'δυναστεία' - search in All Authors, Showing 1 to 50 of 50 hits

1Agatho papa, Epistolae, 87, 1222A
Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς καθολικῆς καὶ ἀποστολίκῆς πίστεως, οὓς μέχρι τούτου ὁ ἀποστολικὸς θρόνος ἅμα ἡμῖν καὶ ἐκράτησε καὶ παραδίδωσιν, ὅλῃ τῇ τῆς διανοίας παραφυλακῇ φυλάξωμεν· Πιστεύοντες εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν πρὸ πάντων τῶν αἰώνων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεὸν ἐκ Θεοῦ ἀληθινοῦ, φῶς ἐκ φωτὸς, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, καὶ ζωοποιοῦν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον, καὶ συνδοξαζόμενον· Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι, ἑνότητα μὲν φύσεως, Τριάδα δὲ προσώπων, ἤγουν ὑποστάσεων, Θεὸν τὸν Πατέρα ὁμολογοῦντες, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· οὐ τρεῖς Θεοὺς, ἀλλ' ἕνα Θεὸν, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον· οὐ τριῶν ὀνομάτων ὑπόστασιν, ἀλλὰ τριῶν ὑποστάσεων μίαν οὐσίαν· ὧν μία οὐσία, ἤτοι φύσις, τουτέστι μία θεότης, μία ἀϊδιότης, μία δυναστεία, ἓν κράτος, μία δόξα, μία προσκύνησις, ἓν οὐσιῶδες τῆς αὐτῆς ἁγίας καὶ ἀχωρίστου Τριάδος θέλημα καὶ ἐνέργεια, ἥτις πάντα ἔκτισε, διοικεῖ καὶ διακρατεῖ.
2Agatho papa, Epistolae, 87, 1162B
Κατανοοῦντί μοι τοῦ ἀνθρωπίνου βίου τὰς διαφόρους ὀδύνας, καὶ πρὸς τὸν Θεὸν τὸν μόνον ἀληθινὸν μετὰ σφοδρότητος ὀδυρμῶν στενάζοντι, ὅπως παράκλησιν τῇ χειμαζομένῃ ψυχῆ τῷ πόθῳ τῆς θείας εὐσπλαγχνίας μεταδῷ, καὶ ἀπὸ τοῦ βυθοῦ τῶν θλίψεων τῇ δυναστείᾳ τῆς αὐτοῦ δεξιᾶς ἀνακουφίσῃ, μεγάλην καὶ θαυμαστὴν μετὰ ἀκαταπαύστου εὐχαριστίας ὁμολογῶ, γαληνότατοι δεσπόται καὶ τέκνα, παραμυθίας ἐπιτηδειότητα παραστῆσαι κατηξίωσε τὴν εὐσεβῆ πρόθεσιν τῆς γαληναίας ὑμῶν ἡμερότητος· ἥντινα πρὸς σύστασιν τῇ θεόθεν καταπιστευθείσῃ αὐτῇ [αὐτῆς] Χριστιανικωτάτῃ πολιτείᾳ ἡ αὐτοῦ ἐπίνευσις ἐχαρίσατο, ὅπως ἡ βασιλικὴ ἰσχὺς καὶ εὐμένεια περὶ Θεοῦ, δι' οὗ βασιλεῖς βασιλεύουσι, τοῦ Βασιλέως ὄντως τῶν βασιλευόντων, καὶ Κυρίου τῶν κυριευόντων, καὶ φροντίσῃ, καὶ ζητήσῃ, καὶ τῆς Ἀμωμήτου αὐτοῦ πίστεως τὴν ἀλήθειαν, ὡς παρὰ τῶν ἀποστόλων, καὶ τῶν ἀποστολικῶν Πατέρων παρεδόθη, ἀγρύπνως ἐπιζητήσῃ· καὶ ὡς ἡ ἀληθὴς παράδοσις περιέχει, ἐνστατικῶς ἐπιθυμήσῃ ἐν πάσαις ταῖς Ἐκκλησίαις ἐπικρατῆσαι.
3Agatho papa, Epistolae, 87, 1211C
Ὅθεν καὶ ἔπαινος ἀπὸ πάντων τῶν ἐθνῶν τῶν Χριστιανῶν, καὶ αἰωνίζουσα μνήμη, καὶ συνεχὴς εὐχὴ πλεονάσει ὑπὲρ ῥώσεως, καὶ τῆς δωρηθησομένης τροπαιούχου καὶ τελείας νίκης ἀπὸ τοῦ Δεσπότου Χρίστοῦ, οὗτινος καὶ τὸ πρᾶγμα ἐστιν, ὅπως τῆς ἀνωτάτης μεγαλειότητος τῷ φόβῳ πληγέντα τὰ γένη τῶν ἐθνῶν ὑπὸ τοῖς σκηπτροις τοῦ ῥωμαλέου ὑμῶν κράτους τοὺς ἑαυτῶν αὐχένας ταπεινωθέντες ὑποστρώσωσιν, ἵνα τῆς ὑμετέρας εὐσεβοῦς βασιλείας κραταιωθῇ ἡ δυναστεία, ἕως τὸ χρονικὸν κράτος ἡ διαιωνίζουσα μακαριότης τῆς οὐρανίου [ἀιδίου] διαδέξηται βασιλείας.
4Agatho papa, Epistolae, 87, 1214B
Παρακαλῶ τοίνυν, εὐσεβέστατοι καὶ φιλανθρωπότατοι βασιλέων, καὶ Αὔγουστοι, καὶ ἅμα σὺν τῇ ἐμῇ ἐλαχιστίᾳ πᾶσα ψυχὴ Χριστιανῶν γονυπετοῦσα δέεται, ἵνα πᾶσι τοῖς θεαρέστοις ἀγαθοῖς, καὶ ταῖς θαυμασταῖς καὶ βασιλικαῖς εὐεργεσίαις, ἅστινας διὰ τῆς ὑμῶν Θεαρέστου σπουδῆς ἡ ὕψιστος ῥοπὴ τῷ ἀνθρωπίνῳ γένει χαρίσασθαι κατηξίωσε, καὶ τοῦτο εἰς ὁλόκληρον ἀποκατάστασιν τῆς τελείας εὐσεβείας τῷ συμβασιλεύοντι Δεσπότῃ Χριστῷ εὐπρόσδεκτον θυσίαν προσαγαγεῖν κελεύσητε, τὸν λόγον τῆς ἀτιμωρησίας χαρισάμενοι, καὶ ἐλευθέραν τοῦ λαλεῖν ἄδειαν ἑνὶ ἑκάστῳ τῷ λαλεῖν ἐθέλοντι, καὶ λόγον ὑπὲρ τῆς πίστεως ἧς πιστεύει καὶ κρατεῖ, ἀποδοῦναι, ἵνα ἀπὸ πάντων φανερῶς ἐπιγνωσθῇ, ὅτι οὐδενὶ φόβῳ, οὐδεμιᾷ δυναστείᾳ, οὐδεμιᾷ ἀπειλῇ, ἢ ἀποστροφῇ, τίς ποτε ὑπὲρ τῆς ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως λαλεῖν θέλων ἐκωλύθη, ἢ ἀπεβλήθη, ὅπως πάντες ὁμοθυμαδὸν ὑπὲρ τοῦ τοιούτου καὶ οὕτως ἀνεικάστου ἀγαθοῦ εἰς πάντα τὸν χρόνον τῆς ἑαυτῶν ζωῆς τὴν θείαν μεγαλοσύνην δοξάζωσι, καὶ ὑπὲρ ῥώσεως καὶ ὑψώσεως τοῦ ἀνδρειοτάτου ὑμῶν κράτους ἀκαταπαύστους ὁμοθυμαδὸν τῷ Δεσπότῃ Χριστῷ δεήσηις ἐκχέωσιν.
5Aristoteles, Politica, 2; 269 (auctor 384BC-322BC)
πάντων δὲ φαυλότατον τὸ τῆς ἀκοσμίας τῶν δυνατῶν, ἣν καθιστᾶσι πολλάκις οἳ ἂν μὴ δίκας βούλωνται δοῦναι τῶν δυνατῶν· ᾗ καὶ δῆλον ὡς ἔχει τι πολιτείας ἡ τάξις, ἀλλ' οὐ πολιτεία ἐστὶν ἀλλὰ δυναστεία μᾶλλον.
6Aristoteles, Politica, 4; 93 (auctor 384BC-322BC)
ὅταν δὲ ἤδη πολὺ ὑπερτείνωσι ταῖς οὐσίαις καὶ ταῖς πολυφιλίαις, ἐγγὺς ἡ τοιαύτη δυναστεία μοναρχίας ἐστίν, καὶ κύριοι γίνονται οἱ ἄνθρωποι, ἀλλ' οὐχ ὁ νόμος· καὶ τὸ τέταρτον εἶδος τῆς ὀλιγαρχίας τοῦτ' ἐστίν, ἀντίστροφον τῷ τελευταίῳ τῆς δημοκρατίας.
7Aristoteles, Politica, 5; 32 (auctor 384BC-322BC)
– δι' ὑπεροχὴν δέ, ὅταν τις ᾖ τῇ δυνάμει μείζων (ἢ εἷς ἢ πλείους) ἢ κατὰ τὴν πόλιν καὶ τὴν δύναμιν τοῦ πολιτεύματος· γίνεσθαι γὰρ εἴωθεν ἐκ τῶν τοιούτων μοναρχία ἢ δυναστεία· διὸ ἐνιαχοῦ εἰώθασιν ὀστρακίζειν, οἷον ἐν Ἄργει καὶ Ἀθήνησιν· καίτοι βέλτιον ἐξ ἀρχῆς ὁρᾶν ὅπως μὴ ἐνέσονται τοσοῦτον ὑπερέχοντες, ἢ ἐάσαντας γενέσθαι ἰᾶσθαι ὕστερον.
8Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 15; 23
καὶ τὰ λοιπὰ τῶν λόγων Ασα καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ.
9Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 16; 27
καὶ τὰ λοιπὰ τῶν λόγων Αμβρι καὶ πάντα, ἃ ἐποίησεν, καὶ ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
10Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 16; 30
καὶ ἃ συνέθετο Ιωσαφατ, καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα;
11Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 10; 34
καὶ τὰ λοιπὰ τῶν λόγων Ιου καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
12Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 14; 15
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
13Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 20; 20
Καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
14Biblia, Biblia graeca iuxta LXX interpretes, 1Par, 29; 12
παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα, σὺ πάντων ἄρχεις, κύριε ὁ ἄρχων πάσης ἀρχῆς, καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία, καὶ ἐν χειρί σου, παντοκράτωρ, μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα.
15Biblia, Biblia graeca iuxta LXX interpretes, Idt, 9; 11
οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήμπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ.
16Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 64; 7
ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ,
17Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 65; 7
τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.
18Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 70; 16
εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.
19Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 77; 26
ἀπῆρεν νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ λίβα
20Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 146; 10
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
21Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 6; 3
ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει·
22Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 3; 20
ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.
23Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 15; 18
ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα,
24Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 43; 29
φοβερὸς κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
25Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 28; 30
ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς·
26Biblia, Biblia graeca iuxta LXX interpretes, Ez, 22; 25
ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου.
27Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 11; 5
καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου· καὶ εἷς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύσει· δυναστεία μεγάλη ἡ δυναστεία αὐτοῦ.
28Coelestinus I, Epistolae et decreta, 50, 0452C
Καὶ τοῦτο εἰδὼς, οἴεται ὅτι πάντων ἐστὶ σοφώτερος, καὶ μόνος οἶδε τὸν σκοπὸν τῆς θεοπνεύστου γραφῆς, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον· καίτοι πῶς οὐκ ἔδει πληροφορεῖσθαι μᾶλλον αὐτὸν, ὅτι πάντων τῶν κατὰ πᾶσαν τἠν οἰκουμένην ὀρθοδόξων ἐπισκόπων καὶ λαϊκῶν ὁμολογοῦντων, ὅτι καὶ Θεὸς ἦν ὁ Χριστὸς, καὶ Θεοτόκος ἡ τεκοῦσα αὐτὸν παρθένος, πλανᾶται μόνος αὐτὸς τοῦτο ἀρνούμενος; ἀλλ' ὀφρύεται, καὶ οἴεται ὅτι τῇ δυναστείᾳ τοῦ θρόνου πᾶσιν ἐπιβουλεύων, καὶ ἡμᾶς ἢ καὶ τοὺς ἄλλους ἅπαντας ἀναπείσει τὰ αὐτὰ φρονεῖν αὐτῷ.
29Constantinus I, Conciones, 8, 0439B (auctor c.272–337)
ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος (τῇ) πρὸς τοὺς ἀνθρώπους, εἰ τάγε θηρία συγκρίσει· ἔφεσις δὲ δυναστείας, ἀντίῤῥοπος Θεοῦ δυνάστείᾳ, πῶς οὐ μαινομένων ἀνθρώπων ἐστὶν, ἀπεστραμμένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ Θεοῦ κελευσιν· οὕτω γὰρ μοναῖς ἀθανάτοις καὶ ἀγήροσι.
30Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0094A
Ἑκκαιδεκάτη δυναστεία.
31Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0094A
Ἑπτακαιδεκάτη δυναστεία.
32Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0095A
Ὀκτωκαιδεκάτη δυναστεία, Διοσπολιτῶν, ἔτη τμη'
33Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0096A
Ἐννεακαιδεκάτη δυναστεία, Ἔτη ρϙ.
34Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0096A
Εἰκοστὴ δυναστεία, Ἔτη ροη'.
35Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0096A
Πρώτη καὶ εἰκοστὴ δυναστεία.
36Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0097A
Εἰκοστὴ δευτέρα δυναστεία.
37Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0097A
Εἰκοστὴ τρίτη δυναστεία.
38Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0097A
Εἰκοστὴ τετάρτη δυναστεία.
39Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0097A
Εἰκοστὴ πέμπτη δυναστεία.
40Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0097B
Ἕκτη καὶ εἰκοστὴ δυναστεία.
41Eusebius Caesariensis Hieronymus Stridonensi, Interpretatio Chronicae Eusebii, 27, 0098A
Εἰκοστὴ ἑβδόμη δυναστεία.
42Gregorius I, Dialogi, 77, 0182B (auctor 540-604)
Ἤρξατο δὲ θαυμαστῷ τρόπῳ τὸ πῦρ πρὸς ἑαυτὸ ὑποστρέφειν, ὥστε φωνῆς δίκην κεκραγέναι τῇ τῆς ὑποστροφῆς αὐτοῦ δυναστείᾳ, μὴ δύνασθαι τὸν ἐπίσκοπον παρελθεῖν.
43Gregorius I, Dialogi, 77, 0311A (auctor 540-604)
Τοῦ δὲ ἀνθρώπου τοῦ Θεοῦ ἐν τῷ μέσῳ αὐτῶν εἰσαχθέντος, ἐκ πάντων τῶν ἀνδρῶν τῶν ἐν δυναστείᾳ σώματος ἐπελέχθη εἷς, περὶ οὗ διστάσαι οὐκ ἦν, ὅτι ἐν ἑνὶ κρούσματι τῆν κεφαλὴν αὐτοῦ ἀποτέμνοι.
44Gregorius I, Prolegomena, 66, 0179C (auctor 540-604)
Ἔξω δὲ αὐτοῦ ἡ ἀσθένεια ἡμῶν· οὐ γὰρ ὑπ' αὐτῆς ἡ τοῦ Θεοῦ δυναστεία ἠσθένησεν.
45Hilarius Pictaviensis, Tractatus super psalmos, 9, 0429C (auctor 315-367)
Quod enim nobiscum scribitur: Qui dominabitur in virtute sua in aeternum, in graecis ita legitur: τῷ δεσπόζοντι ἐν δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.
46Incertus 014, Vita et institutum, 14, 0057A
20. Ταύτην μαθὼν τὴν δακρύων γέμουσαν συμφορὰν ὁ μέγας Ἀμβρόσιος, ἀφικόμενον εἰς τὴν Μεδιολάνων τὸν βασιλέα, καὶ συνήθως εἴσω τοῦ θείου παρελθεῖν βουληθέντα ναοῦ, πόῤῥωθεν προϋπαντήσας, οὐδὲ τῶν ἱερῶν εἴασε πυλῶν ἐπιβῆναι, Οὐκ οἶσθα, λέγων, ὡς ἔοικεν, ὦ βασιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος· οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ λῆξιν, ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν· οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δυναστεία ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ' ἐπιπροσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ χρὴ μέντοι τὴν φύσιν εἰδέναι, καὶ τὸ ταύτης θνητόν τε καὶ διαῤῥέον, καὶ τὸν πρόγονον χοῦν ἐξ οὗ γεγόναμεν, καὶ εἰς ὃν ἀποῤῥέομεν, κα ;ὶ μὴ τῷ ἄνθει τῆς ἀλουγρίδος ἀποβουκολουμένην, ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν· ὁμοφυῶν ἄρχεις, ὦ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων· εἷς γὰρ πάντων δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων δημιουργός· ποίοις τοίνυν ὀφθαλμοῖς ὄψεις τὸν τοῦ κοινοῦ δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ ἔδαφος ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς θερμοῦ ἔτι σταζούσας αἵματος; ἢ πῶς τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ καὶ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσούτων διὰ τὸν θυμὸν παρανόμως αἷμα ἐκχέας; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν ᾧ θεὸς ὁ τῶν ὅλων δεσπότης ἄνωθεν γίνεται σύμψηφος· ἰατρικὸς δὲ οὗτος καὶ ὑγιείας σοι πρόξενος, εἰ μή που ἀθεράπευτα πάσχειν προῃρήσω.
47Incertus 014, Vita et institutum, 14, 0061C
28. Εἶχε καὶ ἀφορμὴν ἄλλην ὠφελείας ὁ βασιλεὺς οὕτως· ἡ γὰρ σύζυγος τούτου τῶν θείων αὐτὸν συνεχῶς ἀνεμίμνησκε νόμων· φιλοπόνως ἑαυτὴν τούτοις καὶ πρὸς ἀκρίβειαν ἐκπονήσασα· οὐ γὰρ ἐπῃρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸ θεῖον πλέον ἐνέκαιεν ἔρωτα.
48Iustinianus I Augustus, Adversus Origenem, 69, 0253B (auctor c.482–565)
Ἀλλὰ καὶ τῶν δύο φύσεων μίαν δύναμιν, ἤτοι δυναστείαν λέγων ὁ γράψας τὴν ἐπιστολὴν φανερός ἐστιν, ὡς καὶ ἐν τούτῳ ἀκολουθεῖ τοῖς εἰρημένοις αἱρετικοῖς, Θεοδώρῳ μὲν λέγοντι ἐν τοῖς περὶ ἐνανθρωπήσεως αὐτοῦ διαφόροις λόγοις ἀσεβῶς ἐκτεθεῖσι, Νεστορίῳ δὲ ἐν πολλοῖς συγγράμμασι, μάλιστα δὲ ἐν τῇ ἐπιστολῇ τῇ γραφείσῃ πρὸς Ἀλέξανδρον τὸν αἱρετικὸν Ἱεραπολίτην, ὅτι τῶν δύο φύσεων μία ἐστὶν αὐθεντία, καὶ μία δύναμις, ἤτοι δυναστεία, καὶ ἓν πρόσωπον κατὰ μίαν ἀξίαν, καὶ τὴν αὐτὴν τιμήν.
49Iustinianus I Augustus, Adversus Origenem, 69, 0253C (auctor c.482–565)
Μία γὰρ αὐθεντία, καὶ μία δύναμις ἤτοι δυναστεία, καὶ μία ἀξία, καὶ ἡ αὐτὴ τιμὴ οὐκ ἐπὶ διαφόρων φὑσεων, ἀλλ' ἐπὶ διαφόρων προσώπων καὶ τῆς αὐτῆς οὐσίας λέγεται, ὅπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦμεν.
50Markos monachos, Florilegium et opuscula, Florilegium, 6; 11 (auctor fl.1260)
Καὶ οὐ μή τί σοι φανῇ [τι] ὡραιότερον τοῦ θεοῦ, ὅσα τοῖς πολλοῖς περισπούδαστα· οὐ γένος, οὐ πλοῦτος, οὐ θρόνος, οὐ δυναστεία, οὐ τὸ ἐν εὐχροίᾳ καὶ συνθέσει μελῶν φανταζόμενον κάλλος – τὸ χρόνου καὶ νόσου παίγνιον.