'είδος' - search in All Authors, Showing 1 to 500 of 1094 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1230A
Οὕτω κοὶ ἡ κτίσις οὐ τὸ ἐπίγειον εἶδος τιμᾷ, ἀλλὰ τὴν οὐράνιον ἱστορίαν εὐλαβεῖται.
2Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0609A
» Εἰ δὲ οἰκονομίας χάριν συναναιρεῖται τῇ κακοπιστίᾳ ἡ σωτὴριος πίστις, χωρισμὸς Θεοῦ παντελὴς, ἀλλ' οὐχ ἕνωσις Θεοῦ ἐστι τὸ τοιοῦτον εἶδος τῆς λέγομένης οἰκονομίας.
3Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0639B
Πλὴν, τίς εἶδεν ἢ ἐθεώρησεν ἰδιάζουσαν ἐνέργειαν οἰουδήποτε, τῶν ὑπὸ τὸ εἶδος ἀγομένων, καὶ ὑπὸ τὸν κοινὸν ὁρισμὸν τοῦ εἴδους φύσει ταττομένων; Οὐδέποτε γὰρ γίνεται τὸ φύσει κοινὸν, ἑνὸς καὶ μόνου τινὸς ἴδιον, τὰ γὰρ ὑποστατικὰ σήμαντρα, οἷον, γρυπότης, ἢ σιμότης, ἤ γλαυκότης, ἢ ψεδνότης, καὶ ὅσα τοιαῦτα, ἀφοριστικά εἰσι συμβεβηκότα τῶν ἀριθμῶν ἀλλήλων διαφερόντων.
4Anonymi, Ars Bobiensis, p. 33, l. 12 (auctor c.450)
nomina quae apud Romanos feminina, apud Graecos masculina haec ara βωμός, aedis ναός, arista ἀνθέριξ, arra ἀρραβών, authepsa κάκκαβος, aquila, barba, cudis ἄκμων, columna, corona, crista λόφος, ceruix, crux σταυρός, cochlea κοχλιός, haec cirra ὁ μαλλός, coniunctio σύνδεσμος, cicada, classis, domus, deprecatio ἀποιωνισμός, disputatio διαλογισμός, forma ὁ τύπος, frugis καρπός, faba ὁ ἐρεγμός, formido, febris, formica, ferula, fiscella ὁ κάρταλλος, fistula, fibra, hiemps, habena, harundo, hara συφεών, hedera, inuidia, ianua, laus, lucerna, lex, labes ὄλισθος, lanterna φανός, lanugo χνοῦς, lanna λοβὸς ὠτίου, laudatio, licitatio ὑπερθεματισμός, latebra, libra ζυγός, messis θερισμός, mors, merces, mamma, macula, medulla, micatio λαχμός, norma διαβήτης, haec natis γλουτός, nar ῥώθων, oratio λόγος, plebs, palma, pestilentia, pruna ἄνθραξ, prosa πεζὸς (ἐπὶ λόγου), pruina κρύσταλλος, penula, rota, rupes κρημνός, rana, regula, redactio εἰσοδιασμός, silex ὁ πυρώδης λίθος, sors, spuma ἀφρός, sarra μοχλός, statua, superaria σουβρικός (ἐσθῆτος εἶδος), spica στάχυς, sitla, saliua σίελος, securis, sponsio ἀνθορισμός, scopa, scintilla, series ὁρμαθός, tela, tempestas, turba, tunica, tibia, tinia, turma, uindemia, usura τόκος, uerbena θαλλός, unda.
5Aristoteles, Physica, 1, 4; 1
Ὡς δ' οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσίν. οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ [ὂν] σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότε ρον, τἆλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποι οῦντες (ταῦτα δ' ἐστὶν ἐναντία, καθόλου δ' ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν, πλὴν ὅτι ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δ' ἐναντία διαφορὰς καὶ εἴδη)· οἱ δ' ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκ κρίνεσθαι, ὥσπερ Ἀναξίμανδρός φησι, καὶ ὅσοι δ' ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξα γόρας· ἐκ τοῦ μίγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τἆλλα.
6Aristoteles, Physica, 1, 4; 5
εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνω στον, τὸ μὲν κατὰ πλῆθος ἢ κατὰ μέγεθος ἄπειρον ἄγνω στον πόσον τι, τὸ δὲ κατ' εἶδος ἄπειρον ἄγνωστον ποῖόν τι.
7Aristoteles, Physica, 1, 7; 19
ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο (ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίγνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός)· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων.
8Aristoteles, Physica, 1, 7; 30
πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον.
9Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
10Aristoteles, Physica, 1, 9; 14
περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσίν, δι' ἀκριβείας τῆς πρώ της φιλοσοφίας ἔργον ἐστὶν διορίσαι, ὥστ' εἰς ἐκεῖνον τὸν και ρὸν ἀποκείσθω.
11Aristoteles, Physica, 2, 1; 15
ἕνα μὲν οὖν τρόπον οὕτως ἡ φύσις λέγεται, ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρ χὴν κινήσεως καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον.
12Aristoteles, Physica, 2, 1; 16
ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν [λέγεται] καὶ τὸ φυσικόν, οὔτε δὲ ἐκεῖ πω φαῖμεν ἂν ἔχειν κατὰ τὴν τέχνην οὐδέν, εἰ δυνάμει μόνον ἐστὶ κλίνη, μή πω δ' ἔχει τὸ εἶδος τῆς κλίνης, οὐδ' εἶναι τέχνην, οὔτ' ἐν τοῖς φύσει συνισταμένοις· τὸ γὰρ δυνάμει σὰρξ ἢ ὀστοῦν οὔτ' ἔχει πω τὴν ἑαυτοῦ φύσιν, πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον, ᾧ ὁριζόμενοι λέγομεν τί ἐστι σὰρξ ἢ ὀστοῦν, οὔτε φύσει ἐστίν.
13Aristoteles, Physica, 2, 1; 17
ὥστε ἄλλον τρόπον ἡ φύσις ἂν εἴη τῶν ἐχόντων ἐν αὑτοῖς κινήσεως ἀρχὴν ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωρι στὸν ὂν ἀλλ' ἢ κατὰ τὸν λόγον.
14Aristoteles, Physica, 2, 2; 8
ἐπεὶ δ' ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, οὕτω θεωρητέον· ὥστ' οὔτ' ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν ὕλην.
15Aristoteles, Physica, 2, 2; 12
εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης (ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι ἥψαντο)· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς ἐπιστήμης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι του (οἷον ἰατροῦ ὑγίειαν καὶ χολὴν καὶ φλέγμα, ἐν οἷς ἡ ὑγίεια, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην, ὅτι πλίνθοι καὶ ξύλα· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων), καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις.
16Aristoteles, Physica, 2, 2; 16
διὸ καὶ ἡ χρωμένη ἀρχιτεκτονική πως, διαφέρει δὲ ᾗ ἡ μὲν τοῦ εἴ δους γνωριστική, ἡ ἀρχιτεκτονική, ἡ δὲ ὡς ποιητική, τῆς ὕλης· ὁ μὲν γὰρ κυβερνήτης ποῖόν τι τὸ εἶδος τοῦ πηδαλίου γνωρίζει καὶ ἐπιτάττει, ὁ δ' ἐκ ποίου ξύλου καὶ ποίων κινή σεων ἔσται.
17Aristoteles, Physica, 2, 2; 19
μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν;
18Aristoteles, Physica, 2, 3; 3
ἕνα μὲν οὖν τρό πον αἴτιον λέγεται τὸ ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο δ' ἐστὶν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμός) καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.
19Aristoteles, Physica, 2, 3; 12
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σω μάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπε ράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰα τρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰ πεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
20Aristoteles, Physica, 2, 7; 3
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν· ἐπεὶ δ' αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
21Aristoteles, Physica, 3, 2; 9
εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τό δε ἢ τοιόνδε ἢ τοσόνδε, ὃ ἔσται ἀρχὴ καὶ αἴτιον τῆς κινή σεως, ὅταν κινῇ, οἷον ὁ ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.
22Aristoteles, Physica, 3, 3; 7
εἰ δ' ἄμφω ἐν τῷ κινουμένῳ καὶ πάσχοντι, καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ ἡ δίδαξις καὶ ἡ μάθη σις δύο οὖσαι ἐν τῷ μανθάνοντι, πρῶτον μὲν ἡ ἐνέργεια ἡ ἑκάστου οὐκ ἐν ἑκάστῳ ὑπάρξει, εἶτα ἄτοπον δύο κινήσεις ἅμα κινεῖσθαι· τίνες γὰρ ἔσονται ἀλλοιώσεις δύο τοῦ ἑνὸς καὶ εἰς ἓν εἶδος;
23Aristoteles, Physica, 3, 4; 3
πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χω ριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπει ρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιτ τοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.
24Aristoteles, Physica, 3, 7; 26
διὸ καὶ ἄγνωστον ᾗ ἄπειρον· εἶδος γὰρ οὐκ ἔχει ἡ ὕλη.
25Aristoteles, Physica, 3, 8; 1
Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν μὲν μὴ εἶναι δοκεῖν ἄπειρον οὕτως ὥστε παντὸς ὑπερβάλλειν με γέθους, ἐπὶ τὴν διαίρεσιν δὲ εἶναι (περιέχεται γὰρ ἡ ὕλη ἐντὸς καὶ τὸ ἄπειρον, περιέχει δὲ τὸ εἶδος)· εὐλόγως δὲ καὶ τὸ ἐν μὲν τῷ ἀριθμῷ εἶναι ἐπὶ μὲν τὸ ἐλάχιστον πέρας ἐπὶ δὲ τὸ πλεῖον ἀεὶ παντὸς ὑπερβάλλειν πλήθους, ἐπὶ δὲ τῶν μεγεθῶν τοὐναντίον ἐπὶ μὲν τὸ ἔλαττον παντὸς ὑπερβάλλειν μεγέθους ἐπὶ δὲ τὸ μεῖζον μὴ εἶναι μέγεθος ἄπειρον.
26Aristoteles, Physica, 4, 1; 24
οὐδε μία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
27Aristoteles, Physica, 4, 2; 1
Ἐπεὶ δὲ τὸ μὲν καθ' αὑτὸ τὸ δὲ κατ' ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δ' ἴδιος, ἐν ᾧ πρώτῳ (λέγω δὲ οἷον σὺ νῦν ἐν τῷ οὐρανῷ ὅτι ἐν τῷ ἀέρι οὗτος δ' ἐν τῷ οὐρανῷ, καὶ ἐν τῷ ἀέρι δὲ ὅτι ἐν τῇ γῇ, ὁμοίως δὲ καὶ ἐν ταύτῃ ὅτι ἐν τῷδε τῷ τόπῳ, ὃς περιέχει οὐδὲν πλέον ἢ σέ), εἰ δή ἐστιν ὁ τόπος τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη, ὥστε δό ξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους· τοῦτο γὰρ ἑκάστου πέρας.
28Aristoteles, Physica, 4, 2; 6
εἰκότως δ' ἐκ τούτων σκοπουμένοις δόξειεν ἂν εἶναι χαλεπὸν γνωρίσαι τί ἐστιν ὁ τόπος, εἴπερ τούτων ὁποτερονοῦν ἐστίν, εἴτε ἡ ὕλη εἴτε τὸ εἶδος· ἄλλως τε γὰρ τὴν ἀκροτάτην ἔχει θέαν, καὶ χω ρὶς ἀλλήλων οὐ ῥᾴδιον γνωρίζειν.
29Aristoteles, Physica, 4, 2; 8
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθ' ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
30Aristoteles, Physica, 4, 2; 10
ᾗ μὲν οὖν χωριστὸς [ἐστι] τοῦ πρά γματος, ταύτῃ μὲν οὐκ ἔστι τὸ εἶδος· ᾗ δὲ περιέχει, ταύτῃ δ' ἕτερος τῆς ὕλης.
31Aristoteles, Physica, 4, 2; 13
) ἔτι πῶς ἂν φέροιτο εἰς τὸν αὑτοῦ τόπον, εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδος;
32Aristoteles, Physica, 4, 2; 16
εἰ δ' ἐν αὐτῷ ὁ τόπος (δεῖ γάρ, εἴπερ ἢ μορφὴ ἢ ὕλη), ἔσται ὁ τόπος ἐν τόπῳ· με ταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, οὐκ ἀεὶ ἐν τῷ αὐτῷ ἀλλ' οὗπερ καὶ τὸ πρᾶγμα· ὥστε τοῦ τόπου ἔσται τόπος.
33Aristoteles, Physica, 4, 3; 4
ἄλλον δὲ τρό πον ὡς ὁ ἄνθρωπος ἐν ζῴῳ καὶ ὅλως εἶδος ἐν γένει.
34Aristoteles, Physica, 4, 3; 6
ἔτι ὡς ἡ ὑγίεια ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ.
35Aristoteles, Physica, 4, 4; 13
ἐκεῖνο δὲ φα νερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον τοῦ ἐν αὐτῷ (ἕτερον γὰρ τὸ πρώτως ὅ τε καὶ ἐν ᾧ), οὐκ ἂν εἴη οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος ὁ τόπος, ἀλλ' ἕτερον.
36Aristoteles, Physica, 4, 6; 10
ἔστι μὲν οὖν ἄμφω πέ ρατα, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ πράγματος, ὁ δὲ τόπος τοῦ περιέχοντος σώματος.
37Aristoteles, Physica, 4, 6; 18
εἰ τοίνυν μηδὲν τῶν τριῶν ὁ τόπος ἐστίν, μήτε τὸ εἶδος μήτε ἡ ὕλη μήτε διάστημά τι ἀεὶ ὑπάρχον ἕτερον παρὰ τὸ τοῦ πράγματος τοῦ μεθιστα μένου, ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττά ρων, τὸ πέρας τοῦ περιέχοντος σώματος
38Aristoteles, Physica, 4, 7; 16
οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δ' ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, ὁ δ' ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον.
39Aristoteles, Physica, 5, 1; 4
ἐπεὶ δ' ἔστι μέν τι τὸ κινοῦν πρῶτον, ἔστι δέ τι τὸ κινού μενον, ἔτι ἐν ᾧ, ὁ χρόνος, καὶ παρὰ ταῦτα ἐξ οὗ καὶ εἰς ὅ – πᾶσα γὰρ κίνησις ἔκ τινος καὶ εἴς τι· ἕτερον γὰρ τὸ πρῶ τον κινούμενον καὶ εἰς ὃ κινεῖται καὶ ἐξ οὗ, οἷον τὸ ξύλον καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν· τούτων δὲ τὸ μὲν ὅ, τὸ δ' εἰς ὅ, τὸ δ' ἐξ οὗ – ἡ δὴ κίνησις δῆλον ὅτι ἐν τῷ ξύλῳ, οὐκ ἐν τῷ εἴδει· οὔτε γὰρ κινεῖ οὔτε κινεῖται τὸ εἶδος ἢ ὁ τό πος ἢ τὸ τοσόνδε, ἀλλ' ἔστι κινοῦν καὶ κινούμενον καὶ εἰς ὃ κινεῖται.
40Aristoteles, Physica, 5, 2; 5
τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ τῶν ὑποκειμένων τι ἡ μεταβολή), ἢ τῷ ἕτερόν τι ὑποκείμενον ἐκ μεταβολῆς με ταβάλλειν εἰς ἕτερον εἶδος [οἷον ἄνθρωπος ἐκ νόσου εἰς ὑγί ειαν].
41Aristoteles, Physica, 5, 4; 3
οἷον χρώματος μὲν εἰσὶ διαφοραί – τοιγαροῦν ἄλλη τῷ εἴδει μέλανσις καὶ λεύ κανσις [πᾶσα οὖν λεύκανσις πάσῃ λευκάνσει ἡ αὐτὴ κατ' εἶδος ἔσται καὶ πᾶσα μέλανσις μελάνσει] – λευκότητος δ' οὐ κέτι· διὸ τῷ εἴδει μία λεύκανσις λευκάνσει πάσῃ.
42Aristoteles, Physica, 5, 4; 4
εἰ δ' ἔστιν ἄτθ' ἃ καὶ γένη ἅμα καὶ εἴδη ἐστίν, δῆλον ὡς ἔστιν ὡς εἴδει μία ἔσται, ἁπλῶς δὲ μία εἴδει οὔ, οἷον ἡ μάθησις, εἰ ἡ ἐπιστήμη εἶδος μὲν ὑπολήψεως, γένος δὲ τῶν ἐπιστημῶν.
43Aristoteles, Physica, 5, 4; 11
τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει ἢ τῷ εἴδει μίαν ἐστὶν ἐν τῷ πράγματι ἐν ᾧ κινεῖται, τὸ δ' ἐχομένην ἐν τῷ χρόνῳ, τὸ δ' ἁπλῶς μίαν ἐν ἅπασι τούτοις· καὶ ἐν ᾧ γὰρ ἓν δεῖ εἶναι καὶ ἄτομον, οἷον τὸ εἶδος, καὶ τὸ ὅτε, οἷον τὸν χρόνον ἕνα καὶ μὴ διαλείπειν, καὶ τὸ κινούμενον ἓν εἶναι μὴ κατὰ συμβεβηκός, ὥσπερ τὸ λευκὸν μελαίνεσθαι καὶ Κορίσκον βα δίζειν (ἓν δὲ Κορίσκος καὶ λευκόν, ἀλλὰ κατὰ συμβεβηκός), μηδὲ κοινόν· εἴη γὰρ ἂν ἅμα δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλ' οὐ μία αὕτη, ἀλλ' εἴδει μία.
44Aristoteles, Physica, 5, 4; 24
τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται· ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος, ἐάν τε κατὰ γένος ἐάν τε κατ' εἶδος ᾖ ἐάν τε κατ' οὐσίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τὸ τέλειον καὶ ὅλον τοῦ ἑνός.
45Aristoteles, Physica, 5, 4; 32
διὸ οὐκ εἴδη κινήσεως οὐδὲ διαφοραὶ τάχος καὶ βραδυτής, ὅτι πάσαις ἀκολουθεῖ ταῖς διαφόροις κατ' εἶδος.
46Aristoteles, Physica, 5, 4; 35
εἰ δὲ πᾶσαν τὴν μίαν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι καὶ μή, οὐκ ἂν εἴησαν αἱ ἐχόμεναι αἱ μὴ κατ' εἶδος αἱ αὐταὶ μία καὶ συνεχής· πῶς γὰρ ἂν εἴη ὁμαλὴς ἡ ἐξ ἀλλοιώ σεως συγκειμένη καὶ φορᾶς;
47Aristoteles, Physica, 6, 16; 6
μεταβαλλέτω γὰρ ἐκ τοῦ ΑΒ εἰς τὸ ΒΓ, εἴτ' ἐκ μεγέθους εἰς μέγεθος εἴτ' ἐξ εἴδους εἰς εἶδος εἴτε κατ' ἀντίφασιν· ὁ δὲ χρόνος ἔστω ἐν ᾧ πρώτῳ μεταβάλλει ἐφ' οὗ Δ.
48Aristoteles, Physica, 7, 7; 34
πότε οὖν ἕτερον τὸ εἶδος, ἐὰν ταὐτὸ ἐν ἄλλῳ, ἢ ἂν ἄλλο ἐν ἄλλῳ;
49Aristoteles, Physica, 8, 5; 22
ἀλλὰ μὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἐξ ἀνάγκης κινεῖται τὸ κι νοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, ᾗ κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθ' ἕτερον.
50Aristoteles, Physica, 8, 5; 28
ἔτι δὲ μᾶλλον τούτων ἄλο γον, ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον· ἔσται γὰρ κινητόν, ὥς περ εἴ τις λέγοι πᾶν τὸ ὑγιαστικὸν [καὶ ὑγιάζον] ὑγιαστὸν εἶναι, καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, ἢ εὐθὺς ἢ διὰ πλειόνων· λέγω δ' οἷον εἰ κινητὸν μὲν ὑπ' ἄλλου πᾶν τὸ κινητικόν, ἀλλ' οὐ ταύτην τὴν κίνησιν κινητὸν ἣν κινεῖ τὸ πλησίον, ἀλλ' ἑτέραν, οἷον τὸ ὑγιαστικὸν μαθητικόν, ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ εἶδος, ὥσπερ εἴπο μεν πρότερον.
51Aristoteles, Physica, 8, 5; 37
τὸ δὲ κινοῦν ἤδη ἐνεργείᾳ ἔστιν, οἷον θερμαίνει τὸ θερμὸν καὶ ὅλως γεννᾷ τὸ ἔχον τὸ εἶδος.
52Aristoteles, Physica, 8, 11; 3
τίς δ' ἐστὶν ἡ μία καὶ συνεχὴς κίνησις, διώρισται πρότερον, ὅτι ἡ τοῦ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ καὶ ἐν ἀδιαφόρῳ κατ' εἶδος (τρία γὰρ ἦν, τό τε κινούμενον, οἷον ἄνθρωπος ἢ θεός, καὶ ὅτε, οἷον χρόνος, καὶ τρίτον τὸ ἐν ᾧ· τοῦτο δ' ἐστὶν τόπος ἢ πάθος ἢ εἶδος ἢ μέγεθος).
53Aristoteles, Analytica posteriora, 1, I 5; 11 (auctor 384BC-322BC)
Οὐ γάρ ᾗ τρίγωνον οἶδεν, οὐδέ πᾶν τρίγωνον, ἀλλ᾿ ἢ κατ᾿ ἀριθμόν· κατ᾿ εἶδος δ᾿ οὐ πᾶν, καί εἰ μηδέν ἐστιν ὃ οὐκ οἶδεν.
54Aristoteles, Analytica posteriora, 1, I 33; 12 (auctor 384BC-322BC)
Ἢ εἰ μέν οὕτως ὑπολήψεται τά μή ἐνδεχόμενα ἄλλως ἔχειν ὥσπερ ἔχειν τούς ὁρισμούς δι᾿ ὧν αἱ ἀποδείξεις, οὐ δοξάσει ἀλλ᾿ ἐπιστήσεται· εἰ δ᾿ ἀληθῆ μέν εἶναι, οὐ μέντοι ταῦτά γε αὐτοῖς ὑπάρχειν κατ᾿ οὐσίαν καί κατά τό εἶδος, δοξάσει καί οὐκ ἐπιστήσεται ἀληθῶς, καί τό ὅτι καί τό διότι, ἐάν μέν διά τῶν ἀμέσων δοξάσῃ· ἐάν δέ μή διά τῶν ἀμέσων, τό ὅτι μόνον δοξάσει; τοῦ δ᾿ αὐτοῦ δόξα καί ἐπιστήμη οὐ πάντως ἐστίν, ἀλλ᾿ ὥσπερ καί ψευδής καί ἀληθής τοῦ αὐτοῦ τρόπον τινά, οὕτω καί ἐπιστήμη καί δόξα τοῦ αὐτοῦ.
55Aristoteles, Categoriae, 5; 12 (auctor 384BC-322BC)
Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· ἔγγιον γὰρ τῆς πρώτης οὐσίας ἐστίν.
56Aristoteles, Categoriae, 5; 13 (auctor 384BC-322BC)
Ἑὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστι, γνωριμώτερον καὶ οἰκειότερον ἀποδώσει τὸ εἶδος ἀποδιδοὺς ἤπερ τὸ γένος, οἷον τὸν τινὰ ἄνθρωπον ἀποδιδοὺς γνωριμώτερον ἂν ἀποδοίη ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ κοινότερον.
57Aristoteles, Categoriae, 5; 16 (auctor 384BC-322BC)
Ὡς δέ γε αἱ πρῶται οὐσίαι πρὸς τὰ ἄλλα πάντα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος ἔχει· ὑπόκειται γὰρ τὸ εἶδος τῷ γένει· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει.
58Aristoteles, Categoriae, 5; 17 (auctor 384BC-322BC)
Ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία.
59Aristoteles, Categoriae, 5; 21 (auctor 384BC-322BC)
Τὸν γάρ τινα ἄνθρωπον ἐὰν ἀποδιδῷ τις τί ἐστι, τὸ μὲν εἶδος ἢ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει καὶ γνωριμώτερον ποιήσει ἄνθρωπον ἢ ζῷον ἀποδιδούς· τῶν δ᾿ ἄλλων ὅ τι ἂν ἀποδιδῷ τις, ἀλλοτρίως ἔσται ἀποδεδωκώς, οἷον λευκόν ἢ τρέχει ἢ ὁτιοῦν τῶν τοιούτων ἀποδιδούς.
60Aristoteles, Categoriae, 5; 40 (auctor 384BC-322BC)
Ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ᾿ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ.
61Aristoteles, Categoriae, 5; 43 (auctor 384BC-322BC)
Καὶ τὸν λόγον δὲ ἐπιδέχονται αἱ πρῶται οὐσίαι τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.
62Aristoteles, Categoriae, 5; 50 (auctor 384BC-322BC)
Τὸ δὲ εἶδος καὶ τὸ γένος περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει.
63Aristoteles, Categoriae, 8; 3 (auctor 384BC-322BC)
Ἒν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν.
64Aristoteles, De anima, 1, I 1; 28 (auctor 384BC-322BC)
Τούτων δέ ὁ μέν τήν ὕλην ἀποδίδωσιν, ὁ δέ τό εἶδος καί τόν λόγον.
65Aristoteles, De anima, 1, I 1; 29 (auctor 384BC-322BC)
Ὁ μέν γάρ λόγος εἶδος τοῦ πράγματος, ἀνάγκη δ’ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται, ὥσπερ οἰκίας ὁ μέν λόγος τοιοῦτος, ὅτι σκέπασμα κωλυτικόν φθορᾶς ὑπ’ ἀνέμων καί ὄμβρων καί καυμάτων, ὁ δέ φήσει λίθους καί πλίνθους καί ξύλα, ἕτερος δ’ ἐν τούτοις τό εἶδος, ἕνεκα τωνδί.
66Aristoteles, De anima, 1, I 3; 52 (auctor 384BC-322BC)
Οἱ δέ μόνον ἐπιχειροῦσι λέγειν ποῖόν τι ἡ ψυχή, περί δέ τοῦ δεξομένου σώματος οὐθέν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενον κατά τούς Πυθαγορικούς μύθους τήν τυχοῦσαν ψυχήν εἰς τό τυχόν ἐνδύεσθαι σῶμα· δοκεῖ γάρ ἕκαστον ἴδιον ἔχειν εἶδος καί μορφήν.
67Aristoteles, De anima, 2, II 1; 2 (auctor 384BC-322BC)
Λέγομεν δή γένος ἕν τι τῶν ὄντων τήν οὐσίαν, ταύτης δέ τό μέν ὡς ὕλην, ὃ καθ’ αὑτό μέν οὐκ ἔστι τόδε τι, ἕτερον δέ μορφήν καί εἶδος, καθ’ ἣν ἤδη λέγεται τόδε τι, καί τρίτον τό ἐκ τούτων.
68Aristoteles, De anima, 2, II 1; 3 (auctor 384BC-322BC)
Ἔστι δ’ ἡ μέν ὕλη δύναμις, τό δ’ εἶδος ἐντελέχεια, καί τοῦτο διχῶς, τό μέν ὡς ἐπιστήμη, τό δ’ ὡς τό θεωρεῖν.
69Aristoteles, De anima, 2, II 1; 8 (auctor 384BC-322BC)
Ἀναγκαῖον ἄρα τήν ψυχήν οὐσίαν εἶναι ὡς εἶδος σώματος φυσικοῦ δυνάμει ζωήν ἔχοντος.
70Aristoteles, De anima, 2, II 2; 24 (auctor 384BC-322BC)
Τούτων δ’ ἡ μέν ἐπιστήμη τε καί ὑγίεια μορφή καί εἶδός τι καί λόγος καί οἷον ἐνέργεια τοῦ δεκτικοῦ, ἡ μέν τοῦ ἐπιστημονικοῦ, ἡ δέ τοῦ ὑγιαστικοῦ (δοκεῖ γάρ ἐν τῷ πάσχοντι καί διατιθεμένῳ ἡ τῶν ποιητικῶν ὑπάρχειν ἐνέργεια), ἡ ψυχή δέ τοῦτο ᾧ ζῶμεν καί αἰσθανόμεθα καί διανοούμεθα πρώτως, ὥστε λόγος τις ἂν εἴη καί εἶδος, ἀλλ’ οὐχ ὕλη καί τό ὑποκείμενον.
71Aristoteles, De anima, 2, II 2; 25 (auctor 384BC-322BC)
Τριχῶς γάρ λεγομένης τῆς οὐσίας, καθάπερ εἴπομεν, ὧν τό μέν εἶδος, τό δέ ὕλη, τό δέ ἐξ ἀμφοῖν· τούτων δ’ ἡ μέν ὕλη δύναμις, τό δέ εἶδος ἐντελέχεια· ἐπεί δέ τό ἐξ ἀμφοῖν ἔμψυχον, οὐ τό σῶμά ἐστιν ἐντελέχεια ψυχῆς, ἀλλ’ αὕτη σώματός τινος.
72Aristoteles, De anima, 2, II 3; 14 (auctor 384BC-322BC)
Διό γελοῖον ζητεῖν τόν κοινόν λόγον καί ἐπί τούτων καί ἐφ’ ἑτέρων, ὃς οὐδενός ἔσται τῶν ὄντων ἴδιος λόγος, οὐδέ κατά τό οἰκεῖον καί ἄτομον εἶδος, ἀφέντας τόν τοιοῦτον.
73Aristoteles, De anima, 3, III 7; 4 (auctor 384BC-322BC)
Διό ἄλλο εἶδος τοῦτο κινήσεως· ἡ γάρ κίνησις τοῦ ἀτελοῦς ἐνέργεια ἦν, ἡ δ’ ἁπλῶς ἐνέργεια ἑτέρα ἡ τοῦ τετελεσμένου.
74Aristoteles, De anima, 3, III 8; 6 (auctor 384BC-322BC)
Αὐτά μέν γάρ δή οὔ· οὐ γάρ ὁ λίθος ἐν τῇ ψυχῇ, ἀλλά τό εἶδος· ὥστε ἡ ψυχή ὥσπερ ἡ χείρ ἐστιν· καί γάρ ἡ χείρ ὄργανόν ἐστιν ὀργάνων, καί ὁ νοῦς εἶδος εἰδῶν καί ἡ αἴσθησις εἶδος αἰσθητῶν.
75Aristoteles, De anima, 3, III 10; 8 (auctor 384BC-322BC)
Εἰ γάρ δύο, νοῦς καί ὄρεξις, ἐκίνουν, κατά κοινόν ἄν τι ἐκίνουν εἶδος.
76Aristoteles, De arte poetica, 19; 7 (auctor 384BC-322BC)
Τί γάρ ἂν εἴη τοῦ λέγοντος ἔργον, εἰ φανοῖτο ἡδέα καί μή διά τόν λόγον; Τῶν δέ περί τήν λέξιν ἓν μέν ἐστιν εἶδος θεωρίας τά σχήματα τῆς λέξεως, ἅ ἐστιν εἰδέναι τῆς ὑποκριτικῆς καί τοῦ τήν τοιαύτην ἔχοντος ἀρχιτεκτονικήν, οἷον τί ἐντολή καί τί εὐχή καί διήγησις καί ἀπειλή καί ἐρώτησις καί ἀπόκρισις, καί εἴ τι ἄλλο τοιοῦτον.
77Aristoteles, De arte poetica, 21; 5 (auctor 384BC-322BC)
Μεταφορά δ᾿ ἐστίν ὀνόματος ἀλλοτρίου ἐπιφορά ἢ ἀπό τοῦ γένους ἐπί εἶδος, ἢ ἀπό τοῦ εἴδους ἐπί γένος, ἢ ἀπό τοῦ εἴδους ἐπί εἶδος, ἢ κατά τό ἀνάλογον.
78Aristoteles, De arte poetica, 21; 6 (auctor 384BC-322BC)
Λέγω δέ ἀπό γένους μέν ἐπί εἶδος, οἷον Νηῦς δέ μοι ἥδ᾿ ἕστηκε· τό γάρ ὁρμεῖν ἐστίν ἑστάναι τι.
79Aristoteles, De arte poetica, 21; 8 (auctor 384BC-322BC)
Ἀπ᾿ εἴδους δέ ἐπί εἶδος, οἷον χαλκῷ ἀπό ψυχήν ἀρύσας καί "τεμών ἀτειρέϊ χαλκῷ·" ἐνταῦθα γάρ τό μέν ἀρύσαι ταμεῖν, τό δέ ταμεῖν ἀρύσαι εἴρηκεν· ἄμφω γάρ ἀφελεῖν τι ἐστίν.
80Aristoteles, De arte poetica, 25; 20 (auctor 384BC-322BC)
Καί τόν Δόλωνα ὃς δή τοι εἶδος μέν ἔην κακός, οὐ τό σῶμα ἀσύμμετρον, ἀλλά τό πρόσωπον αἰσχρόν· τό γάρ εὐειδές οἱ Κρῆτες εὐπρόσωπον καλοῦσιν.
81Aristoteles, De caelo, 1, 1, 7; 18 (auctor 384BC-322BC)
[Οἷον εἴ τί ἐστιν ἀδιαίρετον·] ἐν ἀδιαιρέτῳ γὰρ διαιρετὸν ἀδύνατον ὑπάρχειν, τὰ δὲ πάθη διαιρετὰ πάντα διχῶς· ἢ γὰρ κατ´ εἶδος ἢ κατὰ συμβεβηκός, κατ´ εἶδος μὲν οἷον χρώματος τὸ λευκὸν ἢ τὸ μέλαν, κατὰ συμβεβηκὸς δέ, ἂν ᾧ ὑπάρχει ᾖ διαιρετόν, ὥστε ὅσα ἁπλᾶ τῶν παθημάτων, πάντ´ ἐστὶ διαιρετὰ τοῦτον τὸν τρόπον.
82Aristoteles, De caelo, 2a, 1, 7; 18 (auctor 384BC-322BC)
[Οἷον εἴ τί ἐστιν ἀδιαίρετον·] ἐν ἀδιαιρέτῳ γὰρ διαιρετὸν ἀδύνατον ὑπάρχειν, τὰ δὲ πάθη διαιρετὰ πάντα διχῶς· ἢ γὰρ κατ´ εἶδος ἢ κατὰ συμβεβηκός, κατ´ εἶδος μὲν οἷον χρώματος τὸ λευκὸν ἢ τὸ μέλαν, κατὰ συμβεβηκὸς δέ, ἂν ᾧ ὑπάρχει ᾖ διαιρετόν, ὥστε ὅσα ἁπλᾶ τῶν παθημάτων, πάντ´ ἐστὶ διαιρετὰ τοῦτον τὸν τρόπον.
83Aristoteles, De caelo, 4, 3, 2; 3 (auctor 384BC-322BC)
Ἐπεὶ γάρ εἰσι τρεῖς αἱ κινήσεις (ἡ μὲν κατὰ μέγεθος, ἡ δὲ κατ´ εἶδος, ἡ δὲ κατὰ τόπον), ἐν ἑκάστῃ τούτων τὴν μεταβολὴν ὁρῶμεν γινομένην ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία καὶ τὰ μεταξύ, καὶ οὐκ εἰς τὸ τυχὸν τῷ τυχόντι μεταβολὴν οὖσαν· ὁμοίως δὲ οὐδὲ κινητικὸν τὸ τυχὸν τοῦ τυχόντος· ἀλλ´ ὥσπερ τὸ ἀλλοιωτὸν καὶ τὸ αὐξητὸν ἕτερον, οὕτω καὶ τὸ ἀλλοιωτικὸν καὶ τὸ αὐξητικόν.
84Aristoteles, De caelo, 4, 3, 2; 5 (auctor 384BC-322BC)
Εἰ οὖν εἰς τὸ ἄνω καὶ τὸ κάτω κινητικὸν μὲν τὸ βαρυντικὸν καὶ τὸ κουφιστικόν, κινητὸν δὲ τὸ δυνάμει βαρὺ καὶ κοῦφον, τὸ δ´ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι ἕκαστον τὸ εἰς τὸ αὑτοῦ εἶδός ἐστι φέρεσθαι (καὶ ταύτῃ μᾶλλον ἄν τις ὑπολάβοι ὃ ἔλεγον οἱ ἀρχαῖοι, ὅτι τὸ ὅμοιον φέροιτο πρὸς τὸ ὅμοιον.
85Aristoteles, De caelo, 4, 3, 3; 8 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, περιέχει δὲ πάντα τὰ κινούμενα ἄνω καὶ κάτω τό τε ἔσχατον καὶ τὸ μέσον, τοῦτο δὲ τρόπον τινὰ γίγνεται τὸ εἶδος τοῦ περιεχομένου, τὸ εἰς τὸν αὑτοῦ τόπον φέρεσθαι πρὸς τὸ ὅμοιόν ἐστι φέρεσθαι· τὰ γὰρ ἐφεξῆς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ὕδωρ ἀέρι καὶ ἀὴρ πυρί.
86Aristoteles, De caelo, 4, 3, 4; 9 (auctor 384BC-322BC)
Ἀνάπαλιν δὲ λέγειν τοῖς μέσοις ἔστι, τοῖς δ´ ἄκροις οὔ, οἷον ἀέρα μὲν ὕδατι, ὕδωρ δὲ γῇ· ἀεὶ γὰρ τὸ ἀνώτερον πρὸς τὸ ὑφ´ αὑτὸ, ὡς εἶδος πρὸς ὕλην, οὕτως ἔχει πρὸς ἄλληλα), τὸ δὲ ζητεῖν διὰ τί φέρεται τὸ πῦρ ἄνω καὶ ἡ γῆ κάτω, τὸ αὐτό ἐστι καὶ διὰ τί τὸ ὑγιαστὸν ἂν κινῆται καὶ μεταβάλλῃ ᾗ ὑγιαστόν, εἰς ὑγίειαν ἔρχεται ἀλλ´ οὐκ εἰς λευκότητα.
87Aristoteles, De caelo, 4, 4, 10; 29 (auctor 384BC-322BC)
Ἔστι δ´ ἐν πᾶσι τοῖς γένεσιν αὕτη ἡ διάστασις· καὶ γὰρ ἐν τῷ ποιῷ καὶ ἐν τῷ ποσῷ ἐστι τὸ μὲν ὡς εἶδος μᾶλλον, τὸ δ´ ὡς ὕλη.
88Aristoteles, De generatione animalium, 1, 18; 57 (auctor 384BC-322BC)
τοῖν δυοῖν δὴ ληπτέον ἐν ποτέρῳ θετέον τὸ σπέρμα, πότερον ὡς ὕλην καὶ πάσχον ἢ ὡς εἶδός τι καὶ ποιοῦν, ἢ καὶ ἄμφω.
89Aristoteles, De generatione animalium, 1, 20; 28 (auctor 384BC-322BC)
ᾗ καὶ δῆλον ὅτι οὐκ ἀπὸ παντὸς ἔρχεται ἡ γονή· οὔτε γὰρ ἂν κεχωρισμένα ἀπὸ τοῦ αὐτοῦ μέρους εὐθὺς ἀπεκρίνετο οὔτε ἅμα ἐλθόντα εἰς τὰς ὑστέρας ἐκεῖ διεχωρίζετο· ἀλλὰ συμβαίνει ὥσπερ εὔλογον, ἐπειδὴ τὸ μὲν ἄρρεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἷον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστίν, ὁ δὲ ὀπὸς ἢ ἡ πυετία τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστᾶσαν, οὕτω τὸ ἀπὸ τοῦ ἄρρενος ἐν τῷ θήλει μεριζόμενον.
90Aristoteles, De generatione animalium, 1, 22; 4 (auctor 384BC-322BC)
λάβοι δ' ἄν τις ἐκ τούτων καὶ τὸ ἄρρεν πῶς συμβάλλεται πρὸς τὴν γένεσιν· οὐδὲ γὰρ τὸ ἄρρεν ἅπαν προΐεται σπέρμα, ὅσα τε προΐεται τῶν ἀρρένων, οὐθὲν μόριον τοῦτ' ἔστι τοῦ γιγνομένου κυήματος, ὥσπερ οὐδ' ἀπὸ τοῦ τέκτονος πρὸς τὴν τῶν ξύλων ὕλην οὔτ' ἀπέρχεται οὐθέν, οὔτε μόριον οὐθέν ἐστιν ἐν τῷ γιγνομένῳ τῆς τεκτονικῆς, ἀλλ' ἡ μορφὴ καὶ τὸ εἶδος ἀπ' ἐκείνου ἐγγίγνεται διὰ τῆς κινήσεως ἐν τῇ ὕλῃ, καὶ ἡ μὲν ψυχὴ ἐν ᾗ τὸ εἶδος καὶ ἡ ἐπιστήμη κινοῦσι τὰς χεῖρας ἤ τι μόριον ἕτερον ποιάν τινα κίνησιν, ἑτέραν μὲν ἀφ' ὧν τὸ γιγνόμενον ἕτερον, τὴν αὐτὴν δὲ ἀφ' ὧν τὸ αὐτό, αἱ δὲ χεῖρες τὰ ὄργανα, τὰ δ' ὄργανα τὴν ὕλην.
91Aristoteles, De generatione animalium, 2, 1; 63 (auctor 384BC-322BC)
λόγος δὲ τούτου ὅτι ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος τὸ δυνάμει ὂν γίγνεται ἐν τοῖς φύσει ἢ τέχνῃ γιγνομένοις, ὥστε δέοι ἂν τὸ εἶδος καὶ τὴν μορφὴν ἐν ἐκείνῳ εἶναι οἷον ἐν τῇ καρδίᾳ τὸ τοῦ ἥπατος.
92Aristoteles, De generatione animalium, 2, 1; 83 (auctor 384BC-322BC)
ἡ γὰρ τέχνη ἀρχὴ καὶ εἶδος τοῦ γιγνομένου, ἀλλ' ἐν ἑτέρῳ· ἡ δὲ τῆς φύσεως κίνησις ἐν αὐτῷ ἀφ' ἑτέρας οὖσα φύσεως τῆς ἐχούσης τὸ εἶδος ἐνεργείᾳ.
93Aristoteles, De generatione animalium, 3, 9; 8 (auctor 384BC-322BC)
δεῖ γὰρ καὶ τὰς κάμπας εἶδός τι τιθέναι σκώληκος, καὶ τὰ τῶν ἀραχνίων.
94Aristoteles, De generatione animalium, 4, 1; 48 (auctor 384BC-322BC)
ὅταν γὰρ μὴ κρατῇ ἡ ἀρχὴ μηδὲ δύνηται πέψαι δι' ἔνδειαν θερμότητος μηδ' ἀγάγῃ εἰς τὸ ἴδιον εἶδος τὸ αὑτοῦ ἀλλὰ ταύτῃ ἡττηθῇ, ἀνάγκη εἰς τοὐναντίον μεταβάλλειν.
95Aristoteles, De generatione animalium, 4, 4; 20 (auctor 384BC-322BC)
ἔστι γὰρ τὸ τέρας τῶν παρὰ φύσιν τι, παρὰ φύσιν δ' οὐ πᾶσαν ἀλλὰ τὴν ὡς ἐπὶ τὸ πολύ· περὶ γὰρ τὴν ἀεὶ καὶ τὴν ἐξ ἀνάγκης οὐθὲν γίγνεται παρὰ φύσιν, ἀλλ' ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ μὲν οὕτω γιγνομένοις ἐνδεχομένοις δὲ καὶ ἄλλως, ἐπεὶ καὶ τούτων ἐν ὅσοις συμβαίνει παρὰ τὴν τάξιν μὲν ταύτην, ἀεὶ μέντοι μὴ τυχόντως, ἧττον εἶναι δοκεῖ τέρας διὰ τὸ καὶ τὸ παρὰ φύσιν εἶναι τρόπον τινὰ κατὰ φύσιν, ὅταν μὴ κρατήσῃ τὴν κατὰ τὴν ὕλην ἡ κατὰ τὸ εἶδος φύσις.
96Aristoteles, De generatione animalium, 4, 4; 73 (auctor 384BC-322BC)
προσφύεται δὲ μάλιστα μὲν πλησίον ἀλλήλων, ἐνίοτε δὲ καὶ πόρρω διὰ τὴν γιγνομένην ἐν τῷ κυήματι κίνησιν, μάλιστα δὲ διὰ τὸ τὴν τῆς ὕλης ὑπεροχὴν ὅθεν ἀφῃρέθη ἐκεῖ ἀποδιδόναι, τὸ δ' εἶδος ἔχειν ὅθεν ἐπλεόνασεν.
97Aristoteles, De generatione animalium, 5, 3; 2 (auctor 384BC-322BC)
ἔχει δ' ὅσαπερ ἐν αὑτοῖς ζῳοτοκεῖ πάντα σχεδόν· καὶ γὰρ τὰ ἀκανθώδεις ἔχοντα τῶν τοιούτων τριχῶν εἶδός τι ὑποληπτέον, οἷον τάς τε τῶν χερσαίων ἐχίνων καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι τῶν ζῳοτόκων.
98Aristoteles, De generatione et corruptione, 1, 2, 13; 33 (auctor 384BC-322BC)
Εἰ δὲ μὴ σῶμα ἀλλ´ εἶδός τι χωριστὸν ἢ πάθος ὃ ἀπῆλθεν, καὶ ἔστι τὸ μέγεθος στιγμαὶ ἢ ἁφαὶ τοδὶ παθοῦσαι, ἄτοπον ἐκ μὴ μεγεθῶν μέγεθος εἶναι.
99Aristoteles, De generatione et corruptione, 1, 3, 12; 30 (auctor 384BC-322BC)
Ἕνα μὲν οὖν τρόπον τούτῳ διοίσει τὸ ἁπλῶς τι γίνεσθαι καὶ φθείρεσθαι τοῦ μὴ ἁπλῶς, ἄλλον δὲ τῇ ὕλῃ ὁποία τις ἂν ᾖ· ἧς μὲν γὰρ μᾶλλον αἱ διαφοραὶ τόδε τι σημαίνουσι, μᾶλλον οὐσία, ἧς δὲ στέρησιν, μὴ ὄν, οἷον τὸ μὲν θερμὸν κατηγορία τις καὶ εἶδος, ἡ δὲ ψυχρότης στέρησις, διαφέρουσι δὲ γῆ καὶ πῦρ καὶ ταύταις ταῖς διαφοραῖς.
100Aristoteles, De generatione et corruptione, 1, 3, 14; 33 (auctor 384BC-322BC)
Συμβαίνει δὴ κατὰ δόξαν καὶ κατ´ ἀλήθειαν ἄλλως τὸ γίνεσθαί τε ἁπλῶς καὶ τὸ φθείρεσθαι· πνεῦμα γὰρ καὶ ἀὴρ κατὰ μὲν τὴν αἴσθησιν ἧττόν ἐστιν (διὸ καὶ τὰ φθειρόμενα ἁπλῶς τῇ εἰς ταῦτα μεταβολῇ φθείρεσθαι λέγουσιν, γίνεσθαι δ´ ὅταν εἰς ἁπτὸν καὶ εἰς γῆν μεταβάλλῃ), κατὰ δ´ ἀλήθειαν μᾶλλον τόδε τι καὶ εἶδος ταῦτα τῆς γῆς.
101Aristoteles, De generatione et corruptione, 1, 5, 14; 39 (auctor 384BC-322BC)
Ληπτέον δὲ τὸ αἴτιον διορισαμένοις πρῶτον ἓν μὲν ὅτι τὰ ἀνομοιομερῆ αὐξάνεται τῷ τὰ ὁμοιομερῆ αὐξάνεσθαι (σύγκειται γὰρ ἐκ τούτων ἕκαστον), ἔπειθ´ ὅτι σὰρξ καὶ ὀστοῦν καὶ ἕκαστον τῶν τοιούτων μορίων ἐστὶ διττόν, ὥσπερ καὶ τῶν ἄλλων τῶν ἐν ὕλῃ εἶδος ἐχόντων· καὶ γὰρ ἡ ὕλη λέγεται καὶ τὸ εἶδος σὰρξ ἢ ὀστοῦν.
102Aristoteles, De generatione et corruptione, 1, 5, 12; 40 (auctor 384BC-322BC)
Τὸ οὖν ὁτιοῦν μέρος αὐξάνεσθαι καὶ προσιόντος τινὸς κατὰ μὲν τὸ εἶδός ἐστιν ἐνδεχόμενον, κατὰ δὲ τὴν ὕλην οὐκ ἔστιν· δεῖ γὰρ νοῆσαι ὥσπερ εἴ τις μετροίη τῷ αὐτῷ μέτρῳ ὕδωρ· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο τὸ γινόμενον.
103Aristoteles, De generatione et corruptione, 1, 5, 12; 44 (auctor 384BC-322BC)
Κατὰ μὲν γὰρ τὸ εἶδος ὁτῳοῦν προσελήλυθεν, κατὰ δὲ τὴν ὕλην οὔ.
104Aristoteles, De generatione et corruptione, 1, 5, 12; 45 (auctor 384BC-322BC)
Μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν τινος, ὃ καλεῖται τροφὴ καὶ ἐναντίον, μεταβάλλοντος δὲ εἰς τὸ αὐτὸ εἶδος, οἷον εἰ ξηρῷ προσίοι ὑγρόν, προσελθὸν δὲ μεταβάλοι καὶ γένοιτο ξηρόν· ἔστι μὲν γὰρ ὡς τὸ ὅμοιον ὁμοίῳ αὐξάνεται, ἔστι δ´ ὡς ἀνομοίῳ.
105Aristoteles, De generatione et corruptione, 1, 5, 18; 59 (auctor 384BC-322BC)
Τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης, οἷον αὐλός, δύναμίς τις ἐν ὕλῃ ἐστίν.
106Aristoteles, De generatione et corruptione, 1, 5, 18; 61 (auctor 384BC-322BC)
Ἐὰν δὲ μηκέτι ποιεῖν δύνηται, ἀλλ´ οἷον ὕδωρ οἴνῳ ἀεὶ πλεῖον μιγνύμενον τέλος ὑδαρῆ ποιεῖ καὶ ὕδωρ, τότε φθίσιν ποιεῖται τοῦ ποσοῦ, τὸ δ´ εἶδος μένει.
107Aristoteles, De generatione et corruptione, 1, 8, 20; 72 (auctor 384BC-322BC)
Τῶν δὲ ποιητι– κῶν καὶ παθητικῶν ὅσα εὐδιαίρετα, πολλὰ μὲν ὀλίγοις καὶ μεγάλα μικροῖς συντιθέμενα οὐ ποιεῖ μίξιν, ἀλλ´ αὔξησιν τοῦ κρατοῦντος· μεταβάλλει γὰρ θάτερον εἰς τὸ κρατοῦν, οἷον σταλαγμὸς οἴνου μυρίοις χοεῦσιν ὕδατος οὐ μίγνυται· λύεται γὰρ τὸ εἶδος καὶ μεταβάλλει εἰς τὸ πᾶν ὕδωρ.
108Aristoteles, De generatione et corruptione, 1, 8, 20; 79 (auctor 384BC-322BC)
Ἔνια γὰρ ψελλίζεται πρὸς ἄλληλα τῶν ὄντων καὶ ἐπαμφοτερίζει· φαίνεται γάρ πως καὶ μικτὰ ἠρέμα, καὶ ὡς θάτερον μὲν δεκτικὸν θάτερον δ´ εἶδος.
109Aristoteles, De generatione et corruptione, 2, 8, 5; 7 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ἐστὶν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφόμενον συνειλημμένον τῇ ὕλῃ ἡ μορφὴ καὶ τὸ εἶδος, εὔλογον ἤδη τὸ μόνον τῶν ἁπλῶν σωμάτων τρέφεσθαι τὸ πῦρ ἁπάντων ἐξ ἀλλήλων γινομένων, ὥσπερ καὶ οἱ πρότεροι λέγουσιν· μόνον γάρ ἐστι καὶ μάλιστα τοῦ εἴδους τὸ πῦρ διὰ τὸ πεφυκέναι φέρεσθαι πρὸς τὸν ὅρον.
110Aristoteles, De generatione et corruptione, 2, 8, 5; 8 (auctor 384BC-322BC)
Ἕκαστον δὲ πέφυκεν εἰς τὴν ἑαυτοῦ χώραν φέρεσθαι· ἡ δὲ μορφὴ καὶ τὸ εἶδος ἁπάντων ἐν τοῖς ὅροις.
111Aristoteles, De generatione et corruptione, 2, 9, 3; 9 (auctor 384BC-322BC)
§ 4. [5] Διὸ καὶ ὡς μὲν ὕλη τοῦτ´ ἐστὶν αἴτιον τοῖς γενητοῖς, ὡς δὲ τὸ οὗ ἕνεκεν ἡ μορφὴ καὶ τὸ εἶδος· τοῦτο δ´ ἐστὶν ὁ λόγος ὁ τῆς ἑκάστου οὐσίας.
112Aristoteles, De generatione et corruptione, 2, 9, 5; 10 (auctor 384BC-322BC)
Δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἣν ἅπαντες μὲν ὀνειρώττουσι, λέγει δ´ οὐδείς, ἀλλ´ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν εἶναι πρὸς τὸ γίνεσθαι τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν Φαίδωνι Σωκράτης· καὶ γὰρ ἐκεῖνος, ἐπιτιμήσας τοῖς ἄλλοις ὡς οὐδὲν εἰρηκόσιν, ὑποτίθεται ὅτι ἐστὶ τῶν ὄντων τὰ μὲν εἴδη τὰ δὲ μεθεκτικὰ τῶν εἰδῶν, καὶ ὅτι εἶναι μὲν ἕκαστον λέγεται κατὰ τὸ εἶδος, γίνεσθαι δὲ κατὰ τὴν μετάληψιν καὶ φθείρεσθαι κατὰ τὴν ἀποβολήν, ὥστ´ εἰ ταῦτα ἀληθῆ, τὰ εἴδη οἴεται ἐξ ἀνάγκης αἴτια εἶναι καὶ γενέσεως καὶ φθορᾶς.
113Aristoteles, De generatione et corruptione, 2, 9, 9; 18 (auctor 384BC-322BC)
Ἔτι δὲ καὶ τὰς δυνάμεις ἀποδιδόασι τοῖς σώμασι, δι´ ἃς γεννῶσι, λίαν ὀργανικῶς, ἀφαιροῦντες τὴν κατὰ τὸ εἶδος αἰτίαν.
114Aristoteles, De interpretatione, 13; 23 (auctor 384BC-322BC)
Ἀλλὰ τοῦτο μὲν τούτου χάριν εἴρηται, ὅτι οὐ πᾶσα δύναμις τῶν ἀντικειμένων, οὐδ᾿ ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδος.
115Aristoteles, De longitudine et brevitate vitae, 1; 6 (auctor 384BC-322BC)
Ἔστι δ’ ἔχοντα τὴν διαφορὰν ταύτην ὅλα τε πρὸς ὅλα γένη, καὶ τῶν ὑφ’ ἓν εἶδος ἕτερα πρὸς ἕτερα.
116Aristoteles, De longitudine et brevitate vitae, 1; 7 (auctor 384BC-322BC)
Λέγω δὲ κατὰ γένος μὲν διαφέρειν οἷον ἄνθρωπον πρὸς ἵππον (μακροβιώτερον γὰρ τὸ τῶν ἀνθρώπων γένος ἢ τὸ τῶν ἵππων), κατ’ εἶδος δ’ ἄνθρωπον πρὸς ἄνθρωπον· εἰσὶ γὰρ καὶ ἄνθρωποι οἱ μὲν μακρόβιοι οἱ δὲ βραχύβιοι ἕτεροι καθ’ ἑτέρους τόπους διεστῶτες· τὰ μὲν γὰρ ἐν τοῖς θερμοῖς τῶν ἐθνῶν μακροβιώτερα, τὰ δ’ ἐν τοῖς ψυχροῖς βραχυβιώτερα.
117Aristoteles, De motu animalium, 7; 20 (auctor 384BC-322BC)
αἱ μὲν γὰρ αἰσθήσεις εὐθὺς ὑπάρχουσιν ἀλλοιώσεις τινὲς οὖσαι, ἡ δὲ φαντασία καὶ ἡ νόησις τὴν τῶν πραγμάτων ἔχουσι δύναμιν· τρόπον γάρ τινα τὸ εἶδος τὸ νοούμενον τὸ τοῦ θερμοῦ ἢ ψυχροῦ ἢ ἡδέος ἢ φοβεροῦ τοιοῦτον τυγχάνει ὂν οἷόν περ καὶ τῶν πραγμάτων ἕκαστον, διὸ καὶ φρίττουσι καὶ φοβοῦνται νοήσαντες μόνον.
118Aristoteles, De partibus animalium, 1, 1, 5; 9 (auctor 384BC-322BC)
6. Ἕτερα δὲ ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, διαφέρειν δὲ τῇ κατ´ εἶδος διαφορᾷ, οἷον ἡ τῶν ζῴων πορεία· οὐ γὰρ φαίνεται μία τῷ εἴδει· διαφέρει γὰρ πτῆσις καὶ νεῦσις καὶ βάδισις καὶ ἕρψις.
119Aristoteles, De partibus animalium, 1, 1, 14; 27 (auctor 384BC-322BC)
Ἔοικε δ´ ἐντεῦθεν ἀρκτέον εἶναι, καθάπερ καὶ πρότερον εἴπομεν, ὅτι πρῶτον τὰ φαινόμενα ληπτέον περὶ ἕκαστον γένος, εἶθ´ οὕτω τὰς αἰτίας τούτων λεκτέον, καὶ περὶ γενέσεως· μᾶλλον γὰρ τάδε συμβαίνει καὶ περὶ τὴν οἰκοδόμησιν, ἐπεὶ τοιόνδ´ ἐστὶ τὸ εἶδος τῆς οἰκίας, ἢ τοιόνδ´ ἐστὶν ἡ οἰκία, ὅτι γίνεται οὕτως.
120Aristoteles, De partibus animalium, 1, 1, 20; 46 (auctor 384BC-322BC)
Οὐ γὰρ ἱκανὸν τὸ ἐκ τίνων ἐστίν, οἷον πυρὸς ἢ γῆς, ὥσπερ κἂν εἰ περὶ κλίνης ἐλέγομεν ἤ τινος ἄλλου τῶν τοιούτων, ἐπειρώμεθα μᾶλλον ἂν διορίζειν τὸ εἶδος αὐτῆς ἢ τὴν ὕλην, οἷον τὸν χαλκὸν ἢ τὸ ξύλον· εἰ δὲ μή, τήν γε τοῦ συνόλου· κλίνη γὰρ τόδε ἐν τῷδε ἢ τόδε τοιόνδε, ὥστε κἂν περὶ τοῦ σχήματος εἴη λεκτέον, καὶ ποῖον τὴν ἰδέαν.
121Aristoteles, De partibus animalium, 1, 3, 5; 7 (auctor 384BC-322BC)
Εἰ δὲ μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσιν ὑπάρχειν εἶδός τι τῆς οὐσίας ἄτομον καὶ ἕν, ἀλλ´ ἀεὶ διαφορὰν ἕξει (οἷον ὄρνις ἀνθρώπου· ἡ διποδία γὰρ ἄλλη καὶ διάφορος· κἂν εἰ ἔναιμα, τὸ αἷμα διάφορον, ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον· εἰ δ´ οὕτως ἐστίν, ἡ μία διαφορὰ δυσὶν ὑπάρξει)· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀδύνατον στέρησιν εἶναι διαφοράν.
122Aristoteles, De partibus animalium, 1, 3, 8; 16 (auctor 384BC-322BC)
Ἔστι δ´ ἡ διαφορὰ τὸ εἶδος ἐν τῇ ὕλῃ.
123Aristoteles, De partibus animalium, 1, 3, 13; 27 (auctor 384BC-322BC)
Οὕτω μὲν γὰρ ἤτοι τὸ παράπαν οὐκ ἔστι λαβεῖν (τὸ αὐτὸ γὰρ εἰς πλείους ἐμπίπτει διαιρέσεις καὶ τὰ ἐναντία εἰς τὴν αὐτήν), ἢ μία μόνον διαφορὰ ἔσται, καὶ αὕτη ἤτοι ἁπλῆ, ἢ ἐκ συμπλοκῆς τὸ τελευταῖον ἔσται εἶδος.
124Aristoteles, De partibus animalium, 1, 3, 16; 35 (auctor 384BC-322BC)
Ὅτι δ´ ἀδύνατον πλείους εἶναι τοιαύτας, δῆλον· ἀεὶ γὰρ βαδίζων ἐπὶ τὴν ἐσχάτην διαφορὰν ἀφικνεῖται, ἀλλ´ οὐκ ἐπὶ τὴν τελευταίαν καὶ τὸ εἶδος.
125Aristoteles, De partibus animalium, 1, 4, 3; 6 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ οὐσίαι μέν εἰσι τὰ ἔσχατα εἴδη, ταῦτα δὲ κατὰ τὸ εἶδος ἀδιάφορα, οἷον Σωκράτης, Κορίσκος, ἀναγκαῖον ἢ τὰ καθόλου ὑπάρχοντα πρότερον εἰπεῖν ἢ πολλάκις ταὐτὸν λέγειν, καθάπερ εἴρηται.
126Aristoteles, De partibus animalium, 1, 5, 11; 21 (auctor 384BC-322BC)
Λεκτέον ἄρα πρῶτον τὰς πράξεις τάς τε κοινὰς πάντων καὶ τὰς κατὰ γένος καὶ τὰς κατ´ εἶδος.
127Aristoteles, De partibus animalium, 1, 5, 11; 22 (auctor 384BC-322BC)
Λέγω δὲ κοινὰς μὲν αἳ πᾶσιν ὑπάρχουσι τοῖς ζῴοις, κατὰ γένος δέ, ὅσων παρ´ ἄλληλα τὰς διαφορὰς ὁρῶμεν καθ´ ὑπεροχὴν οὔσας, οἷον ὄρνιθα λέγω κατὰ γένος, ἄνθρωπον δὲ κατ´ εἶδος, καὶ πᾶν ὃ κατὰ τὸν καθόλου λόγον μηδεμίαν ἔχει διαφοράν.
128Aristoteles, De partibus animalium, 1, 5, 12; 23 (auctor 384BC-322BC)
Τὰ μὲν γὰρ ἔχουσι τὸ κοινὸν κατ´ ἀναλογίαν, τὰ δὲ κατὰ γένος, τὰ δὲ κατ´ εἶδος.
129Aristoteles, De partibus animalium, 3, 4, 3; 8 (auctor 384BC-322BC)
Δῆλον δ´ ἐν τοῖς νεογνοῖς τούτων· αἱματωδέστερα γὰρ καὶ μέγιστα κατὰ λόγον διὰ τὸ εἶναι τὸ εἶδος τῆς ὕλης καὶ τὸ πλῆθος ἐμφανέστατον κατὰ τὴν πρώτην σύστασιν.
130Aristoteles, De partibus animalium, 4, 5, 18; 46 (auctor 384BC-322BC)
Ὄντων δὲ πλειόνων γενῶν (οὐ γὰρ ἓν εἶδος τῶν ἐχίνων πάντων ἐστί) πάντες μὲν ἔχουσι ταῦτα τὰ μόρια, ἀλλ´ οὐκ ἐδώδιμα πάντες τὰ καλούμενα ᾠά, καὶ μικρὰ πάμπαν ἔξω τῶν ἐπιπολαζόντων.
131Aristoteles, De partibus animalium, 4, 10, 18; 42 (auctor 384BC-322BC)
Ταύτῃ δὲ συμμεμηχανῆσθαι καὶ τὸ εἶδος τῇ φύσει τῆς χειρός.
132Aristoteles, De sensu et sensibilibus, 1; 61 (auctor 384BC-322BC)
Τὸ δὲ γευστικὸν εἶδός τι ἁφῆς ἐστίν.
133Aristoteles, De sensu et sensibilibus, 1; 85 (auctor 384BC-322BC)
Τοῦτο γὰρ οὔτε λευκὸν οἷόν τε φαίνεσθαι οὔτε μέλαν· ἐπεὶ δ’ ἀνάγκη μέν τι ἔχειν χρῶμα, τούτων δ’ οὐδέτερον δυνατόν, ἀνάγκη μικτόν τι εἶναι καὶ εἶδός τι χρόας ἕτερον.
134Aristoteles, De sensu et sensibilibus, 1; 117 (auctor 384BC-322BC)
Καὶ τοῦτο δῆλόν ἐστιν ἐπὶ τῶν ἁλμυρῶν ὑδάτων μάλιστα· οἱ γὰρ ἅλες γῆς τι εἶδός εἰσιν.
135Aristoteles, De sensu et sensibilibus, 1; 164 (auctor 384BC-322BC)
Ἔστι δ’ ἡ μὲν ἀτμὶς ὑγρότης τις, ἡ δὲ καπνώδης ἀναθυμίασις, ὥσπερ εἴρηται, κοινὸν ἀέρος καὶ γῆς· καὶ συνίσταται ἐκ μὲν ἐκείνης ὕδωρ, ἐκ δὲ ταύτης γῆς τι εἶδος.
136Aristoteles, De sensu et sensibilibus, 1; 182 (auctor 384BC-322BC)
Ψυχροῦ γὰρ ὄντος τὴν φύσιν τοῦ ἐγκεφάλου, καὶ τοῦ αἵματος τοῦ περὶ αὐτὸν ἐν τοῖς φλεβίοις ὄντος λεπτοῦ μὲν καὶ καθαροῦ, εὐψύκτου δέ (διὸ καὶ ἡ τῆς τροφῆς ἀναθυμίασις ψυχομένη διὰ τὸν τόπον τὰ νοσηματικὰ ῥεύματα ποιεῖ), τοῖς ἀνθρώποις πρὸς βοήθειαν ὑγιείας γέγονε τὸ τοιοῦτον εἶδος τῆς ὀσμῆς· οὐδὲν γὰρ ἄλλο ἔργον ἐστὶν αὐτῆς ἢ τοῦτο.
137Aristoteles, De sensu et sensibilibus, 1; 188 (auctor 384BC-322BC)
Τὰ δὲ μὴ ἀναπνέοντα ὅτι μὲν ἔχει αἴσθησιν τοῦ ὀσφραντοῦ, φανερόν· καὶ γὰρ ἰχθύες καὶ τὸ τῶν ἐντόμων γένος πᾶν ἀκριβῶς καὶ πόρρωθεν αἰσθάνεται, διὰ τὸ θρεπτικὸν εἶδος τῆς ὀσμῆς, ἀπέχοντα πολὺ τῆς οἰκείας τροφῆς, οἷον αἵ τε μέλιτται ποιοῦσι πρὸς τὸ μέλι καὶ τὸ τῶν μικρῶν μυρμήκων γένος, οὓς καλοῦσί τινες κνίπας, καὶ τῶν θαλαττίων αἱ πορφύραι, καὶ πολλὰ τῶν ἄλλων τῶν τοιούτων ζῴων ὀξέως αἰσθάνεται τῆς τροφῆς διὰ τὴν ὀσμήν.
138Aristoteles, De sophisticis elenchis, 11; 8 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἡ ἐν ἀγῶνι ἀδικία εἶδός τι ἔχει καί ἔστιν ἀδικομαχία τις, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία ἡ ἐριστική ἐστιν· ἐκεῖ τε γάρ οἱ πάντως νικᾶν προαιρούμενοι πάντων ἅπτονται καί ἐνταῦθα οἱ ἐριστικοί.
139Aristoteles, Ethica Eudemia, 1; 95 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐκ ἔστιν αὐτό τι ἀγαθόν, ἔχει ἀπορίας τοιαύτας, καὶ ὅτι οὐ χρήσιμον τῇ πολιτικῇ, ἀλλ' ἴδιόν τι ἀγαθόν, ὥσπερ καὶ ταῖς ἄλλαις, οἷον γυμναστικῇ εὐεξία [ἔτι καὶ τὸ ἐν τῷ λόγῳ γεγραμμένον· ἢ γὰρ οὐδεμιᾷ χρήσιμον αὐτὸ τὸ τοῦ ἀγαθοῦ εἶδος ἢ πάσαις ὁμοίως· ἔτι οὐ πρακτόν]· ὁμοίως δ' οὐδὲ τὸ κοινὸν ἀγαθὸν οὔτε αὐτὸ ἀγαθόν ἐστι (καὶ γὰρ ἂν μικρῷ ὑπάρξαι ἀγαθῷ) οὔτε πρακτόν.
140Aristoteles, Ethica Eudemia, 7; 76 (auctor 384BC-322BC)
λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη ἡ πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθ' ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν.
141Aristoteles, Ethica Eudemia, 7; 152 (auctor 384BC-322BC)
τοῦτο γὰρ ἕτερον εἶδος φιλίας, καὶ ὅλως ἄρχοντος καὶ ἀρχομένου, καθάπερ καὶ τὸ δίκαιον ἕτερον· κατ' ἀναλογίαν γὰρ ἴσον, κατ' ἀριθμὸν δ' οὐκ ἴσον.
142Aristoteles, Ethica Eudemia, 7; 201 (auctor 384BC-322BC)
τοῦτο μὲν οὖν τὸ εἶδος καὶ ἐπὶ τῶν ἀψύχων ἐστίν· τὸ φιλεῖν δὲ γίνεται, ὅταν ᾖ ἐπὶ τῶν ἐμψύχων.
143Aristoteles, Ethica Eudemia, 7; 262 (auctor 384BC-322BC)
αἱ δὲ πολιτεῖαι πᾶσαι δικαίου τι εἶδος· κοινωνία γάρ, τὸ δὲ κοινὸν πᾶν διὰ τοῦ δικαίου συνέστηκεν, ὥστε ὅσα εἴδη φιλίας, καὶ δικαίου καὶ κοινωνίας, καὶ πάντα ταῦτα σύνορα ἀλλήλοις, καὶ ἐγγὺς ἔχει τὰς διαφοράς.
144Aristoteles, Ethica Nicomachea, 1, 4; 10 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔστω λόγος· τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις ὑποφαίνεται διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ τοὺς λόγους εἰρῆσθαι, λέγεσθαι δὲ καθ' ἓν εἶδος τὰ καθ' αὑτὰ διωκόμενα καὶ ἀγαπώμενα, τὰ δὲ ποιητικὰ τούτων ἢ φυλακτικά πως ἢ τῶν ἐναντίων κωλυτικὰ διὰ ταῦτα λέγεσθαι καὶ τρόπον ἄλλον.
145Aristoteles, Ethica Nicomachea, 1, 4; 14 (auctor 384BC-322BC)
ἢ οὐδ' ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας· ὥστε μάταιον ἔσται τὸ εἶδος.
146Aristoteles, Ethica Nicomachea, 5, 5; 10 (auctor 384BC-322BC)
τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ' αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς τιμῆς ἢ χρημάτων ἢ τῶν ἄλλων ὅσα μεριστὰ τοῖς κοινωνοῦσι τῆς πολιτείας (ἐν τούτοις γὰρ ἔστι καὶ ἄνισον ἔχειν καὶ ἴσον ἕτερον ἑτέρου) , ἓν δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικόν.
147Aristoteles, Ethica Nicomachea, 5, 7; 7 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ἓν εἶδος τοῦ δικαίου τοῦτ' ἐστίν.
148Aristoteles, Ethica Nicomachea, 5, 7; 9 (auctor 384BC-322BC)
τοῦτο δὲ τὸ δίκαιον ἄλλο εἶδος ἔχει τοῦ πρότερον.
149Aristoteles, Ethica Nicomachea, 6, 9; 1 (auctor 384BC-322BC)
εἶδος μὲν οὖν τι ἂν εἴη γνώσεως τὸ αὑτῷ εἰδέναι· ἀλλ' ἔχει διαφορὰν πολλήν· καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς καὶ διατρίβων φρόνιμος εἶναι, οἱ δὲ πολιτικοὶ πολυπράγμονες· διὸ Εὐριπίδης πῶς δ' ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσον μετασχεῖν· τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον . . . ζητοῦσι γὰρ τὸ αὑτοῖς ἀγαθόν, καὶ οἴονται τοῦτο δεῖν πράττειν.
150Aristoteles, Ethica Nicomachea, 6, 9; 9 (auctor 384BC-322BC)
ἀλλ' αὕτη μᾶλλον αἴσθησις ἢ φρόνησις, ἐκείνης δ' ἄλλο εἶδος.
151Aristoteles, Ethica Nicomachea, 7, 7; 1 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι περὶ τὰ ἄλλα ἐστὶν ἄλλο εἶδος ἀκρασίας, λεγόμενον κατὰ μεταφορὰν καὶ οὐχ ἁπλῶς, δῆλον.
152Aristoteles, Ethica Nicomachea, 7, 8; 8 (auctor 384BC-322BC)
τῶν δὴ λεχθέντων τὸ μὲν μαλακίας εἶδος μᾶλλον, ὃ δ' ἀκόλαστος.
153Aristoteles, Ethica Nicomachea, 8, 2; 4 (auctor 384BC-322BC)
τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθω (οὐ γὰρ οἰκεῖα τῆς παρούσης σκέψεως) · ὅσα δ' ἐστὶν ἀνθρωπικὰ καὶ ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτ' ἐπισκεψώμεθα, οἷον πότερον ἐν πᾶσι γίνεται φιλία ἢ οὐχ οἷόν τε μοχθηροὺς ὄντας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἐστὶν ἢ πλείω.
154Aristoteles, Ethica Nicomachea, 8, 8; 3 (auctor 384BC-322BC)
ἕτερον δ' ἐστὶ φιλίας εἶδος τὸ καθ' ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον.
155Aristoteles, Ethica Nicomachea, 8, 12; 11 (auctor 384BC-322BC)
ἥκιστα δὲ μοχθηρόν ἐστιν ἡ δημοκρατία· ἐπὶ μικρὸν γὰρ παρεκβαίνει τὸ τῆς πολιτείας εἶδος.
156Aristoteles, Ethica Nicomachea, 9, 8; 15 (auctor 384BC-322BC)
διὸ φίλαυτος μάλιστ' ἂν εἴη, καθ' ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων τοσοῦτον ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος, καὶ ὀρέγεσθαι ἢ τοῦ καλοῦ ἢ τοῦ δοκοῦντος συμφέρειν.
157Aristoteles, Ethica Nicomachea, 10, 3; 2 (auctor 384BC-322BC)
δοκεῖ γὰρ ἡ μὲν ὅρασις καθ' ὁντινοῦν χρόνον τελεία εἶναι· οὐ γάρ ἐστιν ἐνδεὴς οὐδενὸς ὃ εἰς ὕστερον γινόμενον τελειώσει αὐτῆς τὸ εἶδος· τοιούτῳ δ' ἔοικε καὶ ἡ ἡδονή.
158Aristoteles, Ethica Nicomachea, 10, 3; 3 (auctor 384BC-322BC)
ὅλον γάρ τι ἐστί, καὶ κατ' οὐδένα χρόνον λάβοι τις ἂν ἡδονὴν ἧς ἐπὶ πλείω χρόνον γινομένης τελειωθήσεται τὸ εἶδος.
159Aristoteles, Ethica Nicomachea, 10, 3; 14 (auctor 384BC-322BC)
τῆς ἡδονῆς δ' ἐν ὁτῳοῦν χρόνῳ τέλειον τὸ εἶδος.
160Aristoteles, Ethica Nicomachea, 10, 5; 4 (auctor 384BC-322BC)
διαφέρουσι δ' αἱ τῆς διανοίας τῶν κατὰ τὰς αἰσθήσεις καὶ αὐταὶ ἀλλήλων κατ' εἶδος· καὶ αἱ τελειοῦσαι δὴ ἡδοναί.
161Aristoteles, Historia animalium, 1, I 2; 1 (auctor 384BC-322BC)
Πάντων δ’ ἐστί τῶν ζῴων κοινά μόρια, ᾧ δέχεται τήν τροφήν καί εἰς ὃ δέχεται· ταῦτα δ’ ἐστί ταὐτά καί ἕτερα κατά τούς εἰρημένους τρόπους, ἢ κατ’ εἶδος ἢ καθ’ ὑπεροχήν ἢ κατ’ ἀναλογίαν ἢ τῇ θέσει διαφέροντα.
162Aristoteles, Historia animalium, 1, I 3; 3 (auctor 384BC-322BC)
Ἐν ἐνίοις δ’ οὐκ ἔστι τό ἄρρεν καί θῆλυ· ᾗ καί τῶν μορίων τῶν πρός τήν δημιουργίαν ταύτην διαφέρει τό εἶδος· τά μέν γάρ ἔχει ὑστέραν τά δέ τό ἀνάλογον.
163Aristoteles, Historia animalium, 1, I 6; 5 (auctor 384BC-322BC)
Τῶν δέ λοιπῶν ζῴων οὐκέτι τά γένη μεγάλα· οὐ γάρ περιέχει πολλά εἴδη ἓν εἶδος, ἀλλά τό μέν ἐστιν ἁπλοῦν αὐτό οὐκ ἔχον διαφοράν τό εἶδος, οἷον ἄνθρωπος, τά δ’ ἔχει μέν, ἀλλ’ ἀνώνυμα τά εἴδη.
164Aristoteles, Historia animalium, 1, I 6; 11 (auctor 384BC-322BC)
Τριχῶν γάρ τι εἶδος θετέον καί τάς ἀκανθώδεις τρίχας, οἵας οἱ χερσαῖοι ἔχουσιν ἐχῖνοι καί οἱ ὕστριχες· τριχός γάρ χρείαν παρέχουσιν, ἀλλ’ οὐ ποδῶν, ὥσπερ οἱ τῶν θαλαττίων.
165Aristoteles, Historia animalium, 1, I 6; 12 (auctor 384BC-322BC)
Τοῦ δέ γένους τοῦ τῶν τετραπόδων ζῴων καί ζῳοτόκων εἴδη μέν ἐστι πολλά, ἀνώνυμα δέ· ἀλλά καθ’ ἕκαστον αὐτῶν ὡς εἰπεῖν, ὥσπερ ἄνθρωπος εἴρηται, λέων, ἔλαφος, ἵππος, κύων καί τἆλλα τοῦτον τόν τρόπον, ἐπεί ἐστιν ἕν τι γένος καί ἐπί τοῖς λοφούροις καλουμένοις, οἷον ἵππῳ καί ὄνῳ καί ὀρεῖ καί γίννῳ καί ἴννῳ καί ταῖς ἐν Συρίᾳ καλουμέναις ἡμιόνοις, αἳ καλοῦνται ἡμίονοι δι’ ὁμοιότητα, οὐκ οὖσαι ἁπλῶς τό αὐτό εἶδος· καί γάρ ὀχεύονται καί γεννῶνται ἐξ ἀλλήλων.
166Aristoteles, Historia animalium, 1, I 10; 2 (auctor 384BC-322BC)
Μόνον δ’ ἢ μάλιστα τῶν ζῴων ἄνθρωπος πολύχρους τά ὄμματά ἐστιν· τῶν δ’ ἄλλων ἓν εἶδος· ἵπποι δέ γίνονται γλαυκοί ἔνιοι.
167Aristoteles, Historia animalium, 1, I 17; 8 (auctor 384BC-322BC)
Καί οὔτε μεγάλη, τό τε ὅλον αὐτῆς εἶδος οὐ πρόμηκές ἐστιν ἀλλά στρογγυλώτερον· πλήν τό ἄκρον εἰς ὀξύ συνῆκται.
168Aristoteles, Historia animalium, 2, II 12; 7 (auctor 384BC-322BC)
Αὕτη δ’ ἐστί μικρῷ μέν μείζων σπίζης, τό δ’ εἶδος ποικίλον, ἴδια δ’ ἔχει τά τε περί τούς δακτύλους καί τήν γλῶτταν ὁμοίαν τοῖς ὄφεσιν· ἔχει γάρ ἐπί μῆκος ἔκτασιν καί ἐπί τέτταρας δακτύλους, καί πάλιν συστέλλεται εἰς ἑαυτήν.
169Aristoteles, Historia animalium, 2, II 14; 6 (auctor 384BC-322BC)
Εἰσί δέ καί σκολόπενδραι θαλάττιαι, παραπλήσιαι τό εἶδος ταῖς χερσαίαις, τό δέ μέγεθος μικρῷ ἐλάττους· γίγνονται δέ περί τούς πετρὤδεις τόπους.
170Aristoteles, Historia animalium, 2, II 15; 2 (auctor 384BC-322BC)
Ἔστι δέ ταῦτα ἄνθρωπός τε καί τά ζῳοτόκα τῶν τετραπόδων, ἔτι δέ καί τά ᾠοτόκα τῶν τετραπόδων καί ὄρνις καί ἰχθύς καί κῆτος, καί εἴ τι ἄλλο ἀνώνυμόν ἐστι διά τό μή εἶναι γένος ἀλλ’ ἁπλοῦν τό εἶδος ἐπί τῶν καθ’ ἕκαστον, οἷον ὄφις καί κροκόδειλος.
171Aristoteles, Historia animalium, 4, IV 1; 53 (auctor 384BC-322BC)
Εἰσί δ’ οὗτοι μικροί, τό εἶδος ὅμοιοι ταῖς βολιταίναις.
172Aristoteles, Historia animalium, 4, IV 2; 6 (auctor 384BC-322BC)
Ἔστι δέ καί ἕτερον γένος μικρόν μέν ὥσπερ οἱ καρκίνοι, τό δέ εἶδος ὅμοιον τοῖς ἀστακοῖς.
173Aristoteles, Historia animalium, 4, IV 7; 30 (auctor 384BC-322BC)
Ἤδη γάρ φασί τινες τῶν ἐμπειρικῶν ἁλιέων οἱ μέν ἑωρακέναι ἐν τῇ θαλάττῃ ὅμοια δοκίοις, μέλανα, στρογγύλα τε καί ἰσοπαχῆ· ἕτερα δέ καί ἀσπίσιν ὅμοια, τό μέν χρῶμα ἐρυθρά, πτερύγια δ’ ἔχοντα πυκνά· καί ἄλλα ὅμοια αἰδοίῳ ἀνδρός τό τε εἶδος καί τό μέγεθος, πλήν ἀντί τῶν ὄρχεων πτερύγια ἔχειν δύο, καί λαβέσθαι ποτέ τοιοῦτον τοῦ πολυαγκίστρου τῷ ἄκρῳ.
174Aristoteles, Historia animalium, 4, IV 9; 30 (auctor 384BC-322BC)
Ἡ μέν οὖν φωνή ὀξύτητι καί βαρύτητι μάλιστα ἐπίδηλος, τό δ’ εἶδος οὐδέν διαφέρει τῶν αὐτῶν γενῶν· ἡ δ’ ἐν τοῖς ἄρθροις, ἣν ἄν τις ὥσπερ διάλεκτον εἴπειεν, καί τῶν ἄλλων ζῴων διαφέρει καί τῶν ἐν ταὐτῷ γένει ζῴων κατά τόπους, οἷον τῶν περδίκων οἱ μέν κακκαβίζουσιν οἱ δέ τρίζουσιν.
175Aristoteles, Historia animalium, 5, V 31; 19 (auctor 384BC-322BC)
Ἕν δ’ εἶδός ἐστι τῶν φθειρῶν τῶν θαλαττίων, καί γίνονται πανταχοῦ, μάλιστα δέ περί τάς τρίγλας.
176Aristoteles, Historia animalium, 6, VI 2; 11 (auctor 384BC-322BC)
Ἐφάνη δ’ ἤδη, οἷον ἔν τινι καιρῷ γίνεται τό ᾠόν (ἅπαν γάρ ὠχρόν ὁμοίως ἐστίν, ὥσπερ ὕστερον ὁ νεοττός), τοιαῦτα καί ἐν ἀλεκτρυόνι διαιρουμένῳ ὑπό τό ὑπόζωμα, οὗπερ αἱ θήλειαι ἔχουσι τά ᾠά, τό μέν εἶδος ὠχρά ὅλα, τό δέ μέγεθος ἡλίκα ᾠά· ἃν ἐν τέρατος λόγῳ τιθέασιν.
177Aristoteles, Historia animalium, 6, VI 23; 15 (auctor 384BC-322BC)
Τό δέ μέγεθος τοῦ σώματος καί τό εἶδος καί ἡ ἰσχύς μᾶλλον τῷ θήλει ἀφομοιοῦται τοῦ γενομένου.
178Aristoteles, Historia animalium, 8, VIII 5; 17 (auctor 384BC-322BC)
Τό δέ τρίχωμα ἔχει ἡ λάταξ σκληρόν, καί τό εἶδος μεταξύ τοῦ τῆς φώκης τριχώματος καί τοῦ τῆς ἐλάφου.
179Aristoteles, Historia animalium, 9, IX 14; 2 (auctor 384BC-322BC)
Τό μέν οὖν εἶδος ἔχει τοιοῦτον, ἡ δέ νεοττιά παρομοία ταῖς σφαίραις ταῖς θαλαττίαις ἐστί καί ταῖς καλουμέναις ἁλοσάχναις, πλήν τοῦ χρώματος· τήν δέ χρόαν ὑπόπυρρον ἔχουσιν, τό δέ σχῆμα παραπλήσιον ταῖς σικύαις ταῖς ἐχούσαις τούς τραχήλους μακρούς.
180Aristoteles, Historia animalium, 9, IX 16; 3 (auctor 384BC-322BC)
Καί ὁ γνάφαλος καλούμενος τήν τε φωνήν ἔχει ἀγαθήν καί τό χρῶμα καλός, καί βιομήχανος, καί τό εἶδος εὐπρεπής.
181Aristoteles, Historia animalium, 9, IX 22; 4 (auctor 384BC-322BC)
Τό δέ εἶδος, κεφαλή μέν μεγάλη χονδρότυπος, τό δέ μέγεθος ἐλάττων κίχλης μικρῷ· στόμα δ’ εὔρωστον, μικρόν, στρογγύλον· τό δέ χρῶμα σποδοειδής ὅλος· εὔπους δέ καί κακόπτερος.
182Aristoteles, Historia animalium, 9, IX 40; 36 (auctor 384BC-322BC)
Αἱ μέν οὖν χρησταί μέλιτται ἐργάζονται τά τε κηρία ὁμαλά καί τά ἐπιπολῆς κάλυμμα πᾶν λεῖον, ἔτι δ’ ἓν εἶδος τοῦ κηρίου, οἷον ἅπαν μέλι ἢ νεοττούς ἢ κηφῆνας· ἂν δέ συμβῇ ὥστ’ ἐν τῷ αὐτῷ κηρίῳ ἅπαντα ποιεῖν αὐτά, ἔσται ἐφεξῆς ἓν εἶδος εἰργασμένον δι’ ἀντλίας.
183Aristoteles, Historia animalium, 9, IX 45; 4 (auctor 384BC-322BC)
Καί τό ἄλλο δέ εἶδος ὅμοιον βοΐ, πλήν χαίτην ἔχει μέχρι τῆς ἀκρωμίας ὥσπερ ἵππος· μαλακωτέρα δ’ ἡ θρίξ τῆς τοῦ ἵππου, καί προσεσταλμένη μᾶλλον.
184Aristoteles, Metaphysica, 1, 1; 11 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ ἔχειν ὑπόληψιν ὅτι Καλλίᾳ κάμνοντι τηνδὶ τὴν νόσον τοδὶ συνήνεγκε καὶ Σωκράτει καὶ καθ' ἕκαστον οὕτω πολλοῖς, ἐμπειρίας ἐστίν· τὸ δ' ὅτι πᾶσι τοῖς τοιοῖσδε κατ' εἶδος ἓν ἀφορισθεῖσι, κάμνουσι τηνδὶ τὴν νόσον, συνήνεγκεν, οἷον τοῖς φλεγματώδεσιν ἢ χολώδεσι [ἢ] πυρέττουσι καύσῳ, τέχνης.
185Aristoteles, Metaphysica, 1, 3; 4 (auctor 384BC-322BC)
τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ φησὶν εἶναι (διὸ καὶ τὴν γῆν ἐφ' ὕδατος ἀπεφήνατο εἶναι) , λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτῳ ζῶν (τὸ δ' ἐξ οὗ γίγνεται, τοῦτ' ἐστὶν ἀρχὴ πάντων) – διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν, τὸ δ' ὕδωρ ἀρχὴν τῆς φύσεως εἶναι τοῖς ὑγροῖς.
186Aristoteles, Metaphysica, 1, 6; 6 (auctor 384BC-322BC)
ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ εἴδη τὰ μαθηματικὰ τῶν πραγμάτων εἶναί φησι μεταξύ, διαφέροντα τῶν μὲν αἰσθητῶν τῷ ἀΐδια καὶ ἀκίνητα εἶναι, τῶν δ' εἰδῶν τῷ τὰ μὲν πόλλ' ἄττα ὅμοια εἶναι τὸ δὲ εἶδος αὐτὸ ἓν ἕκαστον μόνον.
187Aristoteles, Metaphysica, 1, 6; 12 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ἐκ τῆς ὕλης πολλὰ ποιοῦσιν, τὸ δ' εἶδος ἅπαξ γεννᾷ μόνον, φαίνεται δ' ἐκ μιᾶς ὕλης μία τράπεζα, ὁ δὲ τὸ εἶδος ἐπιφέρων εἷς ὢν πολλὰς ποιεῖ.
188Aristoteles, Metaphysica, 1, 9; 22 (auctor 384BC-322BC)
οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν ᾗ μὴ καθ' ὑποκειμένου λέγεται (λέγω δ' οἷον, εἴ τι αὐτοδιπλασίου μετέχει, τοῦτο καὶ ἀϊδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ διπλασίῳ ἀϊδίῳ εἶναι) , ὥστ' ἔσται οὐσία τὰ εἴδη· ταὐτὰ δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ· ἢ τί ἔσται τὸ εἶναι τι παρὰ ταῦτα, τὸ ἓν ἐπὶ πολλῶν· καὶ εἰ μὲν ταὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἔσται τι κοινόν (τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων, καὶ τῶν πολλῶν μὲν ἀϊδίων δέ, τὸ δυὰς ἓν καὶ ταὐτόν, ἢ ἐπί τ' αὐτῆς καὶ τῆς τινός·) · εἰ δὲ μὴ τὸ αὐτὸ εἶδος, ὁμώνυμα ἂν εἴη, καὶ ὅμοιον ὥσπερ ἂν εἴ τις καλοῖ ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον, μηδεμίαν κοινωνίαν ἐπιβλέψας αὐτῶν.
189Aristoteles, Metaphysica, 1, 9; 34 (auctor 384BC-322BC)
ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἀριθμὸς γίγνεται, ἐξ εἰδῶν δὲ ἓν εἶδος πῶς· εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ' ἐκ τῶν ἐν τῷ ἀριθμῷ, οἷον ἐν τῇ μυριάδι, πῶς ἔχουσιν αἱ μονάδες· εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ συμβήσεται ἄτοπα, εἴτε μὴ ὁμοειδεῖς, μήτε αὐταὶ ἀλλήλαις μήτε αἱ ἄλλαι πᾶσαι πάσαις· τίνι γὰρ διοίσουσιν ἀπαθεῖς οὖσαι· οὔτε γὰρ εὔλογα ταῦτα οὔτε ὁμολογούμενα τῇ νοήσει.
190Aristoteles, Metaphysica, 2, 1; 10 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ὅτι γ' ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων οὔτ' εἰς εὐθυωρίαν οὔτε κατ' εἶδος, δῆλον.
191Aristoteles, Metaphysica, 3, 2; 4 (auctor 384BC-322BC)
– ἀλλὰ μὴν εἴ γε πλείους ἐπιστῆμαι τῶν αἰτίων εἰσὶ καὶ ἑτέρα ἑτέρας ἀρχῆς, τίνα τούτων φατέον εἶναι τὴν ζητουμένην, ἢ τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων αὐτάς· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τοὺς τῶν αἰτίων ὑπάρχειν, οἷον οἰκίας ὅθεν μὲν ἡ κίνησις ἡ τέχνη καὶ ὁ οἰκοδόμος, οὗ δ' ἕνεκα τὸ ἔργον, ὕλη δὲ γῆ καὶ λίθοι, τὸ δ' εἶδος ὁ λόγος.
192Aristoteles, Metaphysica, 3, 3; 14 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν, ἓν δὲ τὸ ἀδιαίρετον, ἀδιαίρετον δὲ ἅπαν ἢ κατὰ τὸ ποσὸν ἢ κατ' εἶδος, πρότερον δὲ τὸ κατ' εἶδος, τὰ δὲ γένη διαιρετὰ εἰς εἴδη, μᾶλλον ἂν ἓν τὸ ἔσχατον εἴη κατηγορούμενον· οὐ γάρ ἐστι γένος ἅνθρωπος τῶν τινῶν ἀνθρώπων.
193Aristoteles, Metaphysica, 3, 4; 6 (auctor 384BC-322BC)
ἀνάγκη γὰρ εἶναί τι τὸ γιγνόμενον καὶ ἐξ οὗ γίγνεται καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος γενέσθαι ἀδύνατον· ἔτι δὲ γενέσεως οὔσης καὶ κινήσεως ἀνάγκη καὶ πέρας εἶναι (οὔτε γὰρ ἄπειρός ἐστιν οὐδεμία κίνησις ἀλλὰ πάσης ἔστι τέλος, γίγνεσθαί τε οὐχ οἷόν τε τὸ ἀδύνατον γενέσθαι· τὸ δὲ γεγονὸς ἀνάγκη εἶναι ὅτε πρῶτον γέγονεν) · ἔτι δ' εἴπερ ἡ ὕλη ἔστι διὰ τὸ ἀγένητος εἶναι, πολὺ ἔτι μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν, ὅ ποτε ἐκείνη γίγνεται· εἰ γὰρ μήτε τοῦτο ἔσται μήτε ἐκείνη, οὐθὲν ἔσται τὸ παράπαν, εἰ δὲ τοῦτο ἀδύνατον, ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τὴν μορφὴν καὶ τὸ εἶδος.
194Aristoteles, Metaphysica, 4, 5; 26 (auctor 384BC-322BC)
ἀλλὰ ταῦτα παρέντες ἐκεῖνα λέγωμεν, ὅτι οὐ ταὐτό ἐστι τὸ μεταβάλλειν κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν· κατὰ μὲν οὖν τὸ ποσὸν ἔστω μὴ μένον, ἀλλὰ κατὰ τὸ εἶδος ἅπαντα γιγνώσκομεν.
195Aristoteles, Metaphysica, 5, 2; 1 (auctor 384BC-322BC)
αἴτιον λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο δ' ἐστὶν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ διὰ πασῶν τὸ δύο πρὸς ἓν καὶ ὅλως ὁ ἀριθμός) καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.
196Aristoteles, Metaphysica, 5, 2; 11 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ ἡ γῆ καὶ τὰ τοιαῦτα πάντα τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν· τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος.
197Aristoteles, Metaphysica, 5, 3; 1 (auctor 384BC-322BC)
στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος, οἷον φωνῆς στοιχεῖα ἐξ ὧν σύγκειται ἡ φωνὴ καὶ εἰς ἃ διαιρεῖται ἔσχατα, ἐκεῖνα δὲ μηκέτ' εἰς ἄλλας φωνὰς ἑτέρας τῷ εἴδει αὐτῶν, ἀλλὰ κἂν διαιρῆται, τὰ μόρια ὁμοειδῆ, οἷον ὕδατος τὸ μόριον ὕδωρ, ἀλλ' οὐ τῆς συλλαβῆς.
198Aristoteles, Metaphysica, 5, 4; 5 (auctor 384BC-322BC)
8 διὸ καὶ ὅσα φύσει ἔστιν ἢ γίγνεται, ἤδη ὑπάρχοντος ἐξ οὗ πέφυκε γίγνεσθαι ἢ εἶναι, οὔπω φαμὲν τὴν φύσιν ἔχειν ἐὰν μὴ ἔχῃ τὸ εἶδος καὶ τὴν μορφήν.
199Aristoteles, Metaphysica, 5, 4; 6 (auctor 384BC-322BC)
φύσει μὲν οὖν τὸ ἐξ ἀμφοτέρων τούτων ἐστίν, οἷον τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν· φύσις δὲ ἥ τε πρώτη ὕλη (καὶ αὕτη διχῶς, ἢ ἡ πρὸς αὐτὸ πρώτη ἢ ἡ ὅλως πρώτη, οἷον τῶν χαλκῶν ἔργων πρὸς αὐτὰ μὲν πρῶτος ὁ χαλκός, ὅλως δ' ἴσως ὕδωρ, εἰ πάντα τὰ τηκτὰ ὕδωρ) καὶ τὸ εἶδος καὶ ἡ οὐσία· τοῦτο δ' ἐστὶ τὸ τέλος τῆς γενέσεως.
200Aristoteles, Metaphysica, 5, 6; 10 (auctor 384BC-322BC)
ἔτι ἄλλον τρόπον ἓν λέγεται τῷ τὸ ὑποκείμενον τῷ εἴδει εἶναι ἀδιάφορον· ἀδιάφορον δ' ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν· τὸ δ' ὑποκείμενον ἢ τὸ πρῶτον ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος· καὶ γὰρ οἶνος εἷς λέγεται καὶ ὕδωρ ἕν, ᾗ ἀδιαίρετον κατὰ τὸ εἶδος, καὶ οἱ χυμοὶ πάντες λέγονται ἕν (οἷον ἔλαιον οἶνος) καὶ τὰ τηκτά, ὅτι πάντων τὸ ἔσχατον ὑποκείμενον τὸ αὐτό· ὕδωρ γὰρ ἢ ἀὴρ πάντα ταῦτα.
201Aristoteles, Metaphysica, 5, 6; 16 (auctor 384BC-322BC)
τὰ μὲν οὖν πλεῖστα ἓν λέγεται τῷ ἕτερόν τι ἢ ποιεῖν ἢ ἔχειν ἢ πάσχειν ἢ πρός τι εἶναι ἕν, τὰ δὲ πρώτως λεγόμενα ἓν ὧν ἡ οὐσία μία, μία δὲ ἢ συνεχείᾳ ἢ εἴδει ἢ λόγῳ· καὶ γὰρ ἀριθμοῦμεν ὡς πλείω ἢ τὰ μὴ συνεχῆ ἢ ὧν μὴ ἓν τὸ εἶδος ἢ ὧν ὁ λόγος μὴ εἷς.
202Aristoteles, Metaphysica, 5, 6; 17 (auctor 384BC-322BC)
ἔτι δ' ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι ἂν ᾖ ποσὸν καὶ συνεχές, ἔστι δ' ὡς οὔ, ἂν μή τι ὅλον ᾖ, τοῦτο δὲ ἂν μὴ τὸ εἶδος ἔχῃ ἕν· οἷον οὐκ ἂν φαῖμεν ὁμοίως ἓν ἰδόντες ὁπωσοῦν τὰ μέρη συγκείμενα τοῦ ὑποδήματος, ἐὰν μὴ διὰ τὴν συνέχειαν, ἀλλ' ἐὰν οὕτως ὥστε ὑπόδημα εἶναι καὶ εἶδός τι ἔχειν ἤδη ἕν· διὸ καὶ ἡ τοῦ κύκλου μάλιστα μία τῶν γραμμῶν, ὅτι ὅλη καὶ τέλειός ἐστιν.
203Aristoteles, Metaphysica, 5, 6; 23 (auctor 384BC-322BC)
ἔτι δὲ τὰ μὲν κατ' ἀριθμόν ἐστιν ἕν, τὰ δὲ κατ' εἶδος, τὰ δὲ κατὰ γένος, τὰ δὲ κατ' ἀναλογίαν, ἀριθμῷ μὲν ὧν ἡ ὕλη μία, εἴδει δ' ὧν ὁ λόγος εἷς, γένει δ' ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας, κατ' ἀναλογίαν δὲ ὅσα ἔχει ὡς ἄλλο πρὸς ἄλλο.
204Aristoteles, Metaphysica, 5, 6; 25 (auctor 384BC-322BC)
φανερὸν δὲ καὶ ὅτι τὰ πολλὰ ἀντικειμένως λεχθήσεται τῷ ἑνί· τὰ μὲν γὰρ τῷ μὴ συνεχῆ εἶναι, τὰ δὲ τῷ διαιρετὴν ἔχειν τὴν ὕλην κατὰ τὸ εἶδος, ἢ τὴν πρώτην ἢ τὴν τελευταίαν, τὰ δὲ τῷ τοὺς λόγους πλείους τοὺς τί ἦν εἶναι λέγοντας.
205Aristoteles, Metaphysica, 5, 8; 4 (auctor 384BC-322BC)
συμβαίνει δὴ κατὰ δύο τρόπους τὴν οὐσίαν λέγεσθαι, τό θ' ὑποκείμενον ἔσχατον, ὃ μηκέτι κατ' ἄλλου λέγεται, καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ· τοιοῦτον δὲ ἑκάστου ἡ μορφὴ καὶ τὸ εἶδος.
206Aristoteles, Metaphysica, 5, 10; 3 (auctor 384BC-322BC)
ἐναντία λέγεται τά τε μὴ δυνατὰ ἅμα τῷ αὐτῷ παρεῖναι τῶν διαφερόντων κατὰ γένος, καὶ τὰ πλεῖστον διαφέροντα τῶν ἐν τῷ αὐτῷ γένει, καὶ τὰ πλεῖστον διαφέροντα τῶν ἐν ταὐτῷ δεκτικῷ, καὶ τὰ πλεῖστον διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ' εἶδος.
207Aristoteles, Metaphysica, 5, 16; 1 (auctor 384BC-322BC)
τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν μηδὲ ἓν μόριον (οἷον χρόνος τέλειος ἑκάστου οὗτος οὗ μὴ ἔστιν ἔξω λαβεῖν χρόνον τινὰ ὃς τούτου μέρος ἐστὶ τοῦ χρόνου) , καὶ τὸ κατ' ἀρετὴν καὶ τὸ εὖ μὴ ἔχον ὑπερβολὴν πρὸς τὸ γένος, οἷον τέλειος ἰατρὸς καὶ τέλειος αὐλητὴς ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηθὲν ἐλλείπωσιν (οὕτω δὲ μεταφέροντες καὶ ἐπὶ τῶν κακῶν λέγομεν συκοφάντην τέλειον καὶ κλέπτην τέλειον, ἐπειδὴ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, οἷον κλέπτην ἀγαθὸν καὶ συκοφάντην ἀγαθόν· καὶ ἡ ἀρετὴ τελείωσίς τις· ἕκαστον γὰρ τότε τέλειον καὶ οὐσία πᾶσα τότε τελεία, ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους) · ἔτι οἷς ὑπάρχει τὸ τέλος, σπουδαῖον ὄν, ταῦτα λέγεται τέλεια· κατὰ γὰρ τὸ ἔχειν τὸ τέλος τέλεια, ὥστ' ἐπεὶ τὸ τέλος τῶν ἐσχάτων τί ἐστι, καὶ ἐπὶ τὰ φαῦλα μεταφέροντες λέγομεν τελείως ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν μηδὲν ἐλλείπῃ τῆς φθορᾶς καὶ τοῦ κακοῦ ἀλλ' ἐπὶ τῷ ἐσχάτῳ ᾖ· διὸ καὶ ἡ τελευτὴ κατὰ μεταφορὰν λέγεται τέλος, ὅτι ἄμφω ἔσχατα· τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον.
208Aristoteles, Metaphysica, 5, 17; 1 (auctor 384BC-322BC)
πέρας λέγεται τό τε ἔσχατον ἑκάστου καὶ οὗ ἔξω μηδὲν ἔστι λαβεῖν πρώτου καὶ οὗ ἔσω πάντα πρώτου, καὶ ὃ ἂν ᾖ εἶδος μεγέθους ἢ ἔχοντος μέγεθος, καὶ τὸ τέλος ἑκάστου (τοιοῦτον δ' ἐφ' ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις, καὶ οὐκ ἀφ' οὗ – ὁτὲ δὲ ἄμφω, καὶ ἀφ' οὗ καὶ ἐφ' ὃ καὶ τὸ οὗ ἕνεκα) , καὶ ἡ οὐσία ἡ ἑκάστου καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· τῆς γνώσεως γὰρ τοῦτο πέρας· εἰ δὲ τῆς γνώσεως, καὶ τοῦ πράγματος.
209Aristoteles, Metaphysica, 5, 18; 1 (auctor 384BC-322BC)
τὸ καθ' ὃ λέγεται πολλαχῶς, ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷον καθ' ὃ ἀγαθός, αὐτὸ ἀγαθόν, ἕνα δὲ ἐν ᾧ πρώτῳ πέφυκε γίγνεσθαι, οἷον τὸ χρῶμα ἐν τῇ ἐπιφανείᾳ.
210Aristoteles, Metaphysica, 5, 18; 2 (auctor 384BC-322BC)
τὸ μὲν οὖν πρώτως λεγόμενον καθ' ὃ τὸ εἶδός ἐστι, δευτέρως δὲ ὡς ἡ ὕλη ἑκάστου καὶ τὸ ὑποκείμενον ἑκάστῳ πρῶτον.
211Aristoteles, Metaphysica, 5, 19; 1 (auctor 384BC-322BC)
διάθεσις λέγεται τοῦ ἔχοντος μέρη τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατ' εἶδος· θέσιν γὰρ δεῖ τινὰ εἶναι, ὥσπερ καὶ τοὔνομα δηλοῖ ἡ διάθεσις.
212Aristoteles, Metaphysica, 5, 23; 1 (auctor 384BC-322BC)
τὸ ἔχειν λέγεται πολλαχῶς, ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἢ κατὰ τὴν αὑτοῦ ὁρμήν, διὸ λέγεται πυρετός τε ἔχειν τὸν ἄνθρωπον καὶ οἱ τύραννοι τὰς πόλεις καὶ τὴν ἐσθῆτα οἱ ἀμπεχόμενοι· ἕνα δ' ἐν ᾧ ἄν τι ὑπάρχῃ ὡς δεκτικῷ, οἷον ὁ χαλκὸς ἔχει τὸ εἶδος τοῦ ἀνδριάντος καὶ τὴν νόσον τὸ σῶμα· ἕνα δὲ ὡς τὸ περιέχον τὰ περιεχόμενα· ἐν ᾧ γάρ ἐστι περιέχοντι, ἔχεσθαι ὑπὸ τούτου λέγεται, οἷον τὸ ἀγγεῖον ἔχειν τὸ ὑγρόν φαμεν καὶ τὴν πόλιν ἀνθρώπους καὶ τὴν ναῦν ναύτας, οὕτω δὲ καὶ τὸ ὅλον ἔχειν τὰ μέρη.
213Aristoteles, Metaphysica, 5, 24; 1 (auctor 384BC-322BC)
τὸ ἔκ τινος εἶναι λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ ἐστὶν ὡς ὕλης, καὶ τοῦτο διχῶς, ἢ κατὰ τὸ πρῶτον γένος ἢ κατὰ τὸ ὕστατον εἶδος, οἷον ἔστι μὲν ὡς ἅπαντα τὰ τηκτὰ ἐξ ὕδατος, ἔστι δ' ὡς ἐκ χαλκοῦ ὁ ἀνδριάς· ἕνα δ' ὡς ἐκ τῆς πρώτης κινησάσης ἀρχῆς (οἷον ἐκ τίνος ἡ μάχη· ἐκ λοιδορίας, ὅτι αὕτη ἀρχὴ τῆς μάχης) · ἕνα δ' ἐκ τοῦ συνθέτου ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὸ ἔπος καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι· τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τέλος.
214Aristoteles, Metaphysica, 5, 24; 2 (auctor 384BC-322BC)
τὰ δὲ ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, οἷον ἅνθρωπος ἐκ τοῦ δίποδος καὶ ἡ συλλαβὴ ἐκ τοῦ στοιχείου· ἄλλως γὰρ τοῦτο καὶ ὁ ἀνδριὰς ἐκ χαλκοῦ· ἐκ τῆς αἰσθητῆς γὰρ ὕλης ἡ συνθετὴ οὐσία, ἀλλὰ καὶ τὸ εἶδος ἐκ τῆς τοῦ εἴδους ὕλης.
215Aristoteles, Metaphysica, 5, 25; 2 (auctor 384BC-322BC)
ἔτι εἰς ἃ τὸ εἶδος διαιρεθείη ἂν ἄνευ τοῦ ποσοῦ, καὶ ταῦτα μόρια λέγεται τούτου· διὸ τὰ εἴδη τοῦ γένους φασὶν εἶναι μόρια.
216Aristoteles, Metaphysica, 5, 25; 3 (auctor 384BC-322BC)
ἔτι εἰς ἃ διαιρεῖται ἢ ἐξ ὧν σύγκειται τὸ ὅλον, ἢ τὸ εἶδος ἢ τὸ ἔχον τὸ εἶδος, οἷον τῆς σφαίρας τῆς χαλκῆς ἢ τοῦ κύβου τοῦ χαλκοῦ καὶ ὁ χαλκὸς μέρος (τοῦτο δ' ἐστὶν ἡ ὕλη ἐν ᾗ τὸ εἶδος) καὶ ἡ γωνία μέρος.
217Aristoteles, Metaphysica, 5, 25; 4 (auctor 384BC-322BC)
ἔτι τὰ ἐν τῷ λόγῳ τῷ δηλοῦντι ἕκαστον, καὶ ταῦτα μόρια τοῦ ὅλου· διὸ τὸ γένος τοῦ εἴδους καὶ μέρος λέγεται, ἄλλως δὲ τὸ εἶδος τοῦ γένους μέρος.
218Aristoteles, Metaphysica, 5, 28; 1 (auctor 384BC-322BC)
γένος λέγεται τὸ μὲν ἐὰν ᾖ ἡ γένεσις συνεχὴς τῶν τὸ εἶδος ἐχόντων τὸ αὐτό, οἷον λέγεται ἕως ἂν ἀνθρώπων γένος ᾖ, ὅτι ἕως ἂν ᾖ ἡ γένεσις συνεχὴς αὐτῶν· τὸ δὲ ἀφ' οὗ ἂν ὦσι πρώτου κινήσαντος εἰς τὸ εἶναι· οὕτω γὰρ λέγονται Ἕλληνες τὸ γένος οἱ δὲ Ἴωνες, τῷ οἱ μὲν ἀπὸ Ἕλληνος οἱ δὲ ἀπὸ Ἴωνος εἶναι πρώτου γεννήσαντος· καὶ μᾶλλον οἱ ἀπὸ τοῦ γεννήσαντος ἢ τῆς ὕλης (λέγονται γὰρ καὶ ἀπὸ τοῦ θήλεος τὸ γένος, οἷον οἱ ἀπὸ Πύρρας) .
219Aristoteles, Metaphysica, 5, 28; 5 (auctor 384BC-322BC)
ἕτερα δὲ τῷ γένει λέγεται ὧν ἕτερον τὸ πρῶτον ὑποκείμενον καὶ μὴ ἀναλύεται θάτερον εἰς θάτερον μηδ' ἄμφω εἰς ταὐτόν, οἷον τὸ εἶδος καὶ ἡ ὕλη ἕτερον τῷ γένει, καὶ ὅσα καθ' ἕτερον σχῆμα κατηγορίας τοῦ ὄντος λέγεται (τὰ μὲν γὰρ τί ἐστι σημαίνει τῶν ὄντων τὰ δὲ ποιόν τι τὰ δ' ὡς διῄρηται πρότερον) · οὐδὲ γὰρ ταῦτα ἀναλύεται οὔτ' εἰς ἄλληλα οὔτ' εἰς ἕν τι.
220Aristoteles, Metaphysica, 7, 3; 3 (auctor 384BC-322BC)
τοιοῦτον δὲ τρόπον μέν τινα ἡ ὕλη λέγεται, ἄλλον δὲ τρόπον ἡ μορφή, τρίτον δὲ τὸ ἐκ τούτων (λέγω δὲ τὴν μὲν ὕλην οἷον τὸν χαλκόν, τὴν δὲ μορφὴν τὸ σχῆμα τῆς ἰδέας, τὸ δ' ἐκ τούτων τὸν ἀνδριάντα τὸ σύνολον) , ὥστε εἰ τὸ εἶδος τῆς ὕλης πρότερον καὶ μᾶλλον ὄν, καὶ τοῦ ἐξ ἀμφοῖν πρότερον ἔσται διὰ τὸν αὐτὸν λόγον.
221Aristoteles, Metaphysica, 7, 3; 9 (auctor 384BC-322BC)
ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην· ἀδύνατον δέ· καὶ γὰρ τὸ χωριστὸν καὶ τὸ τόδε τι ὑπάρχειν δοκεῖ μάλιστα τῇ οὐσίᾳ, διὸ τὸ εἶδος καὶ τὸ ἐξ ἀμφοῖν οὐσία δόξειεν ἂν εἶναι μᾶλλον τῆς ὕλης.
222Aristoteles, Metaphysica, 7, 7; 2 (auctor 384BC-322BC)
αἱ δὲ γενέσεις αἱ μὲν φυσικαὶ αὗταί εἰσιν ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστιν, τὸ δ' ἐξ οὗ γίγνεται, ἣν λέγομεν ὕλην, τὸ δὲ ὑφ' οὗ τῶν φύσει τι ὄντων, τὸ δὲ τὶ ἄνθρωπος ἢ φυτὸν ἢ ἄλλο τι τῶν τοιούτων, ἃ δὴ μάλιστα λέγομεν οὐσίας εἶναι – ἅπαντα δὲ τὰ γιγνόμενα ἢ φύσει ἢ τέχνῃ ἔχει ὕλην· δυνατὸν γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ἕκαστον αὐτῶν, τοῦτο δ' ἐστὶν ἡ ἐν ἑκάστῳ ὕλη – καθόλου δὲ καὶ ἐξ οὗ φύσις καὶ καθ' ὃ φύσις (τὸ γὰρ γιγνόμενον ἔχει φύσιν, οἷον φυτὸν ἢ ζῷον) καὶ ὑφ' οὗ ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις ἡ ὁμοειδής (αὕτη δὲ ἐν ἄλλῳ) · ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· οὕτω μὲν οὖν γίγνεται τὰ γιγνόμενα διὰ τὴν φύσιν, αἱ δ' ἄλλαι γενέσεις λέγονται ποιήσεις.
223Aristoteles, Metaphysica, 7, 7; 5 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τούτων ὕστερον ἐπισκεπτέον, ἀπὸ τέχνης δὲ γίγνεται ὅσων τὸ εἶδος ἐν τῇ ψυχῇ (εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι ἑκάστου καὶ τὴν πρώτην οὐσίαν) · καὶ γὰρ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτὸ εἶδος· τῆς γὰρ στερήσεως οὐσία ἡ οὐσία ἡ ἀντικειμένη, οἷον ὑγίεια νόσου, ἐκείνης γὰρ ἀπουσία ἡ νόσος, ἡ δὲ ὑγίεια ὁ ἐν τῇ ψυχῇ λόγος καὶ ἡ ἐπιστήμη.
224Aristoteles, Metaphysica, 7, 7; 8 (auctor 384BC-322BC)
ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίγνεσθαι καὶ τὴν οἰκίαν ἐξ οἰκίας, τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην· ἡ γὰρ ἰατρική ἐστι καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς ὑγιείας καὶ τῆς οἰκίας, λέγω δὲ οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι.
225Aristoteles, Metaphysica, 7, 7; 15 (auctor 384BC-322BC)
τὸ δὴ ποιοῦν καὶ ὅθεν ἄρχεται ἡ κίνησις τοῦ ὑγιαίνειν, ἂν μὲν ἀπὸ τέχνης, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ, ἐὰν δ' ἀπὸ ταὐτομάτου, ἀπὸ τούτου ὅ ποτε τοῦ ποιεῖν ἄρχει τῷ ποιοῦντι ἀπὸ τέχνης, ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἴσως ἀπὸ τοῦ θερμαίνειν ἡ ἀρχή (τοῦτο δὲ ποιεῖ τῇ τρίψει) · ἡ θερμότης τοίνυν ἡ ἐν τῷ σώματι ἢ μέρος τῆς ὑγιείας ἢ ἕπεταί τι αὐτῇ τοιοῦτον ὅ ἐστι μέρος τῆς ὑγιείας, ἢ διὰ πλειόνων· τοῦτο δ' ἔσχατόν ἐστι, τὸ ποιοῦν τὸ μέρος τῆς ὑγιείας, καὶ τῆς οἰκίας (οἷον οἱ λίθοι) καὶ τῶν ἄλλων· ὥστε, καθάπερ λέγεται, ἀδύνατον γενέσθαι εἰ μηδὲν προϋπάρχοι.
226Aristoteles, Metaphysica, 7, 7; 17 (auctor 384BC-322BC)
ἀλλ' ἆρα καὶ τῶν ἐν τῷ λόγῳ· ἀμφοτέρως δὴ λέγομεν τοὺς χαλκοῦς κύκλους τί εἰσι, καὶ τὴν ὕλην λέγοντες ὅτι χαλκός, καὶ τὸ εἶδος ὅτι σχῆμα τοιόνδε, καὶ τοῦτό ἐστι τὸ γένος εἰς ὃ πρῶτον τίθεται.
227Aristoteles, Metaphysica, 7, 8; 2 (auctor 384BC-322BC)
τὸ γὰρ τόδε τι ποιεῖν ἐκ τοῦ ὅλως ὑποκειμένου τόδε τι ποιεῖν ἐστίν (λέγω δ' ὅτι τὸν χαλκὸν στρογγύλον ποιεῖν ἐστὶν οὐ τὸ στρογγύλον ἢ τὴν σφαῖραν ποιεῖν ἀλλ' ἕτερόν τι, οἷον τὸ εἶδος τοῦτο ἐν ἄλλῳ· εἰ γὰρ ποιεῖ, ἔκ τινος ἂν ποιοίη ἄλλου, τοῦτο γὰρ ὑπέκειτο· οἷον ποιεῖ χαλκῆν σφαῖραν, τοῦτο δὲ οὕτως ὅτι ἐκ τουδί, ὅ ἐστι χαλκός, τοδὶ ποιεῖ, ὅ ἐστι σφαῖρα) · εἰ οὖν καὶ τοῦτο ποιεῖ αὐτό, δῆλον ὅτι ὡσαύτως ποιήσει, καὶ βαδιοῦνται αἱ γενέσεις εἰς ἄπειρον.
228Aristoteles, Metaphysica, 7, 8; 3 (auctor 384BC-322BC)
φανερὸν ἄρα ὅτι οὐδὲ τὸ εἶδος, ἢ ὁτιδήποτε χρὴ καλεῖν τὴν ἐν τῷ αἰσθητῷ μορφήν, οὐ γίγνεται, οὐδ' ἔστιν αὐτοῦ γένεσις, οὐδὲ τὸ τί ἦν εἶναι (τοῦτο γάρ ἐστιν ὃ ἐν ἄλλῳ γίγνεται ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ἢ δυνάμεως) .
229Aristoteles, Metaphysica, 7, 8; 4 (auctor 384BC-322BC)
τὸ δὲ χαλκῆν σφαῖραν εἶναι ποιεῖ· ποιεῖ γὰρ ἐκ χαλκοῦ καὶ σφαίρας· εἰς τοδὶ γὰρ τὸ εἶδος ποιεῖ, καὶ ἔστι τοῦτο σφαῖρα χαλκῆ.
230Aristoteles, Metaphysica, 7, 8; 6 (auctor 384BC-322BC)
δεήσει γὰρ διαιρετὸν εἶναι ἀεὶ τὸ γιγνόμενον, καὶ εἶναι τὸ μὲν τόδε τὸ δὲ τόδε, λέγω δ' ὅτι τὸ μὲν ὕλην τὸ δὲ εἶδος.
231Aristoteles, Metaphysica, 7, 8; 8 (auctor 384BC-322BC)
φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ μὲν ὡς εἶδος ἢ οὐσία λεγόμενον οὐ γίγνεται, ἡ δὲ σύνολος ἡ κατὰ ταύτην λεγομένη γίγνεται, καὶ ὅτι ἐν παντὶ τῷ γεννωμένῳ ὕλη ἔνεστι, καὶ ἔστι τὸ μὲν τόδε τὸ δὲ τόδε.
232Aristoteles, Metaphysica, 7, 8; 11 (auctor 384BC-322BC)
ἐπὶ μὲν δή τινων καὶ φανερὸν ὅτι τὸ γεννῶν τοιοῦτον μὲν οἷον τὸ γεννώμενον, οὐ μέντοι τὸ αὐτό γε, οὐδὲ ἓν τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, οἷον ἐν τοῖς φυσικοῖς – ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ – ἂν μή τι παρὰ φύσιν γένηται, οἷον ἵππος ἡμίονον (καὶ ταῦτα δὲ ὁμοίως· ὃ γὰρ ἂν κοινὸν εἴη ἐφ' ἵππου καὶ ὄνου οὐκ ὠνόμασται, τὸ ἐγγύτατα γένος, εἴη δ' ἂν ἄμφω ἴσως, οἷον ἡμίονος) · ὥστε φανερὸν ὅτι οὐθὲν δεῖ ὡς παράδειγμα εἶδος κατασκευάζειν (μάλιστα γὰρ ἂν ἐν τούτοις ἐπεζητοῦντο· οὐσίαι γὰρ αἱ μάλιστα αὗται) ἀλλὰ ἱκανὸν τὸ γεννῶν ποιῆσαι καὶ τοῦ εἴδους αἴτιον εἶναι ἐν τῇ ὕλῃ.
233Aristoteles, Metaphysica, 7, 8; 12 (auctor 384BC-322BC)
τὸ δ' ἅπαν ἤδη, τὸ τοιόνδε εἶδος ἐν ταῖσδε ταῖς σαρξὶ καὶ ὀστοῖς, Καλλίας καὶ Σωκράτης· καὶ ἕτερον μὲν διὰ τὴν ὕλην (ἑτέρα γάρ) , ταὐτὸ δὲ τῷ εἴδει (ἄτομον γὰρ τὸ εἶδος) .
234Aristoteles, Metaphysica, 7, 9; 5 (auctor 384BC-322BC)
δῆλον δ' ἐκ τῶν εἰρημένων καὶ ὅτι τρόπον τινὰ πάντα γίγνεται ἐξ ὁμωνύμου, ὥσπερ τὰ φύσει, ἢ ἐκ μέρους ὁμωνύμου (οἷον ἡ οἰκία ἐξ οἰκίας, ᾗ ὑπὸ νοῦ· ἡ γὰρ τέχνη τὸ εἶδος) [ἢ ἐκ μέρους] ἢ ἔχοντός τι μέρος, ἐὰν μὴ κατὰ συμβεβηκὸς γίγνηται· τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθ' αὑτὸ μέρος.
235Aristoteles, Metaphysica, 7, 9; 9 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ σπέρμα ποιεῖ ὥσπερ τὰ ἀπὸ τέχνης (ἔχει γὰρ δυνάμει τὸ εἶδος, καὶ ἀφ' οὗ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον – οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός – ἐὰν μὴ πήρωμα ᾖ· διὸ ἡμίονος οὐκ ἐξ ἡμιόνου) · ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ γίγνεται, ὅσων ἡ ὕλη δύναται καὶ ὑφ' αὑτῆς κινεῖσθαι ταύτην τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ· ὅσων δὲ μή, ταῦτα ἀδύνατα γίγνεσθαι ἄλλως πως ἢ ἐξ αὐτῶν.
236Aristoteles, Metaphysica, 7, 9; 10 (auctor 384BC-322BC)
οὐ μόνον δὲ περὶ τῆς οὐσίας ὁ λόγος δηλοῖ τὸ μὴ γίγνεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως τῶν πρώτων κοινὸς ὁ λόγος, οἷον ποσοῦ ποιοῦ καὶ τῶν ἄλλων κατηγοριῶν.
237Aristoteles, Metaphysica, 7, 9; 11 (auctor 384BC-322BC)
γίγνεται γὰρ ὥσπερ ἡ χαλκῆ σφαῖρα ἀλλ' οὐ σφαῖρα οὐδὲ χαλκός, καὶ ἐπὶ χαλκοῦ, εἰ γίγνεται (ἀεὶ γὰρ δεῖ προϋπάρχειν τὴν ὕλην καὶ τὸ εἶδος) , οὕτως καὶ ἐπὶ τοῦ τί ἐστι καὶ ἐπὶ τοῦ ποιοῦ καὶ ποσοῦ καὶ τῶν ἄλλων ὁμοίως κατηγοριῶν· οὐ γὰρ γίγνεται τὸ ποιὸν ἀλλὰ τὸ ποιὸν ξύλον, οὐδὲ τὸ ποσὸν ἀλλὰ τὸ ποσὸν ξύλον ἢ ζῷον.
238Aristoteles, Metaphysica, 7, 10; 7 (auctor 384BC-322BC)
εἰ οὖν ἐστὶ τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δ' ἐκ τούτων, καὶ οὐσία ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὡς καὶ ἡ ὕλη μέρος τινὸς λέγεται, ἔστι δ' ὡς οὔ, ἀλλ' ἐξ ὧν ὁ τοῦ εἴδους λόγος.
239Aristoteles, Metaphysica, 7, 10; 8 (auctor 384BC-322BC)
οἷον τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος ἡ σάρξ (αὕτη γὰρ ἡ ὕλη ἐφ' ἧς γίγνεται) , τῆς δὲ σιμότητος μέρος· καὶ τοῦ μὲν συνόλου ἀνδριάντος μέρος ὁ χαλκὸς τοῦ δ' ὡς εἴδους λεγομένου ἀνδριάντος οὔ (λεκτέον γὰρ τὸ εἶδος καὶ ᾗ εἶδος ἔχει ἕκαστον, τὸ δ' ὑλικὸν οὐδέποτε καθ' αὑτὸ λεκτέον) · διὸ ὁ μὲν τοῦ κύκλου λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων· τὰ μὲν γὰρ στοιχεῖα τοῦ λόγου μέρη τοῦ εἴδους καὶ οὐχ ὕλη, τὰ δὲ τμήματα οὕτως μέρη ὡς ὕλη ἐφ' ἧς ἐπιγίγνεται· ἐγγυτέρω μέντοι τοῦ εἴδους ἢ ὁ χαλκὸς ὅταν ἐν χαλκῷ ἡ στρογγυλότης ἐγγένηται.
240Aristoteles, Metaphysica, 7, 10; 12 (auctor 384BC-322BC)
ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ ἡ ὕλη ἐστίν, οἷον τὸ σιμὸν ἢ ὁ χαλκοῦς κύκλος, ταῦτα μὲν φθείρεται εἰς ταῦτα καὶ μέρος αὐτῶν ἡ ὕλη· ὅσα δὲ μὴ συνείληπται τῇ ὕλῃ ἀλλὰ ἄνευ ὕλης, ὧν οἱ λόγοι τοῦ εἴδους μόνον, ταῦτα δ' οὐ φθείρεται, ἢ ὅλως ἢ οὔτοι οὕτω γε· ὥστ' ἐκείνων μὲν ἀρχαὶ καὶ μέρη ταῦτα τοῦ δὲ εἴδους οὔτε μέρη οὔτε ἀρχαί.
241Aristoteles, Metaphysica, 7, 10; 18 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή (τοῦτο γὰρ οὐσία τοῦ ἐμψύχου) ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι (ἕκαστον γοῦν τὸ μέρος ἐὰν ὁρίζηται καλῶς, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται, ὃ οὐχ ὑπάρξει ἄνευ αἰσθήσεως) , ὥστε τὰ ταύτης μέρη πρότερα ἢ πάντα ἢ ἔνια τοῦ συνόλου ζῴου, καὶ καθ' ἕκαστον δὴ ὁμοίως, τὸ δὲ σῶμα καὶ τὰ τούτου μόρια ὕστερα ταύτης τῆς οὐσίας, καὶ διαιρεῖται εἰς ταῦτα ὡς εἰς ὕλην οὐχ ἡ οὐσία ἀλλὰ τὸ σύνολον, τοῦ μὲν οὖν συνόλου πρότερα ταῦτ' ἔστιν ὥς, ἔστι δ' ὡς οὔ (οὐδὲ γὰρ εἶναι δύναται χωριζόμενα· οὐ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἀλλ' ὁμώνυμος ὁ τεθνεώς) · ἔνια δὲ ἅμα, ὅσα κύρια καὶ ἐν ᾧ πρώτῳ ὁ λόγος καὶ ἡ οὐσία, οἷον εἰ τοῦτο καρδία ἢ ἐγκέφαλος· διαφέρει γὰρ οὐθὲν πότερον τοιοῦτον.
242Aristoteles, Metaphysica, 7, 10; 20 (auctor 384BC-322BC)
μέρος μὲν οὖν ἐστὶ καὶ τοῦ εἴδους (εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι) καὶ τοῦ συνόλου τοῦ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης καὶ τῆς ὕλησ αὐτῆς.
243Aristoteles, Metaphysica, 7, 11; 4 (auctor 384BC-322BC)
οἷον τὸ τοῦ ἀνθρώπου εἶδος ἀεὶ ἐν σαρξὶ φαίνεται καὶ ὀστοῖς καὶ τοῖς τοιούτοις μέρεσιν· ἆρ' οὖν καὶ ἐστὶ ταῦτα μέρη τοῦ εἴδους καὶ τοῦ λόγου· ἢ οὔ, ἀλλ' ὕλη, ἀλλὰ διὰ τὸ μὴ καὶ ἐπ' ἄλλων ἐπιγίγνεσθαι ἀδυνατοῦμεν χωρίσαι· ἐπεὶ δὲ τοῦτο δοκεῖ μὲν ἐνδέχεσθαι ἄδηλον δὲ πότε, ἀποροῦσί τινες ἤδη καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου ὡς οὐ προσῆκον γραμμαῖς ὁρίζεσθαι καὶ τῷ συνεχεῖ, ἀλλὰ πάντα καὶ ταῦτα ὁμοίως λέγεσθαι ὡσανεὶ σάρκες καὶ ὀστᾶ τοῦ ἀνθρώπου καὶ χαλκὸς καὶ λίθος τοῦ ἀνδριάντος· καὶ ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμούς, καὶ γραμμῆς τὸν λόγον τὸν τῶν δύο εἶναί φασιν.
244Aristoteles, Metaphysica, 7, 11; 5 (auctor 384BC-322BC)
καὶ τῶν τὰς ἰδέας λεγόντων οἱ μὲν αὐτογραμμὴν τὴν δυάδα, οἱ δὲ τὸ εἶδος τῆς γραμμῆς, ἔνια μὲν γὰρ εἶναι τὸ αὐτὸ τὸ εἶδος καὶ οὗ τὸ εἶδος (οἷον δυάδα καὶ τὸ εἶδος δυάδος) , ἐπὶ γραμμῆς δὲ οὐκέτι.
245Aristoteles, Metaphysica, 7, 11; 6 (auctor 384BC-322BC)
συμβαίνει δὴ ἕν τε πολλῶν εἶδος εἶναι ὧν τὸ εἶδος φαίνεται ἕτερον (ὅπερ καὶ τοῖς Πυθαγορείοις συνέβαινεν) , καὶ ἐνδέχεται ἓν πάντων ποιεῖν αὐτὸ εἶδος, τὰ δ' ἄλλα μὴ εἴδη· καίτοι οὕτως ἓν πάντα ἔσται.
246Aristoteles, Metaphysica, 7, 11; 12 (auctor 384BC-322BC)
ἢ οὐθὲν διαφέρει· ἔσται γὰρ ὕλη ἐνίων καὶ μὴ αἰσθητῶν· καὶ παντὸς γὰρ ὕλη τις ἔστιν ὃ μὴ ἔστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθ' αὑτὸ ἀλλὰ τόδε τι.
247Aristoteles, Metaphysica, 7, 11; 18 (auctor 384BC-322BC)
τί μὲν οὖν ἐστὶ τὸ τί ἦν εἶναι καὶ πῶς αὐτὸ καθ' αὑτό, καθόλου περὶ παντὸς εἴρηται, καὶ διὰ τί τῶν μὲν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι ἔχει τὰ μόρια τοῦ ὁριζομένου τῶν δ' οὔ, καὶ ὅτι ἐν μὲν τῷ τῆς οὐσίας λόγῳ τὰ οὕτω μόρια ὡς ὕλη οὐκ ἐνέσται – οὐδὲ γὰρ ἔστιν ἐκείνης μόρια τῆς οὐσίας ἀλλὰ τῆς συνόλου, ταύτης δέ γ' ἔστι πως λόγος καὶ οὐκ ἔστιν· μετὰ μὲν γὰρ τῆς ὕλης οὐκ ἔστιν (ἀόριστον γάρ) , κατὰ τὴν πρώτην δ' οὐσίαν ἔστιν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς λόγος· ἡ γὰρ οὐσία ἐστὶ τὸ εἶδος τὸ ἐνόν, ἐξ οὗ καὶ τῆς ὕλης ἡ σύνολος λέγεται οὐσία, οἷον ἡ κοιλότης (ἐκ γὰρ ταύτης καὶ τῆς ῥινὸς σιμὴ ῥὶς καὶ ἡ σιμότης ἐστί [δὶς γὰρ ἐν τούτοις ὑπάρξει ἡ ῥίς]) – ἐν δὲ τῇ συνόλῳ οὐσίᾳ, οἷον ῥινὶ σιμῇ ἢ Καλλίᾳ, ἐνέσται καὶ ἡ ὕλη· καὶ ὅτι τὸ τί ἦν εἶναι καὶ ἕκαστον ἐπὶ τινῶν μὲν ταὐτό, ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν, οἷον καμπυλότης καὶ καμπυλότητι εἶναι, εἰ πρώτη ἐστίν (λέγω δὲ πρώτην ἣ μὴ λέγεται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι καὶ ὑποκειμένῳ ὡς ὕλῃ) , ὅσα δὲ ὡς ὕλη ἢ ὡς συνειλημμένα τῇ ὕλῃ, οὐ ταὐτό, οὐδ' εἰ κατὰ συμβεβηκὸς ἕν, οἷον Σωκράτης καὶ τὸ μουσικόν· ταῦτα γὰρ ταὐτὰ κατὰ συμβεβηκός.
248Aristoteles, Metaphysica, 7, 12; 15 (auctor 384BC-322BC)
ἐὰν μὲν δὴ διαφορᾶς διαφορὰ γίγνηται, μία ἔσται ἡ τελευταία τὸ εἶδος καὶ ἡ οὐσία· ἐὰν δὲ κατὰ συμβεβηκός, οἷον εἰ διαιροῖ τοῦ ὑπόποδος τὸ μὲν λευκὸν τὸ δὲ μέλαν, τοσαῦται ὅσαι ἂν αἱ τομαὶ ὦσιν.
249Aristoteles, Metaphysica, 7, 14; 1 (auctor 384BC-322BC)
φανερὸν δ' ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς τὰς ἰδέας λέγουσιν οὐσίας τε χωριστὰς εἶναι καὶ ἅμα τὸ εἶδος ἐκ τοῦ γένους ποιοῦσι καὶ τῶν διαφορῶν.
250Aristoteles, Metaphysica, 7, 16; 7 (auctor 384BC-322BC)
ἀλλ' οἱ τὰ εἴδη λέγοντες τῇ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά, εἴπερ οὐσίαι εἰσί, τῇ δ' οὐκ ὀρθῶς, ὅτι τὸ ἓν ἐπὶ πολλῶν εἶδος λέγουσιν.
251Aristoteles, Metaphysica, 7, 17; 13 (auctor 384BC-322BC)
ὥστε τὸ αἴτιον ζητεῖται τῆς ὕλης (τοῦτο δ' ἐστὶ τὸ εἶδος) ᾧ τί ἐστιν· τοῦτο δ' ἡ οὐσία.
252Aristoteles, Metaphysica, 8, 3; 10 (auctor 384BC-322BC)
(ἀνάγκη δὴ ταύτην ἢ ἀΐδιον εἶναι ἢ φθαρτὴν ἄνευ τοῦ φθείρεσθαι καὶ γεγονέναι ἄνευ τοῦ γίγνεσθαι. δέδεικται δὲ καὶ δεδήλωται ἐν ἄλλοις ὅτι τὸ εἶδος οὐθεὶς ποιεῖ οὐδὲ γεννᾷ, ἀλλὰ ποιεῖται τόδε, γίγνεται δὲ τὸ ἐκ τούτων. εἰ δ' εἰσὶ τῶν φθαρτῶν αἱ οὐσίαι χωρισταί, οὐδέν πω δῆλον· πλὴν ὅτι γ' ἐνίων οὐκ ἐνδέχεται δῆλον, ὅσα μὴ οἷόν τε παρὰ τὰ τινὰ εἶναι, οἷον οἰκίαν ἢ σκεῦος. ἴσως μὲν οὖν οὐδ' οὐσίαι εἰσὶν οὔτ' αὐτὰ ταῦτα οὔτε τι τῶν ἄλλων ὅσα μὴ φύσει συνέστηκεν· τὴν γὰρ φύσιν μόνην ἄν τις θείη τὴν ἐν τοῖς φθαρτοῖς οὐσίαν.) ὥστε ἡ ἀπορία ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν ἔχει τινὰ καιρόν, ὅτι οὐκ ἔστι τὸ τί ἔστιν ὁρίσασθαι (τὸν γὰρ ὅρον λόγον εἶναι μακρόν) , ἀλλὰ ποῖον μέν τί ἐστιν ἐνδέχεται καὶ διδάξαι, ὥσπερ ἄργυρον, τί μέν ἐστιν οὔ, ὅτι δ' οἷον καττίτερος· ὥστ' οὐσίας ἔστι μὲν ἧς ἐνδέχεται εἶναι ὅρον καὶ λόγον, οἷον τῆς συνθέτου, ἐάν τε αἰσθητὴ ἐάν τε νοητὴ ᾖ· ἐξ ὧν δ' αὕτη πρώτων, οὐκέτι, εἴπερ τὶ κατὰ τινὸς σημαίνει ὁ λόγος ὁ ὁριστικὸς καὶ δεῖ τὸ μὲν ὥσπερ ὕλην εἶναι τὸ δὲ ὡς μορφήν.
253Aristoteles, Metaphysica, 8, 3; 15 (auctor 384BC-322BC)
καὶ ὥσπερ οὐδὲ ὁ ἀριθμὸς ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐδ' ἡ κατὰ τὸ εἶδος οὐσία, ἀλλ' εἴπερ, ἡ μετὰ τῆς ὕλης.
254Aristoteles, Metaphysica, 8, 4; 8 (auctor 384BC-322BC)
οἷον ἀνθρώπου τίς αἰτία ὡς ὕλη· ἆρα τὰ καταμήνια· τί δ' ὡς κινοῦν· ἆρα τὸ σπέρμα· τί δ' ὡς τὸ εἶδος· τὸ τί ἦν εἶναι.
255Aristoteles, Metaphysica, 8, 4; 19 (auctor 384BC-322BC)
τὸ δ' ὡς εἶδος ὁ λόγος, ἀλλὰ ἄδηλος ἐὰν μὴ μετὰ τῆς αἰτίας ᾖ ὁ λόγος.
256Aristoteles, Metaphysica, 8, 5; 3 (auctor 384BC-322BC)
οἷον εἰ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἐναντίον δὲ νόσος ὑγιείᾳ, ἆρα ἄμφω δυνάμει· καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· ἢ τοῦ μὲν καθ' ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τοῦ δὲ κατὰ στέρησιν καὶ φθορὰν τὴν παρὰ φύσιν· ἀπορία δέ τις ἔστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους οὐδὲ δυνάμει ὄξος (καίτοι γίγνεται ἐξ αὐτοῦ ὄξος) καὶ ὁ ζῶν δυνάμει νεκρός.
257Aristoteles, Metaphysica, 9, 1; 3 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν λέγεται πολλαχῶς ἡ δύναμις καὶ τὸ δύνασθαι, διώρισται ἡμῖν ἐν ἄλλοις· τούτων δ' ὅσαι μὲν ὁμωνύμως λέγονται δυνάμεις ἀφείσθωσαν (ἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, καθάπερ ἐν γεωμετρίᾳ καὶ δυνατὰ καὶ ἀδύνατα λέγομεν τῷ εἶναί πως ἢ μὴ εἶναι) , ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρχαί τινές εἰσι, καὶ πρὸς πρώτην μίαν λέγονται, ἥ ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
258Aristoteles, Metaphysica, 9, 7; 8 (auctor 384BC-322BC)
τούτῳ γὰρ διαφέρει τὸ καθ' οὗ καὶ τὸ ὑποκείμενον, τῷ εἶναι τόδε τι ἢ μὴ εἶναι· οἷον τοῖς πάθεσι τὸ ὑποκείμενον ἄνθρωπος καὶ σῶμα καὶ ψυχή, πάθος δὲ τὸ μουσικὸν καὶ λευκόν (λέγεται δὲ τῆς μουσικῆς ἐγγενομένης ἐκεῖνο οὐ μουσικὴ ἀλλὰ μουσικόν, καὶ οὐ λευκότης ὁ ἄνθρωπος ἀλλὰ λευκόν, οὐδὲ βάδισις ἢ κίνησις ἀλλὰ βαδίζον ἢ κινούμενον, ὡς τὸ ἐκείνινον) · ὅσα μὲν οὖν οὕτω, τὸ ἔσχατον οὐσία· ὅσα δὲ μὴ οὕτως ἀλλ' εἶδός τι καὶ τόδε τι τὸ κατηγορούμενον, τὸ ἔσχατον ὕλη καὶ οὐσία ὑλική.
259Aristoteles, Metaphysica, 9, 8; 12 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα (οἷον ἀνὴρ παιδὸς καὶ ἄνθρωπος σπέρματος· τὸ μὲν γὰρ ἤδη ἔχει τὸ εἶδος τὸ δ' οὔ) , καὶ ὅτι ἅπαν ἐπ' ἀρχὴν βαδίζει τὸ γιγνόμενον καὶ τέλος (ἀρχὴ γὰρ τὸ οὗ ἕνεκα, τοῦ τέλους δὲ ἕνεκα ἡ γένεσις) , τέλος δ' ἡ ἐνέργεια, καὶ τούτου χάριν ἡ δύναμις λαμβάνεται.
260Aristoteles, Metaphysica, 9, 8; 14 (auctor 384BC-322BC)
ἔτι ἡ ὕλη ἔστι δυνάμει ὅτι ἔλθοι ἂν εἰς τὸ εἶδος· ὅταν δέ γε ἐνεργείᾳ ᾖ, τότε ἐν τῷ εἴδει ἐστίν.
261Aristoteles, Metaphysica, 9, 8; 20 (auctor 384BC-322BC)
ὥστε φανερὸν ὅτι ἡ οὐσία καὶ τὸ εἶδος ἐνέργειά ἐστιν.
262Aristoteles, Metaphysica, 10, 1; 2 (auctor 384BC-322BC)
τό τε γὰρ συνεχὲς ἢ ἁπλῶς ἢ μάλιστά γε τὸ φύσει καὶ μὴ ἁφῇ μηδὲ δεσμῷ (καὶ τούτων μᾶλλον ἓν καὶ πρότερον οὗ ἀδιαιρετωτέρα ἡ κίνησις καὶ μᾶλλον ἁπλῆ) · ἔτι τοιοῦτον καὶ μᾶλλον τὸ ὅλον καὶ ἔχον τινὰ μορφὴν καὶ εἶδος, μάλιστα δ' εἴ τι φύσει τοιοῦτον καὶ μὴ βίᾳ, ὥσπερ ὅσα κόλλῃ ἢ γόμφῳ ἢ συνδέσμῳ, ἀλλὰ ἔχει ἐν αὑτῷ τὸ αἴτιον αὐτῷ τοῦ συνεχὲς εἶναι.
263Aristoteles, Metaphysica, 10, 1; 18 (auctor 384BC-322BC)
οὕτω δὴ πάντων μέτρον τὸ ἕν, ὅτι γνωρίζομεν ἐξ ὧν ἐστὶν ἡ οὐσία διαιροῦντες ἢ κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ εἶδος.
264Aristoteles, Metaphysica, 10, 3; 6 (auctor 384BC-322BC)
ὅμοια δὲ ἐὰν μὴ ταὐτὰ ἁπλῶς ὄντα, μηδὲ κατὰ τὴν οὐσίαν ἀδιάφορα τὴν συγκειμένην, κατὰ τὸ εἶδος ταὐτὰ ᾖ, ὥσπερ τὸ μεῖζον τετράγωνον τῷ μικρῷ ὅμοιον, καὶ αἱ ἄνισοι εὐθεῖαι· αὗται γὰρ ὅμοιαι μέν, αἱ αὐταὶ δὲ ἁπλῶς οὔ.
265Aristoteles, Metaphysica, 10, 3; 7 (auctor 384BC-322BC)
τὰ δὲ ἐὰν τὸ αὐτὸ εἶδος ἔχοντα, ἐν οἷς τὸ μᾶλλον καὶ ἧττον ἐγγίγνεται, μήτε μᾶλλον ᾖ μήτε ἧττον.
266Aristoteles, Metaphysica, 10, 3; 8 (auctor 384BC-322BC)
τὰ δὲ ἐὰν ᾖ τὸ αὐτὸ πάθος καὶ ἓν τῷ εἴδει, οἷον τὸ λευκόν, σφόδρα καὶ ἧττον, ὅμοιά φασιν εἶναι ὅτι ἓν τὸ εἶδος αὐτῶν.
267Aristoteles, Metaphysica, 10, 3; 15 (auctor 384BC-322BC)
τοῦτο δὲ τὸ ταὐτὸ γένος ἢ εἶδος· πᾶν γὰρ τὸ διαφέρον διαφέρει ἢ γένει ἢ εἴδει, γένει μὲν ὧν μὴ ἔστι κοινὴ ἡ ὕλη μηδὲ γένεσις εἰς ἄλληλα, οἷον ὅσων ἄλλο σχῆμα τῆς κατηγορίας, εἴδει δὲ ὧν τὸ αὐτὸ γένος (λέγεται δὲ γένος ὃ ἄμφω τὸ αὐτὸ λέγονται κατὰ τὴν οὐσίαν τὰ διάφορα) .
268Aristoteles, Metaphysica, 10, 9; 4 (auctor 384BC-322BC)
διὸ ἀνθρώπου λευκότης οὐ ποιεῖ οὐδὲ μελανία, οὐδὲ τοῦ λευκοῦ ἀνθρώπου ἔστι διαφορὰ κατ' εἶδος πρὸς μέλανα ἄνθρωπον, οὐδ' ἂν ὄνομα ἓν τεθῇ.
269Aristoteles, Metaphysica, 11, 2; 7 (auctor 384BC-322BC)
μᾶλλόν τ' ἂν ἀρχὴ κυριωτέρα ταύτης δόξειεν εἶναι τὸ εἶδος καὶ ἡ μορφή· τοῦτο δὲ φθαρτόν, ὥσθ' ὅλως οὐκ ἔστιν ἀΐδιος οὐσία χωριστὴ καὶ καθ' αὑτήν.
270Aristoteles, Metaphysica, 11, 2; 14 (auctor 384BC-322BC)
παρέχει δ' ἀπορίαν καὶ τὸ πᾶσαν μὲν ἐπιστήμην εἶναι τῶν καθόλου καὶ τοῦ τοιουδί, τὴν δ' οὐσίαν μὴ τῶν καθόλου εἶναι, μᾶλλον δὲ τόδε τι καὶ χωριστόν, ὥστ' εἰ περὶ τὰς ἀρχάς ἐστιν ἐπιστήμη, πῶς δεῖ τὴν ἀρχὴν ὑπολαβεῖν οὐσίαν εἶναι· ἔτι πότερον ἔστι τι παρὰ τὸ σύνολον ἢ οὔ (λέγω δὲ τὴν ὕλην καὶ τὸ μετὰ ταύτης) · εἰ μὲν γὰρ μή, τά γε ἐν ὕλῃ φθαρτὰ πάντα· εἰ δ' ἔστι τι, τὸ εἶδος ἂν εἴη καὶ ἡ μορφή· τοῦτ' οὖν ἐπὶ τίνων ἔστι καὶ ἐπὶ τίνων οὔ, χαλεπὸν ἀφορίσαι· ἐπ' ἐνίων γὰρ δῆλον οὐκ ὂν χωριστὸν τὸ εἶδος, οἷον οἰκίας.
271Aristoteles, Metaphysica, 11, 12; 2 (auctor 384BC-322BC)
διχῶς γὰρ ἐνδέχεται κινήσεως εἶναι κίνησιν, ἢ ὡς ὑποκειμένου (οἷον ὁ ἄνθρωπος κινεῖται ὅτι ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλει, ὥστε οὕτω καὶ ἡ κίνησις ἢ θερμαίνεται ἢ ψύχεται ἢ τόπον ἀλλάττει ἢ αὔξεται· τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ τῶν ὑποκειμένων τι ἡ μεταβολή) , ἢ τῷ ἕτερόν τι ὑποκείμενον ἐκ μεταβολῆς μεταβάλλειν εἰς ἄλλο εἶδος, οἷον ἄνθρωπον ἐκ νόσου εἰς ὑγίειαν.
272Aristoteles, Metaphysica, 12, 2; 7 (auctor 384BC-322BC)
τρία δὴ τὰ αἴτια καὶ τρεῖς αἱ ἀρχαί, δύο μὲν ἡ ἐναντίωσις, ἧς τὸ μὲν λόγος καὶ εἶδος τὸ δὲ στέρησις, τὸ δὲ τρίτον ἡ ὕλη.
273Aristoteles, Metaphysica, 12, 2; 8 (auctor 384BC-322BC)
μετὰ ταῦτα ὅτι οὐ γίγνεται οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος, λέγω δὲ τὰ ἔσχατα.
274Aristoteles, Metaphysica, 12, 2; 9 (auctor 384BC-322BC)
πᾶν γὰρ μεταβάλλει τὶ καὶ ὑπό τινος καὶ εἴς τι· ὑφ' οὗ μέν, τοῦ πρώτου κινοῦντος· ὃ δέ, ἡ ὕλη· εἰς ὃ δέ, τὸ εἶδος.
275Aristoteles, Metaphysica, 12, 3; 5 (auctor 384BC-322BC)
ἐπὶ μὲν οὖν τινῶν τὸ τόδε τι οὐκ ἔστι παρὰ τὴν συνθετὴν οὐσίαν, οἷον οἰκίας τὸ εἶδος, εἰ μὴ ἡ τέχνη (οὐδ' ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλ' ἄλλον τρόπον εἰσὶ καὶ οὐκ εἰσὶν οἰκία τε ἡ ἄνευ ὕλης καὶ ὑγίεια καὶ πᾶν τὸ κατὰ τέχνην) , ἀλλ' εἴπερ, ἐπὶ τῶν φύσει· διὸ δὴ οὐ κακῶς Πλάτων ἔφη ὅτι εἴδη ἔστιν ὁπόσα φύσει, εἴπερ ἔστιν εἴδη ἄλλα τούτων οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστ' οὐσίας ἡ τελευταία.
276Aristoteles, Metaphysica, 12, 4; 8 (auctor 384BC-322BC)
ἢ ὥσπερ λέγομεν, ἔστι μὲν ὥς, ἔστι δ' ὡς οὔ, οἷον ἴσως τῶν αἰσθητῶν σωμάτων ὡς μὲν εἶδος τὸ θερμὸν καὶ ἄλλον τρόπον τὸ ψυχρὸν ἡ στέρησις, ὕλη δὲ τὸ δυνάμει ταῦτα πρῶτον καθ' αὑτό, οὐσίαι δὲ ταῦτά τε καὶ τὰ ἐκ τούτων, ὧν ἀρχαὶ ταῦτα, ἢ εἴ τι ἐκ θερμοῦ καὶ ψυχροῦ γίγνεται ἕν, οἷον σὰρξ ἢ ὀστοῦν· ἕτερον γὰρ ἀνάγκη ἐκείνων εἶναι τὸ γενόμενον.
277Aristoteles, Metaphysica, 12, 4; 9 (auctor 384BC-322BC)
τούτων μὲν οὖν ταὐτὰ στοιχεῖα καὶ ἀρχαί (ἄλλων δ' ἄλλα) , πάντων δὲ οὕτω μὲν εἰπεῖν οὐκ ἔστιν, τῷ ἀνάλογον δέ, ὥσπερ εἴ τις εἴποι ὅτι ἀρχαὶ εἰσὶ τρεῖς, τὸ εἶδος καὶ ἡ στέρησις καὶ ἡ ὕλη.
278Aristoteles, Metaphysica, 12, 4; 13 (auctor 384BC-322BC)
εἶδος, ἀταξία τοιαδί, πλίνθοι· τὸ κινοῦν οἰκοδομική [καὶ εἰς ταῦτα διαιρεῖται ἡ ἀρχή].
279Aristoteles, Metaphysica, 12, 4; 14 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώπῳ ἄνθρωπος, ἐν δὲ τοῖς ἀπὸ διανοίας τὸ εἶδος ἢ τὸ ἐναντίον, τρόπον τινὰ τρία αἴτια ἂν εἴη, ὡδὶ δὲ τέτταρα.
280Aristoteles, Metaphysica, 12, 4; 15 (auctor 384BC-322BC)
ὑγίεια γάρ πως ἡ ἰατρική, καὶ οἰκίας εἶδος ἡ οἰκοδομική, καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ· ἔτι παρὰ ταῦτα τὸ ὡς πρῶτον πάντων κινοῦν πάντα.
281Aristoteles, Metaphysica, 12, 5; 5 (auctor 384BC-322BC)
ἐν ἐνίοις μὲν γὰρ τὸ αὐτὸ ὁτὲ μὲν ἐνεργείᾳ ἔστιν ὁτὲ δὲ δυνάμει, οἷον οἶνος ἢ σὰρξ ἢ ἄνθρωπος (πίπτει δὲ καὶ ταῦτα εἰς τὰ εἰρημένα αἴτια· ἐνεργείᾳ μὲν γὰρ τὸ εἶδος, ἐὰν ᾖ χωριστόν, καὶ τὸ ἐξ ἀμφοῖν στέρησις δέ, οἷον σκότος ἢ κάμνον, δυνάμει δὲ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ δυνάμενον γίγνεσθαι ἄμφω) · ἄλλως δ' ἐνεργείᾳ καὶ δυνάμει διαφέρει ὧν μὴ ἔστιν ἡ αὐτὴ ὕλη, ὧν ἐνίων οὐκ ἔστι τὸ αὐτὸ εἶδος ἀλλ' ἕτερον, ὥσπερ ἀνθρώπου αἴτιον τά τε στοιχεῖα, πῦρ καὶ γῆ ὡς ὕλη καὶ τὸ ἴδιον εἶδος, καὶ ἔτι τι ἄλλο ἔξω οἷον ὁ πατήρ, καὶ παρὰ ταῦτα ὁ ἥλιος καὶ ὁ λοξὸς κύκλος, οὔτε ὕλη ὄντα οὔτ' εἶδος οὔτε στέρησις οὔτε ὁμοειδὲς ἀλλὰ κινοῦντα.
282Aristoteles, Metaphysica, 12, 5; 9 (auctor 384BC-322BC)
ἔπειτα, εἰ δὴ τὰ τῶν οὐσιῶν, ἄλλα δὲ ἄλλων αἴτια καὶ στοιχεῖα, ὥσπερ ἐλέχθη, τῶν μὴ ἐν ταὐτῷ γένει, χρωμάτων ψόφων οὐσιῶν ποσότητος, πλὴν τῷ ἀνάλογον· καὶ τῶν ἐν ταὐτῷ εἴδει ἕτερα, οὐκ εἴδει ἀλλ' ὅτι τῶν καθ' ἕκαστον ἄλλο, ἥ τε σὴ ὕλη καὶ τὸ εἶδος καὶ τὸ κινῆσαν καὶ ἡ ἐμή, τῷ καθόλου δὲ λόγῳ ταὐτά.
283Aristoteles, Metaphysica, 12, 5; 10 (auctor 384BC-322BC)
τὸ δὲ ζητεῖν τίνες ἀρχαὶ ἢ στοιχεῖα τῶν οὐσιῶν καὶ πρός τι καὶ ποιῶν, πότερον αἱ αὐταὶ ἢ ἕτεραι, δῆλον ὅτι πολλαχῶς γε λεγομένων ἔστιν ἑκάστου, διαιρεθέντων δὲ οὐ ταὐτὰ ἀλλ' ἕτερα, πλὴν ὡδὶ καὶ πάντων, ὡδὶ μὲν ταὐτὰ ἢ τὸ ἀνάλογον, ὅτι ὕλη, εἶδος, στέρησις, τὸ κινοῦν, καὶ ὡδὶ τὰ τῶν οὐσιῶν αἴτια ὡς αἴτια πάντων, ὅτι ἀναιρεῖται ἀναιρουμένων· ἔτι τὸ πρῶτον ἐντελεχείᾳ· ὡδὶ δὲ ἕτερα πρῶτα ὅσα τὰ ἐναντία ἃ μήτε ὡς γένη λέγεται μήτε πολλαχῶς λέγεται· καὶ ἔτι αἱ ὗλαι.
284Aristoteles, Metaphysica, 12, 10; 14 (auctor 384BC-322BC)
οἱ δὲ τοῦτο μὲν ὀρθῶς ὅτι ἀρχήν, ἀλλὰ πῶς τὸ ἀγαθὸν ἀρχὴ οὐ λέγουσιν, πότερον ὡς τέλος ἢ ὡς κινῆσαν ἢ ὡς εἶδος.
285Aristoteles, Metaphysica, 12, 10; 29 (auctor 384BC-322BC)
ἔτι πῶς ἔσται ἐξ ἀμεγεθῶν μέγεθος καὶ συνεχές· ὁ γὰρ ἀριθμὸς οὐ ποιήσει συνεχές, οὔτε ὡς κινοῦν οὔτε ὡς εἶδος.
286Aristoteles, Metaphysica, 12, 10; 35 (auctor 384BC-322BC)
ἔτι τίνι οἱ ἀριθμοὶ ἓν ἢ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ ὅλως τὸ εἶδος καὶ τὸ πρᾶγμα, οὐδὲν λέγει οὐδείς· οὐδ' ἐνδέχεται εἰπεῖν, ἐὰν μὴ ὡς ἡμεῖς εἴπῃ, ὡς τὸ κινοῦν ποιεῖ.
287Aristoteles, Metaphysica, 13, 2; 16 (auctor 384BC-322BC)
ἔτι τὸ μὲν σῶμα οὐσία τις (ἤδη γὰρ ἔχει πως τὸ τέλειον) , αἱ δὲ γραμμαὶ πῶς οὐσίαι· οὔτε γὰρ ὡς εἶδος καὶ μορφή τις, οἷον εἰ ἄρα ἡ ψυχὴ τοιοῦτον, οὔτε ὡς ἡ ὕλη, οἷον τὸ σῶμα· οὐθὲν γὰρ ἐκ γραμμῶν οὐδ' ἐπιπέδων οὐδὲ στιγμῶν φαίνεται συνίστασθαι δυνάμενον, εἰ δ' ἦν οὐσία τις ὑλική, τοῦτ' ἂν ἐφαίνετο δυνάμενα πάσχειν.
288Aristoteles, Metaphysica, 13, 4; 8 (auctor 384BC-322BC)
ἔτι κατὰ μὲν τὴν ὑπόληψιν καθ' ἥν φασιν εἶναι τὰς ἰδέας οὐ μόνον τῶν οὐσιῶν ἔσονται εἴδη ἀλλὰ καὶ ἄλλων πολλῶν (τὸ γὰρ νόημα ἓν οὐ μόνον περὶ τὰς οὐσίας ἀλλὰ καὶ κατὰ μὴ οὐσιῶν ἐστί, καὶ ἐπιστῆμαι οὐ μόνον τῆς οὐσίας εἰσί· συμβαίνει δὲ καὶ ἄλλα μυρία τοιαῦτα) · κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας τὰς περὶ αὐτῶν, εἰ ἔστι μεθεκτὰ τὰ εἴδη, τῶν οὐσιῶν ἀναγκαῖον ἰδέας εἶναι μόνον· οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν ᾗ μὴ καθ' ὑποκειμένου λέγονται (λέγω δ' οἷον, εἴ τι αὐτοῦ διπλασίου μετέχει, τοῦτο καὶ ἀϊδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ διπλασίῳ ἀϊδίῳ εἶναι) , ὥστε ἔσται οὐσία τὰ εἴδη· ταὐτὰ δ' ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ· ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα, τὸ ἓν ἐπὶ πολλῶν· καὶ εἰ μὲν ταὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἔσται τι κοινόν (τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων, καὶ τῶν δυάδων τῶν πολλῶν μὲν ἀϊδίων δέ, τὸ δυὰς ἓν καὶ ταὐτόν, ἢ ἐπ' αὐτῆς καὶ τῆς τινός·) · εἰ δὲ μὴ τὸ αὐτὸ εἶδος, ὁμώνυμα ἂν εἴη, καὶ ὅμοιον ὥσπερ ἂν εἴ τις καλοῖ ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον, μηδεμίαν κοινωνίαν ἐπιβλέψας αὐτῶν.
289Aristoteles, Metaphysica, 13, 7; 35 (auctor 384BC-322BC)
τοῦτο μὲν γὰρ αὐτὸ ὀρθῶς λέγουσιν οἱ διαφόρους τὰς μονάδας ἀξιοῦντες εἶναι, εἴπερ ἰδέαι ἔσονται, ὥσπερ εἴρηται πρότερον· ἓν γὰρ τὸ εἶδος, αἱ δὲ μονάδες εἰ ἀδιάφοροι, καὶ αἱ δυάδες καὶ αἱ τριάδες ἔσονται ἀδιάφοροι.
290Aristoteles, Metaphysica, 13, 8; 32 (auctor 384BC-322BC)
ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς ὁ μέχρι τῆς δεκάδος μᾶλλόν τι ὂν καὶ εἶδος αὐτῆς τῆς δεκάδος, καίτοι τοῦ μὲν οὐκ ἔστι γένεσις ὡς ἑνός, τῆς δ' ἔστιν.
291Aristoteles, Metaphysica, 13, 8; 36 (auctor 384BC-322BC)
ᾗ μὲν δὴ σύνθετος ὁ ἀριθμός, τὸ ἕν, ᾗ δὲ τὸ καθόλου πρότερον καὶ τὸ εἶδος, ὁ ἀριθμός· ἑκάστη γὰρ τῶν μονάδων μόριον τοῦ ἀριθμοῦ ὡς ὕλη, ὁ δ' ὡς εἶδος.
292Aristoteles, Metaphysica, 13, 8; 38 (auctor 384BC-322BC)
ὡς μὲν δὴ ὕλη ἡ ὀξεῖα καὶ τὸ στοιχεῖον καὶ ἡ μονὰς πρότερον, ὡς δὲ κατὰ τὸ εἶδος καὶ τὴν οὐσίαν τὴν κατὰ τὸν λόγον ἡ ὀρθὴ καὶ τὸ ὅλον τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους· ἐγγύτερον γὰρ τοῦ εἴδους καὶ οὗ ὁ λόγος τὸ ἄμφω, γενέσει δ' ὕστερον.
293Aristoteles, Metaphysica, 13, 8; 43 (auctor 384BC-322BC)
ἔστι δὲ ἀδύνατον· τὸ μὲν γὰρ ὡς εἶδος καὶ ἡ οὐσία τὸ δ' ὡς μέρος καὶ ὡς ὕλη.
294Aristoteles, Metaphysica, 13, 10; 3 (auctor 384BC-322BC)
ταῦτά τε δὴ πάντα συμβαίνει εὐλόγως, ὅταν ἐκ στοιχείων τε ποιῶσι τὰς ἰδέας καὶ παρὰ τὰς τὸ αὐτὸ εἶδος ἐχούσας οὐσίας [καὶ ἰδέας] ἕν τι ἀξιῶσιν εἶναι καχωρισμένον· εἰ δὲ μηθὲν κωλύει ὥσπερ ἐπὶ τῶν τῆς φωνῆς στοιχείων πολλὰ εἶναι τὰ ἄλφα καὶ τὰ βῆτα καὶ μηθὲν εἶναι παρὰ τὰ πολλὰ αὐτὸ ἄλφα καὶ αὐτὸ βῆτα, ἔσονται ἕνεκά γε τούτου ἄπειροι αἱ ὅμοιαι συλλαβαί.
295Aristoteles, Metaphysica, 14, 1; 14 (auctor 384BC-322BC)
καὶ ἐν παντὶ ἔστι τι ἕτερον ὑποκείμενον, οἷον ἐν ἁρμονίᾳ δίεσις, ἐν δὲ μεγέθει δάκτυλος ἢ ποὺς ἤ τι τοιοῦτον, ἐν δὲ ῥυθμοῖς βάσις ἢ συλλαβή· ὁμοίως δὲ καὶ ἐν βάρει σταθμός τις ὡρισμένος ἐστίν· καὶ κατὰ πάντων δὲ τὸν αὐτὸν τρόπον, ἐν μὲν τοῖς ποιοῖς ποιόν τι, ἐν δὲ τοῖς ποσοῖς ποσόν τι, καὶ ἀδιαίρετον τὸ μέτρον, τὸ μὲν κατὰ τὸ εἶδος τὸ δὲ πρὸς τὴν αἴσθησιν, ὡς οὐκ ὄντος τινὸς τοῦ ἑνὸς καθ' αὑτὸ οὐσίας.
296Aristoteles, Metaphysica, 14, 5; 17 (auctor 384BC-322BC)
οὔτε οὖν τῷ ποιῆσαι αἴτιος ὁ ἀριθμός, οὔτε ὅλως ὁ ἀριθμὸς οὔτε ὁ μοναδικός, οὔτε ὕλη οὔτε λόγος καὶ εἶδος τῶν πραγμάτων.
297Aristoteles, Metaphysica, 14, 6; 8 (auctor 384BC-322BC)
ἐνεδέχετό τε τὰ διαφέροντα ὑπὸ τὸν αὐτὸν ἀριθμὸν πίπτειν· ὥστ' εἴ τισιν ὁ αὐτὸς ἀριθμὸς συνεβεβήκει, ταὐτὰ ἂν ἦν ἀλλήλοις ἐκεῖνα τὸ αὐτὸ εἶδος ἀριθμοῦ ἔχοντα, οἷον ἥλιος καὶ σελήνη τὰ αὐτά.
298Aristoteles, Meteorologica, 2, II 3; 25 (auctor 384BC-322BC)
Ἀεί γάρ ἄλλο καί ἄλλο γίνεται τούτων ἕκαστον, τό δ’ εἶδος τοῦ πλήθους ἑκάστου τούτων μένει, καθάπερ τό τῶν ῥεόντων ὑδάτων καί τό τῆς φλογός ῥεῦμα.
299Aristoteles, Meteorologica, 2, II 4; 10 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἕτερον ἑκατέρας τό εἶδος, φανερόν ὅτι διαφέρει, καί οὐχ ἡ αὐτή ἐστιν ἥ τε τοῦ ἀνέμου φύσις καί ἡ τοῦ ὑομένου ὕδατος, καθάπερ τινές λέγουσιν· τόν γάρ αὐτόν ἀέρα κινούμενον μέν ἄνεμον εἶναι, συνιστάμενον δέ πάλιν ὕδωρ.
300Aristoteles, Meteorologica, 2, II 6; 5 (auctor 384BC-322BC)
Ὑποκείσθω δέ πρῶτον ἐναντία κατά τόπον εἶναι τά πλεῖστον ἀπέχοντα κατά τόπον, ὥσπερ κατ’ εἶδος ἐναντία τά πλεῖστον ἀπέχοντα κατά τό εἶδος.
301Aristoteles, Meteorologica, 4, IV 2; 8 (auctor 384BC-322BC)
Τό δέ τέλος τοῖς μέν ἡ φύσις ἐστί, φύσις δέ ἣν λέγομεν ὡς εἶδος καί οὐσίαν· τοῖς δ’ εἰς ὑποκειμένην τινά μορφήν τό τέλος ἐστί τῆς πέψεως, ὅταν τοιονδί γένηται καί τοσονδί τό ὑγρόν ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον ἢ ἄλλως πως θερμαινόμενον· τότε γάρ χρήσιμόν ἐστι καί πεπέφθαι φαμέν, ὥσπερ τό γλεῦκος καί τά ἐν τοῖς φύμασι συνιστάμενα, ὅταν γένηται πῦον, καί τό δάκρυον, ὅταν γένηται λήμη.
302Aristoteles, Meteorologica, 4, IV 3; 24 (auctor 384BC-322BC)
Καί τά ὑγρά δέ ἕψεσθαι λέγομεν, οἷον γάλα καί γλεῦκος, ὅταν ὁ ἐν τῷ ὑγρῷ χυμός εἰς εἶδός τι μεταβάλλῃ ὑπό τοῦ κύκλῳ καί ἔξωθεν πυρός θερμαίνοντος, ὥστε τρόπον τινά παραπλήσιον τῇ εἰρημένῃ ἑψήσει ποιεῖ.
303Aristoteles, Meteorologica, 4, IV 5; 4 (auctor 384BC-322BC)
Ἔστι δέ τά αἴτια τά περί τήν ὕλην δύο, τό τε ποιοῦν καί τό πάθος, τό μέν ποιοῦν ὡς ὅθεν ἡ κίνησις, τό δέ πάθος ὡς εἶδος.
304Aristoteles, Oeconomica, 1; 25 (auctor 384BC-322BC)
ἅμα δὲ καὶ ἡ φύσις ἀναπληροῖ ταύτῃ τῇ περιόδῳ τὸ ἀεὶ εἶναι, ἐπεὶ κατ' ἀριθμὸν οὐ δύναται, ἀλλὰ κατὰ τὸ εἶδος.
305Aristoteles, Physica, 1, 4; 2 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ ἓν ποιήσαντες τὸ [ὂν] σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, τἆλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποιοῦντες (ταῦτα δ' ἐστὶν ἐναντία, καθόλου δ' ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν, πλὴν ὅτι ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δ' ἐναντία διαφορὰς καὶ εἴδη)· οἱ δ' ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκ κρίνεσθαι, ὥσπερ Ἀναξίμανδρός φησι, καὶ ὅσοι δ' ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας· ἐκ τοῦ μίγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τἆλλα.
306Aristoteles, Physica, 1, 4; 6 (auctor 384BC-322BC)
εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον, τὸ μὲν κατὰ πλῆθος ἢ κατὰ μέγεθος ἄπειρον ἄγνωστον πόσον τι, τὸ δὲ κατ' εἶδος ἄπειρον ἄγνωστον ποῖόν τι.
307Aristoteles, Physica, 1, 7; 21 (auctor 384BC-322BC)
ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο (ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίγνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός)· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων.
308Aristoteles, Physica, 1, 7; 32 (auctor 384BC-322BC)
πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον.
309Aristoteles, Physica, 1, 9; 10 (auctor 384BC-322BC)
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
310Aristoteles, Physica, 1, 9; 14 (auctor 384BC-322BC)
περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσίν, δι' ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶν διορίσαι, ὥστ' εἰς ἐκεῖνον τὸν και ρὸν ἀποκείσθω.
311Aristoteles, Physica, 2, 1; 15 (auctor 384BC-322BC)
ἕνα μὲν οὖν τρόπον οὕτως ἡ φύσις λέγεται, ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον.
312Aristoteles, Physica, 2, 1; 16 (auctor 384BC-322BC)
ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν [λέγεται] καὶ τὸ φυσικόν, οὔτε δὲ ἐκεῖ πω φαῖμεν ἂν ἔχειν κατὰ τὴν τέχνην οὐδέν, εἰ δυνάμει μόνον ἐστὶ κλίνη, μή πω δ' ἔχει τὸ εἶδος τῆς κλίνης, οὐδ' εἶναι τέχνην, οὔτ' ἐν τοῖς φύσει συνισταμένοις· τὸ γὰρ δυνάμει σὰρξ ἢ ὀστοῦν οὔτ' ἔχει πω τὴν ἑαυτοῦ φύσιν, πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον, ᾧ ὁριζόμενοι λέγομεν τί ἐστι σὰρξ ἢ ὀστοῦν, οὔτε φύσει ἐστίν.
313Aristoteles, Physica, 2, 1; 17 (auctor 384BC-322BC)
ὥστε ἄλλον τρόπον ἡ φύσις ἂν εἴη τῶν ἐχόντων ἐν αὑτοῖς κινήσεως ἀρχὴν ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωριστὸν ὂν ἀλλ' ἢ κατὰ τὸν λόγον.
314Aristoteles, Physica, 2, 1; 25 (auctor 384BC-322BC)
ἡ δὲ μορφὴ καὶ ἡ φύσις διχῶς λέγεται· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστιν.
315Aristoteles, Physica, 2, 2; 8 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, οὕτω θεωρητέον· ὥστ' οὔτ' ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν ὕλην.
316Aristoteles, Physica, 2, 2; 11 (auctor 384BC-322BC)
πότερον οὖν τῆς αὐτῆς ἢ ἄλλης ἑκατέραν γνωρίζειν; εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης (ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι ἥψαντο)· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς ἐπιστήμης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι του (οἷον ἰατροῦ ὑγίειαν καὶ χολὴν καὶ φλέγμα, ἐν οἷς ἡ ὑγίεια, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην, ὅτι πλίνθοι καὶ ξύλα· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων), καὶ τῆς φυσικῆς ἂν εἴη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις.
317Aristoteles, Physica, 2, 2; 15 (auctor 384BC-322BC)
διὸ καὶ ἡ χρωμένη ἀρχιτεκτονική πως, διαφέρει δὲ ᾗ ἡ μὲν τοῦ εἴδους γνωριστική, ἡ ἀρχιτεκτονική, ἡ δὲ ὡς ποιητική, τῆς ὕλης· ὁ μὲν γὰρ κυβερνήτης ποῖόν τι τὸ εἶδος τοῦ πηδαλίου γνωρίζει καὶ ἐπιτάττει, ὁ δ' ἐκ ποίου ξύλου καὶ ποίων κινήσεων ἔσται.
318Aristoteles, Physica, 2, 2; 18 (auctor 384BC-322BC)
μέχρι δὴ πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν; ἢ ὥσπερ ἰατρὸν νεῦρον ἢ χαλκέα χαλκόν, μέχρι τοῦ τίνος [γὰρ] ἕνεκα ἕκαστον, καὶ περὶ ταῦτα ἅ ἐστι χωριστὰ μὲν εἴδει, ἐν ὕλῃ δέ; ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος.
319Aristoteles, Physica, 2, 3; 3 (auctor 384BC-322BC)
ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο δ' ἐστὶν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμός) καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.
320Aristoteles, Physica, 2, 3; 11 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰπεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
321Aristoteles, Physica, 2, 7; 2 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν· ἐπεὶ δ' αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
322Aristoteles, Physica, 3, 2; 9 (auctor 384BC-322BC)
εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τόδε ἢ τοιόνδε ἢ τοσόνδε, ὃ ἔσται ἀρχὴ καὶ αἴτιον τῆς κινή σεως, ὅταν κινῇ, οἷον ὁ ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.
323Aristoteles, Physica, 3, 3; 6 (auctor 384BC-322BC)
εἰ δ' ἄμφω ἐν τῷ κινουμένῳ καὶ πάσχοντι, καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ ἡ δίδαξις καὶ ἡ μάθησις δύο οὖσαι ἐν τῷ μανθάνοντι, πρῶτον μὲν ἡ ἐνέργεια ἡ ἑκάστου οὐκ ἐν ἑκάστῳ ὑπάρξει, εἶτα ἄτοπον δύο κινήσεις ἅμα κινεῖσθαι· τίνες γὰρ ἔσονται ἀλλοιώσεις δύο τοῦ ἑνὸς καὶ εἰς ἓν εἶδος; ἀλλ' ἀδύνατον.
324Aristoteles, Physica, 3, 4; 3 (auctor 384BC-322BC)
πλὴν οἱ μὲν Πυθαγόρειοι ἐν τοῖς αἰσθητοῖς (οὐ γὰρ χωριστὸν ποιοῦσιν τὸν ἀριθμόν), καὶ εἶναι τὸ ἔξω τοῦ οὐρανοῦ ἄπειρον, Πλάτων δὲ ἔξω μὲν οὐδὲν εἶναι σῶμα, οὐδὲ τὰς ἰδέας, διὰ τὸ μηδὲ ποὺ εἶναι αὐτάς, τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐκείναις εἶναι· καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον (τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιττοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν· σημεῖον δ' εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο ἀεὶ γίγνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν), Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν.
325Aristoteles, Physica, 3, 6; 26 (auctor 384BC-322BC)
διὸ καὶ ἄγνωστον ᾗ ἄπειρον· εἶδος γὰρ οὐκ ἔχει ἡ ὕλη.
326Aristoteles, Physica, 3, 7; 1 (auctor 384BC-322BC)
Κατὰ λόγον δὲ συμβαίνει καὶ τὸ κατὰ πρόσθεσιν μὲν μὴ εἶναι δοκεῖν ἄπειρον οὕτως ὥστε παντὸς ὑπερβάλλειν μεγέθους, ἐπὶ τὴν διαίρεσιν δὲ εἶναι (περιέχεται γὰρ ἡ ὕλη ἐντὸς καὶ τὸ ἄπειρον, περιέχει δὲ τὸ εἶδος)· εὐλόγως δὲ καὶ τὸ ἐν μὲν τῷ ἀριθμῷ εἶναι ἐπὶ μὲν τὸ ἐλάχιστον πέρας ἐπὶ δὲ τὸ πλεῖον ἀεὶ παντὸς ὑπερβάλλειν πλήθους, ἐπὶ δὲ τῶν μεγεθῶν τοὐναντίον ἐπὶ μὲν τὸ ἔλαττον παντὸς ὑπερβάλλειν μεγέθους ἐπὶ δὲ τὸ μεῖζον μὴ εἶναι μέγεθος ἄπειρον.
327Aristoteles, Physica, 4, 1; 21 (auctor 384BC-322BC)
ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον εἶναι τὸν τόπον; οὐδεμία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων· οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθ' ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
328Aristoteles, Physica, 4, 2; 1 (auctor 384BC-322BC)
Ἐπεὶ δὲ τὸ μὲν καθ' αὑτὸ τὸ δὲ κατ' ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δ' ἴδιος, ἐν ᾧ πρώτῳ (λέγω δὲ οἷον σὺ νῦν ἐν τῷ οὐρανῷ ὅτι ἐν τῷ ἀέρι οὗτος δ' ἐν τῷ οὐρανῷ, καὶ ἐν τῷ ἀέρι δὲ ὅτι ἐν τῇ γῇ, ὁμοίως δὲ καὶ ἐν ταύτῃ ὅτι ἐν τῷδε τῷ τόπῳ, ὃς περιέχει οὐδὲν πλέον ἢ σέ), εἰ δή ἐστιν ὁ τόπος τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη, ὥστε δόξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους· τοῦτο γὰρ ἑκάστου πέρας.
329Aristoteles, Physica, 4, 2; 2 (auctor 384BC-322BC)
οὕτω μὲν οὖν σκοποῦσιν ὁ τόπος τὸ ἑκάστου εἶδός ἐστιν· ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, ἡ ὕλη· τοῦτο γὰρ ἕτερον τοῦ μεγέθους, τοῦτο δ' ἐστὶ τὸ περιεχόμενον ὑπὸ τοῦ εἴδους καὶ ὡρισμένον, οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος, ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον· ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν παρὰ τὴν ὕλην.
330Aristoteles, Physica, 4, 2; 6 (auctor 384BC-322BC)
εἰκότως δ' ἐκ τούτων σκοπουμένοις δόξειεν ἂν εἶναι χαλεπὸν γνωρίσαι τί ἐστιν ὁ τόπος, εἴπερ τούτων ὁποτερονοῦν ἐστίν, εἴτε ἡ ὕλη εἴτε τὸ εἶδος· ἄλλως τε γὰρ τὴν ἀκροτάτην ἔχει θέαν, καὶ χω ρὶς ἀλλήλων οὐ ῥᾴδιον γνωρίζειν.
331Aristoteles, Physica, 4, 2; 8 (auctor 384BC-322BC)
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθ' ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
332Aristoteles, Physica, 4, 2; 10 (auctor 384BC-322BC)
ᾗ μὲν οὖν χωριστὸς [ἐστι] τοῦ πράγματος, ταύτῃ μὲν οὐκ ἔστι τὸ εἶδος· ᾗ δὲ περιέχει, ταύτῃ δ' ἕτερος τῆς ὕλης.
333Aristoteles, Physica, 4, 2; 12 (auctor 384BC-322BC)
(Πλάτωνι μέντοι λεκτέον, εἰ δεῖ παρεκβάντας εἰπεῖν, διὰ τί οὐκ ἐν τόπῳ τὰ εἴδη καὶ οἱ ἀριθμοί, εἴπερ τὸ μεθεκτικὸν ὁ τόπος, εἴτε τοῦ μεγάλου καὶ τοῦ μικροῦ ὄντος τοῦ μεθεκτικοῦ εἴτε τῆς ὕλης, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν.) ἔτι πῶς ἂν φέροιτο εἰς τὸν αὑτοῦ τόπον, εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδος; ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω ἐστί, τόπον εἶναι.
334Aristoteles, Physica, 4, 2; 14 (auctor 384BC-322BC)
εἰ δ' ἐν αὐτῷ ὁ τόπος (δεῖ γάρ, εἴπερ ἢ μορφὴ ἢ ὕλη), ἔσται ὁ τόπος ἐν τόπῳ· μεταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, οὐκ ἀεὶ ἐν τῷ αὐτῷ ἀλλ' οὗπερ καὶ τὸ πρᾶγμα· ὥστε τοῦ τόπου ἔσται τόπος.
335Aristoteles, Physica, 4, 3; 4 (auctor 384BC-322BC)
ἄλλον δὲ τρόπον ὡς ὁ ἄνθρωπος ἐν ζῴῳ καὶ ὅλως εἶδος ἐν γένει.
336Aristoteles, Physica, 4, 3; 6 (auctor 384BC-322BC)
ἔτι ὡς ἡ ὑγίεια ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ.
337Aristoteles, Physica, 4, 3; 23 (auctor 384BC-322BC)
ἐκεῖνο δὲ φανερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον τοῦ ἐν αὐτῷ (ἕτερον γὰρ τὸ πρώτως ὅ τε καὶ ἐν ᾧ), οὐκ ἂν εἴη οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος ὁ τόπος, ἀλλ' ἕτερον.
338Aristoteles, Physica, 4, 4; 14 (auctor 384BC-322BC)
ἔστι μὲν οὖν ἄμφω πέρατα, ἀλλ' οὐ τοῦ αὐτοῦ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ πράγματος, ὁ δὲ τόπος τοῦ περιέχοντος σώματος.
339Aristoteles, Physica, 4, 4; 22 (auctor 384BC-322BC)
εἰ τοίνυν μηδὲν τῶν τριῶν ὁ τόπος ἐστίν, μήτε τὸ εἶδος μήτε ἡ ὕλη μήτε διάστημά τι ἀεὶ ὑπάρχον ἕτερον παρὰ τὸ τοῦ πράγματος τοῦ μεθισταμένου, ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττά ρων, τὸ πέρας τοῦ περιέχοντος σώματος καθ' ὃ συνάπτει τῷ περιεχομένῳ.
340Aristoteles, Physica, 4, 5; 16 (auctor 384BC-322BC)
οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δ' ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, ὁ δ' ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον.
341Aristoteles, Physica, 5, 1; 4 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἔστι μέν τι τὸ κινοῦν πρῶτον, ἔστι δέ τι τὸ κινούμενον, ἔτι ἐν ᾧ, ὁ χρόνος, καὶ παρὰ ταῦτα ἐξ οὗ καὶ εἰς ὅ—πᾶσα γὰρ κίνησις ἔκ τινος καὶ εἴς τι· ἕτερον γὰρ τὸ πρῶτον κινούμενον καὶ εἰς ὃ κινεῖται καὶ ἐξ οὗ, οἷον τὸ ξύλον καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν· τούτων δὲ τὸ μὲν ὅ, τὸ δ' εἰς ὅ, τὸ δ' ἐξ οὗ—ἡ δὴ κίνησις δῆλον ὅτι ἐν τῷ ξύλῳ, οὐκ ἐν τῷ εἴδει· οὔτε γὰρ κινεῖ οὔτε κινεῖται τὸ εἶδος ἢ ὁ τόπος ἢ τὸ τοσόνδε, ἀλλ' ἔστι κινοῦν καὶ κινούμενον καὶ εἰς ὃ κινεῖται.
342Aristoteles, Physica, 5, 2; 4 (auctor 384BC-322BC)
πρῶτον μὲν γὰρ διχῶς ἐνδέχεται κινήσεως εἶναι κίνησιν, ἢ ὡς ὑποκειμένου (οἷον ἅνθρωπος κινεῖται ὅτι ἐκ λευκοῦ εἰς μέλαν μεταβάλλει· ἆρά γε οὕτω καὶ ἡ κίνησις ἢ θερμαίνεται ἢ ψύχεται ἢ τόπον ἀλλάττει ἢ αὐξάνεται ἢ φθίνει; τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ τῶν ὑποκειμένων τι ἡ μεταβολή), ἢ τῷ ἕτερόν τι ὑποκείμενον ἐκ μεταβολῆς μεταβάλλειν εἰς ἕτερον εἶδος [οἷον ἄνθρωπος ἐκ νόσου εἰς ὑγίειαν].
343Aristoteles, Physica, 5, 4; 2 (auctor 384BC-322BC)
οἷον χρώματος μὲν εἰσὶ διαφοραί—τοιγαροῦν ἄλλη τῷ εἴδει μέλανσις καὶ λεύκανσις [πᾶσα οὖν λεύκανσις πάσῃ λευκάνσει ἡ αὐτὴ κατ' εἶδος ἔσται καὶ πᾶσα μέλανσις μελάνσει]—λευκότητος δ' οὐκέτι· διὸ τῷ εἴδει μία λεύκανσις λευκάνσει πάσῃ.
344Aristoteles, Physica, 5, 4; 3 (auctor 384BC-322BC)
εἰ δ' ἔστιν ἄτθ' ἃ καὶ γένη ἅμα καὶ εἴδη ἐστίν, δῆλον ὡς ἔστιν ὡς εἴδει μία ἔσται, ἁπλῶς δὲ μία εἴδει οὔ, οἷον ἡ μάθησις, εἰ ἡ ἐπιστήμη εἶδος μὲν ὑπολήψεως, γένος δὲ τῶν ἐπιστημῶν.
345Aristoteles, Physica, 5, 4; 9 (auctor 384BC-322BC)
τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει ἢ τῷ εἴδει μίαν ἐστὶν ἐν τῷ πράγματι ἐν ᾧ κινεῖται, τὸ δ' ἐχομένην ἐν τῷ χρόνῳ, τὸ δ' ἁπλῶς μίαν ἐν ἅπασι τούτοις· καὶ ἐν ᾧ γὰρ ἓν δεῖ εἶναι καὶ ἄτομον, οἷον τὸ εἶδος, καὶ τὸ ὅτε, οἷον τὸν χρόνον ἕνα καὶ μὴ διαλείπειν, καὶ τὸ κινούμενον ἓν εἶναι μὴ κατὰ συμβεβηκός, ὥσπερ τὸ λευκὸν μελαίνεσθαι καὶ Κορίσκον βαδίζειν (ἓν δὲ Κορίσκος καὶ λευκόν, ἀλλὰ κατὰ συμβεβηκός), μηδὲ κοινόν· εἴη γὰρ ἂν ἅμα δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλ' οὐ μία αὕτη, ἀλλ' εἴδει μία.
346Aristoteles, Physica, 5, 4; 20 (auctor 384BC-322BC)
τίς μὲν οὖν κίνησις ἁπλῶς μία, εἴρηται· ἔτι δὲ λέγεται μία καὶ ἡ τέλειος, ἐάν τε κατὰ γένος ἐάν τε κατ' εἶδος ᾖ ἐάν τε κατ' οὐσίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τὸ τέλειον καὶ ὅλον τοῦ ἑνός.
347Aristoteles, Physica, 5, 4; 28 (auctor 384BC-322BC)
διὸ οὐκ εἴδη κινήσεως οὐδὲ διαφοραὶ τάχος καὶ βραδυτής, ὅτι πάσαις ἀκολουθεῖ ταῖς διαφόροις κατ' εἶδος.
348Aristoteles, Physica, 5, 4; 31 (auctor 384BC-322BC)
εἰ δὲ πᾶσαν τὴν μίαν ἐνδέχεται καὶ ὁμαλὴν εἶναι καὶ μή, οὐκ ἂν εἴησαν αἱ ἐχόμεναι αἱ μὴ κατ' εἶδος αἱ αὐταὶ μία καὶ συνεχής· πῶς γὰρ ἂν εἴη ὁμαλὴς ἡ ἐξ ἀλλοιώ σεως συγκειμένη καὶ φορᾶς; δέοι γὰρ ἂν ἐφαρμόττειν.
349Aristoteles, Physica, 6, 10; 5 (auctor 384BC-322BC)
μεταβαλλέτω γὰρ ἐκ τοῦ ΑΒ εἰς τὸ ΒΓ, εἴτ' ἐκ μεγέθους εἰς μέγεθος εἴτ' ἐξ εἴδους εἰς εἶδος εἴτε κατ' ἀντίφασιν· ὁ δὲ χρόνος ἔστω ἐν ᾧ πρώτῳ μεταβάλλει ἐφ' οὗ Δ.
350Aristoteles, Physica, 7, 3; 12 (auctor 384BC-322BC)
ἐπεὶ οὖν τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλλοίωσις οὐδὲ γένεσις οὐδ' ὅλως μεταβολὴ οὐδεμία, φανερὸν ὅτι οὔθ' αἱ ἕξεις οὔθ' αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶδος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ἢ ξηρῶν καὶ ὑγρῶν, ἢ ἐν οἷς τυγχάνουσιν οὖσαι πρώτοις.
351Aristoteles, Physica, 7, 4; 25 (auctor 384BC-322BC)
πότε οὖν ἕτερον τὸ εἶδος, ἐὰν ταὐτὸ ἐν ἄλλῳ, ἢ ἂν ἄλλο ἐν ἄλλῳ; καὶ τίς ὅρος; ἢ τῷ κρινοῦμεν ὅτι ταὐτὸν τὸ λευκὸν καὶ τὸ γλυκὺ ἢ ἄλλο—ὅτι ἐν ἄλλῳ φαίνεται ἕτερον, ἢ ὅτι ὅλως οὐ ταὐτό; περὶ δὲ δὴ ἀλλοιώσεως, πῶς ἔσται ἰσοταχὴς ἑτέρᾳ ἑτέρα; εἰ δή ἐστι τὸ ὑγιάζεσθαι ἀλλοιοῦσθαι, ἔστι τὸν μὲν ταχὺ τὸν δὲ βραδέως ἰαθῆναι, καὶ ἅμα τινάς, ὥστ' ἔσται ἀλλοίωσις ἰσοταχής· ἐν ἴσῳ γὰρ χρόνῳ ἠλλοιώθη.
352Aristoteles, Physica, 8, 5; 22 (auctor 384BC-322BC)
ἀλλὰ μὴν εἰ μὴ κατὰ συμβεβηκὸς ἀλλ' ἐξ ἀνάγκης κινεῖται τὸ κινοῦν, εἰ δὲ μὴ κινοῖτο, οὐκ ἂν κινοίη, ἀνάγκη τὸ κινοῦν, ᾗ κινεῖται, ἤτοι οὕτω κινεῖσθαι ὥς γε κατὰ τὸ αὐτὸ εἶδος τῆς κινήσεως, ἢ καθ' ἕτερον.
353Aristoteles, Physica, 8, 5; 28 (auctor 384BC-322BC)
ἔτι δὲ μᾶλλον τούτων ἄλογον, ὅτι συμβαίνει πᾶν τὸ κινητικὸν κινητόν, εἴπερ ἅπαν ὑπὸ κινουμένου κινεῖται τὸ κινούμενον· ἔσται γὰρ κινητόν, ὥσπερ εἴ τις λέγοι πᾶν τὸ ὑγιαστικὸν [καὶ ὑγιάζον] ὑγιαστὸν εἶναι, καὶ τὸ οἰκοδομητικὸν οἰκοδομητόν, ἢ εὐθὺς ἢ διὰ πλειόνων· λέγω δ' οἷον εἰ κινητὸν μὲν ὑπ' ἄλλου πᾶν τὸ κινητικόν, ἀλλ' οὐ ταύτην τὴν κίνησιν κινητὸν ἣν κινεῖ τὸ πλησίον, ἀλλ' ἑτέραν, οἷον τὸ ὑγιαστικὸν μαθητικόν, ἀλλὰ τοῦτο ἐπαναβαῖνον ἥξει ποτὲ εἰς τὸ αὐτὸ εἶδος, ὥσπερ εἴπομεν πρότερον.
354Aristoteles, Physica, 8, 5; 37 (auctor 384BC-322BC)
τὸ δὲ κινοῦν ἤδη ἐνεργείᾳ ἔστιν, οἷον θερμαίνει τὸ θερμὸν καὶ ὅλως γεννᾷ τὸ ἔχον τὸ εἶδος.
355Aristoteles, Physica, 8, 8; 3 (auctor 384BC-322BC)
τίς δ' ἐστὶν ἡ μία καὶ συνεχὴς κίνησις, διώρισται πρότερον, ὅτι ἡ τοῦ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ καὶ ἐν ἀδιαφόρῳ κατ' εἶδος (τρία γὰρ ἦν, τό τε κινούμενον, οἷον ἄνθρωπος ἢ θεός, καὶ ὅτε, οἷον χρόνος, καὶ τρίτον τὸ ἐν ᾧ· τοῦτο δ' ἐστὶν τόπος ἢ πάθος ἢ εἶδος ἢ μέγεθος).
356Aristoteles, Politica, 1; 100 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐχ ἡ αὐτὴ ἡ οἰκονομικὴ τῇ χρηματιστικῇ, δῆλον (τῆς μὲν γὰρ τὸ πορίσασθαι, τῆς δὲ τὸ χρήσασθαι· τίς γὰρ ἔσται ἡ χρησομένη τοῖς κατὰ τὴν οἰκίαν παρὰ τὴν οἰκονομικήν·) · πότερον δὲ μέρος αὐτῆς ἐστί τι ἢ ἕτερον εἶδος, ἔχει διαμφισβήτησιν· εἰ γάρ ἐστι τοῦ χρηματιστικοῦ θεωρῆσαι πόθεν χρήματα καὶ κτῆσις ἔσται, ἥ δὲ κτῆσις πολλὰ περιείληφε μέρη καὶ ὁ πλοῦτος, ὥστε πρῶτον ἡ γεωργικὴ πότερον μέρος τι τῆς οἰκονομικῆς ἢ ἕτερόν τι γένος, καὶ καθόλου ἡ περὶ τὴν τροφὴν ἐπιμέλεια καὶ κτῆσις· ἀλλὰ μὴν εἴδη γε πολλὰ τροφῆς, διὸ καὶ βίοι πολλοὶ καὶ τῶν ζῴων καὶ τῶν ἀνθρώπων εἰσίν· οὐ γὰρ οἷόν τε ζῆν ἄνευ τροφῆς, ὥστε αἱ διαφοραὶ τῆς τροφῆς τοὺς βίους πεποιήκασι διαφέροντας τῶν ζῴων.
357Aristoteles, Politica, 1; 111 (auctor 384BC-322BC)
ἓν μὲν οὖν εἶδος κτητικῆς κατὰ φύσιν τῆς οἰκονομικῆς μέρος ἐστίν, καθὸ δεῖ ἤτοι ὑπάρχειν ἢ πορίζειν αὐτὴν ὅπως ὑπάρχῃ ὧν ἔστι θησαυρισμὸς χρημάτων πρὸς ζωὴν ἀναγκαίων, καὶ χρησίμων εἰς κοινωνίαν πόλεως ἢ οἰκίας.
358Aristoteles, Politica, 1; 126 (auctor 384BC-322BC)
ἡ μὲν οὖν τοιαύτη μεταβλητικὴ οὔτε παρὰ φύσιν οὔτε χρηματιστικῆς ἐστιν εἶδος οὐδέν (εἰς ἀναπλήρωσιν γὰρ τῆς κατὰ φύσιν αὐταρκείας ἦν) · ἐκ μέντοι ταύτης ἐγένετ' ἐκείνη κατὰ λόγον.
359Aristoteles, Politica, 1, 1257B; 129 (auctor 384BC-322BC)
πορισθέντος οὖν ἤδη νομίσματος ἐκ τῆς ἀναγκαίας ἀλλαγῆς θάτερον εἶδος τῆς χρηματιστικῆς ἐγένετο, τὸ καπηλικόν, τὸ μὲν πρῶτον ἁπλῶς ἴσως γινόμενον, εἶτα δι' ἐμπειρίας ἤδη τεχνικώτερον, πόθεν καὶ πῶς μεταβαλλόμενον πλεῖστον ποιήσει κέρδος.
360Aristoteles, Politica, 1; 145 (auctor 384BC-322BC)
ὅσοι δὲ καὶ τοῦ εὖ ζῆν ἐπιβάλλονται τὸ πρὸς τὰς ἀπολαύσεις τὰς σωματικὰς ζητοῦσιν, ὥστ' ἐπεὶ καὶ τοῦτ' ἐν τῇ κτήσει φαίνεται ὑπάρχειν, πᾶσα ἡ διατριβὴ περὶ τὸν χρηματισμόν ἐστι, καὶ τὸ ἕτερον εἶδος τῆς χρηματιστικῆς διὰ τοῦτ' ἐλήλυθεν.
361Aristoteles, Politica, 1; 161 (auctor 384BC-322BC)
τῆς μὲν οὖν οἰκειοτάτης χρηματιστικῆς ταῦτα μόρια καὶ πρῶτα· τῆς δὲ μεταβλητικῆς μέγιστον μὲν ἐμπορία (καὶ ταύτης μέρη τρία, ναυκληρία φορτηγία παράστασις· διαφέρει δὲ τούτων ἕτερα ἑτέρων τῷ τὰ μὲν ἀσφαλέστερα εἶναι, τὰ δὲ πλείω πορίζειν τὴν ἐπικαρπίαν) , δεύτερον δὲ τοκισμός, τρίτον δὲ μισθαρνία (ταύτης δ' ἡ μὲν τῶν βαναύσων τεχνῶν, ἡ δὲ τῶν ἀτέχνων καὶ τῷ σώματι μόνῳ χρησίμων) · τρίτον δὲ εἶδος χρηματιστικῆς μεταξὺ ταύτης καὶ τῆς πρώτης (ἔχει γὰρ καὶ τῆς κατὰ φύσιν τι μέρος καὶ τῆς μεταβλητικῆς) , ὅσα ἀπὸ γῆς καὶ τῶν ἀπὸ γῆς γιγνομένων, ἀκάρπων μὲν χρησίμων δέ, οἷον ὑλοτομία τε καὶ πᾶσα μεταλλευτική.
362Aristoteles, Politica, 1; 175 (auctor 384BC-322BC)
ἡ δὲ τῶν τέκνων ἀρχὴ βασιλική· τὸ γὰρ γεννῆσαν καὶ κατὰ φιλίαν ἄρχον καὶ κατὰ πρεσβείαν ἐστίν, ὅπερ ἐστὶ βασιλικῆς εἶδος ἀρχῆς.
363Aristoteles, Politica, 3, 1276B; 37 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας εἰς ἄλλον καιρὸν χρήσιμος ἡ σκέψις (περὶ γὰρ μεγέθους τῆς πόλεως, τό τε πόσον καὶ πότερον ἔθνος ἓν ἢ πλείω συμφέρει, δεῖ μὴ λανθάνειν τὸν πολιτικόν) · ἀλλὰ τῶν αὐτῶν κατοικούντων τὸν αὐτὸν τόπον, πότερον ἕως ἂν ᾖ τὸ γένος ταὐτὸ τῶν κατοικούντων, τὴν αὐτὴν εἶναι φατέον πόλιν, καίπερ αἰεὶ τῶν μὲν φθειρομένων τῶν δὲ γινομένων, ὥσπερ καὶ ποταμοὺς εἰώθαμεν λέγειν τοὺς αὐτοὺς καὶ κρήνας τὰς αὐτάς, καίπερ αἰεὶ τοῦ μὲν ἐπιγινομένου νάματος τοῦ δ' ὑπεξιόντος, ἢ τοὺς μὲν ἀνθρώπους φατέον εἶναι τοὺς αὐτοὺς διὰ τὴν τοιαύτην αἰτίαν, τὴν δὲ πόλιν ἑτέραν· εἴπερ γάρ ἐστι κοινωνία τις ἡ πόλις, ἔστι δὲ κοινωνία πολιτῶν πολιτείας, γινομένης ἑτέρας τῷ εἴδει καὶ διαφερούσης τῆς πολιτείας ἀναγκαῖον εἶναι δόξειεν ἂν καὶ τὴν πόλιν εἶναι μὴ τὴν αὐτήν, ὥσπερ γε καὶ χορὸν ὁτὲ μὲν κωμικὸν ὁτὲ δὲ τραγικὸν ἕτερον εἶναί φαμεν, τῶν αὐτῶν πολλάκις ἀνθρώπων ὄντων, ὁμοίως δὲ καὶ πᾶσαν ἄλλην κοινωνίαν καὶ σύνθεσιν ἑτέραν, ἂν εἶδος ἕτερον ᾖ τῆς συνθέσεως, οἷον ἁρμονίαν τῶν αὐτῶν φθόγγων ἑτέραν εἶναι λέγομεν, ἂν ὁτὲ μὲν ᾖ Δώριος ὁτὲ δὲ Φρύγιος.
364Aristoteles, Politica, 3; 69 (auctor 384BC-322BC)
καὶ ἀνδρὸς δὴ ἀγαθοῦ ἄμφω, καὶ εἰ ἕτερον εἶδος σωφροσύνης καὶ δικαιοσύνης ἀρχικῆς.
365Aristoteles, Politica, 3; 248 (auctor 384BC-322BC)
2.391 ἓν μὲν οὖν τοῦτ' εἶδος βασιλείας, στρατηγία διὰ βίου, τούτων δ' αἱ μὲν κατὰ γένος εἰσὶν αἱ δ' αἱρεταί· παρὰ ταύτην δ' ἄλλο μοναρχίας εἶδος, οἷαι παρ' ἐνίοις εἰσὶ βασιλεῖαι τῶν βαρβάρων.
366Aristoteles, Politica, 3, 1285B; 257 (auctor 384BC-322BC)
αὗται μὲν οὖν εἰσί τε καὶ ἦσαν διὰ μὲν τὸ δεσποτικαὶ εἶναι τυραννικαί, διὰ δὲ τὸ αἱρεταὶ καὶ ἑκόντων βασιλικαί· τέταρτον δ' εἶδος μοναρχίας βασιλικῆς αἱ κατὰ τοὺς ἡρωικοὺς χρόνους ἑκούσιαί τε καὶ πάτριαι γιγνόμεναι κατὰ νόμον.
367Aristoteles, Politica, 3; 263 (auctor 384BC-322BC)
αὗται μὲν οὖν τοῦτον τὸν τρόπον διαφέρουσιν ἀλλήλων· πέμπτον δ' εἶδος βασιλείας, ὅταν ᾖ πάντων κύριος εἷς ὤν, ὥσπερ ἕκαστον ἔθνος καὶ πόλις ἑκάστη τῶν κοινῶν, τεταγμένη κατὰ τὴν οἰκονομικήν.
368Aristoteles, Politica, 3; 267 (auctor 384BC-322BC)
τὸ μὲν οὖν περὶ τῆς τοιαύτης στρατηγίας ἐπισκοπεῖν νόμων ἔχει μᾶλλον εἶδος ἢ πολιτείας (ἐν ἁπάσαις γὰρ ἐνδέχεται γίγνεσθαι τοῦτο ταῖς πολιτείαις) , ὥστ' ἀφείσθω τὴν πρώτην· ὁ δὲ λοιπὸς τρόπος τῆς βασιλείας πολιτείας εἶδός ἐστιν, ὥστε περὶ τούτου δεῖ θεωρῆσαι καὶ τὰς ἀπορίας ἐπιδραμεῖν τὰς ἐνούσας.
369Aristoteles, Politica, 3; 293 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ κατὰ νόμον λεγόμενος βασιλεὺς οὐκ ἔστιν εἶδος, καθάπερ εἴπομεν, πολιτείας (ἐν πάσαις γὰρ ὑπάρχειν ἐνδέχεται στρατηγίαν ἀίδιον, οἷον ἐν δημοκρατίᾳ καὶ ἀριστοκρατίᾳ, καὶ πολλοὶ ποιοῦσιν ἕνα κύριον τῆς διοικήσεως· τοιαύτη γὰρ ἀρχή τις ἔστι καὶ περὶ Ἐπίδαμνον, καὶ περὶ Ὀποῦντα δὲ κατά τι μέρος ἔλαττον) · περὶ δὲ τῆς παμβασιλείας καλουμένης (αὕτη δ' ἐστὶ καθ' ἣν ἄρχει πάντων κατὰ τὴν ἑαυτοῦ βούλησιν ὁ βασιλεύς) δοκεῖ [δέ] τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν, ὅπου συνέστηκεν ἐξ ὁμοίων ἡ πόλις· τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον καὶ τὴν αὐτὴν ἀξίαν κατὰ φύσιν εἶναι, ὥστ' εἴπερ καὶ τὸ ἴσην ἔχειν τοὺς ἀνίσους τροφὴν ἢ ἐσθῆτα βλαβερὸν τοῖς σώμασιν, οὕτως ἔχειν καὶ τὰ περὶ τὰς τιμάς· ὁμοίως τοίνυν καὶ τὸ ἄνισον τοὺς ἴσους· διόπερ οὐδένα μᾶλλον ἄρχειν ἢ ἄρχεσθαι δίκαιον, καὶ τὸ ἀνὰ μέρος τοίνυν ὡσαύτως.
370Aristoteles, Politica, 4; 17 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τῆς τοιαύτης κρίσεως ἀφείσθω τὰ νῦν· ἡμῖν δὲ πρῶτον μὲν διαιρετέον πόσαι διαφοραὶ τῶν πολιτειῶν, εἴπερ ἔστιν εἴδη πλείονα τῆς τε δημοκρατίας καὶ τῆς ὀλιγαρχίας, ἔπειτα τίς κοινοτάτη καὶ τίς αἱρετωτάτη μετὰ τὴν ἀρίστην πολιτείαν, κἂν εἴ τις ἄλλη τετύχηκεν ἀριστοκρατικὴ καὶ συνεστῶσα καλῶς, ἀλλ' οὐ ταῖς πλείσταις ἁρμόττουσα πόλεσι, τίς ἐστιν, ἔπειτα καὶ τῶν ἄλλων τίς τίσιν αἱρετή (τάχα γὰρ τοῖς μὲν ἀναγκαία δημοκρατία μᾶλλον ὀλιγαρχίας, τοῖς δ' αὕτη μᾶλλον ἐκείνης) , μετὰ δὲ ταῦτα τίνα τρόπον δεῖ καθιστάναι τὸν βουλόμενον ταύτας τὰς πολιτείας, λέγω δὲ δημοκρατίας τε καθ' ἕκαστον εἶδος καὶ πάλιν ὀλιγαρχίας· τέλος δέ, πάντων τούτων ὅταν ποιησώμεθα συντόμως τὴν ἐνδεχομένην μνείαν, πειρατέον ἐπελθεῖν τίνες φθοραὶ καὶ τίνες σωτηρίαι τῶν πολιτειῶν καὶ κοινῇ καὶ χωρὶς ἑκάστης, καὶ διὰ τίνας αἰτίας ταῦτα μάλιστα γίνεσθαι πέφυκεν.
371Aristoteles, Politica, 4; 26 (auctor 384BC-322BC)
τὴν γὰρ ἀριστοκρατίαν τῆς ὀλιγαρχίας εἶδος τιθέασιν ὡς οὖσαν ὀλιγαρχίαν τινά, καὶ τὴν καλουμένην πολιτείαν δημοκρατίαν, ὥσπερ ἐν τοῖς πνεύμασι τὸν μὲν ζέφυρον τοῦ βορέου, τοῦ δὲ νότου τὸν εὖρον.
372Aristoteles, Politica, 4; 58 (auctor 384BC-322BC)
εἴδη γὰρ πλείω τοῦ τε δήμου καὶ τῶν λεγομένων γνωρίμων ἔστιν, οἷον δήμου μὲν εἴδη ἓν μὲν οἱ γεωργοί, ἕτερον δὲ τὸ περὶ τὰς τέχνας, ἄλλο δὲ τὸ ἀγοραῖον τὸ περὶ ὠνὴν καὶ πρᾶσιν διατρῖβον, ἄλλο δὲ τὸ περὶ τὴν θάλατταν, καὶ τούτου τὸ μὲν πολεμικὸν τὸ δὲ χρηματιστικὸν τὸ δὲ πορθμευτικὸν τὸ δ' ἁλιευτικόν (πολλαχοῦ γὰρ ἕκαστα τούτων πολύοχλα, οἷον ἁλιεῖς μὲν ἐν Τάραντι καὶ Βυζαντίῳ, τριηρικὸν δὲ Ἀθήνησιν, ἐμπορικὸν δὲ ἐν Αἰγίνῃ καὶ Χίῳ, πορθμευτικὸν δ' ἐν Τενέδῳ) , πρὸς δὲ τούτοις τὸ χερνητικὸν καὶ τὸ μικρὰν ἔχον οὐσίαν ὥστε μὴ δύνασθαι σχολάζειν, ἔτι τὸ μὴ ἐξ ἀμφοτέρων [πολιτῶν] ἐλεύθερον, κἂν εἴ τι τοιοῦτον ἕτερον πλήθους εἶδος· τῶν δὲ γνωρίμων πλοῦτος εὐγένεια ἀρετὴ παιδεία καὶ τὰ τούτοις λεγόμενα κατὰ τὴν αὐτὴν διαφοράν.
373Aristoteles, Politica, 4, 1292A; 63 (auctor 384BC-322BC)
ἓν μὲν οὖν εἶδος δημοκρατίας τοῦτο, τὸ τὰς ἀρχὰς ἀπὸ τιμημάτων εἴναι, βραχέων δὲ τούτων ὄντων· δεῖ δὲ τῷ κτωμένῳ ἐξουσίαν εἶναι μετέχειν καὶ τὸν ἀποβάλλοντα μὴ μετέχειν· ἕτερον εἶδος δημοκρατίας τὸ μετέχειν ἅπαντας τοὺς πολίτας ὅσοι ἀνυπεύθυνοι, ἄρχειν δὲ τὸν νόμον· ἕτερον δὲ εἶδος δημοκρατίας τὸ παντὶ μετεῖναι τῶν ἀρχῶν, ἐὰν μόνον ᾖ πολίτης, ἄρχειν δὲ τὸν νόμον· ἕτερον δὲ εἶδος δημοκρατίας τἆλλα μὲν εἶναι ταὐτά, κύριον δ' εἶναι τὸ πλῆθος καὶ μὴ τὸν νόμον.
374Aristoteles, Politica, 4, 1292B; 78 (auctor 384BC-322BC)
ὀλιγαρχίας δὲ εἴδη ἓν μὲν τὸ ἀπὸ τιμημάτων εἶναι τὰς ἀρχὰς τηλικούτων ὥστε τοὺς ἀπόρους μὴ μετέχειν, πλείους ὄντας, ἐξεῖναι δὲ τῷ κτωμένῳ μετέχειν τῆς πολιτείας, ἄλλο δέ, ὅταν ἀπὸ τιμημάτων μακρῶν ὦσιν αἱ ἀρχαὶ καὶ αἱρῶνται αὐτοὶ τοὺς ἐλλείποντας (ἂν μὲν οὖν ἐκ πάντων τούτων τοῦτο ποιῶσι, δοκεῖ τοῦτ' εἶναι μᾶλλον ἀριστοκρατικόν, ἐὰν δὲ ἐκ τινῶν ἀφωρισμένων, ὀλιγαρχικόν) · ἕτερον δ' εἶδος ὀλιγαρχίας, ὅταν παῖς ἀντὶ πατρὸς εἰσίῃ, τέταρτον δ', ὅταν ὑπάρχῃ τε τὸ νῦν λεχθὲν καὶ ἄρχῃ μὴ ὁ νόμος ἀλλ' οἱ ἄρχοντες.
375Aristoteles, Politica, 4; 85 (auctor 384BC-322BC)
τοῦτο μὲν οὖν εἶδος ἓν δημοκρατίας διὰ ταύτας τὰς αἰτίας· ἕτερον δὲ εἶδος διὰ τὴν ἐχομένην διαίρεσιν· ἔστι γὰρ καὶ πᾶσιν ἐξεῖναι τοῖς ἀνυπευθύνοις κατὰ τὸ γένος, μετέχειν μέντοι δυναμένους σχολάζειν· διόπερ ἐν τῇ τοιαύτῃ δημοκρατίᾳ οἱ νόμοι ἄρχουσι, διὰ τὸ μὴ εἶναι πρόσοδον.
376Aristoteles, Politica, 4; 86 (auctor 384BC-322BC)
τρίτον δ' εἶδος τὸ πᾶσιν ἐξεῖναι, ὅσοι ἂν ἐλεύθεροι ὦσι, μετέχειν τῆς πολιτείας, μὴ μέντοι μετέχειν διὰ τὴν προειρημένην αἰτίαν, ὥστ' ἀναγκαῖον καὶ ἐν ταύτῃ ἄρχειν τὸν νόμον.
377Aristoteles, Politica, 4, 1293A; 87 (auctor 384BC-322BC)
τέταρτον δὲ εἶδος δημοκρατίας ἡ τελευταία τοῖς χρόνοις ἐν ταῖς πόλεσι γεγενημένη.
378Aristoteles, Politica, 4; 91 (auctor 384BC-322BC)
τὰ μὲν οὖν τῆς δημοκρατίας εἴδη τοσαῦτα καὶ τοιαῦτα διὰ ταύτας τὰς ἀνάγκας ἐστίν, τάδε δὲ τῆς ὀλιγαρχίας· ὅταν μὲν πλείους ἔχωσιν οὐσίαν, ἐλάττω δὲ καὶ μὴ πολλὴν λίαν, τὸ τῆς πρώτης ὀλιγαρχίας εἶδός ἐστιν· ποιοῦσι γὰρ ἐξουσίαν μετέχειν τῷ κτωμένῳ, καὶ διὰ τὸ πλῆθος εἶναι τῶν μετεχόντων τοῦ πολιτεύματος ἀνάγκη μὴ τοὺς ἀνθρώπους ἀλλὰ τὸν νόμον εἶναι κύριον (ὅσῳ γὰρ ἂν πλεῖον ἀπέχωσι τῆς μοναρχίας, καὶ μήτε τοσαύτην ἔχωσιν οὐσίαν ὥστε σχολάζειν ἀμελοῦντες μήθ' οὕτως ὀλίγην ὥστε τρέφεσθαι ἀπὸ τῆς πόλεως, ἀνάγκη τὸν νόμον ἀξιοῦν αὐτοῖς ἄρχειν, ἀλλὰ μὴ αὐτούς) · ἐὰν δὲ δὴ ἐλάττους ὦσιν οἱ τὰς οὐσίας ἔχοντες ἢ οἱ τὸ πρότερον, πλείω δέ, τὸ τῆς δευτέρας ὀλιγαρχίας γίνεται εἶδος· μᾶλλον γὰρ ἰσχύοντες πλεονεκτεῖν ἀξιοῦσιν, διὸ αὐτοὶ μὲν αἱροῦνται ἐκ τῶν ἄλλων τοὺς εἰς τὸ πολίτευμα βαδίζοντας, διὰ δὲ τὸ μήπω οὕτως ἰσχυροὶ εἶναι ὥστ' ἄνευ νόμου ἄρχειν τὸν νόμον τίθενται τοιοῦτον.
379Aristoteles, Politica, 4; 93 (auctor 384BC-322BC)
ὅταν δὲ ἤδη πολὺ ὑπερτείνωσι ταῖς οὐσίαις καὶ ταῖς πολυφιλίαις, ἐγγὺς ἡ τοιαύτη δυναστεία μοναρχίας ἐστίν, καὶ κύριοι γίνονται οἱ ἄνθρωποι, ἀλλ' οὐχ ὁ νόμος· καὶ τὸ τέταρτον εἶδος τῆς ὀλιγαρχίας τοῦτ' ἐστίν, ἀντίστροφον τῷ τελευταίῳ τῆς δημοκρατίας.
380Aristoteles, Politica, 4; 94 (auctor 384BC-322BC)
ἔτι δ' εἰσὶ δύο πολιτεῖαι παρὰ δημοκρατίαν τε καὶ ὀλιγαρχίαν, ὧν τὴν μὲν ἑτέραν λέγουσί τε πάντες καὶ εἴρηται τῶν τεττάρων πολιτειῶν εἶδος ἕν (λέγουσι δὲ τέτταρας μοναρχίαν ὀλιγαρχίαν δημοκρατίαν, τέταρτον δὲ τὴν καλουμένην ἀριστοκρατίαν) · πέμπτη δ' ἐστὶν ἣ προσαγορεύεται τὸ κοινὸν ὄνομα πασῶν (πολιτείαν γὰρ καλοῦσιν) , ἀλλὰ διὰ τὸ μὴ πολλάκις γίνεσθαι λανθάνει τοὺς πειρωμένους ἀριθμεῖν τὰ τῶν πολιτειῶν εἴδη, καὶ χρῶνται ταῖς τέτταρσι μόνον (ὥσπερ Πλάτων) ἐν ταῖς πολιτείαις.
381Aristoteles, Politica, 4; 114 (auctor 384BC-322BC)
ἐν μὲν οὖν ταῖς πλείσταις πόλεσι τοῦτο τῆς πολιτείας εἶδος καλεῖται· μόνον γὰρ ἡ μίξις στοχάζεται τῶν εὐπόρων καὶ τῶν ἀπόρων, πλούτου καὶ ἐλευθερίας· (σχεδὸν γὰρ παρὰ τοῖς πλείστοις οἱ εὔποροι τῶν καλῶν κἀγαθῶν δοκοῦσι κατέχειν χώραν) · ἐπεὶ δὲ τρία ἐστὶ τὰ ἀμφισβητοῦντα τῆς ἰσότητος τῆς πολιτείας, ἐλευθερία πλοῦτος ἀρετή (τὸ γὰρ τέταρτον, ὃ καλοῦσιν εὐγένειαν, ἀκολουθεῖ τοῖς δυσίν· ἡ γὰρ εὐγένειά ἐστιν ἀρχαῖος πλοῦτος καὶ ἀρετή) , φανερὸν ὅτι τὴν μὲν τοῖν δυοῖν μίξιν, τῶν εὐπόρων καὶ τῶν ἀπόρων, πολιτείαν λεκτέον, τὴν δὲ τῶν τριῶν ἀριστοκρατίαν μάλιστα τῶν ἄλλων παρὰ τὴν ἀληθινὴν καὶ πρώτην.
382Aristoteles, Politica, 4; 128 (auctor 384BC-322BC)
περὶ μὲν οὖν βασιλείας διωρίσαμεν ἐν τοῖς πρώτοις λόγοις, ἐν οἷς περὶ τῆς μάλιστα λεγομένης βασιλείας ἐποιούμεθα τὴν σκέψιν, πότερον ἀσύμφορος ἢ συμφέρει ταῖς πόλεσιν, καὶ τίνα καὶ πόθεν δεῖ καθιστάναι, καὶ πῶς· τυραννίδος δ' εἴδη δύο μὲν διείλομεν ἐν οἷς περὶ βασιλείας ἐπεσκοποῦμεν, διὰ τὸ τὴν δύναμιν ἐπαλλάττειν πως αὐτῶν καὶ πρὸς τὴν βασιλείαν, διὰ τὸ κατὰ νόμον εἶναι ἀμφοτέρας ταύτας τὰς ἀρχάς (ἔν τε γὰρ τῶν βαρβάρων τισὶν αἱροῦνται αὐτοκράτορας μονάρχους, καὶ τὸ παλαιὸν ἐν τοῖς ἀρχαίοις Ἕλλησιν ἐγίγνοντό τινες μόναρχοι τὸν τρόπον τοῦτον, οὓς ἐκάλουν αἰσυμνήτας) , ἔχουσι δέ τινας πρὸς ἀλλήλας αὗται διαφοράς, ἦσαν δὲ διὰ μὲν τὸ κατὰ νόμον βασιλικαὶ καὶ διὰ τὸ μοναρχεῖν ἑκόντων, τυραννικαὶ δὲ διὰ τὸ δεσποτικῶς ἄρχειν καὶ κατὰ τὴν αὑτῶν γνώμην· τρίτον δὲ εἶδος τυραννίδος, ἥπερ μάλιστ' εἶναι δοκεῖ τυραννίς, ἀντίστροφος οὖσα τῇ παμβασιλείᾳ.
383Aristoteles, Politica, 4; 167 (auctor 384BC-322BC)
ὅπου μὲν οὖν ὑπερέχει τὸ τῶν ἀπόρων πλῆθος τὴν εἰρημένην ἀναλογίαν, ἐνταῦθα πέφυκεν εἶναι δημοκρατίαν, καὶ ἕκαστον εἶδος δημοκρατίας κατὰ τὴν ὑπεροχὴν τοῦ δήμου ἑκάστου, οἷον ἐὰν μὲν τὸ τῶν γεωργῶν ὑπερτείνῃ πλῆθος, τὴν πρώτην δημοκρατίαν, ἐὰν δὲ τὸ τῶν βαναύσων καὶ μισθαρνούντων, τὴν τελευταίαν, ὁμοίως δὲ καὶ τὰς ἄλλας τὰς μεταξὺ τούτων· ὅπου δὲ τὸ τῶν εὐπόρων καὶ γνωρίμων μᾶλλον ὑπερτείνει τῷ ποιῷ ἢ λείπεται τῷ ποσῷ, ἐνταῦθα ὀλιγαρχίαν, καὶ τῆς ὀλιγαρχίας τὸν αὐτὸν τρόπον ἕκαστον εἶδος κατὰ τὴν ὑπεροχὴν τοῦ ὀλιγαρχικοῦ πλήθους.
384Aristoteles, Politica, 4; 236 (auctor 384BC-322BC)
λέγω δὲ δύναμιν ἀρχῆς οἷον τὴν κυρίαν τῶν προσόδων καὶ τὴν κυρίαν τῆς φυλακῆς· ἄλλο γὰρ εἶδος δυνάμεως οἷον στρατηγίας καὶ τῆς τῶν περὶ τὴν ἀγορὰν συμβολαίων κυρίας.
385Aristoteles, Politica, 5; 65 (auctor 384BC-322BC)
καθ' ἕκαστον δ' εἶδος πολιτείας ἐκ τούτων μερίζοντας τὰ συμβαίνοντα δεῖ θεωρεῖν.
386Aristoteles, Politica, 6; 105 (auctor 384BC-322BC)
τὸ δὲ πᾶν ἕν τι τούτου ἐστὶν εἶδος, ἐπιμελείας πολεμικῶν.
387Aristoteles, Politica, 6; 109 (auctor 384BC-322BC)
αἱ μὲν οὖν πολιτικαὶ τῶν ἀρχῶν σχεδὸν τοσαῦταί τινές εἰσιν· ἄλλο δ' εἶδος ἐπιμελείας ἡ περὶ τοὺς θεούς, οἷον ἱερεῖς τε καὶ ἐπιμεληταὶ τῶν περὶ τὰ ἱερὰ τοῦ σῴζεσθαί τε τὰ ὑπάρχοντα καὶ ἀνορθοῦσθαι τὰ πίπτοντα τῶν οἰκοδομημάτων καὶ τῶν ἄλλων ὅσα τέτακται πρὸς τοὺς θεούς.
388Aristoteles, Politica, 7; 80 (auctor 384BC-322BC)
τὸ δ' εἶδος τῆς χώρας οὐ χαλεπὸν εἰπεῖν (δεῖ δ' ἔνια πείθεσθαι καὶ τοῖς περὶ τὴν στρατηγίαν ἐμπείροις) , ὅτι χρὴ μὲν τοῖς πολεμίοις εἶναι δυσέμβολον αὐτοῖς δ' εὐέξοδον.
389Aristoteles, Problemata, 11; 1 (auctor 384BC-322BC)
Διὰ τί τῶν αἰσθήσεων ἐκ γενετῆς μάλιστα τὴν ἀκοὴν πηροῦνται; ἢ ὅτι ἀπὸ τῆς αὐτῆς ἀρχῆς εἶναι δόξειεν ἂν ἥ τε ἀκοὴ καὶ ἡ φωνή; ῥᾷστα δὲ δοκεῖ διαφθείρεσθαι ἡ διάλεκτος οὖσα εἶδος φωνῆς, καὶ χαλεπώτατα ἐπιτελεῖσθαι.
390Aristoteles, Problemata, 30; 17 (auctor 384BC-322BC)
ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος· σημεῖον δὲ ὅτι προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδ' ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν.
391Aristoteles, Problemata, 30; 50 (auctor 384BC-322BC)
ὥσπερ γὰρ τὸ εἶδος ἕτεροι γίνονται οὐ τῷ πρόσωπον ἔχειν, ἀλλὰ τῷ ποιόν τι τὸ πρόσωπον, οἱ μὲν καλόν, οἱ δὲ αἰσχρόν, οἱ δὲ μηθὲν ἔχοντες περιττόν, οὗτοι δὲ μέσοι τὴν φύσιν, οὕτω καὶ οἱ μὲν μικρὰ μετέχοντες τῆς τοιαύτης κράσεως μέσοι εἰσίν, οἱ δὲ πλήθους ἤδη ἀνόμοιοι τοῖς πολλοῖς.
392Aristoteles, Rhetorica, 1, 2, 10; 16 (auctor 384BC-322BC)
φανερὸν δὲ καὶ ὅτι ἑκάτερον ἔχει ἀγαθὸν τὸ εἶδος τῆς ῥητορείας· καθάπερ γὰρ καὶ ἐν τοῖς μεθοδικοῖς εἴρηται, καὶ ἐν τούτοις ὁμοίως ἔχει· εἰσὶν γὰρ αἱ μὲν παραδειγματώδεις ῥητορεῖαι αἱ δὲ ἐνθυμηματικαί, καὶ ῥήτορες ὁμοίως οἱ μὲν παραδειγματώδεις οἱ δὲ ἐνθυμηματικοί.
393Aristoteles, Rhetorica, 1, 2, 21; 39 (auctor 384BC-322BC)
ἴδια δὲ ὅσα ἐκ τῶν περὶ ἕκαστον εἶδος καὶ γένος προτάσεών ἐστιν, οἷον περὶ φυσικῶν εἰσι προτάσεις ἐξ ὧν οὔτε ἐνθύμημα οὔτε συλλογισμὸς ἔστι περὶ τῶν ἠθικῶν, καὶ περὶ τούτων ἄλλαι ἐξ ὧν οὐκ ἔσται περὶ τῶν φυσικῶν· ὁμοίως δὲ τοῦτ' ἔχει ἐπὶ πάντων.
394Aristoteles, Rhetorica, 1, 4, 10; 12 (auctor 384BC-322BC)
ἔτι δὲ περὶ φυλακῆς τῆς χώρας μὴ λανθάνειν πῶς φυλάττεται, ἀλλὰ καὶ τὸ πλῆθος εἰδέναι τῆς φυλακῆς καὶ τὸ εἶδος καὶ τοὺς τόπους τῶν φυλακτηρίων (τοῦτο δ' ἀδύνατον μὴ ἔμπειρον ὄντα τῆς χώρας) , ἵν' εἴ τ' ἐλάττων ἡ φυλακὴ προστεθῇ καὶ εἴ τις περίεργος ἀφαιρεθῇ καὶ τοὺς ἐπιτηδείους τόπους τηρῶσι μᾶλλον.
395Aristoteles, Rhetorica, 1, 9, 35; 48 (auctor 384BC-322BC)
ἔχει δὲ κοινὸν εἶδος ὁ ἔπαινος καὶ αἱ συμβουλαί.
396Aristoteles, Rhetorica, 1, 11, 5; 8 (auctor 384BC-322BC)
λέγω δὲ ἀλόγους ὅσας μὴ ἐκ τοῦ ὑπολαμβάνειν ἐπιθυμοῦσιν (εἰσὶν δὲ τοιαῦται ὅσαι εἶναι λέγονται φύσει, ὥσπερ αἱ διὰ τοῦ σώματος ὑπάρχουσαι, οἷον ἡ τροφῆς δίψα καὶ πεῖνα, καὶ καθ' ἕκαστον εἶδος τροφῆς εἶδος ἐπιθυμίας, καὶ αἱ περὶ τὰ γευστὰ καὶ ἀφροδίσια καὶ ὅλως τὰ ἁπτά, καὶ περὶ ὀσμὴν [εὐωδίας] καὶ ἀκοὴν καὶ ὄψιν) , μετὰ λόγου δὲ ὅσας ἐκ τοῦ πεισθῆναι ἐπιθυμοῦσιν· πολλὰ γὰρ καὶ θεάσασθαι καὶ κτήσασθαι ἐπιθυμοῦσιν ἀκούσαντες καὶ πεισθέντες.
397Aristoteles, Rhetorica, 2, 19, 11; 11 (auctor 384BC-322BC)
καὶ εἰ τὸ γένος ὅλον τῶν δυνατῶν γενέσθαι, καὶ τὸ εἶδος, καὶ εἰ τὸ εἶδος, καὶ τὸ γένος, οἷον εἰ πλοῖον γενέσθαι δυνατόν, καὶ τριήρη, καὶ εἰ τριήρη, καὶ πλοῖον.
398Aristoteles, Rhetorica, 2, 20, 2; 4 (auctor 384BC-322BC)
παραδειγμάτων δὲ εἴδη δύο· ἓν μὲν γάρ ἐστιν παραδείγματος εἶδος τὸ λέγειν πράγματα προγενομένα, ἓν δὲ τὸ αὐτὸν ποιεῖν.
399Aristoteles, Rhetorica, 2, 22, 1; 1 (auctor 384BC-322BC)
περὶ δ' ἐνθυμημάτων καθόλου τε εἴπωμεν τίνα τρόπον δεῖ ζητεῖν, καὶ μετὰ ταῦτα τοὺς τόπους· ἄλλο γὰρ εἶδος ἑκάτερον τούτων ἐστίν.
400Aristoteles, Rhetorica, 2, 23, 28; 66 (auctor 384BC-322BC)
ἔστι δ' ὁ τόπος οὗτος τοῦ ἐνθυμήματος καὶ τὸ εἶδος ὅλη ἡ πρότερον Θεοδώρου τέχνη.
401Aristoteles, Rhetorica, 2, 26, 4; 4 (auctor 384BC-322BC)
οὐδὲ τὰ λυτικὰ ἐνθυμήματος εἶδός τί ἐστιν [ἄλλο τῶν κατασκευαστικῶν]· δῆλον γὰρ ὅτι λύει μὲν ἢ δείξας ἢ ἔνστασιν ἐνεγκών, ἀνταποδείκνυσι δὲ τὸ ἀντικείμενον, οἷον εἰ ἔδειξε ὅτι γέγονεν, οὗτος ὅτι οὐ γέγονεν, εἰ δὲ ὅτι οὐ γέγονεν, οὗτος ὅτι γέγονεν· ὥστε αὕτη μὲν οὐκ ἂν εἴη [ἡ] διαφορά (τοῖς αὐτοῖς γὰρ χρῶνται ἀμφότεροι· ὅτι γὰρ οὐκ ἔστιν ἢ ἔστιν, ἐνθυμήματα φέρουσιν) · ἡ δ' ἔνστασις οὐκ ἔστιν ἐνθύμημα, ἀλλά, καθάπερ ἐν τοῖς Τοπικοῖς, τὸ εἰπεῖν δόξαν τινὰ ἐξ ἧς ἔσται δῆλον ὅτι οὐ συλλελόγισται ἢ ὅτι ψεῦδός τι εἴληφεν.
402Aristoteles, Rhetorica, 3, 11, 9; 41 (auctor 384BC-322BC)
τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων· ἀλλ' ὅσῳ ἂν ἐν ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον.
403Aristoteles, Rhetorica, 3, 11, 14; 53 (auctor 384BC-322BC)
καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπ' εἴδους ἐπ' εἶδος εἰσίν· οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, « ὡς ὁ Καρπάθιός » , φασιν, « τὸν λαγώ » · ἄμφω γὰρ τὸ εἰρημένον πεπόνθασιν.
404Aristoteles, Rhetorica, 3, 13, 5; 10 (auctor 384BC-322BC)
δεῖ δὲ εἶδός τι λέγοντα καὶ διαφορᾷ ὄνομα τίθεσθαι· εἰ δὲ μή, γίνεται κενὸν καὶ ληρῶδες, οἷον Λικύμνιος ποιεῖ ἐν τῇ τέχνῃ, ἐπούρωσιν ὀνομάζων καὶ ἀποπλάνησιν καὶ ὄζους.
405Aristoteles, Rhetorica, 3, 17, 14; 22 (auctor 384BC-322BC)
τὰ δὲ πρὸς τὸν ἀντίδικον οὐχ ἕτερόν τι εἶδος, ἀλλὰ τῶν πίστεών ἐστι τὸ τὰ μὲν λῦσαι ἐνστάσει τὰ δὲ συλλογισμῷ.
406Aristoteles, Topica, 1, I 7; 3 (auctor 384BC-322BC)
Ἀριθμῷ γάρ ἢ εἴδει ἢ γένει τό ταὐτόν εἰώθαμεν προσαγορεύειν, ἀριθμῷ μέν ὧν ὀνόματα πλείω τό δέ πρᾶγμα ἕν, οἷον λώπιον καί ἱμάτιον, εἴδει δέ ὅσα πλείω ὄντα ἀδιάφορα κατά τό εἶδός ἐστι, καθάπερ ἄνθρωπος ἀνθρώπῳ καί ἵππος ἵππῳ· τά γάρ τοιαῦτα τῷ εἴδει λέγεται ταὐτά, ὅσα ὑπό ταὐτό εἶδος.
407Aristoteles, Topica, 1, I 7; 5 (auctor 384BC-322BC)
Δόξειε δ᾿ ἂν τό ἀπό τῆς αὐτῆς κρήνης ὕδωρ ταὐτόν λεγόμενον ἔχειν τινά διαφοράν παρά τούς εἰρημένους τρόπους· οὐ μήν ἀλλά καί τό τοιοῦτόν γε ἐν τῷ αὐτῷ τετάχθω τοῖς καθ᾿ ἓν εἶδος ὁπωσοῦν λεγομένοις.
408Aristoteles, Topica, 1, I 7; 7 (auctor 384BC-322BC)
Πᾶν μέν γάρ ὕδωρ παντί ταὐτόν τῷ εἴδει λέγεται διά τό ἔχειν τινά ὁμοιότητα, τό δ᾿ ἀπό τῆς αὐτῆς κρήνης ὕδωρ οὐδενί ἄλλῳ διαφέρει ἀλλ᾿ ἢ τῷ σφοδροτέραν εἶναι τήν ὁμοιότητα· διό οὐ χωρίζομεν αὐτό τῶν καθ᾿ ἓν εἶδος ὁπωσοῦν λεγομένων.
409Aristoteles, Topica, 1, I 15; 58 (auctor 384BC-322BC)
Ἔτι ἐπεί τό εἶδος οὐδενός ἐστι διαφορά σκοπεῖν τῶν ὑπό τό αὐτό ὄνομα εἰ τό μέν εἶδός ἐστι τό δέ διαφορά, οἷον τό λευκόν τό μέν ἐπί τοῦ σώματος εἶδος χρώματος, τό δ᾿ ἐπί τῆς φωνῆς διαφορά· διαφέρει γάρ φωνή φωνῆς τῷ λευκή εἶναι.
410Aristoteles, Topica, 2, II 4; 4 (auctor 384BC-322BC)
Νῦν μέν οὖν ἐκ τοῦ γένους περί τό εἶδος ἡ ἀπόδειξις· τό γάρ κρίνειν γένος τοῦ αἰσθάνεσθαι· ὁ γάρ αἰσθανόμενος κρίνει πως.
411Aristoteles, Topica, 3, III 3; 1 (auctor 384BC-322BC)
Ἔτι τῶν ὑπό τό αὐτό εἶδος τό ἔχον τήν οἰκείαν ἀρετήν τοῦ μή ἔχοντος.
412Aristoteles, Topica, 4, IV 1; 3 (auctor 384BC-322BC)
Ἂν δή τεθῇ γένος τινός τῶν ὄντων, πρῶτον μέν ἐπιβλέπειν ἐπί πάντα τά συγγενῆ τῷ λεχθέντι, εἴ τινος μή κατηγορεῖται, καθάπερ ἐπί τοῦ συμβεβηκότος, οἷον εἰ τῆς ἡδονῆς τἀγαθόν γένος κεῖται, εἴ τις ἡδονή μή ἀγαθόν· εἰ γάρ τοῦτο, δῆλον ὅτι οὐ γένος τἀγαθόν τῆς ἡδονῆς· τό γάρ γένος κατά πάντων τῶν ὑπό τό αὐτό εἶδος κατηγορεῖται.
413Aristoteles, Topica, 4, IV 1; 12 (auctor 384BC-322BC)
Ἔτι εἰ μή ἐν τῇ αὐτῇ διαιρέσει τό γένος καί τό εἶδος, ἀλλά τό μέν οὐσία τό δέ ποιόν, ἢ τό μέν πρός τι τό δέ ποιόν, οἷον ἡ μέν χιών καί ὁ κύκνος οὐσία, τό δέ λευκόν οὐκ οὐσία ἀλλά ποιόν, ὥστ᾿ οὐ γένος τό λευκόν τῆς χιόνος οὐδέ τοῦ κύκνου.
414Aristoteles, Topica, 4, IV 1; 14 (auctor 384BC-322BC)
Καθόλου δ᾿ εἰπεῖν, ὑπό τήν αὐτήν διαίρεσιν δεῖ τό γένος τῷ εἴδει εἶναι· εἰ γάρ τό εἶδος οὐσία, καί τό γένος, καί εἰ ποιόν τό εἶδος, καί τό γένος ποιόν τι, οἷον εἰ τό λευκόν ποιόν τι, καί τό χρῶμα.
415Aristoteles, Topica, 4, IV 1; 18 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι τά μέν εἴδη μετέχει τῶν γενῶν, τά δέ γένη τῶν εἰδῶν οὔ· τό μέν γάρ εἶδος ἐπιδέχεται τόν τοῦ γένους λόγον, τό δέ γένος τόν τοῦ εἴδους οὔ.
416Aristoteles, Topica, 4, IV 1; 20 (auctor 384BC-322BC)
Ἔτι εἰ κατά τινος τό ἀποδοθέν εἶδος ἀληθεύεται, τό δέ γένος μή, οἷον εἰ τό ὂν ἢ τό ἐπιστητόν τοῦ δοξαστοῦ γένος τεθείη.
417Aristoteles, Topica, 4, IV 1; 23 (auctor 384BC-322BC)
Ὥστ᾿ οὐ γένος τό ὂν οὐδέ τό ἐπιστητόν τοῦ δοξαστοῦ· καθ᾿ ὧν γάρ τό εἶδος κατηγορεῖται, καί τό γένος δεῖ κατηγορεῖσθαι.
418Aristoteles, Topica, 4, IV 1; 25 (auctor 384BC-322BC)
Ἂν οὖν ἡ κίνησις γένος τῆς ἡδονῆς τεθῇ, σκεπτέον εἰ μήτε φορά μήτ᾿ ἀλλοίωσις ἡ ἡδονή μήτε τῶν λοιπῶν τῶν ἀποδοθεισῶν κινήσεων μηδεμία· δῆλον γάρ ὅτι οὐδενός ἂν τῶν εἰδῶν μετέχοι· ὥστ᾿ οὐδέ τοῦ γένους, ἐπειδή ἀναγκαῖόν ἐστι τό τοῦ γένους μετέχον καί τῶν εἰδῶν τινός μετέχειν· ὥστ᾿ οὐκ ἂν εἴη εἶδος ἡ ἡδονή κινήσεως, οὐδέ τῶν ἀτόμων [οὐδέ] τῶν ὑπό τό εἶδος τό τῆς κινήσεως ὄντων.
419Aristoteles, Topica, 4, IV 1; 27 (auctor 384BC-322BC)
Ἔτι εἰ ἐπί πλέον λέγεται τοῦ γένους τό ἐν τῷ γένει τεθέν, οἷον τό δοξαστόν τοῦ ὄντος· καί γάρ τό ὂν καί τό μή ὂν δοξαστόν, ὥστ᾿ οὐκ εἴη τό δοξαστόν εἶδος τοῦ ὄντος· ἐπί πλέον γάρ ἀεί τό γένος τοῦ εἴδους λέγεται.
420Aristoteles, Topica, 4, IV 1; 28 (auctor 384BC-322BC)
Πάλιν εἰ ἐπ᾿ ἴσων τό εἶδος καί τό γένος λέγεται, οἷον εἰ τῶν πᾶσιν ἑπομένων τό μέν εἶδος τό δέ γένος τεθείη, καθάπερ τό ὂν καί τό ἕν· παντί γάρ τό ὂν καί τό ἕν, ὥστ᾿ οὐδέτερον οὐδετέρου γένος, ἐπειδή ἐπ᾿ ἴσων λέγεται.
421Aristoteles, Topica, 4, IV 1; 30 (auctor 384BC-322BC)
Στοιχεῖον δέ πρός ἅπαντα τά τοιαῦτα τό ἐπί πλέον τό γένος ἢ τό εἶδος καί τήν διαφοράν λέγεσθαι· ἐπ᾿ ἔλαττον γάρ καί ἡ διαφορά τοῦ γένους λέγεται.
422Aristoteles, Topica, 4, IV 1; 34 (auctor 384BC-322BC)
Τῶν γάρ διαίρεσιν ἐχουσῶν γραμμῶν οὐκ ἔστι τό εἰρημένον γένος, ἀδιαφόρων οὐσῶν κατά τό εἶδος· ἀδιάφοροι γάρ ἀλλήλαις κατά τό εἶδος αἱ εὐθεῖαι γραμμαί πᾶσαι.
423Aristoteles, Topica, 4, IV 2; 2 (auctor 384BC-322BC)
Ἔστι γάρ καί ἡ ἀρετή γένος, καί οὐδέτερον τῶν γενῶν τό λοιπόν περιέχει, ὥστ᾿ οὐκ ἂν εἴη ἡ ἐπιστήμη γένος τῆς δικαιοσύνης· δοκεῖ γάρ, ὅταν ἓν εἶδος ὑπό δύο γένη ᾖ, τό ἕτερον ὑπό τοῦ ἑτέρου περιέχεσθαι.
424Aristoteles, Topica, 4, IV 2; 18 (auctor 384BC-322BC)
Πάλιν ἐφ᾿ ὧν τό εἶδος τό τεθέν ὡς γένος κατηγορεῖται, σκοπεῖν εἰ καί τό ἀποδοθέν γένος ἐν τῷ τί ἐστιν αὐτῶν τούτων κατηγορεῖται ὧνπερ τό εἶδος, ὁμοίως δέ καί εἰ τά ἐπάνω τοῦ γένους πάντα.
425Aristoteles, Topica, 4, IV 2; 19 (auctor 384BC-322BC)
Εἰ γάρ που διαφωνεῖ, δῆλον ὅτι οὐ γένος τό ἀποδοθέν· εἰ γάρ ἦν γένος, ἅπαντ᾿ ἂν καί τά ἐπάνω τούτου καί αὐτό τοῦτο ἐν τῷ τί ἐστι κατηγορεῖτο, ὧνπερ καί τό εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται.
426Aristoteles, Topica, 4, IV 2; 20 (auctor 384BC-322BC)
Ἀνασκευάζοντι μέν οὖν χρήσιμον, εἰ μή κατηγορεῖται τό γένος ἐν τῷ τί ἐστιν ὧνπερ καί τό εἶδος κατηγορεῖται· κατασκευάζοντι δ᾿, εἰ κατηγορεῖται ἐν τῷ τί ἐστι, χρήσιμον.
427Aristoteles, Topica, 4, IV 2; 21 (auctor 384BC-322BC)
Συμβήσεται γάρ τό γένος καί τό εἶδος τοῦ αὐτοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, ὥστε τό αὐτό ὑπό δύο γένη γίνεται.
428Aristoteles, Topica, 4, IV 2; 23 (auctor 384BC-322BC)
Ἂν οὖν δειχθῇ, ὃ βουλόμεθα γένος κατασκευάσαι, μή ὂν ὑπό τό εἶδος, δῆλον ὅτι τό εἶδος ὑπό τοῦτ᾿ ἂν εἴη, ὥστε δεδειγμένον ἂν εἴη ὅτι γένος τοῦτο.
429Aristoteles, Topica, 4, IV 2; 24 (auctor 384BC-322BC)
Σκοπεῖν δέ καί τούς λόγους τῶν γενῶν, εἰ ἐφαρμόττουσιν ἐπί τε τό ἀποδοθέν εἶδος καί τά μετέχοντα τοῦ εἴδους.
430Aristoteles, Topica, 4, IV 2; 32 (auctor 384BC-322BC)
Διαφορά γάρ ἀριθμοῦ τό περιττόν, οὐκ εἶδός ἐστιν.
431Aristoteles, Topica, 4, IV 2; 33 (auctor 384BC-322BC)
Οὐδέ δοκεῖ μετέχειν ἡ διαφορά τοῦ γένους· πᾶν γάρ τό μετέχον τοῦ γένους ἢ εἶδος ἢ ἄτομόν ἐστιν, ἡ δέ διαφορά οὔτε εἶδος οὔτε ἄτομόν ἐστιν.
432Aristoteles, Topica, 4, IV 2; 34 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι οὐ μετέχει τοῦ γένους ἡ διαφορά, ὥστ᾿ οὐδέ τό περιττόν εἶδος ἂν εἴη ἀλλά διαφορά, ἐπειδή οὐ μετέχει τοῦ γένους.
433Aristoteles, Topica, 4, IV 2; 35 (auctor 384BC-322BC)
Ἔτι εἰ τό γένος εἰς τό εἶδος ἔθηκεν, οἷον τήν ἅψιν ὅπερ συνοχήν ἢ τήν μίξιν ὅπερ κρᾶσιν, ἢ ὡς Πλάτων ὁρίζεται φοράν τήν κατά τόπον κίνησιν.
434Aristoteles, Topica, 4, IV 2; 38 (auctor 384BC-322BC)
Δῆλον δ᾿ ὅτι καί ἐπί πλέον λέγεται τό εἶδος τοῦ γένους ἐν τοῖς ἀποδοθεῖσι, δέον ἀνάπαλιν γίνεσθαι.
435Aristoteles, Topica, 4, IV 2; 39 (auctor 384BC-322BC)
Πάλιν εἰ τήν διαφοράν εἰς τό εἶδος ἔθηκεν, οἷον τό ἀθάνατον ὅπερ θεόν.
436Aristoteles, Topica, 4, IV 2; 40 (auctor 384BC-322BC)
Συμβήσεται γάρ ἐπ᾿ ἴσης ἢ ἐπί πλεῖον τό εἶδος λέγεσθαι· ἀεί γάρ ἡ διαφορά ἐπ᾿ ἴσης ἢ ἐπί πλεῖον τό εἶδος λέγεται.
437Aristoteles, Topica, 4, IV 2; 46 (auctor 384BC-322BC)
Ἔτι εἰ πρότερον φύσει τό εἶδος καί συναναιρεῖ τό γένος· δοκεῖ γάρ τό ἐναντίον.
438Aristoteles, Topica, 4, IV 2; 47 (auctor 384BC-322BC)
Ἔτι εἰ ἐνδέχεται ἀπολιπεῖν τό εἰρημένον γένος ἢ τήν διαφοράν, οἷον ψυχήν τό κινεῖσθαι ἢ δόξαν τό ἀληθές καί ψεῦδος, οὐκ ἂν εἴη τῶν εἰρημένων οὐδέτερον γένος οὐδέ διαφορά· δοκεῖ γάρ τό γένος καί ἡ διαφορά παρακολουθεῖν, ἕως ἂν ᾖ τό εἶδος.
439Aristoteles, Topica, 4, IV 3; 2 (auctor 384BC-322BC)
Ἔτι εἴ τινος κοινωνεῖ τό εἶδος, ὃ ἀδύνατον ὅλως ὑπάρχειν τοῖς ὑπό τό γένος.
440Aristoteles, Topica, 4, IV 3; 3 (auctor 384BC-322BC)
Οἷον εἰ ἡ ψυχή τῆς ζωῆς κοινωνεῖ, τῶν δ᾿ ἀριθμῶν μηδένα δυνατόν ζῆν, οὐκ ἂν εἴη εἶδος ἀριθμοῦ ἡ ψυχή.
441Aristoteles, Topica, 4, IV 3; 4 (auctor 384BC-322BC)
Σκεπτέον δέ καί εἰ ὁμώνυμον τό εἶδος τῷ γένει, στοιχείοις χρώμενον τοῖς εἰρημένοις πρός τό ὁμώνυμον· συνώνυμον γάρ τό γένος καί τό εἶδος.
442Aristoteles, Topica, 4, IV 3; 5 (auctor 384BC-322BC)
Ἐπεί δέ παντός γένους εἴδη πλείω, σκοπεῖν εἰ μή ἐνδέχεται ἕτερον εἶδος εἶναι τοῦ εἰρημένου γένους· εἰ γάρ μή ἐστι, δῆλον ὅτι οὐκ ἂν εἴη ὅλως γένος τό εἰρημένον.
443Aristoteles, Topica, 4, IV 3; 12 (auctor 384BC-322BC)
Ἔτι εἰ ἐναντίον τινί καί τό γένος καί τό εἶδος, καί τῶν μέν ἔστι τι μεταξύ, τῶν δέ μή.
444Aristoteles, Topica, 4, IV 3; 19 (auctor 384BC-322BC)
Σκοπεῖν δέ καί εἰ τό μέν γένος ἐναντίον τινί, τό δέ εἶδος μηδενί.
445Aristoteles, Topica, 4, IV 3; 20 (auctor 384BC-322BC)
Εἰ γάρ τό γένος ἐναντίον τινί, καί τό εἶδος, καθάπερ ἀρετή κακίᾳ καί δικαιοσύνη ἀδικίᾳ.
446Aristoteles, Topica, 4, IV 3; 22 (auctor 384BC-322BC)
Ἔνστασις ἐπί τῆς ὑγιείας καί νόσου· ἁπλῶς μέν γάρ πᾶσα ὑγίεια νόσῳ ἐναντίον, ἡ δέ τις νόσος εἶδος ὂν νόσου οὐδενί ἐναντίον, οἷον ὁ πυρετός καί ἡ ὀφθαλμία καί τῶν ἄλλων ἕκαστον.
447Aristoteles, Topica, 4, IV 4; 14 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ᾖ πρός τι τό εἶδος, σκοπεῖν εἰ καί τό γένος πρός τι· εἰ γάρ τό εἶδος τῶν πρός τι, καί τό γένος, καθάπερ ἐπί τοῦ διπλασίου καί πολλαπλασίου· ἑκάτερον γάρ τῶν πρός τι.
448Aristoteles, Topica, 4, IV 4; 15 (auctor 384BC-322BC)
Εἰ δέ τό γένος τῶν πρός τι, οὐκ ἀνάγκη καί τό εἶδος· ἡ μέν γάρ ἐπιστήμη τῶν πρός τι, ἡ δέ γραμματική οὔ.
449Aristoteles, Topica, 4, IV 4; 17 (auctor 384BC-322BC)
Πάλιν εἰ μή πρός ταὐτό λέγεται τό εἶδος καθ᾿ αὑτό τε καί κατά τό γένος, οἷον εἰ τό διπλάσιον ἡμίσεος λέγεται διπλάσιον, καί τό πολλαπλάσιον ἡμίσεος δεῖ λέγεσθαι.
450Aristoteles, Topica, 4, IV 4; 22 (auctor 384BC-322BC)
Πάλιν εἰ ὡσαύτως λέγεται τό γένος καί τό εἶδος κατά τάς πτώσεις, οἷον εἰ τινί ἢ τινός ἢ ὁσαχῶς ἄλλως.
451Aristoteles, Topica, 4, IV 4; 23 (auctor 384BC-322BC)
Ὡς γάρ τό εἶδος, καί τό γένος, καθάπερ ἐπί τοῦ διπλασίου καί τῶν ἐπάνω· τινός γάρ καί τό διπλάσιον καί τό πολλαπλάσιον.
452Aristoteles, Topica, 4, IV 4; 30 (auctor 384BC-322BC)
Πάλιν εἰ μή πρός ἴσα τό εἶδος καί τό γένος λέγεται· ὁμοίως γάρ καί ἰσαχῶς ἑκάτερον δοκεῖ λέγεσθαι, καθάπερ ἐπί τῆς δωρεας καί τῆς δόσεως.
453Aristoteles, Topica, 4, IV 4; 35 (auctor 384BC-322BC)
Ἢ οὐ καθόλου ἀληθές τό πρός ἴσα τό εἶδος καί τό γένος λέγεσθαι.
454Aristoteles, Topica, 4, IV 5; 8 (auctor 384BC-322BC)
Οὐκ ἐνδέχεται δ᾿, εἴπερ εἶδος ἡ πίστις ὑπολήψεως· οὐ γάρ ἐνδέχεται τό αὐτό ἔτι διαμένειν, ἄνπερ ἐκ τοῦ εἴδους ὅλως μεταβάλῃ, καθάπερ οὐδέ τό αὐτό ζῷον ὁτέ μέν ἄνθρωπον εἶναι ὁτέ δέ μή.
455Aristoteles, Topica, 4, IV 5; 10 (auctor 384BC-322BC)
Ὁρᾶν δέ καί εἰ ἔν τινι τῷ αὐτῷ πέφυκεν ἄμφω γίνεσθαι· ἐν ᾧ γάρ τό εἶδος, καί τό γένος, οἷον ἐν ᾧ τό λευκόν, καί τό χρῶμα, καί ἐν ᾧ γραμματική, καί ἐπιστήμη.
456Aristoteles, Topica, 4, IV 5; 11 (auctor 384BC-322BC)
Ἐάν οὖν τις τήν αἰσχύνην φόβον εἴπῃ ἢ τήν ὀργήν λύπην, οὐ συμβήσεται ἐν τῷ αὐτῷ τό εἶδος καί τό γένος ὑπάρχειν· ἡ μέν γάρ αἰσχύνη ἐν τῷ λογιστικῷ, ὁ δέ φόβος ἐν τῷ θυμοειδεῖ, καί ἡ μέν λύπη ἐν τῷ ἐπιθυμητικῷ (ἐν τούτῳ γάρ καί ἡ ἡδονή), ἡ δέ ὀργή ἐν τῷ θυμοειδεῖ, ὥστ᾿ οὐ γένη τά ἀποδοθέντα, ἐπειδή οὐκ ἐν τῷ αὐτῷ τοῖς εἴδεσι πέφυκε γίνεσθαι.
457Aristoteles, Topica, 4, IV 5; 14 (auctor 384BC-322BC)
Πάλιν εἰ κατά τι τό εἶδος τοῦ εἰρημένου γένους μετέχει· οὐ δοκεῖ γάρ κατά τι μετέχεσθαι τό γένος· οὐ γάρ ἐστιν ὁ ἄνθρωπος κατά τι ζῷον, οὐδ᾿ ἡ γραμματική κατά τι ἐπιστήμη· Ὁμοίως δέ καί ἐπί τῶν ἄλλων.
458Aristoteles, Topica, 4, IV 6; 7 (auctor 384BC-322BC)
Ὥστε καί τό ἓν εἶδος ἂν εἴη τοῦ ὄντος.
459Aristoteles, Topica, 4, IV 6; 8 (auctor 384BC-322BC)
Συμβαίνει οὖν κατά πάντων, ὧν τό γένος κατηγορεῖται, καί τό εἶδος κατηγορεῖσθαι, ἐπειδή τό ὂν καί τό ἓν κατά πάντων ἁπλῶς κατηγορεῖται, δέον ἐπ᾿ ἔλαττον τό εἶδος κατηγορεῖσθαι.
460Aristoteles, Topica, 4, IV 6; 16 (auctor 384BC-322BC)
Ἔτι ἐκ τοῦ μᾶλλον καί ἧττον, ἀνασκευάζοντι μέν, εἰ τό γένος δέχεται τό μᾶλλον, τό δ᾿ εἶδος μή δέχεται μήτ᾿ αὐτό μήτε τό κατ᾿ ἐκεῖνο λεγόμενον.
461Aristoteles, Topica, 4, IV 6; 18 (auctor 384BC-322BC)
Εἰ οὖν τό μέν ἀποδοθέν γένος τό μᾶλλον δέχεται, τό δ᾿ εἶδος μή δέχεται μήτ᾿ αὐτό μήτε τό κατ᾿ ἐκεῖνο λεγόμενον, οὐκ ἂν εἴη γένος τό ἀποδοθέν.
462Aristoteles, Topica, 4, IV 6; 21 (auctor 384BC-322BC)
Ἡ αὐτή δέ σκέψις καί ἐπί τοῦ εἴδους πρός ἄλλο τι συγκρίνοντι· εἰ γάρ τό μᾶλλον ἢ τό ὁμοίως δοκοῦν εἶναι ἐν τῷ ἀποδοθέντι γένει μή ἐστιν ἐν τῷ γένει, δῆλον ὅτι οὐδέ τό ἀποδοθέν εἶδος εἴη ἂν ἐν τῷ γένει.
463Aristoteles, Topica, 4, IV 6; 22 (auctor 384BC-322BC)
Ἀναιροῦντι μέν οὖν καθάπερ εἴρηται χρηστέον· κατασκευάζοντι δέ, εἰ μέν ἐπιδέχεται τό μᾶλλον τό τε ἀποδοθέν γένος καί τό εἶδος, οὐ χρήσιμος ὁ τόπος· οὐδέν γάρ κωλύει ἀμφοτέρων ἐπιδεχομένων μή εἶναι θάτερον θατέρου γένος.
464Aristoteles, Topica, 4, IV 6; 27 (auctor 384BC-322BC)
Εἰ γάρ ὁμοίως τόδε καί τόδε τοῦ προκειμένου εἶδος, εἰ θάτερον εἶδος, καί τό λοιπόν· καί εἰ τό ἧττον δοκοῦν εἶδός ἐστι, καί τό μᾶλλον.
465Aristoteles, Topica, 4, IV 6; 29 (auctor 384BC-322BC)
Εἰ δ᾿ ἓν τό ἀποδοθέν εἶδός ἐστι, σκοπεῖν εἰ καί κατ᾿ ἄλλων εἰδῶν τό γένος ἐν τῷ τί ἐστι κατηγορεῖται· πάλιν γάρ συμβήσεται κατά πλειόνων καί διαφόρων αὐτό κατηγορεῖσθαι.
466Aristoteles, Topica, 5, V 3; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον οὐσίαν ἧς εἶδός ἐστιν ἄνθρωπος τινί προσκέχρηται τῶν τούτου, οὐκ ἂν εἴη καλῶς κείμενον τό ἴδιον.
467Aristoteles, Topica, 5, V 5; 17 (auctor 384BC-322BC)
Δεήσει γάρ ἓν εἶδος εἶναι τῶν λεχθέντων, ὅταν τό τῷ εἴδει προστεθῇ· τοῦτο δ᾿ ἐπ᾿ ἐνίων οὐ συμπίπτει, καθάπερ οὐδ᾿ ἐπί τοῦ πυρός.
468Aristoteles, Topica, 5, V 5; 18 (auctor 384BC-322BC)
Οὐ γάρ ἐστιν ἓν εἶδος τοῦ πυρός· ἕτερον γάρ ἐστι τῷ εἴδει ἄνθραξ καί φλόξ καί φῶς, ἕκαστον αὐτῶν πῦρ ὄν.
469Aristoteles, Topica, 5, V 5; 19 (auctor 384BC-322BC)
Διά τοῦτο δ᾿ οὐ δεῖ, ὅταν τῷ εἴδει προστεθῇ, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μέν μᾶλλον τοῖς δ᾿ ἧττον ὑπάρξει τό λεχθέν ἴδιον, καθάπερ ἐπί τοῦ πυρός τό λεπτομερέστατον· λεπτομερέστερον γάρ ἐστι τό φῶς τοῦ ἄνθρακος καί τῆς φλογός.
470Aristoteles, Topica, 6, VI 3; 14 (auctor 384BC-322BC)
Ἔτι εἴ τι τῶν ἐν τῷ λόγῳ μή πᾶσιν ὑπάρχει τοῖς ὑπό ταὐτό εἶδος· ὁ γάρ τοιοῦτος χεῖρον ὥρισται τῶν χρωμένων ὃ πᾶσιν ὑπάρχει τοῖς οὖσιν.
471Aristoteles, Topica, 6, VI 3; 16 (auctor 384BC-322BC)
Εἰ δέ τι τῶν ἐν τῷ λόγῳ μή πᾶσιν ὑπάρχει τοῖς ὑπό ταὐτό εἶδος, ἀδύνατον ὅλον τόν λόγον ἴδιον εἶναι· οὐ γάρ ἀντικατηγορηθήσεται τοῦ πράγματος.
472Aristoteles, Topica, 6, VI 3; 17 (auctor 384BC-322BC)
Οἷον τό ζῷον πεζόν δίπουν τετράπηχυ· ὁ γάρ τοιοῦτος λόγος οὐκ ἀντικατηγορεῖται τοῦ πράγματος διά τό μή πᾶσιν ὑπάρχειν τοῖς ὑπό ταὐτόν εἶδος τό τετράπηχυ.
473Aristoteles, Topica, 6, VI 4; 18 (auctor 384BC-322BC)
Συναναιρεῖ γάρ τό γένος καί ἡ διαφορά τό εἶδος, ὥστε πρότερα ταῦτα τοῦ εἴδους.
474Aristoteles, Topica, 6, VI 4; 19 (auctor 384BC-322BC)
Ἔστι δέ καί γνωριμώτερα· τοῦ μέν γάρ εἴδους γνωριζομένου ἀνάγκη καί τό γένος καί τήν διαφοράν γνωρίζεσθαι (ὁ γάρ ἄνθρωπον γνωρίζων καί ζῷον καί πεζόν γνωρίζει), τοῦ δέ γένους ἢ τῆς διαφορᾶς γνωριζομένης οὐκ ἀνάγκη καί τό εἶδος γνωρίζεσθαι, ὥστε ἀγνωστότερον τό εἶδος.
475Aristoteles, Topica, 6, VI 6; 7 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ ἀληθεύεται μέν, μή ποιεῖ δέ προστιθεμένη τῷ γένει εἶδος.
476Aristoteles, Topica, 6, VI 6; 8 (auctor 384BC-322BC)
Δῆλον γάρ ὅτι οὐκ ἂν εἴη αὕτη εἰδοποιός διαφορά τοῦ γένους· πᾶσα γάρ εἰδοποιός διαφορά μετά τοῦ γένους εἶδος ποιεῖ.
477Aristoteles, Topica, 6, VI 6; 22 (auctor 384BC-322BC)
Πάλιν εἰ τό εἶδος ὡς διαφοράν ἀπέδωκε, καθάπερ οἱ τόν προπηλακισμόν ὕβριν μετά χλευασίας ὁριζόμενοι· ἡ γάρ χλευασία ὕβρις τις, ὥστ᾿ οὐ διαφορά ἀλλ᾿ εἶδος ἡ χλευασία.
478Aristoteles, Topica, 6, VI 6; 31 (auctor 384BC-322BC)
Ἔτι εἰ κατηγορεῖται τοῦ γένους ἡ διαφορά ἢ τό εἶδος ἢ τῶν κάτωθέν τι τοῦ εἴδους, οὐκ ἂν εἴη ὡρισμένος· οὐδέν γάρ τῶν εἰρημένων ἐνδέχεται τοῦ γένους κατηγορεῖσθαι, ἐπειδή τό γένος ἐπί πλεῖστον πάντων λέγεται.
479Aristoteles, Topica, 6, VI 6; 34 (auctor 384BC-322BC)
Ἔτι διαφοραί πᾶσι ἢ εἴδη ἢ ἄτομα ἔσται, εἴπερ ζῷα· ἕκαστον γάρ τῶν ζῴων ἢ εἶδός ἐστιν ἢ ἄτομον.
480Aristoteles, Topica, 6, VI 6; 35 (auctor 384BC-322BC)
Ὁμοίως δέ σκεπτέον καί εἰ τό εἶδος ἢ τῶν ὑποκάτω τι τοῦ εἴδους τῆς διαφορᾶς κατηγορεῖται· ἀδύνατον γάρ, ἐπειδή ἐπί πλέον ἡ διαφορά τῶν εἰδῶν λέγεται.
481Aristoteles, Topica, 6, VI 6; 36 (auctor 384BC-322BC)
Ἔτι συμβήσεται τήν διαφοράν εἶδος εἶναι, εἴπερ κατηγορεῖταί τι αὐτῆς τῶν εἰδῶν· εἰ γάρ κατηγορεῖται ἄνθρωπος, δῆλον ὅτι ἡ διαφορά ἄνθρωπός ἐστιν.
482Aristoteles, Topica, 6, VI 6; 40 (auctor 384BC-322BC)
Εἰ δέ μή, συμβήσεται καί εἶδος τό αὐτό ἐν δύο γένεσιν εἶναι μή περιέχουσιν ἄλληλα· ἐπιφέρει γάρ ἑκάστη τῶν διαφορῶν τό οἰκεῖον γένος, καθάπερ τό πεζόν καί τό δίπουν τό ζῷον συνεπιφέρει.
483Aristoteles, Topica, 6, VI 6; 42 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι τό εἶδος ἐν δύο γένεσιν οὐ περιέχουσιν ἄλληλα.
484Aristoteles, Topica, 6, VI 8; 18 (auctor 384BC-322BC)
Ἐάν δέ καί ἀποδῷ τό εἰρημένον, ἐπί τά εἴδη ἀκτέον τόν τιθέμενον ἰδέας εἶναι· οὐ γάρ ἐστιν ἰδέα φαινομένου οὐδενός, τό δ᾿ εἶδος πρός τό εἶδος δοκεῖ λέγεσθαι, οἷον αὐτή ἐπιθυμία αὐτοῦ ἡδέος καί αὐτή βούλησις αὐτοῦ ἀγαθοῦ.
485Aristoteles, Topica, 6, VI 9; 5 (auctor 384BC-322BC)
Ἔτι ἐπί τῶν πρός τι σκοπεῖν εἰ πρός ὃ τό γένος ἀποδίδοται, τό εἶδος πρός ἐκεῖνό τι ἀποδίδοται, οἷον εἰ ἡ ὑπόληψις πρός ὑποληπτόν, ἡ τίς ὑπόληψις πρός τι ὑποληπτόν, καί εἰ τό πολλαπλάσιον πρός τό πολλοστημόριον, τό τί πολλαπλάσιον πρός τό τί πολλοστημόριον· εἰ γάρ μή οὕτως ἀποδίδοται, δῆλον ὅτι ἡμάρτηται.
486Aristoteles, Topica, 6, VI 10; 8 (auctor 384BC-322BC)
Πέπονθε δέ τοῦτο καί ὁ Διονυσίου τῆς ζωῆς ὅρος, εἴπερ ἐστί κίνησις γένους θρεπτοῦ σύμφυτος παρακολουθοῦσα· οὐδέν γάρ μᾶλλον τοῦτο τοῖς ζῴοις ἢ τοῖς φυτοῖς ὑπάρχει· ἡ δέ ζωή οὐ καθ᾿ ἓν εἶδος δοκεῖ λέγεσθαι, ἀλλ᾿ ἑτέρα μέν τοῖς ζῴοις ἑτέρα δέ τοῖς φυτοῖς ὑπάρχειν.
487Aristoteles, Topica, 6, VI 10; 9 (auctor 384BC-322BC)
Ἐνδέχεται μέν οὖν καί κατά προαίρεσιν οὕτως ἀποδοῦναι τόν ὅρον ὡς συνωνύμου καί καθ᾿ ἓν εἶδος πάσης τῆς ζωῆς λεγομένης· οὐδέν δέ κωλύει καί συνορῶντα τήν ὁμωνυμίαν, καί θατέρου βουλόμενον τόν ὁρισμόν ἀποδοῦναι, λαθεῖν μή ἴδιον ἀλλά κοινόν ἀμφοῖν λόγον ἀποδόντα.
488Aristoteles, Topica, 7, VII 4; 3 (auctor 384BC-322BC)
Καί τῶν ἄλλων δέ τούς μάλιστα κοινούς· οὗτοι γάρ ἐνεργότατοι τῶν λοιπῶν, οἷον τό τ᾿ ἐπιβλέπειν ἐπί τό καθ᾿ ἕκαστα, καί ἐπί τῶν εἰδῶν σκοπεῖν εἰ ἐφαρμόττει ὁ λόγος, ἐπειδή συνώνυμον τό εἶδος.
489Auctores varii 005, Supplementum adnotationum, 5, 1367B
VI, § 76: Πέλανοι δὲ κοινοί πᾶσι θεοῖς, κέκληνται δὲ ἀπὸ τοῦ σχήματος, ὥσπερ ὁ βοῦς· πέμμα γάρ ἐστι κέρατα ἔχον πεπηγμένα, προσθερόμενον Ἀπόλλωνι, καὶ Ἀρτέμιδι, καὶ Ἑκάτῃ, καὶ Σελήνῃ, μελιττοῦτα μέντοι Τροφωνίῳ, καὶ ἀρεστὴρ (quod nomen similitudinem quamdam habere videtur cum gratilla Arnobii) καὶ ὑγίεια ὁμοίως· καὶ γὰρ ὑγίεια μάζης ἐστὶν εἶδος.
490Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 13; 6
καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα Ἄνθρωπος θεοῦ ἦλθεν πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι.
491Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 31
καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.
492Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 32
ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ· αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ.
493Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 24; 10
καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ Ισραηλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.
494Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 24; 17
τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ.
495Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 26; 30
καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει.
496Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 28; 33
καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ· τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλῳ·
497Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 43
καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τῆς ἁφῆς λευκὴ πυρρίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ,
498Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 8; 4
καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ χρυσῆ, ὁ καυλὸς αὐτῆς καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος, ὃ ἔδειξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησεν τὴν λυχνίαν.
499Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 15
Καὶ τῇ ἡμέρᾳ, ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωί.
500Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 16
οὕτως ἐγίνετο διὰ παντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.