βλέπουσι δ’ ἐν μέν τῷ ὕδατι φαύλως, ἔξω δ’ ὀξύτατον.
32Aristoteles, Historia animalium, 2, II 17; 57 (auctor 384BC-322BC)
Οἱ μέν γάρ ἔχουσι πρό τῆς κοιλίας πρόλοβον, οἷον ἀλεκτρυών, φάττα, περιστερά, πέρδιξ· ἔστι δ’ ὁ πρόλοβος δέρμα κοῖλον καί μέγα, ἐν ᾧ ἡ τροφή πρώτη εἰσιοῦσα ἄπεπτός ἐστιν.
33Aristoteles, Historia animalium, 2, II 17; 59 (auctor 384BC-322BC)
Τήν δέ κοιλίαν σαρκώδη καί στιφράν οἱ πλεῖστοι ἔχουσι, καί ἔσωθεν δέρμα ἰσχυρόν ἀφαιρούμενον ἀπό τοῦ σαρκώδους.
34Aristoteles, Historia animalium, 3, III 2; 1 (auctor 384BC-322BC)
Τῶν δ’ ὁμοιομερῶν κοινότατον μέν ἐστι τό αἷμα πᾶσι τοῖς ἐναίμοις ζῴοις καί τό μόριον ἐν ᾧ πέφυκεν ἐγγίνεσθαι (τοῦτο δέ καλεῖται φλέψ), ἔπειτα δέ τό ἀνάλογον τούτοις, ἰχώρ καί ἶνες, καί ὃ μάλιστα δή ἐστι τό σῶμα τῶν ζῴων, ἡ σάρξ καί τό τούτῳ ἀνάλογον ἐν ἑκάστῳ μόριον, ἔτι ὀστοῦν καί τό ἀνάλογον τούτῳ, οἷον ἄκανθα καί χόνδρος· ἔτι δέ δέρμα, ὑμήν, νεῦρα, τρίχες, ὄνυχες, καί τά ὁμολογούμενα τούτοις· πρός δέ τούτοις πιμελή, στέαρ καί τά περιττώματα· ταῦτα δ’ ἐστί κόπρος, φλέγμα, χολή ξανθή καί μέλαινα.
35Aristoteles, Historia animalium, 3, III 2; 19 (auctor 384BC-322BC)
Καί φαίνονται παρά τε τήν σπληνῖτιν καί τήν ἡπατῖτιν ἕτεραι ὀλίγον ἐλάττους, ἃς ἀποσχῶσιν, ὅταν τι ὑπό τό δέρμα λυπῇ· ἂν δέ τι περί τήν κοιλίαν, τήν ἡπατῖτιν καί τήν σπληνῖτιν.
36Aristoteles, Historia animalium, 3, III 2; 22 (auctor 384BC-322BC)
Ἕτεραι δ’ ὑπό τό δέρμα καί διά τῆς σαρκός τείνουσιν εἰς τούς νεφρούς, καί τελευτῶσιν εἰς τούς ὄρχεις τοῖς ἀνδράσι, ταῖς δέ γυναιξίν εἰς τάς ὑστέρας.
37Aristoteles, Historia animalium, 3, III 9; 7 (auctor 384BC-322BC)
Διόπερ τῶν μελάνων ἀνθρώπων, ὥσπερ Αἰθιόπων καί τῶν τοιούτων, οἱ μέν ὀδόντες λευκοί καί τά ὀστᾶ, οἱ δ’ ὄνυχες μέλανες, ὥσ περ καί τό πᾶν δέρμα.
38Aristoteles, Historia animalium, 3, III 10; 3 (auctor 384BC-322BC)
Τά δέ πάχη τῶν τριχῶν καί αἱ λεπτότητες καί τά μεγέθη διαφέρουσι κατά τούς τόπους, ἐν οἷς ἂν ὦσι τῶν μερῶν, καί ὁποῖον ἂν ᾖ τό δέρμα· ὡς γάρ ἐπί τό πολύ ἐν τοῖς παχυτέροις δέρμασι σκληρότεραι αἱ τρίχες καί παχύτεραι, πλείους δέ καί μακρότεραι ἐν τοῖς κοιλοτέροις καί ὑγροτέροις, ἄνπερ ὁ τόπος ᾖ τοιοῦτος οἷος ἔχειν τρίχας.
39Aristoteles, Historia animalium, 3, III 11; 4 (auctor 384BC-322BC)
Δέρμα δέ πάντων λεπτότατον ἄνθρωπος ἔχει κατά λόγον τοῦ μεγέθους.
40Aristoteles, Historia animalium, 3, III 11; 6 (auctor 384BC-322BC)
Ἀναίσθητον δέ τό δέρμα τεμνόμενόν ἐστι καθ’ αὑτό· μάλιστα δέ τοιοῦτον τό ἐν τῇ κεφαλῇ, διά τό τό μεταξύ ἀσαρκότατον εἶναι πρός τό ὀστοῦν.
41Aristoteles, Historia animalium, 3, III 11; 7 (auctor 384BC-322BC)
Ὅπου δ’ ἂν ᾖ καθ’ αὑτό δέρμα, ἂν διακοπῇ, οὐ συμφύεται, οἷον γνάθου τό λεπτόν καί ἀκροποσθία καί βλεφαρίς.
42Aristoteles, Historia animalium, 3, III 11; 8 (auctor 384BC-322BC)
Τῶν συνεχῶν δέ τό δέρμα ἐν ἅπασι τοῖς ζῴοις, καί ταύτῃ διαλείπει ᾗ καί οἱ κατά φύσιν πόροι ἐξικμάζονται, καί κατά τό στόμα καί ὄνυχας.
43Aristoteles, Historia animalium, 3, III 11; 9 (auctor 384BC-322BC)
Δέρμα μέν οὖν πάντ’ ἔχει τά ἔναιμα ζῷα, τρίχας δ’ οὐ πάντα, ἀλλ’ ὥσπερ εἴρηται πρότερον.
44Aristoteles, Historia animalium, 4, IV 1; 32 (auctor 384BC-322BC)
Ἔστι δ’ αὐτοῦ ἡ σάρξ σχιστή, οὐκ εἰς εὐθύ μέν τοι ἀλλά κύκλῳ· δέρμα δ’ ἔχουσι πάντα τά μαλάκια περί ταύτην.
45Aristoteles, Historia animalium, 4, IV 5; 16 (auctor 384BC-322BC)
Κατά μέν οὖν τήν ἀρχήν καί τελευτήν συνεχές τό σῶμα τοῦ ἐχίνου ἐστί, κατά δέ τήν ἐπιφάνειαν οὐ συνεχές ἀλλ’ ὅμοιον λαμπτῆρι μή ἔχοντι τό κύκλῳ δέρμα.
46Aristoteles, Historia animalium, 4, IV 7; 23 (auctor 384BC-322BC)
Δέρμα δ’ ἔχουσι μέν, πάμπαν δέ τοῦτο λεπτόν.
47Aristoteles, Historia animalium, 5, V 28; 6 (auctor 384BC-322BC)
Ὅταν δέ πεφθῶσιν, ἐκδύνουσιν ἐκ τοῦ γεοειδοῦς τοῦ περιέχοντος ἀκρίδες μικραί καί μέλαιναι· εἶτα περιρρήγνυται αὐταῖς τό δέρμα, καί γίνονται εὐθύς μείζους.
48Aristoteles, Historia animalium, 6, VI 18; 5 (auctor 384BC-322BC)
Οἵ τε γάρ ἵπποι δάκνουσι τούς ἵππους καί καταβάλλουσι καί διώκουσι τούς ἱππέας, καί οἱ ὕες οἱ ἄγριοι χαλεπώτατοι, καίπερ ἀσθενέστατοι περί τόν καιρόν τοῦτον ὄντες, διά τήν ὀχείαν, καί πρός ἀλλήλους μέν ποιοῦνται μάχας θαυμαστάς, θωρακίζοντες ἑαυτούς καί ποιοῦντες τό δέρμα ὡς παχύτατον ἐκ παρασκευῆς, πρός τά δένδρα τρίβοντες καί τῷ πηλῷ μολύνοντες πολλάκις καί ξηραίνοντες ἑαυτούς· μάχονται δέ πρός ἀλλήλους, ἐξελαύνοντες ἐκ τῶν συοφορβίων, οὕτω σφοδρῶς ὥστε πολλάκις ἀμφότεροι ἀποθνήσκουσιν.
49Aristoteles, Historia animalium, 6, VI 25; 1 (auctor 384BC-322BC)
Τά δέ νέα καί τά παλαιά τετράποδα διαγινώσκουσιν οἱ περί τάς θεραπείας ὄντες αὐτῶν· ἐάν μέν ἀπό τῆς γνάθου τό δέρμα ἐφελκόμενον ταχύ ἐπίῃ, νέον τό τετράπουν, ἐάν δέ πολύν χρόνον μένῃ ἐρρυτιδωμένον, παλαιόν.
50Aristoteles, Historia animalium, 8, VIII 7; 2 (auctor 384BC-322BC)
Οἱ δέ βόες εἰσί μέν καί καρποφάγοι καί ποηφάγοι, πιαίνονται δέ τοῖς τε φυσητικοῖς, οἷον ὀρόβοις καί κυάμοις ἐρηριγμένοις καί χλόῃ κυάμων, καί ἐάν τις τό δέρμα ἐντεμών φυσήσῃ καί μετά ταῦτα παράσχῃ τήν τροφήν τοῖς πρεσβυτέροις, ἔτι δέ κριθαῖς καί ἁπλῶς καί ἐπτισμέναις, καί τοῖς γλυκέσιν, οἷον σύκοις καί ἀσταφίσι καί οἴνῳ καί τοῖς φύλλοις τῆς πτελέας· μάλιστα δ’ οἱ ἥλιοι καί τά λουτρά τά θερμά.
51Aristoteles, Historia animalium, 8, VIII 17; 10 (auctor 384BC-322BC)
Τῶν δέ φωλούντων ἔνιοι τό καλούμενον γῆρας ἐκδύνουσιν· ἔστι δέ τοῦτο τό ἔσχατον δέρμα καί τό περί τάς γενέσεις κέλυφος.
52Aristoteles, Historia animalium, 8, VIII 17; 11 (auctor 384BC-322BC)
Τῶν μέν οὖν πεζῶν καί ζῳοτόκων περί τῆς ἄρκτου ἀμφισβητεῖται ἡ αἰτία τῆς φωλείας, καθάπερ ἐλέχθη πρότερον· τά δέ φολιδωτά φωλεῖ μέν σχεδόν τά πλεῖστα, ἐκδύνει δέ τό γῆρας ὅσων τό δέρμα μαλακόν μή ὀστρακῶδες ὥσπερ τῆς χελώνης (καί γάρ ἡ χελώνη τῶν φολιδωτῶν ἐστί καί ὁ ἐμύς), ἀλλ’ οἷον ἀσκαλαβώτης τε καί σαῦρος καί μάλιστα πάντων οἱ ὄφεις· ἐκδύνουσι γάρ καί τοῦ ἔαρος, ὅταν ἐξίωσι, καί τοῦ μετοπώρου πάλιν.
53Aristoteles, Historia animalium, 9, IX 45; 3 (auctor 384BC-322BC)
Τό δέ δέρμα αὐτοῦ κατέχει εἰς ἑπτάκλινον ἀποταθέν.
54Aristoteles, Historia animalium, 9, IX 45; 11 (auctor 384BC-322BC)
Δέρμα δ’ ἔχει πρός τάς πληγάς ἰσχυρόν.
55Aristoteles, Meteorologica, 4, IV 10; 2 (auctor 384BC-322BC)
Λέγω δ’ ὁμοιομερῆ τά τε μεταλλευόμενα, οἷον χρυσόν, χαλκόν, ἄργυρον, καττίτερον, σίδηρον, λίθον καί τἆλλα τά τοιαῦτα, καί ὅσα ἐκ τούτων γίγνεται ἐκκρινόμενα, καί τά ἐν τοῖς ζῴοις καί φυτοῖς, οἷον σάρκες, ὀστᾶ, νεῦρον, δέρμα, σπλάγχνον, τρίχες, ἶνες, φλέβες, ἐξ ὧν ἤδη συνέστηκε τά ἀνομοιομερῆ, οἷον πρόσωπον, χείρ, πούς καί τἆλλα τά τοιαῦτα, καί ἐν φυτοῖς ξύλον, φλοιός, φύλλον, ῥίζα, καί ὅσα τοιαῦτα.
56Aristoteles, Problemata, 2, 32; 2 (auctor 384BC-322BC)
Ἢ τὸ μὲν πολὺ ἐκ πρώτης ξηρὰν λαμβάνον τὴν ἐπιπολῆς σάρκα καὶ δέρμα καίει καὶ ὀστρακοῖ, γενομένη δὲ τοιαύτη τέγγει τοὺς ἱδρῶτας.
57Aristoteles, Problemata, 5, 14; 4 (auctor 384BC-322BC)
Τὸ δὲ δέρμα ἐστὶ φύσει ἔχον τάσιν· ἀλλὰ διὰ τὸ πιαίνεσθαι τάχιστα ἀεί τινα ἔχει πιότητα, ἐὰν μὴ κάμνῃ τινὰ νόσον.
58Aristoteles, Problemata, 8, 12; 1 (auctor 384BC-322BC)
Ἢ ὅταν συσπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν· συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ´ ἄλλων παθῶν.
59Aristoteles, Problemata, 9, 5; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι αἷμα διεφθαρμένον ἔχουσι διὰ τὴν ἐκ τοῦ σπληνὸς σύμμιξιν νοσώδους αἵματος καὶ ὑδαροῦς; ἡ μὲν οὖν οὐλὴ τὸ δέρμα λεπτὸν καὶ ἐπιπόλαιον ἴσχει· τὸ δὲ αἷμα, διὰ τὸ ὑδαρὲς καὶ θερμὸν εἶναι μέλαν ὄν, τοιαύτην ποιεῖ τὴν οὐλὴν διαφαινόμενον· καὶ δὴ πλεονάκις ἡ οὐλὴ ἐν τούτῳ γίνεται μελαντέρα.
60Aristoteles, Problemata, 9, 9; 2 (auctor 384BC-322BC)
Ὥσπερ γὰρ ἂν εἰ ἔξω ὂν πήγνυται, καὶ ἐγγὺς τοῦ ἔξω τὸ αἷμα, ὅταν ᾖ ὑπὸ τὸ δέρμα, κωλυθέντος διεξιέναι τοῦ θερμοῦ, διὰ τὴν ψυχρότητα τοῦ χαλκοῦ πήγνυται, ἀλλὰ πάλιν διαχεῖται καὶ ἐπανέρχεται ὅθεν συνέδραμεν.
61Aristoteles, Problemata, 10; 3 (auctor 384BC-322BC)
Διὰ τί τῶν ζῴων τὰ μὲν ὑπὸ σάρκα, τὰ δὲ κατὰ σάρκα πίονά ἐστι, τὰ δὲ κατ' ἀμφότερα; ἢ ὅσων μὲν πυκνὴ ἡ σάρξ, μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς συστέλλεται ἡ ἰκμὰς διὰ τὸ ταύτῃ εἶναι τὸ δέρμα ἀφεστὸς φύσει· ἣ πεττομένη γίνεται πιμελή.
62Aristoteles, Problemata, 10; 4 (auctor 384BC-322BC)
ὅσα δὲ ἀραιοτέραν ἔχει τὴν σάρκα τό τε δέρμα προεστός, κατὰ σάρκα πίονα γίνεται.
63Aristoteles, Problemata, 10; 71 (auctor 384BC-322BC)
Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι τοῖς μὲν ἄλλοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ καθάπερ πάθος σαρκός; δοκεῖ γὰρ αὑτῆς τὸ ἐπιπολῆς καταψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύρων αἱ γραῖαι καλούμεναι.
64Aristoteles, Problemata, 10; 72 (auctor 384BC-322BC)
ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σὰρξ ἂν εἴη.
65Aristoteles, Problemata, 10; 75 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἐστὶ καὶ τὸ δέρμα μέρος αὐτῶν, γίνοιντό τε ἂν καὶ φύοιντο τρίχες (ἐκ δέρματος γὰρ φύονται τρίχες), λευκαὶ δὲ φύονται διὰ τὸ τὸ δέρμα ἀσθενέστερον γεγονέναι τοῦ ἐξ ἀρχῆς, καὶ τὴν λευκὴν ἀσθενεστάτην εἶναι τρίχα.
66Aristoteles, Problemata, 10; 89 (auctor 384BC-322BC)
ὅταν μὲν οὖν τὸ δέρμα κάμνῃ, ἀνάγκη καὶ τὴν τρίχα ἐξ ἐκείνου οὖσαν κάμνειν· ὅταν δὲ ἡ θρίξ, οὐκ ἀνάγκη τὸ δέρμα.
67Aristoteles, Problemata, 10; 205 (auctor 384BC-322BC)
Διὰ τί τῶν Αἰθιόπων οἱ μὲν ὀδόντες λευκοί, καὶ λευκότεροι ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες οὐκέτι; ἢ οἱ μὲν ὄνυχες, ὅτι καὶ τὸ δέρμα μέλαν, καὶ μελάντερον ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες ἐκ τοῦ δέρματος φύονται.
68Aristoteles, Problemata, 10; 206 (auctor 384BC-322BC)
οἱ δὲ ὀδόντες λευκοὶ διὰ τί; ἢ ὅτι ἐξ ὧν τὸ ὑγρὸν ἐξάγει ὁ ἥλιος ἄνευ τοῦ ἐπιβάπτειν, λευκαίνεται, οἷον καὶ τὸν κηρόν; τὸ μὲν οὖν δέρμα ἐπιβάπτει, τοὺς δὲ ὀδόντας οὐκ ἐπιβάπτει, ἀλλὰ τὸ ὑγρὸν διὰ τὴν ἀλέαν ἐξατμίζεται ἐξ αὐτῶν.
69Aristoteles, Problemata, 24; 9 (auctor 384BC-322BC)
Διὰ τί τὸ μὲν θερμὸν ὕδωρ ῥυτιδοῖ, τὸ δὲ πῦρ θερμὸν ὂν οὔ; ἢ ὅτι τὸ μὲν πῦρ ποιεῖ πνεῦμα, ὥστε ὀγκοῖ; περιτείνεται γὰρ τὸ δέρμα.
70Aristoteles, Problemata, 24; 18 (auctor 384BC-322BC)
συμπιπτόντων δὲ ῥυσοῦται τὸ πέριξ δέρμα πάντων.
71Aristoteles, Problemata, 27; 55 (auctor 384BC-322BC)
δοκεῖ δὲ συσπᾶν τὸ ἐπιπολῆς καὶ τὸ δέρμα τῶν ῥιγούντων, ἅτε τοῦ θερμοῦ ἐκκεκριμένου· διὸ καὶ φρίττουσιν.
72Aristoteles, Problemata, 31; 12 (auctor 384BC-322BC)
Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; ἢ ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ τὴν κεφαλὴν τόπῳ; διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ ἐν αὐτῇ δέρμα.
73Aristoteles, Problemata, 31; 41 (auctor 384BC-322BC)
Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν; ἢ ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα ἡ γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο σῶμα; ἡ δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ ἐπὶ τῇ κόρῃ.
74Aristoteles, Problemata, 32; 36 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι' αὐτά.
75Aristoteles, Problemata, 32; 40 (auctor 384BC-322BC)
τὸ δὲ δέρμα καὶ τὴν μήνιγγα ἀφεστάναι τῶν στερεῶν δῆλον.
76Aristoteles, Problemata, 34; 8 (auctor 384BC-322BC)
Διὰ τί ἡ γλῶττα γλυκεῖα μὲν οὐ γίνεται, πικρὰ δὲ καὶ ἁλμυρὰ καὶ ὀξεῖα; ἢ ὅτι διαφθοραὶ ταῦτ' ἐστί, τῆς δὲ φύσεως οὐκ αἰσθάνεται; Διὰ τί, ὅσας ἂν χρόας ἔχῃ τὸ δέρμα, τοσαύτας ἔχει καὶ ἡ γλῶττα; πότερον ὅτι ἓν μέρος ἐστὶν ὥσπερ ἄλλο τι τῶν ἔξωθεν, ἀλλ' ἐντὸς περιείληπται; διὰ δὲ τὸ λεπτὸν εἶναι ταύτῃ τὸ δέρμα καὶ ἡ μικρὰ ποικιλία ἐμφαίνεται.
77Aristoteles, Problemata, 35; 6 (auctor 384BC-322BC)
ἢ ὅτι ἀντιπεριίσταται ἐναντίως τὸ ψυχρὸν καὶ τὸ θερμὸν τῇ ὥρᾳ, καὶ ἔσω φεύγει ἐν τῷ θέρει, διὸ καὶ ἱδρῶτα ἀνίησιν· ἐν δὲ τῷ χειμῶνι ἀποστέγει τὸ ψῦχος καὶ ἀτμίζει τὸ σῶμα ὥσπερ ἡ γῆ; Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν σπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν; συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ' ἄλλων παθῶν.
78Aristoteles, Problemata, 38; 16 (auctor 384BC-322BC)
τοὺς δ' ἀνθρώπους ὁ μὲν ἥλιος μελαίνει, τὸ δὲ πῦρ οὔ, ὅτι τοῦ μὲν μαλθακὴ ἡ θερμότης, καὶ διὰ μικρομέρειαν δύναται τὸ δέρμα αὐτὸ κάειν· ὥστε διὰ μὲν τὸ τῆς σαρκὸς μὴ ἅπτεσθαι οὐκ ἀλγεινόν, διὰ δὲ τὸ κάειν μέλαν ποιεῖ.
79Auctores varii 005, Supplementum adnotationum, 5, 1364D
vs. 818: Χαλεπὸν δέ ἐστι θηρίον καὶ ἡ καλουμένη σαλαμάνδρα· ἀδικεῖται δ' οὖν ὑπὸ πυρὸς οὐδὲν, ἀλλὰ ἐν τούτῷ διαιτᾶται, καὶ μένει παρὰ τῷ πυρὶ, καὶ διέρχεται ἀβλαβῶς, καὶ τὸ δέρμα ἡ σαλαμάνδρα πᾶν κατάστικτον ἔχει.
80Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 29; 14
τὰ δὲ κρέα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς· ἁμαρτίας γάρ ἐστιν.
81Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 4; 11
καὶ τὸ δέρμα τοῦ μόσχου καὶ πᾶσαν αὐτοῦ τὴν σάρκα σὺν τῇ κεφαλῇ καὶ τοῖς ἀκρωτηρίοις καὶ τῇ κοιλίᾳ καὶ τῇ κόπρῳ
82Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 7; 8
καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς αὐτὸς προσφέρει, αὐτῷ ἔσται.
83Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 12
ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ ἡ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ ἡ λέπρα πᾶν τὸ δέρμα τῆς ἁφῆς ἀπὸ κεφαλῆς ἕως ποδῶν καθ’ ὅλην τὴν ὅρασιν τοῦ ἱερέως,
84Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 13
καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καθαριεῖ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν, ὅτι πᾶν μετέβαλεν λευκόν, καθαρόν ἐστιν.
85Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 33
καὶ ξυρηθήσεται τὸ δέρμα, τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον.
86Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 15; 17
καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἐφ’ ὃ ἐὰν ᾖ ἐπ’ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας.
87Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 4; 6
καὶ ἐπιθήσουσιν ἐπ’ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλοῦσιν ἐπ’ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλοῦσιν τοὺς ἀναφορεῖς.
88Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 19; 5
καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται.
89Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 2; 4
ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ Δέρμα ὑπὲρ δέρματος· ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει·
90Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 10; 11
δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας.
91Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 19; 26
ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα· παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη,
92Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 30; 30
τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος.
93Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 13; 23
εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.
94Biblia, Biblia graeca iuxta LXX interpretes, Lam, 3; 4
Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·
95Biblia, Biblia graeca iuxta LXX interpretes, Lam, 4; 8
Ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν ἐν ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν ὥσπερ ξύλον.
96Biblia, Biblia graeca iuxta LXX interpretes, Lam, 5; 10
τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
97Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 37; 6
καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ’ ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος.
98Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 37; 8
καὶ εἶδον καὶ ἰδοὺ ἐπ’ αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ’ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς.
99Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 7; 7
Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶν περισύραντες ἐπηρώτων Εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος;
100Desiderius Erasmus, Adagia, Chiliades, 3, 2344; 3 (opus 1508)
Plutarchus in Symposiacis: Καί γάρ ὁ γελώμενος οὑτοσι καί παροιμιώδης, ἔφη, βολβός οὐ μικρότητι διαφεύγει τόν κεραυνόν, ἀλλ’ ἔχων δύναμιν ἀντιπαθῆ καθάπερ ἡ συκῆ καί τό δέρμα τῆς φώκης.
101Desiderius Erasmus, Adagia, Chiliades, 4, 3176; 1 (opus 1508)
Ἐπιμενίδειον δέρμα, id est Epimenidia pellis.
102Dositheus, Hermeneumata Leidensia, II, 28; 1 (auctor c.350)
δέρμα pellis βύρσα corium ἱμαντῆρες corrigiae μολγός culleus ἀσκὸς φυσηθείς uter inflatus θύλακος follis κωρυκίς pera σφαιρία pilae ὑποδήματα calciamenta καλίγια caligas κρηπῖδες crepides κάσσυμα solum γλωσσίδες lingulae σκιάδιν umbrale μάστιξ flagellum κατάγαστρα cingla ἡνίαι habenae / retinacula διφθέραι membranae / pelles τύμπανον campanum φῦσαι vesicae ζωστήρ balteum σκῦτος habena φορβεά capistrum
103Flauius Sosipater Charisius, Ars, p. 459, l. 8 (auctor c.362)
cutis τὸ δέρμα τοῦ ἀνθρώπου.
104Flauius Sosipater Charisius, Ars, p. 460, l. 17 (auctor c.362)
pellis τὸ δέρμα δορά.
105Gregorius I, Dialogi, 77, 0242C (auctor 540-604)
Νεκροῦ δὲ αὐτοῦ λοιπὸν ὄντος, ἀπὸ τῆς κορυφῆς ἕως τῆς πτέρνης τὸ δέρμα διέσχισεν, ἵνα φανῇ ἐκ τοῦ σώματος αὐτοῦ λωρὶν ἐπαρθῆναι.
106Gregorius I, Dialogi, 77, 0347B (auctor 540-604)
Κατὰ δὲ τὸ ἔθος τὸ ἐν τοῖς νεκροῖς τελούμενον, ἐπὶ τῷ λοῦσαι τὸ σῶμα αὐτῆς γυμνώσαντες ἐκ τῆς συντόνου εὐχῆς καὶ γονυκλισίας, εὗρον ἐν τοῖς γόνασι καὶ ἐν τοῖς ἀγκῶσιν αὐτῆς καθάπερ καμήλου τὸ δέρμα ἀπεσκληκός.
107Gregorius I, Prolegomena, 66, 0183A (auctor 540-604)
Νομίζω μηδὲ τοῦτο σιγῆς ἄξιον ὑπάρχειν, ὅπερ ἰλλουστρίῳ ἀνδρὶ Ἀντωνίῳ τοῦνομα διηγουμένῳ ἤκουσα, ὄστις ἔλεγε τοῦ πατρὸς αὑτοῦ παῖδα ἐπίχυσιν ἐλεφαντίας ὑπομείναντα, καὶ λοιπὸν τῶν τριχῶν αὐτοῦ πεπτωκυιῶν, τὸ δέρμα αὐτοῦ ἐφυσήθη.
108Herodotus, Historiae, 2, 68, 4; 7 (auctor c.484BC-425BC)
ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου.
109Herodotus, Historiae, 2, 71, 1; 2 (auctor c.484BC-425BC)
φύσιν δὲ παρέχονται ἰδέης τοιήνδε· τετράπουν ἐστί, δίχηλον, ὁπλαὶ βοός, σιμόν, λοφιὴν ἔχον ἵππου, χαυλιόδοντας φαῖνον, οὐρὴν ἵππου καὶ φωνήν, μέγαθος ὅσον τε βοῦς ὁ μέγιστος· τὸ δέρμα δ' αὐτοῦ οὕτω δή τι παχύ ἐστι ὥστε αὔου γενομένου ξυστὰ ποιέεσθαι ἀκόντια ἐξ αὐτοῦ.
110Herodotus, Historiae, 2, 87, 3; 2 (auctor c.484BC-425BC)
ἣ δὲ ἔχει τοσαύτην δύναμιν ὥστε ἅμα ἑωυτῇ τὴν νηδὺν καὶ τὰ σπλάγχνα κατατετηκότα ἐξάγει· τὰς δὲ σάρκας τὸ λίτρον κατατήκει, καὶ δὴ λείπεται τοῦ νεκροῦ τὸ δέρμα μοῦνον καὶ τὰ ὀστέα.
111Herodotus, Historiae, 4, 64, 3; 6 (auctor c.484BC-425BC)
δέρμα δὲ ἀνθρώπου καὶ παχὺ καὶ λαμπρὸν ἦν ἄρα, σχεδὸν δερμάτων πάντων λαμπρότατον λευκότητι.
112Herodotus, Historiae, 4, 183, 3; 4 (auctor c.484BC-425BC)
ἄλλο δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων βοῶν ὅτι μὴ τοῦτο καὶ τὸ δέρμα ἐς παχύτητά τε καὶ τρῖψιν.
113Herodotus, Historiae, 5, 25, 2; 1 (auctor c.484BC-425BC)
ταῦτα Δαρεῖος εἴπας, καὶ καταστήσας Ἀρταφρένεα ἀδελφεὸν ἑωυτοῦ ὁμοπάτριον ὕπαρχον εἶναι Σαρδίων, ἀπήλαυνε ἐς Σοῦσα ἅμα ἀγόμενος Ἱστιαῖον, Ὀτάνεα δὲ ἀποδέξας στρατηγὸν εἶναι τῶν παραθαλασσίων ἀνδρῶν· τοῦ τὸν πατέρα Σισάμνην βασιλεὺς Καμβύσης γενόμενον τῶν βασιληίων δικαστέων, ὅτι ἐπὶ χρήμασι δίκην ἄδικον ἐδίκασε, σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπέην, σπαδίξας δὲ αὐτοῦ τὸ δέρμα ἱμάντας ἐξ αὐτοῦ ἔταμε καὶ ἐνέτεινε τὸν θρόνον ἐς τὸν ἵζων ἐδίκαζε· ἐντανύσας δὲ ὁ Καμβύσης ἀπέδεξε δικαστὴν εἶναι ἀντὶ τοῦ Σισάμνεω, τὸν ἀποκτείνας ἀπέδειρε, τὸν παῖδα τοῦ Σισάμνεω, ἐντειλάμενός οἱ μεμνῆσθαι ἐν τῷ κατίζων θρόνῳ δικάζει.
114Herodotus, Historiae, 7, 92, 1; 1 (auctor c.484BC-425BC)
λύκιοι δὲ παρείχοντο νέας πεντήκοντα θωρηκοφόροι τε ἐόντες καὶ κνημιδοφόροι, εἶχον δὲ τόξα κρανέινα καὶ ὀιστοὺς καλαμίνους ἀπτέρους καὶ ἀκόντια, ἐπὶ δὲ αἰγὸς δέρμα περὶ τοὺς ὤμους αἰωρεύμενον, περὶ δὲ τῇσι κεφαλῇσι πίλους πτεροῖσι περιεστεφανωμένους· ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον.
115Hesiodus, Opera et dies, 504; 2 (auctor fl.c.700BC)
θῆρες δὲ φρίσσουσ', οὐρὰς δ' ὑπὸ μέζε' ἔθεντο, τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
116Homerus, Ilias, 6, 116; 1 (auctor fl.700BC)
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· ἀμφί δέ μιν σφυρά τύπτε καί αὐχένα δέρμα κελαινόν ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
117Homerus, Ilias, 10, 1; 6 (auctor fl.700BC)
ὀρθωθείς δ' ἔνδυνε περί στήθεσσι χιτῶνα, ποσσί δ' ὑπό λιπαροῖσιν ἐδήσατο καλά πέδιλα, ἀμφί δ' ἔπειτα δαφοινόν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος.
118Homerus, Ilias, 10, 168; 5 (auctor fl.700BC)
ὣς φάθ', ὃ δ' ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος.
119Homerus, Ilias, 16, 306; 10 (auctor fl.700BC)
ἔνθα Λύκων μέν ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφί δέ καυλόν φάσγανον ἐρραίσθη· ὃ δ' ὑπ' οὔατος αὐχένα θεῖνε Πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχεθε δ' οἶον δέρμα, παρηέρθη δέ κάρη, ὑπέλυντο δέ γυῖα.
120Homerus, Odyssea, 4, 435; 2 (auctor fl.700BC)
εὐνάς δ' ἐν ψαμάθοισι διαγλάψασ' ἁλίῃσιν ἧστο μένουσ'· ἡμεῖς δέ μάλα σχεδόν ἤλθομεν αὐτῆς· ἑξείης δ' εὔνησε, βάλεν δ' ἐπί δέρμα ἑκάστῳ.
121Homerus, Odyssea, 13, 416; 5 (auctor fl.700BC)
κάρψεν μέν χρόα καλόν ἐνί γναμπτοῖσι μέλεσσι, ξανθάς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφί δέ δέρμα πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ' ἐόντε· ἀμφί δέ μιν ῥάκος ἄλλο κακόν βάλεν ἠδέ χιτῶνα, ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· ἀμφί δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο, ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καί ἀεικέα πήρην, πυκνά ῥωγαλέην· ἐν δέ στρόφος ἦεν ἀορτήρ.
122Homerus, Odyssea, 14, 1; 4 (auctor fl.700BC)
αὐτός δ' ἀμφί πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δέ δή ἄλλοι ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισι σύεσσιν, οἱ τρεῖς· τόν δέ τέταρτον ἀποπροέηκε πόλινδε σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρ' ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
123Homerus, Odyssea, 14, 48; 1 (auctor fl.700BC)
ὣς εἰπών κλισίηνδ' ἡγήσατο δῖος ὑφορβός, εἷσεν δ' εἰσαγαγών, ῥῶπας δ' ὑπέχευε δασείας, ἐστόρεσεν δ' ἐπί δέρμα ἰονθάδος ἀγρίου αἰγός, αὐτοῦ ἐνεύναιον, μέγα καί δασύ.
124Homerus, Odyssea, 22, 330; 8 (auctor fl.700BC)
" ὣς φάτο, τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς· πεπτηώς γάρ ἔκειτο ὑπό θρόνον, ἀμφί δέ δέρμα ἕστο βοός νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
125Macrobius Theodosius, Saturnalia, p1, 18; 35 (auctor c.420)
Item Orpheus, Liberum atque Solem unum esse deum eundemque demonstrans, de ornatu vestituque eius in sacris Liberalibus ita scribit: ταῦτά τε πάντα τελεῖν ἦρι σκευῇ πυκάσαντα σῶμα θεοῦ μίμημα περικλύτοῦ ἠελίοιο· πρῶτα μὲν οὖν φλογέαις ἐναλίγκιον ἀκτίνεσσιν πέπλον φοινίκεον πυρὶ εἴκελον ἀμφιβαλέσθαι· αὐτὰρ ὕπερθε νεβροῖο παναίολον εὐρὺ καθάψαι δέρμα πολύστικτον θηρὸς κατὰ δεξιὸν ὦμον, ἄστρων δαιδαλέων μίμημ᾽ ἱεροῦ τε πόλοιο.
126Plato, Convivium, p1, 190; 10 (auctor c.425BC-347BC)
ὁ δὲ τό τε πρόσωπον μετέστρεφε, καὶ συνέλκων πανταχόθεν τὸ δέρμα ἐπὶ τὴν γαστέρα νῦν καλουμένην, ὥσπερ τὰ σύσπαστα βαλλάντια, ἓν στόμα ποιῶν ἀπέδει κατὰ μέσην τὴν γαστέρα, ὃ δὴ τὸν ὀμφαλὸν καλοῦσι.
127Plato, Timaeus, p1, 76; 1 (auctor c.425BC-347BC)
σαρκοειδοῦς φύσεως οὐ καταξηραινομένης λέμμα μεῖζον περιγιγνόμενον ἐχωρίζετο, δέρμα τὸ νῦν λεγόμενον.
128Plato, Timaeus, p1, 76; 3 (auctor c.425BC-347BC)
τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θεῖον, τρηθέντος δὲ καὶ τῆς ἰκμάδος ἔξω δι' αὐτοῦ φερομένης τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς ἀπῄειν, τὸ δὲ μεικτὸν ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον μὲν ὑπὸ τῆς φορᾶς ἔξω μακρὸν ἐτείνετο, λεπτότητα ἴσην ἔχον τῷ κατακεντήματι, διὰ δὲ βραδυτῆτα ἀπωθούμενον ὑπὸ τοῦ περιεστῶτος ἔξωθεν πνεύματος πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα εἱλλόμενον κατερριζοῦτο· καὶ κατὰ ταῦτα δὴ τὰ πάθη τὸ τριχῶν γένος ἐν τῷ δέρματι πέφυκεν, συγγενὲς μὲν ἱμαντῶδες ὂν αὐτοῦ, σκληρότερον δὲ καὶ πυκνότερον τῇ πιλήσει τῆς ψύξεως, ἣν ἀποχωριζομένη δέρματος ἑκάστη θρὶξ ψυχθεῖσα συνεπιλήθη.
129Plato, Timaeus, p1, 76; 5 (auctor c.425BC-347BC)
τὸ δ' ἐν τῇ περὶ τοὺς δακτύλους καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρματος ὀστοῦ τε, συμμειχθὲν ἐκ τριῶν, ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμα, τοῖς μὲν συναιτίοις τούτοις δημιουργηθέν, τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένον.
130Plato, Timaeus, p1, 76; 7 (auctor c.425BC-347BC)
τούτῳ δὴ τῷ λόγῳ καὶ ταῖς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐπ' ἄκροις τοῖς κώλοις ἔφυσαν.