'διάθεσις' - search in All Authors, Showing 1 to 55 of 55 hits

1Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0603B
Καὶ πῶς, φησίν, εἴπερ χριστιανὸς εἶ, μισεῖς τὸν βασιλέα; Ἀποκριθείς ὁ τοῦ Θεοῦ δοῦλος, ἔφη· Καὶ πόθεν δῆλον; τὸ γὰρ μῖσος, ψυχῆς ἐστί κεκρυμμένη διάθεσις, ὤσπερ οὖν καὶ ἡ ἀγάπη.
2Anonymi, Frg. Bobiense de uerbo = ad Seuerianum, p. 52, l. 6 (opus c.520)
quae Graeci διαθέσεις appellant, Latini genera nominauerunt; διάθεσις autem hoc significat apud Graecos, quod apud Latinos adfectus: nam et qui agit et qui patitur mente adficitur.
3Aristoteles, Categoriae, 6; 55 (auctor 384BC-322BC)
Τῶν δὲ λοιπῶν ὅσα μή ἐστι ποσά, οὐ πάνυ ἂν δόξαι ἴσα τε καὶ ἄνισα λέγεσθαι, οἷον ἡ διάθεσις οὐ πάνυ ἴση τε καὶ ἄνισος λέγεται, ἀλλὰ μᾶλλον ὁμοία, καὶ τὸ λευκὸν ἴσον τε καὶ ἄνισον οὐ πάνυ, ἀλλ᾿ ὅμοιον.
4Aristoteles, Categoriae, 7; 3 (auctor 384BC-322BC)
Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι οἷον ἕξις, διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις.
5Aristoteles, Categoriae, 8; 3 (auctor 384BC-322BC)
Ἒν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν.
6Aristoteles, Categoriae, 8; 20 (auctor 384BC-322BC)
Ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον· αἰσχυνθεὶς γάρ τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρὸς καὶ ἕκαστον τῶν τοιούτων· ὥστε καὶ εἴ τις φύσει τῶν τοιούτων τι παθῶν πέπονθεν ἔκ τινων φυσικῶν συμπτωμάτων, τὴν ὁμοίαν χροιὰν εἰκός ἐστιν ἔχειν αὐτόν· ἥτις γὰρ νῦν ἐν τῷ αἰσχυνθῆναι διάθεσις τῶν περὶ τὸ σῶμα ἐγένετο, καὶ κατὰ φυσικὴν σύστασιν ἡ αὐτὴ γένοιτ᾿ ἄν, ὥστε φύσει καὶ τὴν χροιὰν ὁμοίαν γίγνεσθαι.
7Aristoteles, De generatione animalium, 4, 2; 13 (auctor 384BC-322BC)
διαφέρει δὲ καὶ χώρα χώρας εἰς ταῦτα καὶ ὕδωρ ὕδατος διὰ τὰς αὐτὰς αἰτίας· ποιὰ γάρ τις ἡ τροφὴ γίγνεται μάλιστα καὶ τοῦ σώματος ἡ διάθεσις διά τε τὴν κρᾶσιν τοῦ περιεστῶτος ἀέρος καὶ τῶν εἰσιόντων, μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν· τοῦτο γὰρ πλεῖστον εἰσφέρονται, καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτο, καὶ ἐν τοῖς ξηροῖς.
8Aristoteles, Ethica Eudemia, 2; 4 (auctor 384BC-322BC)
ταῦτα δὴ οὕτως ὑποκείσθω καὶ περὶ ἀρετῆς, ὅτι ἐστὶν ἡ βελτίστη διάθεσις ἢ ἕξις ἢ δύναμις ἑκάστων, ὅσων ἐστί τις χρῆσις ἢ ἔργον.
9Aristoteles, Ethica Eudemia, 2; 46 (auctor 384BC-322BC)
νῦν γὰρ ὁμοίως ἔχομεν ὥσπερ ἂν εἰ καὶ ὑγίειαν, ὅτι ἡ ἀρίστη διάθεσις τοῦ σώματος, καὶ Κορίσκος ὁ τῶν ἐν τῇ ἀγορᾷ μελάντατος· τί μὲν γὰρ ἑκάτερον τούτων οὐκ ἴσμεν, πρὸς μέντοι τὸ εἰδέναι τί ἑκάτερον αὐτῆς πρὸ ἔργου τὸ οὕτως ἔχειν.
10Aristoteles, Ethica Eudemia, 2; 47 (auctor 384BC-322BC)
– ὑποκείσθω δὴ πρῶτον ἡ βελτίστη διάθεσις ὑπὸ τῶν βελτίστων γίγνεσθαι, καὶ πράττεσθαι ἄριστα περὶ ἕκαστον ἀπὸ τῆς ἑκάστου ἀρετῆς, οἷον πόνοι τε ἄριστοι καὶ τροφὴ ἀφ' ὧν γίνεται εὐεξία, καὶ ἀπὸ τῆς εὐεξίας πονοῦσιν ἄριστα· ἔτι πᾶσαν διάθεσιν ὑπὸ τῶν αὐτῶν γίγνεσθαι καὶ φθείρεσθαι πὼς προσφερομένων, ὥσπερ ὑγίεια ὑπὸ τροφῆς καὶ πόνων καὶ ὥρας.
11Aristoteles, Ethica Eudemia, 2; 49 (auctor 384BC-322BC)
καὶ ἡ ἀρετὴ ἄρα ἡ τοιαύτη διάθεσις ἐστίν, ἣ γίνεταί τε ὑπὸ τῶν ἀρίστων περὶ ψυχὴν κινήσεων καὶ ἀφ' ἧς πράττεται τὰ ἄριστα τῆς ψυχῆς ἔργα καὶ πάθη, καὶ ὑπὸ τῶν αὐτῶν πὼς μὲν γίνεται, πὼς δὲ φθείρεται, καὶ πρὸς ταὐτὰ ἡ χρῆσις αὐτῆς ὑφ' ὧν καὶ αὔξεται καὶ φθείρεται, πρὸς ἃ βέλτιστα διατίθησιν.
12Aristoteles, Ethica Eudemia, 3; 6 (auctor 384BC-322BC)
ὥστ' ἐπεὶ ἡ ἀνδρεία ἐστὶν ἡ βελτίστη ἕξις περὶ φόβους καὶ θάρρη, δεῖ δὲ μήθ' οὕτως ὡς οἱ θρασεῖς (τὰ μὲν γὰρ ἐλλείπουσι, τὰ δ' ὑπερβάλλουσι) μήθ' οὕτως ὡς οἱ δειλοί (καὶ γὰρ οὗτοι ταὐτὸ ποιοῦσι, πλὴν οὐ περὶ ταὐτὰ ἀλλ' ἐξ ἐναντίας· τῷ μὲν γὰρ θαρρεῖν ἐλλείπουσι, τῷ δὲ φοβεῖσθαι ὑπερβάλλουσι) , δῆλον ὡς ἡ μέση διάθεσις θρασύτητος καὶ δειλίας ἐστὶν ἀνδρεία· αὕτη γὰρ βελτίστη.
13Aristoteles, Ethica Eudemia, 3; 150 (auctor 384BC-322BC)
ἐπεὶ οὖν περὶ τιμῆς αἵρεσιν καὶ χρῆσιν καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐντίμων ἀρίστη ἐστὶ διάθεσις ἡ μεγαλοψυχία, καὶ τοῦτ' ἀποδίδομεν, καὶ οὐ περὶ τὰ χρήσιμα, τῷ μεγαλοψύχῳ, ἅμα δὲ καὶ ἡ μεσότης αὕτη ἐπαινετωτάτη· δῆλον ὅτι καὶ ἡ μεγαλοψυχία μεσότης ἂν εἴη, τῶν δ' ἐναντίων, ὥσπερ διεγράψαμεν, ἡ μὲν ἐπὶ τὸ ἀξιοῦν ἑαυτὸν ἀγαθῶν μεγάλων ἀνάξιον ὄντα χαυνότης (τοὺς τοιούτους γὰρ χαύνους λέγομεν, ὅσοι μεγάλων οἴονται ἄξιοι εἶναι οὐκ ὄντες) , ἡ δὲ περὶ τὸ ἄξιον ὄντα μὴ ἀξιοῦν ἑαυτὸν μεγάλων μικροψυχία (μικροψύχου γὰρ εἶναι δοκεῖ, ὅστις ὑπαρχόντων δι' ἃ δικαίως ἂν ἠξιοῦτο, μὴ ἀξιοῖ μηθενὸς μεγάλου ἑαυτόν) , ὥστ' ἀνάγκη καὶ τὴν μεγαλοψυχίαν εἶναι μεσότητα χαυνότητος καὶ μικροψυχίας.
14Aristoteles, Ethica Nicomachea, 2, 7; 20 (auctor 384BC-322BC)
περὶ δὲ τὸ ἡδὺ τὸ μὲν ἐν παιδιᾷ ὁ μὲν μέσος εὐτράπελος καὶ ἡ διάθεσις εὐτραπελία, ἡ δ' ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ὁ δ' ἐλλείπων ἄγροικός τις καὶ ἡ ἕξις ἀγροικία· περὶ δὲ τὸ λοιπὸν ἡδὺ τὸ ἐν τῷ βίῳ ὁ μὲν ὡς δεῖ ἡδὺς ὢν φίλος καὶ ἡ μεσότης φιλία, ὁ δ' ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα, ἄρεσκος, εἰ δ' ὠφελείας τῆς αὑτοῦ, κόλαξ, ὁ δ' ἐλλείπων καὶ ἐν πᾶσιν ἀηδὴς δύσερίς τις καὶ δύσκολος.
15Aristoteles, Magna moralia, 2, 3, 2; 2 (auctor 384BC-322BC)
ἡ μὲν γὰρ φρόνησις πρακτικὴ τούτων ἐστί, ἡ δὲ εὐβουλία ἕξις ἢ διάθεσις ἤ τι τοιοῦτον ἡ ἐπιτευκτικὴ τῶν ἐν τοῖς πρακτοῖς βελτίστων καὶ συμ φορωτάτων.
16Aristoteles, Metaphysica, 5, 19; 1 (auctor 384BC-322BC)
διάθεσις λέγεται τοῦ ἔχοντος μέρη τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατ' εἶδος· θέσιν γὰρ δεῖ τινὰ εἶναι, ὥσπερ καὶ τοὔνομα δηλοῖ ἡ διάθεσις.
17Aristoteles, Metaphysica, 5, 20; 1 (auctor 384BC-322BC)
ἕξις δὲ λέγεται ἕνα μὲν τρόπον οἷον ἐνέργειά τις τοῦ ἔχοντος καὶ ἐχομένου, ὥσπερ πρᾶξίς τις ἢ κίνησις (ὅταν γὰρ τὸ μὲν ποιῇ τὸ δὲ ποιῆται, ἔστι ποίησις μεταξύ· οὕτω καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος ἔστι μεταξὺ ἕξις) · ταύτην μὲν οὖν φανερὸν ὅτι οὐκ ἐνδέχεται ἔχειν ἕξιν (εἰς ἄπειρον γὰρ βαδιεῖται, εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν) , ἄλλον δὲ τρόπον ἕξις λέγεται διάθεσις καθ' ἣν ἢ εὖ ἢ κακῶς διάκειται τὸ διακείμενον, καὶ ἢ καθ' αὑτὸ ἢ πρὸς ἄλλο, οἷον ἡ ὑγίεια ἕξις τις· διάθεσις γάρ ἐστι τοιαύτη.
18Aristoteles, Metaphysica, 11, 3; 7 (auctor 384BC-322BC)
τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ὂν ἅπαν λέγεται· τῷ γὰρ τοῦ ὄντος ᾗ ὂν πάθος ἢ ἕξις ἢ διάθεσις ἢ κίνησις ἢ τῶν ἄλλων τι τῶν τοιούτων εἶναι λέγεται ἕκαστον αὐτῶν ὄν.
19Aristoteles, Politica, 7; 165 (auctor 384BC-322BC)
ἡ δὲ τῶν ἰδίων οἰκήσεων διάθεσις ἡδίων μὲν νομίζεται καὶ χρησιμωτέρα πρὸς τὰς ἄλλας πράξεις, ἂν εὔτομος ᾖ καὶ κατὰ τὸν νεώτερον καὶ τὸν Ἱπποδάμειον τρόπον, πρὸς δὲ τὰς πολεμικὰς ἀσφαλείας τοὐναντίον ὡς εἶχον κατὰ τὸν ἀρχαῖον χρόνον· δυσείσοδος γὰρ ἐκείνη τοῖς ξενικοῖς καὶ δυσεξερεύνητος τοῖς ἐπιτιθεμένοις.
20Aristoteles, Problemata, 2, 42; 2 (auctor 384BC-322BC)
Οὐχ ὑπολαμβάνομεν δὲ δεῖν ἱδρωτοποιεῖσθαι τοῦ χειμῶνος, διότι ἡ τοιαύτη διάθεσις ὑγιεινή, ὁ δὲ τοὺς ἱδρῶτας ἐμποιῶν τήκει καὶ συγχεῖ τὴν ἕξιν· ἔτι τε καὶ ἀραιοτέραν τοῦ προσήκοντος ἐμποιῶν τό τε ἐντὸς θερμὸν ἀποκρίνων ἔλαττον ποιεῖ, ὥστε μὴ ὁμοίως δύνασθαι τῷ περιέχοντι ψυχρῷ ἀντιτετάχθαι· τό τε ἐκτὸς ὑγρὸν ῥᾳδιέστερον παρεμπεσεῖται τοῖς σώμασιν, ἀραιῶν τῶν πόρων διὰ τὰς ἱδρωτοποιίας ὄντων.
21Aristoteles, Problemata, 3, 16 (auctor 384BC-322BC)
16. Διὰ τί ὁ οἶνος καὶ τετυφωμένους ποιεῖ καὶ μανικούς; Ἐναντία γὰρ ἡ διάθεσις· ὁ μὲν γὰρ μᾶλλον ἤδη ἐν κινήσει, ὁ δὲ ἧττον.
22Aristoteles, Problemata, 30; 123 (auctor 384BC-322BC)
καὶ γὰρ ἡ τοῦ σώματος διάθεσις πρὸς τὴν τῶν ἐνυπνίων φαντασίαν συμβλητικόν· τοῦ γὰρ νοσοῦντος καὶ αἱ τῆς διανοίας προθέσεις φαῦλαι, καὶ ἔτι διὰ τὴν ἐν τῷ σώματι ταραχὴν ἐνοῦσαν ἡ ψυχὴ οὐ δύναται ἠρεμεῖν.
23Aristoteles, Topica, 2, II 4; 5 (auctor 384BC-322BC)
Πάλιν δ᾿ ἐκ τοῦ εἴδους τῷ γένει· ὅσα γάρ τῷ εἴδει ὑπάρχει, καί τῷ γένει, οἷον εἰ ἔστιν ἐπιστήμη φαύλη καί σπουδαία, καί διάθεσις φαύλη καί σπουδαία· ἡ γάρ διάθεσις τῆς ἐπιστήμης γένος.
24Aristoteles, Topica, 4, IV 2; 5 (auctor 384BC-322BC)
Εἰ δ᾿ οὖν τις συγχωροίη τό λεγόμενον ἀληθές εἶναι, ἀλλά τό γε ὑπ᾿ ἄλληλα ἢ ὑπό ταὐτό ἄμφω γίγνεσθαι τά τοῦ αὐτοῦ γένη τῶν ἀναγκαίων δόξειεν ἂν εἶναι, καθάπερ καί ἐπί τῆς ἀρετῆς καί τῆς ἐπιστήμης συμβαίνει· ἄμφω γάρ ὑπό τό αὐτό γένος ἐστίν· ἑκάτερον γάρ αὐτῶν ἕξις καί διάθεσίς ἐστιν.
25Aristoteles, Topica, 4, IV 4; 6 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τῶν δυνάμεων καί χρήσεων· εἰ γάρ ἡ δύναμις διάθεσις, καί τό δύνασθαι διακεῖσθαι, καί εἴ τινος ἡ χρῆσις ἐνέργεια, τό χρῆσθαι ἐνεργεῖν καί τό κεχρῆσθαι ἐνηργηκέναι.
26Aristoteles, Topica, 4, IV 4; 21 (auctor 384BC-322BC)
Ἔνστασις ὅτι οὐκ ἀνάγκη καθ᾿ αὑτό καί κατά τό γένος πρός ταὐτό λέγεσθαι· ἡ γάρ ἐπιστήμη ἐπιστητοῦ λέγεται, ἕξις δέ καί διάθεσις οὐκ ἐπιστητοῦ ἀλλά ψυχῆς.
27Aristoteles, Topica, 4, IV 4; 24 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τῆς ἐπιστήμης· τινός γάρ καί αὐτή καί τά γένη, οἷον ἥ τε διάθεσις καί ἡ ἕξις.
28Aristoteles, Topica, 4, IV 4; 41 (auctor 384BC-322BC)
Ἐπεί δέ τῶν πρός τι λεγομένων τά μέν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περί ἐκεῖνά ἐστι πρός ἅ ποτε τυγχάνει λεγόμενα, οἷον ἡ διάθεσις καί ἡ ἕξις καί ἡ συμμετρία (ἐν ἄλλῳ γάρ οὐδενί δυνατόν ὑπάρχειν.
29Aristoteles, Topica, 6, VI 6; 60 (auctor 384BC-322BC)
Ἔτι εἰ μή δεκτικόν ἐστιν οὗ εἴρηται τό ὡρισμένον πάθος ἢ ἡ διάθεσις ἢ ὁτιοῦν ἄλλο, ἡμάρτηκεν.
30Aristoteles, Topica, 6, VI 6; 61 (auctor 384BC-322BC)
Πᾶσα γάρ διάθεσις καί πᾶν πάθος ἐν ἐκείνῳ πέφυκε γίνεσθαι οὗ ἐστί διάθεσις ἢ πάθος, καθάπερ καί ἡ ἐπιστήμη ἐν ψυχῇ διάθεσις οὖσα ψυχῆς.
31Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 3; 8
οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθεῖν μὲν οὐκ ἔσθενον, τυραννικὴ γὰρ ἦν ἡ διάθεσις, παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον·
32Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 1; 25
ἐν τῇ ἡδονῇ δὲ ἔνεστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων οὖσα τῶν παθῶν,
33Cicero, Tusculanae disputationes, 6, 2, 121; 3 (opus 45BC)
adest et urget malum ) 332 1 adfectio ( διάθεσις) 302 22 320 23 325 17 368 2 375 16 – 26 377 25 387 7 19 422 27 (habitus aut adfectio ἕξις) 375 16 ( κατάστημα Metrodori) 417 8 adfectus animi ( ἦθος Plato Rep. 400d?) 42524 – 7 nihil adfirmare (Academicorum) 269 3 adflictatio ( ἄση) 398 1 * ἀδιάφορον v.
34Cicero, Tusculanae disputationes, 6, 2, 121; 149 (opus 45BC)
καθήκει — mediocritas officiorum 322 9 officia consolantium 355 14 officiosus dolor 352 15 * ὁμολογουμυένως τῇ φύσει νῆν = congruere naturae cumque ea convenienter vivere 441 15 * ὁμολογουμένη διάθεσις = adfectio constans conveniensque 377 25 v.
35Constantinus I, Epistolae, 8, 0534A (auctor c.272–337)
ἐν οὖν τοῖς ἀδελφοῖ ς, οὓς μία τε καὶ ἡ αὐτὴ διάθεσις ὀρθῆς καὶ δικαίας ὁδοῦ πορείᾳ τῷ Θεῷ καταγγέλλεται, εἰς ἁγνήν τε καὶ ὁσίαν ἑστίαν ἐγγράφειν, τὶ ἂν τιμιώτερον γένοιτο (τοῦ δι' εὐτυχίας) τοῖς πάντων καλοῖς ὁμογνωμονεῖν; μάλιστα ὅπου τὴν πρόθεσιν ὑμῶν, ἡ ἐκ τοῦ νόμου παίδευσις εἰς καλλίω διόρθωσιν φέρει, καὶ τὴν ἡμετέραν οὖν κρίσιν βεβαιοῦσθαι τοῖς ἀγαθοῖς ἐπιθυμοῦμεν δόγμασι.
36Constantinus I, Epistolae, 8, 0535B (auctor c.272–337)
πρῶτον ἁπάντων, ἡ πρὸς ἀλλήλους γνησιότης τε καὶ διάθεσις, εἰ μηδὲν αὐτῆς ἐλαττωθὲν αἱσθήσεται.
37Dositheus, Hermeneumata Leidensia, II, 29; 1 (auctor c.350)
ῥήτωρ orator γραμματικός grammaticus ἀναφώνησις declamatio ἀπόφασις sententia quae reis datur διήγησις enarratio ἀνάγνωσις lectio μῦθος fabula διάλεκτος disputatio ἀκροατήριον auditorium ἀκροαταί auditores ὄνομα nomen προσηγορικόν appellativum ποσότης quantitas εἶδος species τύπος forma πτῶσις casus χρόνος tempus ἁπλοῦς simplex ὁμοιότης similitudo ἀριθμός numerus ῥήμα verbum σύνδεσμος coniunctio ἑνικόν singulare ἀμφίβολον anceps σημεῖον signum βιβλίον librum τεῦχος volumen στίχον versum ἅμιλλα dictatum σελίδες paginae ἑλληνικόν grecum ῥωμαικόν latinum ὁρθόν rectum μεταφορά translatio δίκη causa κρίσις iudicium ὅρος terminum διάθεσις dispositio τόπος locus μνήμη memoria γεῦσις gustum ἀκοή auditus καθηγητής praeceptor διδάσκαλος magister μαθηταί discentes / discipuli συμμαθηταί condiscipuli διδαχή doctrina διδασκαλία eruditio ἐπιστήμη disciplina διόρθωσις emendatio / correctio στοιχεῖα elementa μέλη membra πύξον buxum ἔλεγχος titulus λόγος ratio
38Flauius Sosipater Charisius, Ars, p. 450, l. 11 (auctor c.362)
affectus διάθεσις.
39Hormisdas I, Epistolae et decreta, 63, 0518A
Ἐλπὶς γάρ ἐστιν, ὅτι περ εἰς τὴν ἁρμονίαν τοῦ οἰκείου σώματος καὶ τὰ λοιπὰ καὶ ἔτι νῦν διῃρημένα μέλη σπουδάσουσι, καὶ ἀπὸ τῶν κρεισσόνων τὰ ἥττονα οὐ διαφωνήσουσιν· εἰς ὃ ἐπείπερ με ἡ σὴ διάθεσις τῇ σπουδῇ τῆς Χριστιανικῆς ἀγάπης προτρέπεται, ὀφείλεις εἰς ὃ διεγείρει ἀκολουθῆσαι, καὶ ὅπερ ἀγαπᾶσθαι συμβουλεύει, περιπτύξασθαι.
40Ioannes Cassianus, Collationes, 49, 1028B (auctor c.360–435)
Nam Diligite, inquit, inimicos vestros (Matth. V) . Διάθεσις autem, id est, affectio, paucis admodum, et his qui vel parilitate morum vel virtutum societate connexi sunt, exhibetur, licet etiam ipsa diathesis multam in se differentiam habere videatur.
41Iohannes Cassianus, Conlationes [CSEL], II, 16, 14, 1; 4 (auctor c.360–435)
διάϑεσις autem, id est adfectio, paucis admodum et his qui uel parilitate morum uel uirtutum societate conexi sunt exhibetur, licet etiam ipsa διάϑεσις multam in se differentiam habere uideatur.
42Leo I, Epistolae, 54, 0838A (auctor 440-461)
(καὶ ὃ Χριστιανῶν) ἡ διάθεσις ἀποδύρεται, ὁ Ἀλεξανδρείας ἐπίσκοπος, ὁ ἐπὶ τῇ καταδίκῆ τῶν ἀνευθύνων δυνατός· μετὰ γὰρ τό με τeetigr;ι ἀδίκῳ αὐτοῦ γνώμῃ καὶ ἀποφάσει κοινωνεῖν μὴ δύνασθαι, συνήλασεν εἰς ἄλλην σύνοδον, ἀπειλαῖς καὶ ἐπιβουλαῖς προσκαλούμενος· πρὸς τό με, ὅπερ ἀπέστω, ἢ ἐξ ἀπατης [Forte ἐξαπάταις] συναινέσαι εἰς τὸ καταδικάσαι τὸν ἀγιώτατον Φλαβιανόν τὸν ἐπίσκοπον, ἢ ἀνθιστάμενον κατέχειν, ἵνα μοι μὲ γένοιτο μήτε τοῦ ἐκδραμεῖν πρὸς τὴν εὐσέβειαν τὴν ὑμετέραν καὶ τὴν Κωνσταντινούπολιν, ἢ ἀναδραμεῖν εἰς τὴν Ῥώμης ἐκκλησίαν παρασχεθείη ἄδεια.
43Leo I, Epistolae, 54, 0972C (auctor 440-461)
Τούτου τοίνυν, ὅπερ ζητοῦμεν, εὕρομεν καὶ ἐπιτύχομεν ἡμετέραις εὐχαῖς· εὗρε γὰρ τῆς θρησκείας τὴν πίστιν ἡ πιστὴ διάθεσις, καὶ οὐδὲν ἀμφίβολόν ἐστι συνεργείᾳ τοῦ Θεοῦ τετυπῶσθαι, ὅπερ περὶ τῆς αὐτοῦ δυνάμεως ἐζητεῖτο.
44Macrobius Theodosius, Iohannis (Scoti) defloratio de Macrobio, p. 627, l. 4 (auctor c.420)
quod Graeci διαθέσεις ῥημάτων uocant, hoc Latini appellant genera uerborum: affectus enim Graeco nomine διάθεσις nuncupatur.
45Plato, Leges, 1c, 710; 7 (auctor c.425BC-347BC)
θάττων γὰρ ταύτης καὶ ἀμείνων πολιτείας διάθεσις οὔτ' ἔστιν οὔτ' ἄν ποτε γένοιτο.
46Plato, Philebus, p1, 32; 14 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν ἔστι τις τρίτη ἡμῶν ἡ τοιαύτη διάθεσις
47Plotinus, Enneades, 1, 2, 3; 5 (auctor c.205-270)
Τί οὖν οὐ κἀκεῖνο οὕτω διάκειται; Ἢ οὐδὲ διάκειται, ψυχῆς δὲ ἡ διάθεσις.
48Plotinus, Enneades, 1, 4, 5; 5 (auctor c.205-270)
Ἡδονῆς δὲ συναριθμουμένης τῷ εὐδαίμονι βίῳ, πῶς ἂν λυπηρὸν διὰ τύχας καὶ ὀδύνας ἔχων εὐδαίμων εἴη, ὅτῳ ταῦτα σπουδαίῳ ὄντι γίγνοιτο; Ἀλλὰ θεοῖς μὲν ἡ τοιαύτη διάθεσις εὐδαίμων καὶ αὐτάρκης, ἀνθρώποις δὲ προσθήκην τοῦ χείρονος λαβοῦσι περὶ ὅλον χρὴ τὸ γενόμενον τὸ εὔδαιμον ζητεῖν, ἀλλὰ μὴ περὶ μέρος, ὃ ἐκ θατέρου κακῶς ἔχοντος ἀναγκάζοιτο ἂν καὶ θάτερον τὸ κρεῖττον ἐμποδίζεσθαι πρὸς τὰ αὐτοῦ, ὅτι μὴ καὶ τὰ τοῦ ἑτέρου καλῶς ἔχει.
49Plotinus, Enneades, 1, 4, 12; 1 (auctor c.205-270)
Τὸ δὲ ἡδὺ τῷ βίῳ τῷ τοιούτῳ ὅταν ἀπαιτῶσιν, οὐ τὰς τῶν ἀκολάστων οὐδὲ τὰς τοῦ σώματος ἡδονὰς ἀξιώσουσι παρεῖναι – αὗται γὰρ ἀδύνατοι παρεῖναι καὶ τὸ εὐδαιμονεῖν ἀφανιοῦσιν – οὐδὲ μὴν τὰς περιχαρίας – διὰ τί γάρ; – ἀλλὰ τὰς συνούσας παρουσίαι ἀγαθῶν οὐκ ἐν κινήσεσιν οὔσας, οὐδὲ γινομένας τοίνυν· ἤδη γὰρ τὰ ἀγαθὰ πάρεστι, καὶ αὐτὸς αὑτῷ πάρεστι· καὶ ἕστηκε τὸ ἡδὺ καὶ τὸ ἵλεων τοῦτο· ἵλεως δὲ ὁ σπουδαῖος ἀεὶ καὶ κατάστασις ἥσυχος καὶ ἀγαπητὴ ἡ διάθεσις ἣν οὐδὲν τῶν λεγομένων κακῶν παρακινεῖ, εἴπερ σπουδαῖος.
50Plotinus, Enneades, 1, 5, 1; 2 (auctor c.205-270)
Ἡ δὲ διάθεσις ἐν τῷ παρεῖναι καὶ ἡ ἐνέργεια τῆς ζωῆς.
51Plotinus, Enneades, 2, 3, 11; 1 (auctor c.205-270)
Χρὴ δὲ κἀκεῖνο ἐνθυμεῖσθαι, ὡς τὸ ἀπ᾽ ἐκείνων ἰὸν οὐ τοιοῦτον εἶσιν εἰς τοὺς λαβόντας, οἷον παρ᾽ ἐκείνων ἔρχεται· οἷον εἰ πῦρ, ἀμυδρὸν τοῦτο, καὶ εἰ φιλιακὴ διάθεσις, ἀσθενὴς γενομένη ἐν τῷ λαβόντι οὐ μάλα καλὴν τὴν φίλησιν εἰργάσατο, καὶ θυμὸς δὴ οὐκ ἐν μέτρῳ τυχόντος, ὡς ἀνδρεῖον γενέσθαι, ἢ ἀκροχολίαν ἢ ἀθυμίαν εἰργάσατο, καὶ τὸ τιμῆς ἐν ἔρωτι ὂν καὶ περὶ τὸ καλὸν ἔχον τῶν δοκούντων καλῶν ἔφεσιν εἰργάσατο, καὶ νοῦ ἀπόρροια πανουργίαν· καὶ γὰρ ἡ πανουργία ἐθέλει νοῦς εἶναι τυχεῖν οὗ ἐφίεται οὐ δυνάμενος.
52Plotinus, Enneades, 3, 7, 4; 15 (auctor c.205-270)
Ἡ οὖν τοῦ ὄντος παντελὴς οὐσία καὶ ὅλη, οὐχ ἡ ἐν τοῖς μέρεσι μόνον, ἀλλὰ καὶ ἡ ἐν τῷ μηδ ἂν ἔτι ἐλλείψειν καὶ [τὸ] μηδὲν ἂν μὴ ὂν αὐτῇ προσγενέσθαι – οὐ γὰρ μόνα τὰ ὄντα πάντα δεῖ παρεῖναι τῷ παντὶ καὶ ὅλῳ, ἀλλὰ καὶ μηδὲν τοῦ ποτε μὴ ὄντος – αὕτη ἡ διάθεσις αὐτοῦ καὶ φύσις εἴη ἂν αἰών· αἰὼν γὰρ ἀπὸ τοῦ ἀεὶ ὄντος.
53Plotinus, Enneades, 6, 1, 6; 7 (auctor c.205-270)
Ἡ δὲ σχέσις τί ἄλλο ἢ ἡμετέρα κρίσις παραβαλλόντων τὰ ἐφ᾽ ἑαυτῶν ὄντα ἅ ἐστι καὶ λεγόντων τοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητα καὶ οὗτος πεποίηκε τοῦτον καὶ οὗτος κρατεῖ τούτου; Κάθισίς τε καὶ στάσις παρὰ τὸ καθήμενον καὶ ἑστηκὸς τί ἂν εἴη; Ἡ δ᾽ ἕξις καὶ διάθεσις ἡ μὲν κατὰ τὸ ἔχον λεγομένη ἔχειν ἂν μᾶλλον σημαίνοι, ἡ δὲ κατὰ τὸ ἐχόμενον ποιὸν ἂν εἴη· καὶ ἐπὶ διαθέσεως ὡσαύτως.
54Plotinus, Enneades, 6, 1, 11; 1 (auctor c.205-270)
Ἀλλ᾽ εἰ ταῦτα οὕτως, διὰ τί πλείω εἴδη ποιότητος, καὶ ἕξεις καὶ διαθέσεις ἄλλο; Οὐ γὰρ διαφορὰ ποιότητος τὸ μόνιμον καὶ τὸ μή, ἀλλ᾽ ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν· προσθήκη δ᾽ ἔξωθεν τὸ μένειν· εἰ μή τις λέγοι τὰς μὲν διαθέσεις μόνον ἀτελεῖς οἷον μορφάς, τὰς δὲ ἕξεις τελείας.
55Plotinus, Enneades, 6, 6, 6; 10 (auctor c.205-270)
Καὶ δικαιοσύνη δὲ οὐ νόησις δικαιοσύνης, ἀλλὰ νοῦ οἷον διάθεσις, μᾶλλον δὲ ἐνέργεια τοιάδε, ἧς ὡς ἀληθῶς καλὸν τὸ πρόσωπον καὶ οὔτε ἕσπερος [οὔτε ἑῷος οὕτω καλὰ] οὐδ᾽ ὅλως τι τῶν αἰσθητῶν, ἀλλ᾽ οἷον ἄγαλμά τι νοερόν, οἷον ἐξ αὑτοῦ ἑστηκὸς καὶ προφανὲν ἐν αὑτῷ, μᾶλλον δὲ ὂν ἐν αὑτῷ.