'δια' - search in All Authors, Showing 1 to 500 of 11312 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1218A
Δεσπόταις εὐσεβεστάτοις καὶ γαληνοτάτοις, νικηταῖς, τροπαιούχοις, τέκνοις ἠγαπημένοις [ἐν] τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, Κωνσταντίνῳ καὶ Εἰρήνῃ Αὐγούστοις Ἀδριανὸς δοῦλος τῶν δούλων τοῦ Θεοῦ Ὁ Θεὸς « ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ λυτρωσάμενος ἡμᾶς τῆς ἐξουσίας τοῦ σκότους » διὰ τῆς σαρκώσεως τοῦ Υἱοῦ αὐτοῦ τοῦ ἀληθινοῦ φωτὸς, « ἐν ᾧ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι, καὶ δι' αὐτοῦ πάντα ἀνακαινίσας, καὶ ἐν αὐτῷ εἰρηνεύσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ ὄντα, » διὰ τὸ πλῆθος τοῦ πλούτου τῆς ἀγαθότητος αὐτοῦ, ἐπιβλέψας εἰς τὸ πρόσωπον τῆς Ἐκκλησίας αὐτοῦ, τὴν ὑμετέραν εὐσέβειαν καὶ προωρισμένην γαληνότητα τῆς ἐπιεικείας εἰς τὴν τελειότητα τῆς πίστεως καλέσαι βασιλικῆς κατηξίωσεν· ἵνα πᾶσαν τὴν φαυλότητα τοῦ ψεύδους δι' ὑμῶν καλύψῃ, καὶ φανερώσῃ τὴν ἀλήθειαν.
2Adrianus I, Epistolae, 96, 1215C
Μαθόντες γὰρ τὰ παρὰ τῆς ὑμετέρας γαληνότητος καὶ εὐσεβείας καταπεμφθέντα ἡμῖν γράμματα, λίαν ηὐφράνθη ἡ καρδία ἡμῶν, καὶ τοσαύτης ἀγαλλιάσεως καὶ χαρᾶς ἐνεπλήσθημεν ὅσην ἀνθρωπίνη γλῶσσα εἰπεῖν οὐκ εὐπορεῖ· τοιαύτη γὰρ χαρὰ ἡμῖν ἀνετειλε διὰ τῆς ὑμετέρας κελεύσεως, οἵαν περὶ τῶν πρώην σχισμάτων τῆς αἱρέσεως πλῆξιν εἴχομεν.
3Adrianus I, Epistolae, 96, 1218B
Εἴθε μὴ λογισθείη αὐτοῖς ἡ ἁμαρτία ἐκείνη· κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐμβαλεῖν χεῖρας αὐτῶν εἰς τὴν Ἐκκλησίαν· ὅτι πᾶς ὁ λαὸς ὁ ὢν ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐπλανήθησαν, καὶ ἐν τῇ ἰδίᾳ βουλήσει, ὡς ἔδοξεν ἑκάστῳ, ἐχρήσαντο αὐταῖς, ἕως οὗ ὁ Θεὸς ἤγειρεν ὑμᾶς βασιλεύειν, τοὺς ἐν ἀληθείᾳ ζητοῦντας τὴν δόξαν αὐτοῦ, καὶ τὰ παραδοθόντα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πάντων διδασκάλων κρατεῖν, καὶ τιμᾷν τὰς σεβασμίας εἰκόνας, τὰς διὰ τῆς ἀνοίας τῶν αἱρετικῶν κατενεχθείσας.
4Adrianus I, Epistolae, 96, 1218B
Ἀρτίως δὲ διὰ τῆς εὐσεβοῦς ὑμῶν κελεύσεως εὑρόντες τὸ θέλημα ὑμῶν ἐν τούτοις, τῷ παντοδυνάμῳ θεῷ ὑπερευξάμενοι ὑπὲρ τοῦ ὑμετέρου κράτους, δόξαν καὶ εὐχαριστίαν ἀνεπέμψαμεν.
5Adrianus I, Epistolae, 96, 1218D
Τοῦτο δὲ ἐν πληροφορίᾳ καὶ πάσῃ βεβαιώσει ἔστω εἰδυῖα ἡ Θεοπόβλητος ὑμῶν βασιλεία, ὅτι τὸ μέγα ἔργον τοῦτο, ὃ ἐπεχειρήσατε, εἰ τελειωθῇ διὰ τῆς μεσιτείας ὑμῶν, καὶ ἀποκατασταθῇ ἡ ἀρχαία ὀρθοδοξία ἐν τοῖς μέρεσιν αὐτοῖς, καὶ σταθῶσιν αἱ σεβάσμιαι εἰκόνες ἐν τῇ ἀρχαίᾳ αὐτῶν ἀποκαταστάσει, μέτοχοι γενήσεσθε τοῦ ἐν θείᾳ τῇ λήξει πάλαι βασιλέως κυροῦ Κωνσταντίνου, καὶ τῆς κυρᾶς [L., μακαρίας] Ἑλένης, τῶν τὴν ὀρθόδοξον πίστιν τρανωσάντων καὶ βεβαιωσάντων, καὶ ἐπὶ πλέον τὴν ἁγίαν μητέρα ὑμῶν καθολικὴν καὶ Ῥωμαϊκὴν καὶ πνευματικὴν Ἐκκλησίαν ὑψωσάντων, καὶ μετ' ἐκείνους πάλιν τῶν ὀρθοδόξως προβεβασιλευκότων ὑμῶν καὶ κρατησάντων [L., καὶ τὴν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν, πνευματικὴν ὑμῶν μητέρα, Ῥωμαϊκὴν Ἐκκλησίαν ὑψωσάντων· καὶ μετὰ τῶν λοιπῶν ὀρθοδόξων βασιλέων, οἷα πασῶν τῶν ἐκκλησιῶν κεφαλὴν, σεβασαμένον]· καὶ οὕτως ἀναδειχθήσεται καὶ τὸ ὑμέτερον εὐσεβέστατον καὶ Θεοδώρητον ὄνομα νέου Κωνσταντίνου καὶ νέας Ἑλένης, ἐν πάσῃ τῇ οἰκουμένῃ ἐπαινετῶς διαφημιζόμενον, δι' ὧν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἀνακαινίζεται.
6Adrianus I, Epistolae, 96, 1219C
Καὶ πέμψας μετακάλεσον Σίλβεστρον τὸν ἐπίσκοπον, τὸν ἐκφυγόντα ἐκ σοῦ διὰ τὸν διωγμὸν ὃν ἔχεις, καὶ σήμερον ὄντα ἐν τῷ ὅρει Σωράκτει κεκρυμμένον ἐν σπηλαίοις πετρῶν μετὰ τοῦ κλήρου αὐτοῦ.
7Adrianus I, Epistolae, 96, 1223A
Καὶ μετὰ ταῦτα ὁ κύριος Ζαχαρίας, καὶ Στέφανος, καὶ Παῦλος, καὶ ἕτερος Στέφανος, οἱ προηγησάμενοι ἡμῶν ἁγιώτατοι ἀρχιερεῖς, τὸν πάππον καὶ τὸν πατέρα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας περὶ τῆς ἀποκαταστάσεως τῶν αὐτῶν ἱερῶν εἰκόνων ἐδυσώπησαν, ὁμοίως δὲ καὶ ἡ ἡμετέρα εὐτέλεια μετὰ μεγάλης ταπεινοφροσύνης τὴν ὑμετέραν βασιλείαν δυσωπεῖ, ἵνα καθὼς ἐκ τῶν ἁγιωτάτων τῶν προηγησαμένων ἡμῶν καὶ δοκιμωτάτων ἀρχιερέων ἐδεξάμεθα, ἐν ταῖς ἐκκλησίαις διὰ μνήμην τὰς ἱστορίας ἀναστηλώσωμεν, καὶ τὴν ἱερὰν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκωσιν τῆς αὐτοῦ ἀνθρωπομορφίας ἐν τῇ αὐλῇ τοῦ Θεοῦ καταστήσωμεν, ἅμα καὶ τῆς ἁγίας αὐτοῦ μητρὸς, καὶ τῶν ἁγίων καὶ μακαρίων ἀποστόλων, προφητῶν τε καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ διὰ τὸν πόθον σεβώμεθα.
8Adrianus I, Epistolae, 96, 1223A
Λοιπὸν οὖν καὶ ἡ ὑμετέρα ἐπιεικεστάτη βασιλεία δυναστείαν ἐν τοῖς μέρεσι τῆς αὐτῆς Γραικίας ποιῆσαι κελεύσῃ, καὶ τὴν ὀρθόδοξον πίστιν ἐξισώσῃ· ἵνα, καθὼς γεγραπται, « Γένηται μία ποίμνη καὶ εἷς ποιμήν· » ἐπειδὴ ἐν ὅλῳ τῷ κόσμῳ, ὅπου ἐστὶν ὁ Χριστιανισμὸς, αἱ αὐταὶ σεβάσμιαι εἰκόνες παρὰ πάντων τῶν πιστοτά· των τιμῶνται· ὅπως διὰ τοῦ ὁρατοῦ χαρακτῆρος εἰς τὴν ἀόρατον θεότητα τῆς μεγαλειότητος αὐτοῦ ἡ διάνοια ἡμῶν ἁρπαγῇ πνευματικῇ τάξει κατὰ τὴν σάρκα, ἢν ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν δέξασθαι κατηξίωσε.
9Adrianus I, Epistolae, 96, 1223D
Καὶ ὁ Ἰακώβ δὲ φυγὼν ἐκ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ, ἐν ὕπνοις τοὺς ἀγγέλους τοῦ Θεοῦ εἶδεν ἀναβαίνοντας καὶ καταβαίνοντας διὰ κλίμακος, καὶ ἐπ' αὐτῆς τὸν Κύριον λαλοῦντα πρὸς αὐτόν· καὶ ἀναστὰς, ἰδίᾳ βουλήσει ἐπῆρε τὸν λίθον ὃν εἶχε πρὸς τὴν κεφαλὴν αὐτοῦ· καὶ στήσας αὐτὸν, καὶ ἐκχέας ἐλαιον ἐπάνω αὐτοῦ, ἐκάλεσε τὸν τόπον Βαιθὴλ, λέγων· « Οὐκ ἔστιν ἕτερόν τι, εἰ μὴ οἶκος Θεοῦ, καὶ πύλη οὐρανοῦ.
10Adrianus I, Epistolae, 96, 1226B
Προσθεῖναι δέ ἐστι καὶ τοῦτο, γαληνότατοι δεσπόται, πρὸς τὴν τῶν ἀπίστων πληροφορίαν, καὶ διόρθωσιν τῶν πεπλανημένων, ὅπερ ὁ Θεὸς τῷ θεράποντι αὐτοῦ Μωσεῖ προσέταξε, καθὼς ἐν τῇ βίβλῳ τῶν ἀριθμῶν ἀναγινώσκεται, διὰ τὸν λοιμὸν τὸν ἐπελθόντα αὐτοῖς.
11Adrianus I, Epistolae, 96, 1226C
Ἐὰν γὰρ τὸν Ἰσραηλίτην λαὸν πιστεύωμεν διὰ τῆς ἱράσεως τοῦ χαλκοῦ ὄφεως σώζεσθαι, μὴ γένοιτο ἡμῖν διστάσαι, μηδὲ ἀποστῆναι ἐκ τῆς παραδόσεως τῶν ἁγίων Πατέρων, μηδὲ ἐκ τῆς διδαχῆς αὐτῶν ἐκκλῖναι.
12Adrianus I, Epistolae, 96, 1227B
Ὁ γὰρ πρὸς τὴν εἰκόνα θεωρῶν τὴν ἐκ τῆς τέχνης διὰ χρωμάτων ἀναπληρουμένην σανίδα, οὐκ ἐκ τῆς βαφῆς τὴν ὁμοιότητα φέρει, ἀλλὰ πρὸς τὴν θεωρίαν τοῦ πρωτοτύπου ἀνάγεται.
13Adrianus I, Epistolae, 96, 1227C
Δέχομαι δὲ τοὺς ἁγίους ἀποστόλους, προφήτας τε καὶ μάρτυρας, τοὺς πρὸς τὸν Θεὸν λιτανεύοντας, ὅτι διὰ τῆς μεσιτείας αὐτῶν ἵλεώς μοι γίνεται ὁ φιλάνθρωπος Θεὸς, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δωρεῖται· διὸ καὶ τὰς ἱστορίας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ φανερῶς· τοῦτο γὰρ παρεδόθη ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐ κωλυτέον· ἀλλ' ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τὴν αὐτῶν ἀναστηλοῦμεν ἱστορίαν.
14Adrianus I, Epistolae, 96, 1227D
Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας ὐπέγραψε, ταῦτα γραφὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι.
15Adrianus I, Epistolae, 96, 1230C
Διὰ γὰρ τὴν αὐτοῦ μορφὴν καὶ ἡ ὕλη, ὅπου καὶ γράφεται, οὐ καταβάλλεται, ἀλλ' ἐν αὐτῇ συνιστορεῖται.
16Adrianus I, Epistolae, 96, 1231A
Διὰ τὶ λοιπὸν οὐκ ὀφείλομεν προσκυνῆσαι τοὺς ἁγίους τοῦ Θεοῦ δούλους, καὶ εἰς μνημόσυνον αὐτῶν συστῆσαι καὶ ἐγεῖραι τὰς εἰκόνας αὐτῶν, ἵνα μὴ ληθαργηθῶσιν; Ἀλλὰ λέγεις, ὅτι αὐτὸς ὁ Θεὸς προσκυνεῖσθαι χειροποίητα ἀπηγόρευσεν.
17Adrianus I, Epistolae, 96, 1231B
Εἰπὲ, ὦ Ἰουδαῖε, τί ἐστι τὸ ἐπάνω τῆς γῆς μὴ οὐ χειροποίητον μετὰ τὸ ποιηθῆναι ὑπὸ τοῦ Θεοῦ; Τί λοιπόν; Ἡ κιβωτὸς τοῦ Θεοῦ ἡ ἐκ τῆς ὕλης Σεθεὶμ κτισθεῖσα καὶ κατασκευασθεῖσα, οὐκ ἔστι χειροποίητος; Καὶ τὸ θυσιαστήριον, καὶ τὸ ἱλαστήριον, καὶ ἡ στάμνος ὅπου ἦν τὸ μάννα, καὶ ἡ τράπεζα, καὶ ἡ λυχνία, καὶ τὸ σκήνωμα τὸ ἐνδότερον καὶ τὸ ἐξώτερον, οὐκ εἰσὶν ἐξ ἔργων χειρῶν ἀνθρώπων, ἅπερ Σολομὼν ἐποίησε; Καὶ ἵνα τί ἅγια τῶν ἁγίων καλοῦνται, ὑπάρχοντα χειροποίητα; Τί γάρ; τὰ χερουβὶμ, καὶ ἑξαπτέρυγα κύκλῳ τοῦ θυσιαστηρίου οὐκ ἦσαν ζῶα καὶ εἰκόνες τῶν ἀγγέλων, ἔργα χειρῶν ἀνθρώπων; καὶ πῶς οὐκ ἐκβέβληται; ὅτι διὰ προστάγματος Θεοῦ εἰκόνες ἐγένοντο τῶν ἀγγέλων, ἅγιαί εἰσι, καὶ ταῦτα ζῶα ἦσαν.
18Adrianus I, Epistolae, 96, 1231B
Ἡμεῖς δὲ πρὸς μνημόσυνον τῶν ἁγίων εἰκόνας ποιοῦμεν, ἤγουν Ἀβραὰμ, Μωσέως, Ἠλίου, Ἠσαΐου, Ζαχαρίου, καὶ τῶν λοιπῶν προφητῶν, ἀποστόλων καὶ μαρτύρων ἁγίων τῶν διὰ τὸν Κύριον συντριβέντων, ἵνα πᾶς ὁ θεωρῶν αὐτοὺς ἐν εἰκόνι μιμνήσκηται αὐτῶν, καὶ δοξάζῃ τὸν Κύριον τὸν δοξάσαντα αὐτούς.
19Adrianus I, Epistolae, 96, 1231D
Διὰ δὲ τὸ μνημόσυνον τῶν ἁγίων εἰκόνες γράφονται, καὶ τιμῶνται, καὶ προσκυνοῦνται, ὡς δούλων τοῦ Θεοῦ, καὶ ὑπὲρ ἡμῶν τὴν θεότητα λιτανευόντων καὶ δυσωπούντων.
20Adrianus I, Epistolae, 96, 1235A
Ποιμαντικαῖς φροντίσιν, ἐν αἷς ἁρμόζει ποιμαίνειν τὸν λαὸν τοῦ Θεοῦ, καὶ λεπτοτάτῳ λογισμῷ κατανοοῦντες, ὃν τρόπον ἡ τοῦ κηρύγματος φωνὴ ὑγιὴς ὑπὸ κήρυκος ἐν παντὶ καιρῷ ὀφείλει κηρύττεσθαι, καὶ ὁποῖος ὁ ποιμὴν ἐν συμπαθείᾳ, καὶ ὁποῖος ἐν ἀναστροφῇ ὀφείλει εἶναι, ἵνα τοῖς πᾶσι πλησίον τῇ συμπαθείᾳ γένηται, καὶ τοῖς ὅλοις τῇ ἀναστροφῇ ἐπίσημος· καὶ ὅπως ἂν πρὸς ἑαυτὸν διὰ τῆς εὐσεβοῦς εὐπλαγχνίας τὰς τῶν ἁπάντων ἀῤῥωστίας μετενέγκῃ, ἢ καὶ διὰ τῆς ὑψηλοτάτης ἐπιβλέψεως ἑαυτοῦ αἰτούμενος εἰς τὰ θεῖα πάντας μεταβιβάσῃ [L. ἑαυτοῦ ἐπὶ τὰ θεῖα διαβαίνῃ]· περὶ τούτων πάντων συνείδομεν τῇ ὑμετέρᾳ ἠγαπημένῃ ἁγιωσύνῃ καὶ ἱερατικῇ ὁμονοίᾳ προσφθέγξασθαι, καὶ λεπτομερῶς τὸν λόγον φανερῶσαι.
21Adrianus I, Epistolae, 96, 1235A
Ἐν τοῖς συνοδικοῖς τῆς ὁμολογίας τῆς πίστεως ὑμῶν, τοῖς τῷ ἀποστολικῷ ἡμῶν θρόνῳ σταλεῖσι διὰ Λέοντος τοῦ εὐλαβεστάτου πρεσβυτέρου ὑμῶν, εὕρομεν ἐν αὐτοῖς ἐν τῇ ἀρχῇ τοῦ πρώτου σελιδίου, τὴν ὑμετέραν εὐλάβειαν ἐκ λαϊκῆς τάξεως καὶ βασιλικῆς ὑπηρεσίας εἰς τὸν ἱερατικὸν βαθμὸν ἀνυψωθεῖσαν.
22Adrianus I, Epistolae, 96, 1235C
Ἐν οἷς ἐμφέρεται Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ τοῦ νόμου προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν Θεὸν ἡμῶν.
23Adrianus I, Epistolae, 96, 1238B
Αὐτὴ γοῦν δι' ἑαυτῆς ἡ Ἀλήθεια λέγει· « Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὸ ποίμνιον, ἀλλ' εἰσερχόμενος ἄλλοθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων.
24Adrianus I, Epistolae, 96, 1238B
» Ἐκεῖνος οὖν εἰς τὸ ποίμνιον εἰσέρχεται, ὁ διὰ τῆς θύρας εἰσερχόμενος.
25Adrianus I, Epistolae, 96, 1238C
Καὶ ὁ εἰσερχόμενος διὰ τῆς θύρας, διὰ Χριστοῦ εἰσέρχεται, ὅστις ἐκ τοῦ [L. περὶ τοῦ] αὐτοῦ δημιουργοῦ καὶ λυτρωτοῦ τοῦ ἀνθρωπίνου γένους τὴν ἀλήθειαν συνιεὶς, διαφυλάττει καὶ τηρεῖ τὸν βαθμὸν τῆς ποιμαντικῆς ἀξίας, καὶ βαστάζειν τὸ βάρος ἀνέχεται, οὐ πρὸς τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρερχομένην ἀποβλέπων, ἀλλ' ὡς ἀναδεξάμενος τὸ ποίμνιον, ἐπιμελῶς ἀγρυπνεῖ, ἵνα μὴ τὰ πρόβατα τοῦ Θεοῦ εἴτε διὰ διεστραμμένων ἀνθρώπων καὶ σκολιὰ λαλούντων, εἴτε κακῷ πνεύματι πειθόμενα παραφθαρῶσιν.
26Adrianus I, Epistolae, 96, 1238C
Ἀληθῶς δὲ καὶ ὁ μακάριος Ἰακὼβ, ὅστις διὰ γυναῖκας πολλὰ ἔτη δουλεύσας Λάβαν τῷ πενθερῷ αὐτοῦ φαίνεται λέγων· « Εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατα καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν [Ἄλ. ἠτέκνωσαν], κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον, θηριάλωτον οὐκ ἐνήνοχά σοι.
27Adrianus I, Epistolae, 96, 1238D
» Ἐὰν οὕτω ποιεῖ [Al. κάμνει] καὶ ἀγρυπνεῖ ὁ ποιμαίνων τὰ πρόβατα Λάβαν, πόσους καμάτους, πόσας ἀγρυπνίας ὀφείλει ὑποφέρειν ὁ ποιμαίνων τὰ πρόβατα τοῦ Χριστοῦ; Ἀλλ' ἐν πᾶσι τούτοις αὐτὸς ὑμᾶς στηρίξῃ καὶ διδάξῃ, ὃς δι' ἡμᾶς ἄνθρωπος ἐγένετο, καταξιώσας γενέσθαι ὃ ἐποίησεν, αὐτὸς τὴν ἀγάπην τοῦ ἁγίου αὐτοῦ Πνεύματος καὶ τὸν πόθον ἐκχέῃ εἰς ὑμᾶς καὶ ἐκ πάσης μερίμνης διατηρήσῃ, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν ἀνοίξῃ, ἵνα διὰ τοῦ μόχθου καὶ τοῦ ἀγῶνος τῆς ὑμετέρας ἀγάπης, καὶ τοῦ δρόμου, τὴν ἡμετέραν μιμουμένης ἀποστολικὴν τῆς πάλαι ὀρθοδόξου πίστεως παράδοσιν, ἐν τοῖς μέρεσι τοῖς τῶν εὐσεβῶν βασιλέων ἡμῶν αἱ ἱεραὶ καὶ σεπταὶ εἰκόνες κατὰ τὴν ἀρχαίαν τάξιν σταθῶσιν, ὅπως ἐν τούτῳ τὸ ὑμέτερον σταθηρὸν διαμείνῃ ἱερατεῖον.
28Adrianus I, Epistolae, 96, 1239D
Δι' οὗπερ ἐὰν προσκολληθῇ ἡ ὑμετέρα ὁσιότης τῷ ἡμετέρῳ ἀποστολικῷ θρόνῳ, ὅστις ἐστὶ κεφαλὴ πασῶν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τὸν αὐτῆς ἱερὸν καὶ ὀρθόδοξον τύπον ἀφθάρτως καὶ ἀμολύντως ἐκ βάθους καρδίας καὶ εἰλικρινοῦς διανοίας φυλάξαι ἐπιτηδεύσνι, ὡς ἀληθῶς ὀρθόδοξος καὶ Θεοσεβὴς τυγχάνουσα, ταύτην πρώτην θυσίαν τῷ παντοδυνάμῳ Κυρίῳ προσοίσει· καὶ ὡς ἐκ προσώπου ἡμῶν, τῶν, εὐσεβεστάτων καὶ Θεοστέπτων μεγάλων βασιλέων ἡμῶν ὑπερέχουσιν ἴχνεσι κειμένη δυσωπήσει, καὶ ἐνώπιον τοῦ Θεοῦ καὶ τῆς φοβερᾶς κρίσεως αὐτοὺς κατακριματίσει, ἵνα τὰς ἱερὰς εἰκόνας ἐν αὐτῇ τῇ Θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, καὶ ἐν παντὶ τόπῳ, εἰς τὴν ἀρχαίαν στάσιν καταστῆσαι καὶ κηρύξαι κελεύσωσι, φυλάττοντες τὴν παράδοσιν ταυτης τῆς ἱερᾶς καὰ ἁλιωτάτης ἡμῶν Ῥωμαϊκῆς Ἑκκλησίας· ἀποδιώξωσι δὲ βδελυσσόμενοι τὴν τῶν πονηηῶν καὶ αἱρετικῶν πλάνην διὰ τοῦ ὑμετέρου ἀλῶνος καὶ πιστοτάτου μόχθου.
29Adrianus I, Epistolae, 96, 1242
» Τοὺς δὲ ἀποσταλέντας παρ' ἡμῶν Πέτρον τὸν ἠγαπημένον ἡμῶν πρωτοπρεσβύτερον τῆς ἁγίας Ῥωμαϊκῆς Ἐκκλησίας, καὶ Πέτρον τὸν ἀββᾶν, πρεσβύτερον καὶ ἡγούμενον, πρὸς τὰ ἴχνη τῶν γαληνοτάτων καὶ εὐσεβῶν βασιλέων, δυσωποῦμεν, ἵνα διὰ τὸν πόθον τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων, καὶ δι' ἡμᾶς ἐν πάσῃ ἀντιλήψει καὶ εὐμενείᾳ ἀνθρωπίνῃ διάγειν καταξιώσωσιν, ὅπως καὶ ἐν τούτῳ μεγάλας ἰσχύσωμεν εὐχαριστίας προσάγειν.
30Adrianus II, Epistola et decreta, 122, 1311D
Ἔγραψας (ἵνα τὰ πολλὰ παρεάσωμεν) ὅπως οἱ πρεσβύτεροι ἡμῶν ἐκ τῆς χώρας τῶν Βουλγάρων μετὰ ὀνειδισμοῦ μεγάλου καὶ αἰσχύνης ἐξωθῶσι, καὶ οἱ ἐπίσκοποι οὐ μετὰ μικρᾶς ἐκεῖθεν ἀτιμίας ἀπελαθῶσι· καὶ ταῦτα μηδέποτε γεγονυίας περὶ τούτου κρίσεως ἐνώπιον ὑμῶν· οὐδὲ γὰρ προσεκλὴθημέν ποτε εἰς κριτήριον διὰ τούτο.
31Agapetus I, Epistolae, 66, 0048B
ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΣΥΝΟΔΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ, τῆς διὰ Ῥωμαϊκῶν γραφείσης γραμμάτων, ἅ τινα παρέθησαν, διὰ τὴν ἀπειρίαν αὐτῶν.
32Agapetus I, Epistolae, 66, 0047C
Ἠβουλόμεθα μὲν, ἀγαπητοὶ ἀδελφοὶ, διὰ τὴν τῆς ἡμετέρας ἀγάπης συνάφειαν, πάντας τοὺς τοῦ Κυρίου ἱερεῖς κατὰ τὴν ἀποστολικὴν παράδοσιν ἀνεπιλήπτους εὑρίσκεσθαι, καὶ μηδένα ἢ διὰ χάριν, ἢ διὰ φόβον, τῶν ἐκκλησιαστικῶν κανόνων ἐκκλίνειν· ἀλλ' ἐπεὶ πολλὰ πολλάκις παρακολουθεῖ, ἅ τινα μεταμέλειαν τίκτειν δύναται, καὶ νικᾷ τὰ πλημμελήματα τῶν ἁμαρτανόντων τὸ ἔλεος τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ὑπερτίθεται ἡ τιμωρία, ὡς ἄν τόπον εὑρεῖν ἡ διόρθωσις δυνηθείη, παραινέσαι ἀναγκαῖον ἐκρίναμεν, ἵνα τὰ παραληφθέντα, κᾂν τὸ λοιπὸν, ἀπαράβατα φυλαχθείη· ἐχρῆν μὲν γὰρ τὴν ὑμετέραν ἀγάπην, μεμνημένην τῶν πατρικῶν παραδόσεων, μηδένα συγχωρεῖν τὰ κεκωλυμένα ποιεῖν, ἀλλὰ καὶ εἴ τις τολμηρὸς φανείη, πάσῃ δυνάμει ἐναντιοῦσθαι.
33Agapetus I, Epistolae, 66, 0053B
Ἐπειδὴ οὖν ἐκ ταύτης τῆς αἰτίας, εἰς πολλοὺς οἴκους τῶν ἐν ὑπεροχῇ ὄντων εἰσδύνοντες, ἄτοπά τινα διαπράττονται, αἰχμαλωτίζοντες γυναικάριά τινα σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα, ἀλλὰ μὴν καὶ ἐν αὐτοῖς τοῖς ἰδιωτικοῖς οἴκοις, καὶ ἐν προαστείοις θυσιαστήρια, καὶ βαπτιστήρια ἀντεγείροντες τῷ ἀληθινῷ θυσιαστηρίῳ καὶ τῇ ἁγίᾳ κολυμβήθρᾳ, πάντων ὁμοῦ κατεφρόνησαν διὰ τὴν ἀπονεμομένην αὐτοῖς προστασίαν, παρὰ τῶν ἔντε τῷ δεσποτικῷ οἴκ, καὶ τῶν ἄλτῳ τρόπῳ τινὶ δυναστευόντων, μὴ ὑπομείνητε.
34Agapetus I, Epistolae, 66, 0053C
μακαριώτατοι, μὴ χρήσασθαι τῇ συνήθει παῤῥηίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ, ἀλλ' ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμῳ διανέστητε, καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα, καὶ ὑπερβῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ κανόνων, καὶ λῃστρικῶς ἐπιβάντα τῆς τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ' ἑαυτὸν ἐπεδείξατε, πόῤῥω που τῆς μάνδρας ἀπελάσαντες· οὕτω καὶ νῦν ἐπαγρυπνήσατε, καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ὅτι οὐδὲν κέρδος αὐτῷ, καθά φησιν ὁ θεῖος Γρηγόριος, τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτον κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως, διὰ τῆς παῤῥησίας αὐτῶν κατισχύσοι, καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκκλησίας ἐμφωλεύειν τοῖς δεσποτικοῖς καὶ ἰδιωτικοῖς οἴκοις, καὶ τὰ ἄθεσμα ἐν τούτοις πράττειν.
35Agapetus I, Epistolae, 66, 0055D
Συναρπάσας οὖν διὰ ταύτης, ἠδυνήθη καὶ τοῖς βασιλείοις εἰσδῦναι, ὥσπερ ἐπαύξειν προσδοκῶν τὴν ὕπουλον ὑπόληψιν τῆς οἰκείας ζωῆς, καὶ συνδιαιτηθεὶς επὶ πολλοὺς χρόνους, καὶ τοῖς ἐμφωλεύουσιν ἐνταῦθα αἱρετικοῖς, καὶ τὰ ἐκείνοις κεχαρισμένα πράττων, καὶ λέγων, οἷα νοσῶν τὴν ὁμοίαν αὐτοῖς αἱρετικὴν μανίαν, ἐπειδὴ τὸν τῆς ὁσίας μνήμης Ἐπιφάνιον, ἐν ἐσχάτοις ἐθεώρησε διακείμενον, μηχανᾶταί τι, ὅπερ ἅντικρυς τὸν αὐτοῦ διήλεγξε διεφθαρμένον σκοπὸν.
36Agapetus I, Epistolae, 66, 0055D
Τοῦτο οὖν ἠδυνήθη διὰ τῆς ἐκείνων συνάρσεως καὶ τὸν εὐαγῆ θρόνον τῆσδε ἁρπάσαι τῆς πόλεως, καὶ εἰς τοσαύτην διοίκησιν προαχθῆναι, τῆς δίας ἀμελήσας ἐκκλησίας, καὶ χήραν καὶ ἄνανδρον μέχρι τοῦδε ταύτην καταλιπὼν, ἐξ οὗ καὶ τὸν δόλον τῆς πεπλασμένης πολιτείας προφανῆ πᾶσιν ἀπέδειξε.
37Agapetus I, Epistolae, 66, 0057D
Ἐπειδὴ δὲ οὐ μόνον οὗτος, ἀλλὰ καὶ ἕτεροι ἐπίσκοποί τε, καὶ κληρικοὶ, καὶ ἀρχιμανδρῖται εὐαρίθμητοι, ἐπιβουλαῖς χρώμενοι, κατὰ τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ διὰ τοῦτο καὶ μόνον τῇδε τῇ πόλει ἐνδιατρίβοντες ταραχὰς παρέχειν καὶ ταύτῃ, καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις, κατ' οὐδένα τρόπον παραιτοῦνται, δεόμεθα καὶ τοῦς τοιούτους ἅπαντας, πρὸς ὑμᾶς ἀχθῆναι, καὶ εὐθύνας ὑποσχεῖν τὰς τοῖς κανόσι πρεπούσας, δῆλον ὅτι καὶ ἐπὶ τοῦ προειρημένου Ἀνθίμου, καὶ τούτων δὲ πάντων, γρηγορούσης τῆς δικαιοκρισίας τῶν παρ' ὑμῶν καλῶς φυλαττομένων κανόνων, ἵνα μικρὸν ἀναψύξῃ ἡ τοῦ Θεοῦ ἐκκλησία τούτων ἐλευθερουμένη, καὶ μάθωσιν οἱ τῇ ποιμαντικῇ καὶ τῷ κλήρῳ προσελθεῖν τούτῳ τῷ τρόπῳ βουλόμενοι, ὡς οὐκ εἰς τέλος παρασιωπήσεται κύριος, ἀλλ' ἀπαγρυπνήσει ἐπὶ τοὺς τοιούτους ποιμένας, ἐφ' οὓς κατὰ τὸν προφήτην καὶ παρωξύνθη ὁ θυμὸς αὐτοῦ.
38Agapetus I, Epistolae, 66, 0059B
Διὰ γὰρ τούτων, ἀμφίβολον τὴν πίστιν ἐν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς ποιεῖν ἐσπούδακε, καὶ μυκτηρίζεσθαι παρὰ τοῖς ἔθνεσι τὸ μέγα καὶ σεπτὸν ὄνομα τοῦ Χριστιανισμοῦ πεποίηκε.
39Agapetus I, Epistolae, 66, 0063C
Ἀναστάσιος πρεσβύτερος, καὶ δευτεράριος μονῆς τοῦ ἁγίου Φιλίππου τοῦ ἐν τῷ βρεφοτροφείῳ ὑπέγραψα διὰ τὸ μὴ παρεῖναι τὸν ἡγούμενον.
40Agapetus I, Epistolae, 66, 0067D
Διά τοι τοῦτο, τεθαῤῥηκότες πιστεύοντές τε τῷ θείῳ λογίῳ τῷ διαγορεύοντι, « Ἑν καιρῷ οὐ δειλιάσει καρδία ἡδρασμένη ἐπὶ διανοίᾳ συνέσεως, » πείρᾳ τε μαθόντες ἀκριβεῖς ὑμᾶς φύλακας εἶναι τῶν ἀποστολικῶν θησαυρῶν ἐξωστρακίσαντες ἀρτίως Ἄνθιμον τὸν πρόσχημα εὐσεβείας περιβαλόμενον, τὴν δὲ δύναμιν αὐτῆς ἀρνησάμενον, τὸν τὴν ἁρμοσθεῖσαν αὐτῷ νύμφην ἐξωθήσαντα, καὶ λαβηῖν ἑτέραν κατατολμήσαντα παρὰ τοὺς θείους κανόνας, γινὼσκοντες δὲ καὶ τὸν θεοφύλακτον ἡμῶν βασιλέα, καθάπερ Χριστοῦ μαθητὴν δεδοκιμασμένην ἔχοντα ψυχὴν κοινωνον ὑμῖν τοῦ ἀγαθοῦ ἔργου τούτου γενόμενον, καὶ σπουδάσαντα μὲν ἐκ προοιμίων τῆς αὐτοῦ βασιλείας μεχρι τοῦ νῦν, τὸ τῆς ἐκκλησίας, ἅπαν σῶμα φυλάξαι ὑγιὲς, καὶ ἀκέραιον καὶ πάσης νόσου αἱρετικῆς ἐλεύθερον, καὶ διὰ τοῦτο νομοθετῆσαι τὰς ἁγίας, καὶ ἱερὰς τέσσαρας συνόδουσ, ἐν ταῖς ὅτε δήποτε γινομέναις θείαις μυσταγωγίαις.
41Agapetus I, Epistolae, 66, 0071B
Παρέντες τοίνυν τὸ πλῆθος ὑπ' αὐτοῦ τολμηθέντων τά τε κατὰ τὴν ἑῴαν αἵματα τῶν ὁσίων ἀνδρῶν ἐκχυθέντα ὑπὸ τοῦ κατὰ πατρίαν ἐστασιασμένου ὑπ' αὐτοῦ Ἰουδαϊκοῦ συστάντος τότε στρατεύματος, καὶ ἄλλα δὲ τῶν εἰρημένων πολὺ χαλεπώτερα διὰ τὸ μῆκος τοῦ διηγήματος, ἱκετεύομεν, ἁγιώτατε, ἐπειδὴ « νῦν καιρὸς εὐπόσδεκτος, νῦν ἡμέρα σωτηρίας, » βοῶμεν, βοὴθησον ἡῖν, καὶ ταῖς φονευθείσαις ὁσίαις ψυχαῖς, ἃς παρεστάναι νομίσατε νοητῶς, καὶ δεικνύναι ὑμῖν ὡς διὰ Χριστὸν παρεδόθησαν τῷ θανάτῳ, ὑπὸ τοῦ πολυκεφάλου θηρὸς, ἵνα μὴ καὶ αὖθις ἐκ τῆς φανερωθείσης πᾶσιν αὐτῷ μαγγανείας, καὶ Μανιχαϊκῆς πλάνης, ᾗ θαῤῥῶν ὁ δείλαιος οὗτος, κατετόλμησεν εἰς τὰς καθαρὰς βασιλείους εἰσδύναι αὐλὰς, μηδένα τόπον ὀφείλων ἔχειν, ἤ τὸ βάραθρον εἰς κατάλυμα ἀνατρέψαι, καὶ ἐπὶ τοῦ παρόντος, τὴν μετὰ τοσούτων κόπων, καὶ ἰδρώτων, ὑμῶν τε καὶ τοῦ φιλοχρίστου ἡμῶν βασιλέως φιλοτιμηθεῖσαν εἰρηνεν, ταῖς ἁπανταχοῦ τῶν πιστῶν ἐκκλησίαις, ἀπελαθῆναι σπουδάσατε πόῤῥω που καὶ τῆς ἐσχατιᾶς αὐτῆς, φεισάμενοι τῶν τὰς συνουσίας πρὸς αὐτὸν ποιουμένων ψυχῶν, καὶ κοινωνουσῶν διὰ τῆς ἐντεύξεως τοῖς κατ' αὐτοῦ ἀναθέμασι τὸν ἀκάθαρτον, τὸν ἀποκήρυκτον, τὸν ἀναθέμασιν ἐγγράπτοις, καὶ διηνεκέσιν, ὑπὸ τοῦ ἀποστολικοῦ υμῶν θρόνου, καὶ τοσούτων ἀρχιερέων, καὶ ἐν οὐρανῷ παρὰ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, κατάκριτον ἤδη γενόμενον, κατὰ τὴν εὐαγγελικὴν· ἐκείνεν καὶ θείαν φωνὴν, μετ' ἐκδικίου τοῦ βδελυροῦ ἄλλου τοῦ Πέτρου, τοῦ καὶ τὴν ἑαυτοῦ προσηγορίαν μέχρι τοῦ νῦν οὐκ ἐρυθριάσαντος ψεύσασται τοῦ αὐτοῦ μαθητοῦ, καὶ τὰ τῆς ἀποστασίας καθ' ἑκάστην ῥήματα φθεγξαμένου· καὶ μετὰ Ζωόρα δὲ, τοῦ παντελῶς ἀμυήτου τῆς θείας γραφῆς, καὶ πάσης ἱερατικῆς λειτουργίας, καὶ τάξεως, μετὰ δὲ παῤῥησιας οὐκ ἴσμεν τῆς ὅθεν χορεγουμένης αὐτῷ καταπατοῦντος τὴν κρατοῦσον ἐκκλησιαστικὴν εὐκοσμίαν τε, καὶ κατάστασιν, ἐκ τῶν καθ' ἡμέραν παρασυνάξεων, καὶ παραβαπτισματων ὑπ' αὐτοῦ τολμωμένων, οὗ τὴν συναγωγὴν, γύναια κώμοις, καὶ μέθαις, ἀσελγείαις, τε, καὶ ἀκολασίαις ἐνδεδομένα πληροῖ.
42Agapetus I, Epistolae, 66, 0075D
Φιλούμενος ἀναγνώστης τῆς Ταρσέων ἐκκλησίας, ἀξιώσας ὑπέγραψα Καὶ μετὰ τὴν ἀνὰγνωσιν τῶν λιβέλλων ὁ θεοσεβέστατος ἀναγνώστης, καὶ νοταρίων σεκουνδοκήριος τῆς πρεσβύτιδος Ῥώμης προκομίσας τὸ ἄκτον τῆς γραφείσης παρὰ Ἀγαπητοῦ τοῦ τῆς ἁγίας μνήμης συνοδικῆς ἐπιστολῆς, ἀνέγνω διὰ Ῥωμαϊκῶν λέξεων· τὴν δὲ ἑρμηνείαν ταύτης ἀνέγνω Χριστόδωρος διάκονος, καὶ νοτάριος σηκρητάριος ἔχουσαν οὕτως.
43Agatho papa, Epistolae, 87, 1218C
Ἐπεὶ δὲ, εὐσεβέστατοι καὶ ἀνδρειότατοι βασιλέων, τῆς σεβασμίας ὑμῶν εὐσεβείας σὺν ἐπαίνῳ θαυμάζομεν τὴν Θεάρεστον πρόθεσιν, ἥνπερ πρὸς τὴν ἀποστολικὴν ἡμῶν πίστιν ἔχειν κατηξιώσατε, τοῦ Θεοῦ μυστικῶς πληροφοροῦντος, οὐ ῥήμασι ῥευστοῖς, οὔτε λαλιᾷ ἀπάτης, ἀλλὰ τῇ αὐτοῦ θείᾳ χάριτι ὑπομιμνήσκοντος, καὶ πάσης ἀμφιβολίας περιαιρεθείσης ἐπιθυμεῖτε ἐπιγνῶναι, ἅπερ ἡ ἀλήθεια τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς περιέχει πίστεως· ἡμεῖς πάντες οἱ ἐλάχιστοι τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ πρόεδροι, οἱ δοῦλοι τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἔν τε τοῖς δυτικοῖς καὶ ἀρκτῴοις μέρεσι τυγχάνοντες, εἰ καὶ ὀλίγοι καὶ ἁπλούστεροι τῇ γνώσει, τῆς πίστεως [τῇ πίστει, ex L.] ὅμως διὰ τῆς τοῦ Θεοῦ χάριτος σταθεροὶ, ἕνεκεν τῶν προσταχθέντων διὰ τῆς θειώδους σάκρας, ἐγνωκότες τὸν συμβασιλεύοντα καὶ διοικοῦντα σὺν ὑμῖν, τὴν κτίστην καὶ πρύτανιν τῶν πάντων Θεὸν, ἱλαρευόμενοι πηρὶ τῆς τοιαύτης εὐσεβοῦς προθέσεως μετὰ τῶν ἐκ βάθους τῆς καρδίας ὀδυρμῶν εὐχαριστεῖν ἀπηρξάμεθα, ὅτι τὸ οὕτως ἀξιεπαίνετον, τὸ οὕτω θαυμαστὸν καὶ σωτηριῶδες, οὕτω μονογενῶς τῷ Θεῷ ὑπὲρ πάσας τὰς γηΐνας θυσίας εὐπρόσδεκτον ἔργον ἡ ὑμετέρα φιλανθρωπία καταπιστεύεται ἐπιθυμῆσαι, ὅπερ πολλοῖς μὲν εὐσεβεία καὶ δικαιοσύνῃ προὔχουσι βασιλεῦσιν ἐπεθυμεῖτο, ὅμως ὀλίγοις καὶ ἀραιοῖς πρὸς Θεάρεστον ἀποτέλεσμα μετὰ ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως διασωθῆναι δυνατὸν ἀπεδείχθη.
44Agatho papa, Epistolae, 87, 1222B
Ὁμολογοῦμεν δὲ τὸν ἕνα τῆς αὐτῆς ἁγίας ὁμοουσίου Τριάδος τὸν Θεὸν Λόγον, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, ἐπ' ἐσχάτων τῶν αἰώνων δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου, καὶ τῆς ἁγίας, ἀχράντου, καὶ ἀειπαρθένου, ἐνδόξου Μαρίας τῆς δεσποίνης ἡμῶν, τῆς ἀληθῶς καὶ κυρίως Θεοτόκου, κατὰ σάρκα δηλονότι ἐξ αὐτῆς τεχθέντα, καὶ ἀληθῶς ἄνθρωπον γενόμενον, τὸν αὐτὸν Θεὸν ἀληθινὸν, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινόν· Θεὸν μὲν ἐκ τοῦ Θεοῦ Πατρὸς, ἄνθρωπον δὲ ἐκ τῆς παρθένου μητρὸς, σαρκωθέντα ἐξ αὐτῆς σαρκὶ ψυχὴν ἔχοντα [ἐχούσης] λογικὴν καὶ νοεράν· ὁμοούσιον τὸν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· σταυρωθέντα ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα· ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
45Agatho papa, Epistolae, 87, 1222D
Ἕνα δηλαδὴ καὶ τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐκ δύο καὶ ἐν δύο οὐσίαις ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως ὑποστῆναι γινώσκομεν, οὐδαμοῦ τῆς διαφορᾶς τῶν φύσεων ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ μᾶλλον σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ ἐν δυάδι προσώπων μεριζόμενον ἢ διαιρούμενον, οὔτε εἰς μίαν σύνθετον φύσιν συγχεόμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὔτε ἄλλον ἐν ἄλλῳ, οὔτε ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν αὐτὸν τοῦτον ἐν δύο φύσεσι, τουτέστι θεότητι καὶ ἀνθρωπότητι μετὰ τὴν ὑποστατικὴν ἕνωσιν ἐπιγινώσκομεν· ἐπειδὴ οὔτε ὁ Λόγος εἰς τὴν φύσιν τῆς σαρκὸς ἐτράπη, οὔτε ἡ σάρξ εἰς τὴν τοῦ Λόγου φύσιν μετεμορφώθη· διέμεινε γὰρ ἑκάτερον ὅπερ φυσικῶς ἦν· τὴν διαφορὰν δηλονότι τῶν ἑνωθεισῶν ἐν αὐτῷ φύσεων μόνῃ θεωρίᾳ διακρίνομεν, ἐξ ὧν ἀχωρίστως, ἀσυγχύτως, καὶ ἀτρέπτως συνετέθη· εἷς γὰρ ἐξ ἑκατέρων, καὶ δι' ἑνὸς τὰ ἑκάτερα· ἐπειδὴ ἅμα εἰσὶ καὶ τὸ μέγεθος τῆς θεότητος, καὶ τὸ ταπεινὸν τῆς σαρκός· ἑκατέρας φύσεως φυλαττούσης καὶ μετὰ τὴν ἕνωσιν ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα, καὶ ἐνεργούσης ἑκατέρας μορφῆς μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν Λόγου κατεργαζομένου τοῦθ' ὅπερ ἐστὶ τοῦ Λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅπερ ἐστὶ τοῦ σώματος· καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν.
46Agatho papa, Epistolae, 87, 1223A
Ἐξ ὧν διδασκαλιῶν ταῦτα ἀναλεξάμενοι διὰ βραχέων συνηγάγομεν.
47Agatho papa, Epistolae, 87, 1223D
» Πρὸς τούτοις ἀπολογητέον ἐστὶν ἡμῖν τοῖς ἐλαχίστοις οἰκέταις πρὸς τὴν εὐμένειαν τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν χάριν τῆς βραδύτητος τῶν σταλέντων ἐκ τῆς ἡμετέρας συνόδου προσώπων, οὓς σταλῆναι διὰ τῆς σεβασμίας αὐτῆς σάκρας ἡ ὑμετέρα κορυφὴ παρεκελεύσατο.
48Agatho papa, Epistolae, 87, 1227A
Καὶ καθὼς Θεοδοσίου τοῦ μεγάλου, οὗτινος ἐν ταῖς ἄλλαις αὐτοῦ ἀρεταῖς ἡ μονογενὴς εὐσέβεια κηρύττεται· οὗτινος ἐπινεύσαντος [συναντιλαμβανομένου], διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος τῶν ἑκατὸν πεντήκοντα Πατέρων τῇ γνώμῃ, ἣν αὐτοῖς ἐνέπνευσε, τὸ Πνεῦμα τὸ ἅγιον ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῶ ἐκηρύχθη.
49Agatho papa, Epistolae, 87, 1227D
Σῶσαι γὰρ διὰ τῆς ἀληθείας τῆς ἀποστολικῆς ὁμολογίας τὰς ἐκ τῆς θείας ῥοπῆς ἐμπιστευθείσας ἡμῖν ψυχὰς ἐπιθυμοῦμεν, ἢ διὰ φλυαρίας τοὺς ἀκούοντας εἰς πλάνην ἐμβάλλειν.
50Agatho papa, Epistolae, 87, 1230A
Διὰ τοῦτο χαρὰ μεγάλη ἔσται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐὰν τῆς ὑμετέρας εὐμενοῦς βασιλείας μεσιτευούσης ὁ συμβασιλεὺς ἡμῶν καὶ παντοκράτωρ Θεὸς ταῦτα πρὸς πέρας ἀγάγῃ, ἵνα ὁ οὐρανὸς εὐφρανθῇ, καὶ ἀγαλλιάσηται ἡ γῆ γινομένης εἰρήνης πολλῆς τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· καὶ ἀφαιρεθῇ ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ βδέλυγμα σκανδάλου, τὸ ὂν εἰς πτῶσιν πολλῶν ἀσυστάτων καὶ ἁπλουστέρων· καὶ γένηται μία πίστις, ἓν στόμα, καὶ χεῖλος ἓν, καὶ μία πρὸς πάντα [παρὰ πᾶσι] τοῦ ἀποστολικοῦ κηρύγματος ὁμολογία, ἐν ὅσῳ πάντες ὁμοθυμαδὸν λαλοῦσι τὰ μεγαλεῖα τοῦ Θεοῦ· ἥντινα ἐν τοῖς χρόνοις τῆς ὑμετέρας γαληναίας εὐδαιμονίας ὁ πολυέλεος Θεὸς χαρίσασθαι καταξιώσοι, ἐν ᾧ [ι., ως] τὰ διεσπασμένα πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατασκευάζονται, τὰ διακεχωρισμένα εἰς ἁρμογὴν ἀληθείας συνέρχονται, τὰ διεζευγμένα εἰς ἀγάπην ἀποστολικῆς πίστεως [ἀληθείας] συνάπτονται, τὰ διεσκορπισμένα εἰς ἕνωσιν ἐπικρατούσης τῆς ἀποστολικῆς Ἐκκλησίας συνέρχονται, ἵνα ὁμοφρόνως ἅμα ἡμῖν πάντες τὴν μεγαλειότητα τοῦ ἐνεργήσαντος τὸ ἀγαθὸν τοῦτο Θεοῦ πιστῶς ἰσχύσωσι παρακαλέσαι ὑπὲρ τοῦ μακροχρόνιον καὶ τελείαν εὐδαιμονίαν θεόθεν χαρισθῆναι τῷ κράτει τῆς ὑμῶν ἀνδρείας, ἵνα τοῖς καμάτοις τῆς ὑμῶν ἀηττήτου ἡμερότητος συναχθήσωνται ἐκ τῶν ἐθνῶν εἰς τὸ πιστεύειν [L., ἐξομολογήσασθαι] τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ, καὶ δοξάζειν ἐν ὕμνοις τὴν ἀληθῆ αὐτοῦ ὁμολογίαν, τοῦ ποιήσαντος θαυμάσια μεγάλα μόνου, τοῦ ποιήσαντος τέρατα ἐπὶ τῆς γῆς· ἀνταναιροῦντος πολέμους μέχρι τῶν ἐσχάτων τῆς γῆς· ὅς τὰ διεσπαρμένα συνήγαγε, καὶ τὰ συναχθέντα φυλάττει· ὃς τοὺς εὐσεβεῖς βασιλεῖς ἐπὶ τὸν λαὸν αὐτοῦ βασιλεύειν προστάττει, ὅντινα διὰ τῆς ἀγρύπνου εὐσεβείας, καὶ τῶν ἀηττήτων καμάτων συνεργοῦντος Θεοῦ φυλάττουσιν.
51Agatho papa, Epistolae, 87, 1247D
Τὰ μέγιστα τῶν νοσημάτων μειζόνων δεῖται βοηθημάτων, ὡς ἴστε μακαριώτατοι· διά τοι τοῦτο Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ἡ ὄντως τῶν ὄντων δημιουργική τε καὶ προνοητικὴ δύναμις σοφὸν ἀνέδειξεν ἰατρὸν τὴν ὑμετέραν Θεοτίμητον ἁγιότητα, τό τε νοσῶδες τῆς αἱρετικῆς λύμης ὀρθοδοξίας φαρμάκοις ῥωστικῶς ἀπελαύνουσαν, καὶ πανσθενῆ τὴν ὑγείαν τῆς Ἐκκλησίας χαριζομένην τοῖς μέλεσιν.
52Agatho papa, Epistolae, 87, 1250B
Πρὸς δὲ τούτοις καὶ μετὰ τούτους τοῖς ἀναθέμασι τῶν αἱρετικῶν ἐνδίκως καθυπεβάλομεν, καὶ τοὺς ἐν ζῶσιν ἀναδεδεγμένους τὴν τούτων ἀσέβειαν, εἰπεῖν δὲ μᾶλλον σαφέστερον, τὴν Ἀπολλιναρίου, Σεβήρου τε, καὶ Θεμιστίου τῶν Θεοστυγῶν, Μακάριον τὸν γενόμενον τῆς Ἀντιοχέων μεγαλοπόλεως ἐπίσκοπον· ὃν καὶ τῆς ποιμαντικῆς δορᾶς κατ' ἀξίαν ἀπεγυμνώσαμεν διὰ τὸ ἀμετανόητον τούτου πρὸς τὴν ὀρθόδοξον πίστιν καὶ ἀνεπίστροφον· Στέφανον τὸν τούτου πρὸς ἄνοιαν μαθητὴν καὶ διδάσκαλον πρὸς ἀσέβειαν, καὶ τὸν ἐν τοῖς αἱρετικοῖς δόγμασι Πολυχρόνιον, καὶ τοὺς τὰ ὅμοια τούτοις ἀμετανοήτως διδάξαντας ἢ διδάσκοντας, ἢ φρονοῦντας, ἢ φρονήσαντας δόγματα.
53Agatho papa, Epistolae, 87, 1250C
Οὐ γὰρ ἐγελάσαμεν τῶν πέλας τὰ πτώματα, οὐδὲ τῆς ἐκείνων ἐξοιστρήσεως ἐπιχαρέντες κατεσκιρτήσαμεν, οὐδὲ μέγα διὰ τοῦτο ἐπήρθημεν, ἵνα καὶ μεῖζον ἐπὶ τούτῳ κατενεχθείημεν· οὐχ οὕτως ἡμεῖς περὶ τούτων, ὦ σεβασμία καὶ ἱερὰ κεφαλὴ, ἐπαιδεύθημεν, τὸν τῶν ὅλων δεσπότην Χριστὸν κεκτημένοι φιλάνθρωπόν τε καὶ ὑπεράγαθον· ὃς καὶ μιμητὰς ἡμᾶς, ὡς ἐφικτὸν, τῆς ἱεραρχικῆς αὐτοῦ νομοθεσίας ἀγαθοπρεπῶς γενέσθαι παρακελεύεται, καὶ τύπον ἐπέχοντας τῆς αὐτοῦ ποιμαντικῆς τε καὶ συστατικῆς κυβερνήσεως.
54Agatho papa, Epistolae, 87, 1250D
Ἀλλὰ καὶ πρὸς ἐπιστροφὴν μετανοίας ὅ, τε γαληνότατος βασιλεὺς καὶ ἡμεῖς διαφόρως τούτους προετρεψάμεθα· καὶ μεθ' ὅλης τῆς εὐσεβείας τὰ πάντα πεπράχαμεν, οὐδὲν πρὸς χάριν ἢ ἀπέχθειαν διαγενόμενοι [ἴσ., διεγειρόμενοι] καθὼς ὑμᾶς ἔνεστιν ἐκ τῶν ἤδη κεκινημένων ἐφ' ἑκάστῳ τῶν παρηκολουθηκότων καὶ ἐγγράφως ὑπομνηματισθέντων, τῶν καὶ ἐπὶ τοῦ παρόντος τῇ ὑμῶν ἐσταλμένων μακαριότητι, γνῶναι τὴν δύναμιν· εἶτα δὲ καὶ διὰ τῶν ἀναπληρωσάντων τὸ πρόσωπον τῆς ὑμετέρας ἁγιότητος Θεοδώρου καὶ Γεωργίου τῶν Θεοφιλεστάτων πρεσβυτέρων, καὶ Ἰωάννου τοῦ θεοσεβεστάτου διακόνου, καὶ Κωνσταντίνου τοῦ εὐλαβεστάτου ὑποδιακόνου τῶν ὑμετέρων πνευματικῶν τέκνων, καὶ ἠγαπημένων ἡμῖν ἀδελφῶν· καὶ τῶν ἐκ τῆς καθ' ὑμᾶς ἁγίας συνόδου σταλέντων ὁσιωτάτων ἐπισκόπων, ὀρθῶς καὶ χρηστῶς κατὰ τὴν ὑμῶν παίδευσιν ἐν τῷ πρώτῳ τῆς πίστεως σὺν ἡμῖν ἀγωνισαμένων κεφαλαίῳ.
55Agatho papa, Epistolae, 87, 1251B
Ἐντεῦθεν τοιγαροῦν ἐφ' ἡμᾶς ἡ τοῦ παναγίου Πνεύματος χάρις ἐπέλαμψε, τὴν ἐξουσίαν διὰ τῆς ὑμῶν ἐκτενεστάτης εὐχῆς χαρισαμένη τοῦ πᾶν ζιζάνιον καὶ ξύλον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόψαι, καί πυρ' καταναλῶσαι κελεύσασα.
56Agatho papa, Epistolae, 87, 1251D
Καὶ καρδίᾳ, γλώσσῃ τε καὶ χειρὶ συμφωνήσαντες ἀπλανέστατόν τε καὶ ἀσφαλέστατον τῇ συνεργίᾳ τοῦ ζωοποιοῦ Πνεύματος ὅρον ἐξεφωνήσαμεν, οὐ μετάραντες κατὰ τὸ δὴ λεγόμενον, ὁρια αἰώνια, μὴ γένοιτο· ἀλλὰ ταῖς τῶν ἁγίων καὶ ἐκκρίτων Πατέρων ἐμμείναντες χρήσεσιν, ὁρίσαντες, ἵνα καθάπερ ἐκ δύο καὶ ἐν δύο φύσεσι θεότητος τε καὶ ἀνθρωπότητος, ἐξ ὧν συντεθεὶς, καὶ ἐν αἷς ὑπάρχων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κηρύττεται παρ' ἡμῶν, καὶ δοξάζεται ἀχωρίστως, ἀτρέπτως, ἀσυγχύτως καὶ ἀδιαιρέτως, οὕτω καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως πρεσβεύωμεν, καθὼς καὶ ἐν τοῖς παρ' ἡμῶν ὁρισθεῖσι συνοδικῶς δεδήλωται· οἷς καὶ τὸ τοῦ Θεομιμήτου ἡμῶν βασιλέως κράτος συναινέσαν ἰδιοχείρως καθυπεσημήνατο· ἀποβαλλόμενοι, ὡς προλέλεκται, τὴν ἀσεβεστάτην καὶ φασματώδη περὶ ἑνὸς θελήματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, καὶ κατακρίναντες αἵρεσιν· ἔνθεν τε τῶν συγχεόντων καὶ διαιρούντων τὸν τάραχον κατεπαύσαμεν, καὶ τὴν πυριφλόγον ζάλην τῶν λοιπῶν αἱρέσεων κατεσβέσαμεν, τὴν δὲ τῆν ὀρθοδόξου πίστεως φωταυγίαν τηλαυγῶς σὺν ὑμῖν ἐκηρύξαμεν· ἣν καὶ αὖθις διὰ τιμίων ὑμῶν ἀντιγράφων ἐπισφραγίσαι τὴν ὑμῶν ἐκλιπαροῦμεν πατρικὴν ἁγιότητα· δι' ἧς εὐέλπιδες εἰς Χριστὸν ὄντες θαῤῥοῦμεν, τὴν αὐτοῦ πολυέλεον ἀγαθότητα τὴν σύστασιν τῇ ἐκ Θεοῦ δωρηθείσῃ τῷ πραοτάτῳ ἡμῶν βασιλεῖ Ῥωμαϊκῇ πολιτείᾳ χαρίζεσθαι, νίκαις τε πολυχρονίοις τὴν αὐτοῦ κατακοσμεῖν παγγάληνον ἡμερότητα· τὴν δὲ ὑμετέραν Θεοτίμητον ἁγιότητα παριστῶσαν πρὸς τοῖς ἔνθεν καὶ τῷ φοβερῷ αὐτοῦ ἐκείνου βήματι εἰλικρινῶς τε καὶ ἀληθῶς ὁμολογήσασαν τὰ τῆς πίστεως, ἐν ῥώσει φυλαττομένην, καὶ διασώζουσαν τὰ ἐκ Θεοῦ ἐμπιστευθέντα αὐτῇ ὀρθόδοξα ποίμνια.
57Agatho papa, Epistolae, 87, 1162C
Καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς, ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λόγιζομένων ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθησθέντας, καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δῶνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα, πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν, καὶ πληροφοροῦσιν· ἅστινας κεραίας ἡ χάρις τοῦ ἁγίου Πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ὑπομιμνησκούσας, καὶ μὴ καταθλιβούσας· ἀπολογουμένας καὶ μὴ καταφοβούσας· μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας· πρὸς ταῦτα, ἅπερ εἰσὶ τοῦ Θεοῦ, κατὰ Θεὸν προτρεπούσας.
58Agatho papa, Epistolae, 87, 1163B
» Ταύταις τοίνυν ταῖς θείαις συλλαβαῖς, ἡμερώτατοι τῶν πραγμάτων δεσπόται, ἐμψυχωθεὶς, καὶ πρὸς ἐλπίδα παραμυθίας ἀπὸ βαθυτάτων ὀδυνῶν κουφισθεὶς, ἠρξάμην τῇ κρείττονι κατ' ὀλίγον ἀνεθεὶς παῤῥησίᾳ τὰ ἤδη [ἴσ. τοῖς ἤδη] διὰ τῆς σάκρας τῆς ἡμερωτάτης ὑμῶν ἀνδρείας προσταχθέντα [προσταχθῶσιν] ἐνεργῶς πρόθυμον ὑπουργίαν παριστᾶν, καί τινα πρόσωπα εἴς τε τὴν τοῦ καιροῦ τούτου ἀτονίαν, καὶ τῆς δουλικῆς ὑμῶν χώρας ποιότητα ἠδύναντο εὑρεθῆναι ἕνεκεν πληροφορίας ὑπακοῆς, ἐπεζήτουν, καὶ μετὰ βουλῆς τῶν συνδούλων μου τῶν ἐπισκόπων ἀπό τε τῆς πλησιαζούσης τούτῳ τῷ ἀποστολικῳ θρόνῳ συνόδου, εἴτα δὲ καὶ ἀπὸ τοῦ δουλικοῦ κλήρου [L. οἰκείου] τοῦ φιλοῦντος [τοὺς φιλοῦντας] τὸ ὑμέτερον Χριστιανικώτατον κράτος, καὶ ἀκολούθως ἀπὸ τῶν θεοσεβεστάτων δούλων τοῦ Θεοῦ ἐπὶ τῷ σπεῦσαι παρὰ τὰ ἴχνη τῆς εὐσεβοῦς ὑμῶν γαληνότητος.
59Agatho papa, Epistolae, 87, 1163D
Καὶ διὰ τοῦτο, χριστιανικώτατοι δεσπόται καὶ τέκνα, κατὰ τὴν εὐσεβεστάτην κέλευσιν τῆς θεοσκεπάστου ὑμῶν ἡμερότητος ἕνεκεν ὑπακοῆς, ἧς ὠφείλομεν, οὐχ ἕνεκεν παῤῥησίας τῶν εἰς αὐτοὺς [ἴσ. τῆς ἐν αὐτοῖς] περισσευούσης εἰδήσεως, οὓς στέλλομεν, τοὺς παρόντας συνδούλους ἡμῶν Ἀβουνδάντιον, Ιὠάννην, καὶ Ιὠάννην, τοὺς εὐλαβεστάτους ἀδελφοὺς ἡμῶν καὶ ἐπισκόπους, Θεόδωρον καὶ Γεώργιον τὰ ἀγαπητὰ ἡμῶν τέκνα, τοὺς πρεσβυτέρους, μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν τέκνου Ιὠάννου τοῦ διακόνου, καὶ Κωνσταντίνου τοῦ ὑποδιακόνου· οὐ μὴν ἀλλὰ καὶ Θεοδώρου τοῦ πρεσβυτέρου λεγάτου τῆς ἁγίας Ἐκκλησίας Ρἁβέννης, καὶ τοὺς θεοσεβεστάτους δούλους τοῦ Θεοῦ τοὺς μοναχοὺς μετὰ καθοσιώσεως ἱκετευτικῆς καρδίας ἐφρωντίσαμεν ἀποστεῖλαι.
60Agatho papa, Epistolae, 87, 1166A
Παρὰ γὰρ ἀνθρώποις ἐν μέσῳ ἐθνῶν τυγχάνουσι, καὶ ἀπὸ σωματικοῦ μόχθου τὴν τροφὴν μετὰ μεγάλου δισταγμοῦ ποριζομένοις, πῶς εἰς τὸ πλῆρες δυνήσεται εὑρεθῆναι ἡ τῶν Γραφῶν εἴδησις; εἰ μὴ ὅτι κανονικῶς ἀπὸ τῶν ἁγίων τῶν προηγησαμένων καὶ τῶν ἁγίων πέντε συνόδων ἅπερ ὡρισμένα εἰσὶν, ἐν ἁπλότητι καρδίας, καὶ ἀναμφιβόλως ἀπὸ τῆς παραδοθείσης παρὰ τῶν Πατέρων πίστεως φυλάττομεν, ἓν καὶ ἐξαίρετον ἔχειν διὰ παντὸς εὐχόμενοί τε καὶ σπεύδοντες, ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα μειωθῇ, μηδὲν ἀλλαγῇ, ἢ προστεθῆ, ἀλλὰ ταῦτα καὶ ῥήμασι, καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῶσιν.
61Agatho papa, Epistolae, 87, 1166A
Οἷς τισι διακομισταῖς καὶ χρησεις τινὰς τῶν ἁγίων Πατέρων, οὓς ἐδέξατο αὕτη [ταύτη] ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, μετὰ τῶν βιβλίων αὐτῶν παραδεδώκαμεν· ὅπως εὐπορίας τυχόντες τοῦ ἀναφέρειν ἀπὸ τοῦ εὐμενοῦς ὑμῶν καὶ Χριστιανικωτάτου κράτους ἐκ τούτων μόνον ἀπολογήσασθαι σπεύσωσι, ἐπ' ἄν ἡ βασιλικὴ ἡμερότης προστάξῃ, τί αὕτη [ταύτη] ἡ πνευματικὴ μήτηρ τοῦ θεοκατορθώτου ὑμῶν κράτους, ἡ τοῦ Χριστοῦ ἀποστολικὴ Ἐκκλησία πιστεύει, καὶ κηρύσσει οὐ διὰ κοσμικῆς εὐγλωττίας, ἥτις οὐδὲ ἰδιώταις ἀνθρώποις βοηθεῖ, ἀλλὰ δι' ἀκεραιότητος τῆς ἀποστολικῆς πίστεως, ἐν ᾗ καὶ ἐκ σπαργάνων ἀνατραφέντες μέχρι τέλους τῷ κατορθωτῇ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τῷ Κυρίῳ τοῦ οὐρανοῦ πάντας σὺν ἡμῖν ἱκετεύομεν δουλεύειν καὶ φυλάττεσθαι.
62Agatho papa, Epistolae, 87, 1166B
Ὑπὲρ ὧν γονυπετοῦντες τῇ διανοίᾳ ἱκετικῶς [ἱκετευτικῶς] τὴν ὑμετέραν φιλανθρωπίαν, ἥτις πρὸς ἡμερότητα διὰ παντὸς ἀποβλέπει, δυσωποῦμεν, ἵνα κατὰ τὴν ἀγαθοθελῆ, καὶ σεβασμίαν τῆς βασιλικῆς σάκρας ὑπόσχεσιν ἀποδοχῆς αὐτοὺς ἀξιώσῃ ἡ χριστομίμητος ὑμῶν γαληνότης, καὶ εὐμενεῖς τὰς ἀκοὰς ὑμῶν ταῖς μετρίαις αὐτῶν ἀναφοραῖς χαρίσασθαι καταξιώσῃ.
63Agatho papa, Epistolae, 87, 1166D
Οὕτως ἠνεῳγμένα τὰ ὦτα τοῦ παντοδυνάμου Θεοῦ πρὸς τὸ εἰσακοῦσαι τῶν ἱκεσιῶν ἡμῶν εὑρήσαι ἡ ὑμετέρα ἡμερωτάτη εὐσέβεια, καὶ ἀβλαβεῖς περί τε τὴν ὀρθότητα τῆς ἀποστολικῆς πίστεως, περί τε τὴν τῶν σωμάτων ὁλοκληρίαν τοῖς οἰκείοις ἀποκαταστῆσαι κελεύσῃ· οὕτως ἀποκαταστήσαι ἡ ὑπερτάτη μεγαλειότης διὰ τῶν ἀνδρειοτάτων, καὶ ἀηττήτων καμάτων τῆς ὑμῶν θεοστηρίκτου φιλανθρωπίας ὑπὸ τὸ ἀγαθοθελὲς διάδημα τῆς ὑμῶν βασιλείας πᾶσαν τὴν τῶν Χριστιανῶν πολιτείαν, καὶ τοῖς ἀνδρειοτάτοις ὑμῶν σκήπροις τὰ ἀντιτασσόμενα, ὑποτάξαι ἔθνη, ἵνα ἐκ τούτου πάσῃ ψυχῇ, καὶ πᾶσι τοῖς ἔθνεσι πληροφορία γένηται, ὅτι ὅπερ διὰ τῶν σεβασμίων κεραιῶν περὶ ἀβλαβησίας, καὶ τοῦ μὴ ἔν τινι βαρυνθῆναι τοὺς ἐρχομένους, τοῦ Θεοῦ αὐτῇ ἐνηχήσαντος, ὑποσχέσθαι κατηξίωσεν, ἐν πᾶσιν ἐπλήρωσεν, Οὔτε γὰρ ἡ εἴδησις αὐτῶν παῤῥησίαν δέδωκεν, ἵνα τολμήσωμεν πρὸς τὰ εὐσεβῆ ὑμῶν ἴχνη τούτους στεῖλαι, ἀλλὰ τοῦτο ἡ βασιλικὴ ὑμῶν εὐμένεια φιλανθρώπως κελεύουσα προετρέψατο, καὶ ἡ ἡμῶν σμικρότης τὸ κελευθὲν μεθ' ὑπακοῆς ἐπλήρωσεν.
64Agatho papa, Epistolae, 87, 1167A
Ἵνα δὲ τῇ θεοσυστάτῳ [θεοδιδάκτῳ] ὑμῶν εὐσεβείᾳ, τί περιέχει ἡ δύναμις τῆς ἀποστολικῆς ἡμῶν πίστεως, διὰ βραχέων δηλοποιήσωμεν, ἣν καὶ παρελάβομεν διὰ τῆς ἀποστολικῆς παραδόσεως παρὰ τῶν ἀποστολικῶν ἀρχιερέων, καὶ τῶν ἁγίων πέντε οἰκουμενικῶν συνόδων, δι' ὧν οἱ θεμέλιοι τῆς καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐστερεώθησαν, καὶ ἐσταθερώθησαν, αὕτη τοιγαροῦν ἐστιν ἡ κατάστασις τῆς εὐαγγελικῆς, καὶ ἀποστολικῆς ἡμῶν πίστεως, ἵνα ὁμολογοῦντες τὴν ἁγίαν καὶ ἀχώριστον Τριάδα, τουτέστι τὸν Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον, μιᾶς εἶναι θεότητος, μιᾶς φύσεως καὶ οὐσίας, ἑνὸς αὐτὴν κηρύττωμεν καὶ φυσικοῦ θελήματος, δυνάμεως, ἐνεργείας, δεσποτείας, μεγαλειότητος, ἐξουσίας, καὶ δόξης.
65Agatho papa, Epistolae, 87, 1167B
Καὶ ἑκατέραν ἑνὸς καὶ τοῦ αὐτοῦ Θεοῦ Λόγου τοῦ σαρκωθέντος, τουτέστιν ἐνανθρωπήσαντος ἀσυγχύτως, ἀχωρίστως, ἀτρέπτως εἶναι ἐπιγινώσκομεν· μόνῃ νοήσει τὰ ἡνωμένα διακρίνοντες διὰ τὴν τῆς συγχύσεως δηλαδὴ πλάνην.
66Agatho papa, Epistolae, 87, 1167D
Αὕτη ἐστὶν ἡ τῆς τῶν Χριστιανῶν πίστεως ἀληθὴς, καὶ ἀμώμητος ὁμολογία· ἤνπερ οὐκ ἀνθρωπίνη ἐφεῦρε πανουργία, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν κορυφαίων τῶν ἀποστόλων ἐδίδαξεν.
67Agatho papa, Epistolae, 87, 1170C
Αὕτη ἐστὶν ἡ τῶν ἀποστόλων τοῦ Χριστοῦ ζῶσα παράδοσις, ἥν τινα μέχρι τοῦ παρόντος ἡ αὐτοῦ κρατεῖ Ἐκκλησία, ἥτις ἐξαιρέτως ἀγαπωμένη, καὶ θαλπομένη, καὶ παῤῥησιαστικῶς κηρυχθεῖσα· ἥτις διὰ τῆς ἀληθοῦς ὁμολογίας τῷ Θεῷ καταλλάσσει· ἥτις τῷ Δεσπότῃ Χριστῷ παρατίθεται· ἥτις τῆς εὐσεβείας ὑμῶν τὸ Χριστιανικώτατων διαφυλάττει κράτος· ἥτις ἀπὸ τοῦ Δεσπότου τοῦ οὐρανοῦ δαψιλεῖς νίκας τῇ ἀνδρείᾳ τῆς ὑμετέρας εὐσεβείας συνεισάγει· ἥτις συνοδεύει ἐν τοῖς πολέμοις, καὶ ἐκπολεμεῖ τοὺς ἐναντίους, τὸ ὑμέτερον θεοκατόρθωτον κράτος πανταχοῦ ὡς ἀκαταμάχητον τεῖχος περισκέπει· ἥτις φόβον τοῖς ἐναντίοις ἔθνεσιν ἐμβάλλει [L., ἐμβάλλοι], καὶ τῇ θείᾳ ὀργῇ τιμωρεῖται [L., τιμωρῆσαιτο]· ἥτις καὶ ἐν πολέμοις τὰ τῆς νίκης βραβεῖα περὶ τῆς τῶν πολεμίων καταστροφῆς καὶ ὑποταγῆς [ἴσ.
68Agatho papa, Epistolae, 87, 1171A
Αὕτη δέ ἐστι τῆς ἀληθοῦς πίστεως ὁ κανων· ἥν τινα καὶ ἐν τοῖς εὐτυχήμασι, καὶ ἐν τοῖς ἐναντίοις θερμῶς ἐκράτησε καὶ ἐξεδίκησεν αὕτη ἡ πνευματικὴ μήτηρ τοῦ ὑμετέρου γαληναίου κράτους ἡ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλησία· ἥτις διὰ τῆς χάριτος τοῦ παντοδυνάμου Θεοῦ ἀπὸ τῆς ὁδοῦ τῆς ἀποστολικῆς παραδόσεως οὐδέποτε πλανηθῆναι δείκνυται· οὔτε τοῖς τῶν αἱρετικῶν καινισμοῖς στρεβλωθεῖσα ὑπέπεσεν, ἀλλὰ καθὼς ἐκ προοιμίων τῆς τῶν Χριστιανῶν πίστεως παρέλαβεν ἀπὸ τῶν ἰδίων αὐθεντῶν τῶν κορυφαίων τοῦ Χριστοῦ ἀποστόλων, ἀπαράτρωτος μέχρι τέλους μένει κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ τοῦ Σωτῆρος θείαν παραγγελίαν [L., ἐπαγγελίαν], ἣν τῷ ἐξάρχῳ τῶν ἑαυτοῦ μαθητῶν ἐν τοῖς Εὐαγγελίοις ὡμολόγησε φήσας· « Πέτρε, Πέτρε, ἰδοὺ ὁ Σατανᾶς ἐζήτησε τοῦ σινιάσαι ὑμᾶς, ὡς ὁ σινιάζων τὸν σῖτον· ἐγὼ δὲ περὶ σοῦ ἠρώτησα, ἵνα μὴ ἐκλείψῃ [ἄλλ' ἐκλείπῃ] ἡ πίστις σου.
69Agatho papa, Epistolae, 87, 1175A
Καὶ διὰ τοῦτο φησίν· « Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ θέλεις.
70Agatho papa, Epistolae, 87, 1175D
Τὸ γὰρ ἀνθρώπινον, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς παραιτεῖται τὸ πάθος· τὸ δὲ θεϊκὸν αὐτοῦ πρόθυμον· ἧστινος σαφηνείας τί ἀληθέστερον δύναται γνωρισθῆναι; Πῶς γὰρ οὐκ ἐν αὐτῷ δύο θελήματα, τουτέστι θεῖον καὶ ἀνθρώπινον πιστῶς ἐπιγνωσθήσονται, ἐν ᾗ δύο φύσεις καὶ μετὰ τὴν ἀχώριστον ἕνωσιν συνοδικῷ κηρύγματι κηρύττονται; Καὶ Ἰωάννης γὰρ, ὃς ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀνέπεσεν, ὁ ἀγαπητὸς μαθητὴς τὲν αὐτὴν περιοχὴν τούτοις σαφηνίζει τοῖς ῥήμασιν· « Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.
71Agatho papa, Epistolae, 87, 1178B
» Μήτι ἐκ τῆς φύσεως τοῦ Μονογενοῦς δυνήσεται τοῦτο λέγεσθαι; Ἀλλ' ἄνθρωπε, ὅστις νομίζεις στενάζειν τὴν φύσιν τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τί μὴ καὶ τὴν φύσιν τοῦ Θεοῦ Λόγου περίλυπον εἶναι εἴποις δύνασθαι; Πλὴν αὐτὸς, μήπως τι τοιοῦτον λεχθείη, οὐκ ἔφη· Περίλυπός εἰμι, εἰ καὶ τὰ μάλιστα εἰ καὶ τοῦτο εἰρήκει, οὐχὶ μὴ ἐκ τῆς φύσεως τοῦ ἀνθρώπου ἐχρῆν νοεῖσθαι, ἀλλά φησι· « Περίλυπός ἐστιν ἡ ψυχή μου, » ἣν ὡς ἄνθρωπος πάντως εἶχεν ἀνθρωπίνην, εἰ καὶ τὰ μάλιστα καὶ ἐν τούτῳ ὅ φησιν· « Οὐχ ὅπερ ἐγὼ θέλω, » ἄλλο ἑαυτὸν δείκνυσι θέλειν παρὰ τὸν Πατέρα, ὅπερ εἰ μὴ τῇ ἀνθρωπίνῃ καρδίᾳ οὐκ ἠδύνατο, ὁπόταν [ἴσ. ὁ πότε] τὴν ἡμετέραν ἀσθένειαν εἰς τὴν ἰδίαν οὐχὶ τὴν θείαν, ἀλλὰ τὴν ἀνθρωπίνην μετασχηματίσαι [ἴσ., μετεσχημάτιζε] διάθεσιν.
72Agatho papa, Epistolae, 87, 1178D
Ταῦτα ὁ πνευματικὸς Πατὴρ ὑπομιμνήσκων καταρτίζει, ὁποῖον θέλημα ἐξ ἀϊδίου σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ φυσικῶς κοινὸν ὁ Υἱὸς ἔχει, καὶ ποῖον χρονικῶς διὰ τῆς προσληφθείσης ἀνθρωπότητος ὁ αὐτὸς ἐν τῷ ἰδίῳ προσώπῳ ἀνέλαβεν.
73Agatho papa, Epistolae, 87, 1179B
Καὶ ἐν τῷ διέρχεσθαι αὐτὸν διὰ τῆς Γαλιλαίας μετὰ τῶν μαθητῶν, οὐκ ἤθελεν, ἵνα τις γνῷ.
74Agatho papa, Epistolae, 87, 1179B
Καὶ οὐκ ἤθελε διὰ τῆς Ἰουδαίας περιπατῆσαι, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
75Agatho papa, Epistolae, 87, 1179C
Οὐδὲν γὰρ ἐναντίον ἑαυτῷ ὁ Δημιουργὸς τῶν ὅλων ἔκτισεν, ἢ διὰ τοῦ μυστηρίου τῆς Ἐνανθρωπήσεως προσέλαβε.
76Agatho papa, Epistolae, 87, 1182D
Καὶ πάλιν ἐν τῷ αὐτῷ τόμῳ· Καὶ πόθεν ἐστὶ τὸ θέλημα, καὶ εἶναι οὐ λογίζεται, καὶ ἐὰν ἡ ἀρχαιογονία αὐτοῦ οὐκ ἔστι ζητητέα, οὐ διὰ τοῦτο οὐκ ἔστι ζητητέα, ὅτι τὸ θέλημα ποθεν οὐκ ἔστιν, ἀλλ' ὅτι πεφανέρωται πόθεν εἴη.
77Agatho papa, Epistolae, 87, 1183A
Καὶ πάλιν φησί· Διὰ τί οὖν ἀρνῆσαι κεκλεισμένοις ὀφθαλμοῖς πράγματα φανερὰ, ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ἀναφύεσθαι θέλημα τῷ ἀνθρώπῳ; Ὡσαύτως· Αὐτὴ ἡ κίνησις τῆς ψυχῆς μηδενὸς ἀναγκάζοντος θέλημα ἐστι . . . Καὶ πάλιν· Οὕτως οὐκ ἀληθῶς ἄρα [οὕτως ἄρα ex Lat.], Ἰουλιανὲ, ἐξ ἀνθρώπου θέλημα ἀνθρώπου οὐκ ἀναφύεται, ὁπόταν ὁ ἀνθρωπος ἀγαθὸν ποίημα Θεοῦ εἴη; Ἔπειτα δὲ [μὴ] ἠδυνήθη ἀνελθεῖν εἰς τὴν καρδίαν σου, φύεσθαι μὲν ἐξ ἀνθρώπου θέλημα, ἀλλ' οὐχὶ ἐκ τοῦ αὐτεξουσίου αὐτοῦ; Εἰπὲ οὖν πόθεν, ἐὰν οὐχὶ ἀπὸ τῆς φύσεως, τουτέστιν, ἐὰν οὐχὶ ἀπ' αὐτοῦ τοῦ ἀνθρώπου; Αἷστισι μαρτυρίαις φαίνεται μίαν ἑκάστην αὐτῶν, ἅς τινας ἐνταῦθα ὁ πνευματικὸς Πατὴρ ἀπηρίθμησε φύσεις, ἴδιον φυσικὸν ἔχειν, καὶ ἑνὶ ἑκάστῳ προσκυροῦσθαι ὀφείλειν θέλημα.
78Agatho papa, Epistolae, 87, 1183C
Ὁπόταν ταῦτα οὕτως ἔχει, ἀκριβέστατα φαίνεται, ὅτι ἐν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ δύο, τουτέστι, Θεοῦ καὶ ἀνθρώπου φύσεις, ἤτοι οὐσίας ὁμολογοῦντες εἰς μίαν αὐτοῦ συνεληλυθέναι τὴν ὑπόστασιν, ἤτοι πρόσωπον, ἀναγκαῖόν ἐστι καὶ δύο ἡμᾶς φυσικὰ ἐν αὐτῷ ὁμολογεῖν θελήματα, θεῖον δηλονότι καὶ ἀνθρώπινον· ἐπειδὴ οὔτε τὴν αὐτοῦ θεότητα, ὅσον πρὸς τὸν τῆς φύσεως λόγον ἀνήκει, ἀνθρώπινον ἐσχηκέναι θέλημα λέγειν ἐστίν· οὔτε τὴν ἀνθρωπότητα αὐτοῦ θεῖον φυσικῶς ἐσχηκέναι θέλημα πιστεύειν ἐστίν· οὔτε δὲ πάλιν τινὰ ἐκ τῶν αὐτῶν δύο τοῦ Χριστοῦ οὐσιῶν ἐκτὸς τοῦ φυσικοῦ θελήματος ὑπάρχειν ὁμολογεῖν ἐστίν· ὁπόταν καὶ τὸ ἀνθρώπινον διὰ τῆς παντοκρατορίας τῆς αὐτοῦ θεότητος ὑψηλόν ἐστι, καὶ τὸ θεῖον διὰ τῆς ἀνθρωπότητος φανερὸν τοῖς ἀνθρώποις.
79Agatho papa, Epistolae, 87, 1183C
Ἀποδοῦναι τοίνυν ἀναγκαῖόν ἐστι τὰ ὄντα θεῖα τῷ αὐτῷ ὡς Θεῷ, τὰ ὄντα ἀνθρώπινα τῷ αὐτῷ ὡς ἀνθρώπῳ, καὶ ἑκατέρᾳ διὰ τῆς καθ' ὑπόστασιν ἑνώσεως τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀληθῶς ἐπιγινώσκειν.
80Agatho papa, Epistolae, 87, 1186A
Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις Πατράσιν, ἕνα, καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς Θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Υἱὸν Κύριον, μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἑν πρόσωπον, καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον, ἢ διαιρούμενον, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ Θεὸν Λόγον Κύριον Ἰησοῦν Χριστόν.
81Agatho papa, Epistolae, 87, 1183D
Τοῦτο αὐτὸ καὶ ἡ ἁγία σύνοδος ἡ ἐπὶ τοῦ τῆς σεβασμίας μνήμης Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει συναθροισθεῖσα ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ, τῶν ὅρων κηρύττει· Εἴ τις ἐν δύο φύσεσι, λέγουσα, μὴ ὡς ἐν θεότητι, καὶ ἀνθρωπότητι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γνωρίζεσθαι ὁμολογεῖ, ἵνα διὰ τούτου σημαίνῃ τὴν διαφορὰν τῶν φύσεων, ἐξ ὧν ἀσυγχύτως ἡ ἄφραστος ἕνωσις γέγονεν, οὔτε τοῦ Λόγου εἰς τὴν τῆς σαρκὸς μεταποιηθέντος φύσιν, οὔτε τῆς σαρκὸς πρὸς τὴν τοῦ Λόγου φύσιν μεταχωρησάσης.
82Agatho papa, Epistolae, 87, 1186B
Μένει γὰρ ἑκάτερον ὅπερ ἐστὶ τῇ φύσει, καὶ γενομένης τῆς ἑνώσεως καθ' ὑπόστασιν· ἀλλ' ἐπὶ διαιρέσει τῇ ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φονὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ἢ τὸν ἀριθμον τῶν φύσεων ὁμολογῶν ἐπὶ τοῦ αὐτοῦ ἑνὸς Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ Λόγου σαρκωθέντος, μὴ τῇ θεωρίᾳ μόνῃ τὴν διαφορὰν τούτων λαμβάνει, ἐξ ὧν καὶ συνετέθη, οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν· εἷς γὰρ ἐξ ἀμφοῖν, καὶ δι' ἑνὸς ἀμφότερα· ἀλλ' ἐπὶ τούτῳ κέχρηται τῷ ἀριθμῷ, ὡς κεχωρισμένας καὶ ιδιοϋποστάτους εἶναι τὰς φύσεις· ὁ τοιοῦτος ἀνάθεμα ἔστω.
83Agatho papa, Epistolae, 87, 1186B
Διὰ ταῦτα, ἅπερ ὁμᾶς αἱ σεβάσμιαι αὗται σύνοδοι πιστῶς ὑπομιμνήσκουσιν, ἀναγκαῖόν ἐστι φυλάξαι, ὅπως μηδαμοῦ τὴν διαφορὰν τῶν φύσεων διὰ τὴν ἕνωσιν ἀφαιρῶμεν, ἀλλὰ σωζομένης τῆς ἰδιότητος ἑκατέρας φύσεως, ἕνα Χριστὸν Θεὸν ἀληθινὸν καὶ τέλειον, καὶ τὸν αὐτὸν ἄνθρωπον ἀληθινὸν καὶ τέλειον ὁμολογήσωμεν.
84Agatho papa, Epistolae, 87, 1186B
Ἑπεὶ κᾂν ἕνα Χριστὸν, καὶ ἓν αὐτοῦ πρόσωπον καὶ ὑπόστασιν, διὰ τὴν ἕνωσιν δηλονότι τῶν φύσεων, ἥτις γέγονε καθ' ὑπόστασιν, ἐδίδαξαν· ὅμως τὴν διαφορὰν αὐτῶν τῶν φύσεων, αἵ τινες ἐν αὐτῷ ἡνώθησαν, μετὰ τὴν θαυμαστὴν καὶ ἀχώριστον ἕνωσιν, μέχρι θεωρίας νοήσεως γνωρίζειν ἡμᾶς, καὶ κηρύττειν παραδεδώκασι.
85Agatho papa, Epistolae, 87, 1186B
Τοιγαροῦν ἐὰν αἱ ἱδιότητες τῶν φύσεων ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Κυριῳ ἡμῶν Ἰητοῦ Χριστῷ διὰ τὴν διαφορὰν φυλάττωνται, ὁμοίως καὶ τὴν διαφορὰν τῶν φυσικῶν αὐτοῦ θελημάτων, καὶ τῶν φυσικῶν αὐτοῦ ἐνεργειῶν ἁρμόζει ἡμᾶς ὁμολογεῖν πληρεστάτῃ πίστει, ὅπως τῇ αὐτῶν διδασκαλίᾳ ἐν πᾶσιν ἀκολουθοῦντες ἀποδειχθῶμεν, καὶ μηδέν τῆς αἱρετικῆς καινότητος εἰς τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν προσδεξώμεθα.
86Agatho papa, Epistolae, 87, 1187A
Πῶς ὁ Κύριος τὸν κόσμον ἑαυτῷ καταλλάσσων πεμέριζε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ' αὐτοῦ γινομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἁπτόμενος δὲ διὰ τοῦ σώματος;.
87Agatho papa, Epistolae, 87, 1187B
Προσθεὶς δὲ, « Τὸ σὸν, » ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεότητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως.
88Agatho papa, Epistolae, 87, 1187D
Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τὴν σάρκα τὸν θάνατον φυσικῶς.
89Agatho papa, Epistolae, 87, 1187D
Ὁπόταν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Ναζιανζοῦ, Τὸ γὰρ ἐκείνου θέλειν τοῦ ἐν τῷ Σωτῆρι νοουμένου ἀνθρώπου δείκνυσι τὸ ἀνθρώπινον τοῦ Σωτῆρος θέλημα δι' αὐτῆς τῆς ἑνώσεως τῆς πρὸς τὸν Λόγον θεωθῆναι, καὶ διὰ τοῦτο μὴ εἶναι ἐναντίον Θεῷ.
90Agatho papa, Epistolae, 87, 1191B
Μή τι ἀρφίβολον δυνηθείη ὑπολαμβάνεσθαι, ὅπερ ἐνταῦθα ὁ Πατὴρ τῷ φωτὶ τῆς ἀληθείας φανεροποιεῖ ἐν τῷ λέγειν, καὶ λαλοῦντα καὶ πράττοντα τὸν αὐτὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πάντα τὰ τοῦ Θεοῦ ὄντα ἄνθρωπον, καὶ τὸν αὐτὸν τοῦτον πάλιν τὰ τοῦ ἀνθρώπου πράττοντα ὄντα Θεὸν, καὶ ἑκάτερον γένος σημαντικὸν Θεοῦ καὶ ἀνθρώπου ἀποδεικνῦντα; ὅπως ἐπιγνῶναι τοῖς ἐθέλουσι τὴν τῆς ἀληθείας ὁδὸν ἀνάξῃ [ὁδὸν ἀνοίξῃ ex L.], ἐπειδὴ ὁ αὐτὸς οὗτος εἷς ὢν Χριστὸς ὁ Θεὸς καὶ [ὁ αὐτὸς οὗτος εἰπὼν, Χριστὸς ὁ Θεὸς καὶ] ἄνθρωπος καὶ τῆς θείας ἐνεργείας τὴν δυναστείαν, καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἐνέργειαν ἔχειν αὐτὸν δείκνυσι, καὶ ἑκάτερα μετ' ἀλλήλων ἀκὲραια διὰ τῆς θεωρητικῆς διακρίσεως σημαίνει.
91Agatho papa, Epistolae, 87, 1191C
Ὡς γὰρ ὁ Κύριος ἐνδυσάμενος τὸ σῶμα γέγονεν ἄνθρωπος· οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρ' αὐτοῦ τοῦ Λόγου τεθεοποιήμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν.
92Agatho papa, Epistolae, 87, 1194D
Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος οὐχ ἵνα πάλιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά.
93Agatho papa, Epistolae, 87, 1199A
Οὗτινος ἡ ὀρθότης τῆς πίστεως διὰ τῶν σεβασμίων αὐτοῦ ἠδίκτων ἐν ὅλῳ τῷ κόσμῳ διαχυθεῖσα ἐπαινεῖται.
94Agatho papa, Epistolae, 87, 1199A
Ἐξ ὧν ἓν, ὅπερ πρὸς Ζώϊλον τὸν Ἀλεξανδρείας καθηγεμόνα, ἐστάλη κατὰ τῆς τῶν Ἀκεφάλων αἱρέσεως ὑπὲρ τῆς ὀρθότητος τῆς ἀποστολικῆς πίστεως πρὸς τὸ πληροφορῆσαι αὐταρκοῦν, μετὰ ταύτης ὑμῶν τῆς μετρίας ἀναφορᾶς τῇ γαληναίᾳ ὑμῶν Χριστιανότητι στείλαντες, διὰ τῶν ἀποκομιστῶν τῶν παρόντων προσφέρομεν.
95Agatho papa, Epistolae, 87, 1202C
Ὁ γὰρ Θεὸς Λόγος ἀναλαβὼν, ὃν προώρισεν ἄνθρωπον, πρὸς αὐτὸν οὐ διεκρίθη διὰ τὴν προγνωσθεῖσαν αὐτῷ διάθεσιν.
96Agatho papa, Epistolae, 87, 1203B
Ὁμοίως Θεοδώρου τοῦ γενομένου ἐπισκόπου Φαρανίτου ἐκ τοῦ ἀντιγράφου πρὸς Σέργιον ἐπίσκοπον Ἀρσινοΐτην· Καὶ διὰ τοῦτο μία ἐνέργεια τοῦ ὅλου, ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ Σωτῆρος πάντα ταῦτά εἰσίν.
97Agatho papa, Epistolae, 87, 1207D
Οὔτε μετὰ τὴν παλαιότητα τῆς [L., ἐπικρατησάσης] δυσώδους πλάνης ἀπὸ τῆς ὑπομνήσεως ἀπεσιώπησαν, ἀλλὰ διὰ παντὸς προέτρεψαν καὶ διεμαρτύραντο, καὶ τοῦτο ἐξ ἀγάπης ἀδελφικῆς, οὐ κατὰ πονηρίαν, ἢ κατὰ πεῖσμα μίσους (ἀπέστω, ἀπέστω ἀπὸ τῆς τῶν Χριστιανῶν καρδίας, ἵνα εἰς ὄλισθον ἑτέρου [ἐπεμβαίνῃ] παχύνηται, ὁπόταν ὁ τῶν πάντων Κύριος διδάσκῃ· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ' ἵνα ἐπιστραφῇ, καὶ ζήσῃ· ὁ χαίρων ἐπὶ ἑνὶ μετανοοῦντι, ἢ ἐπὶ ἐννενήκοντα ἐννέα δικαίοις· ὃς πρὸς τὸ ἐλευθερῶσαι τὸ ἀπολωλὸς πρόβατον τῆς ἑαυτοῦ μεγαλειότητος τὴν δυναστείαν ἐπικλίνας ἐξ οὐρανοῦ εἰς τὴν γῆν καταβέβηκε), καὶ ἐξηπλωμέναις ταῖς πνευματικαῖς χερσὶν εὐχόμενοι, καὶ δυσωποῦντες αὐτοὺς εἰς τὴν ὁμοψυχίαν τῆς ὀρθοδόξου πίστεως ἐπανακάμπτοντας ἀσπάσασθαι, καὶ τὴν τούτων ἐπιστροφὴν πρὸς τὴν ὑγιῆ ὀρθότητα τῆς ὀρθοδόξου πίστεως ἀναμένοντες, ὅπως ἀπὸ τοῦ ἡμετέρου καταλόγου ἤτοι τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου, οὗτινος, εἰ καὶ ἀνάξιοι, τὴν διακονίαν ἐκτελοῦμεν, καὶ τῆς παραδόσεως τὸν τύπον κηρύσσομεν, μὴ ποιήσωσιν ἑαυτοὺς ἀλλοτρίους, ἀλλ' ὁμονοητικῶς ἅμα ἡμῖν τὴν ἀμώμητον θυσίαν ὑπὲρ τῆς συστάσεως τοῦ ἀνδρειοτάτου καὶ γαληνοτάτου κράτους [προσφέροντες] ἀκαταπαύστως Χριστὸν τὸν Κύριον ἐκδυσωπῶσι.
98Agatho papa, Epistolae, 87, 1210D
Ταῦτα διὰ τοῦτον τὸν παντοδύναμον Θεὸν τοῖς ἐσχάτοις χρόνοις τῆς ὑμῶν ἡμερότητος εἰς τὸ διορθώσασθαι πιστεύομεν φυλάξαι, ἵνα καὶ τὸν τόπον, καὶ τὸν ζῆλον αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Ξριστοῦ τοῦ τὸ ὑμέτερον κράτος καταξιώσαντος στέψαι, ποιοῦντες ἐπὶ γῆς ὑπὲρ τῆς αὐτοῦ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀληθείας δικαίαν κρίσιν προαγάγητε· ὅστις τοῦ ἀνθρωπίνου γένους λυτρωτὴς καὶ σωτὴρ ὑπάρχων, μέχρι τῆς σήμερον ὑβριζόμενος ἠνέσχετο, καὶ τῷ κράτει τῆς ὑμετέρας ἀνδρειότητος ἐνέπνευσεν, ἵνα τῆς αὐτοῦ πίστεως τὸ πρᾶγμα, καθὼς τὸ δίκαιον ἀπαιτεῖ, καὶ τῶν ἁγίων Πατέρων καὶ τῶν ἱερῶν οἰκουμενικῶν πέντε συνόδων ἐψηφίσατο ἡ διδασκαλία καταξιώσητε ἐπεξελθεῖν [ἐξακολουθῆναι], καὶ τοῦ λυτρωτοῦ καὶ συμβασιλέων τὴν περὶ τῆς πίστεως αὐτοῦ ὕβριν, διὰ τῆς αὐτοῦ προστασίας ἀπὸ τῶν καταφρονησάντων ἐκδικήσητε, τὸ προφητικὸν ἐκεῖνο λόγιον μετὰ βασιλικῆς φιλανθρωπίας μεγαλοψύχως ἀναπληροῦντες, ὅθεν [ἴσ., ὅπερ] ὁ βασιλεὺς καὶ προφήτης Δαβὶδ πρὸς τὸν Θεὸν φθέγγεται.
99Agatho papa, Epistolae, 87, 1211D
Διὰ τοῦτο, εὐσεβέστατοι καὶ Θεοδίδακτοι δεσπόται καὶ τέκνα, ἐὰν τοῦτον τὸν κανόνα τῶν ἁγίων Γραφῶν, τῶν σεβασμίων συνόδων, τῶν πνευματικῶν Πατέρων ἀνεπίληπτον τοῦ ἀποστολικοῦ δόγματος κατὰ τὴν εὐαγγελικὴν αὐτῶν ἔννοιαν, δι' οὗ τῆς ἀληθείας ἡμῖν τὸν τύπον, τοῦ πνεύματος ἀνακαλύπτοντος, ἔδειξαν, ὁ πρόεδρος τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας σὺν ἡμῖν κρατειν καὶ κηρύττειν ἐπιλέξηται, εἰρήνη πολλὴ γενήσεται τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Θεοῦ, καὶ οὐκ ἀπομενεῖ τι σκάνδαλον διχονοίας, καὶ γενήσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ἐπὰν διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος ὁ λαὸς πρὸς ἐπίγνωσιν τῆς Χριστιανικωτάτης [χριστιανὸτητος, ex Lat.] προσέλθῃ, πᾶσιν ἡμῖν καρδία μία καὶ ψυχὴ μία.
100Agatho papa, Epistolae, 87, 1214B
Παρακαλῶ τοίνυν, εὐσεβέστατοι καὶ φιλανθρωπότατοι βασιλέων, καὶ Αὔγουστοι, καὶ ἅμα σὺν τῇ ἐμῇ ἐλαχιστίᾳ πᾶσα ψυχὴ Χριστιανῶν γονυπετοῦσα δέεται, ἵνα πᾶσι τοῖς θεαρέστοις ἀγαθοῖς, καὶ ταῖς θαυμασταῖς καὶ βασιλικαῖς εὐεργεσίαις, ἅστινας διὰ τῆς ὑμῶν Θεαρέστου σπουδῆς ἡ ὕψιστος ῥοπὴ τῷ ἀνθρωπίνῳ γένει χαρίσασθαι κατηξίωσε, καὶ τοῦτο εἰς ὁλόκληρον ἀποκατάστασιν τῆς τελείας εὐσεβείας τῷ συμβασιλεύοντι Δεσπότῃ Χριστῷ εὐπρόσδεκτον θυσίαν προσαγαγεῖν κελεύσητε, τὸν λόγον τῆς ἀτιμωρησίας χαρισάμενοι, καὶ ἐλευθέραν τοῦ λαλεῖν ἄδειαν ἑνὶ ἑκάστῳ τῷ λαλεῖν ἐθέλοντι, καὶ λόγον ὑπὲρ τῆς πίστεως ἧς πιστεύει καὶ κρατεῖ, ἀποδοῦναι, ἵνα ἀπὸ πάντων φανερῶς ἐπιγνωσθῇ, ὅτι οὐδενὶ φόβῳ, οὐδεμιᾷ δυναστείᾳ, οὐδεμιᾷ ἀπειλῇ, ἢ ἀποστροφῇ, τίς ποτε ὑπὲρ τῆς ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως λαλεῖν θέλων ἐκωλύθη, ἢ ἀπεβλήθη, ὅπως πάντες ὁμοθυμαδὸν ὑπὲρ τοῦ τοιούτου καὶ οὕτως ἀνεικάστου ἀγαθοῦ εἰς πάντα τὸν χρόνον τῆς ἑαυτῶν ζωῆς τὴν θείαν μεγαλοσύνην δοξάζωσι, καὶ ὑπὲρ ῥώσεως καὶ ὑψώσεως τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀκαταπαύστους ὁμοθυμαδὸν τῷ Δεσπότῃ Χριστῷ δεήσηις ἐκχέωσιν.
101Agnellus sive Andreas Ravennatensis, Liber Pontificalis, 106, 0523A (auctor c.805–c.846)
Distinguit autem Agnellus aedem quinque Dagubitas a triclinio tanquam totum a parte, et aedem quasi διὰ πέντε τὰ ἀκούβιτα propter quinque accubita a triclinio, singulari videlicet loco, ubi conviviis episcopus cum praecipuis clericorum et laicorum, certis solemnitatibus, accumbebat.
102Agnellus sive Andreas Ravennatensis, Liber Pontificalis, 106, 0579B (auctor c.805–c.846)
16 « Vigilius autem Romanus antistes ab imperatore ex Sicilia evocatus Byzantium venit, ἐτύγκανε γὰρ πολὺν τινὰ χρόνον διὰ τοῦτο ἐν Σικελίᾷ τρεβὴν ἔχων, « nam, ut eo contenderet diutinam ea in insula hic traxerat moram.
103Alcuinus, Epistolae, 100, 0184A (auctor 730-804)
Sunt autem separativae, ut: di vido, di ruo, dis traho, dis curro: quod apud Graecos διὰ praepositio facit.
104Ambrosius Mediolanensis, Expositio Psalmi CXVIII [CSEL], 5, 22, 1; 2 (auctor 340-397)
non ergo uno die quaeritur nec duobus aut paucis mensibus, sed quaeritur semper et quaeritur per omnia, ut meritorum multa concurrant suffragia; διὰ παντὸς enim et 'omne tempus' significat et 'per omnia'.
105Ambrosius Mediolanensis, Expositio Psalmi CXVIII [CSEL], 6, 30, 1; 1 (auctor 340-397)
Possumus et illud intellegere, quia διὰ παντὸς non solum id significat quod dicitur 'semper', sed etiam id quod 'per omnia-.
106Ambrosius Mediolanensis, Expositio in psalmum David CXVIII, 15, 1258A (auctor 340-397)
Non ergo uno die quaeritur, nec duobus, aut paucis mensibus: sed quaeritur semper, et quaeritur per omnia; ut meritorum multa concurrant suffragia; διὰ παντὸς enim et omne tempus significat, et per omnia.
107Ambrosius Mediolanensis, Expositio in psalmum David CXVIII, 15, 1278A (auctor 340-397)
30. Possumus et illud intelligere; quia διὰ παντός non solum id significat quod dicitur semper, sed etiam id quod, per omnia; quia ille per omnia Legem custodit, qui cum sit eruditus in Lege, sub Lege natus, et supra Legem devotionis suae gradum promovens, liberatur a Lege (Christus enim nos redemit a maledicto Legis) non sine lege Dei, sed in lege lactus est Christi: aut certe si per omnia Legem custodiamus, si legitimam pueritiae atque adolescentiae disciplinam, iuventutis conversationem, senectutis maturitatem, tramitemque singulis praescriptum aetatibus nequaquam vitae nostrae usus excedat.
108Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0847C (auctor 340-397)
Οὐκ ἀρχὴν ὁ Θεὸς Λόγος ἐκ τῆς Παρθένου εἰληφὼς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ Πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κραθεὶς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανεὶς, κατὰ τὸ γεγραμμένον· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
109Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0847C (auctor 340-397)
Οὐδέποτε μετὰ τὴν ἕνωσιν, ἣν ἐξ αὐτῆς τῆς συλλήψεως ἑαυτῷ ἑνῶσαι κατηξίωσεν, ἢ ἀποστὰς τοῦ οἰκείου ναοῦ, ἢ ἀποστῆναι διὰ τὴν ἄφατην φιλανθρωπίαν δυνάμενος· ἀλλ' ἔστιν ὁ αὐτὸς παθητὸς, καὶ ἀπαθὴς· παθητὸς κατὰ τὴν ἀνθρωπότητα, ἀπαθὴς κατὰ τὴν θεότητα· « Ἴδετε γὰρ, ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.
110Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0849A (auctor 340-397)
Διὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὴν νὺξιν ἐπέδειξε, καὶ ἔμπροσθεν τῶν μαθητῶν ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας φύσεως ἐν αὐτῷ ἀνανεωθεῖσαν πιστώσηται αὐτοὺς.
111Ambrosius Mediolanensis, Fragmentum ex Theodoreto desumptum, 16, 0849A (auctor 340-397)
Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθὴς, ἀθάνατος, ἀνενδεὴς διατελῶν, πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διὰ τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανὲωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως.
112Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 38 (auctor c.330–c.391)
ὃν Ἀπόλλων φιλαλήθης δεσπότης χρόνων καὶ Ἥφαιστος ὁ τῶν θεῶν πατὴρ προέκρινεν διὰ τὸν Ἄρεα.
113Ammianus Marcellinus, Rerum gestarum libri qui supersunt, 17, 4; 40 (auctor c.330–c.391)
ΑΦΗΛΙΩΤΟΥ ΠΡΩΤΟΣ ΣΤΙΧΟΣ Ὁ ἀφ’ ‘Ηλίου πόλεως μέγας θεὸς ἐνουράνιος Ἀπόλλων κρατερός, Ἥρωνος υἱός, ὃν Ἥλιος ἠγάπησεν, ὃν οἱ θεοὶ ἐτίμησαν, ὁ πάσης γῆς βασιλεύων, ὃν Ἥλιος προέκρινεν, ὁ ἄλκιμος διὰ τὸν Ἄρεα βασιλεύς, ὃν Ἄμμων φιλεῖ, καὶ ὁ παμφεγγής, συγκρίνας αἰώνιον βασιλέα et reliqua.
114Ammianus Marcellinus, Res gestae, 17, 4, 22; 44 (auctor c.330–c.391)
ὃν ἀπόλλων φιλαλήθης δεσπότης χρόνων καὶ ἥφαιστος ὁ τῶν φεῶν πατὴρ προέκρινεν διὰ τὸν ἄρεα.
115Ammianus Marcellinus, Res gestae, 17, 4, 23; 47 (auctor c.330–c.391)
πρωτος στιχος (ὁ αὐ ἡλίου πόλεως μέγας θεὸς ἐνουράνιος ἀπόλλων κρατερός, ἥρωνος υἱὸς, ὃν ἥλιος ἠγάπησεν, ὃν οἱ θεοὶ ἐτιμησαν, ὁ πάσης γῆς βασιλεύων, ὃν ἥλιος προέκρινεν, ὁ ἄλκιμος διὰ τὸν ἀρεα βασιλεύς, ὅν ἄμμων φιλεῖ.
116Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567A
Τὸν δέ γε τῆς Ρωμαίων πάπαν Ὁνώριον, οὐ καταγορεύειν οἶμα τῆς τῶν ἐμφύτων θελημάτων ἐπὶ Χριστοῦ δυάδος, ἐν τῇ γραφείσῃ πρὸς Σέργιον ἐπιστολῇ διὰ τὸ ἓν θέλημα φάναι, συναγορεύειν δὲ μᾶλλον, καὶ ταύτην ὡς εἰκὸς συνιστᾷν, οὐκ ἐπ' ἀθετήσει τοῦτό γε λέγοντα τοῦ ἀνθρωπίνου καὶ φυσικοῦ τοῦ Σωτῆρος θελήματος, ἀλλ' ἐπὶ τοῦ μηδαμῶς τῆς ἀσπόρου συλλήψεως αὐτοῦ καὶ τῆς ἀφθόρου γεννήσεως προκαθηγεῖσθαι θέλημα σαρκὸς, ἢ λογισμὸν ἐμπαθῆ.
117Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567B
Καὶ ὅτι γε ταύτης ἔχεται τῆς ἐννοίας, δῆλον ἐντεῦθεν· εἰπὼν γὰρ, ὅτι διὰ τὴν ἄφραστον ἕνωσιν τῆς ἀνθρωπίνης καὶ θείας φύσεως, καὶ Θεὸς λέγεται παθεῖν, καὶ ἀνθρωπότης ἐκ τοῦ οὐρανοῦ κατελθεῖν μετὰ τῆς θεότητος, καὶ ταύτῃ δεῖξαι τὴν τῶν φυσικῶς προσόντων ἑκατέρᾳ φύσει τῶν τοῦ ἑνὸς Χριστοῦ καὶ Υἱοῦ κατ' ἐπαλλαγὴν ἄκραν ἀντίδοσιν, ἐπάγει λέγων· ὅθεν καὶ ἓν θέλημα ὁμολογοῦμεν τοῦ Κυριοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ.
118Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0567C
Οὐ γὰρ σαρκὸς ἐμπαθὴς προηγήσατο θέλησις ἢ λογισμὸς, ὡς ἐφ' ἡμῶν ὁρᾶται, διὰ τὴν ἐξ ἀπάτης τοῦ γένους κατακρατοῦσαν ἡδονήν· ἀλλὰ θέλησις θεότητος μόνη δι' Υἱοῦ αὐτουργοῦντος, ὡς ἔφην, τὴν οἰκείαν σωμάτωσιν κατ' εὐδοκίαν Πατρὸς, καὶ συνέργειαν τοῦ παναγίου Πνεύματος, καινοτομοῦντος ἐν ἑαυτῷ τε καὶ δι' ἑαυτοῦ τὸν ἐπεισαχθέντα τῇ φύσει τῆς γεννέσεως τρόπον, καὶ ἀσπόρως τὴν ἑαυτοῦ ποιουμένου σύλληψιν ἐκ τῆς ἁγίας θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
119Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569B
Οὐ γὰρ προσελήφθη, φησὶν, ὑπὸ τοῦ σωτῆρος ἡ κατεφθαρμένη ἀπὸ τῆς ἁμαρτίας σὰρξ, ἡ ἀντιστρατευομένη τῷ νόμῳ τοῦ νοὸς αὐτοῦ· Οὖ τινος γὰρ οὐ προκαθηγήσατο ὁ καθ' ἁμαρτίαν διὰ σπορᾶς τῆς γεννήσεως νόμος, τοῦτου παντελῶς οὐδὲ τοῖς μέλεσιν ἐνυπάρχει· ἀλλἀ νόμος θείας δικαιοσύνης πρὸς ὑποτύπωσιν ἡμῖν ἐκφαινόμενος, καὶ τὸν ἐκ παραβάσεως ἐπεισαχθέντα τῇ φύσει τελείως ἐξαφανίζων.
120Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569C
Ἕτερος γὰρ νόμος ἐν τοῖς μέλεσιν αὐτοῦ, ἢ θέλημα διάφορον ἢ ἐναντίον οὐ γέγονε τῷ Πατρὶ [f. Σωτῆρι], ἐντεῦθεν δεικνὺς, οὐχ ὡς οὐκ εἶχεν ἀνθρώπινον θέλημα καὶ φυσικόν· οὐ γὰρ λέξας φαίνεται τοῦτο, ἀλλ' ὅτιπερ ὡς ἄνθρωπος οὔτε κατὰ σῶμα διὰ τῶν μελῶν τὴν οἱανοῦν ἐκέκτητο παρὰ φύσιν ἐνέργειαν, οὔτε μὴν κατὰ ψυχὴν θελήματος ἐναντίαν ἢ παράλογον κίνησιν, ὥσπερ ἡμεῖς, ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης φύσεως ἐτέχθη.
121Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569D
Τρανώτερον δὲ κᾂν τοῖς ἑξῆς παρίστησιν, ὡς ὁ λόγος ἦν αὑτῷ μόνον τὸ ἐμπαθὲς, ἀλλ' οὐ τὸ φυσικὸν ἐπὶ τοῦ Σωτῆρος ἀποδιορίσασθαι θέλημα· καὶ ὅτιπερ, κᾂν τῷ φυσικῷ καὶ ἀνθρωπίνῷ, πρὸς τὸ πατρικὸν καὶ θεῖον συνέβαινε μὲν, οὐδεμίαν τὴν ἐξ ἀντιπράξεως ἔχων πρὸς ἐκεῖνο διαφορὰν, ὑποτύπωσιν δὲ διδοὺς ἡμῖν ἑαυτὸν, τὸ οἰκεῖον ἑκουσίως ὑπέταττεν· συνίστα δὲ τὸ πατρικὸν, ᾧ ἂν καὶ ἡμεῖς ἐκμιμούμενοι, τὸ ἑαυτῶν ἀθετήσαντες, τὸ θεῖον διὰ πάσης σπουδῆς ἐκπληρώσωμεν, λέγων οὕτως· « κᾂν γέγραπται, ὅτι οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τοῦ πέμψαντός με πατρός· » καὶ, « οὐχ ὃ ἐγὸ θέλω, ἀλλ' ὅ τι σὺ, Πάτερ· οὔκ εἰσι ταῦτα διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντιπράττοντος· ἀλλὰ τῆς προσληφθείσης ἀνθρωπίνης οἰκονομίας οἰκειουμένης συμπαθῶς τὰ ἡμέτερα.
122Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571A
Καὶ ἵν' ἐπιτόμως εἴπω· διὰ τοῦ ἑνὸς θελήματος, τὸ μόνην τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως τὴν θείαν προκαθηγήσασθαι θέλησιν δηλοῦν αὐτὸν οἶναι· διὰ δὲ τοῦ μὴ ὑπάρχειν θελήματος διαφορὰν, τὸ ἐναντίον οὐκ ἔχων ἢ ἀντιπρᾶττον, ἀλλὰ τὸ συμβαῖνον δι' ὅλου καὶ ἡνωμένον· ὅθεν ἡνίκα μὲν τὴν ἡμετέραν φύσιν ἐκ τῆς θεότητος προσειλῆφθαι λέγῃ, θελήματος ἑνὸς μνημονεύει· ἡνίκα δὲ τὸ, οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, εἰς μέσον τῷ λόγῳ προτίθησι, τὸν ἀριθμὸν ἀφεὶς, οὐκ εἰσὶ ταῦτά, φησι, διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντικειμένου.
123Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571C
Βεβαιότερον δέ μοι τοῦτον πεποίηκεν ἐκ τῆς πρεσβυτέρας Ῥώμης ἐπανελθὼν ὁ ὁσιώτατος πρεσβύτερος κύριος ἀββᾶς Ἀναστάσιος, ἀνὴρ, εἰ καί τις ἄλλος, ἀρετῇ τε θείᾳ καὶ φρονήσει κεκοσμημένος· καὶ φήσας ὡς πολὺς αὑτῷ λόγος κεκίνηται πρὸς τοὺς ἐκεῖσε τῆς μεγάλης ἐκκλησίας ἱερωτάτους ἄνδρας, διὰ τὴν πρὸς Σέργιον ἐξ αὐτῶν γραφεῖσαν ἐπιστολὴν, ὅτου χάριν καὶ πῶς αὐτῇ διερωτῶν ἐνετάγη τὸ ἓν θέλημα; καὶ εὗραν ἀσχαλῶντας ἐν τούτῳ, καὶ ἀπολογουμένους, καὶ πρὸς αὐτοῖς τὸν ταύτην ἐν λατίνοις ὑπαγορεύσαντα, κατὰ κέλευσιν αὐτοῦ κύριον ἀββᾶν Ἰωάννην τὸν ἁγιώτατον σύμπονον, ἰσχυριζόμενον, ὡς οὐδαμῶς ἐπίμνησιν ἐν αὐτῇ δι' ἀριθμοῦ πεποίηνται ἑνὸς τὸ παράπαν θελήματος, εἰ καὶ τοῦτο νῦν ἀνεπλάσθη παρὰ τῶν ταύτην ἐρμηνευσάντων εἰς τὴν Ἑλλάδα φωνήν.
124Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571D
Καὶ φαίνονταί πως διὰ τῶν τοιούτων λόγων, συνᾴδοντες τοῖς ἀρτίως ἐξηγηθεῖσι παρὰ τῆς ἐμῆς οὐδενίας, καὶ οἷον ἐπισφραγίζοντες τὴν ὑπὲρ Ὁνωρίου γενομένην συνηγορίαν.
125Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0573A
Ἀναγκαίως οὖν καὶ τοῦτο μαθὼν δεδήλωκά σοι, θεοτίμητε Πάτερ, ὡς ἂν διὰ πάντων φραξάμενος ἔχοις ὅπως διακρούσῃ τῶν ἐναντίων τὰς φάλαγγας, λόγῳ τε βάλλων εὐτόνος καὶ πίστει κατὰ κράτος υπερνικῶν, δόξαν τε τὴν τοῦ Μονογενοῦς ἐντεῦθεν εἰς ἀνάῤῥησιν ἔχων, καὶ διάδημα τὴν αὐτοῦ κατὰ χάριν κοινωνίαν καὶ ἕνωσιν.
126Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607A
Πρὸς ὃν εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος· Οὐδέποτε διελέχθην σοι, εἰ μὴ ἄπαξ μετὰ τοῦ ὁσιωτάτου πρεσβυτέρου κυροῦ Θεοχαρίστου, τοῦ ἀδελφοῦ τοῦ ἐξάρχου, διὰ τὸν· πριμικήριον, προτραπεὶς διὰ γραμμάτων περὶ τούτου.
127Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607B
Ὃν θεωρήσας, ὡς ἔθος μοι ἐστὶν, ἔῤῥιψα ἐμαυτὸν εἰς τὴν γῆν, καὶ προσεκύνησα αὐτῷ, καὶ ἠσπασάμην αὐτὸν, καὶ εἶπον αὐτῷ μετὰ τὸ καθίσαι· Τίς ἡ αἰτία τῆς ποθητῆς παρουσίας τοῦ δεσπότου μου; Καὶ εἶπεν· Ὁ ἀγαθὸς καὶ θεοστήρικτος ἡμῶν δεσπότης, φροντίζων τῆς εἰρήνης τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν, ἐποίησε κέλευσιν πρὸς τὸν θεοτίμητον πάππαν, πέμψας καὶ προσφορὰν εἰς τὸν ἅγιον Πέτρον, προτρεπόμενος αὐτὸν ἑνωθῆναι τῷ προέδρῳ Κωνσταντινουπόλεως· ἃπερ πεμφθῆναι διὰ τῆς ἐμῆς μετριότητος κατηξίωσε τὸ εὐσεβὲς αὐτοῦ κράτος.
128Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607C
Καὶ εἶπον· Ἔστι παρὰ τῇ θείᾳ γραφῇ σιωπὴ, καὶ ἀναίρεσις· ὁ Θεὸς γὰρ εἶπε διὰ τοῦ Δαβίδ· « Οὔκ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν.
129Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0607D
Καὶ εἶπας· Διὰ τὸν κύριον, πῶς; Εἰπὲ μοι, ἔφην, τὸ σύμβολον, καὶ γνῶθι πῶς ἀναιρεῖται ὑπὸ τοῦ τύπου.
130Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609C
Καὶ εἶπον, ἑνὸς τοῦ φύσει βασιλέως Θεοῦ τῶν ὅλων γενομένου φύσει διὰ τὴν ἡμῶν σωτηρίαν ἀρχιερέως, εἷς ὑπῆρχε τύπος ὁ Μελχισεδέκ.
131Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609D
Πλὴν, τί θέλομεν διὰ πολλῶν ἐλθεῖν; Εἰς τὴν ἁγίαν ἀναφορὰν ἐπὶ τῆς ἁγίας τραπέζης, μετὰ τοὺς ἀρχιερέας καὶ ἱερέας καὶ διακόνους, καὶ παντὸς ἱερατικοῦ τάγματος, μετὰ τῶν λαϊκῶν οἱ βασιλεῖς μνημονεύονται, λέγοντος τοῦ διακόνου· Καὶ τῶν ἐν πίστει κεκοιμημένων λαϊκῶν, Κωνσταντίνου, Κώνσταντος, καὶ τοὺς λοιπούς.
132Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Διὰ ποίαν οὐ κοινωνεῖς αἰτίαν; εἶπον.
133Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Ὅτι τὰς ἁγίας τέσσαρας συνόδους ἐξέβαλον διὰ τῶν ἐν Ἀλεξανδρείᾳ γενομένων ἐννέα κεφαλαίων, καὶ διὰ τῆς ἐν ταύτῃ τῇ πόλει γενομένης παρὰ Σεργίου Ἐκθέσεως, καὶ διὰ τοῦτο προσεχῶς ἐπὶ τῆς ἕκτης ἰνδικτιῶνος ἐκτεθέντος Τύπου· καὶ ὅτι ἅπερ ἐδογμὰτισαν διὰ τῶν κεφαλαίων, διὰ τῆς Ἐκθέσεως κατέκριναν· καὶ ἅπερ ἐδογμάτισαν διὰ τῆς Ἐκθέσεως, διὰ τοῦ Τύπου ἠμύρωσαν, καὶ καθεῖλον ἑαυτοὺς τοσαυτάκις.
134Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613B
Καὶ λέγουσιν· Εἰ δὲ συμβιβασθῶσι τοῖς ἐνταῦτα οἱ Ῥωμαῖοι, τί ποιεῖς; Καὶ εἶπε· Τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ ἀποστόλου καὶ ἀγγέλους ἀναθεματίζει παρὰ τὸ κήρυγμά τι νομοθετοῦντας.
135Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613C
Καὶ λέγουσιν αὐτῷ· Οἴδαμεν ὄντως ὅτι οὕτως ἦν· πλὴν μὴ λυπήσης τὸν βασιλέα, διὰ τὴν εἰρήνην καὶ μόνον ποιήσαντα τὸν τύπον, οὐκ ἐπ' ἀναιρέσει τινὸς τῶν ἐπὶ Χριστοῦ νοουμέμένων, ἀλλ' ἐπὶ εἰρήνῃ, τὴν σιωπὴν τῶν ποιουσῶν τὴν διάστασιν φωνῶν οἰκονομοῦντα.
136Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613D
Εἰ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον, αὐτός ἔστιν ὁ θέμενος ἐν τῇ Ἐκκλησία, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, δῆλόν ἔστιν, ὅτι αὐτός ἔστιν ὁ διὰ τούτων λαλήσας.
137Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0613D
Διὰ πάσης οὖν τῆς ἁγίας γραφῆς, τῆς τε παλαιᾶς καὶ νέας διαθήκης, καὶ τῶν ἁγίων διδασκάλων καὶ συνόδων διδασκόμεθα, θελητικόν τε καὶ ἐνεργητικὸν θεότητί τε καὶ ἀνθρωπότητι, τὸν σαρκωθέντα Θεόν.
138Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615B
Καὶ μικρὸν σιωπήσαντες, ἀλλήλοις προσνεύσαιτες λέγουσι· Πόθεν δύνασαι δεῖξαι, ὅτι τὰς συνόδους ἐκβάλλουσιν οἱ θρόνου Κωνσταντινουπόλεως; Καὶ λέγει αὐτοῖς· Ἤδη δέδεικται μερικῶς διὰ τῶν ἐν Ῥώμῃ λαληθέντων παρ' ἐμοῦ πρὸς τὸν κύριον Γρηγόριον, τὸν ἀσηκρῆτιν· Καὶ νῦν, εἰ παρίσταται τῷ δεσπότῃ τοῦτο δειχθήσεσθαι, κελεύσει δοθῆναι ἄδειαν τῷ ἀναξίῳ ὑμῶν δούλῳ, καὶ ποιῶ γνῶσιν βιβλίων, ὅτι τὰ ἐμὰ ἀφηρέθησαν, καὶ πᾶσι φανερὸν ποιῶ τοῦτο, χωρὶς οἱασδήποτε σκολιότητος λόγων.
139Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0615D
Ἐκεῖνος γὰρ αἰσθόμενος, ὅτι ψόγον αὐ τοῦτινες κατὰ τὴν δύσιν καταχέουσι, διὰ κελεύσεως ἐλεύθερον ἑαυτὸν ἐποίησε τῆς ἐπὶ τῇ Ἐκκλησίᾳ μέμψεως, γράψας.
140Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617B
Πάντες ἔμαθον τὰς πανουργίας αὐτοῦ, ἃ ἐποίησε πρὸς τὸ λαθεῖν· ποτὲ μὲν λέγων, ὅτι ἀδελφαὶ αὐτοῦ εἰσι, ποτὲ δὲ, ὅτι διὰ τὸ μὴ κοινωνῆσαι τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως ἐπῇρε αὐτὰς, ἵνα μὴ χρανθῶσι τῇ αἱρετικῇ κοινωνίᾳ Ἀλλὰ καὶ πάλιν ἐὰν λείψῃ αὐτῷ σπατάλη, καὶ εὔρῃ χῶραν μὴ γνωρίζουσαν αὐτὸν, τὰ αὐτὰ ποιεῖ, αἰσχροῦ κέρδους χάριν, καὶ ῥυπαρᾶς ἡδονῆς.
141Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617C
βλέπε, εἰπὲ τὴν ἀλήθειαν, καὶ ἐλεεῖ σε ὁ δεσπότης· ἐπὶ ἐὰν διὰ τῆς νομίμου διηγήσεως ἔλθωμεν, καὶ εὕρῃ κᾂν ἕν τῶν κατηγορηθέντων σου ἀληθὲς, ὁ νόμος φονεύσει σε.
142Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617D
Λέγει αὐτῷ, διὰ τί; Ἀπεκρίθη· Ὅτι ἐξω ἔβαλε τὰς συνόδους.
143Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619A
Καὶ σιωπησάντων αὐτῶν, λέγει αὐτῷ ὁ σακελλάριος· Διὰ τί ἀγαπᾷς τοὺς Ῥωμαίους, καὶ τοὺς Γραικοὺς μισεῖς; Ἀποκριθεὶς ὁ τοῦ Θεοῦ δοῦλος εἶπε· Παραγγελίαν ἔχομεν, τοῦ μὴ μισῆσαί τινα· ἀγαπῶ τοὺς Ῥωμαίους, ὡς ὁμοπίστους, τοὺς δὲ Γραικοὺς, ὡς ὁμογλώσσους· Καὶ πάλιν λέγει αὐτῷ ὁ σακελλάριος· Πόσων ἐτῶν λέγεις ἑαυτόν; Ἀπεκρίθη, οέ Καὶ λέγει αὐτῷ· Πόσους χρόνους ἔχει μετὰ σοῦ ὁ μαθητής σου; Ἀπεκρίθη, λζ'.
144Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0619D
Καὶ οὕτως εἰσὶ γυμνοὶ καὶ ἄτροφοι, μόνην ἔχοντες τὴν ἐλπίδα τοῦ Θεοῦ παρακαλοῦντες πάντας τοὺς Χριστιανοὺς, τοῦτο βοῶντες· Εὔξασθαι διὰ τὸν Κύριον, ἵνα τελειώσῃ ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ μετὰ τῆς ταπεινώσεως ἡμῶν, καὶ διδάξῃ ἡμᾶς.
145Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621A
Καὶ μὴ πεποιθότες ὦσιν ἐφ' ἑαυτοῖς, καὶ τύχωσι χαλήνης μεγάλης, τοῦ ἀνέμου καὶ τῶν κυμάτων κατευνασθέντων· καὶ εἰς μέσον λύκων αὐτοὺς ἐκδίδωσι, καὶ διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, καὶ διὰ τεθλιμμένης ὁδεύειν τρίβου παρακελεύεται, καὶ λιμὸν καὶ δίψαν, καὶ γύμνωσιν, καὶ δεσμὰ, καὶ φυλακὰς, καὶ ἀπαγωγὰς, καὶ μάστιγας, καὶ σταυρὸν, καὶ ἥλους, καὶ ὄξος, καὶ χόλην, καὶ ἐμπτύσματα, καὶ ῥαπίσματα, καὶ κολαφίσματα, καὶ ἐμπαιγμοὺς προτείνεται, καὶ πάθος, καὶ θανάτους πολυτρόπους· ὦν τέλος, ἡ παμφαὴς ἀνάστασις, φέρουσα μεθ' ἑαυτῆς εἰρήνην τοῖς δι' αὐτὸν διωχθεῖσι, καὶ χαρὰν τοῖς δι' αὐτὸν θλιβεῖσι, καὶ ἀνάληψιν εἰς οὐρανοὺς, καὶ προσαγωγὴν τῷ πατρίκῳ καὶ ὑπερουσίῳ θρώνῳ, καὶ λῆξιν ὑπὲρ ἄνω πάσης ἀρχῆς οὖσιαν, καὶ ἐξουσίας, καὶ δυνάμεος, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι· ἧς τύχοιμεν ἅπαντες, εὐχαῖς καὶ πρεσβείαις τῆς πανυμνήτου, καὶ πανσέπτου, καὶ ὑπερενδόξου κυρίως φύσει θεοτόκου καὶ ἀειπαρθένου, Μαρίας, καὶ τῶν ἁγίων ἀποστόλων, προφητῶν καὶ μαρτύρων.
146Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621C
Καὶ φασι· Κᾂν οὐκ ἔχωμεν περὶ τούτου κέλευσιν, λέγομεν διὰ τὸ γενέσθαι σε πάντως ἀπροφάσιστον.
147Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621C
Δύο λέγομεν ἐνεργείας διὰ τὴν διαφορὰν, καὶ μίαν διὰ τὴν ἕνωσιν.
148Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621C
Τὰς δύο διὰ τὴν ἕνωσιν μίαν φατὲ γεγονέναι, ἢ παρὰ ταύτας, εἶπον, ἑτέραν; Οὔ, φασιν, ἀλλὰ τὰς δύο μίαν διὰ τὴν ἕνωσιν.
149Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621C
Εἰ γὰρ εἰς μίαν συγχέομεν τὰς δύο διὰ τὴν ἕνωσιν, καὶ πάλιν εἰς δύο διαιροῦμεν διὰ τὴν διαφορὰν, οὐκ ἔσται μονὰς οὔτε δυὰς, ἐνεργειῶν ἀλλήλαις ἀναιρουμένων ἀεὶ, καὶ ποιουσῶν ἀνενέργητον ᾧ προσπέφυκαν, καὶ παντελῶς ἀνύπαρκτον.
150Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621D
Τοῦτο οὖν λέγειν οὐ δύναμαι, οὔτε ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων ὁμολογεῖν· τὸ δοκοῦν ὑμῖν, οὖσιν ἐξουσιασταῖς, ποιήσατε· Οὐκοῦν ἄκουσον, ἔφησαν, ἔδοξε τῷ δεσπότῃ καὶ τῷ πατριάρχῃ, διὰ πραικέπτου τοῦ πάππα Ῥώμης, ἀναθεματισθῆναί σε μὴ πειθόμενον, καὶ τὸν ὁριζόμενον αὐτοῖς ἀπενέγκασθαι θάνατον.
151Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627B
Τί οὖν, διὰ τοῦτο θλὶβῃ εν τῇ ἐξορίᾳ ταύτῃ ἐπειδὴ ἄξιά τινα ἐποίησας ταύτης τῆς θλίψεως; ΜΑΞ.
152Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627C
Ἡ δοκιμὴ τῶν ἁγίων ἐστὶν, ἵνα ψανερωθῶσι διὰ τῆς θλίψεως τῷ βίῳ τῶν ἀνθρώπων αἱ περὶ τὸ φύσει καλὸν διαθέσεις αὐτῶν, ἑαυταῖς συνεκφαίνουσαι τὰς ἠγνοημένας πᾶσιν ἀρετὰς, ὡς ἐπὶ Ἰὼβ καὶ Ἰωσὴφ.
153Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627C
Καὶ πᾶς τῶν ἁγίων ἀκουσίωνς ἑν τῷ αἰῶνι τούτῳ θλιβεὶς, ἐπί τισι τοιαύταις οἱκονομίαις ἐθλίβετο, ἵνα διὰ τῆς ἀσθενείας τῆς συγχωρουμένης αὐτος ἐπαχθῆναι, τὸν ὑπερήφανον καὶ ἀποστάτην περιπατήσωσι δράκοντα, τουτέστι τὸν διάβολον.
154Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629A
Παρακαλεῖ ὁ βασιλεύς καὶ ὁ πατριάρχης δι' ἡμῶν, μαθεῖν παρά σοῦ, διὰ ποίαν αἰτίαν οὐ κοινωνεῖς τῷ θρόνῳ Κωνσταντινουπόλεως; ΜΑΞ.
155Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629B
Πλὴν κᾂν ἄλλων ἦν τὸ ἐρωτᾷν με διὰ ποίαν αἰτίαν, ὑμῶν οὐκ ἔστι, τῶν γινωσκόντων ἀσφαλῶς πλεῖου ἐμοῦ τὴν αἰτίαν.
156Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629B
Γινώσκετε τάς γενομένας καινοτομίας ἀπὸ τῆς ἵκτης ἐπινεμήσεως τοῦ διελθόντος κύκλου, ἀρξαμένας ἀπὸ Ἀλεξανδρίας διὰ τῶν ἐκτεθέντων ἐννέα κεφαλαίων παρὰ Κύρου, τοῦ οὐκ οἶδα πῶς γεγονότος ἐκεῖσε προέδρου, τῶν βεβαιωθέντων ὑπὸ τοῦ θρόνου Κωνσταντινουπόλεως· καὶ τὰς ἄλλας ἀλλοιώσεις, προσθήκας τε καὶ μειώσεις, τὰς γενομένας συνοδικῶς ὑπὸ τῶν προεδρευσάντων τῆς τῶν Βυζαντίων Ἐκκλησίας, Σεργίου λέγω, καὶ Πύῤῥου, καὶ Παύλου, ἅς τινας καινοτομίας πᾶσα γινώσκει ἡ οἰκουμένη.
157Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0629B
Διὰ ταύτην τὴν αἰτίαν οὐ κοινωνῶ ὁ δοῦλος ὑμῶν τῇ Ἐκκλησίᾳ Κωνσταντινουπόλεως.
158Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631B
Ἐνέργεια γὰρ τῶν τοιούτων, τὸ ὑποπίπτειν πάντως ὁράσεσι διὰ τῆς ἰδίας ἐπιφανείας· ἀκοῇ διὰ κτύπου· ὁσφρήσει, δι' ἀτμοῦ τινος προσφυοῦς· γεύσει, τισὶ χυμοῖς· καὶ ἀφῇ, διὰ τῆς ἀντιτυπίας.
159Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631D
Εἰ μή ἐστι κύριον δόγμα τῶν δεχομένων, ὁ θεσπίζων τύπος καὶ νόμος μηδεμίαν λέγεσθαι τοῦ Κυρίου θέλησιν ἢ ἐνέργειαν, ὧν ἡ ἀφαίρεσις τὴν ἀνυπαρξίαν δηλοῖ τοῦ ταύτας ἀφηρημένου, διὰ ποίαν αἰτίαν βαρβάροις ἔθνεσι καὶ ἀθέοις ἀπέδοσθέ με ἄνευ τιμῆς; Διὰ ποίαν αἰτίαν κατεκρίθην οἰκῆσαι Βιζύην, καὶ οἱ συνδοῦλοί μου, ὁ μὲν Πέρβεριν, ῥ δὲ Μεσεμβρίαν; ΘΕΟΔ.
160Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631D
Καὶ διὰ τὸ πρὸς ἀλλήλους εἰρηνεῦσαι πάντας, συνεῖδόν τινες τὰς τοιαύτας κατασιγασθῆναι φωνάς.
161Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635A
Εἰ τὰς γενομένας συνόδους αἱ κελεύσεις τῶν βασιλέων κυροῦσιν, ἀλλ' οὐχὶ εὐσεβὴς πίστις, δέξωνται καὶ τὰς κατὰ τοῦ ὁμοουσίου γενομένας συνόδους, ἐπειδὴ κελεύσει βασιλέων γεγόνασι· φημὶ δὲ, τὴν ἐν Τύρῳ, τὴν ἐν Ἀντιοχεία, τὴν ἐν Σελευκεία, τὴν ἐν Κωνσταντινουπόλει ἐπὶ Εὐδοξίου τοῦ Ἀρειανοῦ, τὴν ἐν Νίκῃ τῆς Θρᾴκης, τὴν ἐν τῷ Σερμίῳ· καὶ μετὰ ταύτας πολλοῖς ὕστερον χρόνοις, τὴν ἐν Ἐφέσῳ δεύτερον, ἧς ἐξῆρχε Διόσκορος· ὅλας γὰρ ταύτας κέλευσις βασιλέων ἤθροισε, καὶ ὅμως πᾶσαι κατεκρίθησαν διὰ τὴν ἀθεΐαν τῶν κυρωθέντων ἀσεβῶς δόγμάτων.
162Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0635B
Διὰ τὶ δὲ οὐκ ἐκβάλλετε τὴν καθελοῦσαν Παῦλον τὸν Σαμοσατέα ἐπὶ τῶν ἁγίων καὶ μακαρίων πατέρων, Διονυσίου τοῦ πάπα Ῥώμης, καὶ Διονυσίου τοῦ Ἀλεξανδρείας, καὶ Γρηγορίου τοῦ Θαυματουργοῦ, τοῦ τῆς αὐτῆς ἄρξαντος συνόδου, ἐπειδὴ μὴ γέγονε κελεύσει βασιλέως; Ποῖος δὲ κανὼν διαγορεύει, μόνας ἐκείνας ἐγκρίνασθαι συνόδους, τὰς κελεύσει βασιλέως ἀθροισθείσας, ἢ ὅλως κελεύσει βασιλέως πάντας τὰς συνόδους ἀθροίζεσθαι; Ἐκείνας οἶδεν ἁγίας καὶ ἐγκρίτους συνόδους ὁ εὐσεβὴς τῆς Ἐκκλησίας κανὼν, ἃς ὀρθότης δογμάτων ἔκρινεν.
163Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637A
Καὶ εὐθέως θυμῷ ζέσας ὁ ἐπίσκοπος εἶπε· Κῦρι μοναχὲ, ὁ Σατανὰς ἐλάλησε διὰ τοῦ χαλινοῦ σου.
164Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637C
« Συνέπισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἑν ὅλῃ καρδίᾳ μου, » Ὡς τῆς ἐρεύνης ἀγούσης ἐπὶ τὴν γνῶσιν τοῦ νόμου, καὶ τῆς γνώσεως πόθῳ πειθούσης τοὺς ἀξίους ἐν καρδίᾳ αὐτῶν φυλάξαι, διὰ τῆς πληρώσεως τῶν ἐν αὐτῷ κειμένων ἁγίων ἐντολῶν.
165Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0637D
Καὶ πάλιν· « Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου· » Τί δὲ, παραβολὰς καὶ αἰνίγματα καὶ σκοτεινοὺς λόγους ἐρευνᾷν ἡμᾶς βούλεται ὁ παροιμιακὸς λόγος; Τί δέ ὁ Κύριος ἐν παραβολαῖς λαλῶν βούλεται νοεῖν τοὺς μαθητὰς, διδάσκων τῶν παραβολῶν τὴν διάνοιαν; Τί δὲ προστάσσων· « Ἐρευνᾶτε τὰς γραφὰς, » ὠς μαρτυρούσας περὶ αὐτοῦ; Τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος διδάσκειν βούλεται· « Περὶ ἧς σωτηρίας ἐξεζήτησαν, καὶ ἐξηρεύνησαν προφῆται, » λέγων; Τί δὲ Παῦλος ὁ θεῖος ἀπόστολος, λέγων· « Εἰ κεκαλυμμένον ἐστὶ τὸ Εὐαγγέλιον, ἀλλ' ἐν τοῖς ἀπολλυμένοις, ὧν ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τοὺς ὀφθαλμοὺς τῆς διανοίας αὐτῶν, εἰς τὸ μὴ διαυγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ; » Ὡς ἔοικεν, ἐξομοιωθῆναι ἡμᾶς βούλεσθε τοῖς Ἰουδαίοις, οἵ τινες ἁπλαῖς φωναῖς, ὡς λέγετε, τουτέστι μόνῳ τῳ γράμματι ὥσπέρ τινι φορυτῷ ἐγχώσαντες τὸν νοῦν, ἐξέπεσαν τῆς ἀληθείας, τὸ κάλυμμα ἔχοντες ἐν ταῖς καρδίαις αὑτῶν, τοῦ μὴ νοῆσαι τὸ κύριον πνεῦμα, τὸ ἐγκεκρυμμένον τῷ γράμματι, περὶ οὖ φησῖ· « Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα, ζωοποιεῖ.
166Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641A
Τί οὖν; δύο φύσεις λέγοντες, μαχομένας αὐτὰς εἰσάγετε διὰ τὸν ἀριθμόν; ΘΕΟΔ.
167Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641A
Διὰ τὸν Χύριον.
168Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641B
Τότε στραφεὶς ὁ ἀββᾶς ΜΑΞΙΜΟΣ πρὸς τοὺς ἄρχοντας, εἶπε· Διὰ τὸν Κύριον· ἐὰν ἀκούσητε μίαν καὶ μίαν, ἢ ἄλλην καὶ ἄλλην, ἢ δὶς δύο, ἢ δὶς πέντε, τί νοοῦντες τοῖς λέγουσιν ἀποκρίνεσθε; Καὶ εἶπαν· Ἐπειδὴ ὥρκισας ἡμᾶς, τὸ μίαν, δύο νοοῦμεν· καὶ ἄλλην καὶ ἄλλην, δύο νοοῦμεν· καὶ δὶς δύο, τέσσαρα νοοῦμεν· ὁμοίως καὶ δὶς πέντε, δέκα νοοῦμεν.
169Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Ἀλλὰ δὸς ἡμῖν βουλὴν διὰ τὸν Κύριον, ἐάν ἐστι τοῦτο δυνατὸν γενέσθαι.
170Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0641D
Καὶ ποιήσωσιν, ὁ μὲν κέλευσιν παρακλητικὴν, ὁ δὲ συνοδικὴν δέησιν πρὸς τὸν πάπαν Ῥώμης· Καὶ πάντως εἴπερ εὐρεθείη τροπος ἐκκλησιαστικὸς, τοῦτο ἐπιτρέπων διὰ τὴν ὀρθὴν ὁμολογίαν τῆς πίστεως, συμβιβάζεται ὑμῖν περὶ τούτου.
171Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643A
Ἑκεῖνος γὰρ τὴν γλῶσσαν οἶδε, καὶ αἰδοῦνται αὐτὸν ἀξίως, τοσούτους χρόνους κολαζόμενον, διά τε τὸν Θεὸν, καὶ τὴν κρατοῦσαν ὀρθὴν πίστιν ἐν τῷ κατ' αὐτοὺς θρόνῳ.
172Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643B
ὁ ἐπίσκοπος πρὸς τὸν ἀββᾶν Μάξιμον, εἶπεν· Ἰδοὺ, πάντα διαλέλυται τὰ σκάνδαλα, καὶ γέγονεν εἰρήνη διὰ τοῦ Θεοῦ, καὶ γενήσεται· Ἀλλὰ διὰ τὸν Κύριον, μὴ κρύψῃς με· οὐ λέγεις καθ' οἱονδήποτε τρόπον μίαν θέλησιν, καὶ μίαν ἐνεργείαν ἐπὶ Χριστοῦ; ΜΑΞ.
173Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643C
Εἶτα δὲ, διὰ παντὸς τρόπου ὁ τοῦτο λέγων, εὐρίσκει εὐθυβόλως ὑπαντῶσαν αὑτῷ τὴν ἀτοπίαν.
174Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643D
Μίαν διὰ τὴν ἔνωσιν τοῦ Σωτῆρος ἡμῶν θέλησιν, πάντῃ τε καὶ πάντως ὀφείλομεν λέγειν, καθάπερ Σέργιος καὶ Πύῤῥος, ὡς οἶμαι καλῶς νενοηκότες γεγράφασι.
175Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643D
Εἶ κελεύεις, δέσποτα, δέξαι μου περὶ τούτου δύο ῥήματα· εἰ διὰ τὴν ἕνωσιν μία τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, καθάπερ Σέργιος καὶ Πύῤῥος καὶ Παῦλος γεγράφασι, γέγονε θέλησις, ἑτεροθελὴς κατ' αὐτοὺς ἐσται ὁ Υἱὸς τῷ Πατρὶ, διά τὴν φύσιν, ἀλλ' οὐ διὰ τὴν ἕνωσιν, μίαν κατὰ τὸν Υἱὸν ἔχοντι θέλησιν, εἴπερ οὐ ταυτόν ἐστιν ἕνωσις καὶ φύσις.
176Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645A
Εἰ διὰ τὴν ἕνωσιν μία κατ' αὐτοῦ τοῦ Σωτῆρος ἣμῶν γέγονε θέλησις, αἰτίαν αὐτῆς ἕξει πάντως τὴν ἕνωσιν, ἀλλ' οὐδετέραν τῶν ἐξ ὧν ἐστι φύσιν, καὶ σχέσεως κατ' αὐτοὺς ἔσται προδήλως ἡ θέλησις, ἀλλ' οὐ φήσεως· σχέσιν γὰρ, ἀλλ' οὐ φύσιν ὁ τῆς ἀληθείας τὴν ἕνωσιν ἐπίσταται λόγος.
177Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645A
Εἰ διὰ τὴν ἔνωσιν, ὡς ἔφασαν, μία τοῦ Σωτῆρος ἡμῶν γεγένηται θέλησις, ποίᾳ θελήσει φασὶν αὐτὴν γεγενῆσθαι τὴν ἕνωσιν; Οὐ γὰρ δήπου τῇ δι' αὐτὴν γενομένῃ φαῖεν ἄν ἀληθείας φροντίζοντες, καὶ τὸ παράλογον φεύγοντες.
178Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645A
Εἰ διὰ τὴν ἔνωσιν μία τοῦ Σωτῆρος γεγένηται θέλησις, δῆλον ὅτι πρὸ τῆς ἑνώσεως, ἢ πολυτελὴς ἦν, ἢ παντελῶς ἀθελής.
179Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645B
Εἰ διὰ τὴν ἔνωσιν μία τοῦ Σωτῆρος ἡμῶν καθ' ἕτερον τῶν ἐξ ὧν ἐστι γέγονε θέλησις, πρόσφατος γέγονε θελήσει Θεὸς, ὁ αὐτὸς διὰ τὴν ἕνωσιν τῇ φύσει μένων ἀΐδιος· καὶ ἄναρχος ἄνθρωπος τῇ θελήσει, μένων τῇ φύσει πρόσφατος· Ὅπερ ἀδύνατον, ἵνα μὴ λέγω δυσσεβές.
180Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645C
Εἰ διὰ τὴν ἕνωσιν μία τῶν φύσεων γέγονε θέλησις, τὶ δήποτε διὰ τὴν αὐτὴν αἰτίαν, μία τῶν φύσεων οὐ γέγονε φύσις; Καὶ διακόψας ἐπὶ τούτοις τὴν τοῦ λόγου φορὰν ΘΕΟΔ.
181Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645C
ὁ ἐπίσκοπος, εἶπε· Τί τοίνυν διὰ τὴν ἕνωσιν γέγονεν, εἰ μηδὲν τούτων γεγένηται δι' αὑτήν; ΜΑΞ.
182Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0645D
Περιχώρησις γὰρ εἰς ἀλλήλας τῶν φύσεων καὶ τῶν αὐταῖς προσόντων φυσικῶν, κατὰ τὴν τῶν θεηγόρων Πατέρων ἡμῶν διδασκαλίαν, ἀλλ' οὐ μεταχώρησις ἢ μείωσις διὰ τὴν ἔνωσιν γέγονεν, ὅπερ ἴδιόν ἐστι τῶν σύγχυσιν κακούργως ποιουμένων τὴν ἕνωσιν, καὶ διὰ τοῦτο τοῖς καινισμοῖς πολυτρόπως ἐμφυρωμένων, καὶ δι' ἀπορίαν τοῦ κατ' αὐτοὺς λόγου σταθηρότητος διωκόντων τοὺς εὐσεβεῖς.
183Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647B
Πάντως ποιεῖ, ἐὰν θέλῃ μιμητὴς εἶναι τοῦ Θεοῦ, καὶ συνταπεινωθῆναι αὐτῷ, διὰ τὴν κοινὴν πάντων ἡμῶν σωτηρίαν, λογιζόμενος ὡς εἴπερ ὁ φύσει σώζων Θεὸς, οὐκ ἔσωσεν ἕως ἐταπεινώθη θέλων, πῶς ὁ φύσει σωζόμενος ἄνθρωπος ἢ σωθήσεται, ἡ σώσει μὴ ταπεινούμενος; Καὶ εἶπε ΘΕΟΔ.
184Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647D
Μετὰ δὲ τὸ ἀπελθεῖν τοὺς εἰρημένους ἄνδρας τῇ ὀγδόῃ τοῦ Σεπτεμβρίου μηνὸς τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐξῆλθεν αὖθις Παῦλος ὁ ὕπατος ἐν Βιζύῃ πρὸς τὸν ἀββᾶν Μάξιμον, κέλευσιν ἐπιφερόμενος περιέχουσαν οὕτως· « Κελεύομεν τῇ σῇ ἐνδοξότητι ἀπελθεῖν ἐν Βιζύῃ, καὶ ἀγαγεῖν Μάξιμον τὸν μοναχὸν μετὰ πολλῆς τιμῆς καὶ κολακείας, διά τε τὸ γῆρας καὶ τὴν ἀσθένειαν· καὶ τὸ εἶναι αὐτὸν προγονικὸν ἡμῶν, καὶ γενόμενον αὐτοῖς τίμιον' καὶ θέσθαι τοῦτον ἐν τῷ εὐαγεῖ μοναστερίῳ τοῦ ἁγίου Θεοδώρου, τῷ διακειμένῳ πλησίον τοῦ Ῥηγίου· καὶ ἐλθεῖν, καὶ μηνύσαι ὑμῖν.
185Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649C
ὁ πατρίκιος εἶπε· Τοῦτό σοι δηλοῖ δι' ἡμῶν ὁ βασιλεὺς, λέγων· Ἐπειδὴ πᾶσα ἡ δύσις, καὶ οἱ ἐν τῆ ἀνατολῇ διαστρέφοντες εἰς σὲ θεωροῦσι, καὶ ἅπαντες διά σὲ στασιάζουσι, μὴ θέλοντες συμβιβασθῆναι ἡμῖν διὰ τὴν πίστιν· κατανύξοι σε ὁ Θεὸς κοινωνῆσαι ἡμῖν ἐπὶ τῷ παρ' ἡμῖν ἐκτεθέντι τύπῳ καὶ ἐξερχόμεθα ἡμεῖς δι' ἑαυτῶν εἰς τὴν Χαλκὴν, καὶ ἀσπαζόμεθά σε, καὶ ὑποτιθέμεθα ὑμῖν τὴν χεῖρα ἡμῶν, καὶ μετὰ πάσης τιμῆς καὶ δόξης εἰσάγομεν ὑμᾶς εἰς τὴν μεγάλην Ἐκκλησίαν, καὶ μεθ' ἑαυτῶν ἱστῶμεν ἐν ᾧ κατὰ συνήθειαν οἱ βασιλεῖς ἵστανται, καὶ ποιοῦμεν ἅμα τὴν σύναζιν, καὶ κοινωνοῦμεν ἅμα τῶν ἀχράντων καὶ ζωοποῖων μυστηρίων τοῦ ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ.
186Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0649D
Οἵδαμεν γὰρ ἁσφαλῶς, ὅτι σοῦ κοινωνοῦντος τῶ ἁγίῳ τῶν ἐνταῖθα θρόνῳ, πάντες ἑνῶνται ἡμῖν, οἱ διὰ σὲ καὶ τὴν διδασκαλίαν ἀποσχίσαντες τῆς κοινωνίας ἡμῶν.
187Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651A
καὶ διὰ τὶ ἥψω τῶν ἁγίων εὐαγγελίων, καὶ οἱ μετά σου, οὐκ οὔσης ἑφ' ὑμῖν τῆς τῶν λαληθέντων ἐκβάσεως; Ὄντως πᾶσα ἡ δύναμις τῶν οὖρανῶν, τοῦτο οὐ πείθει με ποιῆσαι.
188Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651A
Τί γὰρ ἀπολογήσομαι, οὐ λέγω· τῷ Θεῷ, ἀλλὰ τῷ εμῷ συνειδότι, ὅτι διὰ δόξαν ἀνθρώπων, τῷ κατ' αὐτὴν λόγῳ μηδεμίαν ἔχουσαν ὕπαρξιν, τὴν σώζουσαν τοὺς στέργοντας αὐτὴν πίστιν ἐξωμοσάμην; Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ἀναστάντες, θυμοῦ στρατηγήσαντος πᾶσιν αὐτοῖς, τελμοῖς καὶ ὠθισμοῖς καὶ σφαιρισμοῖς παρέλυσαν αὐτὸν, ἀπὸ κεφαλῆς ἕως ὀνύχων κατακλύσαντες αὐτὸν πτύσμασιν· Ὧνπερ, μέχρις ἄν ἐπλύθησαν ἅπερ ἐβίβλητο ἱμάτια, διεπνέετο ὁ βρόμος.
189Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651C
εἶπε· Τοὐναντίον, πᾶς ἄνθρωπος ἁγιάζεται διὰ τῆς ἀκριβοῦς ὀμολογίας τῆς πίστεως, οὐ μὴν διὰ τῆς ἀναιρέσεως, τῆς ἐν τῷ Τύπῳ κειμένης.
190Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0651D
Διὰ γὰρ τοῦ Προφήτου λέγει τὸ Πνεῦμα τὸ ἅγιον· « Οὔκ εἰσι λαλιαὶ, οὐδὲ λόγοί, ὦν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.
191Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0653B
Ἐγὼ γὰρ, καὶ οἱ σύνδουλοί μου ὅσοι ὑπέγραψαν, τοὺς κατὰ τὸν Αρειον καὶ Απολινάριον μίαν θέλησιν καὶ ἐνέργειαν λέγοντας ἀνεθεματίσαμεν, καὶ μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν καὶ Θεὸν καθ' ἕτερον ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπέρ εστι, φύσει νοερόν· καὶ διὰ τοῦτο κατ' ἄμφω θελητικὸν καὶ ἐνεργητικὸν τῆς ἡμῶν σωτηρίας.
192Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667A
Διὸ καὶ καθ' ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ Θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως ὅσα τῆς φύσεώς ἐστιν ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι' ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινεν, μηδ' ἑνὶ παντελῶς ὃς ταὐτόν ἐστι τῷ πατρὶ, γένομενος ταύτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν.
193Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667A
Ἀλλ' ὥσπερ ἦν δίχα σαρκὸς, πάσης ἔξω πέριγραφῆς μεμένηκε· καὶ διὰ σαρκὸς θεϊκῶς ἐνεργήσας ἅπερ θεότητός ἐστιν.
194Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667C
Γέγονεν οὖν ἀληθῶς, κατὰ τὰς Γραφὰς, μὴ τραπεὶς, ὁ τῶν ὅλων Θεὸς, ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος ὑπάρχων τεχνίτης φυκὸς τῶν ὑπὲρ ἔννοιαν· κατ' αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν, τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν, οὐ περιγραφομένην αὐτῇ διὰ τὴν κένωσιν· οὐδ' ὥσπερ τῆς αὐτοῦ θεὸτητος, οὕτω καὶ αὑτῆς φυσικῶς ἐκφυομένην, ἀλλ' ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε δι' αὐτῆς ἐκφαινομένην.
195Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0667D
Διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος ὁ τῶν ὅλων Θεὸς, ἵνα σαρκὶ παθητῇ πάσχων, ἅπαν ἡμῶν τὸ τῳ θανάτῃ πραθὲν λυτρώσηται γένος· ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν, πρὸς τὴν ἀκήρατον αὐτοῦ καὶ μακαρίαν ἐπαναγάγῷ ζωήν· καὶ τὰ κατ' οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώση πρὸς ἀτρεψίαν τῳ μυστηρίῶ τῆς αὐτοῦ σωματώσεως, ἧς ἔργον ἡ τῶν ὅλων ἐστὶν εἰς αὐτὸν ἀνακεφαλαίωσις.
196Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669A
Μεμένηκεν οὖν καὶ σαρκωθεὶς κατὰ τὴν φύσιν Θεὸς ὑπεράπειρος, τὴν ἑαυτᾷ συγγενῆ καὶ κατὰλληλον ἔχων ἐνέργειαν, τῆς μὲν θεότητος οὐσιωδῶς ἑκφυομένην, διὰ δὲ τῆς αὐτοῦ παναγίας σαρκὸς ἐν τοῖς θαύμασιν οἰκονομικῶς ἐκφαινομένην· ἵνα πιστευθῇ Θεὸς εἶναι, δι' ἀσθενοῦς φύσει σαρκὸς αὐτουργῶν τὴν τοῦ παντὸς σωτηρὶαν
197Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Κᾀμοὶ γὰρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ σωτῆρος λεχθὲν· ὁ φυσικὸς μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῳ τε καὶ νοερῷ τὴν ψυχὴν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις, ἀεικίνητος, ὁ λόγος φυσικῶς αὑτῆς πηγαζόμενος· ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας, γλώσσῃ μὲν ὀργανικῶς, ὅτε χρὴ προφέρω, καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπὲντα δεικνὺς αὐτὸν ἐξακουόμενον.
198Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Ἀλλ' ἐμοῦ, τοῦ κατὰ φύσιν λαλοῦντος, καὶ δι' ἀμφοῖν αὑτὸν ὡς ἐμὸν ἐκφωνευντος· τῆς μὲν νοερᾶς μου ψυχῆς φυσικῶς ἀεὶ πηγαζόμενον, διὰ δὲ τῆς σωματικῆς μου γλώσσης ὀργανικῶς, ὡς ἔφην, ὅτε χρὴ προφερόμενον.
199Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669B
Ὥσπερ οὖν ἐφ' ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προφέρεται δύναμις, οὕτω καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ Θεοῦ σωματώσεως.
200Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0669C
Διὰ τῆς αὑτοῦ παναγίας σαρκὸς, ἐν οἶς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς ἡ παντοκρατορικὴ, καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλης θεότητος ἐνέργεια διαδείκνυται, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κᾆν διὰ σαρκὸς διέλαμψε φύσει πεπερασμένης.
201Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671A
Βήρων γάρ τις ἔναγχος, μεθ' ἑτέρων τινῶν, τὴν Βαλεντίνου φαντασίαν ἀφέντες, χείρονι κακῷ κατεπάρησαν, λέγοντες· Τὴν μὲν προσληφθεῖσαν τῷ Λόγῳ σάρκα γενέσθαι ταὐτουργὸν τῇ θεότητι, διὰ τὴν πρόσληψιν, τὴν θεότητα δὲ γενέσθαι ταὐτοπαθῆ τῇ σαρκὶ διά κένωσιν· τροπὴν ὁμοῦ, καὶ φύσιν, καὶ σύγχυσιν, καὶ τὴν εἰς ἀλλήλους ἀμφοτέρων μεταβολὴν δογματίζοντες.
202Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0673B
Μηδενὶ λόγῳ δείξας αὐτὴν γλώσσης, ἢ χειρὸς φυσικῶς ἐκφυομένην· μήτε μὴν γενομένην αὐτῶν, ἢ λεγομένην διάνοιαν, διὰ τὸ τὴν δι' ἀμφοῖν αὐτῆς ἔκφανσιν.
203Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0673B
Γλῶσσαν γὰρ, ἢ χεῖρα διανοητικὴν συνετὸς οἶδεν οὐδεὶς· ὥσπερ οὐδὲ τὴν παναγίαν τοῦ Θεοῦ σάρκα, διὰ τὸ προσληφθῆναι, καὶ τὸ δι' αὐτῆς ἐκφανθῆναι τὴν θείαν ἐνέργειαν, γενομένην κατ' αὐτὸν φύσει δημιουργόν.
204Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0673C
Ἀλλ' εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν, καὶ τὸ δῆσαι πρὸς ἀτρεψίαν τὸ πᾶν, ὁ τῶν ὅλων δημιουργὸς ἐκ τῆς παναγίας ἀειπαρθένου Μαρίας, κατὰ σύλληψιν ἄχρανον, δίχα τροπῆς ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετὰ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει, κακίας ἀλλότριος, ὁ λόγος Θεὸς ὁ αὐτὸς· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκὸς, οὐκ ὄντα φύσει τῆς σαρκὸς, ἐνεργῶν· ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει θεότητος, ἀνοχῇ πάσχων θεότητος· μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας· μηδὲ ἀνθρώπινον ὁ αὐτὸς ἄμοιρον δράσας θεότητος.
205Anonymi, Ars Bobiensis, p. 28, l. 4 (auctor c.450)
feminina semper pluralia: hae argutiae φλυαρίαι, hae angustiae, hae arae, hae Alpes, hae aedes (domus; sed aedis si dixeris templum significas), hae antiae κόμαι αἱ διὰ τῶν κροτάφων κρεμάμεναι, hae antemnae, hae blanditiae, hae bigae trigae quadrigae, hae conpedes, hae caulae μάνδραι, hae caerimoniae θρησκεῖαι, θυσίαι, hae cunae βαβαλιστήρια, hae crates πλήγματα ῥάβδων (et cratem dixerunt), hae copiae ἐπιτήδεια, hae diuitiae, hae deliciae, hae dapes (et dapis dixerunt), hae dirae κατάραι, hae exuuiae, hae exequiae ἐκκομιδαί, hae Esquiliae (locus Romae), hae excubiae, hae fauces (et faux inuenimus), hae fruges καρποὶ οἱ χαμόθεν, οὐχ οἱ κρεμάμενοι (et frugem et fruge dixerunt), hae fores αἱ θύραι (et foris inuenimus singulariter), hae fasces (et fascem inuenimus masculino genere), hae fortunae ὑπάρχοντα, hae feriae, hae falerae ἱπποκόσμια, hae facetiae εὐομιλίαι, hae foueae (fossae et insidiae uenatorum, βόθυνοι), hae genae παρειαί, hae grates (quas agimus ob merita), hae Gratiae (deae), hae gingiuae τὰ οὖλα τῶν ὀδόντων, hae gerrae πλεκτά τινά ἐστιν τείχεσιν προσφερόμενα, hae indutiae, hae inferiae, hae insidiae, hae inimicitiae, hae ineptiae (et ineptia dicitur), hae idus εἰδοί, hae indiciae ἔλεγχοι, hae ianitrices εἰνάτερες, hae inlecebrae (et inlecebra inuenimus), hae kalendae, hae lactes λοβοὶ τῶν σπλάγχνων, λεπτὰ ἔντερα, hae litterae, hae lutinae πηλώματα, hae lautumiae λατόμια, hae latebrae, hae minae, hae manubiae, hae nuptiae, hae nonae, hae nares, hae nundinae, hae nugae, hae neniae ἐπιτάφιοι, hae † leriae φλυαρίαι, hae opes (accusatiuum et genetiuum et ablatiuum singularem huius nominis inuenimus: hanc opem, opem ferre, et huius opis, uide siquid opis adferre huic Terentius, et ab hac ope, Sallustius in II cum egens alienae opis plura mala exspectarem in oratione Cottae, Cicero in pro Milone ut omnem semper uim quacumque ope possent a corpore a capite a uita sua propulsarent ), hae plagae δίκτυα, hae preces (Vergilius prece numen adora singulariter dixit), hae primitiae ἀπαρχαί, hae quisquiliae φρυγάνων χαίτη, hae reliquiae, hae retes δίκτυα (et in consuetudine dicimus: in retes meas incidisti; retia enim plurali nominatiuo ex rete, quod est neutrale nominatiuum, facit), hae sarcinae σκεύη, hae sortes, hae sordes ῥύπος (et sordem inuenimus), hae scopae σάρος, hae scalae, hae salinae ἁλοθήκια, hae tenebrae, hae tendiculae σαγῆναι, hae uires, hae uindiciae καρπιστεία, ἐλευθερίας ἐκδικία.
206Anonymi, Frg. Bobiense de uerbo = ad Seuerianum, p. 36, l. 18 (opus c.520)
unde et Graeci ὑποτακτικὸν διὰ τὸ ὑποτετάχθαι uocauerunt, quod necesse est illi praemisso aliquid subdi ut sensus integer fiat et planior: cum faciam uitula pro frugibus, ipse uenito.
207Anonymi, Frg. Bobiense de uerbo = ad Seuerianum, p. 54, l. 29 (opus c.520)
hoc etiam in uerborum generibus adnotandum, quod quaedam uerba modo quasi neutra, modo quasi deponentia proferuntur, ut lauo lauor sub una eademque significatione dicuntur ἐπὶ τοῦ λούομαι διὰ τοῦ μικροῦ βῆτα, lauo lauas, lauor lauaris, unde fiunt perfecta ἀπὸ τοῦ lauo laui, ἀπὸ τοῦ lauor lauatus sum et ex hoc lautus sum et au in o conuerso lotus sum; et labo labor itidem sub una eademque significatione ἐπὶ τοῦ ὀλισθαίνω: labat ariete crebro ianua et leui cum sanguine Nisus labitur infelix; et fabrico et fabricor ἐπὶ τοῦ οἰκοδομῶ, et ructo et ructor τὸ ἐρεύγομαι.
208Anonymus, Adnotationes super Lucanum, 5, 5a; 524 (opus c.400)
QVAMVIS PENVS HONORVM διὰ μέσου.
209Anonymus, Adnotationes super Lucanum, 7, 7; 725 (opus c.400)
VEL SOLIS INIQVI διὰ κεκαυμένην; dicit plagam, quae est inhabitabilis, aut illas duas frigidas, quae et ipsae inhabitabiles asseruntur.
210Anonymus, Adnotationes super Lucanum, 9, 9; 295 (opus c.400)
TERRARVM P. L. ordo: terrarum primam Libyen tetigit; διὰ μέσου, nam proxima caelo est, ut probat ipse calor.
211Aphthonius, De metris omnibus, p. 72, l. 2 (auctor c.350)
insignes autem in metris sunt aut dactylici, id est cum quinque dactyli ultimo spondeo clauduntur, ut panditur interea domus omnipotentis Olympi; aut spondiazontes, id est cum in quinta et sexta regione uersus pedes spondei ponuntur, ut cornua uelatarum obuertimus antemnarum; aut in monosyllabum desinentes, ut procumbit humi bos; aut quattuor orationis partibus decurrentes, ut cornua uelatarum obuertimus antemnarum; aut ἀσύνδετοι et διὰ πέντε, ut formosum pastor Corydon ardebat Alexin.
212Aristoteles, Physica, 1, 2; 7
ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεω μετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ· οὐ μὴν ἀλλ' ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν δια λεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις.
213Aristoteles, Physica, 1, 3; 5
ὥσπερ γὰρ καὶ τὸ μέρος ἓν ὄν, τοδὶ τὸ ὕδωρ, κινεῖται ἐν ἑαυτῷ, διὰ τί οὐ καὶ τὸ πᾶν;
214Aristoteles, Physica, 1, 4; 2
δια φέρουσι δὲ ἀλλήλων τῷ τὸν μὲν περίοδον ποιεῖν τούτων, τὸν δ' ἅπαξ, καὶ τὸν μὲν ἄπειρα, τά τε ὁμοιομερῆ καὶ τἀναν τία, τὸν δὲ τὰ καλούμενα στοιχεῖα μόνον.
215Aristoteles, Physica, 1, 4; 3
ἔοικε δὲ Ἀναξα γόρας ἄπειρα οὕτως οἰηθῆναι διὰ τὸ ὑπολαμβάνειν τὴν κοι νὴν δόξαν τῶν φυσικῶν εἶναι ἀληθῆ, ὡς οὐ γιγνομένου οὐδε νὸς ἐκ τοῦ μὴ ὄντος (διὰ τοῦτο γὰρ οὕτω λέγουσιν, ἦν ὁμοῦ πάντα, καὶ τὸ γίγνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι, οἱ δὲ σύγκρισιν καὶ διάκρισιν)· ἔτι δ' ἐκ τοῦ γίγνεσθαι ἐξ ἀλ λήλων τἀναντία· ἐνυπῆρχεν ἄρα· εἰ γὰρ πᾶν μὲν τὸ γι γνόμενον ἀνάγκη γίγνεσθαι ἢ ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, τούτων δὲ τὸ μὲν ἐκ μὴ ὄντων γίγνεσθαι ἀδύνατον (περὶ γὰρ ταύτης ὁμογνωμονοῦσι τῆς δόξης ἅπαντες οἱ περὶ φύσεως), τὸ λοι πὸν ἤδη συμβαίνειν ἐξ ἀνάγκης ἐνόμισαν, ἐξ ὄντων μὲν καὶ ἐνυπαρχόντων γίγνεσθαι, διὰ μικρότητα δὲ τῶν ὄγκων ἐξ ἀναισθήτων ἡμῖν.
216Aristoteles, Physica, 1, 4; 4
διό φασι πᾶν ἐν παντὶ μεμῖχθαι, διότι πᾶν ἐκ παντὸς ἑώρων γιγνόμενον· φαίνεσθαι δὲ διαφέροντα καὶ προσαγορεύεσθαι ἕτερα ἀλλήλων ἐκ τοῦ μάλισθ' ὑπερ έχοντος διὰ πλῆθος ἐν τῇ μίξει τῶν ἀπείρων· εἰλικρινῶς μὲν γὰρ ὅλον λευκὸν ἢ μέλαν ἢ γλυκὺ ἢ σάρκα ἢ ὀστοῦν οὐκ εἶναι, ὅτου δὲ πλεῖστον ἕκαστον ἔχει, τοῦτο δοκεῖν εἶναι τὴν φύσιν τοῦ πράγματος.
217Aristoteles, Physica, 1, 5; 4
καὶ τοῦτο εὐλόγως· δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα· τοῖς δὲ ἐναν τίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι μὴ ἐξ ἄλλων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων.
218Aristoteles, Physica, 1, 5; 9
ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων, ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον· ἀλλὰ διὰ τὸ μὴ τὰς ἀντικειμένας διαθέσεις ὠνομάσθαι λανθάνει τοῦτο συμβαῖνον.
219Aristoteles, Physica, 1, 7; 12
πολλαχῶς δὲ λεγομένου τοῦ γίγνεσθαι, καὶ τῶν μὲν οὐ γίγνεσθαι ἀλλὰ τόδε τι γίγνεσθαι, ἁπλῶς δὲ γίγνεσθαι τῶν οὐσιῶν μόνον, κατὰ μὲν τἆλλα φανερὸν ὅτι ἀνάγκη ὑποκεῖσθαί τι τὸ γιγνόμενον (καὶ γὰρ ποσὸν καὶ ποιὸν καὶ πρὸς ἕτερον [καὶ ποτὲ] καὶ ποὺ γίγνεται ὑποκειμένου τινὸς διὰ τὸ μόνην τὴν οὐσίαν μηθενὸς κατ' ἄλλου λέγεσθαι ὑποκειμένου, τὰ δ' ἄλλα πάντα κατὰ τῆς οὐσίας)· ὅτι δὲ καὶ αἱ οὐσίαι καὶ ὅσα [ἄλλα] ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίγνεται, ἐπισκοποῦντι γένοιτο ἂν φανερόν.
220Aristoteles, Physica, 1, 7; 21
λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον· τοῦτο γὰρ οὐκ ἐναντίον.
221Aristoteles, Physica, 1, 7; 22
ὥστε οὔτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῷ, οὔτ' αὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς, ἀλλὰ τρεῖς· ἕτερον γὰρ τὸ ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι, καὶ τὸ ἀσχηματίστῳ καὶ χαλκῷ.
222Aristoteles, Physica, 1, 8; 2
ζητοῦντες γὰρ οἱ κατὰ φι λοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπει ρίας, καί φασιν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γιγνόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίγνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖν.
223Aristoteles, Physica, 1, 8; 4
ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα· ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν ἢ ὁτιοῦν τόδε γίγνεσθαι, ἕνα μὲν τρόπον οὐθὲν δια φέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίγνεσθαι, ὥστ' ἐπειδὴ τοῦτο διχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἐξ ὄντος καὶ τὸ ὂν ἢ ποιεῖν ἢ πά σχειν.
224Aristoteles, Physica, 1, 8; 7
ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴε σθαι γίγνεσθαι μηδ' εἶναι τῶν ἄλλων, ἀλλ' ἀνελεῖν πᾶσαν τὴν γένεσιν· ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίγνεσθαι μὲν μηθὲν ἁπλῶς ἐκ μὴ ὄντος, πὼς μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, οἷον κατὰ συμβεβηκός (ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθ' αὑτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίγνεταί τι· θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ γίγνεσθαί τι, ἐκ μὴ ὄντος)· ὡσαύτως δὲ οὐδ' ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός· οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι, τὸν αὐτὸν τρόπον οἷον εἰ ἐκ ζῴου ζῷον γίγνοιτο καὶ ἐκ τινὸς ζῴου τι ζῷον· οἷον εἰ κύων ἐξ ἵππου γίγνοιτο.
225Aristoteles, Physica, 1, 8; 11
ὥσθ' (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται δι' ἃς ἀναγκα ζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια· διὰ γὰρ τοῦτο τοσοῦτον καὶ οἱ πρότερον ἐξετράπησαν τῆς ὁδοῦ τῆς ἐπὶ τὴν γένεσιν καὶ φθορὰν καὶ ὅλως μεταβολήν· αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν.
226Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
227Aristoteles, Physica, 2, 1; 9
τὸ δὲ δεικνύναι τὰ φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ δι' αὑτὸ καὶ μὴ δι' αὑτὸ γνώριμον (ὅτι δ' ἐνδέχεται τοῦτο πάσχειν, οὐκ ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομά των εἶναι τὸν λόγον, νοεῖν δὲ μηδέν.
228Aristoteles, Physica, 2, 1; 14
ὃ γάρ τις αὐτῶν ὑπέλαβε τοιοῦτον, εἴτε ἓν εἴτε πλείω, τοῦτο καὶ τοσαῦτά φησιν εἶναι τὴν ἅπασαν οὐσίαν, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ δια θέσεις, καὶ τούτων μὲν ὁτιοῦν ἀΐδιον (οὐ γὰρ εἶναι μετα βολὴν αὐτοῖς ἐξ αὑτῶν), τὰ δ' ἄλλα γίγνεσθαι καὶ φθεί ρεσθαι ἀπειράκις.
229Aristoteles, Physica, 2, 3; 2
ἐπεὶ γὰρ τοῦ εἰδέναι χάριν ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δ' ἐστὶ τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιη τέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον.
230Aristoteles, Physica, 2, 3; 3
ἕνα μὲν οὖν τρό πον αἴτιον λέγεται τὸ ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο δ' ἐστὶν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμός) καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.
231Aristoteles, Physica, 2, 3; 5
ἔτι ὡς τὸ τέλος· τοῦτο δ' ἐστὶν τὸ οὗ ἕνεκα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια· διὰ τί γὰρ περι πατεῖ;
232Aristoteles, Physica, 2, 3; 14
λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοει δῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθ μός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθ' ἕκαστον.
233Aristoteles, Physica, 2, 3; 22
δια φέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ' ἕκα στον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἷον ὅδ' ὁ ἰα τρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε ὁ οἰκοδομῶν τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί.
234Aristoteles, Physica, 2, 4; 1
Λέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων, καὶ πολλὰ καὶ εἶναι καὶ γίγνεσθαι διὰ τύχην καὶ διὰ τὸ αὐτόματον· τίνα οὖν τρόπον ἐν τούτοις ἐστὶ τοῖς αἰτίοις ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ πότερον τὸ αὐτὸ ἡ τύχη καὶ τὸ αὐτόματον ἢ ἕτερον, καὶ ὅλως τί ἐστιν ἡ τύχη καὶ τὸ αὐ τόματον, ἐπισκεπτέον.
235Aristoteles, Physica, 2, 4; 2
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἴτιον, ἀλλ' οὐ τύ χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀλη θῶς, καὶ ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύ χης οὐδὲν διώρισεν, ἀλλ' ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδ' ἐκεῖνοι εἶ ναι ἀπὸ τύχης.
236Aristoteles, Physica, 2, 6; 4
καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον οὔτε παιδίον οὐδὲν ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν· οὐδ' εὐτυχία οὐδ' ἀτυ χία ὑπάρχει τούτοις, εἰ μὴ καθ' ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοί, ὅτι τιμῶνται, οἱ δὲ ὁμόζυγες αὐτῶν καταπατοῦνται.
237Aristoteles, Physica, 2, 7; 1
Ὅτι δὲ ἔστιν αἴτια, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ὅσα φαμέν, δῆλον· τοσαῦτα γὰρ τὸν ἀριθμὸν τὸ διὰ τί περιεί ληφεν· ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον, ἐν τοῖς ἀκινήτοις (οἷον ἐν τοῖς μαθήμασιν· εἰς ὁρισμὸν γὰρ τοῦ εὐθέος ἢ συμμέτρου ἢ ἄλλου τινὸς ἀνάγεται ἔσχατον), ἢ εἰς τὸ κινῆσαν πρῶτον (οἷον διὰ τί ἐπολέμησαν;
238Aristoteles, Physica, 2, 7; 3
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν· ἐπεὶ δ' αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
239Aristoteles, Physica, 2, 7; 5
ὥστε τὸ διὰ τί καὶ εἰς τὴν ὕλην ἀνάγοντι ἀποδίδοται, καὶ εἰς τὸ τί ἐστιν, καὶ εἰς τὸ πρῶτον κινῆσαν.
240Aristoteles, Physica, 2, 7; 8
τοιοῦτον δ' ἐστὶν εἴ τι κι νεῖ μὴ κινούμενον, ὥσπερ τό τε παντελῶς ἀκίνητον καὶ [τὸ] πάντων πρῶτον καὶ τὸ τί ἐστιν καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα· ὥστε ἐπεὶ ἡ φύσις ἕνεκά του, καὶ ταύτην εἰδέναι δεῖ, καὶ πάντως ἀποδοτέον τὸ διὰ τί, οἷον ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε (τὸ δὲ ἐκ τοῦδε ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ), καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι (ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα), καὶ ὅτι τοῦτ' ἦν τὸ τί ἦν εἶναι, καὶ διότι βέλ τιον οὕτως, οὐχ ἁπλῶς, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν.
241Aristoteles, Physica, 2, 9; 2
νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει ὥσπερ ἂν εἴ τις τὸν τοῖχον ἐξ ἀνάγκης γε γενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρε σθαι τὰ δὲ κοῦφα ἐπιπολῆς, διὸ οἱ λίθοι μὲν κάτω καὶ τὰ θεμέλια, ἡ δὲ γῆ ἄνω διὰ κουφότητα, ἐπιπολῆς δὲ μάλιστα τὰ ξύλα· κουφότατα γάρ.
242Aristoteles, Physica, 2, 9; 3
ἀλλ' ὅμως οὐκ ἄνευ μὲν τούτων γέγονεν, οὐ μέντοι διὰ ταῦτα πλὴν ὡς δι' ὕλην, ἀλλ' ἕνεκα τοῦ κρύπτειν ἄττα καὶ σώζειν.
243Aristoteles, Physica, 2, 9; 4
ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ἐν ὅσοις τὸ ἕνεκά του ἔστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγ καίαν ἐχόντων τὴν φύσιν, οὐ μέντοι γε διὰ ταῦτα ἀλλ' ἢ ὡς ὕλην, ἀλλ' ἕνεκά του, οἷον διὰ τί ὁ πρίων τοιοσδί;
244Aristoteles, Physica, 2, 9; 11
ὥστ' εἰ ἔσται οἰκία, ἀνάγκη ταῦτα γενέσθαι ἢ ὑπάρχειν, ἢ εἶναι [ἢ] ὅλως τὴν ὕλην τὴν ἕνεκά του, οἷον πλίνθους καὶ λίθους, εἰ οἰκία· οὐ μέντοι διὰ ταῦτά ἐστι τὸ τέλος ἀλλ' ἢ ὡς ὕλην, οὐδ' ἔσται διὰ ταῦτα.
245Aristoteles, Physica, 3, 1; 5
δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ κα θόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων (ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν ἐστιν)· καὶ πρῶτον, καθάπερ εἴπαμεν, περὶ κινήσεως.
246Aristoteles, Physica, 3, 2; 3
αἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν τι δοκεῖ εἶναι ἡ κίνησις, τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικαὶ εἶναι ἀόριστοι· οὔτε γὰρ τόδε οὔτε τοιόνδε οὐδεμία αὐτῶν ἐστιν, [ὅτι] οὐδὲ τῶν ἄλλων κατηγοριῶν.
247Aristoteles, Physica, 3, 2; 5
καὶ διὰ τοῦτο δὴ χαλεπὸν αὐτὴν λαβεῖν τί ἐστιν· ἢ γὰρ εἰς στέρησιν ἀναγκαῖον θεῖναι ἢ εἰς δύναμιν ἢ εἰς ἐνέρ γειαν ἁπλῆν, τούτων δ' οὐδὲν φαίνεται ἐνδεχόμενον.
248Aristoteles, Physica, 3, 3; 2
καὶ ἡ τοῦ κινητικοῦ δὲ ἐνέργεια οὐκ ἄλλη ἐστίν· δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν· κινητικὸν μὲν γάρ ἐστιν τῷ δύνα σθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν, ἀλλ' ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ, ὥστε ὁμοίως μία ἡ ἀμφοῖν ἐνέργεια ὥσπερ τὸ αὐτὸ διά στημα ἓν πρὸς δύο καὶ δύο πρὸς ἕν, καὶ τὸ ἄναντες καὶ τὸ κάταντες· ταῦτα γὰρ ἓν μέν ἐστιν, ὁ μέντοι λόγος οὐχ εἷς· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου.
249Aristoteles, Physica, 3, 3; 11
οὐ μὴν ἀλλ' οὐδ' εἰ ἡ δίδαξις τῇ μαθήσει τὸ αὐτό, καὶ τὸ μανθάνειν τῷ διδάσκειν, ὥσπερ οὐδ' εἰ ἡ διά στασις μία τῶν διεστηκότων, καὶ τὸ διίστασθαι ἐνθένθε ἐκεῖσε κἀκεῖθεν δεῦρο ἓν καὶ τὸ αὐτό.
250Aristoteles, Physica, 3, 4; 3
πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χω ριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπει ρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιτ τοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.
251Aristoteles, Physica, 3, 4; 5
τῶν δὲ πε περασμένα ποιούντων στοιχεῖα οὐθεὶς ἄπειρα ποιεῖ· ὅσοι δ' ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας καὶ Δη μόκριτος, ὁ μὲν ἐκ τῶν ὁμοιομερῶν, ὁ δ' ἐκ τῆς πανσπερ μίας τῶν σχημάτων, τῇ ἁφῇ συνεχὲς τὸ ἄπειρον εἶναι φασίν· καὶ ὁ μὲν ὁτιοῦν τῶν μορίων εἶναι μίγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γιγνόμενον· ἐντεῦθεν γὰρ ἔοικε καὶ ὁμοῦ ποτὲ πάντα χρήματα φάναι εἶναι, οἷον ἥδε ἡ σὰρξ καὶ τόδε τὸ ὁστοῦν, καὶ οὕτως ὁτιοῦν· καὶ πάντα ἄρα· καὶ ἅμα τοίνυν· ἀρχὴ γὰρ οὐ μόνον ἐν ἑκάστῳ ἔστι τῆς δια κρίσεως, ἀλλὰ καὶ πάντων.
252Aristoteles, Physica, 3, 5; 6
μάλιστα δὲ καὶ κυ ριώτατον, ὃ τὴν κοινὴν ποιεῖ ἀπορίαν πᾶσι· διὰ γὰρ τὸ ἐν τῇ νοήσει μὴ ὑπολείπειν καὶ ὁ ἀριθμὸς δοκεῖ ἄπειρος εἶναι καὶ τὰ μαθηματικὰ μεγέθη καὶ τὸ ἔξω τοῦ οὐρανοῦ.
253Aristoteles, Physica, 3, 6; 36
εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ αὑτῷ στηριζόμενον καὶ ἐν αὑτῷ ὂν ἀκίνητον εἶναι ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον.
254Aristoteles, Physica, 3, 6; 39
εἰ οὖν μηδ' ἐπὶ τῆς γῆς τοῦτο αἴ τιον ἀπείρου οὔσης, ἀλλ' ὅτι βάρος ἔχει, τὸ δὲ βαρὺ μένει ἐπὶ τοῦ μέσου, ἡ δὲ γῆ ἐπὶ τοῦ μέσου, ὁμοίως ἂν καὶ τὸ ἄπει ρον μένοι ἐν αὑτῷ διά τιν' ἄλλην αἰτίαν, καὶ οὐχ ὅτι ἄπει ρον καὶ στηρίζει αὐτὸ ἑαυτό.
255Aristoteles, Physica, 3, 7; 9
ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει ἂν λαβών τις ὡρισμένον προσλαμβάνῃ τῷ αὐτῷ λόγῳ, μὴ τὸ αὐτό τι τοῦ ὅλου μέγεθος περιλαμβάνων, οὐ διέξεισι τὸ πεπερασμένον· ἐὰν δ' οὕ τως αὔξῃ τὸν λόγον ὥστε ἀεί τι τὸ αὐτὸ περιλαμβάνειν μέ γεθος, διέξεισι, διὰ τὸ πᾶν πεπερασμένον ἀναιρεῖσθαι ὁτῳοῦν ὡρισμένῳ.
256Aristoteles, Physica, 3, 7; 13
ἀλλ' εἰ μὴ οἷόν τε εἶναι ἄπειρον ἐντελεχείᾳ σῶμα αἰσθητὸν οὕτω, φανε ρὸν ὅτι οὐδὲ δυνάμει ἂν εἴη κατὰ πρόσθεσιν, ἀλλ' ἢ ὥσπερ εἴρηται ἀντεστραμμένως τῇ διαιρέσει, ἐπεὶ καὶ Πλάτων διὰ τοῦτο δύο τὰ ἄπειρα ἐποίησεν, ὅτι καὶ ἐπὶ τὴν αὔξην δοκεῖ ὑπερβάλλειν καὶ εἰς ἄπειρον ἰέναι καὶ ἐπὶ τὴν καθαίρεσιν.
257Aristoteles, Physica, 3, 7; 24
οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶν τῷ ἅπαντι καὶ ὅλῳ τὸ ἄπειρον, ἐπεὶ ἐντεῦθέν γε λαμβά νουσι τὴν σεμνότητα κατὰ τοῦ ἀπείρου, τὸ πάντα περιέχειν καὶ τὸ πᾶν ἐν ἑαυτῷ ἔχειν, διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα τῷ ὅλῳ.
258Aristoteles, Physica, 3, 8; 8
τὸ δ' ἄπειρον οὐ ταὐτὸν ἐν μεγέθει καὶ κινήσει καὶ χρόνῳ, ὡς μία τις φύσις, ἀλλὰ τὸ ὕστερον λέγεται κατὰ τὸ πρότερον, οἷον κίνησις μὲν ὅτι τὸ μέγεθος ἐφ' οὗ κινεῖται ἢ ἀλλοιοῦται ἢ αὐξάνεται, ὁ χρόνος δὲ διὰ τὴν κίνησιν.
259Aristoteles, Physica, 3, 9; 5
ἕκαστον γὰρ ἡμῶν νοήσειεν ἄν τις πολλαπλάσιον ἑαυτοῦ αὔξων εἰς ἄπειρον· ἀλλ' οὐ διὰ τοῦτο ἔξω [τοῦ ἄστεός] τίς ἐστιν [ἢ] τοῦ τηλικούτου μεγέθους ὃ ἔχομεν, ὅτι νοεῖ τις, ἀλλ' ὅτι ἔστι· τοῦτο δὲ συμβέβηκεν.
260Aristoteles, Physica, 4, 1; 11
δηλοῖ δὲ καὶ τὰ μαθηματικά· οὐκ ὄντα γὰρ ἐν τόπῳ ὅμως κατὰ τὴν θέσιν τὴν πρὸς ἡμᾶς ἔχει δεξιὰ καὶ ἀριστερὰ ὡς τὰ μόνον λεγόμενα διὰ θέσιν, οὐκ ἔχοντα φύσει τούτων ἕκαστον.
261Aristoteles, Physica, 4, 1; 13
ὅτι μὲν οὖν ἐστί τι ὁ τό πος παρὰ τὰ σώματα, καὶ πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, διὰ τούτων ἄν τις ὑπολάβοι· δόξειε δ' ἂν καὶ Ἡσίοδος ὀρ θῶς λέγειν ποιήσας πρῶτον τὸ χάος.
262Aristoteles, Physica, 4, 1; 14
λέγει γοῦν “πάντων μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα γαῖ' εὐρύστερνος,” ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ.
263Aristoteles, Physica, 4, 1; 29
διὰ μὲν οὖν τούτων οὐ μόνον τί ἐστιν, ἀλλὰ καὶ εἰ ἔστιν, ἀπορεῖν ἀναγκαῖον.
264Aristoteles, Physica, 4, 2; 12
(Πλάτωνι μέντοι λεκτέον, εἰ δεῖ παρεκβάντας εἰπεῖν, διὰ τί οὐκ ἐν τόπῳ τὰ εἴδη καὶ οἱ ἀριθμοί, εἴπερ τὸ μεθεκτικὸν ὁ τόπος, εἴτε τοῦ μεγάλου καὶ τοῦ μικροῦ ὄντος τοῦ μεθεκτικοῦ εἴτε τῆς ὕλης, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν.
265Aristoteles, Physica, 4, 6; 1
πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστ' οἰόμεθα ἐν τόπῳ, ὅτι ἀεὶ ἐν κινήσει.
266Aristoteles, Physica, 4, 6; 4
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δ' ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλ' ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλ' ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
267Aristoteles, Physica, 4, 6; 9
τούτων δ' ὅτι οὐκ ἐνδέχεται τὰ τρία εἶναι, φανερόν· ἀλλὰ διὰ μὲν τὸ περιέχειν δοκεῖ ἡ μορφὴ εἶναι· ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου.
268Aristoteles, Physica, 4, 6; 11
διὰ δὲ τὸ μεταβάλ λειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον.
269Aristoteles, Physica, 4, 6; 16
ὥσπερ γὰρ εἰ ἀλλοιοῦται, ἔστι τι ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν, καὶ νῦν μὲν σκληρὸν πάλαι δὲ μαλακόν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτω καὶ ὁ τόπος διὰ τοιαύτης τινὸς εἶναι δοκεῖ φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ, ὁ δὲ τό πος ὅτι οὗ ἦν ἀήρ, ἐνταῦθ' ἔστι νῦν ὕδωρ.
270Aristoteles, Physica, 4, 6; 20
δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίγνεσθαι τὴν μετάστασιν τοῦ φερομένου· ἐνδέχεσθαι γὰρ φαί νεται εἶναι διάστημα μεταξὺ ἄλλο τι τῶν κινουμένων μεγε θῶν.
271Aristoteles, Physica, 4, 6; 26
καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ καὶ τὸ ἔσχα τον τὸ πρὸς ἡμᾶς τῆς κύκλῳ φορᾶς δοκεῖ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω μάλιστα πᾶσι κυρίως, ὅτι τὸ μὲν αἰεὶ μένει, τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἔχον μένει.
272Aristoteles, Physica, 4, 6; 27
ὥστ' ἐπεὶ τὸ μὲν κοῦφον τὸ ἄνω φερόμενόν ἐστι φύσει, τὸ δὲ βαρὺ τὸ κάτω, τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστίν, καὶ αὐτὸ τὸ μέσον, τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω, καὶ αὐτὸ τὸ ἔσχατον· καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι καὶ οἷον ἀγγεῖον ὁ τόπος καὶ περιέχον.
273Aristoteles, Physica, 4, 7; 8
τὸ γάρ που αὐτό τέ ἐστί τι, καὶ ἔτι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν ᾧ, ὃ περιέχει· παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδέν ἐστιν ἔξω τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως.
274Aristoteles, Physica, 4, 7; 10
καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δ' ἐν τῷ ἀέρι, οὗτος δ' ἐν τῷ αἰθέρι, ὁ δ' αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δ' οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.
275Aristoteles, Physica, 4, 7; 17
διοριστέον δὲ περὶ τούτων ὕστερον· ἀλλὰ διὰ τὸν καιρὸν ἀνάγκη μὲν εἰπεῖν, ἀσαφῶς δὲ νῦν ῥηθὲν τότ' ἔσται σαφέστερον.
276Aristoteles, Physica, 4, 8; 1
Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεω ρῆσαι καὶ περὶ κενοῦ, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν, ὥσπερ καὶ περὶ τόπου· καὶ γὰρ παραπλησίαν ἔχει τήν τε ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων· οἷον γὰρ τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ δὲ πλῆρες μὲν εἶναι, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν, ὡς τὸ αὐτὸ μὲν ὂν κενὸν καὶ πλῆρες καὶ τόπον, τὸ δ' εἶναι αὐτοῖς οὐ ταὐτὸ ὄν.
277Aristoteles, Physica, 4, 8; 14
ἔτι δὲ καὶ ἡ αὔξησις δοκεῖ πᾶσι γίγνεσθαι διὰ κενοῦ· τὴν μὲν γὰρ τρο φὴν σῶμα εἶναι, δύο δὲ σώματα ἀδύνατον ἅμα εἶναι.
278Aristoteles, Physica, 4, 9; 6
ἄτοπον δὲ εἰ ἡ στιγμὴ κενόν· δεῖ γὰρ τόπον εἶναι ἐν ᾧ σώματος ἔστι διά στημα ἁπτοῦ.
279Aristoteles, Physica, 4, 9; 7
ἀλλ' οὖν φαίνεται λέγεσθαι τὸ κενὸν ἕνα μὲν τρόπον τὸ μὴ πλῆρες αἰσθητοῦ σώματος κατὰ τὴν ἁφήν· αἰσθητὸν δ' ἐστὶ κατὰ τὴν ἁφὴν τὸ βάρος ἔχον ἢ κουφό τητα (διὸ κἂν ἀπορήσειέ τις, τί ἂν φαῖεν, εἰ ἔχοι τὸ διά στημα χρῶμα ἢ ψόφον, πότερον κενὸν ἢ οὔ;
280Aristoteles, Physica, 4, 9; 11
τὸ γὰρ κενὸν οὐ σῶμα ἀλλὰ σώματος διάστημα βούλεται εἶναι· διὸ καὶ τὸ κενὸν δοκεῖ τι εἶναι, ὅτι καὶ ὁ τόπος, καὶ διὰ ταὐτά.
281Aristoteles, Physica, 4, 9; 17
ἐνδέχεται δὲ καὶ πυκνοῦσθαι μὴ εἰς τὸ κενὸν ἀλλὰ διὰ τὸ τὰ ἐνόντα ἐκ πυρηνίζειν (οἷον ὕδατος συνθλιβομένου τὸν ἐνόντα ἀέρα), καὶ αὐξάνεσθαι οὐ μόνον εἰσιόντος τινὸς ἀλλὰ καὶ ἀλλοιώσει, οἷον εἰ ἐξ ὕδατος γίγνοιτο ἀήρ.
282Aristoteles, Physica, 4, 9; 19
ἢ γὰρ οὐκ αὐξάνεται ὁτιοῦν, ἢ οὐ σώματι, ἢ ἐνδέχεται δύο σώματα ἐν ταὐτῷ εἶναι (ἀπο ρίαν οὖν κοινὴν ἀξιοῦσι λύειν, ἀλλ' οὐ κενὸν δεικνύουσιν ὡς ἔστιν), ἢ πᾶν εἶναι ἀναγκαῖον τὸ σῶμα κενόν, εἰ πάντῃ αὐ ξάνεται καὶ αὐξάνεται διὰ κενοῦ.
283Aristoteles, Physica, 4, 10; 9
συμβαίνει δὲ τοῖς λέγου σιν εἶναι κενὸν ὡς ἀναγκαῖον, εἴπερ ἔσται κίνησις, τοὐναντίον μᾶλλον, ἄν τις ἐπισκοπῇ, μὴ ἐνδέχεσθαι μηδὲ ἓν κινεῖ σθαι, ἐὰν ᾖ κενόν· ὥσπερ γὰρ οἱ διὰ τὸ ὅμοιον φάμενοι τὴν γῆν ἠρεμεῖν, οὕτω καὶ ἐν τῷ κενῷ ἀνάγκη ἠρεμεῖν· οὐ γὰρ ἔστιν οὗ μᾶλλον ἢ ἧττον κινηθήσεται· ᾗ γὰρ κενόν, οὐκ ἔχει διαφοράν.
284Aristoteles, Physica, 4, 10; 16
ἔτι νῦν μὲν κινεῖται τὰ ῥιπτούμενα τοῦ ὤσαντος οὐχ ἁπτομένου, ἢ δι' ἀντιπερίστασιν, ὥσπερ ἔνιοί φασιν, ἢ διὰ τὸ ὠθεῖν τὸν ὠσθέντα ἀέρα θάττω κίνησιν τῆς τοῦ ὠσθέντος φορᾶς ἣν φέρεται εἰς τὸν οἰκεῖον τόπον· ἐν δὲ τῷ κενῷ οὐδὲν τούτων ὑπάρχει, οὐδ' ἔσται φέρεσθαι ἀλλ' ἢ ὡς τὸ ὀχούμενον.
285Aristoteles, Physica, 4, 10; 17
ἔτι οὐδεὶς ἂν ἔχοι εἰπεῖν διὰ τί κινηθὲν στή σεταί που· τί γὰρ μᾶλλον ἐνταῦθα ἢ ἐνταῦθα;
286Aristoteles, Physica, 4, 10; 19
ἔτι νῦν μὲν εἰς τὸ κενὸν διὰ τὸ ὑπείκειν φέ ρεσθαι δοκεῖ· ἐν δὲ τῷ κενῷ πάντῃ ὁμοίως τὸ τοιοῦτον, ὥστε πάντῃ οἰσθήσεται.
287Aristoteles, Physica, 4, 10; 21
ὁρῶμεν γὰρ τὸ αὐτὸ βάρος καὶ σῶμα θᾶττον φε ρόμενον διὰ δύο αἰτίας, ἢ τῷ διαφέρειν τὸ δι' οὗ, οἷον δι' ὕδατος ἢ γῆς ἢ δι' ὕδατος ἢ ἀέρος, ἢ τῷ διαφέρειν τὸ φερόμενον, ἐὰν τἆλλα ταὐτὰ ὑπάρχῃ, διὰ τὴν ὑπεροχὴν τοῦ βάρους ἢ τῆς κουφότητος.
288Aristoteles, Physica, 4, 10; 23
τὸ δὴ ἐφ' οὗ Α οἰσθήσεται διὰ τοῦ Β τὸν ἐφ' ᾧ Γ χρόνον, διὰ δὲ τοῦ Δ λεπτοτέρου ὄντος τὸν ἐφ' ᾧ Ε, εἰ ἴσον τὸ μῆκος τὸ τοῦ Β τῷ Δ, κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος σώματος.
289Aristoteles, Physica, 4, 10; 24
ἔστω γὰρ τὸ μὲν Β ὕδωρ, τὸ δὲ Δ ἀήρ· ὅσῳ δὴ λεπτότερον ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ Α διὰ τοῦ Δ οἰσθήσεται ἢ διὰ τοῦ Β.
290Aristoteles, Physica, 4, 10; 31
ὁμοίως δὲ καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ τὴν κίνησιν, ἀλλ' εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσήνδε φέρεται, διὰ τοῦ κενοῦ παντὸς ὑπερβάλλει λόγου.
291Aristoteles, Physica, 4, 10; 42
ἀλλ' ἀδύνατον· διὰ τίνα γὰρ αἰτίαν οἰσθήσεται θᾶττον;
292Aristoteles, Physica, 4, 10; 49
καὶ αἰεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ' ὃ πέφυκε μεθίστασθαι, ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι ἢ κάτω αἰεί, εἰ κάτω ἡ φορὰ ὥσπερ γῆς, ἢ ἄνω, εἰ πῦρ, ἢ ἐπ' ἄμφω, [ἢ] ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον· ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον (οὐδὲν γὰρ σῶμα), διὰ δὲ τοῦ κύβου τὸ ἴσον διάστημα διεληλυθέναι, ὅπερ ἦν καὶ πρότερον ἐν τῷ κενῷ, ὥσπερ ἂν εἰ τὸ ὕδωρ μὴ μεθίστατο τῷ ξυλίνῳ κύβῳ μηδ' ὁ ἀήρ, ἀλλὰ πάντῃ διῄεσαν δι' αὐτοῦ.
293Aristoteles, Physica, 4, 10; 53
καὶ εἰ δύο τοιαῦτα, διὰ τί οὐ καὶ ὁποσαοῦν ἐν τῷ αὐτῷ ἔσται;
294Aristoteles, Physica, 4, 11; 1
Εἰσὶν δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φα νερὸν εἶναι ὅτι ἔστι κενόν.
295Aristoteles, Physica, 4, 11; 9
ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ ἄλλα δ' ἠπόρηται ἀληθῶς, ὅτι ἢ κίνησις οὐκ ἔσται, εἰ μὴ ἔσται πύκνωσις καὶ μάνωσις, ἢ κυμανεῖ ὁ οὐρανός, ἢ αἰεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος (δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίγνε ται· ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι· ἀεὶ γὰρ μεθισταμένου τοῦτο συμβήσε ται, ἂν μὴ κύκλῳ περιίστηται· οὐκ ἀεὶ δ' εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ)· οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι, ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἔστιν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλ λων τῶν φυσικῶν ἐναντιώσεων, καὶ ἐκ δυνάμει ὄντος ἐνερ γείᾳ ὂν γίγνεται, καὶ οὐ χωριστὴ μὲν ἡ ὕλη, τὸ δ' εἶναι ἕτε ρον, καὶ μία τῷ ἀριθμῷ, εἰ ἔτυχε, χροιᾶς καὶ θερμοῦ καὶ ψυχροῦ.
296Aristoteles, Physica, 4, 12; 1
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου· πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ.
297Aristoteles, Physica, 4, 12; 10
ἐν αὑτῷ μὲν οὖν ἐφθάρθαι οὐχ οἷόν τε διὰ τὸ εἶναι τότε, ἐν ἄλλῳ δὲ νῦν ἐφθάρθαι τὸ πρότερον νῦν οὐκ ἐνδέχεται.
298Aristoteles, Physica, 4, 13; 1
Ἀλλὰ μὴν οὐδ' ἄνευ γε μεταβολῆς· ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν ἢ λάθωμεν μεταβάλ λοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι· συνάπτουσι γὰρ τῷ πρότερον νῦν τὸ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν, ἐξαιροῦντες διὰ τὴν ἀναισθησίαν τὸ με ταξύ.
299Aristoteles, Physica, 4, 13; 5
ἅμα γὰρ κινή σεως αἰσθανόμεθα καὶ χρόνου· καὶ γὰρ ἐὰν ᾖ σκότος καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, κίνησις δέ τις ἐν τῇ ψυχῇ ἐνῇ, εὐθὺς ἅμα δοκεῖ τις γεγονέναι καὶ χρόνος.
300Aristoteles, Physica, 4, 13; 9
ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἔκ τι νος εἴς τι καὶ πᾶν μέγεθος συνεχές, ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις· διὰ γὰρ τὸ τὸ μέγεθος εἶναι συνεχὲς καὶ ἡ κί νησίς ἐστιν συνεχής, διὰ δὲ τὴν κίνησιν ὁ χρόνος· ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος αἰεὶ δοκεῖ γεγονέναι.
301Aristoteles, Physica, 4, 13; 12
ἀλλὰ μὴν καὶ ἐν χρόνῳ ἔστιν τὸ πρότερον καὶ ὕστερον διὰ τὸ ἀκολουθεῖν ἀεὶ θατέρῳ θάτερον αὐτῶν.
302Aristoteles, Physica, 4, 13; 27
καὶ γνώριμον δὲ μάλιστα τοῦτ' ἔστιν· καὶ γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον καὶ ἡ φορὰ διὰ τὸ φερόμενον· τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ.
303Aristoteles, Physica, 4, 13; 34
ἀλλ' ὅταν μὲν οὕτω λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστασθαι, εἰ ἔσται ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή· τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον αἰεὶ ἕτερον.
304Aristoteles, Physica, 4, 13; 35
ὥσθ' ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλ' ὡς τὰ ἔσχατα τῆς γραμμῆς μᾶλλον – καὶ οὐχ ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον (τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου, οὐδ' ἡ διαίρεσις τῆς κινή σεως, ὥσπερ οὐδ' ἡ στιγμὴ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια.
305Aristoteles, Physica, 4, 14; 9
οὐ μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν, ἀλλὰ καὶ τῇ κι νήσει τὸν χρόνον διὰ τὸ ὁρίζεσθαι ὑπ' ἀλλήλων· ὁ μὲν γὰρ χρόνος ὁρίζει τὴν κίνησιν ἀριθμὸς ὢν αὐτῆς, ἡ δὲ κίνησις τὸν χρόνον.
306Aristoteles, Physica, 4, 14; 13
καὶ τοῦτ' εὐλόγως συμβέβηκεν· ἀκο λουθεῖ γὰρ τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ δὲ κινήσει ὁ χρό νος, τῷ καὶ ποσὰ καὶ συνεχῆ καὶ διαιρετὰ εἶναι· διὰ μὲν γὰρ τὸ τὸ μέγεθος εἶναι τοιοῦτον ἡ κίνησις ταῦτα πέπονθεν, διὰ δὲ τὴν κίνησιν ὁ χρόνος.
307Aristoteles, Physica, 4, 14; 25
καὶ πάσχει δή τι ὑπὸ τοῦ χρόνου, καθάπερ καὶ λέγειν εἰώθαμεν ὅτι κατατήκει ὁ χρόνος, καὶ γηράσκει πάνθ' ὑπὸ τοῦ χρόνου, καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον, ἀλλ' οὐ μεμάθηκεν, οὐδὲ νέον γέγονεν οὐδὲ καλόν· φθορᾶς γὰρ αἴ τιος καθ' ἑαυτὸν μᾶλλον ὁ χρόνος· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησιν τὸ ὑπάρχον· ὥστε φανερὸν ὅτι τὰ αἰεὶ ὄντα, ᾗ αἰεὶ ὄντα, οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχεται ὑπὸ χρόνου, οὐδὲ μετρεῖται τὸ εἶναι αὐτῶν ὑπὸ τοῦ χρόνου· ση μεῖον δὲ τούτου ὅτι οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρόνου ὡς οὐκ ὄντα ἐν χρόνῳ.
308Aristoteles, Physica, 4, 14; 33
φανερὸν οὖν ὅτι οὐδὲ τὸ μὴ ὂν ἔσται πᾶν ἐν χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ τὸ τὴν διά μετρον εἶναι τῇ πλευρᾷ σύμμετρον.
309Aristoteles, Physica, 4, 15; 15
καὶ διὰ τοῦτο δοκεῖ ἀεὶ ἕτε ρος· οὐ γὰρ τοῦ αὐτοῦ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· ἅμα γὰρ ἂν καὶ κατὰ τὸ αὐτὸ τἀναντία ἂν εἴη.
310Aristoteles, Physica, 4, 15; 23
τὸ δ' τὸ ἐν ἀναισθήτῳ χρόνῳ διὰ μικρότητα ἐκστάν· μεταβολὴ δὲ πᾶσα φύσει ἐκστατικόν.
311Aristoteles, Physica, 4, 17; 1
ἄξιον δ' ἐπισκέψεως καὶ πῶς ποτε ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν, καὶ διὰ τί ἐν παντὶ δοκεῖ εἶναι ὁ χρόνος, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ.
312Aristoteles, Physica, 4, 17; 15
καὶ διὰ τοῦτο αἱ μὲν κινήσεις ἕτεραι καὶ χωρίς, ὁ δὲ χρόνος πανταχοῦ ὁ αὐτός, ὅτι καὶ ὁ ἀριθμὸς εἷς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα.
313Aristoteles, Physica, 4, 17; 19
διὰ δὲ τοῦτο καὶ τὸ εἰωθὸς λέγεσθαι συμβαίνει· φασὶν γὰρ κύκ λον εἶναι τὰ ἀνθρώπινα πράγματα, καὶ τῶν ἄλλων τῶν κί νησιν ἐχόντων φυσικὴν καὶ γένεσιν καὶ φθοράν.
314Aristoteles, Physica, 4, 17; 23
λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά, ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, καίτοι σχῆμά γε ταὐτό, ὅτι τρίγωνα ἄμφω· ταὐτὸ γὰρ λέγεται οὗ μὴ διαφέρει διαφορᾷ, ἀλλ' οὐχὶ οὗ διαφέρει, οἷον τρίγωνον τριγώνου δια φορᾷ διαφέρει· τοιγαροῦν ἕτερα τρίγωνα· σχήματος δὲ οὔ, ἀλλ' ἐν τῇ αὐτῇ διαιρέσει καὶ μιᾷ.
315Aristoteles, Physica, 5, 1; 17
ἡ γὰρ οὐκ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον οὐκ ἔστιν μεταβολὴ διὰ τὸ μὴ εἶναι κατ' ἀν τίθεσιν· οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν.
316Aristoteles, Physica, 5, 2; 1
Κατ' οὐσίαν δ' οὐκ ἔστιν κίνησις διὰ τὸ μηδὲν εἶναι οὐσίᾳ τῶν ὄντων ἐναντίον.
317Aristoteles, Physica, 5, 4; 14
εἰ δὴ ἡ αὐτὴ καὶ μία ἡ ἕωθεν καὶ νῦν ὑγίεια, διὰ τί οὐκ ἂν καὶ ὅταν διαλιπὼν λάβῃ πάλιν τὴν ὑγίειαν, καὶ αὕτη κἀκείνη μία τῷ ἀριθμῷ ἂν εἴη;
318Aristoteles, Physica, 5, 4; 23
διὸ ἀνάγκη τὴν αὐτὴν εἶναι τῷ εἴδει καὶ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ τὴν ἁπλῶς συνεχῆ κίνησιν καὶ μίαν, τῷ χρόνῳ μέν, ὅπως μὴ ἀκινησία με ταξὺ ᾖ (ἐν τῷ διαλείποντι γὰρ ἠρεμεῖν ἀνάγκη· πολλαὶ οὖν καὶ οὐ μία ἡ κίνησις, ὧν ἐστὶν ἠρεμία μεταξύ, ὥστε εἴ τις κίνησις στάσει διαλαμβάνεται, οὐ μία οὐδὲ συνεχής· δια λαμβάνεται δέ, εἰ μεταξὺ χρόνος)· τῆς δὲ τῷ εἴδει μὴ μιᾶς, καὶ εἰ μὴ διαλείπεται [ὁ χρόνος], ὁ μὲν [γὰρ] χρόνος εἷς, τῷ εἴδει δ' ἡ κίνησις ἄλλη· τὴν μὲν γὰρ μίαν ἀνάγκη καὶ τῷ εἴδει μίαν εἶναι, ταύτην δ' ἁπλῶς μίαν οὐκ ἀνάγκη.
319Aristoteles, Physica, 5, 6; 12
ἀπορήσειε δ' ἄν τις διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ εἰσὶ καὶ κατὰ φύ σιν καὶ παρὰ φύσιν καὶ μοναὶ καὶ κινήσεις, ἐν δὲ ταῖς ἄλ λαις οὔ, οἷον ἀλλοίωσις ἡ μὲν κατὰ φύσιν ἡ δὲ παρὰ φύσιν (οὐδὲν γὰρ μᾶλλον ἡ ὑγίανσις ἢ ἡ νόσανσις κατὰ φύσιν ἢ παρὰ φύσιν, οὐδὲ λεύκανσις ἢ μέλανσις)· ὁμοίως δὲ καὶ ἐπ' αὐξήσεως καὶ φθίσεως (οὔτε γὰρ αὗται ἀλλή λαις ἐναντίαι ὡς φύσει ἡ δὲ παρὰ φύσιν, οὔτ' αὔξησις αὐξή σει)· καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς ὁ αὐτὸς λόγος· οὔτε γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηρᾶν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν.
320Aristoteles, Physica, 5, 6; 14
ἆρ' οὖν καὶ γενέσεις εἰσὶν ἔνιαι βίαιοι καὶ οὐχ εἱμαρμέναι, αἷς ἐναντίαι αἱ κατὰ φύσιν, καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις, οἷον αὐξήσεις αἱ τῶν ταχὺ διὰ τρυφὴν ἡβώντων, καὶ οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες;
321Aristoteles, Physica, 6, 1; 4
συνεχεῖς μὲν δὴ οὐκ ἂν εἶεν διὰ τὸν εἰρημένον λόγον· ἅπτεται δ' ἅπαν ἢ ὅλον ὅλου ἢ μέρος μέρους ἢ ὅλου μέρος.
322Aristoteles, Physica, 6, 3; 14
φα νερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε γραμμὴ οὔτε ἐπίπεδον οὔτε ὅλως τῶν συνεχῶν οὐθὲν ἔσται ἄτομον, οὐ μόνον διὰ τὸ νῦν λεχθέν, ἀλλὰ καὶ ὅτι συμβήσεται διαιρεῖσθαι τὸ ἄτομον.
323Aristoteles, Physica, 6, 4; 4
ἀνάγκη δὴ τὸ αὐτὸ εἶναι τὸ νῦν τὸ ἔσχατον ἀμφοτέ ρων τῶν χρόνων· εἰ γὰρ ἕτερον, ἐφεξῆς μὲν οὐκ ἂν εἴη θά τερον θατέρῳ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν, εἰ δὲ χω ρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος· πᾶν γὰρ τὸ συνεχὲς τοιοῦτον ὥστ' εἶναί τι συνώνυμον μεταξὺ τῶν περάτων.
324Aristoteles, Physica, 6, 6; 7
ὥστ' εἰ μὲν ὅλη διαιρεθή σεται ἡ ΘΙ εἰς τὰς τῶν μερῶν κινήσεις, ἴση ἔσται ἡ ΘΙ τῇ ΔΖ· εἰ δ' ἀπολείπει τι, οἷον τὸ ΚΙ, αὕτη οὐδενὸς ἔσται κί νησις (οὔτε γὰρ τοῦ ὅλου οὔτε τῶν μερῶν διὰ τὸ μίαν εἶναι ἑνός, οὔτε ἄλλου οὐθενός· ἡ γὰρ συνεχὴς κίνησίς ἐστι συνεχῶν τινῶν), ὡσαύτως δὲ καὶ εἰ ὑπερβάλλει κατὰ τὴν διαίρεσιν· ὥστ' εἰ τοῦτο ἀδύνατον, ἀνάγκη τὴν αὐτὴν εἶναι καὶ ἴσην.
325Aristoteles, Physica, 6, 7; 22
τὸ μὲν οὖν κατὰ τὸ τέλος τῆς μεταβολῆς πρῶ τον λεγόμενον ὑπάρχει τε καὶ ἔστιν (ἐνδέχεται γὰρ ἐπιτε λεσθῆναι μεταβολὴν καὶ ἔστι μεταβολῆς τέλος, ὃ δὴ καὶ δέδεικται ἀδιαίρετον ὂν διὰ τὸ πέρας εἶναι)· τὸ δὲ κατὰ τὴν ἀρχὴν ὅλως οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ἀρχὴ μεταβολῆς, οὐδ' ἐν ᾧ πρώτῳ τοῦ χρόνου μετέβαλλεν.
326Aristoteles, Physica, 6, 7; 39
οὐκοῦν εἰ μὲν ἀδιαί ρετον ἔσται τὸ ΒΓ, ἀμερὲς ἀμεροῦς ἔσται ἐχόμενον· εἰ δὲ δι αιρετόν, ἔσται τι τοῦ Γ πρότερον, εἰς ὃ μεταβέβληκεν, κἀ κείνου πάλιν ἄλλο, καὶ ἀεὶ οὕτως διὰ τὸ μηδέποτε ὑπολεί πειν τὴν διαίρεσιν.
327Aristoteles, Physica, 6, 8; 17
ἔτι δ' ἐπὶ τοῦ μεγέθους φανερώτερον τὸ λεχθὲν διὰ τὸ συνεχὲς εἶναι τὸ μέ γεθος ἐν ᾧ μεταβάλλει τὸ μεταβάλλον.
328Aristoteles, Physica, 6, 9; 7
καὶ οὕτω δὴ λαμβάνων, ἐπειδὴ τοῦ μὲν ἀπείρου οὐθὲν ἔστι μόριον ὃ καταμετρήσει (ἀδύ νατον γὰρ τὸ ἄπειρον εἶναι ἐκ πεπερασμένων καὶ ἴσων καὶ ἀνίσων, διὰ τὸ καταμετρηθήσεσθαι τὰ πεπερασμένα πλήθει καὶ μεγέθει ὑπό τινος ἑνός, ἐάν τε ἴσα ᾖ ἐάν τε ἄνισα, ὡρισμένα δὲ τῷ μεγέθει, οὐθὲν ἧττον), τὸ δὲ διάστημα τὸ πε περασμένον ποσοῖς τοῖς ΑΕ μετρεῖται, ἐν πεπερασμένῳ ἂν χρόνῳ τὸ ΑΒ κινοῖτο (ὡσαύτως δὲ καὶ ἐπὶ ἠρεμήσεως)· ὥστε οὔτε γίγνεσθαι οὔτε φθείρεσθαι οἷόν τε ἀεί τι τὸ αὐτὸ καὶ ἕν.
329Aristoteles, Physica, 6, 10; 4
ἀποδεδειγμένων δὲ τούτων φανερὸν ὅτι οὐδὲ τὸ πεπερασμένον μέγεθος τὸ ἄπειρον ἐνδέχεται διελθεῖν ἐν πεπερασμένῳ διὰ τὴν αὐτὴν αἰτίαν· ἐν γὰρ τῷ μορίῳ τοῦ χρόνου πεπερας μένον δίεισι, καὶ ἐν ἑκάστῳ ὡσαύτως, ὥστ' ἐν τῷ παντὶ πε περασμένον.
330Aristoteles, Physica, 6, 12; 7
τοῦτο δὴ ἀμερὲς μὲν οὐκ ἐνδέχεται εἶναι (κίνησις γὰρ οὐκ ἔστιν ἐν τῷ ἀμερεῖ διὰ τὸ κεκινῆσθαί τι ἂν αὐτοῦ, τὸ δ' ἱστάμενον δέδεικται κινούμε νον)· ἀλλὰ μὴν εἰ διαιρετόν ἐστιν, ἐν ὁτῳοῦν αὐτοῦ τῶν μερῶν ἵσταται· τοῦτο γὰρ δέδεικται πρότερον, ὅτι ἐν ᾧ πρώτῳ ἵστα ται, ἐν ὁτῳοῦν τῶν ἐκείνου ἵσταται.
331Aristoteles, Physica, 6, 12; 10
ἐν ἀμερεῖ μὲν γὰρ οὐκ ἠρέμησεν διὰ τὸ μὴ εἶναι κίνησιν ἐν ἀτόμῳ, ἐν ᾧ δὲ τὸ ἠρε μεῖν, καὶ τὸ κινεῖσθαι (τότε γὰρ ἔφαμεν ἠρεμεῖν, ὅτε καὶ ἐν ᾧ πεφυκὸς κινεῖσθαι μὴ κινεῖται τὸ πεφυκός)· ἔτι δὲ καὶ τότε λέγομεν ἠρεμεῖν, ὅταν ὁμοίως ἔχῃ νῦν καὶ πρό τερον, ὡς οὐχ ἑνί τινι κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχί στοιν· ὥστ' οὐκ ἔσται ἐν ᾧ ἠρεμεῖ ἀμερές.
332Aristoteles, Physica, 6, 14; 3
τέττα ρες δ' εἰσὶν οἱ λόγοι περὶ κινήσεως Ζήνωνος οἱ παρέχοντες τὰς δυσκολίας τοῖς λύουσιν, πρῶτος μὲν ὁ περὶ τοῦ μὴ κινεῖ σθαι διὰ τὸ πρότερον εἰς τὸ ἥμισυ δεῖν ἀφικέσθαι τὸ φε ρόμενον ἢ πρὸς τὸ τέλος, περὶ οὗ διείλομεν ἐν τοῖς πρότε ρον λόγοις.
333Aristoteles, Physica, 6, 14; 15
ἅμα δὲ συμβαίνει τὸ πρῶτον Β παρὰ πάντα τὰ Γ παρεληλυθέναι· ἅμα γὰρ ἔσται τὸ πρῶτον Γ καὶ τὸ πρῶ τον Β ἐπὶ τοῖς ἐναντίοις ἐσχάτοις, [ἴσον χρόνον παρ' ἕκαστον γιγνόμενον τῶν Β ὅσον περ τῶν Α, ὥς φησιν,] διὰ τὸ ἀμ φότερα ἴσον χρόνον παρὰ τὰ Α γίγνεσθαι.
334Aristoteles, Physica, 6, 17; 2
οὗτος μὲν γὰρ ἔσται χρόνος ἐν ᾧ κινεῖται διὰ τὸ πᾶν ἐν χρόνῳ κινεῖσθαι, χρό νος δὲ πᾶς διαιρετὸς δέδεικται πρότερον.
335Aristoteles, Physica, 6, 17; 14
μὴ μιᾶς μὲν γὰρ γιγνομένης οὐ θὲν ἴσως κωλύει, οἷον εἰ μετὰ τὴν φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ πάλιν γένεσις· οὕτω γὰρ αἰεὶ μὲν ἔσται τῷ χρόνῳ κίνησις, ἀλλ' οὐ μία διὰ τὸ μὴ εἶναι μίαν ἐξ ἁπασῶν.
336Aristoteles, Physica, 7, 1; 2
πρῶτον μὲν οὖν τὸ ὑπολαμβάνειν τὸ ΑΒ ὑφ' ἑαυτοῦ κι νεῖσθαι διὰ τὸ ὅλον τε κινεῖσθαι καὶ ὑπ' οὐδενὸς τῶν ἔξωθεν ὅμοιόν ἐστιν ὥσπερ εἰ τοῦ ΚΛ κινοῦντος τὸ ΛΜ καὶ αὐτοῦ κινουμένου εἰ μὴ φάσκοι τις τὸ ΚΜ κινεῖσθαι ὑπό τινος, διὰ τὸ μὴ φανερὸν εἶναι πότερον τὸ κινοῦν καὶ πότερον τὸ κινούμενον· εἶτα τὸ μὴ ὑπό τινος κινούμενον οὐκ ἀνάγκη παύσασθαι κινούμενον τῷ ἄλλο ἠρεμεῖν, ἀλλ' εἴ τι ἠρεμεῖ τῷ ἄλλο πεπαῦσθαι κινούμενον, ἀνάγκη ὑπό τινος αὐτὸ κινεῖσθαι.
337Aristoteles, Physica, 7, 1; 21
οὕτω μὲν οὖν δόξειεν ἂν δεδεῖχθαι τὸ ἐξ ἀρχῆς, οὐ μὴν ἀπο δείκνυται διὰ τὸ μηδὲν δείκνυσθαι ἀδύνατον· ἐνδέχεται γὰρ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον εἶναι κίνησιν, μὴ ἑνὸς ἀλλὰ πολλῶν.
338Aristoteles, Physica, 7, 1; 27
οὐδὲν γὰρ διαφέρει τὸ συμβαίνειν ἐξ ὑποθέσεως τὸ ἀδύνατον· ἡ γὰρ ὑπόθεσις εἴληπται ἐνδεχομένη, τοῦ δ' ἐνδεχομένου τεθέντος οὐδὲν προσήκει γίγνεσθαι διὰ τοῦτο ἀδύνατον.
339Aristoteles, Physica, 7, 2; 11
ὁμοίως δὲ καὶ ἡ πτύσις, καὶ ὅσαι ἄλλαι διὰ τοῦ σώματος ἢ ἐκκριτικαὶ ἢ ληπτικαὶ κινήσεις· αἱ μὲν γὰρ ἕλξεις εἰσίν, αἱ δ' ἀπώσεις.
340Aristoteles, Physica, 7, 3; 9
ἀλλοιοῦνται γάρ πως καὶ αἱ αἰσθήσεις· ἡ γὰρ αἴσθησις ἡ κατ' ἐνέργειαν κίνησίς ἐστι διὰ τοῦ σώματος, πασχούσης τι τῆς αἰσθήσεως.
341Aristoteles, Physica, 7, 7; 11
οἷον διὰ τί οὐ συμβλη τὸν πότερον ὀξύτερον τὸ γραφεῖον ἢ ὁ οἶνος ἢ ἡ νήτη;
342Aristoteles, Physica, 7, 7; 19
εἰ δὲ τοῦτο, καὶ τὰ δύο, ἐπεὶ διὰ τί τὰ μὲν συμβλητὰ τὰ δ' οὔ, εἴπερ ἦν μία φύσις;
343Aristoteles, Physica, 7, 7; 24
ἀλλ' ἆρα οὐ μόνον δεῖ τὰ συμβλητὰ μὴ ὁμώνυμα εἶναι ἀλλὰ καὶ μὴ ἔχειν δια φοράν, μήτε ὃ μήτε ἐν ᾧ;
344Aristoteles, Physica, 7, 8; 5
διὰ τοῦτο ὁ Ζήνωνος λόγος οὐκ ἀληθής, ὡς ψοφεῖ τῆς κέγχρου ὁτιοῦν μέρος· οὐδὲν γὰρ κωλύει μὴ κινεῖν τὸν ἀέρα ἐν μηδενὶ χρόνῳ τοῦτον ὃν ἐκίνησεν πεσὼν ὁ ὅλος μέδιμνος.
345Aristoteles, Physica, 8, 1; 2
εἶναι μὲν οὖν κίνησιν πάντες φασὶν οἱ περὶ φύσεώς τι λέγοντες διὰ τὸ κοσμοποιεῖν καὶ περὶ γενέσεως καὶ φθορᾶς εἶναι τὴν θεωρίαν πᾶσαν αὐτοῖς, ἣν ἀδύνατον ὑπάρχειν μὴ κινήσεως οὔσης· ἀλλ' ὅσοι μὲν ἀπείρους τε κό σμους εἶναί φασιν, καὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι τῶν κόσμων, ἀεί φασιν εἶναι κίνησιν (ἀναγκαῖον γὰρ τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως αὐτῶν)· ὅσοι δ' ἕνα ἢ μὴ ἀεί, καὶ περὶ τῆς κινήσεως ὑποτίθενται κατὰ λόγον.
346Aristoteles, Physica, 8, 1; 24
καὶ διὰ τούτου Δημόκριτός γε δείκνυσιν ὡς ἀδύνατον ἅπαντα γεγο νέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι.
347Aristoteles, Physica, 8, 2; 12
τοῦτο μέντοι πῶς ἂν εἴη, ζητητέον, λέγω δὲ ὥστε τὸ αὐτὸ ὑπὸ τοῦ αὐτοῦ κινητικοῦ ὄντος ὁτὲ μὲν κινεῖσθαι ὁτὲ δὲ μή· οὐ δὲν γὰρ ἄλλ' ἀπορεῖ ὁ τοῦτο λέγων ἢ διὰ τί οὐκ ἀεὶ τὰ μὲν ἠρεμεῖ τῶν ὄντων τὰ δὲ κινεῖται.
348Aristoteles, Physica, 8, 3; 1
Ἀρχὴ δὲ τῆς σκέψεως ἥπερ καὶ περὶ τῆς λεχθείσης ἀπορίας, διὰ τί ποτε ἔνια τῶν ὄντων ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ πάλιν.
349Aristoteles, Physica, 8, 3; 4
τὸ μὲν οὖν πάντ' ἠρεμεῖν, καὶ τούτου ζητεῖν λόγον ἀφέντας τὴν αἴσθησιν, ἀρρωστία τίς ἐστιν διανοίας, καὶ περὶ ὅλου τινὸς ἀλλ' οὐ περὶ μέρους ἀμφισβή τησις· οὐδὲ μόνον πρὸς τὸν φυσικόν, ἀλλὰ πρὸς πάσας τὰς ἐπιστήμας ὡς εἰπεῖν καὶ πάσας τὰς δόξας διὰ τὸ κινήσει χρῆσθαι πάσας.
350Aristoteles, Physica, 8, 3; 11
ὁμοίως δὲ καὶ ἐπ' ἀλλοιώσεως ὁποιασοῦν· οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρα τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλ' ἀθρόα γίγνεται πολλάκις, ὥσπερ ἡ πῆ ξις.
351Aristoteles, Physica, 8, 4; 4
καὶ μά λιστα τὸ ὑπό τινος κινεῖσθαι τὸ κινούμενον ἐν τοῖς παρὰ φύ σιν κινουμένοις ἐστὶ φανερὸν διὰ τὸ δῆλον εἶναι ὑπ' ἄλλου κι νούμενον.
352Aristoteles, Physica, 8, 4; 26
καίτοι τοῦτο ζη τεῖται, διὰ τί ποτε κινεῖται εἰς τὸν αὑτῶν τόπον τὰ κοῦφα καὶ τὰ βαρέα.
353Aristoteles, Physica, 8, 5; 1
Τοῦτο δὲ διχῶς· ἢ γὰρ οὐ δι' αὐτὸ τὸ κινοῦν, ἀλλὰ δι' ἕτερον ὃ κινεῖ τὸ κινοῦν, ἢ δι' αὐτό, καὶ τοῦτο ἢ πρῶτον μετὰ τὸ ἔσχατον ἢ διὰ πλειόνων, οἷον ἡ βακτηρία κινεῖ τὸν λίθον καὶ κινεῖται ὑπὸ τῆς χειρὸς κινουμένης ὑπὸ τοῦ ἀν θρώπου, οὗτος δ' οὐκέτι τῷ ὑπ' ἄλλου κινεῖσθαι.
354Aristoteles, Physica, 8, 5; 12
εἰ γὰρ ὑπὸ κινουμένου κινεῖται τὸ κι νούμενον πᾶν, ἤτοι τοῦτο ὑπάρχει τοῖς πράγμασιν κατὰ συμ βεβηκός, ὥστε κινεῖν μὲν κινούμενον, οὐ μέντοι διὰ τὸ κινεῖσθαι αὐτό, ἢ οὔ, ἀλλὰ καθ' αὑτό.
355Aristoteles, Physica, 8, 5; 28
ἔτι δὲ μᾶλλον τούτων ἄλο γον, ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον· ἔσται γὰρ κινητόν, ὥς περ εἴ τις λέγοι πᾶν τὸ ὑγιαστικὸν [καὶ ὑγιάζον] ὑγιαστὸν εἶναι, καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, ἢ εὐθὺς ἢ διὰ πλειόνων· λέγω δ' οἷον εἰ κινητὸν μὲν ὑπ' ἄλλου πᾶν τὸ κινητικόν, ἀλλ' οὐ ταύτην τὴν κίνησιν κινητὸν ἣν κινεῖ τὸ πλησίον, ἀλλ' ἑτέραν, οἷον τὸ ὑγιαστικὸν μαθητικόν, ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ εἶδος, ὥσπερ εἴπο μεν πρότερον.
356Aristoteles, Physica, 8, 5; 54
ἔστω γὰρ τὸ Α κινοῦν μὲν ἀκίνητον δέ, τὸ δὲ Β κινούμενόν τε ὑπὸ τοῦ Α καὶ κινοῦν τὸ ἐφ' ᾧ Γ, τοῦτο δὲ κινούμενον μὲν ὑπὸ τοῦ Β, μὴ κινοῦν δὲ μηδέν· εἴπερ γὰρ καὶ διὰ πλειόνων ἥξει ποτὲ εἰς τὸ Γ, ἔστω δι' ἑνὸς μόνου.
357Aristoteles, Physica, 8, 6; 20
καὶ διὰ τούτου γέγονε δῆλον ὅτι οὔτε πάντα κινεῖται οὔτε πάντα ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ ἠρεμεῖ τὰ δὲ ἀεὶ κινεῖται· τὰ γὰρ ἐπαμφοτερί ζοντα καὶ δύναμιν ἔχοντα τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν δείκνυσιν περὶ αὐτῶν.
358Aristoteles, Physica, 8, 6; 21
ἐπεὶ δὲ τὰ μὲν τοιαῦτα δῆλα πᾶσι, βουλόμεθα δὲ δεῖξαι καὶ τοῖν δυοῖν ἑκατέρου τὴν φύσιν, ὅτι ἔστιν τὰ μὲν ἀεὶ ἀκίνητα τὰ δὲ ἀεὶ κινούμενα, προϊόντες δ' ἐπὶ τοῦτο καὶ θέντες ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖ σθαι, καὶ τοῦτ' εἶναι ἢ ἀκίνητον ἢ κινούμενον, καὶ κινούμενον ἢ ὑφ' αὑτοῦ ἢ ὑπ' ἄλλου ἀεί, προήλθομεν ἐπὶ τὸ λαβεῖν ὅτι τῶν κινουμένων ἐστὶν ἀρχὴ κινουμένων μὲν ὃ αὐτὸ ἑαυτὸ κινεῖ, πάντων δὲ τὸ ἀκίνητον, ὁρῶμεν δὲ καὶ φανερῶς ὄντα τοιαῦτα ἃ κινεῖ αὐτὰ ἑαυτά, οἷον τὸ τῶν ἐμψύχων καὶ τὸ τῶν ζῴων γένος, ταῦτα δὲ καὶ δόξαν παρεῖχε μή ποτε ἐν δέχεται κίνησιν ἐγγίγνεσθαι μὴ οὖσαν ὅλως, διὰ τὸ ἐν τούτοις ὁρᾶν ἡμᾶς τοῦτο συμβαῖνον (ἀκίνητα γάρ ποτε ὄντα κινεῖ ται πάλιν, ὡς δοκεῖ), τοῦτο δὴ δεῖ λαβεῖν, ὅτι μίαν κίνησιν αὑτὰ κινεῖ, καὶ ὅτι ταύτην οὐ κυρίως· οὐ γὰρ ἐξ αὐτοῦ τὸ αἴτιον, ἀλλ' ἔνεισιν ἄλλαι κινήσεις φυσικαὶ τοῖς ζῴοις, ἃς οὐ κινοῦνται δι' αὑτῶν, οἷον αὔξησις φθίσις ἀναπνοή, ἃς κι νεῖται τῶν ζῴων ἕκαστον ἠρεμοῦν καὶ οὐ κινούμενον τὴν ὑφ' αὑτοῦ κίνησιν.
359Aristoteles, Physica, 8, 7; 3
τὸ δὲ κινού μενον ὑπὸ τοῦ κινουμένου μέν, ὑπὸ τοῦ ἀκινήτου δὲ κινουμένου ἤδη, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον, ἀλλὰ διὰ τὸ ἐν ἐναν τίοις εἶναι τόποις ἢ εἴδεσιν ἐναντίως παρέξεται κινούμενον ἕκαστον τῶν ἄλλων, καὶ ὁτὲ μὲν ἠρεμοῦν ὁτὲ δὲ κινούμενον.
360Aristoteles, Physica, 8, 8; 21
ἀλλ' ἕτερον ἀνάγκη κινούμενον εἶναι κατὰ φορὰν πρότερον, ὃ καὶ τῆς γενέσεως αἴτιον ἔσται τοῖς γιγνομένοις, οὐ γιγνόμενον, οἷον τὸ γεννῆσαν τοῦ γεννηθέντος, ἐπεὶ δόξειέ γ' ἂν ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων διὰ τοῦτο, ὅτι γενέσθαι δεῖ τὸ πρᾶγμα πρῶτον.
361Aristoteles, Physica, 8, 9; 4
ὥστ' εἰ μᾶλλον ὑπάρχει φορὰ τοῖς μᾶλλον ἀπειληφόσιν τὴν φύσιν, καὶ ἡ κίνησις αὕτη πρώτη τῶν ἄλλων ἂν εἴη κατ' οὐσίαν, διά τε ταῦτα καὶ διότι ἥκιστα τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον τῶν κινήσεων ἐν τῷ φέρεσθαι· κατὰ μόνην γὰρ οὐδὲν μεταβάλλει τοῦ εἶναι, ὥσπερ ἀλλοιουμένου μὲν τὸ ποιόν, αὐξανομένου δὲ καὶ φθίνοντος τὸ ποσόν.
362Aristoteles, Physica, 8, 11; 6
καὶ ἐπὶ κύκλου ὡσαύτως, οἷον ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β τῇ ἀπὸ τοῦ Α ἐπὶ τὸ Γ (ἱστᾶσι γάρ, κἂν συνεχεῖς ὦσιν καὶ μὴ γί γνηται ἀνάκαμψις, διὰ τὸ τἀναντία φθείρειν καὶ κωλύειν ἄλ ληλα)· ἀλλ' οὐχ ἡ εἰς τὸ πλάγιον τῇ ἄνω.
363Aristoteles, Physica, 8, 11; 17
ὅταν δὴ χρήσηται τὸ φερόμενον Α τῷ Β μέσῳ καὶ τελευτῇ καὶ ἀρχῇ, ἀνάγκη στῆναι διὰ τὸ δύο ποιεῖν, ὥσπερ ἂν εἰ καὶ νοήσειεν.
364Aristoteles, Physica, 8, 12; 2
ἐν μὲν οὖν τοῖς πρώτοις λόγοις τοῖς περὶ κινή σεως ἐλύομεν διὰ τοῦ τὸν χρόνον ἄπειρα ἔχειν ἐν αὑτῷ· οὐδὲν γὰρ ἄτοπον εἰ ἐν ἀπείρῳ χρόνῳ ἄπειρα διέρχεταί τις· ὁμοίως δὲ τὸ ἄπειρον ἔν τε τῷ μήκει ὑπάρχει καὶ ἐν τῷ χρόνῳ.
365Aristoteles, Physica, 8, 14; 10
αἴτιον δ' ὅτι πάντα συμβέβηκε ταῦτα τῷ κέντρῳ· καὶ γὰρ ἀρχὴ καὶ μέσον τοῦ μεγέθους καὶ τέλος ἐστίν, ὥστε διὰ τὸ ἔξω εἶναι τοῦτο τῆς περιφερείας οὐκ ἔστιν ὅπου τὸ φερόμενον ἠρεμήσει ὡς διεληλυθός (ἀεὶ γὰρ φέρεται περὶ τὸ μέσον, ἀλλ' οὐ πρὸς τὸ ἔσχατον), διὰ δὲ τὸ τοῦτο μένειν ἀεί τε ἠρεμεῖ πως τὸ ὅλον καὶ κινεῖται συνεχῶς.
366Aristoteles, Physica, 8, 15; 4
ὁμοίως δὲ καὶ ὅσοι τοιαύτην μὲν οὐδεμίαν αἰτίαν λέγουσιν, διὰ δὲ τὸ κενὸν κινεῖσθαί φασιν· καὶ γὰρ οὗτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὴν φύσιν λέγου σιν (ἡ γὰρ διὰ τὸ κενὸν κίνησις φορά ἐστιν καὶ ὡς ἐν τόπῳ), τῶν δ' ἄλλων οὐδεμίαν ὑπάρχειν τοῖς πρώτοις ἀλλὰ τοῖς ἐκ τούτων οἴονται· αὐξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι συγκρινομένων καὶ διακρινομένων τῶν ἀτόμων σωμάτων φασίν.
367Aristoteles, Physica, 8, 15; 5
τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσοι διὰ πυκνότητα ἢ μανότητα κατασκευάζουσι γένεσιν καὶ φθοράν· συγκρίσει γὰρ καὶ δια κρίσει ταῦτα διακοσμοῦσιν.
368Aristoteles, Analytica posteriora, 1, I 1; 2 (auctor 384BC-322BC)
Φανερόν δέ τοῦτο θεωροῦσιν ἐπί πασῶν· αἵ τε γάρ μαθηματικαί τῶν ἐπιστημῶν διά τούτου τοῦ τρόπου παραγίνονται καί τῶν ἄλλων ἑκάστη τεχνῶν.
369Aristoteles, Analytica posteriora, 1, I 1; 3 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί περί τούς λόγους οἵ τε διά συλλογισμῶν καί οἱ δι᾿ ἐπαγωγῆς· ἀμφότεροι γάρ διά προγινωσκομένων ποιοῦνται τήν διδασκαλίαν, οἱ μέν λαμβάνοντες ὡς παρά ξυνιέντων, οἱ δέ δεικνύντες τό καθόλου διά τοῦ δῆλον εἶναι τό καθ᾿ ἕκαστον.
370Aristoteles, Analytica posteriora, 1, I 1; 4 (auctor 384BC-322BC)
Ὡς δ᾿ αὕτως καί οἱ ῥητορικοί συμπείθουσιν· ἢ γάρ διά παραδειγμάτων, ὅ ἐστιν ἐπαγωγή, ἢ δι᾿ ἐνθυμημάτων, ὅπερ ἐστί συλλογισμός.
371Aristoteles, Analytica posteriora, 1, I 1; 8 (auctor 384BC-322BC)
Ἐνίων γάρ τοῦτον τόν τρόπον ἡ μάθησίς ἐστι, καί οὐ διά τοῦ μέσου τό ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθ᾿ ἕκαστα τυγχάνει ὄντα καί μή καθ᾿ ὑποκειμένου τινός.
372Aristoteles, Analytica posteriora, 1, I 2; 24 (auctor 384BC-322BC)
Ὤστ᾿ εἴπερ ἴσμεν διά τά πρῶτα καί πιστεύομεν, κἀκεῖνα ἴσμεν τε καί πιστεύομεν μᾶλλον, ὅτι δι᾿ ἐκεῖνα καί τά ὕστερον.
373Aristoteles, Analytica posteriora, 1, I 3; 1 (auctor 384BC-322BC)
Ἐνίοις μέν οὖν διά τό δεῖν τά πρῶτα ἐπίστασθαι οὐ δοκεῖ ἐπιστήμη εἶναι, τοῖς δ᾿ εἶναι μέν, πάντων μέντοι ἀποδείξεις εἶναι· ὧν οὐδέτερον οὔτ᾿ ἀληθές οὔτ᾿ ἀναγκαῖον.
374Aristoteles, Analytica posteriora, 1, I 3; 2 (auctor 384BC-322BC)
Οἱ μέν γάρ ὑποθέμενοι μή εἶναι ὅλως ἐπίστασθαι, οὗτοι εἰς ἄπειρον ἀξιοῦσιν ἀνάγεσθαι ὡς οὐκ ἂν ἐπισταμένους τά ὕστερα διά τά πρότερα, ὧν μή ἐστι πρῶτα, ὀρθῶς λέγοντες· ἀδύνατον γάρ τά ἄπειρα διελθεῖν.
375Aristoteles, Analytica posteriora, 1, I 3; 11 (auctor 384BC-322BC)
Δῆλον δ᾿ ὅτι τοῦτο συμβαίνει τριῶν ὅρων τεθέντων· τό μέν γάρ διά πολλῶν ἢ δι᾿ ὀλίγων ἀνακάμπτειν φάναι οὐδέν διαφέρει, δι᾿ ὀλίγων δ᾿ ἢ δυοῖν.
376Aristoteles, Analytica posteriora, 1, I 3; 22 (auctor 384BC-322BC)
Ὥστ᾿ ἐπειδή ὀλίγα τοιαῦτα ἐν ταῖς ἀποδείξεσι, φανερόν ὅτι κενόν τε καί ἀδύνατον τό λέγειν ἐξ ἀλλήλων εἶναι τήν ἀπόδειξιν καί διά τοῦτο πάντων ἐνδέχεσθαι εἶναι ἀπόδειξιν.
377Aristoteles, Analytica posteriora, 1, I 4; 11 (auctor 384BC-322BC)
Ἔτι δ᾿ ἄλλον τρόπον τό μέν δι᾿ αὑτό ὑπάρχον ἑκάστῳ καθ᾿ αὑτό, τό δέ μή δι᾿ αὑτό συμβεβηκός, οἷον εἰ βαδίζοντος ἤστραψε, συμβεβηκός· οὐ γάρ διά τό βαδίζειν ἤστραψεν, ἀλλά συνέβη, φαμέν, τοῦτο.
378Aristoteles, Analytica posteriora, 1, I 4; 12 (auctor 384BC-322BC)
Εἰ δέ δι᾿ αὑτό, καθ᾿ αὑτό, οἷον εἴ τι σφαττόμενον ἀπέθανε καί κατά τήν σφαγήν, ὅτι διά τό σφάττεσθαι, ἀλλ᾿ οὐ συνέβη σφαττόμενον ἀποθανεῖν.
379Aristoteles, Analytica posteriora, 1, I 5; 5 (auctor 384BC-322BC)
Εἰ οὖν τις δείξειεν ὅτι αἱ ὀρθαί οὐ συμπίπτουσι, δόξειεν ἂν τούτου εἶναι ἡ ἀπόδειξις διά τό ἐπί πασῶν εἶναι τῶν ὀρθῶν.
380Aristoteles, Analytica posteriora, 1, I 5; 8 (auctor 384BC-322BC)
Καί τό ἀνάλογον ὅτι ἐναλλάξ, ᾗ ἀριθμοί καί ᾗ γραμμαί καί ᾗ στερεά καί ᾗ χρόνοι, ὥσπερ ἐδείκνυτό ποτε χωρίς, ἐνδεχόμενόν γε κατά πάντων μιᾷ ἀποδείξει δειχθῆναι· ἀλλά διά τό μή εἶναι ὠνομασμένον τι πάντα ταῦτα ἕν, ἀριθμοί μήκη χρόνος στερεά, καί εἴδει διαφέρειν ἀλλήλων, χωρίς ἐλαμβάνετο.
381Aristoteles, Analytica posteriora, 1, I 5; 10 (auctor 384BC-322BC)
Διά τοῦτο οὐδ᾿ ἄν τις δείξῃ καθ᾿ ἕκαστον τό τρίγωνον ἀποδείξει ἢ μιᾷ ἢ ἑτέρᾳ ὅτι δύο ὀρθάς ἔχει ἕκαστον, τό ἰσόπλευρον χωρίς καί τό σκαληνές καί τό ἰσοσκελές, οὔπω οἶδε τό τρίγωνον ὅτι δύο ὀρθαῖς, εἰ μή τόν σοφιστικόν τρόπον, οὐδέ καθόλου τρίγωνον, οὐδ᾿ εἰ μηδέν ἐστι παρά ταῦτα τρίγωνον ἕτερον.
382Aristoteles, Analytica posteriora, 1, I 6; 8 (auctor 384BC-322BC)
Εἰ γάρ ὁ μή ἔχων λόγον τοῦ διά τί οὔσης ἀποδείξεως οὐκ ἐπιστήμων, εἴη δ᾿ ἂν ὥστε τό Α κατά τοῦ Γ ἐξ ἀνάγκης ὑπάρχειν, τό δέ Β τό μέσον, δι᾿ οὗ ἀπεδείχθη, μή ἐξ ἀνάγκης, οὐκ οἶδε διότι.
383Aristoteles, Analytica posteriora, 1, I 6; 9 (auctor 384BC-322BC)
Οὐ γάρ ἐστι τοῦτο διά τό μέσον· τό μέν γάρ ἐνδέχεται μή εἶναι, τό δέ συμπέρασμα ἀναγκαῖον.
384Aristoteles, Analytica posteriora, 1, I 6; 22 (auctor 384BC-322BC)
Ἐπεί τοίνυν εἰ ἐπίσταται ἀποδεικτικῶς, δεῖ ἐξ ἀνάγκης ὑπάρχειν, δῆλον ὅτι καί διά μέσου ἀναγκαίου δεῖ ἔχειν τήν ἀπόδειξιν· ἢ οὐκ ἐπιστήσεται οὔτε διότι οὔτε ὅτι ἀνάγκη ἐκεῖνο εἶναι, ἀλλ᾿ ἢ οἰήσεται οὐκ εἰδώς, ἐάν ὑπολάβῃ ὡς ἀναγκαῖον τό μή ἀναγκαῖον, ἢ οὐδ᾿ οἰήσεται ὁμοίως, ἐάν τε τό ὅτι εἰδῇ διά μέσων ἐάν τε τό διότι καί δι᾿ ἀμέσων.
385Aristoteles, Analytica posteriora, 1, I 6; 26 (auctor 384BC-322BC)
Δεῖ δ᾿ ἐρωτᾶν οὐχ ὡς ἀναγκαῖον εἶναι διά τά ἠρωτημένα, ἀλλ᾿ ὅτι λέγειν ἀνάγκη τῷ ἐκεῖνα λέγοντι, καί ἀληθῶς λέγειν, ἐάν ἀληθῶς ᾖ ὑπάρχοντα.
386Aristoteles, Analytica posteriora, 1, I 6; 28 (auctor 384BC-322BC)
Τά μέν γάρ συμβεβηκότα οὐκ ἀναγκαῖα, ὥστ᾿ οὐκ ἀνάγκη τό συμπέρασμα εἰδέναι διότι ὑπάρχει, οὐδ᾿ εἰ ἀεί εἴη, μή καθ᾿ αὑτό δέ, οἷον οἱ διά σημείων συλλογισμοί.
387Aristoteles, Analytica posteriora, 1, I 6; 30 (auctor 384BC-322BC)
Τό δέ διότι ἐπίστασθαι ἔστι τό διά τοῦ αἰτίου ἐπίστασθαι.
388Aristoteles, Analytica posteriora, 1, I 7; 10 (auctor 384BC-322BC)
Διά τοῦτο τῇ γεωμετρίᾳ οὐκ ἔστι δεῖξαι ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ἀλλ᾿ οὐδ᾿ ὅτι οἱ δύο κύβοι κύβος· οὐδ᾿ ἄλλῃ ἐπιστήμῃ τό ἑτέρας, ἀλλ᾿ ἢ ὅσα οὕτως ἔχει πρός ἄλληλα ὥστ᾿ εἶναι θάτερον ὑπό θάτερον, οἷον τά ὀπτικά πρός γεωμετρίαν καί τά ἁρμονικά πρός ἀριθμητικήν.
389Aristoteles, Analytica posteriora, 1, I 10; 8 (auctor 384BC-322BC)
Τά δέ τούτων πάθη καθ᾿ αὑτά, τί μέν σημαίνει ἕκαστον, λαμβάνουσιν, οἷον ἡ μέν ἀριθμητική τί περιττόν ἢ ἄρτιον ἢ τετράγωνον ἢ κύβος, ἡ δέ γεωμετρία τί τό ἄλογον ἢ τό κεκλάσθαι ἢ νεύειν, ὅτι δ᾿ ἔστι, δεικνύουσι διά τε τῶν κοινῶν καί ἐκ τῶν ἀποδεδειγμένων.
390Aristoteles, Analytica posteriora, 1, I 10; 22 (auctor 384BC-322BC)
Ὁ δέ γεωμέτρης οὐδέν συμπεραίνεται τῷ τήνδε εἶναι γραμμήν, ἣν αὐτός ἔφθεγκται, ἀλλά τά διά τούτων δηλούμενα.
391Aristoteles, Analytica posteriora, 1, I 11; 7 (auctor 384BC-322BC)
Αἴτιον δ᾿ ὅτι τό πρῶτον οὐ μόνον κατά τοῦ μέσον λέγεται ἀλλά καί κατ᾿ ἄλλου διά τό εἶναι ἐπί πλειόνων, ὥστ᾿ οὐδ᾿ εἰ τό μέσον καί αὐτό ἐστι καί μή αὐτό, πρός τό συμπέρασμα οὐδέν διαφέρει.
392Aristoteles, Analytica posteriora, 1, I 11; 15 (auctor 384BC-322BC)
Οὐ γάρ ἂν ἠρώτα· ἀποδεικνύντα γάρ οὐκ ἔστιν ἐρωτᾶν διά τό τῶν ἀντικειμένων ὄντων μή δείκνυσθαι τό αὐτό.
393Aristoteles, Analytica posteriora, 1, I 12; 18 (auctor 384BC-322BC)
Συμβαίνει δ᾿ ἐνίους ἀσυλλογίστως λέγειν διά τό λαμβάνειν ἀμφοτέροις τά ἑπόμενα, οἷον καί ὁ Καινεύς ποιεῖ, ὅτι τό πῦρ ἐν τῇ πολλαπλασίᾳ ἀναλογίᾳ· καί γάρ τό πῦρ ταχύ γεννᾶται, ὡς φησί, καί αὕτη ἡ ἀναλογία.
394Aristoteles, Analytica posteriora, 1, I 12; 25 (auctor 384BC-322BC)
Αὔξεται δ᾿ οὐ διά τῶν μέσων, ἀλλά τῷ προσλαμβάνειν, οἷον τό Α τοῦ Β, τοῦτο δέ τοῦ Γ, πάλιν τοῦτο τοῦ Δ, καί τοῦτ᾿ εἰς ἄπειρον.
395Aristoteles, Analytica posteriora, 1, I 13; 1 (auctor 384BC-322BC)
Τό δ᾿ ὅτι διαφέρει καί τό διότι ἐπίστασθαι, πρῶτον μέν ἐν τῇ αὐτῇ ἐπιστήμῃ, καί ἐν ταύτῃ διχῶς, ἕνα μέν τρόπον ἐάν μή δι᾿ ἀμέσων γίνηται ὁ συλλογισμός (οὐ γάρ λαμβάνεται τό πρῶτον αἴτιον, ἡ δέ τοῦ διότι ἐπιστήμη κατά τό πρῶτον αἴτιον), ἄλλον δέ εἰ δι᾿ ἀμέσων μέν, ἀλλά μή διά τοῦ αἰτίου ἀλλά τῶν ἀντιστρεφόντων διά τοῦ γνωριμωτέρου.
396Aristoteles, Analytica posteriora, 1, I 13; 2 (auctor 384BC-322BC)
κωλύει γάρ οὐδέν τῶν ἀντικατηγορουμένων γνωριμώτερον εἶναι ἐνίοτε τό μή αἴτιον, ὥστ᾿ ἔσται διά τούτου ἡ ἀπόδειξις, οἷον ὅτι ἐγγύς οἱ πλάνητες διά τοῦ μή στίλβειν.
397Aristoteles, Analytica posteriora, 1, I 13; 7 (auctor 384BC-322BC)
Οὗτος οὖν ὁ συλλογισμός οὐ τοῦ διότι ἀλλά τοῦ ὅτι ἐστίν· οὐ γάρ διά τό μή στίλβειν ἐγγύς εἰσιν, ἀλλά διά τό ἐγγύς εἶναι οὐ στίλβουσιν.
398Aristoteles, Analytica posteriora, 1, I 13; 8 (auctor 384BC-322BC)
Ἐγχωρεῖ δέ καί διά θατέρου θάτερον δειχθῆναι, καί ἔσται τοῦ διότι ἡ ἀπόδειξις, οἷον ἔστω τό Γ πλάνητες, ἐφ᾿ ᾧ Β τό ἐγγύς εἶναι, τό Α τό μή στίλβειν· ὑπάρχει δή καί τό Β τῷ Γ, καί τό Α τῷ Β τό μή στίλβειν, ὥστε καί τῷ Γ τό Α.
399Aristoteles, Analytica posteriora, 1, I 13; 10 (auctor 384BC-322BC)
Πάλιν ὡς τήν σελήνην δεικνύουσιν, ὅτι σφαιροειδής, διά τῶν αὐξήσεων· εἰ γάρ τό αὐξανόμενον οὕτω σφαιροειδές, αὐξάνει δ᾿ ἡ σελήνη, φανερόν ὅτι σφαιροειδής.
400Aristoteles, Analytica posteriora, 1, I 13; 11 (auctor 384BC-322BC)
Οὕτω μέν οὖν τοῦ ὅτι γέγονεν ὁ συλλογισμός, ἀνάπαλιν δέ τεθέντος τοῦ μέσου τοῦ διότι· οὐ γάρ διά τάς αὐξήσεις σφαιροειδής ἐστιν, ἀλλά διά τό σφαιροειδής εἶναι λαμβάνει τάς αὐξήσεις τοιαύτας.
401Aristoteles, Analytica posteriora, 1, I 13; 16 (auctor 384BC-322BC)
Οἷον διά τί οὐκ ἀναπνέει ὁ τοῖχος; ὅτι οὐ ζῷον.
402Aristoteles, Analytica posteriora, 1, I 14; 2 (auctor 384BC-322BC)
Αἵ τε γάρ μαθηματικαί τῶν ἐπιστημῶν διά τούτου φέρουσι τάς ἀποδείξεις, οἷον ἀριθμητική καί γεωμετρία καί ὀπτική, καί σχεδόν ὡς εἰπεῖν ὅσαι τοῦ διότι ποιοῦνται τήν σκέψιν· ἢ γάρ ὅλως ἢ ὡς ἐπί τό πολύ καί ἐν τοῖς πλείστοις διά τούτου τοῦ σχήματος ὁ τοῦ διότι συλλογισμός.
403Aristoteles, Analytica posteriora, 1, I 14; 3 (auctor 384BC-322BC)
Ὥστε κἂν διά τοῦτ᾿ εἴη μάλιστα ἐπιστημονικόν· κυριώτατον γάρ τοῦ εἰδέναι τό διότι θεωρεῖν.
404Aristoteles, Analytica posteriora, 1, I 14; 4 (auctor 384BC-322BC)
Εἶτα τήν τοῦ τί ἐστιν ἐπιστήμην διά μόνου τούτου θηρεῦσαι δυνατόν.
405Aristoteles, Analytica posteriora, 1, I 14; 6 (auctor 384BC-322BC)
Ἔτι τοῦτο μέν ἐκείνων οὐδέν προσδεῖται, ἐκεῖνα δέ διά τούτου καταπυκνοῦται καί αὔξεται, ἕως ἂν εἰς τά ἄμεσα ἔλθῃ.
406Aristoteles, Analytica posteriora, 1, I 15; 6 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ τό Β ἐν ὅλῳ τινί ἐστιν, οἷον ἐν τῷ Δ· τό μέν γάρ Δ παντί τῷ Β ὑπάρχει, τό δέ Α οὐδενί τῶν Δ, ὥστε τό Α οὐδενί τῶν Β ὑπάρξει διά συλλογισμοῦ, Τόν αὐτόν δέ τρόπον δειχθήσεται καί εἰ ἄμφω ἐν ὅλῳ τινί ἐστιν.
407Aristoteles, Analytica posteriora, 1, I 16; 1 (auctor 384BC-322BC)
Ἄγνοια δ᾿ ἡ μή κατ᾿ ἀπόφασιν ἀλλά κατά διάθεσιν λεγομένη ἔστι μέν ἡ διά συλλογισμοῦ γινομένη ἀπάτη, αὕτη δ᾿ ἐν μέν τοῖς πρώτως ὑπάρχουσιν ἢ μή ὑπάρχουσι συμβαίνει διχῶς· ἢ γάρ ὅταν ἁπλῶς ὑπολάβῃ ὑπάρχειν ἢ μή ὑπάρχειν, ἢ ὅταν διά συλλογισμοῦ λάβῃ τήν ὑπόληψιν.
408Aristoteles, Analytica posteriora, 1, I 16; 2 (auctor 384BC-322BC)
Τῆς μέν οὖν ἁπλῆς ὑπολήψεως ἁπλῆ ἡ ἀπάτη, τῆς δέ διά συλλογισμοῦ πλείους.
409Aristoteles, Analytica posteriora, 1, I 16; 3 (auctor 384BC-322BC)
Μή ὑπαρχέτω γάρ τό Α μηδενί τῶν Β ἀτόμως· οὐκοῦν ἐάν συλλογίζηται ὑπάρχειν τό Α τῷ Β, μέσον λαβών τό Γ, ἠπατημένος ἔσται διά συλλογισμοῦ.
410Aristoteles, Analytica posteriora, 1, I 16; 8 (auctor 384BC-322BC)
Ἀλλά καί τήν ἑτέραν ἐνδέχεται ἀληθῆ λαμβάνειν, οὐ μέντοι ὁποτέραν ἔτυχεν, ἀλλά τήν Α Γ· ἡ γάρ Γ Β πρότασις ἀεί ψευδής ἔσται διά τό ἐν μηδενί εἶναι τό Β, τήν δέ Α Γ ἐγχωρεῖ, οἷον εἰ τό Α καί τῷ Γ καί τῷ Β ὑπάρχει ἀτόμως.
411Aristoteles, Analytica posteriora, 1, I 16; 11 (auctor 384BC-322BC)
Ἡ μέν οὖν τοῦ ὑπάρχειν ἀπάτη διά τούτων τε καί οὕτω γίνεται μόνως (οὐ γάρ ἦν ἐν ἄλλῳ σχήματι τοῦ ὑπάρχειν συλλογισμός), ἡ δέ τοῦ μή ὑπάρχειν ἔν τε τῷ πρώτῳ καί ἐν τῷ μέσῳ σχήματι.
412Aristoteles, Analytica posteriora, 1, I 17; 1 (auctor 384BC-322BC)
Ἐν δέ τοῖς μή ἀτόμως ὑπάρχουσιν ἢ μή ὑπάρχουσιν, ὅταν μέν διά τοῦ οἰκείου μέσου γίνηται τοῦ ψεύδους ὁ συλλογισμός, οὐχ οἷόν τε ἀμφοτέρας ψευδεῖς εἶναι τάς προτάσεις, ἀλλά μόνον τήν πρός τῷ μείζονι ἄκρῳ.
413Aristoteles, Analytica posteriora, 1, I 17; 3 (auctor 384BC-322BC)
ὑπαρχέτω γάρ τό Α τῷ Β διά μέσου τοῦ Γ.
414Aristoteles, Analytica posteriora, 1, I 17; 7 (auctor 384BC-322BC)
Καί σχεδόν ἥ γε τοιαύτη ἀπάτη ἡ αὐτή ἐστι τῇ διά τοῦ οἰκείου μέσου.
415Aristoteles, Analytica posteriora, 1, I 17; 8 (auctor 384BC-322BC)
Ἐάν δέ μή διά τοῦ οἰκείου μέσου γίνηται ὁ συλλογισμός, ὅταν μέν ὑπό τό Α ᾖ τό μέσον, τῷ δέ Β μηδενί ὑπάρχῃ, ἀνάγκη ψευδεῖς εἶναι ἀμφοτέρας.
416Aristoteles, Analytica posteriora, 1, I 17; 13 (auctor 384BC-322BC)
Διά δέ τοῦ μέσου σχήματος γινομένης τῆς ἀπάτης, ἀμφοτέρας μέν οὐκ ἐνδέχεται ψευδεῖς εἶναι τάς προτάσεις ὅλας (ὅταν γάρ ᾖ τό Β ὑπό τό Α, οὐδέν ἐνδέχεται τῷ μέν παντί τῷ δέ μηδενί ὑπάρχειν, καθάπερ ἐλέχθη καί πρότερον), τήν ἑτέραν δ᾿ ἐγχωρεῖ, καί ὁποτέραν ἔτυχεν.
417Aristoteles, Analytica posteriora, 1, I 17; 16 (auctor 384BC-322BC)
Ἐάν μέν οὖν στερητικός ᾖ τῆς ἀπάτης ὁ συλλογισμός, εἴρηται πότε καί διά τίνων ἔσται ἡ ἀπάτη· ἐάν δέ καταφατικός, ὅταν μέν διά τοῦ οἰκείου μέσου, ἀδύνατον ἀμφοτέρας εἶναι ψευδεῖς· ἀνάγκη γάρ τήν Γ Β μένειν, εἴπερ ἔσται συλλογισμός, καθάπερ ἐλέχθη καί πρότερον.
418Aristoteles, Analytica posteriora, 1, I 17; 19 (auctor 384BC-322BC)
Ὅταν δέ μή διά τοῦ οἰκείου, ἐάν μέν ᾖ τό Δ ὑπό τό Α, αὕτη μέν ἔσται ἀληθής, ἡ ἑτέρα δέ ψευδής· ἐγχωρεῖ γάρ τό Α πλείοσιν ὑπάρχειν, ἃ οὐκ ἔστιν ὑπ᾿ ἄλληλα.
419Aristoteles, Analytica posteriora, 1, I 17; 23 (auctor 384BC-322BC)
Ποσαχῶς μέν οὖν καί διά τίνων ἐγχωρεῖ γίνεσθαι τάς κατά συλλογισμόν ἀπάτας ἔν τε τοῖς ἀμέσοις καί ἐν τοῖς δι᾿ ἀποδείξεως, φανερόν.
420Aristoteles, Analytica posteriora, 1, I 19; 1 (auctor 384BC-322BC)
Ἔστι δέ πᾶς συλλογισμός διά τριῶν ὅρων, καί ὁ μέν δεικνύναι δυνάμενος ὅτι ὑπάρχει τό Α τῷ Γ διά τό ὑπάρχειν τῷ Β καί τοῦτο τῷ Γ, ὁ δέ στερητικός, τήν μέν ἑτέραν πρότασιν ἔχων ὅτι ὑπάρχει τι ἄλλο ἄλλῳ, τήν δ᾿ ἑτέραν ὅτι οὐχ ὑπάρχει.
421Aristoteles, Analytica posteriora, 1, I 19; 2 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι αἱ μέν ἀρχαί καί αἱ λεγόμεναι ὑποθέσεις αὗταί εἰσι· λαβόντα γάρ ταῦτα οὕτως ἀνάγκη δεικνύναι, οἷον ὅτι τό Α τῷ Γ ὑπάρχει διά τοῦ Β, πάλιν δ᾿ ὅτι τό Α τῷ Β δι᾿ ἄλλου μέσου, καί ὅτι τό Β τῷ Γ ὡσαύτως.
422Aristoteles, Analytica posteriora, 1, I 19; 3 (auctor 384BC-322BC)
Κατά μέν οὖν δόξαν συλλογιζομένοις καί μόνον διαλεκτικῶς δῆλον ὅτι τοῦτο μόνον σκεπτέον, εἰ ἐξ ὧν ἐνδέχεται ἐνδοξοτάτων γίνεται ὁ συλλογισμός, ὥστ᾿ εἰ καί μή ἔστι τι τῇ ἀληθείᾳ τῶν Α Β μέσον, δοκεῖ δέ εἶναι, ὁ διά τούτου συλλογιζόμενος συλλελόγισται διαλεκτικῶς· πρός δ᾿ ἀλήθειαν ἐκ τῶν ὑπαρχόντων δεῖ σκοπεῖν.
423Aristoteles, Analytica posteriora, 1, I 21; 11 (auctor 384BC-322BC)
Πάλιν τοῦτο εἰ δεῖ δεῖξαι, δῆλον ὅτι ἢ διά τοῦ ἄνω τρόπου δειχθήσεται ἢ διά τούτου ἢ τοῦ τρίτου.
424Aristoteles, Analytica posteriora, 1, I 21; 17 (auctor 384BC-322BC)
Πάλιν δέ τοῦτο ἢ διά τῶν ἄνω εἰρημένων ἢ ὁμοίως δειχθήσεται.
425Aristoteles, Analytica posteriora, 1, I 22; 34 (auctor 384BC-322BC)
Εἰ δέ τόδε διά τῶνδε γνώριμον, τάδε δέ μή ἴσμεν μηδέ βέλτιον ἔχομεν πρός αὐτά τοῦ εἰδέναι, οὐδέ τό διά τούτων γνώριμον ἐπιστησόμεθα.
426Aristoteles, Analytica posteriora, 1, I 22; 38 (auctor 384BC-322BC)
Λογικῶς μέν οὖν ἐκ τούτων ἄν τις πιστεύσειε περί τοῦ λεχθέντος, ἀναλυτικῶς δέ διά τῶνδε φανερόν συντομώτερον, ὅτι οὔτ᾿ ἐπί τό ἄνω οὔτ᾿ ἐπί τό κάτω ἄπειρα τά κατηγορούμενα ἐνδέχεται εἶναι ἐν ταῖς ἀποδεικτικαῖς ἐπιστήμαις, περί ὧν ἡ σκέψις ἐστίν.
427Aristoteles, Analytica posteriora, 1, I 23; 19 (auctor 384BC-322BC)
Ἐν μέν οὖν τοῖς δεικτικοῖς συλλογισμοῖς τοῦ ὑπάρχοντος οὐδέν ἔξω πίπτει, ἐν δέ τοῖς στερητικοῖς, ἔνθα μέν ὃ δεῖ ὑπάρχειν, οὐδέν τούτου ἔξω πίπτει, οἷον εἰ τό Α τῷ Β διά τοῦ Γ μή.
428Aristoteles, Analytica posteriora, 1, I 24; 15 (auctor 384BC-322BC)
Ἔτι εἰ ἡ ἀπόδειξις μέν ἐστι συλλογισμός δεικτικός αἰτίας καί τοῦ διά τί, τό καθόλου δ᾿ αἰτιώτερον· ᾧ γάρ καθ᾿ αὑτό ὑπάρχει τι, τοῦτο αὐτό αὑτῷ αἴτιον· τό δέ καθόλου πρῶτον· αἴτιον ἄρα τό καθόλου.
429Aristoteles, Analytica posteriora, 1, I 24; 16 (auctor 384BC-322BC)
Ὥστε καί ἡ ἀπόδειξις βελτίων· μᾶλλον γάρ τοῦ αἰτίου καί τοῦ διά τί ἐστιν.
430Aristoteles, Analytica posteriora, 1, I 24; 17 (auctor 384BC-322BC)
Ἔτι μέχρι τούτου ζητοῦμεν τό διά τί, καί τότε οἰόμεθα εἰδέναι, ὅταν μή ᾖ ὅτι τι ἄλλο τοῦτο ἢ γινόμενον ἢ ὄν· τέλος γάρ καί πέρας τό ἔσχατον ἤδη οὕτως ἐστίν.
431Aristoteles, Analytica posteriora, 1, I 24; 18 (auctor 384BC-322BC)
Οἷον τίνος ἕνεκα ἦλθεν; ὅπως λάβῃ τἀργύριον, τοῦτο δ᾿, ὅπως ἀποδῷ ὃ ὤφειλε, τοῦτο δ᾿, ὅπως μή ἀδικήσῃ· καί οὕτως ἰόντες, ὅταν μηκέτι δι᾿ ἄλλο μηδ᾿ ἄλλου ἕνεκα, διά τοῦτο ὡς τέλος φαμέν ἐλθεῖν καί εἶναι καί γίνεσθαι, καί τότε εἰδέναι μάλιστα διά τί ἦλθεν.
432Aristoteles, Analytica posteriora, 1, I 24; 19 (auctor 384BC-322BC)
εἰ δή ὁμοίως ἔχει ἐπί πασῶν τῶν αἰτιῶν καί τῶν διά τί, ἐπί δέ τῶν ὅσα αἴτια οὕτως ὡς οὗ ἕνεκα οὕτως ἴσμεν μάλιστα, καί ἐπί τῶν ἄλλων ἄρα τότε μάλιστα ἴσμεν, ὅταν μηκέτι ὑπάρχῃ τοῦτο ὅτι ἄλλο.
433Aristoteles, Analytica posteriora, 1, I 24; 20 (auctor 384BC-322BC)
Ὅταν μέν οὖν γινώσκωμεν ὅτι τέτταρσιν αἱ ἔξω ἴσαι, ὅτι ἰσοσκελές, ἔτι λείπεται διά τί τό ἰσοσκελές, ὅτι τρίγωνον, καί τοῦτο, ὅτι σχῆμα εὐθύγραμμον.
434Aristoteles, Analytica posteriora, 1, I 24; 32 (auctor 384BC-322BC)
Τό γάρ καθόλου μᾶλλον δεικνύναι ἐστί τό διά μέσου δεικνύναι ἐγγυτέρω ὄντος τῆς ἀρχῆς.
435Aristoteles, Analytica posteriora, 1, I 24; 36 (auctor 384BC-322BC)
Οἷον εἰ ἔδει ἀποδεῖξαι τό Α κατά τοῦ Δ· μέσα τά ἐφ᾿ ὧν Β Γ· ἀνωτέρω δή τό Β, ὥστε ἡ διά τούτου καθόλου μᾶλλον.
436Aristoteles, Analytica posteriora, 1, I 25; 3 (auctor 384BC-322BC)
Εἰ γάρ γνώριμοι ὁμοίως, τό θᾶττον γνῶναι διά τούτων ὑπάρξει· τοῦτο δ᾿ αἱρετώτερον.
437Aristoteles, Analytica posteriora, 1, I 25; 4 (auctor 384BC-322BC)
Λόγος δέ τῆς προτάσεως, ὅτι βελτίων ἡ ἐξ ἐλαττόνων, καθόλου δέ· εἰ γάρ ὁμοίως εἴη τό γνώριμα εἶναι τά μέσα, τά δέ πρότερα γνωριμώτερα, ἔστω ἡ μέν διά μέσων ἀπόδειξις τῶν Β Γ Δ ὅτι τό Α τῷ Ε ὑπάρχει, ἡ δέ διά τῶν Ζ Η ὅτι τό Α τῷ Ε.
438Aristoteles, Analytica posteriora, 1, I 25; 6 (auctor 384BC-322BC)
Τό δ᾿ ὅτι τό Α τῷ Δ πρότερον καί γνωριμώτερον ἢ ὅτι τό Α τῷ Ε· διά γάρ τούτου ἐκεῖνο ἀποδείκνυται, πιστότερον δέ τό δι᾿ οὗ.
439Aristoteles, Analytica posteriora, 1, I 25; 7 (auctor 384BC-322BC)
Καί ἡ διά τῶν ἐλαττόνων ἄρα ἀπόδειξις βελτίων τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων.
440Aristoteles, Analytica posteriora, 1, I 25; 8 (auctor 384BC-322BC)
Ἀμφότεραι μέν οὖν διά τε ὅρων τριῶν καί προτάσεων δύο δείκνυνται, ἀλλ᾿ ἡ μέν εἶναί τι λαμβάνει, ἡ δέ καί εἶναι καί μή εἶναί τι· διά πλειόνων ἄρα, ὥστε χείρων.
441Aristoteles, Analytica posteriora, 1, I 25; 19 (auctor 384BC-322BC)
Εἰ δή γνωριμώτερον δι᾿ οὗ δείκνυται καί πιστότερον, δείκνυται δ᾿ ἡ μέν στερητική διά τῆς κατηγορικῆς, αὕτη δέ δι᾿ ἐκείνης οὐ δείκνυται, προτέρα καί γνωριμωτέρα οὖσα καί πιστοτέρα βελτίων ἂν εἴη.
442Aristoteles, Analytica posteriora, 1, I 25; 20 (auctor 384BC-322BC)
Ἔτι εἰ ἀρχή συλλογισμοῦ ἡ καθόλου πρότασις ἄμεσος, ἔστι δ᾿ ἐν μέν τῇ δεικτικῇ καταφατική ἐν δέ τῇ στερητικῇ ἀποφατική ἡ καθόλου πρότασις, ἡ δέ καταφατική τῆς ἀποφατικῆς προτέρα καί γνωριμωτέρα· διά γάρ τήν κατάφασιν ἡ ἀπόφασις γνώριμος, καί προτέρα ἡ κατάφασις, ὥσπερ καί τό εἶναι τοῦ μή εἶναι· ὥστε βελτίων ἡ ἀρχή τῆς δεικτικῆς ἢ τῆς στερητικῆς· ἡ δέ βελτίοσιν ἀρχαῖς χρωμένη βελτίων.
443Aristoteles, Analytica posteriora, 1, I 29; 7 (auctor 384BC-322BC)
Ἐπισκέψασθαι δέ καί διά τῶν ἄλλων σχημάτων, ὁσαχῶς ἐνδέχεται τοῦ αὐτοῦ γενέσθαι συλλογισμόν.
444Aristoteles, Analytica posteriora, 1, I 30; 3 (auctor 384BC-322BC)
Πᾶς γάρ συλλογισμός ἢ δι᾿ ἀναγκαίων ἢ διά τῶν ὡς ἐπί τό πολύ προτάσεων· καί εἰ μέν αἱ προτάσεις ἀναγκαῖαι, καί τό συμπέρασμα ἀναγκαῖον, εἰ δ᾿ ὡς ἐπί τό πολύ, καί τό συμπέρασμα τοιοῦτον.
445Aristoteles, Analytica posteriora, 1, I 31; 13 (auctor 384BC-322BC)
Οἷον εἰ τήν ὕελον τετρυπημένην ἑωρῶμεν καί τό φῶς διιόν, δῆλον ἂν ἦν καί διά τί καίει, τῷ ὁρᾶν μέν χωρίς ἐφ᾿ ἑκάστης, νοῆσαι δ᾿ ἅμα ὅτι ἐπί πασῶν οὕτως.
446Aristoteles, Analytica posteriora, 1, I 32; 4 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἐάν τούτων μέσα λαμβάνηται τῶν προτάσεων, ψευδεῖς ἔσονται διά τό πᾶν συμπέρασμα ψεῦδος ἐκ ψευδῶν εἶναι, τά δ᾿ ἀληθῆ ἐξ ἀληθῶν, ἕτερα δέ τά ψευδῆ καί τἀληθῆ.
447Aristoteles, Analytica posteriora, 1, I 32; 11 (auctor 384BC-322BC)
Τά γάρ γένη τῶν ὄντων ἕτερα, καί τά μέν τοῖς ποσοῖς τά δέ τοῖς ποιοῖς ὑπάρχει μόνοις, μεθ᾿ ὧν δείκνυται διά τῶν κοινῶν.
448Aristoteles, Analytica posteriora, 1, I 33; 6 (auctor 384BC-322BC)
Ἀληθής δ᾿ ἐστί νοῦς καί ἐπιστήμη καί δόξα καί τό διά τούτων λεγόμενον· ὥστε λείπεται δόξαν εἶναι περί τό ἀληθές μέν ἢ ψεῦδος, ἐνδεχόμενον δέ καί ἄλλως ἔχειν.
449Aristoteles, Analytica posteriora, 1, I 33; 10 (auctor 384BC-322BC)
Πῶς οὖν ἔστι τό αὐτό δοξάσαι καί ἐπίστασθαι, καί διά τί οὐκ ἔστιν ἡ δόξα ἐπιστήμη, εἴ τις θήσει ἅπαν ὃ οἶδεν ἐνδέχεσθαι δοξάζειν; ἀκολουθήσει γάρ ὁ μέν εἰδώς ὁ δέ δοξάζων διά τῶν μέσων, ἕως εἰς τά ἄμεσα ἔλθῃ, ὥστ᾿ εἴπερ ἐκεῖνος οἶδε, καί ὁ δοξάζων οἶδεν.
450Aristoteles, Analytica posteriora, 1, I 33; 12 (auctor 384BC-322BC)
Ἢ εἰ μέν οὕτως ὑπολήψεται τά μή ἐνδεχόμενα ἄλλως ἔχειν ὥσπερ ἔχειν τούς ὁρισμούς δι᾿ ὧν αἱ ἀποδείξεις, οὐ δοξάσει ἀλλ᾿ ἐπιστήσεται· εἰ δ᾿ ἀληθῆ μέν εἶναι, οὐ μέντοι ταῦτά γε αὐτοῖς ὑπάρχειν κατ᾿ οὐσίαν καί κατά τό εἶδος, δοξάσει καί οὐκ ἐπιστήσεται ἀληθῶς, καί τό ὅτι καί τό διότι, ἐάν μέν διά τῶν ἀμέσων δοξάσῃ· ἐάν δέ μή διά τῶν ἀμέσων, τό ὅτι μόνον δοξάσει; τοῦ δ᾿ αὐτοῦ δόξα καί ἐπιστήμη οὐ πάντως ἐστίν, ἀλλ᾿ ὥσπερ καί ψευδής καί ἀληθής τοῦ αὐτοῦ τρόπον τινά, οὕτω καί ἐπιστήμη καί δόξα τοῦ αὐτοῦ.
451Aristoteles, Analytica posteriora, 1, I 34; 1 (auctor 384BC-322BC)
Ἡ δ᾿ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ τοῦ μέσου, οἷον εἴ τις ἰδών ὅτι ἡ σελήνη τό λαμπρόν ἀεί ἔχει πρός τόν ἥλιον, ταχύ ἐνενόησε διά τί τοῦτο, ὅτι διά τό λάμπειν ἀπό τοῦ ἡλίου· ἢ διαλεγόμενον πλουσίῳ ἔγνω διότι δανείζεται· ἢ διότι φίλοι, ὅτι ἐχθροί τοῦ αὐτοῦ.
452Aristoteles, Analytica posteriora, 1, I 34; 4 (auctor 384BC-322BC)
Ὑπάρχει δή τῇ μέν σελήνῃ τῷ Γ τό Β, τό λάμπειν ἀπό τοῦ ἡλίου· τῷ δέ Β τό Α, τό πρός τοῦτ᾿ εἶναι τό λαμπρόν, ἀφ᾿ οὗ λάμπει· ὥστε καί τῷ Γ τό Α διά τοῦ Β.
453Aristoteles, Analytica posteriora, 2, II 2; 2 (auctor 384BC-322BC)
Ζητοῦμεν δέ, ὅταν μέν ζητῶμεν τό ὅτι ἢ τό εἰ ἔστιν ἁπλῶς, ἆρ᾿ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν· ὅταν δέ γνόντες ἢ τό ὅτι ἢ εἰ ἔστιν ἢ τό ἐπί μέρους ἢ τό ἁπλῶς, πάλιν τό διά τί ζητῶμεν ἢ τό τί ἐστι, τότε ζητοῦμεν τί τό μέσον.
454Aristoteles, Analytica posteriora, 2, II 2; 9 (auctor 384BC-322BC)
Ἐν ἅπασι γάρ τούτοις φανερόν ἐστιν ὅτι τό αὐτό ἐστι τό τί ἐστι καί διά τί ἐστιν.
455Aristoteles, Analytica posteriora, 2, II 2; 11 (auctor 384BC-322BC)
Διά τί ἔστιν ἔκλειψις, ἢ διά τί ἐκλείπει ἡ σελήνη; διά τό ἀπολείπειν τό φῶς ἀντιφραττούσης τῆς γῆς.
456Aristoteles, Analytica posteriora, 2, II 2; 13 (auctor 384BC-322BC)
Διά τί συμφωνεῖ τό ὀξύ τῷ βαρεῖ; διά τό λόγον ἔχειν ἀριθμῶν τό ὀξύ καί τό βαρύ.
457Aristoteles, Analytica posteriora, 2, II 2; 16 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἦμεν ἐπί τῆς σελήνης, οὐκ ἂν ἐζητοῦμεν οὔτ᾿ εἰ γίνεται οὔτε διά τί, ἀλλ᾿ ἅμα δῆλον ἦν ἄν.
458Aristoteles, Analytica posteriora, 2, II 2; 19 (auctor 384BC-322BC)
Ὥσπερ οὖν λέγομεν, τό τί ἐστιν εἰδέναι ταὐτό ἐστι καί διά τί ἐστιν.
459Aristoteles, Analytica posteriora, 2, II 4; 1 (auctor 384BC-322BC)
Ταῦτα μέν οὖν μέχρι τούτου διηπορήσθω· τοῦ δέ τί ἐστι πότερον ἔστι συλλογισμός καί ἀπόδειξις ἢ οὐκ ἔστι, καθάπερ νῦν ὁ λόγος ὑπέθετο; ὁ μέν γάρ συλλογισμός τί κατά τινος δείκνυσι διά τοῦ μέσου· τό δέ τί ἐστιν ἴδιόν τε, καί ἐν τῷ τί ἐστι κατηγορεῖται.
460Aristoteles, Analytica posteriora, 2, II 4; 14 (auctor 384BC-322BC)
Οἱ μέν οὖν διά τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐστι ψυχή ἢ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων, τό ἐξ ἀρχῆς αἰτοῦνται, οἷον εἴ τις ἀξιώσειε ψυχήν εἶναι τό αὐτό αὑτῷ αἴτιον τοῦ ζῆν, τοῦτο δ᾿ ἀριθμόν αὐτόν αὑτόν κινοῦντα· ἀνάγκη γάρ αἰτῆσαι τήν ψυχήν ὅπερ ἀριθμόν εἶναι αὐτόν αὑτόν κινοῦντα, οὕτως ὡς τό αὐτό ὄν.
461Aristoteles, Analytica posteriora, 2, II 5; 1 (auctor 384BC-322BC)
Ἀλλά μήν οὐδ᾿ ἡ διά τῶν διαιρέσεων ὁδός συλλογίζεται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περί τά σχήματα εἴρηται.
462Aristoteles, Analytica posteriora, 2, II 5; 14 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἐν τοῖς συμπεράσμασι τοῖς ἄνευ τῶν μέσων, ἐάν τις εἴπῃ ὅτι τούτων ὄντων ἀνάγκη τοδί εἶναι, ἐνδέχεται ἐρωτῆσαι διά τί, οὕτως καί ἐν τοῖς διαιρετικοῖς ὅροις.
463Aristoteles, Analytica posteriora, 2, II 5; 16 (auctor 384BC-322BC)
Διά τί; παρ᾿ ἑκάστην πρόσθεσιν· ἐρεῖ γάρ, καί δείξει τῇ διαιρέσει, ὡς οἴεται, ὅτι πᾶν ἢ θνητόν ἢ ἀθάνατον.
464Aristoteles, Analytica posteriora, 2, II 6; 2 (auctor 384BC-322BC)
Ἢ πάλιν εἴληφε τό τί ἦν εἶναι καί ἐν τούτῳ; ἀνάγκη γάρ διά τοῦ μέσου δεῖξαι.
465Aristoteles, Analytica posteriora, 2, II 6; 9 (auctor 384BC-322BC)
Πρός ἀμφοτέρους δέ, τόν τε κατά διαίρεσιν δεικνύντα καί πρός τόν οὕτω συλλογισμόν, τό αὐτό ἀπόρημα· διά τί ἔσται ὁ ἄνθρωπος ζῷον δίπουν πεζόν, ἀλλ᾿ οὐ ζῷον καί πεζόν; ἐκ γάρ τῶν λαμβανομένων οὐδεμία ἀνάγκη ἐστίν ἓν γίνεσθαι τό κατηγορούμενον, ἀλλ᾿ ὥσπερ ἂν ἄνθρωπος ὁ αὐτός εἴη μουσικός καί γραμματικός.
466Aristoteles, Analytica posteriora, 2, II 7; 1 (auctor 384BC-322BC)
Πῶς οὖν δή ὁ ὁριζόμενος δείξει τήν οὐσίαν ἢ τό τί ἐστιν; οὔτε γάρ ὡς ἀποδεικνύς ἐξ ὁμολογουμένων εἶναι δῆλον ποιήσει ὅτι ἀνάγκη ἐκείνων ὄντων ἕτερόν τι εἶναι, ἀπόδειξις γάρ τοῦτο, οὔθ᾿ ὡς ὁ ἐπάγων διά τῶν καθ᾿ ἕκαστα δήλων ὄντων, ὅτι πᾶν οὕτως τῷ μηδέν ἄλλως· οὐ γάρ τί ἐστι δείκνυσιν, ἀλλ᾿ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν.
467Aristoteles, Analytica posteriora, 2, II 7; 13 (auctor 384BC-322BC)
Εἰ γάρ καί ἔστιν ἐκ τοῦ μέσου τό ἴσον, ἀλλά διά τί ἐστι τό ὁρισθέν; καί διά τί τοῦτ᾿ ἔστι κύκλος; εἴη γάρ ἂν καί ὀρειχάλκου φάναι εἶναι αὐτόν.
468Aristoteles, Analytica posteriora, 2, II 7; 15 (auctor 384BC-322BC)
Ἀλλ᾿ ἀεί ἔξεστι λέγειν τό διά τί.
469Aristoteles, Analytica posteriora, 2, II 8; 18 (auctor 384BC-322BC)
Ὅταν δ᾿ εὕρωμεν, ἅμα τό ὅτι καί τό διότι ἴσμεν, ἂν διά μέσων ᾖ.
470Aristoteles, Analytica posteriora, 2, II 8; 22 (auctor 384BC-322BC)
Δήλου δ᾿ ὄντος ὅτι τό Α τῷ Γ ὑπάρχει, ἀλλά διά τί ὑπάρχει, τό ζητεῖν τό Β τί ἐστι, πότερον ἀντίφραξις ἢ στροφή τῆς σελήνης ἢ ἀπόσβεσις.
471Aristoteles, Analytica posteriora, 2, II 8; 25 (auctor 384BC-322BC)
Διά τί βροντᾷ; διά τό ἀποσβέννυσθαι τό πῦρ ἐν τῷ νέφει.
472Aristoteles, Analytica posteriora, 2, II 8; 31 (auctor 384BC-322BC)
Ὡς μέν τοίνυν λαμβάνεται τό τί ἐστι καί γίνεται γνώριμον, εἴρηται, ὥστε συλλογισμός μέν τοῦ τί ἐστιν οὐ γίνεται οὐδ᾿ ἀπόδειξις, δῆλον μέντοι διά συλλογισμοῦ καί δι᾿ ἀποδείξεως· ὥστ᾿ οὔτ᾿ ἄνευ ἀποδείξεως ἔστι γνῶναι τό τί ἐστιν, οὗ ἐστιν αἴτιον ἄλλο, οὔτ᾿ ἔστιν ἀπόδειξις αὐτοῦ, ὥσπερ καί ἐν τοῖς διαπορήμασιν εἴπομεν.
473Aristoteles, Analytica posteriora, 2, II 10; 2 (auctor 384BC-322BC)
Ὅπερ ἔχοντες ὅτι ἔστι, ζητοῦμεν διά τί ἐστιν.
474Aristoteles, Analytica posteriora, 2, II 10; 6 (auctor 384BC-322BC)
Εἷς μέν δή ὅρος ἐστίν ὅρου ὁ εἰρημένος, ἄλλος δ᾿ ἐστίν ὅρος λόγος ὁ δηλῶν διά τί ἐστιν.
475Aristoteles, Analytica posteriora, 2, II 10; 8 (auctor 384BC-322BC)
Διαφέρει γάρ εἰπεῖν διά τί βροντᾷ καί τί ἐστι βροντή· ἐρεῖ γάρ οὕτω μέν διότι ἀποσβέννυται τό πῦρ ἐν τοῖς νέφεσι· τί δ᾿ ἐστί βροντή; ψόφος ἀποσβεννυμένου πυρός ἐν νέφεσιν.
476Aristoteles, Analytica posteriora, 2, II 11; 1 (auctor 384BC-322BC)
Ἐπεί δέ ἐπίστασθαι οἰόμεθα ὅταν εἰδῶμεν τήν αἰτίαν, αἰτίαι δέ τέτταρες, μία μέν τό τί ἦν εἶναι, μία δέ τό τίνων ὄντων ἀνάγκη τοῦτ᾿ εἶναι, ἑτέρα δέ ἥ τι πρῶτον ἐκίνησε, τετάρτη δέ τό τίνος ἕνεκα, πᾶσαι αὗται διά τοῦ μέσου δείκνυνται.
477Aristoteles, Analytica posteriora, 2, II 11; 5 (auctor 384BC-322BC)
Διά τί ὀρθή ἡ ἐν ἡμικυκλίῳ; ἢ τίνος ὄντος ὀρθή; ἔστω δή ὀρθή ἐφ᾿ ἧς Α, ἡμίσεια δυοῖν ὀρθαῖν ἐφ᾿ ἧς Β, ἡ ἐν ἡμικυκλίῳ ἐφ᾿ ἧς Γ.
478Aristoteles, Analytica posteriora, 2, II 11; 11 (auctor 384BC-322BC)
Τό δέ διά τί ὁ Μηδικός πόλεμος ἐγένετο Ἀθηναίοις; τίς αἰτία τοῦ πολεμεῖσθαι Ἀθηναίους; ὅτι εἰς Σάρδεις μετ᾿ Ἐρετριέων ἐνέβαλον· τοῦτο γάρ ἐκίνησε πρῶτον.
479Aristoteles, Analytica posteriora, 2, II 11; 16 (auctor 384BC-322BC)
Ὅσων δ᾿ αἴτιον τό ἕνεκά τινος, οἷον διά τί περιπατεῖ; ὅπως ὑγιαίνῃ· διά τί οἰκία ἐστίν; ὅπως σώζηται τά σκεύη· τό μέν ἕνεκα τοῦ ὑγιαίνειν, τό δ᾿ ἕνεκα τοῦ σώζεσθαι.
480Aristoteles, Analytica posteriora, 2, II 11; 17 (auctor 384BC-322BC)
Διά τί δέ ἀπό δείπνου δεῖ περιπατεῖν, καί ἕνεκα τίνος δεῖ, οὐδέν διαφέρει.
481Aristoteles, Analytica posteriora, 2, II 11; 23 (auctor 384BC-322BC)
Διά τί τό Β τῷ Γ ἐστίν; ὅτι τοῦτ᾿ ἔστι τό ὑγιαίνειν, τό οὕτως ἔχειν.
482Aristoteles, Analytica posteriora, 2, II 11; 26 (auctor 384BC-322BC)
Ἐνδέχεται δέ τό αὐτό καί ἕνεκά τινος εἶναι καί ἐξ ἀνάγκης, οἷον διά τοῦ λαμπτῆρος τό φῶς· καί γάρ ἐξ ἀνάγκης διέρχεται τό μικρομερέστερον διά τῶν μειζόνων πόρων, εἴπερ φῶς γίνεται τῷ διιέναι, καί ἕνεκά τινος, ὅπως μή πταίωμεν.
483Aristoteles, Analytica posteriora, 2, II 11; 29 (auctor 384BC-322BC)
Ἡ δ᾿ ἀνάγκη διττή· ἡ μέν γάρ κατά φύσιν καί τήν ὁρμήν, ἡ δέ βίᾳ ἡ παρά τήν ὁρμήν, ὥσπερ λίθος ἐξ ἀνάγκης καί ἄνω καί κάτω φέρεται, ἀλλ᾿ οὐ διά τήν αὐτήν ἀνάγκην.
484Aristoteles, Analytica posteriora, 2, II 12; 2 (auctor 384BC-322BC)
Οἷον διά τί γέγονεν ἔκλειψις; διότι ἐν μέσῳ γέγονεν ἡ γῆ· γίνεται δέ διότι γίνεται, ἔσται δέ διότι ἔσται ἐν μέσῳ, καί ἔστι δέ ὅτι ἔστιν.
485Aristoteles, Analytica posteriora, 2, II 12; 22 (auctor 384BC-322BC)
Οὐδέ δή γινόμενον γεγενημένου διά τό αὐτό· τό μέν γάρ γινόμενον διαιρετόν, τό δέ γεγονός ἀδιαίρετον.
486Aristoteles, Analytica posteriora, 2, II 12; 29 (auctor 384BC-322BC)
Ἀρχή δέ τό Γ διά τό ἐγγύτερον τοῦ νῦν εἶναι, ὅ ἐστιν ἀρχή τοῦ χρόνου.
487Aristoteles, Analytica posteriora, 2, II 12; 33 (auctor 384BC-322BC)
Οὕτω δέ λαμβάνοντι τό μέσον στήσεταί που εἰς ἄμεσον, ἢ ἀεί παρεμπεσεῖται διά τό ἄπειρον; οὐ γάρ ἐστιν ἐχόμενον γεγονός γεγονότος, ὥσπερ ἐλέχθη.
488Aristoteles, Analytica posteriora, 2, II 12; 42 (auctor 384BC-322BC)
Τοῦτο διά τί; ὅτι ἀνάγκη θεμέλιον γεγονέναι, εἴπερ καί οἰκίαν γεγονέναι.
489Aristoteles, Analytica posteriora, 2, II 12; 45 (auctor 384BC-322BC)
Δείκνυται δέ διά τοῦ μέσου ὁμοίως· ἔσται γάρ θεμέλιον πρότερον.
490Aristoteles, Analytica posteriora, 2, II 13; 19 (auctor 384BC-322BC)
Χρή δέ, ὅταν ὅλον τι πραγματεύηταί τις, διελεῖν τό γένος εἰς τά ἄτομα τῷ εἴδει τά πρῶτα, οἷον ἀριθμόν εἰς τριάδα καί δυάδα, εἶθ᾿ οὕτως ἐκείνων ὁρισμούς πειρᾶσθαι λαμβάνειν, οἷον εὐθείας γραμμῆς καί κύκλου καί ὀρθῆς γωνίας, μετά δέ τοῦτο λαβόντα τί τό γένος, οἷον πότερον τῶν ποσῶν ἢ τῶν ποιῶν, τά ἴδια πάθη θεωρεῖν διά τῶν κοινῶν πρώτων.
491Aristoteles, Analytica posteriora, 2, II 13; 20 (auctor 384BC-322BC)
Τοῖς γάρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τά συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα, διά τό ἀρχήν εἶναι πάντων τόν ὁρισμόν καί τό ἁπλοῦν καί τοῖς ἁπλοῖς καθ᾿ αὑτά ὑπάρχειν τά συμβαίνοντα μόνοις, τοῖς δ᾿ ἄλλοις κατ᾿ ἐκεῖνα.
492Aristoteles, Analytica posteriora, 2, II 13; 38 (auctor 384BC-322BC)
Εἰς δέ τό κατασκευάζειν ὅρον διά τῶν διαιρέσεων τριῶν δεῖ στοχάζεσθαι, τοῦ λαβεῖν τά κατηγορούμενα ἐν τῷ τί ἐστι, καί ταῦτα τάξαι τί πρῶτον ἢ δεύτερον, καί ὅτι ταῦτα πάντα.
493Aristoteles, Analytica posteriora, 2, II 13; 39 (auctor 384BC-322BC)
Ἔστι δέ τούτων ἓν πρῶτον διά τοῦ δύνασθαι, ὥσπερ πρός συμβεβηκός συλλογίσασθαι ὅτι ὑπάρχει, καί διά τοῦ γένους κατασκευάσαι.
494Aristoteles, Analytica posteriora, 2, II 13; 59 (auctor 384BC-322BC)
Τοῦτο δ᾿ ἔσται, ἐάν διά τῶν καθ᾿ ἕκαστον εἰρημένων ᾖ τό ἐν ἑκάστῳ γένει ὁρίζεσθαι χωρίς, οἷον τό ὅμοιον μή πᾶν ἀλλά τό ἐν χρώμασι καί σχήμασι, καί ὀξύ τό ἐν φωνῇ, καί οὕτως ἐπί τό κοινόν βαδίζειν, εὐλαβούμενον μή ὁμωνυμίᾳ ἐντύχῃ.
495Aristoteles, Analytica posteriora, 2, II 14; 3 (auctor 384BC-322BC)
Καί οὕτως ἀεί τῷ ἐγγύτατα· δῆλον γάρ ὅτι ἕξομεν ἤδη λέγειν τό διά τί ὑπάρχει τά ἑπόμενα τοῖς ὑπό τό κοινόν, οἷον διά τί ἀνθρώπῳ ἢ ἵππῳ ὑπάρχει.
496Aristoteles, Analytica posteriora, 2, II 14; 5 (auctor 384BC-322BC)
Δῆλον δή διά τί τό Β ὑπάρχει τῷ Δ· διά γάρ τοῦ Α.
497Aristoteles, Analytica posteriora, 2, II 14; 9 (auctor 384BC-322BC)
Πάλιν τό κέρατ᾿ ἔχειν τίσιν ἕπεται; δῆλον γάρ διά τί ἐκείνοις ὑπάρξει τό εἰρημένον· διά γάρ τό κέρατ᾿ ἔχειν ὑπάρξει.
498Aristoteles, Analytica posteriora, 2, II 15; 2 (auctor 384BC-322BC)
Τούτων δ᾿ ἔνια τῷ γένει ταὐτά, ὅσα ἔχει διαφοράς τῷ ἄλλων ἢ ἄλλως εἶναι, οἷον διά τί ἠχεῖ, ἢ διά τί ἐμφαίνεται, καί διά τί ἶρις· ἅπαντα γάρ ταῦτα τό αὐτό πρόβλημά ἐστι γένει (πάντα γάρ ἀνάκλασις), ἀλλ᾿ εἴδει ἕτερα.
499Aristoteles, Analytica posteriora, 2, II 15; 3 (auctor 384BC-322BC)
Τά δέ τῷ τό μέσον ὑπό τό ἕτερον μέσον εἶναι διαφέρει τῶν προβλημάτων, οἷον διά τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνός μᾶλλον ῥεῖ; διότι χειμεριώτερος φθίνων ὁ μήν.
500Aristoteles, Analytica posteriora, 2, II 15; 4 (auctor 384BC-322BC)
Διά τί δέ χειμεριώτερος φθίνων; διότι ἡ σελήνη ἀπολείπει.