'διόπερ' - search in All Authors, Showing 1 to 289 of 289 hits

1Agatho papa, Epistolae, 87, 1230A
Διόπερ ὁστισδήποτε τῶν ἱερέων ταῦτα τὰ ἐν τῇ ὁμολογίᾳ τῆς ἡμετέρας μετριότητος περιεχόμενα ἅμα ἡμῖν εἰλικρινῶς κηρύττειν ἐπιθυμήσει, ὡς τῇ ἡμετέρᾳ ἀποστολικῇ πίστει ὁμόφρονας, ὡς συνιερεῖς, ὡς συλλειτουργοὺς, ὡς τῆς αὐτῆς πίστεως, καὶ ἵνα ἁπλῶς εἴπωμεν, ὡς πνευματικοὺς ἀδελφοὺς, καὶ συνεπισκόπους ἡμῶν δεχόμεθα.
2Agatho papa, Epistolae, 87, 1166B
Διόπερ ἄδειαν, ἤγουν αὐθεντίαν δεδώκαμεν αὐτοῖς πρὸς τὸ ὑμέτερον γαληναῖον κράτος, ἐπὰν κελεύσῃ ἡ ὑμῶν φιλανθρωπία, τοῦ ἁπλῶς ἀπολογήσασθαι εἰς ὅσον αὐτοῖς μόνον ἐπετέθη· ἵνα μηδὲν δηλονότι προπετεύσωνται προσθεῖναι, ἢ ὑφελεῖν [ὀφεῖλαι], ἢ ἀλλάξαι, ἀλλὰ τὴν παράδοσιν τούτου τοῦ ἀποστολικοῦ θρόνου, καθὼς ὡρίσθη ἀπὸ τῶν προηγησαμένων ἀποστολικῶν προέδρων, εἰλικρινῶς ἐξηγήσασθαι.
3Agatho papa, Epistolae, 87, 1182C
Προσεπιτούτοις ἵνα φανῇ τῇ ὑμετέρᾳ εὐσεβεῖ εὐμενείᾳ, ὅτι φυσικόν ἐστι τὸ ἀνθρώπινον θέλημα· καὶ ὁ ἀρνούμενος τὸ ἀνθρώπινον θέλημα χωρὶς μόνης ἁμαρτίας ἐν τῷ Χριστῷ, οὔτε ἔχειν αὐτὸν ἀνθρωπίνην ψυχὴν ὁμολογεῖ, ὁ σοφώτατος τῆς ἀληθείας κήρυξ, ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πέμπτῳ τόμῳ τῆς διαλέξεως κατὰ Ἰουλιανοῦ τοῦ Πελαγιανιστοῦ, τί ἐστι θέλημα, τούτοις ὁρίζει τοῖς ῥήμασι· Κίνησις ψυχῆς τί ἐστιν, εἰ μὴ κίνησις φύσεως; Ἡ γὰρ ψυχὴ ἀνενδοιάστως φύσις ἐστί, διόπερ τὸ θέλημα κίνησις φύσεως ὑπάρχει, ἐπειδὴ κίνησις ἐστι ψυχῆς.
4Agatho papa, Epistolae, 87, 1190B
Καὶ ἐπὰν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ὁ μέγας ἐπίσκοπος, ἀληθῆ εἶναι τοῦ μυστηρίου ὁμολογίαν, ἕτερον ὀφείλειν νοεῖσθαι τὸ ἀνθρώπινον θέλημα, ἕτερον τὸ θεῖον ἐν τῷ Χριστῷ, τί νοεῖσθαι ὑπομιμνήσκει, ἕτερον λέγων θέλημα καὶ ἕτερον, εἰ μὴ δύο φανερῶς θελήματα; Ὡσαύτως ἡνίκα ὁ ἅγιος Ἰωάννης ὁ ἔξοχος καθηγεμὼν διδάσκει, ἓν κατὰ τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοεῖσθαι θέλημα· καὶ τὸν αὐτὸν πάλιν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ λέγει θέλειν ὡς ἄνθρωπον, καὶ κατὰ σάρκα ἀληθῶς καὶ χωρὶς σκανδάλου λεγόμενον ὀφείλειν γνωρίζεσθαι, ὅτι οὐκ ἤθελε τεθνάναι, διόπερ [ἴσ. διιότι] ὅτι τῆς ἀνθρωπίνης ἐστὶ φύσεως ἀνεπιλήπτως τοῦτο θελούσης, φανερόν ἐστιν, ὅτι καὶ αὐτὸς δύο φυσικὰ ἐν τῷ Χριστῷ κηρύσσει θελήματα· θεῖον, ὅπερ ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀνθρώπινον, ὅπερ τὴν διάθεσιν τοῦ ζῇν φυσικῶς πράττει.
5Agatho papa, Epistolae, 87, 1206D
Ποῖος παράφρων, παρακαλῶ, εὐσεβέστατοι δεσπόται, τῆς τοσαύτης τυφλότητος τὰς πλάνας μὴ βδελύξηται, καὶ παραφυλάξηται, ἐὰν δηλαδὴ σωθῆναι ἐπιθυμῇ, καὶ ἄμωμον τῆς ἑαυτοῦ πίστεως τὴν ὀρθότητα ἐρχομένῳ τῷ Κυρίῳ ἐπιποθῇ προσαγαγεῖν; Διόπερ λυτρωτέα ἐστὶ [λυτρωθήσεται], καὶ ἐξ ὅλης τῆς ἰσχύος μετὰ τῆς τοῦ Θεοῦ βοηθείας ἐλευθερωτέα [ἐλευθερωθήσεται] ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία ἡ μήτηρ τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους, ἀπὸ τῆς πλάνης τῶν τοιούτων διδασκάλων.
6Agatho papa, Epistolae, 87, 1214B
Διόπερ τῇ ὑμετέρᾳ σεβασμίᾳ γαληνότητι ὑπὲρ τῆς στοργῆς καὶ τιμῆς τῆς καθολικῆς καὶ ἀποστολικῆς ὀρθῆς πίστεως ἀπ' αὐτοῦ τοῦ συμβασιλέως τοῦ Χριστιανικωτάτου ὑμῶν κράτους τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗτινος τὴν ἀληθῆ πίστιν ἄχραντον ἐπιθυμεῖτε φυλάττειν, τέλειος μισθὸς καταλογισθήσεται τοῖς εὐσεβέσι καμάτοις, ὅτι ἔν τινι οὐδὲν ἠμελήθη, ἢ παρεωράθη ἀπὸ τῆς ὑμῶν Θεοστεφοῦς εὐμενείας, ὅπερ ἀνήκειν δυνήσηται τῇ ὑγιεῖ ἀκεραιότντι τῆς ἀληθοῦς πίστεως πρὸς τὴν τῶν Ἐκκλησιῶν ὁμόνοιαν, ἐπειδη ὁ κριτὴς τῶν πάντων Θεὸς τὴν πρόθεσιν ἐκζητεῖ τῆς διανοίας, καὶ τὴν σπουδὴν τῆς εὐσεβείας προσδέχεται· ὃς τὰς ἐκβάσεις τῶν πραγματων, καθὼς συμφέρειν κρίνει καὶ διοικεῖ.
7Aristoteles, Physica, 1, 1; 3
διόπερ ἀνάγκη τὸν τρόπον τοῦτον προάγειν ἐκ τῶν ἀσαφεστέρων μὲν τῇ φύσει ἡμῖν δὲ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα.
8Aristoteles, Physica, 1, 6; 11
διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
9Aristoteles, Physica, 2, 1; 13
διόπερ οἱ μὲν πῦρ, οἱ δὲ γῆν, οἱ δ' ἀέρα φασίν, οἱ δὲ ὕδωρ, οἱ δ' ἔνια τούτων, οἱ δὲ πάντα ταῦτα τὴν φύσιν εἶ ναι τὴν τῶν ὄντων.
10Aristoteles, Physica, 8, 1; 38
διόπερ βέλτιον ὡς Ἐμπεδοκλῆς, κἂν εἴ τις ἕτερος εἴρηκεν οὕτως ἔχειν, ἐν μέ ρει τὸ πᾶν ἠρεμεῖν καὶ κινεῖσθαι πάλιν· τάξιν γὰρ ἤδη τιν' ἔχει τὸ τοιοῦτον.
11Aristoteles, Analytica priora, 1, I 46; 10 (auctor 384BC-322BC)
Διόπερ ἴσον μέν ἢ ἄνισον οὐ πᾶν, ἴσον δ᾿ ἢ οὐκ ἴσον πᾶν.
12Aristoteles, De anima, 1, I 3; 33 (auctor 384BC-322BC)
Διόπερ οὐδ’ ὁ νοῦς οὕτω συνεχής, ἀλλ’ ἤτοι ἀμερής ἢ οὐχ ὡς μέγεθός τι συνεχής· πῶς γάρ δή καί νοήσει μέγεθος ὢν ὁτῳοῦν τῶν μορίων τῶν αὑτοῦ; μορίων δ’ ἤτοι κατά μέγεθος ἢ κατά στιγμήν, εἰ δεῖ καί τοῦτο μόριον εἰπεῖν.
13Aristoteles, De anima, 2, II 7; 6 (auctor 384BC-322BC)
Διόπερ οὐχ ὁρατόν ἄνευ φωτός, ἀλλά πᾶν τό ἑκάστου χρῶμα ἐν φωτί ὁρατόν.
14Aristoteles, De anima, 2, II 8; 20 (auctor 384BC-322BC)
Διόπερ οὐ πάντῃ τό ζῷον ἀκούει, οὐδέ πάντῃ διέρχεται ὁ ἀήρ· οὐ γάρ πάντῃ ἔχει ἀέρα τό κινησόμενον μέρος καί ἔμψυχον.
15Aristoteles, De arte poetica, 5; 12 (auctor 384BC-322BC)
Διόπερ ὅστις περί τραγῳδίας οἶδε σπουδαίας καί φαύλης, οἶδε καί περί ἐπῶν· ἃ μέν γάρ ἐποποιία ἔχει, ὑπάρχει τῇ τραγῳδίᾳ, ἃ δέ αὐτή, οὐ πάντα ἐν τῇ ἐποποιίᾳ.
16Aristoteles, De arte poetica, 6; 25 (auctor 384BC-322BC)
Ἔστι δέ ἦθος μέν τό τοιοῦτον ὃ δηλοῖ τήν προαίρεσιν ὁποία τις· διόπερ οὐκ ἔχουσιν ἦθος τῶν λόγων ἐν οἷς μηδ᾿ ὅλως ἔστιν ὅ τι προαιρεῖται ἢ φεύγει ὁ λέγων.
17Aristoteles, De arte poetica, 14; 17 (auctor 384BC-322BC)
Διόπερ οὐδείς ποιεῖ ὁμοίως, εἰ μή ὀλιγάκις, οἷος ἐν Ἀντιγόνῃ τόν Κρέοντα ὁ Αἵμων.
18Aristoteles, De caelo, 2, 1, 2; 2 (auctor 384BC-322BC)
Διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τοὺς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, ἀλλὰ μᾶλλον ταύτην τῶν ἄλλων πέρας· τό τε γὰρ πέρας τῶν περιεχόντων ἐστί, καὶ αὕτη τέλειος οὖσα περιέχει τὰς ἀτελεῖς καὶ τὰς ἐχούσας πέρας καὶ παῦλαν, αὐτὴ μὲν οὐδεμίαν οὔτ´ ἀρχὴν ἔχουσα οὔτε τελευτήν, ἀλλ´ ἄπαυστος οὖσα τὸν ἄπειρον χρόνον, τῶν δ´ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν παῦλαν.
19Aristoteles, De caelo, 2, 1, 4; 4 (auctor 384BC-322BC)
Διόπερ οὔτε κατὰ τὸν τῶν παλαιῶν μῦθον ὑποληπτέον ἔχειν, οἵ φασιν Ἄτλαντός τινος αὐτῷ προσδεῖσθαι τὴν σωτηρίαν· ἐοίκασι γὰρ καὶ τοῦτον οἱ συστήσαντες τὸν λόγον τὴν αὐτὴν ἔχειν ὑπόληψιν τοῖς ὕστερον· ὡς γὰρ περὶ βάρος ἐχόντων καὶ γεηρῶν ἁπάντων τῶν ἄνω σωμάτων ὑπέστησαν αὐτῷ μυθικῶς ἀνάγκην ἔμψυχον.
20Aristoteles, De caelo, 2, 14, 1; 3 (auctor 384BC-322BC)
Διόπερ οὐχ οἷόν τ´ ἀΐδιον εἶναι, βίαιόν γ´ οὖσαν καὶ παρὰ φύσιν· ἡ δέ γε τοῦ κόσμου τάξις ἀΐδιος.
21Aristoteles, De caelo, 4, 4, 10; 32 (auctor 384BC-322BC)
Τὸ γὰρ εἶναι οὐ ταὐτόν· διόπερ οὐδὲ τὸ νοσώδει εἶναι ἢ ὑγιεινῷ.
22Aristoteles, De generatione animalium, 1, 1; 2 (auctor 384BC-322BC)
τὸ δὲ περὶ ταύτης σκοπεῖν καὶ τὸ περὶ τῆς γενέσεως τῆς ἑκάστου τρόπον τινὰ ταὐτόν ἐστιν· διόπερ ὁ λόγος εἰς ἓν συνήγαγε, τῶν μὲν περὶ τὰ μόρια τελευταῖα ταῦτα, τῶν δὲ περὶ γενέσεως τὴν ἀρχὴν ἐχομένην τούτων τάξας.
23Aristoteles, De generatione animalium, 1, 12; 3 (auctor 384BC-322BC)
διόπερ ὅσοις ἐν φανερῷ εἰσιν οἱ ὄρχεις ἔχουσι σκέπην δερματικὴν τὴν καλουμένην ὀσχέαν· ὅσοις δ' ἡ τοῦ δέρματος φύσις ὑπεναντιοῦται διὰ σκληρότητα πρὸς τὸ μὴ περιληπτικὴν εἶναι μηδὲ μαλθακὴν [καὶ δερματικήν], οἷον τοῖς τ' ἰχθυῶδες ἔχουσι τὸ δέρμα καὶ τοῖς φολιδωτόν, τούτοις δ' ἀναγκαῖον ἐντὸς ἔχειν.
24Aristoteles, De generatione animalium, 1, 12; 4 (auctor 384BC-322BC)
διόπερ οἵ τε δελφῖνες καὶ ὅσα τῶν κητωδῶν ὄρχεις ἔχουσιν ἐντὸς ἔχουσι, καὶ τὰ ᾠοτόκα καὶ τετράποδα τῶν φολιδωτῶν.
25Aristoteles, De generatione animalium, 1, 17; 6 (auctor 384BC-322BC)
διόπερ ἐπισκεπτέον, ἐπειδή φασί τινες ἀπὸ παντὸς ἀπιέναι τοῦ σώματος, περὶ τούτου πῶς ἔχει πρῶτον.
26Aristoteles, De generatione animalium, 1, 19; 16 (auctor 384BC-322BC)
διόπερ ἐπιδηλοτάτως ἀεὶ ὠχρόν τέ ἐστι καὶ ἀδηλόφλεβον, καὶ τὴν ἔλλειψιν πρὸς τοὺς ἄρρενας ἔχει τοῦ σώματος φανεράν.
27Aristoteles, De generatione animalium, 1, 19; 28 (auctor 384BC-322BC)
ἀλλὰ τοῦτο μὲν νοσηματῶδες, διόπερ ὀλίγαις καὶ ὀλιγάκις συμβαίνει· τὰ δ' ὡς ἐπὶ τὸ πολὺ γιγνόμενα μάλιστα κατὰ φύσιν ἐστίν.
28Aristoteles, De generatione animalium, 2, 1; 13 (auctor 384BC-322BC)
διόπερ ὡς ἐπὶ τὸ πᾶν βλέψαντας εἰπεῖν τὰ ἔναιμα μείζω τῶν ἀναίμων καὶ τὰ πορευτικὰ τῶν μονίμων ζῴων· ἅπερ προΐεται σπέρμα διὰ τὴν θερμότητα καὶ τὸ μέγεθος.
29Aristoteles, De generatione animalium, 2, 1; 89 (auctor 384BC-322BC)
διόπερ πρῶτόν τι γίγνεται καὶ οὐχ ἅμα πάντα.
30Aristoteles, De generatione animalium, 2, 3; 17 (auctor 384BC-322BC)
διόπερ οὐ δεῖ ζητεῖν ἀεὶ θύραζε αὐτὸ ἐξιέναι, οὐδὲ μόριον οὐθὲν εἶναι τῆς συστάσης μορφῆς ὥσπερ οὐδὲ τὸν ὀπὸν τὸν τὸ γάλα συνιστάντα· καὶ γὰρ οὗτος μεταβάλλει καὶ μόριον οὐθέν ἐστι τῶν συνισταμένων ὄγκων.
31Aristoteles, De generatione animalium, 2, 4; 14 (auctor 384BC-322BC)
ἀκριβῶς μὲν οὖν ἡ περίοδος οὐ τέτακται ταῖς γυναιξί, βούλεται δὲ φθινόντων γίγνεσθαι τῶν μηνῶν εὐλόγως· ψυχρότερα γὰρ τὰ σώματα τῶν ζῴων ὅταν καὶ τὸ περιέχον συμβαίνῃ γίγνεσθαι τοσοῦτον, αἱ δὲ τῶν μηνῶν σύνοδοι ψυχραὶ διὰ τὴν τῆς σελήνης ἀπόλειψιν, διόπερ καὶ χειμερίους συμβαίνει τὰς συνόδους εἶναι τῶν μηνῶν μᾶλλον ἢ τὰς μεσότητας.
32Aristoteles, De generatione animalium, 2, 4; 57 (auctor 384BC-322BC)
διόπερ ὅσοι λέγουσιν, ὥσπερ Δημόκριτος, τὰ ἔξω πρῶτον διακρίνεσθαι τῶν ζῴων, ὕστερον δὲ τὰ ἐντός, οὐκ ὀρθῶς λέγουσιν, ὥσπερ ξυλίνων ἢ λιθίνων ζῴων· τὰ μὲν γὰρ τοιαῦτ' οὐκ ἔχει ἀρχὴν ὅλως, τὰ δὲ ζῷα πάντ' ἔχει καὶ ἐντὸς ἔχει.
33Aristoteles, De generatione animalium, 2, 5; 16 (auctor 384BC-322BC)
διόπερ ἐν τοῖς τοιούτοις ἀεὶ τὸ ἄρρεν ἐπιτελεῖ τὴν γένεσιν.
34Aristoteles, De generatione animalium, 2, 6; 53 (auctor 384BC-322BC)
διόπερ τὰ περὶ τὴν κεφαλὴν λαμβάνει συνεχῆ τὴν γένεσιν μετὰ τὴν καρδίαν, καὶ μεγέθει τῶν ἄλλων διαφέρει· πολὺς γὰρ καὶ ὑγρὸς ἐξ ἀρχῆς ὁ ἐγκέφαλος.
35Aristoteles, De generatione animalium, 2, 7; 26 (auctor 384BC-322BC)
διόπερ εὐλόγως βασανίζεται ταῖς πείραις τό γε τῶν ἀνδρῶν, εἰ ἄγονον, ἐν τῷ ὕδατι· ταχὺ γὰρ διαχεῖται τὸ λεπτὸν καὶ ψυχρὸν ἐπιπολῆς, τὸ δὲ γόνιμον εἰς βυθὸν χωρεῖ· θερμὸν μὲν γὰρ τὸ πεπεμμένον ἐστί, πέπεπται δὲ τὸ συνεστηκὸς καὶ πάχος ἔχον.
36Aristoteles, De generatione animalium, 2, 8; 18 (auctor 384BC-322BC)
τοῦτον μὲν οὖν τὸν τρόπον οὔτε περὶ τῶν ἄλλων δεῖ ζητεῖν οὔτε περὶ τῶν φυσικῶν· ἐκ δὲ τῶν ὑπαρχόντων τῷ γένει τῷ τῶν ἵππων καὶ τῷ τῶν ὄνων θεωρῶν ἄν τις μᾶλλον λάβοι τὴν αἰτίαν, ὅτι πρῶτον μὲν ἑκάτερον αὐτῶν ἐστι μονοτόκον ἐκ τῶν συγγενῶν ζῴων, ἔπειτ' οὐ συλληπτικὰ τὰ θήλεα ἐκ τῶν ἀρρένων ἀεί, διόπερ τοὺς ἵππους διαλείποντες ὀχεύουσι [διὰ τὸ μὴ δύνασθαι συνεχῶς φέρειν].
37Aristoteles, De generatione animalium, 2, 8; 20 (auctor 384BC-322BC)
ἔτι δὲ ψυχρὸν [τὸ] ζῷον ὁ ὄνος ἐστί, διόπερ ἐν τοῖς χειμερινοῖς οὐ θέλει γίγνεσθαι τόποις διὰ τὸ δύσριγον εἶναι τὴν φύσιν, οἷον περὶ Σκύθας καὶ τὴν ὅμορον χώραν, οὐδὲ περὶ Κελτοὺς τοὺς ὑπὲρ τῆς Ἰβηρίας· ψυχρὰ γὰρ καὶ αὕτη ἡ χώρα.
38Aristoteles, De generatione animalium, 2, 8; 31 (auctor 384BC-322BC)
ταῖς δ' ἡμιόνοις οὐ γίγνεται, ἀλλὰ τὸ μὲν ἄχρηστον μετὰ τοῦ περιττώματος τοῦ ἐκ τῆς κύστεως ἐκκρίνεται (διόπερ οὐδὲ τῶν ἄρθρων οἱ ἡμίονοι οἱ ἄρρενες ὀσφραίνονται τῶν θηλειῶν ὥσπερ τἆλλα τὰ μώνυχα, ἀλλ' αὐτοῦ τοῦ περιττώματος), τὰ δ' ἄλλα τρέπεται εἰς τὴν τοῦ σώματος αὔξησιν καὶ τὸ μέγεθος.
39Aristoteles, De generatione animalium, 3, 1; 43 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι πολύγονόν ἐστι τὸ τῶν ἰχθύων γένος· ἀδύνατον οὖν ἔσω πολλὰ λαμβάνειν τέλος, διόπερ ἀποτίκτουσιν ἔξω.
40Aristoteles, De generatione animalium, 3, 1; 49 (auctor 384BC-322BC)
διόπερ ὅσα δίχροά ἐστι τῶν ᾠῶν, τὴν μὲν ἀρχὴν τὸ ζῷον λαμβάνει ἐκ τοῦ λευκοῦ τῆς γενέσεως (ἐν γὰρ τῷ θερμῷ ἡ ψυχικὴ ἀρχή) τὴν δὲ τροφὴν ἐκ τοῦ ὠχροῦ.
41Aristoteles, De generatione animalium, 3, 1; 52 (auctor 384BC-322BC)
τὰ δ' ἤδη καὶ ψυχρὰ τὴν φύσιν τῶν ᾠοτοκούντων καὶ ἔτι ὑγρὰ μᾶλλον (τοιοῦτον δ' ἐστὶ τὸ τῶν ἰχθύων γένος) οὐδ' ἀποκεκριμένον ἔχει τὸ λευκὸν διά τε μικρότητα καὶ διὰ τὸ πλῆθος τοῦ ψυχροῦ καὶ γεώδους· διόπερ γίγνεται μονόχροα πάντα τὰ τῶν ἰχθύων καὶ ὡς μὲν ὠχρὰ λευκά, ὡς δὲ λευκὰ ὠχρά.
42Aristoteles, De generatione animalium, 3, 2; 2 (auctor 384BC-322BC)
διόπερ σκληρότερον ταύτῃ τὸ ᾠὸν ἢ κάτωθεν· σκεπάζειν γὰρ δεῖ καὶ φυλάττειν τὴν ἀρχήν.
43Aristoteles, De generatione animalium, 3, 2; 25 (auctor 384BC-322BC)
τοῖς δὲ δὴ μάλιστα κοινωνοῦσι φρονήσεως καὶ πρὸς τελειωθέντα γίγνεται συνήθεια καὶ φιλία, καθάπερ τοῖς τε ἀνθρώποις καὶ τῶν τετραπόδων ἐνίοις, τοῖς δ' ὄρνισι μέχρι τοῦ γεννῆσαι καὶ ἐκθρέψαι· διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι ὅταν τέκωσι διατίθενται χεῖρον, ὥσπερ ἑνός τινος στερισκόμεναι τῶν συμφύτων.
44Aristoteles, De generatione animalium, 3, 2; 45 (auctor 384BC-322BC)
Αὐξανομένων δὲ πρότερον ὁ ὀμφαλὸς συμπίπτει ὁ πρὸς τὸ χόριον διότι ταύτῃ δεῖ τὸ ζῷον ἐξελθεῖν, τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον· δεῖ γὰρ ἔχειν τροφὴν εὐθὺς τὸ γενόμενον· οὔτε γὰρ ἀπὸ τῆς μητρὸς τιτθεύεται, δι' αὑτοῦ τε οὐκ εὐθὺς δύναται πορίζεσθαι τὴν τροφήν· διόπερ ἐντὸς εἰσέρχεται τὸ ὠχρὸν μετὰ τοῦ ὀμφαλοῦ καὶ περιφύεται ἡ σάρξ.
45Aristoteles, De generatione animalium, 3, 3; 4 (auctor 384BC-322BC)
διόπερ οὐδ' ὕστερον εἰσδέχεται τοὺς νεοττοὺς οὐδ' ἐξ ἀρχῆς ζῳοτοκεῖ· τὸ γὰρ μέγεθος καὶ ἡ τραχύτης τῆς κεφαλῆς ὥσπερ καὶ εἰσελθεῖν κωλύει οὕτω καὶ ἐξελθεῖν.
46Aristoteles, De generatione animalium, 3, 4; 9 (auctor 384BC-322BC)
διόπερ πολύγονόν ἐστι τὸ γένος τὸ τῶν ἰχθύων· ἀναμάχεται γὰρ ἡ φύσις τῷ πλήθει τὴν φθοράν.
47Aristoteles, De generatione animalium, 3, 5; 24 (auctor 384BC-322BC)
διόπερ ταύτην οὐχ ὁρῶντες, τὰς δ' ἀνακάψεις τοῦ θοροῦ καὶ τῶν ᾠῶν, καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον καὶ τεθρυλημένον ὅνπερ καὶ Ἡρόδοτος ὁ μυθολόγος, ὡς κυϊσκομένων τῶν ἰχθύων ἐκ τοῦ ἀνακάπτειν τὸν θορόν, οὐ συνορῶντες ὅτι τοῦτ' ἔστιν ἀδύνατον.
48Aristoteles, De generatione animalium, 3, 7; 11 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι οὐ δίχροα ταῦτα· διόπερ οὐχ ὥρισται τοιοῦτος καιρὸς τούτοις οἷος ἐπὶ τῶν ὀρνίθων.
49Aristoteles, De generatione animalium, 3, 7; 13 (auctor 384BC-322BC)
τὰ μὲν οὖν ὑπηνέμια λαμβάνει τὴν γένωσιν μέχρι τοῦ ἐνδεχομένου αὐτοῖς· τελεωθῆναι μὲν γὰρ εἰς ζῷον ἀδύνατον (δεῖ γὰρ αἰσθήσεως), τὴν δὲ θρεπτικὴν δύναμιν τῆς ψυχῆς ἔχει καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα καὶ πάντα τὰ ζῶντα, καθάπερ εἴρηται πολλάκις· διόπερ αὐτὸ τὸ ᾠὸν ὡς μὲν φυτοῦ κύημα τέλειόν ἐστιν, ὡς δὲ ζῴου ἀτελές.
50Aristoteles, De generatione animalium, 3, 7; 14 (auctor 384BC-322BC)
εἰ μὲν οὖν μὴ ἐνῆν ἄρρεν ἐν τῷ γένει αὐτῶν, ἐγίγνετ' ἂν ὥσπερ καὶ ἐπί τlt;ινων ἰχθύων-εἴπερ ἔστι τι τοιοῦτον γένος οἷον ἄνευ ἄρρενος γεννᾶν· εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον ὅτι οὔ πω ὦπται ἱκανῶς-νῦν δ' ἐστὶν ἐν πᾶσι τοῖς ὄρνισι τὸ μὲν θῆλυ τὸ δ' ἄρρεν, ὥσθ' ᾗ μὲν φυτὸν τετελέωκεν (διόπερ οὐ μεταβάλλει πάλιν μετὰ τὴν ὀχείαν) ᾗ δ' οὐ φυτὸν οὐ τετελέωκεν, οὐδ' ἀποβαίνει ἐξ αὐτοῦ ἕτερον οὐθέν· οὔτε γὰρ ὡς φυτὸν ἁπλῶς οὔθ' ὡς ζῷον ἐκ συνδυασμοῦ γέγονεν.
51Aristoteles, De generatione animalium, 3, 8; 2 (auctor 384BC-322BC)
διόπερ οὐδ' ἱστορικῶς οὐδὲ ταύτῃ φαίνονται λέγοντες οἱ φάσκοντες τοὺς ἰχθῦς πάντας εἶναι θήλεις καὶ τίκτειν οὐκ ἐξ ὀχείας· τὸ γὰρ ταῦτα μὲν ἐξ ὀχείας οἴεσθαι ἐκεῖνα δὲ μὴ θαυμαστόν, εἴ τε τοῦτ' ἐλελήθει σημεῖον ἀπειρίας.
52Aristoteles, De generatione animalium, 3, 8; 3 (auctor 384BC-322BC)
γίγνεται δὲ ὁ συνδυασμὸς τούτων χρονιώτερος πάντων, ὥσπερ τῶν ἐντόμων, εὐλόγως· ἄναιμα γάρ ἐστι, διόπερ ψυχρὰ τὴν φύσιν.
53Aristoteles, De generatione animalium, 3, 8; 8 (auctor 384BC-322BC)
τὰ μὲν οὖν καραβώδη τὰ θήλεα πρὸς αὑτὰ ποιεῖται τὸν τόκον (διόπερ μείζους ἔχει τὰς πλάκας τὰ θήλεα αὐτῶν ἢ τὰ ἄρρενα, φυλακῆς χάριν τῶν ᾠῶν), τὰ δὲ μαλάκια ἔξω.
54Aristoteles, De generatione animalium, 3, 11; 7 (auctor 384BC-322BC)
διόπερ ὅσα ἄναιμα καὶ μὴ θερμὰ τὴν φύσιν οὐ γίγνεται ἐν ταῖς λίμναις οὐδὲ τῶν ἁλμυρῶν ἐν τοῖς ποτιμωτέροις ἀλλ' ἧττον, οἷον τὰ ὀστρακόδερμα καὶ τὰ μαλάκια καὶ τὰ μαλακόστρακα (πάντα γὰρ ἄναιμα καὶ ψυχρὰ ταῦτα τὴν φύσιν ἐστίν), ἐν δὲ ταῖς λιμνοθαλάτταις καὶ πρὸς ταῖς ἐκβολαῖς τῶν ποταμῶν γίγνονται· ζητοῦσι γὰρ ἅμα τήν τ' ἀλέαν καὶ τὴν τροφήν, ἡ δὲ θάλαττα ὑγρά τε καὶ σωματώδης πολλῷ μᾶλλον τοῦ ποτίμου καὶ θερμὴ τὴν φύσιν ἐστί, καὶ κεκοινώνηκε πάντων τῶν μορίων, ὑγροῦ καὶ πνεύματος καὶ γῆς, ὥστε καὶ πάντων μετέχειν τῶν καθ' ἕκαστον γιγνομένων ἐν τοῖς τόποις ζῴων.
55Aristoteles, De generatione animalium, 3, 11; 21 (auctor 384BC-322BC)
ἐπεὶ δὲ παραπλησίαν ἔχει τὴν δύναμιν ἡ τροφὴ καὶ τὸ ταύτης περίττωμα, τῶν κηριαζόντων ὁμοίαν εἰκός ἐστιν εἶναι τῇ ἐξ ἀρχῆς συστάσει οὐσίαν· διόπερ εὔλογον γίγνεσθαι καὶ ἐκ ταύτης.
56Aristoteles, De generatione animalium, 3, 11; 29 (auctor 384BC-322BC)
ἐν δὲ τῇ θαλάττῃ πολὺ τὸ γεῶδες ἔνεστιν· διόπερ ἐκ τῆς τοιαύτης συστάσεως ἡ τῶν ὀστρακοδέρμων γίγνεται φύσις, κύκλῳ μὲν τοῦ γεώδους σκληρυνομένου καὶ πηγνυμένου τὴν αὐτὴν πῆξιν τοῖς ὀστοῖς καὶ τοῖς κέρασι (πυρὶ γὰρ ἄτηκτα ταῦτ' ἐστίν), ἐντὸς δὲ περιλαμβανομένου τοῦ τὴν ζωὴν ἔχοντος σώματος.
57Aristoteles, De generatione animalium, 4, 3; 13 (auctor 384BC-322BC)
διόπερ ἀπὸ τῶν δυνάμεων ὑπάρχουσιν αἱ κινήσεις ἐν τοῖς σπέρμασι πάντων τῶν τοιούτων, δυνάμει δὲ καὶ τῶν προγόνων, μᾶλλον δὲ τοῦ ἐγγύτερον ἀεὶ τῶν καθ' ἕκαστόν τινος· λέγω δὲ καθ' ἕκαστον τὸν Κορίσκον καὶ τὸν Σωκράτην.
58Aristoteles, De generatione animalium, 4, 4; 6 (auctor 384BC-322BC)
διόπερ καὶ πολλὰ δίδυμα τίκτουσιν· συμφύεται γὰρ διὰ τὸ πλησίον ἀλλήλων εἶναι τὰ κυήματα καθάπερ ἐνίοτε πολλὰ τῶν περικαρπίων.
59Aristoteles, De generatione animalium, 4, 4; 17 (auctor 384BC-322BC)
διόπερ ἐπαλλάττει τοῦτο τὸ σύμπτωμα τοῖς τοιούτοις τὴν φύσιν.
60Aristoteles, De generatione animalium, 4, 4; 21 (auctor 384BC-322BC)
διόπερ οὔτε τὰ τοιαῦτα τέρατα λέγουσιν οὔτ' ἐν τοῖς ἄλλοις ἐν ὅσοις εἴωθέ τι γίγνεσθαι, καθάπερ ἐν τοῖς περικαρπίοις.
61Aristoteles, De generatione animalium, 4, 6; 9 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο τῶν χελιδόνων ἐάν τις ἔτι νέων ὄντων ἐκκεντήσῃ τὰ ὄμματα πάλιν ὑγιάζονται· γιγνομένων γὰρ ἀλλ' οὐ γεγενημένων φθείρονται, διόπερ φύονται καὶ βλαστάνουσιν ἐξ ἀρχῆς.
62Aristoteles, De generatione animalium, 4, 8; 6 (auctor 384BC-322BC)
διόπερ ἐξέρχεται καὶ μεταβάλλει τὴν γένεσιν ὡς ἔχον τὰ αὑτοῦ καὶ οὐκέτι λαμβάνει τὸ μὴ αὑτοῦ, ἐν ᾧ καιρῷ γίγνεται τὸ γάλα χρήσιμον.
63Aristoteles, De generatione animalium, 4, 8; 13 (auctor 384BC-322BC)
διόπερ αἵ τε φωναὶ μεταβάλλουσι καὶ τῶν ἀρρένων καὶ τῶν θηλειῶν ὅταν ἄρχωνται σπέρμα φέρειν (ἡ γὰρ ἀρχὴ τῆς φωνῆς ἐντεῦθεν· ἀλλοία δὲ γίγνεται ἀλλοίου γιγνομένου τοῦ κινοῦντος), καὶ τὰ περὶ τοὺς μαστοὺς αἴρεται καὶ τοῖς ἄρρεσιν ἐπιδήλως, μᾶλλον δὲ τοῖς θήλεσιν· διὰ γὰρ τὸ κάτω τὴν ἔκκρισιν γίγνεσθαι πολλὴν κενὸς ὁ τόπος γίγνεται ὁ τῶν μαστῶν αὐταῖς καὶ σομφός-ὁμοίως δὲ καὶ τοῖς κάτω τοὺς μαστοὺς ἔχουσιν.
64Aristoteles, De generatione animalium, 4, 10; 5 (auctor 384BC-322BC)
διόπερ ἵπποι καὶ τὰ συγγενῆ ζῷα τούτοις ἐλάττω ζῶντα χρόνον κυεῖ γε πλείω χρόνον· τῶν μὲν γὰρ ἐνιαύσιος ὁ τόκος τῶν δὲ δεκάμηνος ὁ πλεῖστος.
65Aristoteles, De generatione animalium, 5, 1; 22 (auctor 384BC-322BC)
διόπερ καὶ ἐξελθόντα τὸν πολὺν διάγει χρόνον καθεύδοντα.
66Aristoteles, De generatione animalium, 5, 1; 55 (auctor 384BC-322BC)
διόπερ οὐδ' οἱ λαμπτῆρες δύνανται φαίνειν ἐὰν ὦσιν ἐκ τοιούτου δέρματος.
67Aristoteles, De generatione animalium, 5, 3; 16 (auctor 384BC-322BC)
διόπερ ὅλως μὲν τὰ παχυδερμότερα παχυτριχώτερα τῶν ζῴων, οὐ μέντοι τὰ μάλιστα μᾶλλον διὰ τὰς εἰρημένας αἰτίας, οἷον τὸ τῶν ὑῶν γένος πρὸς τὸ τῶν βοῶν πέπονθε καὶ πρὸς ἐλέφαντα καὶ πρὸς πολλὰ τῶν ἄλλων.
68Aristoteles, De generatione animalium, 5, 4; 19 (auctor 384BC-322BC)
περίττωμα δὲ πολὺ ἐγγίγνεται ἐν τοῖς σώμασι καὶ ἐν τοῖς μορίοις· διόπερ ἡ ἐν ταῖς σαρξὶν ἀπεψία ποιεῖ τὰς πολιάς.
69Aristoteles, De generatione animalium, 5, 5; 15 (auctor 384BC-322BC)
αἴτιον δ' ὅτι λεπτότατον πάντων δέρμα ὁ ἄνθρωπος ἔχει ὡς κατὰ μέγεθος, διόπερ οὐθὲν ἰσχύει πρὸς τὴν τῶν τριχῶν μεταβολήν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τὸ δέρμα καὶ μεταβάλλει αὐτὸ τὴν χρόαν καὶ γίγνεται ὑπὸ ἡλίων καὶ πνευμάτων μελάντερον· αἱ δὲ τρίχες οὐθὲν συμμεταβάλλουσιν.
70Aristoteles, De generatione animalium, 5, 7; 22 (auctor 384BC-322BC)
προϊούσης δὲ τῆς ἡλικίας ἰσχύει μᾶλλον τοῦτο τὸ μόριον τὸ κινοῦν ἐν ἑκάστοις, ὥστε μεταβάλλουσιν εἰς τοὐναντίον, καὶ τὰ μὲν ὀξύφωνα βαρυφωνότερα γίγνεται αὐτὰ αὑτῶν, τὰ δὲ βαρύφωνα ὀξυφωνότερα· διόπερ οἱ ταῦροι ὀξυφωνότεροι τῶν μόσχων καὶ τῶν θηλειῶν βοῶν.
71Aristoteles, De generatione animalium, 5, 7; 25 (auctor 384BC-322BC)
μάλιστα δ' οἱ ταῦροι νευρώδεις, καὶ ἡ καρδία· διόπερ σύντονον ἔχουσι τοῦτο τὸ μόριον ᾧ κινοῦσι τὸ πνεῦμα ὥσπερ χορδὴν τεταμένην νευρίνην.
72Aristoteles, De generatione et corruptione, 1, 1, 10; 25 (auctor 384BC-322BC)
Διόπερ καὶ τότε ἐξ ἑνὸς ἐγεννήθησαν· οὐ γὰρ δὴ πῦρ γε καὶ γῆ καὶ ὕδωρ ὄντα ἓν ἦν τὸ πᾶν.
73Aristoteles, De incessu animalium, 2, 2; 1 (auctor 384BC-322BC)
Ἀρχὴ δὲ τῆς σκέψεως ὑποθεμένοις οἷς εἰώθαμεν χρῆσθαι πολλάκις πρὸς τὴν μέθοδον τὴν φυσικήν, λαβόντες τὰ τοῦτον ἔχοντα τὸν τρόπον ἐν πᾶσι τοῖς τῆς φύσεως ἔργοις, τούτων δ' ἓν μέν ἐστιν ὅτι ἡ φύσις οὐθὲν ποιεῖ μάτην, ἀλλ' ἀεὶ ἐκ τῶν ἐνδεχομένων τῇ οὐσίᾳ περὶ ἕκαστον γένος ζῴου τὸ ἄριστον· διόπερ εἰ βέλτιον ὡδί, οὕτως καὶ ἔχει κατὰ φύσιν.
74Aristoteles, De incessu animalium, 3, 2; 4 (auctor 384BC-322BC)
Διόπερ ἐάν τε ὑποφέρηται τοῦτο θᾶττον ἢ ὥστ' ἔχειν ἀπερείσασθαι τὸ ποιούμενον ἐπ' αὐτοῦ τὴν κίνησιν, ἐάν θ' ὅλως μηδεμίαν ἔχῃ τοῖς κινουμένοις ἀντέρεισιν, οὐθὲν ἐπ' αὐτοῦ δύναται κινεῖν ἑαυτό.
75Aristoteles, De incessu animalium, 3, 5; 9 (auctor 384BC-322BC)
Διόπερ ἀμερὲς οὐδὲν οὕτω κινηθῆναι δυνατόν· οὐ γὰρ ἔχει τήν τε τοῦ πεισομένου καὶ τὴν τοῦ ποιήσοντος ἐν αὑτῷ διάληψιν.
76Aristoteles, De incessu animalium, 8, 4; 6 (auctor 384BC-322BC)
Διόπερ οὔτε τρισὶ μὲν οὐθὲν οὔθ' ἑνὶ χρώμενον βαδίζειν οἷόν τε· τὸ μὲν γὰρ οὐθὲν ὅλως ὑπόστημα ἔχει ἐφ' ᾧ τὸ τοῦ σώματος ἕξει βάρος, τὸ δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν μόνην, ὥστ' ἀναγκαῖον αὐτὸ οὕτως ἐπιχειροῦν κινεῖσθαι πίπτειν.
77Aristoteles, De incessu animalium, 10, 4; 8 (auctor 384BC-322BC)
Διόπερ τά τε ὁλόπτερα καὶ τῶν σχιζοπτέρων οἷς τὸ ὀρροπύγιον ἀφυῶς ἔχει πρὸς τὴν εἰρημένην χρῆσιν, οἷον τοῖς τε ταῷς καὶ τοῖς ἀλεκτρυόσι καὶ ὅλως τοῖς μὴ πτητικοῖς, οὐκ εὐθυποροῦσι· τῶν μὲν γὰρ ὁλοπτέρων ἁπλῶς οὐθὲν ἔχει ὀρροπύγιον, ὥστε καθάπερ ἀπήδαλον πλοῖον φέρεται, καὶ ὅπου ἂν τύχῃ ἕκαστον αὐτῶν προσπίπτει, ὁμοίως δὲ τά τε κολεόπτερα, οἷον κάνθαροι καὶ μηλολόνθαι, καὶ τὰ ἀνέλυτρα, οἷον μέλιτται καὶ σφῆκες.
78Aristoteles, De incessu animalium, 11, 1; 2 (auctor 384BC-322BC)
Διόπερ ἄνθρωπος μόνον ὀρθὸν τῶν ζῴων ὢν τὰ σκέλη κατὰ λόγον ἔχει πρὸς τὰ ἄνω τοῦ σώματος μέγιστα τῶν ὑποπόδων καὶ ἰσχυρότατα.
79Aristoteles, De incessu animalium, 12, 7; 10 (auctor 384BC-322BC)
Διόπερ καὶ τὰ τετράποδα κάμπτουσιν εἰς τὸ πρόσθεν τὸν εἰρημένον τρόπον.
80Aristoteles, De incessu animalium, 15, 2; 4 (auctor 384BC-322BC)
Διόπερ ἀφαιρεθεισῶν τούτων οὔθ' ἑστάναι οὔτε προϊέναι δύναιτ' ἂν οὐθεὶς ὄρνις.
81Aristoteles, De iuventute et senectute De vita et morte, 5; 5 (auctor 384BC-322BC)
Διόπερ οὐ μόνον μαραίνεται τὸ ἔλαττον παρὰ τὸ πλεῖον πῦρ, ἀλλὰ καὶ αὐτὴ καθ’ αὑτὴν ἡ τοῦ λύχνου φλὸξ ἐντιθεμένη πλείονι φλογὶ κατακάεται, καθάπερ ὁτιοῦν ἄλλο τῶν καυστῶν.
82Aristoteles, De memoria et reminiscentia, 1; 23 (auctor 384BC-322BC)
Διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσιν· ῥέουσι γὰρ οἱ μὲν διὰ τὴν αὔξησιν, οἱ δὲ διὰ τὴν φθίσιν.
83Aristoteles, De motu animalium, 3; 10 (auctor 384BC-322BC)
διόπερ εἴτ' Ἄτλας εἴτε τι τοιοῦτόν ἐστιν ἕτερον τὸ κινοῦν τῶν ἐντός, οὐδὲν μᾶλλον ἀντερείδειν δεῖ τῆς μονῆς ἣν ἡ γῆ τυγχάνει μένουσα· ἢ κινηθήσεται ἡ γῆ ἀπὸ τοῦ μέσου καὶ ἐκ τοῦ αὐτῆς τόπου.
84Aristoteles, De partibus animalium, 1, 1, 15; 29 (auctor 384BC-322BC)
Διόπερ Ἐμπεδοκλῆς οὐκ ὀρθῶς εἴρηκε λέγων ὑπάρχειν πολλὰ τοῖς ζῴοις διὰ τὸ συμβῆναι οὕτως ἐν τῇ γενέσει, οἷον καὶ τὴν ῥάχιν τοιαύτην ἔχειν, ὅτι στραφέντος καταχθῆναι συνέβη, ἀγνοῶν πρῶτον μὲν ὅτι δεῖ τὸ σπέρμα τὸ συνιστὰν ὑπάρχειν τοιαύτην ἔχον δύναμιν, εἶτα ὅτι τὸ ποιῆσαν πρότερον ὑπῆρχεν οὐ μόνον τῷ λόγῳ ἀλλὰ καὶ τῷ χρόνῳ· γεννᾷ γὰρ ὁ ἄνθρωπος ἄνθρωπον, ὥστε διὰ τὸ ἐκεῖνον τοιόνδ´ εἶναι ἡ γένεσις τοιάδε συμβαίνει τῳδί.
85Aristoteles, De partibus animalium, 2, 1, 10; 17 (auctor 384BC-322BC)
Διόπερ ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκὸς καὶ τῶν ἄλλων τῶν τοιούτων συνεστήκασι τὰ ὀργανικὰ τῶν μορίων, ἀλλ´ οὐκ ἐκεῖνα ἐκ τούτων.
86Aristoteles, De partibus animalium, 2, 1, 16; 28 (auctor 384BC-322BC)
Διόπερ ἐν μὲν τοῖς ἀναίμοις ζῴοις τὸ ἀνάλογον, ἐν δὲ τοῖς ἐναίμοις ἡ καρδία τοιοῦτόν ἐστιν· διαιρεῖται μὲν γὰρ εἰς ὁμοιομερῆ καθάπερ τῶν ἄλλων σπλάγχνων ἕκαστον, διὰ δὲ τὴν τοῦ σχήματος μορφὴν ἀνομοιομερές ἐστιν.
87Aristoteles, De partibus animalium, 2, 4, 1; 2 (auctor 384BC-322BC)
Διόπερ οὐ πήγνυται τὸ τοιοῦτον αἷμα· τοῦ γὰρ αἵματος τὸ μὲν ὑδατῶδες μᾶλλον ψυχρόν ἐστι, διὸ καὶ οὐ πήγνυται, τὸ δὲ γεῶδες πήγνυται συνεξατμίζοντος τοῦ ὑγροῦ· αἱ δ´ ἶνες γῆς εἰσιν.
88Aristoteles, De partibus animalium, 2, 10, 10; 22 (auctor 384BC-322BC)
Διόπερ οὐδὲν ἐν τοῖς ἐναίμοις ἄναιμον αἰσθητικόν, οὐδ´ αὐτὸ τὸ αἷμα· οὐδὲν γὰρ τῶν ζῴων μόριον.
89Aristoteles, De partibus animalium, 2, 10, 14; 32 (auctor 384BC-322BC)
Διόπερ εἰς μέσον τῶν τριῶν αἰσθητηρίων συνήγαγεν ἡ φύσις τοὺς μυκτῆρας, οἷον ἐπὶ στάθμην θεῖσα μίαν ἐπὶ τὴν τῆς ἀναπνοῆς κίνησιν.
90Aristoteles, De partibus animalium, 2, 13, 4; 10 (auctor 384BC-322BC)
Τὸ μὲν οὖν περὶ τὴν κεφαλὴν σκληρόν ἐστιν αὐτοῖς, διόπερ οὐκ ἔχει βλέφαρον ἐκεῖθεν, τὸ δὲ κάτωθεν σαρκῶδες, ὥστ´ ἔχειν τὸ βλέφαρον λεπτότητα καὶ τάσιν.
91Aristoteles, De partibus animalium, 2, 16, 3; 6 (auctor 384BC-322BC)
Διόπερ ἀναπνέουσιν ἄραντες ἄνω διὰ τοῦ ὕδατος τὸν μυκτῆρα, ἄν ποτε ποιῶνται δι´ ὑγροῦ τὴν πορείαν· καθάπερ γὰρ εἴπομεν, μυκτήρ ἐστιν ἡ προβοσκὶς τοῖς ἐλέφασιν.
92Aristoteles, De partibus animalium, 2, 16, 11; 18 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ζῴοις πρὸς σωτηρίαν τῶν ὀδόντων ἡ τῶν χειλῶν φύσις ἐστὶ καὶ πρὸς φυλακήν, διόπερ ὡς ἐκείνων μετέχουσι τοῦ ἀκριβῶς καὶ καλῶς ἢ τοὐναντίον, οὕτω καὶ τοῦ διηρθρῶσθαι τοῦτο τὸ μόριον ἔχουσιν· οἱ δ´ ἄνθρωποι μαλακὰ καὶ σαρκώδη καὶ δυνάμενα χωρίζεσθαι, φυλακῆς τε ἕνεκα τῶν ὀδόντων ὥσπερ καὶ τὰ ἄλλα, καὶ μᾶλλον ἔτι διὰ τὸ εὖ· πρὸς γὰρ τὸ χρῆσθαι τῷ λόγῳ καὶ ταῦτα.
93Aristoteles, De partibus animalium, 3, 1, 5; 11 (auctor 384BC-322BC)
Διόπερ αἱ θήλειαι τῶν ὑῶν δάκνουσιν· οὐ γὰρ ἔχουσι χαυλιόδοντας.
94Aristoteles, De partibus animalium, 3, 4, 18; 45 (auctor 384BC-322BC)
Διόπερ ἐν οἷς ἐνδέχεται, δύ´ εἰσὶν ὑποδοχαί.
95Aristoteles, De partibus animalium, 3, 4, 18; 47 (auctor 384BC-322BC)
Ἔτι δὲ βέλτιον τρεῖς εἶναι τὰς κοιλίας, ὅπως ᾖ μία ἀρχὴ κοινή· τὸ δὲ μέσον καὶ περιττὸν ἀρχή· ὥστε μεγέθους δεῖ μείζονος αὐταῖς ἀεί, διόπερ αἱ μέγισται τρεῖς ἔχουσι μόναι.
96Aristoteles, De partibus animalium, 3, 5, 11; 23 (auctor 384BC-322BC)
Ῥεῖ δὲ μάλιστα τὸ αἷμα κατὰ τοὺς εὐρυχωρεστάτους τῶν πόρων· διόπερ ἐκ τῶν μυκτήρων καὶ τῶν οὔλων καὶ τῆς ἕδρας, ἐνίοτε δὲ καὶ ἐκ τοῦ στόματος αἱμορροΐδες ἄπονοι γίνονται, καὶ οὐχ ὥσπερ ἐκ τῆς ἀρτηρίας μετὰ βίας.
97Aristoteles, De partibus animalium, 3, 6, 2; 5 (auctor 384BC-322BC)
Διόπερ τῶν μὲν ἰχθύων οὐδεὶς ἔχει πλεύμονα, ἀλλ´ ἀντὶ τούτου βράγχια, καθάπερ εἴρηται ἐν τοῖς περὶ ἀναπνοῆς· ὕδατι γὰρ ποιεῖται τὴν κατάψυξιν, τὰ δ´ ἀναπνέοντα τῷ ἀέρι, διόπερ πάντα τὰ ἀναπνέοντα ἔχει πλεύμονα.
98Aristoteles, De partibus animalium, 3, 6, 7; 15 (auctor 384BC-322BC)
Ἔτι δ´ ὀρθοῖ τὰ σώματα μᾶλλον, διόπερ ἄνθρωπος μὲν τῶν ἄλλων ὀρθότατον, τὰ δὲ ζῳοτόκα τῶν ἄλλων τετραπόδων· οὐδὲν γὰρ ὁμοίως τρωγλοδυτεῖ τῶν ζῳοτόκων, οὔτ´ ἄπουν οὔτε πεζεῦον.
99Aristoteles, De partibus animalium, 3, 7, 2; 5 (auctor 384BC-322BC)
Διόπερ καὶ ὁ ἐγκέφαλος βούλεται διμερὴς εἶναι πᾶσι καὶ τῶν αἰσθητηρίων ἕκαστον.
100Aristoteles, De partibus animalium, 3, 7, 8; 19 (auctor 384BC-322BC)
Πάντα δὲ δεῖται τὰ ἔναιμα δυοῖν τούτοιν, διόπερ ἔχει πάντα τὰ ἔναιμα δύο τὰ σπλάγχνα ταῦτα μόνον· ὅσα δ´ ἀναπνεῖ, καὶ πλεύμονα τρίτον.
101Aristoteles, De partibus animalium, 3, 7, 9; 21 (auctor 384BC-322BC)
Διόπερ ἔν τισιν ἐκλείπει κατὰ τὸ μέγεθος, ὥσπερ τῶν τε πτερωτῶν ἐνίοις, ὅσα θερμὴν ἔχει τὴν κοιλίαν, οἷον περιστερὰ ἱέραξ ἰκτῖνος, καὶ ἐπὶ τῶν ᾠοτόκων δὲ καὶ τετραπόδων ὁμοίως (μικρὸν γὰρ πάμπαν ἔχουσιν), καὶ πολλοῖς τῶν λεπιδωτῶν· ἅπερ καὶ κύστιν οὐκ ἔχει διὰ τὸ τρέπεσθαι τὸ περίττωμα διὰ μανῶν τῶν σαρκῶν εἰς πτερὰ καὶ λεπίδας.
102Aristoteles, De partibus animalium, 3, 8, 3; 4 (auctor 384BC-322BC)
Διόπερ ὅσα πλεύμονα ἔχει τοιοῦτον ἅπαντ´ ἔχει κύστιν· ὅσα δὲ μὴ τοιοῦτον, ἀλλ´ ἢ ὀλιγόποτά ἐστι διὰ τὸ τὸν πλεύμονα ἔχειν σομφόν, ἢ ὅλως τὸ ὑγρὸν προσφέρεται οὐ ποτοῦ χάριν ἀλλὰ τροφῆς, οἷον τὰ ἔντομα καὶ οἱ ἰχθύες, ἔτι δὲ πτερωτά ἐστιν ἢ λεπιδωτὰ ἢ φολιδωτά, ταῦτα δι´ ὀλιγότητά τε τῆς τοῦ ὑγροῦ προσφορᾶς καὶ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγιγνόμενον τοῦ περιττώματος οὐδὲν ἔχει τούτων κύστιν, πλὴν αἱ χελῶναι τῶν φολιδωτῶν.
103Aristoteles, De partibus animalium, 3, 9, 4; 9 (auctor 384BC-322BC)
Ὁ δ´ ἀπὸ τῆς φλεβὸς τείνων πόρος οὐκ εἰς τὸ κοῖλον τῶν νεφρῶν κατατελευτᾷ ἀλλ´ εἰς τὸ σῶμα καταναλίσκεται τῶν νεφρῶν· διόπερ ἐν τοῖς κοίλοις αὐτῶν οὐκ ἐγγίνεται αἷμα, οὐδὲ πήγνυται τελευτώντων.
104Aristoteles, De partibus animalium, 3, 9, 7; 18 (auctor 384BC-322BC)
Διόπερ τὸ λιπαρὸν κοῦφόν ἐστι καὶ ἐπιπολάζει ἐν τοῖς ὑγροῖς.
105Aristoteles, De partibus animalium, 3, 10, 9; 28 (auctor 384BC-322BC)
Διόπερ αἱματικά, καὶ αὑτοῖς μὲν ὁμοίαν ἔχουσι τὴν τοῦ σώματος φύσιν, τοῖς δ´ ἄλλοις ἀνομοίαν.
106Aristoteles, De partibus animalium, 3, 12, 3; 6 (auctor 384BC-322BC)
Διόπερ ἔνια καὶ οὐκ ἔχει χολὴν τῶν ζῳοτόκων· τὸ γὰρ ἧπαρ συμβάλλεται πολὺ μέρος πρὸς εὐκρασίαν τοῦ σώματος καὶ ὑγίειαν· ἐν μὲν γὰρ τῷ αἵματι μάλιστα τὸ τούτων τέλος, τὸ δ´ ἧπαρ αἱματικώτατον μετὰ τὴν καρδίαν τῶν σπλάγχνων.
107Aristoteles, De partibus animalium, 3, 14, 12; 22 (auctor 384BC-322BC)
Διόπερ οὐδὲ πλατεῖς ἔχουσιν ὀδόντας, οὐδ´ ἐνδέχεται λεαίνειν· μάτην ἂν οὖν εἶχον.
108Aristoteles, De partibus animalium, 3, 14, 17; 31 (auctor 384BC-322BC)
Τοῖς μὲν γὰρ ἁπλοῦν ἐστι καὶ ὅμοιον ἀναλυόμενον, τοῖς δ´ ἀνόμοιον· ἐνίοις μὲν γὰρ εὐρύτερον τὸ πρὸς τῇ κοιλίᾳ, τὸ δὲ πρὸς τῷ τέλει στενώτερον (διόπερ αἱ κύνες μετὰ πόνου προΐενται τὴν τοιαύτην περίττωσιν), τοῖς δὲ πλείοσιν ἄνωθεν στενώτερον, πρὸς τῷ τέλει δ´ εὐρύτερον.
109Aristoteles, De partibus animalium, 3, 14, 21; 39 (auctor 384BC-322BC)
Ἡ μὲν γὰρ εὐρυχωρία ποιεῖ πλήθους ἐπιθυμίαν, ἡ δ´ εὐθύτης ταχυτῆτα ἐπιθυμίας· διόπερ ὅσα τῶν ζῴων ἢ ἁπλᾶς ἔχει ἢ εὐρυχώρους τὰς ὑποδοχάς, τὰ μὲν εἰς πλῆθος γαστρίμαργα τὰ δ´ εἰς τάχος ἐστίν.
110Aristoteles, De partibus animalium, 4, 1, 3; 5 (auctor 384BC-322BC)
Καὶ ἐπιλευκαίνει δὲ τὸ περίττωμα πᾶσι καὶ τούτοις, ὥσπερ καὶ τοῖς ὄρνισιν· διόπερ ἐν τοῖς ἔχουσι κύστιν ἐξελθόντος τοῦ περιττώματος ὑφίσταται ἁλμυρὶς γεώδης ἐν τοῖς ἀγγείοις· τὸ γὰρ γλυκὺ καὶ πότιμον ἀναλίσκεται διὰ κουφότητα εἰς τὰς σάρκας.
111Aristoteles, De partibus animalium, 4, 2, 2; 3 (auctor 384BC-322BC)
Διόπερ οἱ λέγοντες τὴν φύσιν τῆς χολῆς αἰσθήσεώς τινος εἶναι χάριν, οὐ καλῶς λέγουσι.
112Aristoteles, De partibus animalium, 4, 2, 8; 26 (auctor 384BC-322BC)
Τῇ μὲν γὰρ καρδίᾳ τοιοῦτον οὐδένα πλησιάζειν οἷόν τε χυμόν (οὐδὲν γὰρ δέχεται βίαιον πάθος), τῶν δ´ ἄλλων οὐδὲν σπλάγχνων ἀναγκαῖόν ἐστι τοῖς ζῴοις, τὸ δ´ ἧπαρ μόνον· διόπερ καὶ τοῦτο συμβαίνει περὶ αὐτὸ μόνον.
113Aristoteles, De partibus animalium, 4, 4, 3; 5 (auctor 384BC-322BC)
Τὰ μὲν οὖν φυτὰ τὰς ῥίζας ἔχει εἰς τὴν γῆν (ἐκεῖθεν γὰρ λαμβάνει τὴν τροφήν), τοῖς δὲ ζῴοις ἡ κοιλία καὶ ἡ τῶν ἐντέρων δύναμις γῆ ἐστιν, ἐξ ἧς δεῖ λαμβάνειν τὴν τροφήν· διόπερ ἡ τοῦ μεσεντερίου φύσις ἐστίν, οἷον ῥίζας ἔχουσα τὰς δι´ αὐτῆς φλέβας.
114Aristoteles, De partibus animalium, 4, 5, 7; 16 (auctor 384BC-322BC)
Ταῦτα δ´ ἔχει τὰ μόρια τοῦτον τὸν τρόπον διὰ τὴν αὐτὴν αἰτίαν ὥσπερ καὶ οἱ ὄρνιθες· οὐδὲ γὰρ τούτων οὐδὲν ἐνδέχεται λεαίνειν τὴν τροφήν, διόπερ ὁ πρόλοβός ἐστι πρὸ τῆς κοιλίας.
115Aristoteles, De partibus animalium, 4, 5, 25; 79 (auctor 384BC-322BC)
Διότι μὲν οὖν περιττὰ καὶ τοσαῦτα τὸν ἀριθμὸν ἔχει ὁ ἐχῖνος τὰ ᾠά, εἴρηται· διότι δὲ οἱ μὲν πάμπαν μικρὰ οἱ δὲ μεγάλα, αἴτιον τὸ θερμοτέρους εἶναι τὴν φύσιν τούτους· πέττειν γὰρ τὸ θερμὸν δύναται τὴν τροφὴν μᾶλλον, διόπερ περιττώματος πλήρεις οἱ ἄβρωτοι μᾶλλον.
116Aristoteles, De partibus animalium, 4, 5, 35; 106 (auctor 384BC-322BC)
Τοῦτο δὲ τοῖς μὲν πολλοῖς ἐστιν ἕν, τοῖς δὲ πλείω, καθάπερ τοῖς ἰουλώδεσι καὶ μακροῖς· διόπερ διατεμνόμενα ζῇ.
117Aristoteles, De partibus animalium, 4, 6, 2; 10 (auctor 384BC-322BC)
Ἑδραίων γὰρ ὄντων εὐδιάφθορα μᾶλλόν ἐστι τῶν εὐκινήτων, διόπερ ἔχει φραγμὸν πρὸ αὐτῶν.
118Aristoteles, De partibus animalium, 4, 9, 9; 23 (auctor 384BC-322BC)
Διόπερ τοῖς μὲν οὐ μόνον πρὸς τὸ νεῖν χρήσιμοι οἱ πόδες ἀλλὰ καὶ πρὸς τὸ βαδίζειν, ταῖς δ´ ἄχρηστοι· μικροὶ γάρ, τὸ δὲ κύτος μέγα ἔχουσιν.
119Aristoteles, De partibus animalium, 4, 10, 33; 84 (auctor 384BC-322BC)
Συνέστηκε δὲ τὴν φύσιν ἐκ τοιούτων τὸ μόριον τοῦτο ὥστε δύνασθαι ταῦτ´ ἀμφότερα συμβαίνειν· τὸ μὲν γὰρ ἔχει νευρῶδες τὸ δὲ χονδρῶδες, διόπερ συνιέναι τε δύναται καὶ ἔκτασιν ἔχειν καὶ πνεύματός ἐστι δεκτικόν.
120Aristoteles, De partibus animalium, 4, 10, 36; 91 (auctor 384BC-322BC)
Ἵν´ οὖν φέρῃ ῥᾳδίως τἄνω κοῦφα ὄντα, ἀφελοῦσα τὸ σωματῶδες ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω τὸ βάρος ἡ φύσις προσέθηκεν· διόπερ τὰ ἰσχία σαρκώδη ἐποίησε καὶ μηροὺς καὶ γαστροκνημίας.
121Aristoteles, De partibus animalium, 4, 10, 37; 93 (auctor 384BC-322BC)
Ὁ μὲν οὖν ἄνθρωπος ἰσχία τ´ ἔχει τὰ σκέλη σαρκώδη διὰ τὴν εἰρημένην αἰτίαν, καὶ διὰ ταῦτα ἄκερκον (ἥ τε γὰρ ἐκεῖ τροφὴ πορευομένη εἰς ταῦτα ἀναλίσκεται, καὶ διὰ τὸ ἔχειν ἰσχία ἀφῄρηται ἡ τῆς οὐρᾶς ἀναγκαία χρῆσις), τὰ δὲ τετράποδα καὶ τἆλλα ζῷα ἐξ ἐναντίας· νανώδεσι γὰρ οὖσι πρὸς τὸ ἄνω τὸ βάρος καὶ τὸ σωματῶδες ἐπίκειται πᾶν, ἀφῃρημένον ἀπὸ τῶν κάτωθεν· διόπερ ἀνίσχια καὶ σκληρὰ τὰ σκέλη ἔχουσιν.
122Aristoteles, De partibus animalium, 4, 11, 8; 23 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἔχουσι γομφίους χρήσιμος ἡ εἰς τὸ πλάγιον κίνησις, τοῖς δὲ μὴ ἔχουσιν οὐδὲν χρήσιμος, διόπερ ἀφῄρηται πάντων τῶν τοιούτων· οὐδὲν γὰρ ποιεῖ περίεργον ἡ φύσις.
123Aristoteles, De partibus animalium, 4, 12, 4; 14 (auctor 384BC-322BC)
Διόπερ οὐδὲν τῶν γαμψωνύχων μακρὸν ἔχει τὸν αὐχένα.
124Aristoteles, De partibus animalium, 4, 12, 7; 23 (auctor 384BC-322BC)
Ἀπηρτημένας γὰρ ἀπὸ τῶν βραχιόνων καὶ τῶν σκελῶν τῶν προσθίων ἔχουσι τὰς πτέρυγας, ἴδιόν τι μόριον· διόπερ ἀντὶ ὠμοπλάτης τὰ τελευταῖα ἐπὶ τοῦ νώτου τῶν πτερύγων ἔχουσιν.
125Aristoteles, De sensu et sensibilibus, 1; 19 (auctor 384BC-322BC)
Διόπερ φρονιμώτεροι τῶν ἐκ γενετῆς ἐστερημένων εἰσὶν ἑκατέρας τῆς αἰσθήσεως οἱ τυφλοὶ τῶν ἐνεῶν καὶ κωφῶν.
126Aristoteles, De sensu et sensibilibus, 1; 39 (auctor 384BC-322BC)
Ἀλλ’ εὐφυλακτότερον καὶ εὐπιλητότερον τὸ ὕδωρ τοῦ ἀέρος· διόπερ ἡ κόρη καὶ τὸ ὄμμα ὕδατός ἐστιν.
127Aristoteles, De sensu et sensibilibus, 1; 52 (auctor 384BC-322BC)
Οὐ γὰρ ἐπὶ τοῦ ἐσχάτου ὄμματος ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ αἰσθητήριόν ἐστιν, ἀλλὰ δῆλον ὅτι ἐντός· διόπερ ἀνάγκη διαφανὲς εἶναι καὶ δεκτικὸν φωτὸς τὸ ἐντὸς τοῦ ὄμματος.
128Aristoteles, De sensu et sensibilibus, 1; 191 (auctor 384BC-322BC)
Τοῦτο δ’ ἀδύνατον· τοῦ γὰρ ὀσφραντοῦ ὄσφρησις, ἐκεῖνα δὲ τούτου αἰσθάνονται, ἀλλ’ οὐ τὸν αὐτὸν ἴσως τρόπον, ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ τὸ ἐπικείμενον ὥσπερ πῶμά τι (διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα), τοῖς δὲ μὴ ἀναπνέουσιν ἀφῄρηται τοῦτο, καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζῴων, ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾶν, τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος, ἀλλ’ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὁρᾶν αὐτῷ εὐθύς.
129Aristoteles, De sophisticis elenchis, 5; 17 (auctor 384BC-322BC)
Ἣ εἰ τοῦ αὐτοῦ καί κατά ταὐτό καί ὡσαύτως, ἀλλ᾿ οὐχ ἅμα· διόπερ ἐστί φαινόμενος ἔλεγχος.
130Aristoteles, De sophisticis elenchis, 11; 33 (auctor 384BC-322BC)
Διόπερ ὁ ἐριστικός οὐκ ἔστιν οὕτως ἔχων πάντῃ ὡς ὁ ψευδογράφος· οὐ γάρ ἔσται παραλογιστικός ἐξ ὡρισμένου τινός γένους ἀρχῶν, ἀλλά περί πᾶν γένος ἔσται ὁ ἐριστικός.
131Aristoteles, De sophisticis elenchis, 14; 12 (auctor 384BC-322BC)
Διόπερ καί ἐπί τῶν τοιούτων ὡσαύτως τό ἔστι καί τό εἶναι διοίσει.
132Aristoteles, De sophisticis elenchis, 33; 13 (auctor 384BC-322BC)
Διόπερ ἐν τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποιοῦσιν.
133Aristoteles, De sophisticis elenchis, 33; 15 (auctor 384BC-322BC)
Εἷς γάρ ὢν ὁ λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τούς συλλογισμούς· ἀεί γάρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει ἢ κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον.
134Aristoteles, De sophisticis elenchis, 33; 34 (auctor 384BC-322BC)
Οἱ μέν γάρ τάς ἀρχάς εὑρόντες παντελῶς ἐπί μικρόν τι προήγαγον· οἱ δέ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρά πολλῶν οἷον ἐκ διαδοχῆς κατά μέρος προαγαγόντων οὕτως ηὐξήκασι, Τισίας μέν μετά τούς πρώτους, Θρασύμαχος δέ μετά Τισίαν, Θεόδωρος δέ μετά τοῦτον, καί πολλοί πολλά συνενηνόχασι μέρη· διόπερ οὐδέν θαυμαστόν ἔχειν τι πλῆθος τήν τέχνην.
135Aristoteles, De sophisticis elenchis, 33; 38 (auctor 384BC-322BC)
Διόπερ ταχεῖα μέν ἄτεχνος δ᾿ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρ᾿ αὐτῶν· οὐ γάρ τέχνην ἀλλά τά ἀπό τῆς τέχνης διδόντες παιδεύειν ὑπελάμβανον, ὥσπερ ἂν εἴ τις ἐπιστήμην φάσκων παραδώσειν ἐπί τό μηδέν πονεῖν τούς πόδας, εἶτα σκυτοτομικήν μέν μή διδάσκοι, μηδ᾿ ὅθεν δυνήσεται πορίζεσθαι τά τοιαῦτα, δοίη δέ πολλά γένη παντοδαπῶν ὑποδημάτων· οὗτος γάρ βεβοήθηκε μέν πρός τήν χρείαν, τέχνην δ᾿ οὐ παρέδωκεν.
136Aristoteles, Ethica Eudemia, 1; 22 (auctor 384BC-322BC)
διόπερ ἕτεροσ ἕτερον τὸν εὐδαίμονα προσαγορεύει, καθάπερ ἐλέχθη καὶ πρότερον.
137Aristoteles, Ethica Eudemia, 1; 44 (auctor 384BC-322BC)
διόπερ ἐζήτει τί ἐστιν ἀρετή, ἀλλ' οὐ πῶς γίνεται καὶ ἐκ τίνων.
138Aristoteles, Ethica Eudemia, 1; 51 (auctor 384BC-322BC)
διόπερ καὶ τῶν πολιτικῶν οὐ χρὴ νομίζειν περίεργον εἶναι τὴν τοιαύτην θεωρίαν, δι' ἧς οὐ μόνον τὸ τί φανερόν, ἀλλὰ καὶ τὸ διὰ τί.
139Aristoteles, Ethica Eudemia, 3; 53 (auctor 384BC-322BC)
διόπερ οὔτ' εἴ τις ὑπομένοι τὰ φοβερὰ δι' ἄγνοιαν, ἀνδρεῖος, οἷον εἴ τις τοὺς κεραυνοὺς ὑπομένοι φερομένους διὰ μανίαν, οὔτ' εἰ γιγνώσκων ὅσος ὁ κίνδυνος, διὰ θυμόν, οἷον οἱ Κελτοὶ πρὸς τὰ κύματα ὅπλα ἀπαντῶσι λαβόντες, καὶ ὅλως ἡ βαρβαρικὴ ἀνδρεία μετὰ θυμοῦ ἐστίν.
140Aristoteles, Ethica Nicomachea, 1, 4; 3 (auctor 384BC-322BC)
οἱ δὴ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἔλεγον, διόπερ οὐδὲ τῶν ἀριθμῶν ἰδέαν κατεσκεύαζον· τὸ δ' ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί ἐστι καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι, τὸ δὲ καθ' αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι (παραφυάδι γὰρ τοῦτ' ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος) · ὥστ' οὐκ ἂν εἴη κοινή τις ἐπὶ τούτοις ἰδέα.
141Aristoteles, Ethica Nicomachea, 2, 1; 1 (auctor 384BC-322BC)
διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, ἡ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δ' ἠθικὴ ἐξ ἔθους περιγίνεται, ὅθεν καὶ τοὔνομα ἔσχηκε μικρὸν παρεκκλῖνον ἀπὸ τοῦ ἔθους.
142Aristoteles, Ethica Nicomachea, 2, 7; 6 (auctor 384BC-322BC)
ἐλλείποντες δὲ περὶ τὰς ἡδονὰς οὐ πάνυ γίνονται· διόπερ οὐδ' ὀνόματος τετυχήκασιν οὐδ' οἱ τοιοῦτοι, ἔστωσαν δὲ ἀναίσθητοι.
143Aristoteles, Ethica Nicomachea, 2, 9; 3 (auctor 384BC-322BC)
ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλου τὸ μέσον οὐ παντὸς ἀλλὰ τοῦ εἰδότος· οὕτω δὲ καὶ τὸ μὲν ὀργισθῆναι παντὸς καὶ ῥᾴδιον, καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι· τὸ δ' ᾧ καὶ ὅσον καὶ ὅτε καὶ οὗ ἕνεκα καὶ ὥς, οὐκέτι παντὸς οὐδὲ ῥᾴδιον· διόπερ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ καλόν.
144Aristoteles, Ethica Nicomachea, 4, 3; 14 (auctor 384BC-322BC)
διόπερ οὐδ' ἐλευθέριοι αἱ δόσεις αὐτῶν εἰσίν· οὐ γὰρ καλαί, οὐδὲ τούτου ἕνεκα, οὐδὲ ὡς δεῖ· ἀλλ' ἐνίοτε οὓς δεῖ πένεσθαι, τούτους πλουσίους ποιοῦσι, καὶ τοῖς μὲν μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν, τοῖς δὲ κόλαξιν ἤ τιν' ἄλλην ἡδονὴν πορίζουσι πολλά.
145Aristoteles, Ethica Nicomachea, 4, 8; 15 (auctor 384BC-322BC)
οὐδ' ἀνθρωπολόγος· οὔτε γὰρ περὶ αὑτοῦ ἐρεῖ οὔτε περὶ ἑτέρου· οὔτε γὰρ ἵνα ἐπαινῆται μέλει αὐτῷ οὔθ' ὅπως οἱ ἄλλοι ψέγωνται· οὐδ' αὖ ἐπαινετικός ἐστιν· διόπερ οὐδὲ κακολόγος, οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι' ὕβριν.
146Aristoteles, Ethica Nicomachea, 6, 13; 24 (auctor 384BC-322BC)
διόπερ τινές φασι πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι, καὶ Σωκράτης τῇ μὲν ὀρθῶς ἐζήτει τῇ δ' ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι πάσας τὰς ἀρετάς, ἡμάρτανεν, ὅτι δ' οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγεν.
147Aristoteles, Ethica Nicomachea, 8, 3; 15 (auctor 384BC-322BC)
καὶ ἐρωτικοὶ δ' οἱ νέοι· κατὰ πάθος γὰρ καὶ δι' ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς· διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες.
148Aristoteles, Ethica Nicomachea, 8, 12; 21 (auctor 384BC-322BC)
τιμοκρατικῇ δ' ἔοικεν ἡ τῶν ἀδελφῶν· ἴσοι γάρ, πλὴν ἐφ' ὅσον ταῖς ἡλικίαις διαλλάττουσιν· διόπερ ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φιλία.
149Aristoteles, Ethica Nicomachea, 8, 15; 10 (auctor 384BC-322BC)
δῆλον δ' ἐν ταύτῃ τὸ ὀφείλημα κοὐκ ἀμφίλογον, φιλικὸν δὲ τὴν ἀναβολὴν ἔχει· διόπερ ἐνίοις οὐκ εἰσὶ τούτων δίκαι, ἀλλ' οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλάξαντας.
150Aristoteles, Ethica Nicomachea, 9, 6; 2 (auctor 384BC-322BC)
διόπερ οὐκ ἔστιν ὁμοδοξία· τοῦτο μὲν γὰρ καὶ ἀγνοοῦσιν ἀλλήλους ὑπάρξειεν ἄν· οὐδὲ τοὺς περὶ ὁτουοῦν ὁμογνωμονοῦντας ὁμονοεῖν φασίν, οἷον τοὺς περὶ τῶν οὐρανίων (οὐ γὰρ φιλικὸν τὸ περὶ τούτων ὁμονοεῖν) , ἀλλὰ τὰς πόλεις ὁμονοεῖν φασίν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ ταὐτὰ προαιρῶνται καὶ πράττωσι τὰ κοινῇ δόξαντα.
151Aristoteles, Ethica Nicomachea, 9, 9; 19 (auctor 384BC-322BC)
τὸ δὲ ζῆν τῶν καθ' αὑτὸ ἀγαθῶν καὶ ἡδέων· ὡρισμένον γάρ, τὸ δ' ὡρισμένον τῆς τἀγαθοῦ φύσεως· τὸ δὲ τῇ φύσει ἀγαθὸν καὶ τῷ ἐπιεικεῖ· διόπερ ἔοικε πᾶσιν ἡδὺ εἶναι· οὐ δεῖ δὲ λαμβάνειν μοχθηρὰν ζωὴν καὶ διεφθαρμένην, οὐδ' ἐν λύπαις· ἀόριστος γὰρ ἡ τοιαύτη, καθάπερ τὰ ὑπάρχοντα αὐτῇ.
152Aristoteles, Ethica Nicomachea, 9, 10; 10 (auctor 384BC-322BC)
διόπερ οὐδ' ἐρᾶν πλειόνων· ὑπερβολὴ γάρ τις εἶναι βούλεται φιλίας, τοῦτο δὲ πρὸς ἕνα· καὶ τὸ σφόδρα δὴ πρὸς ὀλίγους.
153Aristoteles, Ethica Nicomachea, 9, 11; 9 (auctor 384BC-322BC)
διόπερ οἱ μὲν ἀνδρώδεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖν τοὺς φίλους αὑτοῖς, κἂν μὴ ὑπερτείνῃ τῇ ἀλυπίᾳ, τὴν ἐκείνοις γινομένην λύπην οὐχ ὑπομένει, ὅλως τε συνθρήνους οὐ προσίεται διὰ τὸ μηδ' αὐτὸς εἶναι θρηνητικός· γύναια δὲ καὶ οἱ τοιοῦτοι ἄνδρες τοῖς συστένουσι χαίρουσι, καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας.
154Aristoteles, Ethica Nicomachea, 9, 12; 2 (auctor 384BC-322BC)
καὶ ὅ ποτ' ἐστὶν ἑκάστοις τὸ εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν, ἐν τούτῳ μετὰ τῶν φίλων βούλονται διάγειν· διόπερ οἳ μὲν συμπίνουσιν, οἳ δὲ συγκυβεύουσιν, ἄλλοι δὲ συγγυμνάζονται καὶ συγκυνηγοῦσιν ἢ συμφιλοσοφοῦσιν, ἕκαστοι ἐν τούτῳ συνημερεύοντες ὅ τι περ μάλιστ' ἀγαπῶσι τῶν ἐν τῷ βίῳ· συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων, ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν οἷς οἴονται συζῆν.
155Aristoteles, Ethica Nicomachea, 10, 3; 4 (auctor 384BC-322BC)
διόπερ οὐδὲ κίνησίς ἐστιν.
156Aristoteles, Ethica Nicomachea, 10, 10; 10 (auctor 384BC-322BC)
διόπερ οἴονταί τινες τοὺς νομοθετοῦντας δεῖν μὲν παρακαλεῖν ἐπὶ τὴν ἀρετὴν καὶ προτρέπεσθαι τοῦ καλοῦ χάριν, ὡς ἐπακουσομένων τῶν ἐπιεικῶς τοῖς ἔθεσι προηγμένων, ἀπειθοῦσι δὲ καὶ ἀφυεστέροις οὖσι κολάσεις τε καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ' ἀνιάτους ὅλως ἐξορίζειν· τὸν μὲν γὰρ ἐπιεικῆ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον λύπῃ κολάζεσθαι ὥσπερ ὑποζύγιον.
157Aristoteles, Historia animalium, 3, III 1; 37 (auctor 384BC-322BC)
Τῶν δ’ ᾠοτοκούντων εἰς τοὐμφανές οὐχ ὁμοίως ἁπάντων ἔχουσιν, ἀλλ’ αἱ μέν τῶν ὀρνίθων πρός τῷ ὑποζώματι, αἱ δέ τῶν ἰχθύων κάτω, καθάπερ αἱ τῶν ζῳοτοκούντων διπόδων καί τετραπόδων, πλήν λεπταί καί ὑμενώδεις καί μακραί, ὥστ’ ἐν τοῖς σφόδρα μικροῖς τῶν ἰχθύων δοκεῖν ἑκατέραν ᾠόν εἶναι ἕν, ὡς δύο ἐχόντων ᾠά τῶν ἰχθύων τούτων, ὅσων λέγεται τό ᾠόν εἶναι ψαθυρόν· ἔστι γάρ οὐχ ἓν ἀλλά πολλά, διόπερ διαχεῖται εἰς πολλά.
158Aristoteles, Historia animalium, 3, III 9; 7 (auctor 384BC-322BC)
Διόπερ τῶν μελάνων ἀνθρώπων, ὥσπερ Αἰθιόπων καί τῶν τοιούτων, οἱ μέν ὀδόντες λευκοί καί τά ὀστᾶ, οἱ δ’ ὄνυχες μέλανες, ὥσ περ καί τό πᾶν δέρμα.
159Aristoteles, Historia animalium, 3, III 20; 4 (auctor 384BC-322BC)
Οὐ πάντα δ’ ἔχει τά ὀστᾶ μυελόν, ἀλλά τά κοῖλα, καί τούτων ἐνίοις οὐκ ἔνεστιν· τά γάρ τοῦ λέοντος ὀστᾶ τά μέν οὐκ ἔχει, τά δ’ ἔχει πάμπαν μικρόν, διόπερ ἔνιοι οὔ φασιν ὅλως ἔχειν μυελόν τούς λέοντας, ὥσπερ εἴρηται πρότερον.
160Aristoteles, Historia animalium, 5, V 5; 16 (auctor 384BC-322BC)
Ἡ δέ τῶν ᾠοτόκων ἰχθύων ὀχεία ἧττον γίνεται κατάδηλος· διόπερ οἱ πλεῖστοι νομίζουσι πληροῦσθαι τά θήλεα τῶν ἀρρένων ἀνακάπτοντα τόν θορόν.
161Aristoteles, Historia animalium, 6, VI 8; 3 (auctor 384BC-322BC)
Πρός δέ τόποις ἑλώδεσί τε καί πόαν ἔχουσι πάντων τῶν λιμναίων ὀρνίθων αἱ νεοττιαί γίνονται· διόπερ καί ἡσυχίαν ἔχοντες ἐπί τῶν ᾠῶν δύνανται τροφήν αὑτοῖς πορίζεσθαι καί μή παντάπασιν ἄσιτοι εἶναι.
162Aristoteles, Historia animalium, 8, VIII 1; 15 (auctor 384BC-322BC)
Διόπερ αἱ μέν τοιαῦται πράξεις κοιναί πάντων εἰσί· προσούσης δ’ αἰσθήσεως ἤδη, περί τε τήν ὀχείαν διά τήν ἡδονήν διαφέρουσιν αὐτῶν οἱ βίοι, καί περί τούς τόκους καί τάς ἐκτροφάς τῶν τέκνων.
163Aristoteles, Historia animalium, 8, VIII 2; 65 (auctor 384BC-322BC)
Διόπερ ὅταν θηρεύωσι, ταράττουσι τό ὕδωρ· καί ἐν τῷ Στρυμόνι δέ περί Πλειάδας ἁλίσκονται· τότε γάρ ἀναθολοῦται τό ὕδωρ καί ὁ πηλός ὑπό πνευμάτων γινομένων ἐναντίων· εἰ δέ μή, συμφέρει ἡσυχίαν ἔχειν.
164Aristoteles, Historia animalium, 8, VIII 5; 12 (auctor 384BC-322BC)
Προΐεται δέ καί τήν φῦσαν σφόδρα δριμεῖαν καί τό οὖρον ἔχον ὀσμήν, διόπερ οἱ κύνες ὀσφραίνονται τῶν δένδρων· οὐρεῖ γάρ αἴρων τό σκέλος ὥσπερ οἱ κύνες.
165Aristoteles, Historia animalium, 9, IX 1; 11 (auctor 384BC-322BC)
Διόπερ γυνή ἀνδρός ἐλεημονέστερον καί ἀρίδακρυ μᾶλλον, ἔτι δέ φθονερώτερον καί μεμψιμοιρότερον, καί φιλολοίδορον τό θῆλυ τοῦ ἄρρενος καί δύσελπι, καί ἀναιδέστερον καί ψευδέστερον, εὐαπαητότερον δέ καί μνημονικώτερον, ἔτι δέ ἀγρυπνότερον καί ὀκνηρότερον καί ὅλως ἀκινητότερον τό θῆλυ τοῦ ἄρρενος, καί τροφῆς ἐλάττονός ἐστιν.
166Aristoteles, Historia animalium, 9, IX 32; 28 (auctor 384BC-322BC)
Ὑψοῦ δέ πέτεται, ὅπως ἐπί πλεῖστον τόπον καθορᾷ· διόπερ θεῖον οἱ ἄνθρωποί φασιν εἶναι μόνον τῶν ὀρνέων.
167Aristoteles, Historia animalium, 9, IX 40; 68 (auctor 384BC-322BC)
Θηρεύουσι δέ καί οἱ τελματιαῖοι βάτραχοι πρός τό ὕδωρ αὐτάς ἀπαντώσας· διόπερ καί τούτους οἱ μελισσεῖς ἐκ τῶν τελμάτων, ἀφ’ ὧν ὑδρεύονται αἱ μέλιτται, θηρεύουσι, καί τάς σφηκίας καί τάς χελιδόνας τάς πλησίον τῶν σμηνῶν ἐξαιροῦσι, καί τάς τῶν μερόπων νεοττιάς.
168Aristoteles, Magna moralia, 2, 7, 2; 3 (auctor 384BC-322BC)
Διόπερ λεκτέον ὑπὲρ ἡδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς.
169Aristoteles, Metaphysica, 1, 8; 6 (auctor 384BC-322BC)
τῇ μὲν γὰρ ἂν δόξειε στοιχειωδέστατον εἶναι πάντων ἐξ οὗ γίγνονται συγκρίσει πρώτου, τοιοῦτον δὲ τὸ μικρομερέστατον καὶ λεπτότατον ἂν εἴη τῶν σωμάτων (διόπερ ὅσοι πῦρ ἀρχὴν τιθέασι, μάλιστα ὁμολογουμένως ἂν τῷ λόγῳ τούτῳ λέγοιεν· τοιοῦτον δὲ καὶ τῶν ἄλλων ἕκαστος ὁμολογεῖ τὸ στοιχεῖον εἶναι τὸ τῶν σωμάτων· οὐθεὶς γοῦν ἠξίωσε τῶν ἓν λεγόντων γῆν εἶναι στοιχεῖον, δηλονότι διὰ τὴν μεγαλομέρειαν, τῶν δὲ τριῶν ἕκαστον στοιχείων εἴληφέ τινα κριτήν, οἱ μὲν γὰρ πῦρ οἱ δ' ὕδωρ οἱ δ' ἀέρα τοῦτ' εἶναί φασιν· καίτοι διὰ τί ποτ' οὐ καὶ τὴν γῆν λέγουσιν, ὥσπερ οἱ πολλοὶ τῶν ἀνθρώπων· πάντα γὰρ εἶναί φασι γῆν, φησὶ δὲ καὶ Ἡσίοδος τὴν γῆν πρώτην γενέσθαι τῶν σωμάτων· οὕτως ἀρχαίαν καὶ δημοτικὴν συμβέβηκεν εἶναι τὴν ὑπόληψιν) · κατὰ μὲν οὖν τοῦτον τὸν λόγον οὔτ' εἴ τις τούτων τι λέγει πλὴν πυρός, οὔτ' εἴ τις ἀέρος μὲν πυκνότερον τοῦτο τίθησιν ὕδατος δὲ λεπτότερον, οὐκ ὀρθῶς ἂν λέγοι· εἰ δ' ἔστι τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον, τὸ δὲ πεπεμμένον καὶ συγκεκριμένον ὕστερον τῇ γενέσει, τοὐναντίον ἂν εἴη τούτων, ὕδωρ μὲν ἀέρος πρότερον γῆ δὲ ὕδατος.
170Aristoteles, Metaphysica, 2, 2; 8 (auctor 384BC-322BC)
ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ· ἀεί τε γὰρ ἔστιν ὁ ἔμπροσθεν μᾶλλον, ὁ δ' ὕστερος οὐκ ἔστιν, οὗ δὲ τὸ πρῶτον μὴ ἔστιν, οὐδὲ τὸ ἐχόμενον· ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτως λέγοντες, οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν· καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν, τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν· οὐ γὰρ ὅμοιον ἐπὶ τῆς γραμμῆς, ἣ κατὰ τὰς διαιρέσεις μὲν οὐχ ἵσταται, νοῆσαι δ' οὐκ ἔστι μὴ στήσαντα (διόπερ οὐκ ἀριθμήσει τὰς τομὰς ὁ τὴν ἄπειρον διεξιών) , ἀλλὰ καὶ τὴν ὅλην οὐ κινουμένῳ νοεῖν ἀνάγκη.
171Aristoteles, Metaphysica, 2, 3; 7 (auctor 384BC-322BC)
διόπερ οὐ φυσικὸς ὁ τρόπος· ἅπασα γὰρ ἴσως ἡ φύσις ἔχει ὕλην.
172Aristoteles, Metaphysica, 3, 5; 4 (auctor 384BC-322BC)
διόπερ οἱ μὲν πολλοὶ καὶ οἱ πρότερον τὴν οὐσίαν καὶ τὸ ὂν ᾤοντο τὸ σῶμα εἶναι τὰ δὲ ἄλλα τούτου πάθη, ὥστε καὶ τὰς ἀρχὰς τὰς τῶν σωμάτων τῶν ὄντων εἶναι ἀρχάς· οἱ δ' ὕστεροι καὶ σοφώτεροι τούτων εἶναι δόξαντες ἀριθμούς.
173Aristoteles, Metaphysica, 4, 3; 4 (auctor 384BC-322BC)
διόπερ οὐθεὶς τῶν κατὰ μέρος ἐπισκοπούντων ἐγχειρεῖ λέγειν τι περὶ αὐτῶν, εἰ ἀληθῆ ἢ μή, οὔτε γεωμέτρης οὔτ' ἀριθμητικός, ἀλλὰ τῶν φυσικῶν ἔνιοι, εἰκότως τοῦτο δρῶντες· μόνοι γὰρ ᾤοντο περί τε τῆς ὅλης φύσεως σκοπεῖν καὶ περὶ τοῦ ὄντος.
174Aristoteles, Metaphysica, 6, 1; 3 (auctor 384BC-322BC)
ἀλλὰ πᾶσαι αὗται περὶ ὄν τι καὶ γένος τι περιγραψάμεναι περὶ τούτου πραγματεύονται, ἀλλ' οὐχὶ περὶ ὄντος ἁπλῶς οὐδὲ ᾗ ὄν, οὐδὲ τοῦ τί ἐστιν οὐθένα λόγον ποιοῦνται, ἀλλ' ἐκ τούτου, αἱ μὲν αἰσθήσει ποιήσασαι αὐτὸ δῆλον αἱ δ' ὑπόθεσιν λαβοῦσαι τὸ τί ἐστιν, οὕτω τὰ καθ' αὑτὰ ὑπάρχοντα τῷ γένει περὶ ὅ εἰσιν ἀποδεικνύουσιν ἢ ἀναγκαιότερον ἢ μαλακώτερον· διόπερ φανερὸν ὅτι οὐκ ἔστιν ἀπόδειξις οὐσίας οὐδὲ τοῦ τί ἐστιν ἐκ τῆς τοιαύτης ἐπαγωγῆς, ἀλλά τις ἄλλος τρόπος τῆς δηλώσεως.
175Aristoteles, Metaphysica, 7, 10; 10 (auctor 384BC-322BC)
καὶ γὰρ ἡ γραμμὴ οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση φθείρεται, ἢ ὁ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων οὕτως ὡς ὄντων τῆς οὐσίας μερῶν, ἀλλ' ὡς ἐξ ὕλης, καὶ τοῦ μὲν συνόλου μέρη, τοῦ εἴδους δὲ καὶ οὗ ὁ λόγος οὐκέτι· διόπερ οὐδ' ἐν τοῖς λόγοις.
176Aristoteles, Metaphysica, 10, 1; 27 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν τὸ ἑνὶ εἶναι μάλιστά ἐστι κατὰ τὸ ὄνομα ἀφορίζοντι μέτρον τι, καὶ κυριώτατα τοῦ ποσοῦ, εἶτα τοῦ ποιοῦ, φανερόν· ἔσται δὲ τοιοῦτον τὸ μὲν ἂν ᾖ ἀδιαίρετον κατὰ τὸ ποσόν, τὸ δὲ ἂν κατὰ τὸ ποιόν· διόπερ ἀδιαίρετον τὸ ἓν ἢ ἁπλῶς ἢ ᾗ ἕν.
177Aristoteles, Metaphysica, 14, 4; 10 (auctor 384BC-322BC)
ταῦτά τε δὴ συμβαίνει ἄτοπα, καὶ τὸ ἐναντίον στοιχεῖον, εἴτε πλῆθος ὂν εἴτε τὸ ἄνισον καὶ μέγα καὶ μικρόν, τὸ κακὸν αὐτό (διόπερ ὁ μὲν ἔφευγε τὸ ἀγαθὸν προσάπτειν τῷ ἑνὶ ὡς ἀναγκαῖον ὄν, ἐπειδὴ ἐξ ἐναντίων ἡ γένεσις, τὸ κακὸν τὴν τοῦ πλήθους φύσιν εἶναι· οἱ δὲ λέγουσι τὸ ἄνισον τὴν τοῦ κακοῦ φύσιν) · συμβαίνει δὴ πάντα τὰ ὄντα μετέχειν τοῦ κακοῦ ἔξω ἑνὸς αὐτοῦ τοῦ ἑνός, καὶ μᾶλλον ἀκράτου μετέχειν τοὺς ἀριθμοὺς ἢ τὰ μεγέθη, καὶ τὸ κακὸν τοῦ ἀγαθοῦ χώραν εἶναι, καὶ μετέχειν καὶ ὀρέγεσθαι τοῦ φθαρτικοῦ· φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον.
178Aristoteles, Meteorologica, 1, I 6; 8 (auctor 384BC-322BC)
Διόπερ ἐν τούτοις μέν τοῖς τόποις οὐδέ γίγνεσθαι κομήτην αὐτόν· ὅταν δέ πρός βορέαν ὑπολειφθείς τύχῃ, λαμβάνειν κόμην διά τό μεγάλην εἶναι τήν περιφέρειαν τήν ἄνωθεν τοῦ ὁρίζοντος, τό δέ κάτω μέρος τοῦ κύκλου μικρόν· ῥᾳδίως γαρ τήν ὄψιν τῶν ἀνθρώπων ἀφικνεῖσθαι τότε πρός τόν ἥλιον.
179Aristoteles, Meteorologica, 1, I 8; 26 (auctor 384BC-322BC)
Ὁ μέν οὖν τῶν ζῳδίων κύκλος διά τήν τοῦ ἡλίου φοράν καί τήν τῶν πλανήτων διαλύει τήν τοιαύτην σύστασιν, διόπερ οἱ πολλοί τῶν κομητῶν ἐκτός γίνονται τῶν τροπικῶν.
180Aristoteles, Meteorologica, 2, II 2; 37 (auctor 384BC-322BC)
Διόπερ ὅ τ’ Ἴστρος καί ὁ Νεῖλος μέγιστοι τῶν ποταμῶν εἰσί τῶν εἰς τήνδε τήν θάλατταν ἐξιόντων.
181Aristoteles, Meteorologica, 2, II 3; 45 (auctor 384BC-322BC)
Διόπερ ἰσάζει ὡς ἐπίπαν εἰπεῖν.
182Aristoteles, Meteorologica, 2, II 3; 54 (auctor 384BC-322BC)
Τοῦτο γάρ αἴτιον καί τοῦ βάρους (πλεῖον γάρ ἕλκει τό ἁλμυρόν ἢ τό πότιμον) καί τοῦ πάχους· καί γάρ τό πάχος διαφέρει τοσοῦτον ὥστε τά πλοῖα ἀπό τοῦ αὐτοῦ τῶν ἀγωγίμων βάρους ἐν μέν τοῖς ποταμοῖς ὀλίγου καταδύνειν, ἐν δέ τῇ θαλάττῃ μετρίως ἔχειν καί πλευστικῶς, διόπερ ἔνιοι τῶν ἐν τοῖς ποταμοῖς γεμιζόντων διά ταύτην τήν ἄγνοιαν ἐζημιώθησαν.
183Aristoteles, Meteorologica, 3, III 2; 15 (auctor 384BC-322BC)
Διόπερ ἐν ἔτεσιν ὑπέρ τά πεντήκοντα δίς ἐνετύχομεν μόνον.
184Aristoteles, Meteorologica, 3, III 4; 6 (auctor 384BC-322BC)
Διόπερ αἵ τ’ ἄκραι ἀνεσπασμέναι φαίνονται ἐν τῇ θαλάττῃ, καί μείζω τά μεγέθη πάντων, ὅταν εὖροι πνέωσι, καί τά ἐν ταῖς ἀχλύσιν, οἷον καί ἥλιος καί ἄστρα ἀνίσχοντα καί δύνοντα μᾶλλον ἢ μεσουρανοῦντα.
185Aristoteles, Meteorologica, 4, IV 9; 50 (auctor 384BC-322BC)
Διόπερ οὐ διαίνει, ἀλλά χρωματίζει μᾶλλον.
186Aristoteles, Oeconomica, 1; 46 (auctor 384BC-322BC)
διόπερ δεῖ ποιεῖσθαι σκέψιν καὶ διανέμειν τε καὶ ἀνιέναι κατ' ἀξίαν ἕκαστα, καὶ τροφὴν καὶ ἐσθῆτα καὶ ἀργίαν καὶ κολάσεις, λόγῳ καὶ ἔργῳ μιμουμένους τὴν τῶν ἰατρῶν δύναμιν ἐν φαρμάκου λόγῳ, προσθεωροῦντας ὅτι ἡ τροφὴ οὐ φάρμακον διὰ τὸ συνεχές.
187Aristoteles, Physica, 1, 1; 3 (auctor 384BC-322BC)
διόπερ ἀνάγκη τὸν τρόπον τοῦτον προάγειν ἐκ τῶν ἀσαφεστέρων μὲν τῇ φύσει ἡμῖν δὲ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα.
188Aristoteles, Physica, 1, 6; 9 (auctor 384BC-322BC)
ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς οὖν ἐκ μὴ οὐσιῶν οὐσία ἂν εἴη; ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη; διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
189Aristoteles, Physica, 2, 1; 13 (auctor 384BC-322BC)
διόπερ οἱ μὲν πῦρ, οἱ δὲ γῆν, οἱ δ' ἀέρα φασίν, οἱ δὲ ὕδωρ, οἱ δ' ἔνια τούτων, οἱ δὲ πάντα ταῦτα τὴν φύσιν εἶναι τὴν τῶν ὄντων.
190Aristoteles, Physica, 8, 1; 35 (auctor 384BC-322BC)
διόπερ βέλτιον ὡς Ἐμπεδοκλῆς, κἂν εἴ τις ἕτερος εἴρηκεν οὕτως ἔχειν, ἐν μέ ρει τὸ πᾶν ἠρεμεῖν καὶ κινεῖσθαι πάλιν· τάξιν γὰρ ἤδη τιν' ἔχει τὸ τοιοῦτον.
191Aristoteles, Politica, 1; 46 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ δοκεῖ ἐπιστήμη τέ τις εἶναι ἡ δεσποτεία, καὶ ἡ αὐτὴ οἰκονομία καὶ δεσποτεία καὶ πολιτικὴ καὶ βασιλική, καθάπερ εἴπομεν ἀρχόμενοι· τοῖς δὲ παρὰ φύσιν τὸ δεσπόζειν (νόμῳ γὰρ τὸν μὲν δοῦλον εἶναι τὸν δ' ἐλεύθερον, φύσει δ' οὐθὲν διαφέρειν) · διόπερ οὐδὲ δίκαιον· βίαιον γάρ.
192Aristoteles, Politica, 1; 81 (auctor 384BC-322BC)
διόπερ αὐτοὺς οὐ βούλονται λέγειν δούλους, ἀλλὰ τοὺς βαρβάρους.
193Aristoteles, Politica, 1; 173 (auctor 384BC-322BC)
πολλαῖς γὰρ πόλεσι δεῖ χρηματισμοῦ καὶ τοιούτων πόρων, ὥσπερ οἰκίᾳ, μᾶλλον δέ· διόπερ τινὲς καὶ πολιτεύονται τῶν πολιτευομένων ταῦτα μόνον.
194Aristoteles, Politica, 2; 12 (auctor 384BC-322BC)
διόπερ τὸ ἴσον τὸ ἀντιπεπονθὸς σῴζει τὰς πόλεις, ὥσπερ ἐν τοῖς Ἠθικοῖς εἴρηται πρότερον· ἐπεὶ καὶ ἐν τοῖς ἐλευθέροις καὶ ἴσοις ἀνάγκη τοῦτ' εἶναι· ἅμα γὰρ οὐχ οἷόν τε πάντας ἄρχειν, ἀλλ' ἢ κατ' ἐνιαυτὸν ἢ κατά τινα ἄλλην τάξιν [ἢ] χρόνου.
195Aristoteles, Politica, 2; 143 (auctor 384BC-322BC)
δεῖ γὰρ οὐ μόνον πρὸς τὰς πολιτικὰς χρήσεις ἱκανὴν ὑπάρχειν, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν κινδύνους· διόπερ οὔτε τοσοῦτον δεῖ πλῆθος ὑπάρχειν ὅσου οἱ πλησίον καὶ κρείττους ἐπιθυμήσουσιν, οἱ δὲ ἔχοντες ἀμύνειν οὐ δυνήσονται τοὺς ἐπιόντας, οὔθ' οὕτως ὀλίγην ὥστε μὴ δύνασθαι πόλεμον ὑπενεγκεῖν μηδὲ τῶν ἴσων καὶ τῶν ὁμοίων.
196Aristoteles, Politica, 2; 176 (auctor 384BC-322BC)
διόπερ οὐ ῥᾴδιον τῷ λεχθέντι ταχὺ συγχωρεῖν, εἴπερ μὴ συμφέρει κινεῖν, ἐνδέχεται δ' εἰσηγεῖσθαί τινας νόμων λύσιν ἢ πολιτείας ὡς κοινὸν ἀγαθόν.
197Aristoteles, Politica, 2; 210 (auctor 384BC-322BC)
τοῖς μὲν γὰρ αὐτῶν συμβέβηκε κεκτῆσθαι πολλὴν λίαν οὐσίαν, τοῖς δὲ πάμπαν μικράν· διόπερ εἰς ὀλίγους ἧκεν ἡ χώρα.
198Aristoteles, Politica, 2; 225 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ κρίσεών εἰσι μεγάλων κύριοι, ὄντες οἱ τυχόντες, διόπερ οὐκ αὐτογνώμονας βέλτιον κρίνειν ἀλλὰ κατὰ γράμματα καὶ τοὺς νόμους.
199Aristoteles, Politica, 2; 230 (auctor 384BC-322BC)
διόπερ βέλτιον αὐτοὺς μὴ ἀνευθύνους εἶναι· νῦν δ' εἰσίν.
200Aristoteles, Politica, 2; 236 (auctor 384BC-322BC)
ὅτι δ' ὁ νομοθέτης οὐδ' αὐτὸς οἴεται δύνασθαι ποιεῖν καλοὺς κἀγαθούς, δῆλον· ἀπιστεῖ γοῦν ὡς οὐκ οὖσιν ἱκανῶς ἀγαθοῖς ἀνδράσιν· διόπερ ἐξέπεμπον συμπρεσβευτὰς τοὺς ἐχθρούς, καὶ σωτηρίαν ἐνόμιζον τῇ πόλει εἶναι τὸ στασιάζειν τοὺς βασιλεῖς.
201Aristoteles, Politica, 3; 17 (auctor 384BC-322BC)
διόπερ ὁ λεχθεὶς ἐν μὲν δημοκρατίᾳ μάλιστ' ἐστὶ πολίτης, ἐν δὲ ταῖς ἄλλαις ἐνδέχεται μέν, οὐ μὴν ἀναγκαῖον.
202Aristoteles, Politica, 3; 78 (auctor 384BC-322BC)
ἐν μὲν οὖν τοῖς ἀρχαίοις χρόνοις παρ' ἐνίοις ἦν δοῦλον τὸ βάναυσον ἢ ξενικόν, διόπερ οἱ πολλοὶ τοιοῦτοι καὶ νῦν· ἡ δὲ βελτίστη πόλις οὐ ποιήσει βάναυσον πολίτην.
203Aristoteles, Politica, 3, 1279B; 115 (auctor 384BC-322BC)
(συμβαίνει δ' εὐλόγως· ἕνα μὲν γὰρ διαφέρειν κατ' ἀρετὴν ἢ ὀλίγους ἐνδέχεται, πλείους δ' ἤδη χαλεπὸν ἠκριβῶσθαι πρὸς πᾶσαν ἀρετήν, ἀλλὰ μάλιστα τὴν πολεμικήν· αὕτη γὰρ ἐν πλήθει γίγνεται· διόπερ κατὰ ταύτην τὴν πολιτείαν κυριώτατον τὸ προπολεμοῦν καὶ μετέχουσιν αὐτῆς οἱ κεκτημένοι τὰ ὅπλα.
204Aristoteles, Politica, 3; 150 (auctor 384BC-322BC)
διόπερ ὅσοι συμβάλλονται πλεῖστον εἰς τὴν τοιαύτην κοινωνίαν, τούτοις τῆς πόλεως μέτεστι πλεῖον ἢ τοῖς κατὰ μὲν ἐλευθερίαν καὶ γένος ἴσοις ἢ μείζοσι κατὰ δὲ τὴν πολιτικὴν ἀρετὴν ἀνίσοις, ἢ τοῖς κατὰ πλοῦτον ὑπερέχουσι κατ' ἀρετὴν δ' ὑπερεχομένοις.
205Aristoteles, Politica, 3; 173 (auctor 384BC-322BC)
διόπερ καὶ Σόλων καὶ τῶν ἄλλων τινὲς νομοθετῶν τάττουσιν ἐπί τε τὰς ἀρχαιρεσίας καὶ τὰς εὐθύνας τῶν ἀρχόντων, ἄρχειν δὲ κατὰ μόνας οὐκ ἐῶσιν.
206Aristoteles, Politica, 3; 208 (auctor 384BC-322BC)
διόπερ εὐλόγως ἀντιποιοῦνται τῆς τιμῆς οἱ εὐγενεῖς καὶ ἐλεύθεροι καὶ πλούσιοι.
207Aristoteles, Politica, 3; 293 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ κατὰ νόμον λεγόμενος βασιλεὺς οὐκ ἔστιν εἶδος, καθάπερ εἴπομεν, πολιτείας (ἐν πάσαις γὰρ ὑπάρχειν ἐνδέχεται στρατηγίαν ἀίδιον, οἷον ἐν δημοκρατίᾳ καὶ ἀριστοκρατίᾳ, καὶ πολλοὶ ποιοῦσιν ἕνα κύριον τῆς διοικήσεως· τοιαύτη γὰρ ἀρχή τις ἔστι καὶ περὶ Ἐπίδαμνον, καὶ περὶ Ὀποῦντα δὲ κατά τι μέρος ἔλαττον) · περὶ δὲ τῆς παμβασιλείας καλουμένης (αὕτη δ' ἐστὶ καθ' ἣν ἄρχει πάντων κατὰ τὴν ἑαυτοῦ βούλησιν ὁ βασιλεύς) δοκεῖ [δέ] τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν, ὅπου συνέστηκεν ἐξ ὁμοίων ἡ πόλις· τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον καὶ τὴν αὐτὴν ἀξίαν κατὰ φύσιν εἶναι, ὥστ' εἴπερ καὶ τὸ ἴσην ἔχειν τοὺς ἀνίσους τροφὴν ἢ ἐσθῆτα βλαβερὸν τοῖς σώμασιν, οὕτως ἔχειν καὶ τὰ περὶ τὰς τιμάς· ὁμοίως τοίνυν καὶ τὸ ἄνισον τοὺς ἴσους· διόπερ οὐδένα μᾶλλον ἄρχειν ἢ ἄρχεσθαι δίκαιον, καὶ τὸ ἀνὰ μέρος τοίνυν ὡσαύτως.
208Aristoteles, Politica, 3; 300 (auctor 384BC-322BC)
διόπερ ἄνευ ὀρέξεως νοῦς ὁ νόμος ἐστίν.
209Aristoteles, Politica, 4, 1290A; 21 (auctor 384BC-322BC)
καὶ τῶν γνωρίμων εἰσὶ διαφοραὶ καὶ κατὰ τὸν πλοῦτον καὶ τὰ μεγέθη τῆς οὐσίας, οἷον ἱπποτροφίας (τοῦτο γὰρ οὐ ῥᾴδιον μὴ πλουτοῦντας ποιεῖν· διόπερ ἐπὶ τῶν ἀρχαίων χρόνων ὅσαις πόλεσιν ἐν τοῖς ἵπποις ἡ δύναμις ἦν, ὀλιγαρχίαι παρὰ τούτοις ἦσαν· ἐχρῶντο δὲ πρὸς τοὺς πολέμους ἵπποις πρὸς τοὺς ἀστυγείτονας, οἷον Ἐρετριεῖς καὶ Χαλκιδεῖς καὶ Μάγνητες οἱ ἐπὶ Μαιάνδρῳ καὶ τῶν ἄλλων πολλοὶ περὶ τὴν Ἀσίαν) · ἔτι πρὸς ταῖς κατὰ πλοῦτον διαφοραῖς ἐστιν ἡ μὲν κατὰ γένος ἡ δὲ κατ' ἀρετήν, κἂν εἴ τι δὴ τοιοῦτον ἕτερον εἴρηται πόλεως εἶναι μέρος ἐν τοῖς περὶ τὴν ἀριστοκρατίαν· ἐκεῖ γὰρ διείλομεν ἐκ πόσων μερῶν ἀναγκαίων ἐστὶ πᾶσα πόλις· τούτων γὰρ τῶν μερῶν ὁτὲ μὲν πάντα μετέχει τῆς πολιτείας ὁτὲ δ' ἐλάττω ὁτὲ δὲ πλείω.
210Aristoteles, Politica, 4; 40 (auctor 384BC-322BC)
διόπερ ἐν τῇ Πολιτείᾳ κομψῶς τοῦτο, οὐχ ἱκανῶς δὲ εἴρηται.
211Aristoteles, Politica, 4; 85 (auctor 384BC-322BC)
τοῦτο μὲν οὖν εἶδος ἓν δημοκρατίας διὰ ταύτας τὰς αἰτίας· ἕτερον δὲ εἶδος διὰ τὴν ἐχομένην διαίρεσιν· ἔστι γὰρ καὶ πᾶσιν ἐξεῖναι τοῖς ἀνυπευθύνοις κατὰ τὸ γένος, μετέχειν μέντοι δυναμένους σχολάζειν· διόπερ ἐν τῇ τοιαύτῃ δημοκρατίᾳ οἱ νόμοι ἄρχουσι, διὰ τὸ μὴ εἶναι πρόσοδον.
212Aristoteles, Politica, 4; 130 (auctor 384BC-322BC)
διόπερ ἀκούσιος· οὐθεὶς γὰρ ἑκὼν ὑπομένει τῶν ἐλευθέρων τὴν τοιαύτην ἀρχήν.
213Aristoteles, Politica, 4, 1296A; 148 (auctor 384BC-322BC)
διόπερ εὐτυχία μεγίστη τοὺς πολιτευομένους οὐσίαν ἔχειν μέσην καὶ ἱκανήν, ὡς ὅπου οἱ μὲν πολλὰ σφόδρα κέκτηνται οἱ δὲ μηθέν, ἢ δῆμος ἔσχατος γίγνεται ἢ ὀλιγαρχία ἄκρατος, ἢ τυραννὶς δι' ἀμφοτέρας τὰς ὑπερβολάς· καὶ γὰρ ἐκ δημοκρατίας τῆς νεανικωτάτης καὶ ἐξ ὀλιγαρχίας γίγνεται τυραννίς, ἐκ δὲ τῶν μέσων καὶ τῶν σύνεγγυς πολὺ ἧττον.
214Aristoteles, Politica, 4; 187 (auctor 384BC-322BC)
καὶ ἡ πρώτη δὲ πολιτεία ἐν τοῖς Ἕλλησιν ἐγένετο μετὰ τὰς βασιλείας ἐκ τῶν πολεμούντων, ἡ μὲν ἐξ ἀρχῆς ἐκ τῶν ἱππέων (τὴν γὰρ ἰσχὺν καὶ τὴν ὑπεροχὴν ἐν τοῖς ἱππεῦσιν ὁ πόλεμος εἶχεν· ἄνευ μὲν γὰρ συντάξεως ἄχρηστον τὸ ὁπλιτικόν, αἱ δὲ περὶ τῶν τοιούτων ἐμπειρίαι καὶ τάξεις ἐν τοῖς ἀρχαίοις οὐχ ὑπῆρχον, ὥστ' ἐν τοῖς ἱππεῦσιν εἶναι τὴν ἰσχύν) , αὐξανομένων δὲ τῶν πόλεων καὶ τῶν ἐν τοῖς ὅπλοις ἰσχυσάντων μᾶλλον πλείους μετεῖχον τῆς πολιτείας· διόπερ ἃς νῦν καλοῦμεν πολιτείας, οἱ πρότερον ἐκάλουν δημοκρατίας· ἦσαν δὲ αἱ ἀρχαῖαι πολιτεῖαι εὐλόγως ὀλιγαρχικαὶ καὶ βασιλικαί.
215Aristoteles, Politica, 4; 210 (auctor 384BC-322BC)
ἔστι δὲ οὐδὲ τοῦτο διορίσαι ῥᾴδιον, ποίας δεῖ καλεῖν ἀρχάς· πολλῶν γὰρ ἐπιστατῶν ἡ πολιτικὴ κοινωνία δεῖται, διόπερ οὐ πάντας οὔτε τοὺς αἱρετοὺς οὔτε τοὺς κληρωτοὺς ἄρχοντας θετέον, οἷον τοὺς ἱερεῖς πρῶτον (τοῦτο γὰρ ἕτερόν τι παρὰ τὰς πολιτικὰς ἀρχὰς θετέον) · ἔτι δὲ καὶ χορηγοὶ καὶ κήρυκες [δ'] αἱροῦνται καὶ πρεσβευταί.
216Aristoteles, Politica, 4; 216 (auctor 384BC-322BC)
δέονται δ' ἐνίοτε τῶν αὐτῶν ἀρχῶν καὶ νόμων αἱ μικραὶ ταῖς μεγάλαις· πλὴν αἱ μὲν δέονται πολλάκις τῶν αὐτῶν, ταῖς δ' ἐν πολλῷ χρόνῳ τοῦτο συμβαίνει, διόπερ οὐθὲν κωλύει πολλὰς ἐπιμελείας ἅμα προστάττειν (οὐ γὰρ ἐμποδιοῦσιν ἀλλήλαις) , καὶ πρὸς τὴν ὀλιγανθρωπίαν ἀναγκαῖον τὰ ἀρχεῖα οἷον ὀβελισκολύχνια ποιεῖν.
217Aristoteles, Politica, 5; 51 (auctor 384BC-322BC)
διόπερ ἀρχομένων εὐλαβεῖσθαι δεῖ τῶν τοιούτων, καὶ διαλύειν τὰς τῶν ἡγεμόνων καὶ δυναμένων στάσεις· ἐν ἀρχῇ γὰρ γίνεται τὸ ἁμάρτημα, ἡ δ' ἀρχὴ λέγεται ἥμισυ εἶναι παντός, ὥστε καὶ τὸ ἐν αὐτῇ μικρὸν ἁμάρτημα ἀνάλογόν ἐστι πρὸς τὰ ἐν τοῖς ἄλλοις μέρεσιν.
218Aristoteles, Politica, 5; 102 (auctor 384BC-322BC)
διαφέρουσι γὰρ τῶν ὀνομαζομένων πολιτειῶν αἱ ἀριστοκρατίαι τούτῳ, καὶ διὰ τοῦτ' εἰσὶν αἱ μὲν ἧττον αἱ δὲ μᾶλλον μόνιμοι αὐτῶν· τὰς γὰρ ἀποκλινούσας μᾶλλον πρὸς τὴν ὀλιγαρχίαν ἀριστοκρατίας καλοῦσιν, τὰς δὲ πρὸς τὸ πλῆθος πολιτείας· διόπερ ἀσφαλέστεραι αἱ τοιαῦται τῶν ἑτέρων εἰσίν· κρεῖττόν τε γὰρ τὸ πλεῖον, καὶ μᾶλλον ἀγαπῶσιν ἴσον ἔχοντες, οἱ δ' ἐν ταῖς εὐπορίαις, ἂν ἡ πολιτεία διδῷ τὴν ὑπεροχήν, ὑβρίζειν ζητοῦσι καὶ πλεονεκτεῖν.
219Aristoteles, Politica, 5; 235 (auctor 384BC-322BC)
διόπερ ἢ μὴ χρῆσθαι δεῖ τοῖς τοιούτοις, ἢ τὰς μὲν κολάσεις πατρικῶς φαίνεσθαι ποιούμενον καὶ μὴ δι' ὀλιγωρίαν, τὰς δὲ πρὸς τὴν ἡλικίαν ὁμιλίας δι' ἐρωτικὰς αἰτίας ἀλλὰ μὴ δι' ἐξουσίαν, ὅλως δὲ τὰς δοκούσας ἀτιμίας ἐξωνεῖσθαι μείζοσι τιμαῖς.
220Aristoteles, Politica, 6; 79 (auctor 384BC-322BC)
διόπερ εὖ ἔχει λέγειν ταύτας εἶναι δημοκρατίας μικράς.
221Aristoteles, Politica, 7; 97 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ ἐν τοῖς ψυχροῖς τόποις ἔθνη καὶ τὰ περὶ τὴν Εὐρώπην θυμοῦ μέν ἐστι πλήρη, διανοίας δὲ ἐνδεέστερα καὶ τέχνης, διόπερ ἐλεύθερα μὲν διατελεῖ μᾶλλον, ἀπολίτευτα δὲ καὶ τῶν πλησίον ἄρχειν οὐ δυνάμενα· τὰ δὲ περὶ τὴν Ἀσίαν διανοητικὰ μὲν καὶ τεχνικὰ τὴν ψυχήν, ἄθυμα δέ, διόπερ ἀρχόμενα καὶ δουλεύοντα διατελεῖ· τὸ δὲ τῶν Ἑλλήνων γένος, ὥσπερ μεσεύει κατὰ τοὺς τόπους, οὕτως ἀμφοῖν μετέχει.
222Aristoteles, Politica, 7; 98 (auctor 384BC-322BC)
καὶ γὰρ ἔνθυμον καὶ διανοητικόν ἐστιν· διόπερ ἐλεύθερόν τε διατελεῖ καὶ βέλτιστα πολιτευόμενον καὶ δυνάμενον ἄρχειν πάντων, μιᾶς τυγχάνον πολιτείας.
223Aristoteles, Politica, 7; 163 (auctor 384BC-322BC)
διόπερ ἐν ταῖς εὖ φρονούσαις δεῖ διωρίσθαι πόλεσιν, ἐὰν μὴ πάνθ' ὅμοια μηδ' ἀφθονία τοιούτων ᾖ ναμάτων, χωρὶς τά τε εἰς τροφὴν ὕδατα καὶ τὰ πρὸς τὴν ἄλλην χρείαν.
224Aristoteles, Politica, 8; 27 (auctor 384BC-322BC)
διόπερ Ὅμηρος οὕτως ἐποίησεν ἀλλ' οἶον μέν ἐστι καλεῖν ἐπὶ δαῖτα θαλείην, καὶ οὕτω προειπὼν ἑτέρους τινὰς οἳ καλέουσιν ἀοιδόν φησίν, ὅ κεν τέρπῃσιν ἅπαντας.
225Aristoteles, Politica, 8; 89 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τῶν τε ὀργάνων καὶ τῆς ἐργασίας ἀποδοκιμάζομεν τὴν τεχνικὴν παιδείαν (τεχνικὴν δὲ τίθεμεν τὴν πρὸς τοὺς ἀγῶνας· ἐν ταύτῃ γὰρ ὁ πράττων οὐ τῆς αὑτοῦ μεταχειρίζεται χάριν ἀρετῆς, ἀλλὰ τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ ταύτης φορτικῆς, διόπερ οὐ τῶν ἐλευθέρων κρίνομεν εἶναι τὴν ἐργασίαν, ἀλλὰ θητικωτέραν· καὶ βαναύσους δὴ συμβαίνει γίγνεσθαι· πονηρὸς γὰρ ὁ σκοπὸς πρὸς ὃν ποιοῦνται τὸ τέλος· ὁ γὰρ θεατὴς φορτικὸς ὢν μεταβάλλειν εἴωθε τὴν μουσικήν, ὥστε καὶ τοὺς τεχνίτας τοὺς πρὸς αὐτὸν μελετῶντας αὐτούς τε ποιούς τινας ποιεῖ καὶ τὰ σώματα διὰ τὰς κινήσεις) , σκεπτέον δή τι περί τε τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς, καὶ πρὸς παιδείαν πότερον πάσαις χρηστέον ταῖς ἁρμονίαις καὶ πᾶσι τοῖς ῥυθμοῖς ἢ διαιρετέον, ἔπειτα τοῖς πρὸς παιδείαν διαπονοῦσι πότερον τὸν αὐτὸν διορισμὸν θήσομεν ἢ [τρίτον] δεῖ τινα ἕτερον.
226Aristoteles, Politica, 8; 93 (auctor 384BC-322BC)
ὁμοίως δὲ καὶ τὰ μέλη τὰ πρακτικὰ παρέχει χαρὰν ἀβλαβῆ τοῖς ἀνθρώποις· διὸ ταῖς μὲν τοιαύταις ἁρμονίαις καὶ τοῖς τοιούτοις μέλεσιν θετέον τοὺς τὴν θεατρικὴν μουσικὴν μεταχειριζομένους ἀγωνιστάς· ἐπεὶ δ' ὁ θεατὴς διττός, ὁ μὲν ἐλεύθερος καὶ πεπαιδευμένος, ὁ δὲ φορτικὸς ἐκ βαναύσων καὶ θητῶν καὶ ἄλλων τοιούτων συγκείμενος, ἀποδοτέον ἀγῶνας καὶ θεωρίας καὶ τοῖς τοιούτοις πρὸς ἀνάπαυσιν· εἰσὶ δὲ ὥσπερ αὐτῶν αἱ ψυχαὶ παρεστραμμέναι τῆς κατὰ φύσιν ἕξεως – οὕτω καὶ τῶν ἁρμονιῶν παρεκβάσεις εἰσὶ καὶ τῶν μελῶν τὰ σύντονα καὶ παρακεχρωσμένα, ποιεῖ δὲ τὴν ἡδονὴν ἑκάστοις τὸ κατὰ φύσιν οἰκεῖον, διόπερ ἀποδοτέον ἐξουσίαν τοῖς ἀγωνιζομένοις πρὸς τὸν θεατὴν τὸν τοιοῦτον τοιούτῳ τινὶ χρῆσθαι τῷ γένει τῆς μουσικῆς.
227Aristoteles, Problemata, 1, 42; 6 (auctor 384BC-322BC)
Διόπερ οὐ φάρμακόν ἐστιν οὐδὲν τῶν εἰρημένων· οὐδὲ γὰρ διὰ δύναμιν καθαίρει.
228Aristoteles, Problemata, 2, 31; 2 (auctor 384BC-322BC)
Κινοῦνται δὲ καὶ σκαίρουσι τοῖς ποσίν· ποιοῦσι γὰρ τοῦτο οἱ ἀγωνιῶντες καὶ καθάπερ γυμνάζονται· διόπερ εἰκότως ἱδροῦσι ταῦτα οἷς πονοῦσιν.
229Aristoteles, Problemata, 3, 9; 3 (auctor 384BC-322BC)
Διόπερ ἐκεῖνα μὲν ὅλως οὐχ ὁρᾶται, τὰ δ´ ἐγγὺς οὐκ ἐν ᾧ τόπῳ ἐστὶν ὁρᾷ.
230Aristoteles, Problemata, 5, 17; 1 (auctor 384BC-322BC)
Πότερον ὅτι κινούμενοι διὰ τοῦ τροχάζειν τὸν συνεχῆ τοῖς σώμασιν ἡμῶν ἀέρα κινοῦμεν, ὅ ἐστι πνεῦμα; διόπερ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ κατ´ ἀλήθειαν ἐκπνευματοῦται ὁ ἀήρ.
231Aristoteles, Problemata, 8, 14; 1 (auctor 384BC-322BC)
Πότερον ὑπὸ τοῦ ψύχους πηγνυμένη καὶ σκληρυνομένη δυσκίνητος γίνεται, τούτου δὲ συμβαίνοντος οὐ δύναται σαφηνίζειν; ἢ τῶν ἐκτὸς πυκνουμένων διὰ τὸ ψῦχος εἴσω συρρυὲν τὸ ὑγρὸν ἐξυγραίνει τὴν γλῶτταν, διόπερ οὐ δύναται ἡ γλῶττα τὸ αὑτῆς ποιεῖν, καθάπερ εἴρηται καὶ ἐπὶ τῶν μεθυόντων.
232Aristoteles, Problemata, 8, 14; 2 (auctor 384BC-322BC)
Ἢ διὰ τὸν ἀπὸ τοῦ ῥίγους τρόμον ἀτάκτου τῆς κινήσεως οὔσης οὐ δύναται τὰ λεγόμενα διαρθροῦν ἡ γλῶττα· διόπερ καὶ πταίει.
233Aristoteles, Problemata, 8, 16; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ὁ ἀὴρ ὁ περὶ τὸ σῶμα ἑστώτων μέν, ἐπειδὰν ἅπαξ συνθερμανθῇ, οὐκέτι ἐνοχλεῖ, τρεχόντων δὲ ἀεὶ ἄλλος καὶ ἄλλος προσπίπτει ψυχρὸς ὤν, διόπερ μᾶλλον ῥιγῶμεν; ἔτι δὲ καὶ κινούμενος ψυχρότερος γίνεται ὁ ἀήρ· τοῦτο δὲ ἐν τῷ τρέχειν μάλιστα συμπίπτει.
234Aristoteles, Problemata, 16; 21 (auctor 384BC-322BC)
διόπερ εἰκὸς τὸ ὅλον διαιρεθέντων τῶν μερῶν μεῖζον φαίνεσθαι· τῶν αὐτῶν γὰρ ὄντων αὐτῶν τὸ μὲν ὅλον τὴν τοῦ μεγέθους ἔχει μᾶλλον φύσιν, συνεχὲς ὄν, τὰ δὲ μέρη τὴν τοῦ ἀριθμοῦ.
235Aristoteles, Problemata, 16; 24 (auctor 384BC-322BC)
διόπερ οὐ λέγεται ὑπ' αὐτοῦ ἱκανῶς ᾗ αἴτιόν ἐστιν.
236Aristoteles, Problemata, 17; 3 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ἀδιαίρετον ἓν φαίνεται, καὶ ἡ θεωρία μία ἐστὶν αὐτοῦ διὰ τὴν συμμετρίαν· τὸ δὲ ἀσύμμετρον ὡς πολλὰ ὂν θεωρίαν ποιεῖ πλείω, καὶ μείζω φαίνεται τῷ ἓν ὂν πολλὰ φαίνεσθαι· ἔχει γὰρ τήν τε τοῦ μεγέθους κατὰ τὴν συνέχειαν φύσιν, καὶ τὴν τοῦ ἀριθμοῦ κατὰ τὸ ἀνώμαλον τῶν μερῶν, διόπερ εἰκότως τὴν ἐξ ἀμφοῖν αὔξην ἔχον μεῖζον φαίνεται παρὰ τὸ ἁπλοῦν καὶ ἕν.
237Aristoteles, Problemata, 21; 41 (auctor 384BC-322BC)
διόπερ τὸ μὲν ἔθος ὂν γυμνάσιον αὔξει τὴν δεκτικὴν ἕξιν· τὸ δὲ συνεχῶς προσφερόμενον σάττει μὲν καὶ πληροῖ τὴν ἐπιθυμίαν, ἧς πληρωθείσης οὐκέτι προσιέμεθα, αὔξει δὲ οὐθὲν αὐτὴν διὰ τὰ προειρημένα ἐπὶ τῆς σάξεως.
238Aristoteles, Problemata, 21; 68 (auctor 384BC-322BC)
Διὰ τί οἱ περὶ τὴν τῶν σιτίων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, διόπερ καὶ αἱ ἀπόρροιαι; Διὰ τί ὁ ἄρτος, ἐὰν μέν τις αὐτὸν ὀπτᾷ, σκληρότερος γίνεται, ἐὰν δέ τις αὐτὸν χλιαίνῃ, ὑγρότερος ἄχρι τινός; ἢ ὅτι ὀπτωμένου αὐτοῦ τὸ ὑγρὸν ἐκπορεύεται; σκληρότερος οὖν γίνεται· ἐπιθερμαινομένου δὲ τὸ ὑγρὸν συσταθὲν διαχεῖται ὑπὸ τοῦ πυρός, διὸ ὑγρότεροι γίνονται.
239Aristoteles, Problemata, 23; 1 (auctor 384BC-322BC)
Διὰ τί τὸ κῦμα οὐκ ἐπιγελᾷ ἐν τοῖς βαθέσι πελάγεσιν ἀλλ' ἐν τοῖς μικροῖς καὶ βραχέσιν; ἢ ὅτι τὸ μικρὸν ὑγρὸν φερόμενον μᾶλλον διαιρεῖται ὑπὸ τοῦ πνεύματος ἢ τὸ πολύ; Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων; ἢ ὅτι πρὸς τῇ ἀρχῇ τοῦ πνεύματος ἡ θάλαττα ὠσθεῖσα πρώτη τὴν ἐχομένην ἀεὶ ταὐτὸν ποιεῖ; διόπερ οὔσης αὐτῆς συνεχοῦς καθάπερ μιᾷ πληγῇ συνεχεῖ πάσαις γίνεται.
240Aristoteles, Problemata, 23; 69 (auctor 384BC-322BC)
διόπερ ἐστὶ γλυκέα τὰ ἀπόρρυτα.
241Aristoteles, Problemata, 31; 52 (auctor 384BC-322BC)
γίνεται δὲ διὰ τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖται γὰρ τὴν ὄψιν.
242Aristoteles, Problemata, 32; 32 (auctor 384BC-322BC)
ὀλισθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ ῥήγνυσιν.
243Aristoteles, Problemata, 34; 26 (auctor 384BC-322BC)
ἢ ὅτι τῶν μὲν ἀναπνεόντων συμπιεζουμένη ταῖς πλευραῖς κάτω, καθάπερ αἱ φῦσαι, προσογκεῖν φαίνεται; Διὰ τί ἀναπνέομεν; ἢ καθάπερ τὸ ὑγρὸν εἰς πνεῦμα διαλύεται, οὕτω καὶ τὸ πνεῦμα εἰς τὸ πῦρ; τὸ τῆς φύσεως οὖν θερμὸν ὅταν τὸ πολὺ τοῦ πνεύματος πῦρ ποιήσῃ, ἀλγηδόνα ἐμποιεῖ, τοῖς δὲ πόροις καὶ ὄγκον· διόπερ ἐξωθοῦμεν τὸ πῦρ μετὰ τοῦ πνεύματος.
244Aristoteles, Rhetorica, 2, 1, 6; 5 (auctor 384BC-322BC)
ἔστι δὲ ταῦτα φρόνησις καὶ ἀρετὴ καὶ εὔνοια· διαψεύδονται γὰρ περὶ ὧν λέγουσιν ἢ συμβουλεύουσιν ἢ δι' ἅπαντα ταῦτα ἢ διὰ τούτων τι· ἢ γὰρ δι' ἀφροσύνην οὐκ ὀρθῶς δοξάζουσιν, ἢ δοξάζοντες ὀρθῶς διὰ μοχθηρίαν οὐ τὰ δοκοῦντα λέγουσιν, ἢ φρόνιμοι μὲν καὶ ἐπιεικεῖς εἰσιν ἀλλ' οὐκ εὖνοι, διόπερ ἐνδέχεται μὴ τὰ βέλτιστα συμβουλεύειν γιγνώσκοντας, καὶ παρὰ ταῦτα οὐδέν.
245Aristoteles, Rhetorica, 2, 10, 6; 12 (auctor 384BC-322BC)
ἐπεὶ δὲ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ ἀντεραστὰς καὶ ὅλως τοὺς τῶν αὐτῶν ἐφιεμένους φιλοτιμοῦνται, ἀνάγκη μάλιστα τούτοις φθονεῖν, διόπερ εἴρηται καὶ κεραμεὺς κεραμεῖ.
246Aristoteles, Rhetorica, 3, 9, 2; 3 (auctor 384BC-322BC)
ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον· τὸ γὰρ τέλος πάντες βούλονται καθορᾶν· διόπερ ἐπὶ τοῖς καμπτῆρσιν ἐκπνέουσι καὶ ἐκλύονται· προορῶντες γὰρ τὸ πέρας οὐ κάμνουσι πρότερον.
247Aristoteles, Rhetorica, 3, 10, 3; 6 (auctor 384BC-322BC)
ποιοῦσιν μὲν οὖν καὶ αἱ τῶν ποιητῶν εἰκόνες τὸ αὐτό· διόπερ ἂν εὖ, ἀστεῖον φαίνεται.
248Aristoteles, Rhetorica, 3, 14, 7; 17 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ἀναγκαιότατον ἔργον τοῦ προοιμίου καὶ ἴδιον τοῦτο, δηλῶσαι τί ἐστιν τὸ τέλος οὗ ἕνεκα ὁ λόγος (διόπερ ἂν δῆλον ᾖ καὶ μικρὸν τὸ πρᾶγμα, οὐ χρηστέον προοιμίῳ) · τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά.
249Aristoteles, Topica, 4, IV 1; 5 (auctor 384BC-322BC)
Οὔτε γάρ ἡ χιών ὅπερ λευκόν, διόπερ οὐ γένος τό λευκόν τῆς χιόνος, οὔθ᾿ ἡ ψυχή ὅπερ κινούμενον· συμβέβηκε δ᾿ αὐτῇ κινεῖσθαι, καθάπερ καί τῷ ζῴῳ πολλάκις βαδίζειν τε καί βαδίζοντι εἶναι.
250Aristoteles, Topica, 6, VI 4; 29 (auctor 384BC-322BC)
Δεῖ δέ μή λανθάνειν ὅτι ἔνια ἴσως οὐκ ἔστιν ὁρίσασθαι ἄλλως, οἷον τό διπλάσιον ἄνευ τοῦ ἡμίσεος, καί ὅσα καθ᾿ αὑτά πρός τι λέγεται· πᾶσι γάρ τοῖς τοιούτοις ταὐτόν τό εἶναι τῷ πρός τί πως ἔχειν, ὥστ᾿ ἀδύνατον ἄνευ θατέρου θάτερον γνωρίζειν, διόπερ ἀναγκαῖον ἐν τῷ τοῦ ἑτέρου λόγῳ συμπεριειλῆφθαι καί θάτερον.
251Aristoteles, Topica, 8, VIII 11; 14 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἐστίν ἀδιόριστον πότε τἀναντία καί πότε τά ἐν ἀρχῇ λαμβάνουσιν οἱ ἄνθρωποι (πολλάκις γάρ καθ᾿ αὑτούς λέγοντες τά ἐναντία λέγουσι, καί ἀνανεύσαντες πρότερον διδόασιν ὕστερον· διόπερ ἐρωτώμενοι τἀναντία καί τό ἐν ἀρχῇ πολλάκις ὑπακούουσιν), ἀνάγκη φαύλους γίνεσθαι τούς λόγους.
252Aristoteles, Topica, 8, VIII 14; 28 (auctor 384BC-322BC)
Διόπερ οὐ δεῖ συνεστάναι εὐχερῶς πρός τούς τυχόντας· ἀνάγκη γάρ πονηρολογίαν συμβαίνειν· καί γάρ οἱ γυμναζόμενοι ἀδυνατοῦσιν ἀπέχεσθαι τοῦ διαλέγεσθαι μή ἀγωνιστικῶς.
253Auctores varii 005, Supplementum adnotationum, 5, 1347D
III, cap. 3, cum sint in hanc rem classica, iuvat integra exscribere: Τὸν δ' ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν, μεθερμηνευομένης τῆς λέξεως, καὶ Διὸς θυγατέρα νομίσαι ταύτην, καὶ παρθένον ὐποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι τῇ φύσει τὸν ἀέρα, καὶ τὸν ἀκρότατον ἔχειν τόπον τοῦ σύμπαντος κόσμου· διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυθολογηθῆναι ταύτην γενέσθαι· ὠνομάσθαι δὲ αὐτὴν Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ' ἐνιαυτὸν, ἔαρος καὶ θέρους καὶ χειμῶνος, λέγεσθαι δ' αὐτὴν καὶ Γλαυκῶπιν, οὐχ, ὥσπερ ἔνιοι τών Ἑλλήνων ὑπέλαβον, ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἔχειν γλαυκοὺς (τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν), ἀλλ' ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον.
254Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 8; 17
διόπερ ἀναμένοντες τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν, καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν, ἐὰν ᾖ αὐτῷ ἀρεστόν.
255Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 5; 20
διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων ὕστερον εὐεργετημάτων ἐκοινώνησεν, καὶ ὁ καταλειφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη.
256Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 6; 16
διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀφ’ ἡμῶν ἀφίστησιν, παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν.
257Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 6; 27
διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι,
258Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 7; 8
ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς ὁ πρῶτος.
259Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 14; 19
διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς.
260Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 13
διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
261Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 14
Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
262Concilia Carthaginensia, Acta, 3, 1100B (auctor fl. 257)
Σεκονδιανὸς ἀπὸ Θάμβης εἶπεν· Οὐδαμῶς ὀφείλομεν τοὺς αἱρετικοὺς τῇ ἡμετέρᾳ φιλονεικίᾳ ἐνεδρεύειν, ἵνα οἱ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μὴ βαπτισθέντες, ὁπόταν ἡ ἡμέρα τῆς κρίσεως ἔλθῃ, ἡμᾶς αἰτιάσωνται, ὅτι δί ἡμᾶς οὐκ ἐβαπτίσθησαν, οὐδὲ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἒλαβον· διόπερ, μιᾶς οὔσης τῆς Ἐκκλησίας καὶ τοῦ βαπτίσματος, ὅταν πρὸς ἡμᾶς ἒλθωσι, μετὰ τῆς Ἐκκλησίας καὶ τοῦ βαπτίσματος τυχεῖν ὀφείλουσιν.
263Constantinus I, Decreta et constitutiones, 8, 0271B (auctor c.272–337)
διόπερ πᾶς συνετὸς ἀνὴρ οὐκ ἄν ποτε ταραχθείη, τοὺς πολλοὺς ὁρῶν ἐναντίαις προαιρέσεσι φερομένους.
264Constantinus I, Epistolae, 8, 0483A (auctor c.272–337)
διόπερ εἴ τινας τοιούτους ἀνθρώπους ἐν αὐτῇ τῇ μανίᾳ ἐπιμένειν κατίδοις, ἄνευ τινὸς ἀμφιβολίας τοῖς προειρημένοις δικασταῖς πρόσελθε, καὶ αὐτὸ τοῦτο προσανένεγκε, ὅπως αὐτοὺς ἐκεῖνοι, καθάπερ αὐτοῖς παροῦσιν ἐκέλευσα, ἐπιστρέψωσιν.
265Constantinus I, Epistolae, 8, 0562C (auctor c.272–337)
διόπερ νῦν ἐπιβάς ὀχήματος, δημοσίου εἰς τὸ ἡμέτερον στρατόπεδον ἀφικέσθαι ἐπείχθητι, ὃπως ἂν τὴς παρ' ἡμῶν εὐμενείας τὶ καὶ ἐπιμελείας τυχὼν, ἐπὶ τήν πατρίδα ἀικέσθαι δυνηθῇς.
266Constantinus I, Epistolae, 8, 0482B (auctor c.272–337)
διόπερ ἐκείνους τούς εἴσω τῆς ἐπαρχίας τῆς σοι πεπιστευμένης ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ᾗ Καικιλιανὸς ἐφέστηκε, τὴν ἐξ ἑαυτῶν ὑπηρεσίαν τῇ ἁγίᾳ ταύτῃ θρησκείᾳ παρέχοντας, οὕσπερ κληρικοὺς ἐπονομάζειν ἐιώθασιν, ἀπὸ πάντων ἁπαξαπλῶς τῶν λειτουργιῶν βούλομαι ἀλειτουργήτους διαφυλαχθῆναι· ὅπως μὴ διά τινος πλάνης ἢ ἐξολισθήσεως ἱεροσύλου ἀπὸ τῆς θεραπείας τῆς τῇ θειότητι ὀφειλομένης ἀφέλκωνται, ἀλλὰ μᾶλλον ἄνευ τινὸς ἐνοχλήσεως τῷ ἰδίῳ νόμῳ ἐξυπηρετῶνται· ὧνπερ μεγίστην περὶ τὸ θεῖον λατρείαν ποιουμένων, πλεῖστον ὅσον τοῖς κοινοῖς πράγμασι συνοίσειν δοκεῖ.
267Constantinus I, Epistolae, 8, 0538A (auctor c.272–337)
διόπερ καὶ τὸν ἄφθαρτον φθαρτὸν ἡγεῖσθε· πᾶν γὰρ τὴν ναῦν λυμαινόμενον, ὥσπερ ἐξ ἀντλίας ἀνάλωται.
268Constantinus I, Epistolae, 8, 0496C (auctor c.272–337)
διόπερ ἐπὶ τὴν τῆς ἐπιστολῆς ταύτης ἀνάγκην ἐπειχθεὶς, καὶ πρὸς τὴν ὁμόψυχον ὑμῶν ἀγχίνοιαν γράφων, τήν τε θείαν πρόνοιαν καλέσας ἀρωγὸν τῷ πράγματι, μέσον τῆς πρὸς ἀλλήλους ὑμῶν ἀμφισβητήσεως, οἷον εἰρήνης πρύτανιν ἐμαυτὸν προσάγω εἰκότως.
269Constantinus I, Epistolae, 8, 0498B (auctor c.272–337)
Διόπερ καὶ ἐρώτησις ἀπροφύλακτος, καὶ ἀπόκρισις ἀπρονόητος, ἴσην ἀλλήλαις ἀντιδότωσαν ἐφ' ἑκατέρῳ συγγνώμην, οὐδὲ γὰρ περὶ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἡ τῆς φιλονεικίας ἐξήφθη πρόφασις.
270Constantinus I, Epistolae, 8, 0510B (auctor c.272–337)
διόπερ οὐδὲν τῆς ἀληθείας ἄρα ἀπᾷδον ἐκεῖνο φαίνεται, τὸ πάλαι τῇ θεἴᾳ ῥήσει διηρθρωμένον, ὅτι πρὸς τὸ κακόν εἰσι σοφυί.
271Gregorius I, Dialogi, 77, 0230A (auctor 540-604)
Διόπερ μάλιστα τοῖς ἀναγινώσκουσι φυλάττειν παραινῶ, ἵνα οἱ τὸ σῶμα αὑτῶν τῇ ἐγκρατείᾳ καθιεροῦντες, κατοικῆσαι μετὰ γυναικῶν μὴ τολμήσωσι, καὶ πτώματι τοσούτῳ τῷ λογισμῷ καθυποβληθῶσι, παρουσιάζουσα γὰρ μορφὴ τὴν ἐπιθυμίαν εἰσοικίζει, καὶ κακῶς ὑποκλίνει· περὶ οὗ γὰρ πράγματος διηγοῦμαι, διστάσαι οὐκ ἔστιν· ἐπειδὴ γὰρ τοσοῦτοι μάρτυρές εἰσιν, ὅσοι ἐν τῇ αὐτῇ πόλει κατοικοῦσιν.
272Iulius I, Monumenta genuina, 8, 0903B
διόπερ, ὡς οἶδεν ὂ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κηδόμενος μὲν τῆς ὑμῶν ὑπολήψεως, εὐχόμενος δὲ καὶ τὰς ἐκκλησίας μὴ ἐν ἀκαταστασίᾳ εἶναι, ἀλλὰ διαμένειν ὥσπερ ὑπὸ τῶν ἀποστόλων ἐκανονίσθη, γράψαι ὑμῖν ταῦτα ἀναγκαῖον ἡγησάμην, ἵνα ἤδη ποτὲ δυσωπήσητε τοὺς διὰ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν, οὓτως διαθεμένους τὰς ἐκκλησίας.
273Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 13; 21 (auctor c.482-565)
διόπερ ἐὰν ἀφοσιώσεως χάριν μόνον ἐντύχῃ, μὴ ἐπιμείνῃ δὲ μετὰ ταῦτα τῇ δικαιολογίᾳ, μετὰ τὴν προθεσμίαν ὑποπεσεῖται τῇ παραγραφῇ.
274Iustinianus I Augustus, Adversus Origenem, 69, 0267C (auctor c.482–565)
Σπουδὴ μὲν γέγονεν ἀεὶ τοῖς ὀρθοδόξοις, καὶ εὐσεβῶς προβεβασιλευκόσι τοῖς ἡμετέροις πατράσι, τὰς κατά καιρὸν ἀναφυομένας αἱρέσεις διὰ συνόδων ὁσιωτάτων ἱερέων ἐκκόπτειν, καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυττομένης ἐν εἰρήνῃ τὴν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν διαφυλάττειν· διόπερ καὶ Κωνσταντῖνος ὁ μέγας, Ἀρείου βλασφημοῦντος καὶ λέγοντος, μὴ εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ Θεῷ καὶ πατρὶ, ἀλλὰ κτίσμα καὶ ἐξ οὺκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ πατέρας, καὶ αὐτὸς ἐκεῖ παραγενόμενος, καὶ τοῦ Ἀρείου καταδικασθέντος καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθόδοξον κρατῦναι πίστιν.
275Leo II, Epistolae, 96, 0402D
Διόπερ εἰ μὴ τὸ ἑκάτερον τούτων ὁ συμβασιλεὺς τῶν βασιλευόντων, ὁ παντοδύναμος Θεὸς ἐφιλοτιμήσατο τοῖς ἑαυτοῦ ἱερεῦσιν, οὐδαμῶς ἡ βασιλικὴ εὐγένεια τοῖς ἐσχάτοις ἑαυτῆς δούλοις συγκατέβαινε, καὶ πρὸς ὀλίγον τοῦ βασιλικοῦ ὕψους ἐξαιρέτου τυγχάνοντος ἑαυτὴν [L., ἐξηρημένου, ἑαυτὴν] ἐπεπόθει συναρίθμιον εἶναι τοῦ τῶν ἱερέων καταλόγου διὰ τὸν πρὸς Θεὸν ζῆλον.
276Leo III, Epistolae 2, 102, 1044A
Διόπερ δὴ εὖ παρασχὼν οἷα Θεοῦ συλλαμβανομένου μοί, τοῦτε ἀξιώματος ὑπερόπτης καθέστηκα, καὶ τῆς βασιλείου αὐλῆς καὶ τῶν ἀστικῶν θορύβων πόῤῥω που ἀπαγόμενος διεσκήνωμαι, ἐσχατιὰν γοῦν τινα καταλαμβάνω καὶ ἀκρώρειαν, τραχεῖάν τε οὖσαν καὶ δισπρόσοδον· σταδίοις οὗτος ὀλίγοις περὶ τὴν Προπόντιον χώραν, τοῦ βασιλείου διειργόμην [διειργεμένην] ἄστεος, κἄν ταῦθα τὰς διατριβὰς ποιεῖσθαι ἐσπούδαζον, ὡς ἄρα εἰ δυναίμην, τοῦ μονήρους βίου ἐφαπτόμενος, καὶ τοῦτο γὰρ ἠπειγόμην ἐκ πλείονος, καί τις ἔρως εἶχε τῆς ἐρημίας καὶ ἡσυχίας δεινότατος, μήτε ἀλλαχόθι ποῖ τὸ τέρμα τῆς ζωῆς, ἢ ἐνταῦθα ἀπολήψεσθαι.
277Liberius papa, Epistolae et dicta, 8, 1359D
διόπερ εἴ σου δοκεῖ τῇ εὐσεβείᾳ, κριτήριον συσταθῆναι κέλευσον· καὶ εἰ ὀφθείη Ἀθανάσιος ἄξιος καταδίκης, τότε κατά τὸν τῆς ἐκκλησιαστικῆς ἀκολουθίας τύπον, ἐξενεχθήσεται ἡ κατ' αὐτοῦ ψῆφος.
278Markos monachos, Florilegium et opuscula, Florilegium, 27; 25 (auctor fl.1260)
Αἱ τῶν βιωτικῶν ἀνθρώπων ὁμιλίαι τὸν λογισμὸν ἀπὸ τοῦ θεοῦ χωρίζουσιν· διόπερ αὐτοῖς μὴ συνλάλει, ἀλλὰ καὶ ἀλαλοῦντας ἔκκλινε.
279Markos monachos, Florilegium et opuscula, Florilegium, 34; 3 (auctor fl.1260)
Διόπερ καὶ ἐν τῇ παρουσίᾳ τοῦ κυρίου μετὰ πάντων τῶν ἁγίων οἱ μετὰ τοιαύτης παρρησίας ἐξελθόντες τοῦ βίου ἁρπαγήσονται· οἱ δὲ κἂν βραχὺ δειλιῶντες ἐν τῷ θανάτῳ ἐν τῇ πάντων τῶν ἀνθρώπων καταληφθήσονται πληθύι ὡς ὑπὸ κρίσιν ὄντες, ἵνα διὰ τοῦ πυρὸς δοκιμασθέντες τῆς κρίσεως τοὺς κεχρεωστημένους αὐτοῖς κατὰ τὰς πράξεις αὐτῶν ἀπολαύσουσι κλήρους – ἑκάστου, γάρ φησιν ὁ ἀπόστολος, τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει {I Cor 3,13}.
280Martinus I, Epistolae, 87, 0130D
Διόπερ, ἀδελφοὶ, τὰς βεβήλους ἐκτρεπόμενοι καινοφωνίας, μηδαμῶς τῶν ἀπὸ γῆς φωνούντων, καὶ οὐκ ἀπὸ στόματος Κυρίου λαλούντων, προσδέξησθε κατὰ τῆς πίστεως τύπους, ἢ νόμους, ἢ ὅρους, ἢ ἐκθέσεις ἀτόπους, γινώσκοντες, ὅτι μέλλει ταῦτα πάντα ζητεῖν καὶ κρίνειν αὐτὸς ὁ τῆς δόξης Θεός· καὶ ὅτι οὐδεὶς ἀνθρώπων, ὧν ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτῶν, ὑπὲρ ἡμῶν ἐσταυρώθη, οὔτε εἰς τὸ ὄνομά τινος αὐτῶν ἐβαπτίσθημεν, ἀλλὰ τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, μαλίστα σαφῶς κατανοοῦντες, ὅτι καὶ δι' ἑαυτῶν τὰ οἰκεῖα δόγματα καταλύουσιν οἱ δι' ἐναντίας.
281Plato, Epistolae, 1, 309; 5 (auctor c.425BC-347BC)
τὸ δὲ χρυσίον τὸ λαμπρόν, ὅπερ ἔδωκας εἰς ἀποστολήν, ἄγει σοι Βακχεῖος ὁ τὴν ἐπιστολὴν φέρων· οὔτε γὰρ ἐφόδιον ἐκεῖνό γ' ἦν ἱκανὸν οὔτε πρὸς τὸν ἄλλον βίον συμφέρον, ἀδοξίαν δὲ πλείστην τῷ διδόντι σοὶ παρασκευάζον, οὐ πολλῷ δὲ ἐλάττω κἀμοὶ λαμβάνοντι, διόπερ οὐ λαμβάνω.
282Plato, Leges, 1b, 679; 6 (auctor c.425BC-347BC)
ψεῦδος γὰρ ὑπονοεῖν οὐδεὶς ἠπίστατο διὰ σοφίαν, ὥσπερ τὰ νῦν, ἀλλὰ περὶ θεῶν τε καὶ ἀνθρώπων τὰ λεγόμενα ἀληθῆ νομίζοντες ἔζων κατὰ ταῦτα· διόπερ ἦσαν τοιοῦτοι παντάπασιν οἵους αὐτοὺς ἡμεῖς ἄρτι διεληλύθαμεν.
283Plato, Phaedrus, p1, 232; 4 (auctor c.425BC-347BC)
διόπερ καὶ τὰς πρὸς τοὺς ἄλλους τῶν ἐρωμένων συνουσίας ἀποτρέπουσιν, φοβούμενοι τοὺς μὲν οὐσίαν κεκτημένους μὴ χρήμασιν αὐτοὺς ὑπερβάλωνται, τοὺς δὲ πεπαιδευμένους μὴ συνέσει κρείττους γένωνται· τῶν δὲ ἄλλο τι κεκτημένων ἀγαθὸν τὴν δύναμιν ἑκάστου φυλάττονται.
284Plotinus, Enneades, 5, 5, 9; 1 (auctor c.205-270)
πᾶν τὸ γενόμενον ὑπ᾽ ἄλλου ἢ ἐν ἐκείνῳ ἐστὶ τῷ πεποιηκότι ἢ ἐν ἄλλῳ, εἴπερ εἴη τι μετὰ τὸ ποιῆσαν αὐτό· ἅτε γὰρ γενόμενον ὑπ᾽ ἄλλου καὶ πρὸς τὴν γένεσιν δεηθὲν ἄλλου, ἄλλου δεῖται πανταχοῦ· διόπερ καὶ ἐν ἄλλῳ.
285Plotinus, Enneades, 6, 7, 9; 5 (auctor c.205-270)
Διόπερ τῶν νοήσεων αἱ μὲν θεοί, αἱ δὲ δεύτερόν τι γένος, ἐν ὧι τὸ λογικὸν ἐπίκλην ἐνταῦθα, ἑξῆς δ᾽ ἀπὸ τούτων τὸ ἄλογον κληθέν.
286Plotinus, Enneades, 6, 8, 11; 8 (auctor c.205-270)
Διόπερ δεῖ τὸ αἴτιον τῆς ἀπορίας ἀνελόντα ἔξω ποιήσασθαι τῆς ἐπιβολῆς τῆς πρὸς αὐτὸ πάντα τόπον καὶ μηδὲ ἐν ὁτῳοῦν τίθεσθαι αὐτό, μήτε ἀεὶ κείμενον ἐν αὐτῷ καὶ ἱδρυμένον μήτε ἐληλυθότα, ἀλλ᾽ ὄντα μόνον, ὡς ἔστι, λεγόμενον ὑπ᾽ ἀνάγκης τῶν λόγων εἶναι, τὸν δὲ τόπον, ὥσπερ καὶ τὰ ἄλλα, ὕστερον καὶ ὕστερον ἁπάντων.
287Priscianus Caesarensis, Ars Prisciani, p. 137 (vol. 2), l. 24 (auctor c.500)
idem in eodem relatiue: et altis urbibus ultimae stetere causae, cur perirent funditus , cur διόπερ.
288Ps Aristoteles, De respiratione, 7; 5 (opus c.300BC)
Καταχρῆται γὰρ ἡ φύσις ἐν παρέργῳ τῇ διὰ τῶν μυκτήρων ἀναπνοῇ πρὸς τὴν ὄσφρησιν ἐν ἐνίοις τῶν ζῴων· διόπερ ὀσφρήσεως μὲν σχεδὸν μετέχει πάντα τὰ ζῷα, ἔστι δ’ οὐ πᾶσι τὸ αὐτὸ αἰσθητήριον.
289Ps Aristoteles, De respiratione, 8; 2 (opus c.300BC)
Διόπερ ἐν ᾧ πρώτῳ τόπῳ τοῦ σώματος καὶ ἐν ᾧ πρώτῳ τοῦ τόπου τούτου μορίῳ τὴν ἀρχὴν ἀναγκαῖον εἶναι τὴν τοιαύτην, ἐνταῦθα καὶ τὴν πρώτην τὴν θρεπτικὴν ψυχὴν ἀναγκαῖον ὑπάρχειν.