'δημόσιος' - search in All Authors, Showing 1 to 3 of 3 hits

1Aristoteles, Athenaion Politeia, p2, 47, 5; 14 (auctor 384BC-322BC)
εἰσφέρεται μὲν οὖν εἰς τὴν βουλὴν τὰ γραμματεῖα κατὰ τὰς καταβολὰς ἀναγεγραμμένα, τηρεῖ δ' ὁ δημόσιος· ὅταν δ' ᾖ χρημάτων καταβολή, παραδίδωσι τοῖς ἀποδέκταις αὐτὰ ταῦτα καθελὼν ἀπὸ τῶν ἐπιστυλίων, ὧν ἐν ταύτῃ τῇ ἡμέρᾳ δεῖ τὰ χρήματα καταβληθῆναι καὶ ἀπαλειφθῆναι· τὰ δ' ἄλλα ἀπόκειται χωρίς, ἵνα μὴ προεξαλειφθῇ.
2Fronto, Epistulae, add., 5; 4 (auctor c.95-165)
οὐδὲ τὰ δεῖπνα δὲ ὅμοια τὰ ἰδιωτικὰ καὶ τὰ ἐν πρυτανείῳ· οὐδὲ ὁ ἵππος ὅ τε ἰδιωτικὸς καὶ ὁ δημόσιος· οὐδὲ ἡ πορφύρα τῶν ἀρχόντων καὶ τῶν δημοτῶν· οὐδὲ ὁ στέφανος ὁ τῶν ῥόδων τῶν οἰκόθεν καὶ ὁ τῆς ἐλαίας τῆς Ὀλυμπίασιν.
3Plato, Leges, 1h, 877; 5 (auctor c.425BC-347BC)
ἄπαις δὲ ὅστις ἂν τοιαύταις συμφοραῖς περιπέσῃ, τοὺς συγγενεῖς συνελθόντας μέχρι ἀνεψιῶν παίδων τοῦ πεφευγότος ἀμφοτέρωθεν, πρός τε ἀνδρῶν καὶ πρὸς γυναικῶν, κληρονόμον εἰς τὸν οἶκον τοῦτον τῇ πόλει τετταρακοντακαιπεντακισχιλιοστὸν καταστῆσαι βουλευομένους μετὰ νομοφυλάκων καὶ ἱερέων, διανοηθέντας τρόπῳ καὶ λόγῳ τοιῷδε, ὡς οὐδεὶς οἶκος τῶν τετταράκοντα καὶ πεντακισχιλίων τοῦ ἐνοικοῦντός ἐστιν οὐδὲ σύμπαντος τοῦ γένους οὕτως ὡς τῆς πόλεως δημόσιός τε καὶ ἴδιος· δεῖ δὴ τήν γε πόλιν τοὺς αὑτῆς οἴκους ὡς ὁσιωτάτους τε καὶ εὐτυχεστάτους κεκτῆσθαι κατὰ δύναμιν.