'δόγμα' - search in All Authors, Showing 1 to 77 of 77 hits

1Agapetus I, Epistolae, 66, 0053A
Εἰ γὰρ ὡς εὐσεβοῦντες ἐκεῖνοι διδάσκειν ὡς φρονοῦσι, καὶ κηρύττειν ἐν παῤῥησίᾳ τὸ καθ' ἑαυτοὺς ἐπιτρέπονται δόγμα, δῆλον ὅτι κατέγνωσται ὁ τῆς ἐκκλησίας λόγος, ὡς τῆς ἀληθείας παρ' αὐτοῖς, οὔσης.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ τῇ αὐτῇ ἡμέρᾳ περὶ τὴν αὐτὴν ἀφὴν τοῦ λύχνου, Τρώϊλος ὁ πατρίκιος, καὶ Σέργιος ὁ εὐκρατᾶς ὁ ἐπὶ τῆς τραπέζης τῆς βασιλικῆς, παρεγένοντο πρὸς τὸν δοῦλον Θεοῦ τὸν γέροντα, καὶ καθίσαντες, ἐκέλευσαν καὶ αὐτὸν καθίσαι, καὶ εἶπον πρὸς αὐτὸν· Εἰπὲ ἡμῖν, κῦρι ἀββᾶ, τὴν μεταξὺ σοῦ καὶ Πύῤῥου γενομένην, ἐν Ἀφρικῇ καὶ Ῥώμῃ περὶ τῶν δογμάτων κίνησιν, καὶ ποίοις αὐτὸν ἔπεισας ἀναθεματίσαι τὸ δόγμα τὸ ἴδιον, καὶ τῷ σῷ συνθέσθαι.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Καὶ ἀφηγήσατο αὐτοῖς πάντα καθεξῆς, ὅσα ἡ μνήμη ἀνέσωσε, καὶ τοῦτο εἶπεν· Ὅτι ἐγὼ δόγμα ἴδιον οὐκ ἔχω, ἀλλὰ τὸ κοινὸν τῆς Ἐκκλησίας τῆς καθολικῆς.
4Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0611C
Οὐ γὰρ ἐκίνησα φωνὴν τὴν ὁιανοῦν, ἵνα ἴδιόν μου λέγηται δόγμα.
5Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631C
Τὸ δι' οἱκονομίαν γενόμενον, μὴ λάβῃς ὡς κύριον δόγμα.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0631D
Εἰ μή ἐστι κύριον δόγμα τῶν δεχομένων, ὁ θεσπίζων τύπος καὶ νόμος μηδεμίαν λέγεσθαι τοῦ Κυρίου θέλησιν ἢ ἐνέργειαν, ὧν ἡ ἀφαίρεσις τὴν ἀνυπαρξίαν δηλοῖ τοῦ ταύτας ἀφηρημένου, διὰ ποίαν αἰτίαν βαρβάροις ἔθνεσι καὶ ἀθέοις ἀπέδοσθέ με ἄνευ τιμῆς; Διὰ ποίαν αἰτίαν κατεκρίθην οἰκῆσαι Βιζύην, καὶ οἱ συνδοῦλοί μου, ὁ μὲν Πέρβεριν, ῥ δὲ Μεσεμβρίαν; ΘΕΟΔ.
7Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0671C
Εὐσεβὲς κεκύρωται δόγμα χριστιανοῖς, κατ' αὐτὴν τε φύσιν, καὶ τὴν ἐνέργειαν, καὶ πᾶν ἕτερον αὐτῷ προσφυὲς, ἵσον ἑαυτῷ καὶ ταὐτὸν εἶναι τὸν Θεὸν, μηδὲν ἑαυτῷ τῶν ἑαυτοῦ παντελῶς ἄνισον ἔχοντα, καὶ ἀκατάλληλον.
8Aristoteles, Metaphysica, 11, 6; 3 (auctor 384BC-322BC)
τὸ γὰρ μηδὲν ἐκ μὴ ὄντος γίγνεσθαι, πᾶν δ' ἐξ ὄντος, σχεδὸν ἁπάντων ἐστὶ κοινὸν δόγμα τῶν περὶ φύσεως· ἐπεὶ οὖν οὐ λευκὸν γίγνεται λευκοῦ τελέως ὄντος καὶ οὐδαμῇ μὴ λευκοῦ [νῦν δὲ γεγενημένον μὴ λευκόν], γίγνοιτ' ἂν ἐκ μὴ ὄντος λευκοῦ τὸ γιγνόμενον [μὴ] λευκόν· ὥστε ἐκ μὴ ὄντος γίγνοιτ' ἂν κατ' ἐκείνους, εἰ μὴ ὑπῆρχε λευκὸν τὸ αὐτὸ καὶ μὴ λευκόν.
9Aristoteles, Metaphysica, 13, 1; 1 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς τῶν αἰσθητῶν οὐσίας εἴρηται τίς ἐστιν, ἐν μὲν τῇ μεθόδῳ τῇ τῶν φυσικῶν περὶ τῆς ὕλης, ὕστερον δὲ περὶ τῆς κατ' ἐνέργειαν· ἐπεὶ δ' ἡ σκέψις ἐστὶ πότερον ἔστι τις παρὰ τὰς αἰσθητὰς οὐσίας ἀκίνητος καὶ ἀΐδιος ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι τίς ἐστι, πρῶτον τὰ παρὰ τῶν ἄλλων λεγόμενα θεωρητέον, ὅπως εἴτε τι μὴ καλῶς λέγουσι, μὴ τοῖς αὐτοῖς ἔνοχοι ὦμεν, καὶ εἴ τι δόγμα κοινὸν ἡμῖν κἀκείνοις, τοῦτ' ἰδίᾳ μὴ καθ' ἡμῶν δυσχεραίνωμεν· ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγοι τὰ δὲ μὴ χεῖρον.
10Auctores varii 002, Fragmenta et notulae graecorum operum, 2, 1119A
Ἵνα δὲ καὶ ἐκ τῆς γενέσεως διαλεχθῶμεν τῶν τοιούτων νόμων· παλαίον ἦν δόγμα, μήδενα θεὸν ὑπὸ βασιλέως καθιεροῦσθεαι, πρὶν ὑπὸ τῆς συγκλήτου δοκιμασθῆται.
11Auctores varii 002, Fragmenta et notulae graecorum operum, 2, 1119B
Ἐντύχετε τοῖς ὑπομνήμασιν ὑμῶν· ἐκεῖ εὑρὴσετε πρῶτον Νέρωνα τοῦτο τὸ δόγμα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ, τὴν ἀνατολὴν πᾶσαν ὑποτάξας, ὠμὸς ἦν εἰς πάντας, διώξαντα.
12Aulus Gellius, Noctes Atticae, 1, 2, 11; 17 (auctor c.125–c.180)
τι γάρ διαφέρει τοῦτο εἰπεῖν, ἢ ὅτι διογένης ἐν τῇ ἠθικῇ ἢ χρύσιππος ἢ κλεάνθης· βεβασάνικας οὖν τι αὐτῶν καί δόγμα σαυτοῦ πεποίησαι.
13Aulus Gellius, Noctes Atticae, 9, 5, 8; 9 (auctor c.125–c.180)
Taurus autem noster, quotiens facta mentio Epicuri erat, in ore atque in lingua habebat verba haec Hieroclis Stoici, viri sancti et gravis, ἡδονή τέλος, πόρνης δόγμα· οὐκ ἔστιν πρόνοια, οὐδέ πόρνης δόγμα.
14Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 2; 13
καὶ τὸ δόγμα ἐξῆλθεν, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο, καὶ ἐζήτησαν Δανιηλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν.
15Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 10
σύ, βασιλεῦ, ἔθηκας δόγμα πάντα ἄνθρωπον, ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν
16Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 96
καὶ ἐγὼ ἐκτίθεμαι δόγμα Πᾶς λαός, φυλή, γλῶσσα, ἣ ἂν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως.
17Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 6
καὶ δι’ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι.
18Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 9
νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες γραφήν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μήδων καὶ Περσῶν.
19Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 10
τότε ὁ βασιλεὺς Δαρεῖος ἐπέταξεν γραφῆναι τὸ δόγμα.
20Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 11
καὶ Δανιηλ, ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ αἱ θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ιερουσαλημ, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν.
21Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 13
καὶ προσελθόντες λέγουσιν τῷ βασιλεῖ Βασιλεῦ, οὐχ ὁρισμὸν ἔταξας ὅπως πᾶς ἄνθρωπος, ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ καὶ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων; καὶ εἶπεν ὁ βασιλεύς Ἀληθινὸς ὁ λόγος, καὶ τὸ δόγμα Μήδων καὶ Περσῶν οὐ παρελεύσεται.
22Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 16
τότε οἱ ἄνδρες ἐκεῖνοι λέγουσιν τῷ βασιλεῖ Γνῶθι, βασιλεῦ, ὅτι δόγμα Μήδοις καὶ Πέρσαις τοῦ πᾶν ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραλλάξαι.
23Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 27
ἐκ προσώπου μου ἐτέθη δόγμα τοῦ ἐν πάσῃ ἀρχῇ τῆς βασιλείας μου εἶναι τρέμοντας καὶ φοβουμένους ἀπὸ προσώπου τοῦ θεοῦ Δανιηλ, ὅτι αὐτός ἐστιν θεὸς ζῶν καὶ μένων εἰς τοὺς αἰῶνας, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ ἡ κυριεία αὐτοῦ ἕως τέλους·
24Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 4; 23
καὶ ὡς ἐπόρθησεν αὐτούς, δόγμα ἔθετο ὅπως, εἴ τινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ, θάνοιεν.
25Biblia, Novum testamentum graece, Lc, 2; 1
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
26Cicero, Academica, p5, 46; 175 (opus 45BC)
evidentia decretum δόγμα 40, 24-41, 3 41, 18 s 81, 28-82, 3. cf.
27Cicero, Academica, p5, 46; 176 (opus 45BC)
δόγμα definire ( ὁρίζειν ), -itio 2, 32 35, 15 ss 48, 6 ss.
28Cicero, Academica, p5, 46; 199 (opus 45BC)
deus δόγμα decretum 40, 24 41, 18 cf.
29Cicero, Lucullus, 9, 29; 9 (auctor 106BC–43BC)
quoniam enim id haberent Academici decretum (sentitis enim iam hoc me δόγμα dicere), nihil posse percipi, non debere eos in suo decreto sicut in ceteris rebus fluctuari, praesertim cum in eo summa consisteret: hanc enim esse regulam totius philosophiae, constitutionem veri falsi; cogniti incogniti; quam rationem quoniam susciperent docereque vellent quae visa accipi oporteret quae repudiari, certe hoc ipsum, ex quo omne veri falsique iudicium esset, percipere eos debuisse; etenim duo esse haec maxima in philosophia, iudicium veri et finem bonorum, nec sapientem posse esse qui aut cognoscendi esse initium ignoret aut extremum expetendi, ut aut unde proficiscatur aut quo perveniendum sit nesciat;haecautem habere dubia nec is ita confidere ut moveri non possint abhorrere a sapientia plurimum.
30Coelestinus I, Epistolae et decreta, 50, 0470B
Ἐφ' ἡμέρας τινὰς τῆς ζωῆς ἡμῶν μετὰ τὸ ἀνόσιον καὶ πολλάκις κατακριθὲν δόγμα Πελαγίου καὶ Κελεστίου ἢ καθολικὴ πίστις εἰρήνευσεν, ὁπότε ἐκείνους μετὰ τῶν ἑπομένων τῇ δόξῃ αὐτῶν ἥτε ἀνατολὴ καὶ ἡ δύσις ἀκοντίῳ συμφωνούσης ἀποφάσεως ἔπληξεν.
31Constantinus I, Conciones, 8, 0430A (auctor c.272–337)
ἐγὼ μὲν οὖν τὸ τοῦ Θεοῦ δόγμα περὶ τῆς τῶν ἀνθρώπων βιώσεως διεξῆλθον, οὐ μὴν ἀγνοῶν, καθάπερ οἱ πολλοὶ, οὐδὲ ἐξ εἰκασίας, οὐδὲ στοχασμοῦ.
32Desiderius Erasmus, Adagia, Chiliades, 1, 618; 19 (opus 1508)
Philostratus in vita Apollonii: Γλῶττάν τε ὡς πρῶτος ἀνθρώπων συνέσχε βοῦν ἐπί αὐτῆ σιωπῆς εὑρών δόγμα, id est Linguam Primus hominum coercuit bovem in illa silentii inveniens decretum.
33Dionysius Exiguus Incertus, De inventione capitis Ioannis Baptistae, 67, 0438B (auctor c.470–c.544)
Ὅς γε καὶ τὴν χάριν καπηλεύων, τό τε ἐμπιστευθὲν κειμήλιον ἔκρυπτε, καὶ σὺν τούτῳ, ὃ περιεῖπε δόγμα· ἀρειανίζων γὰρ ἦν· ἐπεὶ δ' ἔγνωσαν τοῦτον οἱ Ἐμεσηνοὶ ἀφ' ὧν καὶ ὥρμητο, καὶ τῆς πόλεως ἀπελαύνειν ἔμελλον, λιπαρεῖ τούτους μεῖναι ἡμέραν, εἶτ' ἐκβαλεῖν· κακούργως τοῦτ' ἀπολογισάμενος· ἔτυχε γὰρ πρός τινι σπηλαίῳ τὴν κεφαλὴν καταθεὶς, ἐν ὑδρίᾳ ταύτην βαλὼν, καὶ πλάκα λιθίνην ἄνωθεν περιθεὶς, καὶ ἄμμον ἐπαμησάμενος· ὃς καὶ διὰ ταῦτα ἐζήτει καιρὸν, ὡς ἂν ἐκεῖθεν τὸ δῶρον ἀφέλοιτο, καὶ ἑαυτοῦ ὁ ἄφρων ποιήσοιτο.
34Felix III, Epistolae et decreta, 58, 0906B
Ἐκ πολλῶν γὰρ ἐπαρχιῶν τῶν κατὰ τὴν Ἀνατολὴν γράμματα ἐδεξάμεθα, τὰ σημαίνοντα ἡμῖν, ὡς ὅτι ἡ σὴ θεοφιλία τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα κατέλαβε, καὶ ἀθετεῖται παρ' ὑμῶν ἡ σωτήριος ἐνανθρώπησις, καὶ ὅτι εἰς τὸ Μανιχαϊκὸν δόγμα Ἀρείου τε, καὶ Ἀπολιναρίου, καὶ Παύλου τοῦ Σαμοσατέως περιηνέχθητε.
35Hieronymus Stridonensis, De viris illustribus, 23, 0664A (auctor 340-420)
Οὗτος ἄχρι μέσης ἡλικίας πρεσβύτερος τῆς ἡμετέρας ἐκκλησίας γέγονεν, ὕστερον δὲ φθόνῳ καὶ προπηλακισμοῖς τῶν κληρικῶν τῆς ἐν Ῥώμῃ Ἐκκλησίας, εἰς τὸ Μοντανοῦ δόγμα ὀλισθήσας, πολλὰς συνέταξε βίβλους, καινῆς προφητείας μέμνηται, καὶ ἰδικῶς κατὰ τῆς Ἐκκλησίας συνεγράψατο, οὐδὲν δὲ ἧττον περὶ σωφροσύνης, περὶ διωγμοῦ, περὶ νηστείας, περὶ μονογαμίας, περὶ ἐκστάσεως λόγους ἓξ, καὶ ἕδδομον κατὰ Ἀπολλωνίου, καὶ ἕτερα πάμπολλα, ζήσας ἕως γήρως ἐσχάτου.
36Hieronymus Stridonensis, De viris illustribus, 23, 0666B (auctor 340-420)
ἦλθεν εἰς Ἀντιόχειαν, καὶ ἐν μεγίστῃ γέγονε τιμῇ· καὶ πρὸς Φίλιππον τὸν βασιλέα τὸν πρῶτον ἐκ τῶν Ῥωμαίων βασιλέων Χριστιανὸν γενόμενον, καὶ πρὸς τὴν τούτου μητέρα γράμματα ἀπέσταλεν, ἄχρι τοῦ παρόντος τυγχάνοντα· καὶ ὅτι τοσαύτην ἔσχε σπουδὴν περὶ τὰς θείας γραφὰς, ὥστε καὶ τὴν Ἑβραϊκὴν διάλεξιν ἐναντιουμένην τῇ τε ἡλικίᾳ, καὶ τῇ οἰκείᾳ φύσει, ἐκμαθεῖν· καὶ δίχα τῶν ἑβδομήκοντα ἑρμηνευτῶν, ἄλλας ἐκδόσεις εἰς ἓν συναγαγεῖν, Ἀκύλα λέγῳ Ποντικοῦ προσηλύτου, καὶ Θεοδοτίωνος Ἡβιωναίου, καὶ Συμμάχου τοῦ αὐτοῦ δόγματος, ὃς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ὐπεμνημάτισε, δι' οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶσαι σπεύδει.
37Hieronymus Stridonensis, De viris illustribus, 23, 0680A (auctor 340-420)
Οὗτος εἰς τὸ δόγμα τοῦ Κυπριανοῦ, καί τῆς Ἀφρικῆς συνόδου συναινῶν, περὶ αἱρετικῶν ἀναβαπτισθησομένων, πολλὰς πρὸς διαφόρους ἀπέστειλεν ἐπιστολὰς, τὰς καὶ ἄχρι τοῦ παρόντος τυγχανούσας, καὶ πρὸς Φλαβιανὸν δὲ Ἀντιοχείας ἐπίσκοπον γράφει περὶ μετανοίας, καὶ πρὸς Ῥωμαίους διὰ Ἱππολύτου ἑτέραν, καὶ πρὸς Ξύστον διαδεξάμενον Στέφανον ἐπιστολὰς δύο, πρὸς Φιλήμονα καὶ Διονύσιον τῆς ἐν Ῥώμῃ Ἐκκλησίας πρεσβυτέρους ἐπιστολὰς δύο, καὶ πρὸς τὸν αὐτὸν Διονύσιον, ὕστερον Ῥώμης ἐπίσκοπον, καὶ πρὸς Νωβατιανὸν αἰτιώμενον, ὡς ἄκων ἐν τῇ Ῥώμῃ ἐχειροτονήθη ἐπίσκοπος, ἧςτινος ἐπιστολῆς τὸ προοίμιον ἔχει οὕτως· « Διονύσιος Ἀλεξανδρείας Νωβατιανῷ.
38Hieronymus Stridonensis, De viris illustribus, 23, 0682A (auctor 340-420)
Νωβατιανὸς, τῆς ἐν Ῥώμῃ ἐκκλησίας πρεσβύτερος, κατὰ Κορνηλίου τὸν θρόνον τῆς ἐπισκοπῆς ὑπεισελθεῖν ἐπιχειρήσας, τὸ Νωβατιανῶν, ὅπερ Ἑλληνικῇ διαλέκτῳ καθαρὸν λέγουσι, συνεστήσατο δόγμα, μὴ βουλόμενος τοὺς ἁποστάντας δέξασθαι μετανοοῦντας.
39Hieronymus Stridonensis, De viris illustribus, 23, 0682B (auctor 340-420)
Μαλχίων, ἐλλογιμώτατος τῆς ἐν Ἀντιοχείᾳ Ἑκκλησίας πρεσβύτερος, καὶ ἐν τῇ αὐτῇ πόλει τὴν ῥητορικὴν ἐπισήμως διδάξας, κατὰ Παύλου τοῦ Σαμοσατέως, τοῦ ἐν τῇ Άντιοχείας Ἐκκλησίᾳ τὸ δόγμα Ἀρτέμωνος ἀνανεώσαντος, ἐκλαμβανόντων Νοταρίων διελέχθη, ὅστις διάλογος ἄχρι τῆς δεῦρο ὑπάρχει.
40Hieronymus Stridonensis, Dialogus contra Pelagianos, 23, 0515A (auctor 340-420)
Deus possibiles dedit humano generi omnes artes, quippe quas plurimi didicerunt ( Plato in Symposio ): ut taceam de his, quas Graeci βαναύσους vocant, nos ad opera manuum pertinere possumus dicere: verbi gratia, grammaticam, rhetoricam, philosophiae tria genera, physicam, ethicam, logicam, geometriam quoque, et astronomiam, astrologiam, arithmeticam, musicam, quae et ipsae partes philosophiae sunt: medicinam etiam, quae in tria dividitur, δόγμα, μέθοδον, ἐμπειρίαν: iuris quoque et legum scientiam.
41Hieronymus Stridonensis, Epistolae, 22, 0544 (auctor 340-420)
Taceo de Grammaticis, Rhetoribus, Philosophis, Geometris, Dialecticis, Musicis, Astronomis, Astrologis, Medicis, quorum scientia mortalibus vel utilissima est, et in tres partes scinditur, τό δὸγμα, τὴν μέθοδον, τὴν ἐμπειριαν.
42Iulius I Incertus, Appendix, 8, 0935B
Παραινεῖτε δὲ τοῖς μάτην περὶ ταῦτα διαφερομένοις, καὶ φυλασσέσθω ἡ κατὰ τὸ δόγμα ὁμολογία, μὴ διαιρώμεθα διὰ τὰ ῥήματα.
43Iustinianus, Digesta Iustiniani Augusti, 1, 3, 2; 2 (auctor c.482-565)
Nam et Demosthenes orator sic definit: τοῦτό ἐστιν νόμος, ᾧ πάντας ἀνθρώπους προσήκει πείθεσθαι διὰ πολλά, καὶ μάλιστα ὅτι πᾶς ἐστὶν νόμος εὕρημα μὲν καὶ δῶρον θεοῦ, δόγμα δὲ ἀνθρώπων φρονίμων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων, πόλεως δὲ συνθήκη κοινή, καθ´ ἣν ἅπασι προσήκει ζῇν τοῖς ἐν τῇ πόλει.
44Iustinianus, Digesta Iustiniani Augusti, 16, 1, 2; 7 (auctor c.482-565)
nam deceptis, non decipientibus opitulatur et est et Graecum Seueri tale rescriptum: ταῖς ἀπατώσαις γυναιξὶν τὸ δόγμα τῆς συγκλήτου βουλῆς οὐ βοηθεῖ.
45Iustinianus I Augustus, Adversus Origenem, 69, 0197D (auctor c.482–565)
Τὸ δὲ ἐντεῦθεν ἤδη διὰ τῶν ἀσυναρτήτων αὐτοῖς τὸ δόγμα μυθοποιεῖται.
46Iustinianus I Augustus, Adversus Origenem, 69, 0249C (auctor c.482–565)
Τὸ δὲ χεῖρον, ὅτι καὶ ἐν τῇ τῶν πράξεων τῶν ἀποστόλων γενομένῃ παρ' αὐτοῦ δῆθεν ἑρμηνείᾳ συγκρίνων ὁ αὐτὸς Θεόδωρος τὸν Χριστὸν Πλάτωνι, καὶ Μανιχαίῳ, καὶ Ἐπικούρῳ, καὶ Μαρκίωνι, λέγει, ὅτι ὥσπερ ἐκείνων ἕκαστος εὑράμενος οἰκεῖον δόγμα τοὺς αὐτῷ μαθητεύσαντας πεποίηκε καλεῖσθαι Πλατωνικοὺς, καὶ Μανιχαίους, καὶ Ἐπικουρείους, καὶ Μαρκιωνιστὰς, τὸν ὅμοιον τρόπον καὶ τοὺ Χριστοῦ εὑραμένου τὸ δόγμα, ἐξ αὐτοῦ τοὺς Χριστιανοὺς καλεῖσθαι.
47Iustinianus I Augustus, Adversus Origenem, 69, 0251D (auctor c.482–565)
Ὅθεν ἡ ἁγία σύνοδος, μὴ ἀρκεσθεῖσα τῇ ἀρνήσει Ἴβα τῇ ἐπὶ τῇ ἀσεβεῖ ἐπιστολῇ συνώθησεν αὐτὸν τἀναντία ταύτῃ πρᾶξαι, τουτέστι τὴν ἐν αὐτῇ ἀθετουμένην πίστιν ὀρθὴν ὁμολογῆσαι, καὶ τὴν ἁγίαν ἐν Ἐφέσῳ πρώτην σύνοδον δέξασθαι, καὶ τὸν ἐν ἁγίοις Κύριλλον πατέρα καὶ διδάσκαλον ἐπιγράψασθαι, τὰ ἐν τῇ ἀσεβεῖ ἐπιστολῇ ὑβριζόμενα· καὶ Νεστόριον καὶ τὸ ἀσεβὲς αὐτοῦ δόγμα ἀναθεματίσαι.
48Iustinianus I Augustus, Adversus Origenem, 69, 0259B (auctor c.482–565)
Ἔδει δὲ αὐτοὺς εἰδέναι, ὡς ἐκεῖνοι τελευτῶσιν ἐν τῇ κοινωνίᾳ τῶν ἐκκλησιῶν, οἱ τὸ κοινὸν τῆς εὐσεβηίας δόγμα τὸ ἐπὶ τῆς καθολικῆς ἐκκλησίας κηρυττόμενον μέχρι τέλους φυλαξάμενοι.
49Iustinianus I Augustus, Adversus Origenem, 69, 0271B (auctor c.482–565)
» Μετὰ δὲ ταῦτα Κυρίλλου τελευτήσαντος, ἐπιφύεται μοναχός τις καὶ ἀρχιμανδρίτης Εὐτυχὴς ὀνομαζόμενος, καὶ ἀποσπᾷ κατόπιν αὐτοῦ μέρος οὐκ ὀλίγον τοῦ λαοῦ, κυρῶν τὰ Νεστορίου καὶ τὸ αὐτοῦ πονηρὸν δόγμα, φάσκων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ἡμῖν ὁμοούσιον.
50Iustinianus I Augustus, Epistola, 69, 0277D (auctor c.482–565)
Λεγούσης γὰρ τῆς αὐτῆς ἐπιστολῆς περὶ τοῦ μακαριου Κυρίλλου, καὶ τοῦ ἀσεβοῦς Νεστορίου, ὅτι ἑκάτεροι κατ' ἀλλήλων βλαβεροὺς λόγους ἔγραψαν, καὶ ὅτι Νεστόριος μὲν ἔλεγεν, τὴν μακαρίαν Μαρίαν μὴ εἶναι Θεοτόκον, ὡς νομισθῆναι τοῖς πολλοῖς ἐκ τῆς Παύλου τοῦ Σαμοσατέως αἱρέσεως εἶναι· Κύριλλος δὲ βουλόμενος τοὺς Νεστορίου ἀνατρέψαι λόγους, ὤλισθεν καὶ ἐνέπεσεν εἰς τὸ Ἀπολιναρίου δόγμα.
51Iustinianus I Augustus, Epistola, 69, 0279A (auctor c.482–565)
Φανερόν ἐστιν ὅτι ὁ γράψας τὴν ἐπιστολὴν τῇ Νεστορίου μανίᾳ κεκρατημένος δείκνυται· ὃς αὐτὸν μὲν Νεστόριον ἀρνούμενον Θεοτόκον εἷναι τὴν ἁγίαν παρθένον Μαρίαν, μέχρι μόνης τῆς τῆς τινων ὑποψίας ἐληλυθέναι φησὶν, οὐ μὴν αἱρετικὸν ἐκ τούτου φανῆναι· τὸν ἐν ἁγίοις δὲ Κύριλλον τὸν τῆς ἐκκλησίας διδάσκαλον, εἰς τὸ Ἀπολιναρίου δόγμα ὀλισθῆσαι διϊσχυρίζεται καὶ πεσεῖν.
52Iustinianus I Augustus, Epistola, 69, 0519D (auctor c.482–565)
Ὅτι δὲ τοῦτο ἀληθές ἐστι, καὶ αὐτὸς Θεοδώριτος πρὸς Ἰωάννην τὸν Γερμανικίας ἐπίσκοπον μαρτυρεῖ γράφων οὕτως· « Τί δήποτε καὶ προφανῶς ψεύδονται, καὶ φασι μηδεμίαν γεγενῆσθαι περὶ δόγμα καινοτομίαν; διά ποίους φόνους καὶ γοητείας ἐξηλάθην ἐγώ; ὁ δεῖνα τίνας μοιχείας ἐτόλμησε; ποίους ὁ δεῖνα διώρυξε τάφους; δῆλόν ἐστι καὶ τοῖς βαρβάροις· παρακαλῶ (sic) ὡς δογμάτων χάριν κἀμὲ καὶ τοὺς ἄλλους ἐξήλασαν.
53Leo I, Epistolae, 54, 1030B (auctor 440-461)
Ὅθεν εἴ τις ποτὲ τολμήσει τὴν Νεστορίου ἀπιστίαν ἀσφαλίζεσθαι, ἢ Ἐτυχοῦς ἢ Διοσκόρου τὸ ἀσεβὲς δόγμα ἐκδικεῖν, ἀπὸ τῆς τῶν καθολικῶν κοινωνίας ἀποκοπείη, μήτε ἐχέτω τούτου τοῦ σώματος κοινωνίαν, οὕτινος ἥρνηται τὴν ἀλήθειαν, ἀλελφοὶ τιμιώτατοι.
54Leo I, Epistolae, 54, 1034A (auctor 440-461)
Καὶ γὰρ ὁπότε ἐξαιρὲτῳ ὑμῶν ἔργῳ γεγένηται, ὥστε συνόδου κατακεκριμένων τῶν ἐκδικούντων τὸ δυσσεβὲς δόγμα πάσας τὰς δυνάμεις ἡ ἱερόσυλος πλάνη ἀπολέσει, εἰς νίκην τῆς αὐτῆς ἀνῆκε διαθέσεως, εἰ τὸ κακὸν, ὅπερ ἐν τοῖς ἰδίοις ἡγεμόσιν εὑρίσκεται, καὶ παρ' οἵοις δήποτε ἑτέροις ἐξαλειφθείη· ὅπερ εὐχερέστερον ἡ σὴ γαληνότης ὑπολαμβάνει πληροῦν, εἰ ἀνὰ πάσας τὰς ἐκκλησίας τοὺς τύπους τῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι τῷ ἀποστολικῷ θρόνῳ ἀρέσαι διδαχθείη· περὶ οὗ οὐδὲ ὑπόνοια ἐγένετο ἀμφιβολίας, ὁπότε τῇ πίστει ταύτῃ πάντων ὑπογραψάντων ἡ σύνεσις προτέθειται, ἥτις παρ' ἐμοῦ κατὰ τὸν τύπον τῆς ἀποστολικῆς διδασκαλίας καί τῆς πατρικῆς παραδόσεως ἐξεπέμφθη, καὶ διὰ τοῦ ἐμοῦ ἀδελφοῦ Λουκιανοῦ τοῦ ἐπισκόπου τοιαῦτα καὶ πρὸς τὴν σὴν ἐνδοξότητα, καὶ πρὸς τὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον ἰξαπέσταλται γράμματα, δι' ὧν ἐναργέστατα δείκνυται ἐμὲ τῶν περὶ τῆς καθολικῆς πίστεως ἐν τῇ προλεχθείσῃ συνόδῳ τυπωθέντων ἔχεσθαι.
55Leo I, Epistolae, 54, 1158B (auctor 440-461)
Ὅπερ καὶ ἡ Ελισάβεθ (ὡς ὁ εὐαγγελιστὴς διεσάφησε Λουκᾶς) νενόηκέ τε καὶ εἴρηκεν, Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; τῷ αὐτῷ δὲ βαλλέσθω καὶ Εὐτυχὲς ἀναθέματι, ὃς ταῖς ἀσεβέσι τῶν παλαιοτέρων αἱρετικῶν ἐγκυλιόμενος πλάναις, τοῦ Ἀπολιναρίου τρίτον ἐπελέξατο δόγμα· ὥστε τῆς ἀνθρωπίνης ἀπαρνηθείσης σαρκὸς, καὶ τῆς κατὰ τὴν ψυχὴν ἀληθείας, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν μιᾶς φύσεως, ὅλον διαβεβαιοῦσθαι τυγχάνειν.
56Leo I, Epistolae, 54, 0862C (auctor 440-461)
Ὁπηνίκα τοίνυν εὐτυχῶς ἐν τῇ Ῥώμῃ εἰσεληλύθαμεν, καὶ τοῖς οὐδοῖς τοῦ εὔκτηρίου τοῦ ἁγιωτάτου ἀποστόλου Πέτρου παραγεγόναμεν, Λὲων, ὁ μακαριώτατος ἐπίσκοπος τῆς Ῥωμαίων πόλεως, μετὰ καὶ ἑτέρων πλειόνων ἐπισκὸπων, ἀξίωσιν ἡμῖν προσήγαγε, φάσκων, ὅλον τὸ δόγμα τῆς θρησκείας κατὰ τὴν ἀνατολὴν τεθορυβῆσθαι, καὶ τοῦτο συμβέβηκεν, ὥστε πᾶσαν τῶν χριστιανῶν τὴν πίστιν εἰς σύγχυσιν ἐλάσαι, καὶ γὰρ Φλαυιανὸν τὸν ἐπίσκοπον τῆς Κωνσταντινουπόλεως Ἐκκλησίας, διὰ τὰς ἔχθρας τοῦ Ἀλεξανδρέων ἐπισκόπου, ἀπωδύρατο ἐκβεβλῆσθαι, καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐπισκόπων ᾔτησεν, ἐπιμαρτυρόμενος αὐτῶν τε τῶν σεβασμίων τόπων τὴν προσκύνησιν, καὶ τῆς ὑμετέρας ἡμερότητος τὴν σωτηρίαν.
57Liberius papa Athanasius Alexandrinu Incertus, Epistolae amoebeae, 8, 1398B
ἀνάθεμα οὖν λέγω Σαβελλίου τὸ δόγμα καὶ Ἀρείου, καὶ τὰς προαπηγορευμένας αἱρέσεις, εἰς αἰωνίαν κόλασιν, κατὰ τὴν τοῦ σωτῆρος φωνήν.
58Plato, Leges, 1, 644; 11 (auctor c.425BC-347BC)
Ἀθηναῖος πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιον δέ, φόβος μὲν ἡ πρὸ λύπης ἐλπίς, θάρρος δὲ ἡ πρὸ τοῦ ἐναντίου· ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅτι ποτ' αὐτῶν ἄμεινον ἢ χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.
59Plato, Leges, 1f, 791; 11 (auctor c.425BC-347BC)
Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος λέγω δὴ τό γε παρ' ἡμῖν δόγμα, ὡς ἡ μὲν τρυφὴ δύσκολα καὶ ἀκράχολα καὶ σφόδρα ἀπὸ σμικρῶν κινούμενα τὰ τῶν νέων ἤθη ἀπεργάζεται, τὸ δὲ τούτων ἐναντίον, ἥ τε σφοδρὰ καὶ ἀγρία δούλωσις, ταπεινοὺς καὶ ἀνελευθέρους καὶ μισανθρώπους ποιοῦσα, ἀνεπιτηδείους συνοίκους ἀποτελεῖ.
60Plato, Leges, 1f, 798; 7 (auctor c.425BC-347BC)
Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος τί οὖν· τοῖς ἔμπροσθεν λόγοις πιστεύομεν, οἷς ἐλέγομεν ὡς τὰ περὶ τοὺς ῥυθμοὺς καὶ πᾶσαν μουσικήν ἐστιν τρόπων μιμήματα βελτιόνων καὶ χειρόνων ἀνθρώπων· ἢ πῶς· Κλεινίας οὐδαμῶς ἄλλως πως τό γε παρ' ἡμῖν δόγμα ἔχον ἂν εἴη.
61Plato, Leges, 1f, 800; 1 (auctor c.425BC-347BC)
ἂν οὐδ' ἐκεῖνοι παντάπασί γ' ἂν ἀφεστῶτες εἶεν τοῦ νῦν λεγομένου, καθ' ὕπνον δὲ οἷόν πού τις ἢ καὶ ὕπαρ ἐγρηγορὼς ὠνείρωξεν μαντευόμενος αὐτό – τὸ δ' οὖν δόγμα περὶ αὐτοῦ τοῦτ' ἔστω· παρὰ τὰ δημόσια μέλη τε καὶ ἱερὰ καὶ τὴν τῶν νέων σύμπασαν χορείαν μηδεὶς μᾶλλον ἢ παρ' ὁντινοῦν ἄλλον τῶν νόμων φθεγγέσθω μηδ' ἐν ὀρχήσει κινείσθω.
62Plato, Leges, 1f, 822; 3 (auctor c.425BC-347BC)
οὐ γάρ ἐστι τοῦτο, ὦ ἄριστοι, τὸ δόγμα ὀρθὸν περὶ σελήνης τε καὶ ἡλίου καὶ τῶν ἄλλων ἄστρων, ὡς ἄρα πλανᾶταί ποτε, πᾶν δὲ τοὐναντίον ἔχει τούτου – τὴν αὐτὴν γὰρ αὐτῶν ὁδὸν ἕκαστον καὶ οὐ πολλὰς ἀλλὰ μίαν ἀεὶ κύκλῳ διεξέρχεται, φαίνεται δὲ πολλὰς φερόμενον – τὸ δὲ τάχιστον αὐτῶν ὂν βραδύτατον οὐκ ὀρθῶς αὖ δοξάζεται, τὸ δ' ἐναντίον ἐναντίως.
63Plato, Leges, 1i, 888; 5 (auctor c.425BC-347BC)
τὸ δὴ σαφὲς ἂν γενόμενόν σοι περὶ αὐτῶν κατὰ δύναμιν δόγμα, ἂν ἐμοὶ πείθῃ, περιμενεῖς, ἀνασκοπῶν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, πυνθανόμενος παρά τε τῶν ἄλλων καὶ δὴ καὶ μάλιστα καὶ παρὰ τοῦ νομοθέτου· ἐν δὲ δὴ τούτῳ τῷ χρόνῳ μὴ τολμήσῃς περὶ θεοὺς μηδὲν ἀσεβῆσαι.
64Plato, Leges, 1i, 900; 2 (auctor c.425BC-347BC)
ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλ' ἐάν πως οἷον ἀποδιοπομπήσασθαι λόγοις αὐτὸ προσιὸν γενώμεθα δυνατοί, πειρώμεθα, συνάψαντες τὸν ἑξῆς λόγον ᾧ πρὸς τὸν τὸ παράπαν οὐχ ἡγούμενον θεοὺς ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τὰ νῦν προσχρήσασθαι.
65Plato, Leges, 1j, 933; 2 (auctor c.425BC-347BC)
ταῦτ' οὖν καὶ περὶ τὰ τοιαῦτα σύμπαντα οὔτε ῥᾴδιον ὅπως ποτὲ πέφυκεν γιγνώσκειν, οὔτ' εἴ τις γνοίη, πείθειν εὐπετὲς ἑτέρους· ταῖς δὲ ψυχαῖς τῶν ἀνθρώπων δυσωπουμένους πρὸς ἀλλήλους περὶ τὰ τοιαῦτα οὐκ ἄξιον ἐπιχειρεῖν πείθειν, ἄν ποτε ἄρα ἴδωσί που κήρινα μιμήματα πεπλασμένα, εἴτ' ἐπὶ θύραις εἴτ' ἐπὶ τριόδοις εἴτ' ἐπὶ μνήμασι γονέων αὐτῶν τινες, ὀλιγωρεῖν πάντων τῶν τοιούτων διακελεύεσθαι μὴ σαφὲς ἔχουσι δόγμα περὶ αὐτῶν.
66Plato, Minos, p1, 314; 4 (auctor c.425BC-347BC)
τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι· ὥστε κινδυνεύει, ὃ σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.
67Plato, Minos, p1, 314; 19 (auctor c.425BC-347BC)
Ἑταῖρος πῶς δ' οὔ· Σωκράτης οὐκοῦν δόγμα ἔφαμεν εἶναι πόλεως τὸν νόμον· Ἑταῖρος ἔφαμεν γάρ.
68Plato, Minos, p1, 314; 23 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα ὀρθῶς ἔχει ἀποκρίνεσθαι οὕτως ἁπλῶς ὅτι νόμος ἐστὶ δόγμα πόλεως.
69Plato, Minos, p1, 314; 25 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα ἁρμόττοι ἂν τὸ πονηρὸν δόγμα νόμος εἶναι.
70Plato, Phaedrus, p1, 257; 8 (auctor c.425BC-347BC)
Σωκράτης γελοῖόν γ', ὦ νεανία, τὸ δόγμα λέγεις, καὶ τοῦ ἑταίρου συχνὸν διαμαρτάνεις, εἰ αὐτὸν οὕτως ἡγῇ τινα ψοφοδεᾶ.
71Plato, Philebus, p1, 41; 7 (auctor c.425BC-347BC)
τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρ' ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι.
72Plato, Respublica, 1e, 503; 1 (auctor c.425BC-347BC)
δ', εἰ μνημονεύεις, δεῖν αὐτοὺς φιλοπόλιδάς τε φαίνεσθαι, βασανιζομένους ἐν ἡδοναῖς τε καὶ λύπαις, καὶ τὸ δόγμα τοῦτο μήτ' ἐν πόνοις μήτ' ἐν φόβοις μήτ' ἐν ἄλλῃ μηδεμιᾷ μεταβολῇ φαίνεσθαι ἐκβάλλοντας, ἢ τὸν ἀδυνατοῦντα ἀποκριτέον, τὸν δὲ πανταχοῦ ἀκήρατον ἐκβαίνοντα ὥσπερ χρυσὸν ἐν πυρὶ βασανιζόμενον, στατέον ἄρχοντα καὶ γέρα δοτέον καὶ ζῶντι καὶ τελευτήσαντι καὶ ἆθλα.
73Plato, Theaetetus, p1, 157; 7 (auctor c.425BC-347BC)
Σωκράτης οὐ μνημονεύεις, ὦ φίλε, ὅτι ἐγὼ μὲν οὔτ' οἶδα οὔτε ποιοῦμαι τῶν τοιούτων οὐδὲν ἐμόν, ἀλλ' εἰμὶ αὐτῶν ἄγονος, σὲ δὲ μαιεύομαι καὶ τούτου ἕνεκα ἐπᾴδω τε καὶ παρατίθημι ἑκάστων τῶν σοφῶν ἀπογεύσασθαι, ἕως ἂν εἰς φῶς τὸ σὸν δόγμα συνεξαγάγω· ἐξαχθέντος δὲ τότ' ἤδη σκέψομαι εἴτ' ἀνεμιαῖον εἴτε γόνιμον ἀναφανήσεται.
74Plato, Timaeus, p1, 48; 5 (auctor c.425BC-347BC)
θεὸν δὴ καὶ νῦν ἐπ' ἀρχῇ τῶν λεγομένων σωτῆρα ἐξ ἀτόπου καὶ ἀήθους διηγήσεως πρὸς τὸ τῶν εἰκότων δόγμα διασῴζειν ἡμᾶς ἐπικαλεσάμενοι πάλιν ἀρχώμεθα λέγειν.
75Plato, Timaeus, p1, 55; 6 (auctor c.425BC-347BC)
ἃ δή τις εἰ πάντα λογιζόμενος ἐμμελῶς ἀποροῖ πότερον ἀπείρους χρὴ κόσμους εἶναι λέγειν ἢ πέρας ἔχοντας, τὸ μὲν ἀπείρους ἡγήσαιτ' ἂν ὄντως ἀπείρου τινὸς εἶναι δόγμα ὧν ἔμπειρον χρεὼν εἶναι, πότερον δὲ ἕνα ἢ πέντε αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν ποτὲ προσήκει, μᾶλλον ἂν ταύτῃ στὰς εἰκότως διαπορήσαι.
76Plotinus, Enneades, 1, 4, 7; 5 (auctor c.205-270)
Τί δ᾽ ἂν εἴη τῶν ἀνθρωπίνων μέγα, ὥστ᾽ ἂν μὴ καταφρονηθῆναι ὑπὸ τοῦ ἀναβεβηκότος πρὸς τὸ ἀνωτέρω ἁπάντων τούτων καὶ οὐδενὸς ἔτι τῶν κάτω ἐξηρτημένου; Διὰ τί γὰρ τὰς μὲν εὐτυχίας, ἡλίκαι οὖν ἐὰν ὦσιν, οὐ μεγάλας ἡγεῖται, οἷον βασιλείας καὶ πόλεων καὶ ἐθνῶν ἀρχάς, οὐδὲ οἰκίσεις καὶ κτίσεις πόλεων, οὐδ᾽ εἰ ὑπ᾽ αὐτοῦ γίγνοιντο, ἐκπτώσεις δὲ ἀρχῶν καὶ πόλεως αὐτοῦ κατασκαφὴν ἡγήσεταί τι εἶναι μέγα; Εἰ δὲ δὴ καὶ κακὸν μέγα ἢ ὅλως κακόν, γελοῖος ἂν εἴη τοῦ δόγματος καὶ οὐκ ἂν ἔτι σπουδαῖος εἴη ξύλα καὶ λίθους καὶ νὴ Δία θανάτους θνητῶν μέγα ἡγούμενος, ὧι φαμεν δεῖν δόγμα παρεῖναι περὶ θανάτου τὸ ἄμεινον ζωῆς τῆς μετὰ σώματος εἶναι.
77Vigilius papa, Epistolae et decreta, 69, 0125A
Τὸ δὲ χεῖρον, ἔτι μὴν καὶ ἐν τῇ ἑρμηνείᾳ, ἣν δῆθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἔγραψεν ὁ αὐτὸς Θεόδωρος, ὅμοιον ἐποιήσατο τὸν Χριστὸν Πλάτωνι, καὶ Μανιχαίῳ, καὶ Ἐπικούρῳ, καὶ Μαρκίωνι, λέγων, ὅτι ὥσπερ ἕκαστος ἐκείνων ἐκ τοῦ οἰκείου ὃ εὕρατο δόγματος, τοὺς οἰκείους μαθητὰς ἐκάλεσε Πλατωνικοὺς, καὶ Μανιχαίους, καὶ Ἐπικουρείους, καὶ Μαρκιωνιστὰς, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς τὸ δόγμα εὑρηκὼς, ἐξ αὐτοῦ τοὺς Χριστιανοὺς ἐκάλεσεν.