'εγκρατής' - search in All Authors, Showing 1 to 45 of 45 hits

1Aristoteles, De caelo, 2, 8, 6; 16 (auctor 384BC-322BC)
Ὅπερ αἴτιον ἴσως καὶ τοῦ στίλβειν φαίνεσθαι τοὺς ἀστέρας τοὺς ἐνδεδεμένους, τοὺς δὲ πλάνητας μὴ στίλβειν· οἱ μὲν γὰρ πλάνητες ἐγγύς εἰσιν, ὥστ´ ἐγκρατὴς οὖσα πρὸς αὐτοὺς ἀφικνεῖται ἡ ὄψις· πρὸς δὲ τοὺς μένοντας κραδαίνεται διὰ τὸ μῆκος, ἀποτεινομένη πόρρω λίαν.
2Aristoteles, Ethica Eudemia, 2; 153 (auctor 384BC-322BC)
ἔτι δ' ὁ ἐγκρατὴς δικαιοπραγήσει, καὶ μᾶλλον τῆς ἀκρασίας.
3Aristoteles, Ethica Eudemia, 2; 183 (auctor 384BC-322BC)
ἐναντίας γὰρ ὁρμὰς ἔχων αὐτὸς ἕκαστος αὑτῷ πράττει, ὥσθ' ὅ τ' ἐγκρατὴς βίᾳ, φασίν, ἀφέλκει αὑτὸν ἀπὸ τῶν ἡδέων ἐπιθυμιῶν (ἀλγεῖ γὰρ ἀφέλκων πρὸς ἀντιτείνουσαν τὴν ὄρεξιν) , ὅ τ' ἀκρατὴς βίᾳ παρὰ τὸν λογισμόν.
4Aristoteles, Ethica Eudemia, 2; 186 (auctor 384BC-322BC)
ὁ δ' ἐγκρατὴς ἐφ' ἃ πέπεισται ἄγει, καὶ πορεύεται οὐ βίᾳ, ἀλλ' ἑκών.
5Aristoteles, Ethica Nicomachea, 3, 4; 5 (auctor 384BC-322BC)
καὶ ὁ ἀκρατὴς ἐπιθυμῶν μὲν πράττει, προαιρούμενος δ' οὔ· ὁ ἐγκρατὴς δ' ἀνάπαλιν προαιρούμενος μέν, ἐπιθυμῶν δ' οὔ.
6Aristoteles, Ethica Nicomachea, 7, 2; 1 (auctor 384BC-322BC)
δοκεῖ δὴ ἥ τε ἐγκράτεια καὶ καρτερία τῶν σπουδαίων καὶ [τῶν] ἐπαινετῶν εἶναι, ἡ δ' ἀκρασία τε καὶ μαλακία τῶν φαύλων καὶ ψεκτῶν, καὶ ὁ αὐτὸς ἐγκρατὴς καὶ ἐμμενετικὸς τῷ λογισμῷ, καὶ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ λογισμοῦ.
7Aristoteles, Ethica Nicomachea, 7, 2; 2 (auctor 384BC-322BC)
καὶ ὁ μὲν ἀκρατὴς εἰδὼς ὅτι φαῦλα πράττει διὰ πάθος, ὁ δ' ἐγκρατὴς εἰδὼς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι οὐκ ἀκολουθεῖ διὰ τὸν λόγον.
8Aristoteles, Ethica Nicomachea, 7, 3; 11 (auctor 384BC-322BC)
ἔτι εἰ μὲν ἐν τῷ ἐπιθυμίας ἔχειν ἰσχυρὰς καὶ φαύλας ὁ ἐγκρατής, οὐκ ἔσται ὁ σώφρων ἐγκρατὴς οὐδ' ὁ ἐγκρατὴς σώφρων· οὔτε γὰρ τὸ ἄγαν σώφρονος οὔτε τὸ φαύλας ἔχειν.
9Aristoteles, Ethica Nicomachea, 7, 4; 3 (auctor 384BC-322BC)
ἔστι δ' ἀρχὴ τῆς σκέψεως, πότερον ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατής εἰσι τῷ περὶ ἃ ἢ τῷ ὣς ἔχοντες τὴν διαφοράν, λέγω δὲ πότερον τῷ περὶ ταδὶ εἶναι μόνον ἀκρατὴς ὁ ἀκρατής, ἢ οὒ ἀλλὰ τῷ ὥς, ἢ οὒ ἀλλ' ἐξ ἀμφοῖν· ἔπειτ' εἰ περὶ πάντ' ἐστὶν ἀκρασία καὶ ἐγκράτεια ἢ οὔ.
10Aristoteles, Ethica Nicomachea, 7, 8; 1 (auctor 384BC-322BC)
περὶ δὲ τὰς δι' ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς, περὶ ἃς ἥ τε ἀκολασία καὶ ἡ σωφροσύνη διωρίσθη πρότερον, ἔστι μὲν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ ἥττους· τούτων δ' ὁ μὲν περὶ ἡδονὰς ἀκρατὴς ὃ δ' ἐγκρατής, ὁ δὲ περὶ λύπας μαλακὸς ὃ δὲ καρτερικός.
11Aristoteles, Ethica Nicomachea, 7, 8; 9 (auctor 384BC-322BC)
ἀντίκειται δὲ τῷ μὲν ἀκρατεῖ ὁ ἐγκρατής, τῷ δὲ μαλακῷ ὁ καρτερικός· τὸ μὲν γὰρ καρτερεῖν ἐστὶν ἐν τῷ ἀντέχειν, ἡ δ' ἐγκράτεια ἐν τῷ κρατεῖν, ἕτερον δὲ τὸ ἀντέχειν καὶ κρατεῖν, ὥσπερ καὶ τὸ μὴ ἡττᾶσθαι τοῦ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας ἐστίν.
12Aristoteles, Ethica Nicomachea, 7, 10; 1 (auctor 384BC-322BC)
πότερον οὖν ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ καὶ ὁποιᾳοῦν προαιρέσει ἐμμένων ἢ ὁ τῇ ὀρθῇ, καὶ ἀκρατὴς δὲ ὁ ὁποιᾳοῦν μὴ ἐμμένων προαιρέσει καὶ ὁποιῳοῦν λόγῳ ἢ ὁ τῷ μὴ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ ὀρθῇ, ὥσπερ ἠπορήθη πρότερον· ἢ κατὰ μὲν συμβεβηκὸς ὁποιᾳοῦν, καθ' αὑτὸ δὲ τῷ ἀληθεῖ λόγῳ καὶ τῇ ὀρθῇ προαιρέσει ὃ μὲν ἐμμένει ὃ δ' οὐκ ἐμμένει· εἰ γάρ τις τοδὶ διὰ τοδὶ αἱρεῖται ἢ διώκει, καθ' αὑτὸ μὲν τοῦτο διώκει καὶ αἱρεῖται, κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον.
13Aristoteles, Ethica Nicomachea, 7, 10; 5 (auctor 384BC-322BC)
ὃ μὲν γὰρ διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει [ὁ ἐγκρατής], ἐπεὶ εὔπειστος, ὅταν τύχῃ, ἔσται ὁ ἐγκρατής· οἳ δὲ οὐχ ὑπὸ λόγου, ἐπεὶ ἐπιθυμίας γε λαμβάνουσι, καὶ ἄγονται πολλοὶ ὑπὸ τῶν ἡδονῶν.
14Aristoteles, Ethica Nicomachea, 7, 11; 1 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἔστι τις καὶ τοιοῦτος οἷος ἧττον ἢ δεῖ τοῖς σωματικοῖς χαίρειν, καὶ οὐκ ἐμμένων τῷ λόγῳ, ὁ [τοιοῦτος] τούτου καὶ τοῦ ἀκρατοῦς μέσος ὁ ἐγκρατής· ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλόν τι, οὗτος δὲ διὰ τὸ ἧττόν τι· ὁ δ' ἐγκρατὴς ἐμμένει καὶ οὐδὲ δι' ἕτερον μεταβάλλει.
15Aristoteles, Ethica Nicomachea, 7, 11; 3 (auctor 384BC-322BC)
ἐπεὶ δὲ καθ' ὁμοιότητα πολλὰ λέγεται, καὶ ἡ ἐγκράτεια ἡ τοῦ σώφρονος καθ' ὁμοιότητα ἠκολούθηκεν· ὅ τε γὰρ ἐγκρατὴς οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδονὰς ποιεῖν καὶ ὁ σώφρων, ἀλλ' ὃ μὲν ἔχων ὃ δ' οὐκ ἔχων φαύλας ἐπιθυμίας, καὶ ὃ μὲν τοιοῦτος οἷος μὴ ἥδεσθαι παρὰ τὸν λόγον, ὃ δ' οἷος ἥδεσθαι ἀλλὰ μὴ ἄγεσθαι.
16Aristoteles, Ethica Nicomachea, 9, 8; 13 (auctor 384BC-322BC)
καὶ ἐγκρατὴς δὲ καὶ ἀκρατὴς λέγεται τῷ κρατεῖν τὸν νοῦν ἢ μή, ὡς τούτου ἑκάστου ὄντος· καὶ πεπραγέναι δοκοῦσιν αὐτοὶ καὶ ἑκουσίως τὰ μετὰ λόγου μάλιστα.
17Aristoteles, Magna moralia, 1, 13, 1; 2 (auctor 384BC-322BC)
ὁ γὰρ ἐγκρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν ἐπαινεῖται γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις.
18Aristoteles, Magna moralia, 1, 13, 1; 3 (auctor 384BC-322BC)
εἰ δ' ἐστὶν τὸ κατὰ τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον ὁ δ' ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει ὥστε ὁ ἐγκρατὴς οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής.
19Aristoteles, Magna moralia, 1, 33, 3; 7 (auctor 384BC-322BC)
κατὰ μὲν γὰρ ταῦτα τὰ δίκαια ἔστιν καθ' ἑαυτὸν ὄντα δίκαιον εἶναι (ὁ γὰρ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ ὁ ἐγκρατὴς καὶ αὐτὸς καθ' ἑαυτόν ἐστι τοιοῦτος) ἀλλὰ τὸ δίκαιον τὸ πρὸς ἕτερον ἄλλο τοῦ εἰρημένου κατὰ νόμον δικαίου ἐστίν.
20Aristoteles, Magna moralia, 2, 6, 7; 12 (auctor 384BC-322BC)
Ἀλλὰ δὴ καὶ ταῦτ' ἄν τις ἀπορήσειεν ἐπεὶ γὰρ δοκεῖ ὁ σώφρων καὶ ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς ἐπιθυμίας; εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων ἐπιθυμιῶν κρατεῖ) εἰ δέ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας, οὐκέτι ἔσται σώφρων (ὁ γὰρ σώφρων ἐστὶν ὁ μὴ ἐπιθυμῶν μηδὲ πάσχων μηθέν).
21Aristoteles, Magna moralia, 2, 6, 9; 17 (auctor 384BC-322BC)
Πάλιν δ' αὖ διαμαρτανέτω τῷ λόγῳ, καὶ τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, ἡ δ' ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά ἐγκρατὴς δέ γέ ἐστιν ὁ ἐπιθυμῶν μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον οὐκοῦν ὁ διαμαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ ἐπιθυμία ἤγαγεν) ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός ὁ ἄρα ἐγκρατὴς ἔσται ποτὲ ψεκτός.
22Aristoteles, Magna moralia, 2, 6, 19; 47 (auctor 384BC-322BC)
οὐ γάρ ἐστιν οὔτ' ἐγκρατὴς οὔτ' ἀκρατὴς ὁ τῷ λόγῳ διεψευσμένος, ἀλλὰ ὁ λόγον ἔχων ὀρθὸν καὶ τούτῳ τὰ φαῦλα ὄντα κρίνων καὶ τὰ καλά, καὶ ἀκρατὴς μὲν ὁ τῷ τοιούτῳ λόγω ἀπειθῶν, ἐγκρατὴςδὲ ὁ πειθόμενος καὶ μὴ ὑπὸ τῶν ἐπιθυμιῶν ἀγόμενος οὐδὲ γὰρ ᾧ τινι οὐ δοκεῖ τὸν πατέρα τύπτειν αἰσχρὸν εἶναι, ἐπιθυμῶν δὲ τύπτειν, ὁ τούτου ἀπεχόμενος ἐγκρατής ἐστι ὥστε εἰ μή ἐστιν ἐπὶ τῶν τοιούτων μήτε ἐγκράτεια μήτε ἀκρασία, οὐδ' ἂν ἐπαινετὴ εἴη ἡ ἀκρασία οὐδὲ ψεκτὴ ἡ ἐγκράτεια, ὥσπερ ἐδόκει.
23Aristoteles, Magna moralia, 2, 6, 27; 65 (auctor 384BC-322BC)
Πότερον δὲ καὶ ἡ ἐγκράτεια καὶ ἡ καρτερία ταὐτόν ἐστιν; ἢ οὔ; ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν.
24Aristoteles, Magna moralia, 2, 6, 37; 84 (auctor 384BC-322BC)
Πότερον δ' ὁ σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς ἐπάνω, νῦν δὲ λέγωμεν.
25Aristoteles, Magna moralia, 2, 6, 38; 85 (auctor 384BC-322BC)
ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής ὁ γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνουσῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.
26Aristoteles, Magna moralia, 2, 6, 38; 86 (auctor 384BC-322BC)
ἔστιν δὲ σώφρων ὁ μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν, ὁ δ' ἐγκρατὴς ὁ ἐπιθυμίας ἔχων φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν ὥστ' ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγκρατής, καὶ ἔσται ὁ σώφρων ἐγκρατής, ἀλλ' οὐχ ὁ ἐγκρατὴς σώφρων.
27Aristoteles, Magna moralia, 2, 6, 38; 87 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ σώφρων ὁ μὴ πάσχων, ὁ δ' ἐγκρατὴς ὁ πάσχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν οὐδέτερον δὲ τούτων τῷ σώφρονι ὑπάρχει διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.
28Aristoteles, Topica, 4, IV 5; 3 (auctor 384BC-322BC)
Διαμαρτάνουσι δέ καί οἱ τήν ἕξιν εἰς τήν ἀκολουθοῦσαν δύναμιν τάττοντες, οἷον τήν πραότητα ἐγκράτειαν ὀργῆς καί τήν ἀνδρίαν καί τήν δικαιοσύνην φόβων καί κερδῶν· ἀνδρεῖος μέν γάρ καί πρᾶος ὁ ἀπαθής λέγεται, ἐγκρατής δ᾿ ὁ πάσχων καί μή ἀγόμενος.
29Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 6; 3
καὶ ὁ ἄγγελος τῷ παιδαρίῳ εἶπεν Ἐπιλαβοῦ καὶ ἐγκρατὴς τοῦ ἰχθύος γενοῦ. καὶ ἐκράτησεν τὸ παιδάριον τοῦ ἰχθύος καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὴν γῆν.
30Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 8; 21
γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής, ἐὰν μὴ ὁ θεὸς δῷ – καὶ τοῦτο δ’ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις – , ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου
31Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 6; 27
ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν·
32Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 15; 1
Ὁ φοβούμενος κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·
33Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 27; 30
Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα, καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.
34Constantinus I, Epistolae, 8, 0530B (auctor c.272–337)
ἣν ἀρξάμενος σέβειν, ἐγκρατὴς γενήσῃ τῆς τοῦ Δαβὶδ βασιλείας, καὶ τοῦ σοφωτάτου Σολομῶντος.
35Desiderius Erasmus, Adagia, Chiliades, 4, 4099; 4 (opus 1508)
Carmen sic habet: Ὁρᾶς παραρρείθροισι χειμάροις ὅσα Δένδρῶν ὑπείκει͵ κλῶνας ὡς  ἐκσῴζεται͵ Σά δʹ ἀντιτείνοντʹ αὐτόπρεμνʹ ἀπόλλυται Αὕτως δέ ναός ὅστις ἐγκρατής πόδα Σείνας  ὑπείκει μηδέν‚ ὑπτίος  κάτω Στρέψας τό λοιπόν σέλμασιν ναυτίλλεται, id est Vides, ut in torrentium decursibus Quae cedit arbor surculos servat suos, At quae resistit, stirpe cum ipsa deperit.
36Hieronymus Stridonensis, De viris illustribus, 23, 0630A (auctor 340-420)
Λούκιος Ἄννεως Σενέκας Κορδουβήνσιος, Σωτίωνος Στωϊκοῦ μαθητὴς, καὶ θεῖος πρὸς πατρὸς Λουκανοῦ τοῦ ποιητοῦ, πανὺ ἐγκρατὴς, ὃν οὐ πάντως κατηρίθμουν ἐν τῷ καταλόγῳ τῶν ἁγίων, εἰ μὴ αἱ ἐπιστολαὶ τούτου προὔτρεπον, αἱ παρὰ πολλῶν ἀναγινωσκόμεναι Παύλου πρὸς Σενέκαν καὶ Σενέκα πρὸς Παῦλον.
37Plato, Cratylos, p1, 391; 10 (auctor c.425BC-347BC)
ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.
38Plato, Cratylos, p1, 393; 7 (auctor c.425BC-347BC)
κατὰ γὰρ τὸν αὐτὸν λόγον κἂν ἐκ βασιλέως γίγνηταί τι ἔκγονον, βασιλεὺς κλητέος· εἰ δὲ ἐν ἑτέραις συλλαβαῖς ἢ ἐν ἑτέραις τὸ αὐτὸ σημαίνει, οὐδὲν πρᾶγμα· οὐδ' εἰ πρόσκειταί τι γράμμα ἢ ἀφῄρηται, οὐδὲν οὐδὲ τοῦτο, ἕως ἂν ἐγκρατὴς ᾖ ἡ οὐσία τοῦ πράγματος δηλουμένη ἐν τῷ ὀνόματι.
39Plato, Cratylos, p1, 405; 7 (auctor c.425BC-347BC)
διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ «Ἀειβάλλων» ἐστίν.
40Plato, Epistolae, 1f, 331; 6 (auctor c.425BC-347BC)
κατὰ δὴ τοῦτον τὸν τρόπον ἐγὼ ὑμῖν τ' ἂν συμβουλεύοιμι, συνεβούλευον δὲ καὶ Διονυσίῳ μετὰ Δίωνος, ζῆν μὲν τὸ καθ' ἡμέραν πρῶτον, ὅπως ἐγκρατὴς αὐτὸς αὑτοῦ ὅτι μάλιστα ἔσεσθαι μέλλοι καὶ πιστοὺς φίλους τε καὶ ἑταίρους κτήσεσθαι, ὅπως μὴ πάθοι ἅπερ ὁ πατὴρ αὐτοῦ, ὃς παραλαβὼν Σικελίας πολλὰς καὶ μεγάλας πόλεις ὑπὸ τῶν βαρβάρων ἐκπεπορθημένας, οὐχ οἷός τ' ἦν κατοικίσας πολιτείας ἐν ἑκάσταις καταστήσασθαι πιστὰς ἑταίρων ἀνδρῶν, οὔτε ἄλλων δή
41Plato, Leges, 1, 645; 10 (auctor c.425BC-347BC)
Ἀθηναῖος οὐκοῦν εἰς ταὐτὸν ἀφικνεῖται τὴν τῆς ψυχῆς ἕξιν τῇ τότε ὅτε νέος ἦν παῖς· Κλεινίας τί μήν· Ἀθηναῖος ἥκιστα δὴ τότ' ἂν αὐτὸς αὑτοῦ γίγνοιτο ἐγκρατής.
42Plato, Leges, 1g, 839; 3 (auctor c.425BC-347BC)
κατὰ φύσιν μὲν γὰρ πρῶτον κεῖται, λύττης δὲ ἐρωτικῆς καὶ μανίας καὶ μοιχειῶν πασῶν καὶ πωμάτων καὶ σίτων εἴργεσθαι ποιεῖ τῶν ἀμέτρων πάντων, γυναιξί τε αὑτῶν οἰκείους εἶναι φίλους· ἄλλα τε πάμπολλα ἀγαθὰ γίγνοιτ' ἄν, εἰ τοῦ νόμου τις τούτου δύναιτο ἐγκρατὴς εἶναι.
43Plato, Leges, 1k, 966; 6 (auctor c.425BC-347BC)
Ἀθηναῖος ἆρα οὖν ἴσμεν ὅτι δύ' ἐστὸν τὼ περὶ θεῶν ἄγοντε εἰς πίστιν, ὅσα διήλθομεν ἐν τοῖς πρόσθεν· Κλεινίας ποῖα· Ἀθηναῖος ἓν μὲν ὃ περὶ τὴν ψυχὴν ἐλέγομεν, ὡς πρεσβύτατόν τε καὶ θειότατόν ἐστιν πάντων ὧν κίνησις γένεσιν παραλαβοῦσα ἀέναον οὐσίαν ἐπόρισεν· ἓν δὲ τὸ περὶ τὴν φοράν, ὡς ἔχει τάξεως, ἄστρων τε καὶ ὅσων ἄλλων ἐγκρατὴς νοῦς ἐστιν τὸ πᾶν διακεκοσμηκώς.
44Plato, Respublica, 1e, 499; 9 (auctor c.425BC-347BC)
εἰ τοίνυν ἄκροις εἰς φιλοσοφίαν πόλεώς τις ἀνάγκη ἐπιμεληθῆναι ἢ γέγονεν ἐν τῷ ἀπείρῳ τῷ παρεληλυθότι χρόνῳ ἢ καὶ νῦν ἔστιν ἔν τινι βαρβαρικῷ τόπῳ, πόρρω που ἐκτὸς ὄντι τῆς ἡμετέρας ἐπόψεως, ἢ καὶ ἔπειτα γενήσεται, περὶ τούτου ἕτοιμοι τῷ λόγῳ διαμάχεσθαι, ὡς γέγονεν ἡ εἰρημένη πολιτεία καὶ ἔστιν καὶ γενήσεταί γε, ὅταν αὕτη ἡ Μοῦσα πόλεως ἐγκρατὴς γένηται.
45Plato, Theaetetus, p1, 197; 12 (auctor c.425BC-347BC)
οἷον ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢν μὴ φορῶν, ἔχειν μὲν οὐκ ἂν αὐτὸν αὐτό, κεκτῆσθαί γε μὴν φαῖμεν.