'δυσχέρεια' - search in All Authors, Showing 1 to 9 of 9 hits

1Aristoteles, Metaphysica, 13, 9; 34 (auctor 384BC-322BC)
αὕτη μὲν οὖν αὐτὴ καθ' αὑτὴν εἴη τις ἂν δυσχέρεια τῶν εἰρημένων.
2Aristoteles, Metaphysica, 14, 4; 4 (auctor 384BC-322BC)
παρὰ μὲν γὰρ τῶν θεολόγων ἔοικεν ὁμολογεῖσθαι τῶν νῦν τισίν, οἳ οὔ φασιν, ἀλλὰ προελθούσης τῆς τῶν ὄντων φύσεως καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἐμφαίνεσθαι (τοῦτο δὲ ποιοῦσιν εὐλαβούμενοι ἀληθινὴν δυσχέρειαν ἣ συμβαίνει τοῖς λέγουσιν, ὥσπερ ἔνιοι, τὸ ἓν ἀρχήν· ἔστι δ' ἡ δυσχέρεια οὐ διὰ τὸ τῇ ἀρχῇ τὸ εὖ ἀποδιδόναι ὡς ὑπάρχον, ἀλλὰ διὰ τὸ τὸ ἓν ἀρχὴν καὶ ἀρχὴν ὡς στοιχεῖον καὶ τὸν ἀριθμὸν ἐκ τοῦ ἑνός) , οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, ᾗ βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώτους, οἷον νύκτα καὶ οὐρανὸν ἢ χάος ἢ ὠκεανόν, ἀλλὰ τὸν Δία· οὐ μὴν ἀλλὰ τούτοις μὲν διὰ τὸ μεταβάλλειν τοὺς ἄρχοντας τῶν ὄντων συμβαίνει τοιαῦτα λέγειν, ἐπεὶ οἵ γε μεμιγμένοι αὐτῶν [καὶ] τῷ μὴ μυθικῶς πάντα λέγειν, οἷον Φερεκύδης καὶ ἕτεροί τινες, τὸ γεννῆσαν πρῶτον ἄριστον τιθέασι, καὶ οἱ Μάγοι, καὶ τῶν ὑστέρων δὲ σοφῶν οἷον Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας, ὁ μὲν τὴν φιλίαν στοιχεῖον ὁ δὲ τὸν νοῦν ἀρχὴν ποιήσας.
3Aristoteles, Metaphysica, 14, 4; 8 (auctor 384BC-322BC)
συμβαίνει γὰρ πολλὴ δυσχέρεια – ἣν ἔνιοι φεύγοντες ἀπειρήκασιν, οἱ τὸ ἓν μὲν ὁμολογοῦντες ἀρχὴν εἶναι πρώτην καὶ στοιχεῖον, τοῦ ἀριθμοῦ δὲ τοῦ μαθηματικοῦ – ἅπασαι γὰρ αἱ μονάδες γίγνονται ὅπερ ἀγαθόν τι, καὶ πολλή τις εὐπορία ἀγαθῶν.
4Aristoteles, Topica, 3, III 2; 32 (auctor 384BC-322BC)
Καί τό τοῖς κακοῖς ἀκοινωνητότερον· αἱρετώτερον γάρ ᾧ μηδεμία δυσχέρεια ἀκολουθεῖ ἢ ᾧ ἀκολουθεῖ.
5Capreolus Carthaginensis, Epistolae, 53, 0846B (auctor 426-432)
Ἐπειδή τὰ βασιλικὰ γράμματα ἐν ἡμέραις τοῦ πάσχα εἰς ἡμᾶς ἦλθε, ὅτε μόλις μέχρι τῆς πρόσκυνητῆς πάσης συνόδου δύο μηνῶν διάστημα περιελιμπάνετο οἵ τινες μόλις ἤρκουν, κᾄν αὐτῇ τῇ κατὰ Ἀφρικὴν συνόδῳ εἰς τὸ συνελθεῖν, καὶ εἰ μηδεμία δυσχέρεια ἀπὸ τῶν πολεμίων ἡ παροῦσα συμβεβήκει ἐντεῦθεν γεγενῆσθαι· ἵνα, ἐι καὶ τὰ μάλιστα πρέσβεις οὐδαμῶς ἐκπέμψαι δεδυνήμεθα, διὰ τὴν εὐλάβειαν ὅμως τήν χπεωστουμένην τῇ ἐκκλησιαστικῇ ἐπιστήμῃ, τὸν υἱὸν τὸν ἐμὸν Βεσούλαν τὸν διάκονον μετὰ τούτων τῶν τῆς παραιτήσεως γραμμάτων ἐπέμψαμεν, προσκυνητοὶ ἀδελφοί.
6Flavius Constantinus, Epistola, 87, 1150B
Μετὰ οὖν τὸ τὴν τοιαύτην ἐπιστολὴν σταλῆναι πρὸς τὴν ὑμετέραν πατρικὴν μακαριότητα, ἠρωτήσαμεν τόν τε αὐτὸν ἁγιώτατον καὶ μακαριώτατον πατριάρχην, καὶ Μακάριον τῆς Θεουπολιτῶν πόλεως, τίς ἡ δυσχέρεια ἡ προβαίνουσα μεταξύ τῆς ὑμετέρας πατρικῆς μακαριότητος, ἤγουν τοῦ καθ' ὑμᾶς ἀποστολικοῦ θρόνου, καὶ αὐτῶν· ἤδη τετελεσμένων πάντων ὄντων περὶ τῆς ἀμωμήτου ἡμῶν καὶ ἀπαρασαλεύτου τῶν Χριστιανῶν πίστεως διὰ τῆς διδασκαλίας τῶν ἁγίων ἀποστόλων, διά τε τῶν ἐκθέσεων τῶν ἁγίων πέντε συνόδων, καὶ τῆς διδασκαλίας τῶν ἁγίων ἐκκρίτων Πατέρων, καὶ πασῶν τῶν αἱρέσεων ἤδη καὶ τηλαυγηθεισῶν καὶ καταργηθεισῶν, καὶ μηκέτι ὑπεῖναι τρόπον δυνάμενον παρασπασμὸν ἢ σχίσμα τῇ ἁγίᾳ καὶ ἀμωμήτῳ ἡμῶν περιποιῆσαι πίστει· καὶ ἀπελογήσαντο ἡμῖν οἱ αὐτοὶ ἁγιώτατοι πατριάρχαι, ὡς ῥήματά τινα καινοφωνιῶν εἰσήχθησαν, τινῶν μὲν ἐξ ἀνειδησίας ταῦτα εἰσαγαγόντων, ἑτέρων δὲ παρὰ τὸ προσῆκον ἐπεξεργαζομένων τὰ ἀκατάληπτα ἔργα τοῦ Θεοῦ· καὶ ὅτι ἀφ' οὗ ταῦτα ἤρξαντο κινεῖσθαι τὰ ῥήματα καὶ μέχρι τοῦ παρόντος συνέλευσις μεταξὺ τῶν δύο θρόνων οὐ γέγονεν, ἵνα ἐκζητοῦντες, πληροφορίαν ἑαυτοῖς εἰσαγάγωσι τῆς ἀληθείας.
7Leo I, Epistolae, 54, 0734B (auctor 440-461)
Καὶ μηδεμία δυσχέρεια ἐχ τούτου τοῦ μέρους προσαχθῇ· ὁπότε ὁ μνημονευθεὶς πρεσβύτερος ἐν τῷ ἰδίῳ λιβέλλῳ ὡμολόγησεν ἕτοιμον ἑαυτὸν εἶναι πρός διόρθωσιν, εἴ τι εἰς αὐτὸν εὑρεθείη ὅπερ ἐστὶν ἄξιον ἐπιλήψεως, πρέπει γὰρ ἐπὶ τῶν τοιούτων αἰτιῶν τούτου μάλιστα φροντίζειν, ὥστε ἐκτὸς θορύβου καὶ φιλονεικίας καὶ τὴν ἀγάπην φυλάττεσθαι, καὶ τὴν ἀλήθειαν ἐκδικεῖσθαι, ἀδελφὲ τιμιώτατε.
8Plato, Philebus, p1, 44; 11 (auctor c.425BC-347BC)
Πρώταρχος τούτοις οὖν ἡμᾶς πότερα πείθεσθαι συμβουλεύεις, ἢ πῶς, ὦ Σώκρατες· Σωκράτης οὔκ, ἀλλ' ὥσπερ μάντεσι προσχρῆσθαί τισι, μαντευομένοις οὐ τέχνῃ ἀλλά τινι δυσχερείᾳ φύσεως οὐκ ἀγεννοῦς λίαν μεμισηκότων τὴν τῆς ἡδονῆς δύναμιν καὶ νενομικότων οὐδὲν ὑγιές, ὥστε καὶ αὐτὸ τοῦτο αὐτῆς τὸ ἐπαγωγὸν γοήτευμα, οὐχ ἡδονήν, εἶναι.
9Plato, Politicus, p1, 310; 9 (auctor c.425BC-347BC)
Ξένος πράττουσι μὲν δὴ οὐδ' ἐξ ἑνὸς ὀρθοῦ λόγου, τὴν ἐν τῷ παραχρῆμα διώκοντες ῥᾳστώνην καὶ τῷ τοὺς μὲν προσομοίους αὐτοῖς ἀσπάζεσθαι, τοὺς δ' ἀνομοίους μὴ στέργειν, πλεῖστον τῇ δυσχερείᾳ μέρος ἀπονέμοντες.