'εναντίον' - search in All Authors, Showing 1 to 500 of 952 hits      Show next 452

1Agapetus I, Epistolae, 66, 0049A
Καὶ τρόπον τινά τεθαυμάκαμεν, ὅτι τοῦτο τὸ ἔργον οὕτω φανερῶς τοῖς πατρικοῖς ψηφίσμασιν ἐναντίον ἡ ὑμετέρα ἀδελφότης, οὐ μόνον εἰς γνῶσιν ἡμετέραν ἐνεγκεῖν ἠμέλησεν, ἀλλὰ καὶ ἐπιληψίμῳ ἐβεβαίωσε συναινέσει.
2Agapetus I, Epistolae, 66, 0049C
Κοινὴν τοιγαροῦν, ἀδελφοὶ, χαρὰν εὐσεβεῖ ἀγαλλιάσει ὑποδέξασθε, καὶ ὁπόσον ὑμεῖς τῆς ἀποστολικῆς ἡμῶν καθέδρας ἀποδέχεσθε τὴν κρίσιν, τῇ συνήθει σημάνατε ἀντιγραφῇ, ἔχοντες διπλῆν εὐφροσύνης αἰτίαν, ὅτι τε καὶ τὰ φαῦλα διωρθώθη ἄνευ παρολκῆς, καὶ ἀντὶ τούτων τὰ ἐκταῖα παρηκολούθησε, τοῦ λοιποῦ προφλαττόμενοι, ἵνα μὴ αὖθις τοῖς κανονικοῖς θεσπίσμασιν ἐναντίον τι δι' ὑμῶν, ὅπερ ἀπέστω, γένηται, ἤ τῇ ὑμετέρᾳ στερχθείη συναινέσει.
3Agatho papa, Epistolae, 87, 1179C
Τοιγαροῦν εἰς τὸ παρ' αὐτοῦ ἀνθρώπινον [L., εἰ παρ' αὐτοῦ τὸ ἀνθρώπινον] θέλημα, καθὼς ἡ φύσις, προσελήφθη, καὶ ἐσώθη, καὶ ὅπερ παρὰ τοῦ προσλαβομένου ἐσώθη, οὐκ ἠδύνατο εἶναι αὐτῷ ἐναντίον.
4Agatho papa, Epistolae, 87, 1179C
Οὐδὲν γὰρ ἐναντίον ἑαυτῷ ὁ Δημιουργὸς τῶν ὅλων ἔκτισεν, ἢ διὰ τοῦ μυστηρίου τῆς Ἐνανθρωπήσεως προσέλαβε.
5Agatho papa, Epistolae, 87, 1187D
Ὁπόταν λέγῃ ὁ ἅγιος Γρηγόριος ὁ Ναζιανζοῦ, Τὸ γὰρ ἐκείνου θέλειν τοῦ ἐν τῷ Σωτῆρι νοουμένου ἀνθρώπου δείκνυσι τὸ ἀνθρώπινον τοῦ Σωτῆρος θέλημα δι' αὐτῆς τῆς ἑνώσεως τῆς πρὸς τὸν Λόγον θεωθῆναι, καὶ διὰ τοῦτο μὴ εἶναι ἐναντίον Θεῷ.
6Agatho papa, Epistolae, 87, 1210A
Καὶ γὰρ ἡ πνευματικὴ εὐωδία τῆς γνώσεως, ὅθεν τῶν [ἣν τῶν] Πατέρων ἀναπνέει τὰ ῥήματα, ἐνώπιον τῶν ὀφθαλμῶν καθέστηκε, καὶ τῶν αἱρετικῶν ἡ ἀπάνθρωπος δυσωδία ἀπὸ Πάντων τῶν πιστῶν ἐξουδενώθη· καὶ ὅτι οἱ τοῦ [ἐξουδενωθῇ καὶ ἐπειδὴ οἱ τοῦ] καινοῦ δόγματος ἐφευρεταὶ τῶν αἱρετικῶν ἀκόλουθοι ἐδείχθησαν, καὶ οὐ τοῖς ἁγίοις Πατράσιν ἑπόμενοι, μήτε τοῦτο ἀπέμεινεν [ἀπομείνῃ] ἄγνωστον· τοιγαροῦν ὁσονδήποτέ τις τὴν ἰδίαν πλάνην θελήσει χρωματίσαι, ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἐλέγχεται, καθὼς καὶ ὁ Ἀπόστολος τῶν ἐθνῶν διδάσκει· « Πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν· » ἐπειδὴ ἡ ἀλήθεια ἀεὶ σταθερὰ καὶ ἡ αὐτὴ διαμένει, τὸ δὲ ψεῦδος ἀεὶ ποικίλλεται, καὶ ἐν τῷ ποικίλλεσθαι φανεροῦται, καὶ ἐξελέγχεται ἑαυτῷ τοῦτο ἐναντίον εἶναι.
7Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0569C
Ἕτερος γὰρ νόμος ἐν τοῖς μέλεσιν αὐτοῦ, ἢ θέλημα διάφορον ἢ ἐναντίον οὐ γέγονε τῷ Πατρὶ [f. Σωτῆρι], ἐντεῦθεν δεικνὺς, οὐχ ὡς οὐκ εἶχεν ἀνθρώπινον θέλημα καὶ φυσικόν· οὐ γὰρ λέξας φαίνεται τοῦτο, ἀλλ' ὅτιπερ ὡς ἄνθρωπος οὔτε κατὰ σῶμα διὰ τῶν μελῶν τὴν οἱανοῦν ἐκέκτητο παρὰ φύσιν ἐνέργειαν, οὔτε μὴν κατὰ ψυχὴν θελήματος ἐναντίαν ἢ παράλογον κίνησιν, ὥσπερ ἡμεῖς, ἐπειδὴ καὶ ὑπὲρ νόμον ἀνθρωπίνης φύσεως ἐτέχθη.
8Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571A
Καὶ ἵν' ἐπιτόμως εἴπω· διὰ τοῦ ἑνὸς θελήματος, τὸ μόνην τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως τὴν θείαν προκαθηγήσασθαι θέλησιν δηλοῦν αὐτὸν οἶναι· διὰ δὲ τοῦ μὴ ὑπάρχειν θελήματος διαφορὰν, τὸ ἐναντίον οὐκ ἔχων ἢ ἀντιπρᾶττον, ἀλλὰ τὸ συμβαῖνον δι' ὅλου καὶ ἡνωμένον· ὅθεν ἡνίκα μὲν τὴν ἡμετέραν φύσιν ἐκ τῆς θεότητος προσειλῆφθαι λέγῃ, θελήματος ἑνὸς μνημονεύει· ἡνίκα δὲ τὸ, οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, εἰς μέσον τῷ λόγῳ προτίθησι, τὸν ἀριθμὸν ἀφεὶς, οὐκ εἰσὶ ταῦτά, φησι, διαφόρου θελήματος, τουτέστιν ἐναντίου καὶ ἀντικειμένου.
9Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571A
Εἰ γὰρ ἐναντίον οὐκ εἶχεν, φυσικὸν εἶχεν ὡς ἄνθρωπος.
10Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0571B
Τὸ γὰρ οὐκ ἐναντίον, φυσικὸν πάντως, καὶ οὐδεὶς ἀντερεῖ· οὐδὲν γὰρ ἐν τῇ φύσει ἢ τοῖς κατὰ φύσιν παντελῶς ἐναντίον. Δέος οὖν πολλὰ βαίνειν [f. ἐπιβαλεῖν], ὃ μὴ κυρίως ἐν τοῖς ἑαυτοῦ γέγραφε λόγοις, καὶ μηχανᾶσθαι τοὺς δι' ἐναντίας οἰκείας δοξης ὡς οὐκ ἀρίστης ἐπικάλυμμα ποιεῖν τ' ἀνδρὸς τὰ γράμματα, καθ' ἕτερον ταῦτα παρὰ τὸν ἐκείνου σκοπὸν παρεξηγουμένους.
11Aristoteles, Physica, 1, 7; 21
λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον· τοῦτο γὰρ οὐκ ἐναντίον.
12Aristoteles, Physica, 1, 7; 27
μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ οὕτως ὂν ὡς τὸ τόδε τι, μία δὲ ἧς ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ, ἡ στέρησις.
13Aristoteles, Physica, 1, 9; 8
ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ, τὸ μὲν ἐναντίον αὐτῷ φαμεν εἶναι, τὸ δὲ ὃ πέφυκεν ἐφίεσθαι καὶ ὀρέγεσθαι αὐτοῦ κατὰ τὴν αὑτοῦ φύσιν.
14Aristoteles, Physica, 1, 9; 9
τοῖς δὲ συμβαίνει τὸ ἐναντίον ὀρέγεσθαι τῆς αὑτοῦ φθορᾶς.
15Aristoteles, Physica, 1, 9; 10
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
16Aristoteles, Physica, 2, 1; 26
εἰ δ' ἔστιν στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἁπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον.
17Aristoteles, Physica, 3, 6; 20
ὅλως γὰρ καὶ χωρὶς τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν ᾖ πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡρά κλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ (ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί)· πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.
18Aristoteles, Physica, 4, 14; 37
οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον· διὸ αἰεὶ οὐκ ἔστιν, ὅτι ἐναντίον τῷ αἰεὶ ὄντι.
19Aristoteles, Physica, 4, 14; 38
ὅσων δὲ τὸ ἐναντίον μὴ αἰεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μή, καὶ ἔστιν γένεσις καὶ φθορὰ αὐτῶν.
20Aristoteles, Physica, 5, 1; 21
οὐδὲ δὴ ἡ φθορὰ κίνησις· ἐναντίον μὲν γὰρ κινήσει ἢ κίνησις ἢ ἠρεμία, ἡ δὲ φθορὰ γενέσει ἐναν τίον.
21Aristoteles, Physica, 5, 1; 23
τὰ δ' ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέ ρησις κείσθω ἐναντίον), καὶ δηλοῦται καταφάσει, τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
22Aristoteles, Physica, 5, 2; 1
Κατ' οὐσίαν δ' οὐκ ἔστιν κίνησις διὰ τὸ μηδὲν εἶναι οὐσίᾳ τῶν ὄντων ἐναντίον.
23Aristoteles, Physica, 5, 2; 26
ἡ δ' ἐν τῷ αὐτῷ εἴδει μεταβολὴ ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀλλοίωσίς ἐστιν· ἢ γὰρ ἐξ ἐναντίου ἢ εἰς ἐναντίον κίνησίς ἐστιν, ἢ ἁπλῶς ἢ πῄ· ἐπὶ μὲν γὰρ τὸ ἧττον ἰοῦσα εἰς τοὐναντίον λεχθήσεται μεταβάλ λειν, ἐπὶ δὲ τὸ μᾶλλον ὡς ἐκ τοὐναντίου εἰς αὐτό.
24Aristoteles, Physica, 5, 2; 28
ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆ λον· ἀκίνητον δ' ἐστὶ τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος, καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμε νον ἢ τὸ βραδέως ἀρχόμενον, ὃ λέγεται δυσκίνητον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινή των μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
25Aristoteles, Physica, 5, 3; 4
| ἐν ἐλα χίστοις δ' ἐστὶ τὸ μεταξὺ τρισίν· ἔσχατον μὲν γάρ | ἐστι τῆς μεταβολῆς τὸ ἐναντίον,> | μεταξὺ δὲ εἰς ὃ πέφυκε πρότερον ἀφικνεῖσθαι τὸ μεταβάλλον ἢ εἰς ὃ ἔσχατον μεταβάλλει κατὰ φύσιν συνεχῶς μεταβάλλον.
26Aristoteles, Physica, 5, 3; 7
ἐναντίον δὲ κατὰ τόπον τὸ κατ' εὐθεῖαν ἀπέχον πλεῖστον· ἡ γὰρ ἐλαχίστη πεπέρανται, μέ τρον δὲ τὸ πεπερασμένον.
27Aristoteles, Physica, 5, 5; 2
διαιρετέον δὲ πρῶτον πότερον ἐναντία κίνησις ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό (οἷον ἡ ἐξ ὑγι είας τῇ εἰς ὑγίειαν), οἷον καὶ γένεσις καὶ φθορὰ δοκεῖ, ἢ ἡ ἐξ ἐναντίων (οἷον ἡ ἐξ ὑγιείας τῇ ἐκ νόσου), ἢ ἡ εἰς ἐναντία (οἷον ἡ εἰς ὑγίειαν τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου τῇ εἰς ἐναν τίον (οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου εἰς ἐναν τίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον (οἷον ἡ ἐξ ὑγιείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγίειαν).
28Aristoteles, Physica, 5, 5; 4
ἔστι δ' ἡ μὲν ἐξ ἐναντίου τῇ εἰς ἐναντίον οὐκ ἐναντία, οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς νόσον· ἡ αὐτὴ γὰρ καὶ μία.
29Aristoteles, Physica, 5, 5; 6
οὐδ' ἡ ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου· ἅμα μὲν γὰρ συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ με ταξύ – ἀλλὰ περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, ἀλλὰ μᾶλλον τὸ εἰς ἐναντίον μεταβάλλειν δόξειεν ἂν εἶναι αἴτιον τῆς ἐναν τιώσεως ἢ τὸ ἐξ ἐναντίου· ἡ μὲν γὰρ ἀπαλλαγὴ ἐναντιό τητος, ἡ δὲ λῆψις.
30Aristoteles, Physica, 5, 5; 10
ἐπεὶ δὲ διαφέρει μεταβολὴ κινήσεως (ἡ ἔκ τινος γὰρ ὑποκειμέ νου εἴς τι ὑποκείμενον μεταβολὴ κίνησίς ἐστιν), ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον κίνησις ἐναντία, οἷον ἡ ἐξ ὑγιείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγίειαν.
31Aristoteles, Physica, 5, 5; 12
ἡ δ' εἰς ἐναντίον μόνον οὐ κίνησις ἀλλὰ μεταβολή, οἷον τὸ γίγνεσθαι λευκὸν μὴ ἔκ τινος.
32Aristoteles, Physica, 5, 5; 15
κίνησις μὲν δὴ κινήσει ἐναντία οὕτως ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον.
33Aristoteles, Physica, 5, 6; 2
ἁπλῶς μὲν γὰρ ἐναντίον κίνησις κινήσει, ἀντίκειται δὲ καὶ ἠρεμία (στέρησις γάρ, ἔστι δ' ὡς καὶ ἡ στέρησις ἐναντία λέγεται), ποιᾷ δὲ ποιά, οἷον τῇ κατὰ τόπον ἡ κατὰ τόπον.
34Aristoteles, Physica, 5, 6; 4
δῆλον δὴ ὅτι, ἐπεὶ ἐν δυσὶν ἡ κίνη σις ὑποκειμένοις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἡ ἐν τούτῳ μονή, τῇ δ' ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ.
35Aristoteles, Physica, 5, 6; 31
διὸ καὶ μᾶλλον κίνησις κι νήσει ἐναντίον ἢ ἠρέμησις.
36Aristoteles, Physica, 8, 8; 4
ἀδύνατον γὰρ αὔξησιν εἶναι ἀλλοιώσεως μὴ προϋπαρχούσης· τὸ γὰρ αὐξανόμενον ἔστιν μὲν ὡς ὁμοίῳ αὐ ξάνεται, ἔστιν δ' ὡς ἀνομοίῳ· τροφὴ γὰρ λέγεται τῷ ἐναν τίῳ τὸ ἐναντίον.
37Aristoteles, Physica, 8, 10; 9
οὐδὲν γὰρ διαφέ ρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μετα βολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ με ταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
38Aristoteles, Physica, 8, 10; 10
οὐ δεῖ δὲ ταράττεσθαι ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον, οἷον ἡ κίνησις καὶ στάσει καὶ κινήσει τῇ εἰς τοὐναντίον, ἀλλὰ μόνον τοῦτο λαμβάνειν, ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία, καθάπερ τὸ ἴσον καὶ τὸ μέτριον τῷ ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρ χειν.
39Aristoteles, Analytica posteriora, 1, I 4; 15 (auctor 384BC-322BC)
Ἔστι γάρ τό ἐναντίον ἢ στέρησις ἢ ἀντίφασις ἐν τῷ αὐτῷ γένει, οἷον ἄρτιον τό μή περιττόν ἐν ἀριθμοῖς ᾗ ἕπεται.
40Aristoteles, Analytica posteriora, 2, II 6; 6 (auctor 384BC-322BC)
Κἂν ἐξ ὑποθέσεως δέ δεικνύῃ, οἷον εἰ τῷ κακῷ ἐστί τό διαιρετῷ εἶναι, τῷ δ᾿ ἐναντίῳ τό τῷ ἐναντίῳ εἶναι, ὅσοις ἔστι τι ἐναντίον· τό δ᾿ ἀγαθόν τῷ κακῷ ἐναντίον καί τό ἀδιαίρετον τῷ διαιρετῷ· ἔστιν ἄρα τό ἀγαθῷ εἶναι τό ἀδιαιρέτῳ εἶναι.
41Aristoteles, Analytica priora, 1, I 36; 8 (auctor 384BC-322BC)
Ὁτέ δέ τό μέν μέσον ἐπί τοῦ τρίτου λέγεται, τό δέ πρῶτον ἐπί τοῦ μέσου οὐ λέγεται, οἷον εἰ τοῦ ποιοῦ παντός ἐστιν ἐπιστήμη ἢ ἐναντίου, τό δ᾿ ἀγαθόν καί ἐναντίον καί ποιόν, συμπέρασμα μέν ὅτι τοῦ ἀγαθοῦ ἐστίν ἐπιστήμη, οὐκ ἔστι δέ τό ἀγαθόν ἐπιστήμη οὐδέ τό ποιόν οὐδέ τό ἐναντίον, ἀλλά τό ἀγαθόν ταῦτα.
42Aristoteles, Analytica priora, 2, II 2; 54 (auctor 384BC-322BC)
Οὐδέν γάρ κωλύει τό Α τῷ Β τινί καί τῷ Γ τινί ὑπάρχειν ἑκατέρῳ, τό δέ Β μηδενί τῷ Γ, οἷον εἰ ἐναντίον τό Β τῷ Γ, ἄμφω δέ συμβεβηκότα τῷ αὐτῷ γένει· τό γάρ ζῷον τινί λευκῷ καί τινί μέλανι ὑπάρχει, λευκόν δ᾿ οὐδενί μέλανι.
43Aristoteles, Analytica priora, 2, II 10; 13 (auctor 384BC-322BC)
Ὅταν μέν οὖν τό ἐναντίον ληφθῇ τῷ συμπεράσματι, οὐκ ἔσται συλλογισμός.
44Aristoteles, Analytica priora, 2, II 11; 21 (auctor 384BC-322BC)
Οὐδ᾿ ὅταν τό ἐναντίον τῷ συμπεράσματι ὑποτεθῇ, οἷον τό τινί μή ὑπάρχειν.
45Aristoteles, Analytica priora, 2, II 11; 29 (auctor 384BC-322BC)
Ἐάν δέ τό ἐναντίον ὑποτεθῇ, συλλογισμός μέν ἔσται καί τό ἀδύνατον, οὐ δείκνυται δέ τό προτεθέν.
46Aristoteles, Analytica priora, 2, II 11; 46 (auctor 384BC-322BC)
Φανερόν οὖν ὅτι οὐ τό ἐναντίον ἀλλά τό ἀντικείμενον ὑποθετέον ἐν ἅπασι τοῖς συλλογισμοῖς.
47Aristoteles, Analytica priora, 2, II 11; 50 (auctor 384BC-322BC)
Τό δ᾿ ἐναντίον οὐδετέρως ἁρμόττει ἀξιοῦν· οὔτε γάρ ἀναγκαῖον, εἰ τό μηδενί ψεῦδος, τό παντί ἀληθές, οὔτ᾿ ἔνδοξον ὡς εἰ θάτερον ψεῦδος, ὅτι θάτερον ἀληθές.
48Aristoteles, Analytica priora, 2, II 12; 7 (auctor 384BC-322BC)
Ἐάν δέ τό ἐναντίον ὑποτεθῇ, συλλογισμός μέν ἔσται καί τό ἀδύνατον, οὐ μήν δείκνυται τό προτεθέν.
49Aristoteles, Analytica priora, 2, II 13; 4 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ὑποτεθῇ μηδενί ὑπάρχειν, συλλογισμός μέν ἔσται καί τό ἀδύνατον, οὐ δείκνυται δέ τό προτεθέν· ἐάν γάρ τό ἐναντίον ὑποτεθῇ, ταῦτ᾿ ἔσται ἅπερ ἐπί τῶν πρότερον.
50Aristoteles, Analytica priora, 2, II 20; 3 (auctor 384BC-322BC)
Ἦν γάρ συλλογισμός καί οὕτω καί ἐκείνως ἐχόντων τῶν ὅρων, ὥστ᾿ εἰ τό κείμενον ᾖ ἐναντίον τῷ συμπεράσματι, ἀνάγκη γίνεσθαι ἔλεγχον· ὁ γάρ ἔλεγχος ἀντιφάσεως συλλογισμός.
51Aristoteles, Analytica priora, 2, II 21; 10 (auctor 384BC-322BC)
Τό δέ παντί οἰόμενον ᾧ τό Β, πάλιν τινί μή οἴεσθαι ᾧ τό Β, ἢ ἁπλῶς ἢ ἐπί τι ἐναντίον τίον ἐστίν.
52Aristoteles, Athenaion Politeia, p2, 30, 5; 10 (auctor 384BC-322BC)
κληροῦν δὲ τοὺς λαχόντας πέντε τοὺς ἐθέλοντας προσελθεῖν ἐναντίον τῆς βουλῆς, πρῶτον μὲν ἱερῶν, δεύτερον δὲ κήρυξιν, τρίτον πρεσβείαις, τέταρτον τῶν ἄλλων· τὰ δὲ τοῦ πολέμου ὅταν δέῃ ἀκληρωτὶ προσαγαγόντας τοὺς στρατηγοὺς χρηματίζεσθαι.
53Aristoteles, Athenaion Politeia, p2, 37, 1; 1 (auctor 384BC-322BC)
ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἔγνωσαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηραμένην δὲ διαφθεῖραι τόνδε τὸν τρόπον· νόμους εἰσήνεγκαν εἰς τὴν βουλὴν δύο κελεύοντες ‖ ‖ ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς αὐτοκράτορας ἐποίει τοὺς τριάκοντα, τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχιλίων, ὁ δ' ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας, ὅσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες, ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες ἢ τοῖς κατασκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν ἐπικυρωθέντων τῶν νόμων, ἔξω τε γίγνεσθαι τῆς πολιτείας αὐτόν, καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας.
54Aristoteles, Athenaion Politeia, p2, 47, 1; 3 (auctor 384BC-322BC)
παραλαμβάνουσι δὲ τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς.
55Aristoteles, Athenaion Politeia, p2, 47, 2; 5 (auctor 384BC-322BC)
μισθοῦσι δὲ τὰ μισθώματα πάντα, καὶ τὰ μέταλλα πωλοῦσι καὶ τὰ τέλη μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων ἐναντίον τῆς βουλῆς, καὶ κυροῦσιν ὅτῳ ἂν ἡ βουλὴ χειροτονήσῃ, καὶ τὰ πραθέντα μέταλλα, τά τ' ἐργάσιμα τὰ εἰς τρία ἔτη πεπραμένα, καὶ τὰ συγκεχωρημένα τὰ εἰς . . . ἔτη πεπραμένα.
56Aristoteles, Athenaion Politeia, p2, 47, 2; 6 (auctor 384BC-322BC)
καὶ τὰς οὐσίας τῶν ἐξ Ἀρείου πάγου φευγόντων καὶ τῶν ἄλλων ἐναντίον τῆς βουλῆς πωλοῦσιν, κατακυροῦσι δ' οἱ θ # ἄρχοντες.
57Aristoteles, Athenaion Politeia, p2, 48, 1; 1 (auctor 384BC-322BC)
εἰσὶ δ' ἀποδέκται δέκα κεκληρωμένοι κατὰ φυλάς· οὗτοι δὲ παραλαβόντες τὰ γραμματεῖα, ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα ἐναντίον τῆς βουλῆς ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασιν τὰ γραμματεῖα τῷ δημοσίῳ.
58Aristoteles, Categoriae, 5; 52 (auctor 384BC-322BC)
Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον εἶναι.
59Aristoteles, Categoriae, 5; 53 (auctor 384BC-322BC)
Τῇ γὰρ πρώτῃ οὐσίᾳ τί ἂν εἴη ἐναντίον, οἷον τῷ τινὶ ἀνθρώπῳ ἢ τῷ τινὶ ζῴῳ; οὐδὲν γάρ ἐστιν ἐναντίον.
60Aristoteles, Categoriae, 5; 54 (auctor 384BC-322BC)
Οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον.
61Aristoteles, Categoriae, 5; 55 (auctor 384BC-322BC)
Οὐκ ἴδιον δὲ τοῦτο τῆς οὐσίας, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων πολλῶν, οἷον ἐπὶ τοῦ ποσοῦ· τῷ γὰρ διπήχει ἢ τριπήχει οὐδέν ἐστιν ἐναντίον, οὐδέ γε τοῖς δέκα, οὐδὲ τῶν τοιούτων οὐδενί, εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ.
62Aristoteles, Categoriae, 5; 56 (auctor 384BC-322BC)
Τῶν δὲ ἀφωρισμένων ποσῶν οὐδὲν οὐδενὶ ἐναντίον ἐστίν.
63Aristoteles, Categoriae, 5; 71 (auctor 384BC-322BC)
Ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ πάντως διαμένει, τοῦ δὲ πράγματος κινουμένου τὸ ἐναντίον περὶ αὐτὰ γίνεται· ὁ μὲν γὰρ λόγος διαμένει ὁ αὐτὸς τὸ καθῆσθαί τινα, τοῦ δὲ πράγματος κινηθέντος ὁτὲ μὲν ἀληθὴς ὁτὲ δὲ ψευδὴς λέγεται.
64Aristoteles, Categoriae, 6; 26 (auctor 384BC-322BC)
Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον.
65Aristoteles, Categoriae, 6; 27 (auctor 384BC-322BC)
Ἐπὶ μὲν γὰρ τῶν ἀφωρισμένων φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει ἢ τῇ ἐπιφανείᾳ ἢ τῶν τοιούτων τινί· οὐδὲν γάρ ἐστιν αὐτοῖς ἐναντίον, εἰ μὴ ἄρα τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις εἶναι ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ.
66Aristoteles, Categoriae, 6; 33 (auctor 384BC-322BC)
Ἔτι ἐάν τε τιθῇ τις ταῦτα ποσὰ εἶναι ἐάν τε μὴ τιθῇ, οὐκ ἔστιν αὐτοῖς ἐναντίον οὐδέν· ὃ γὰρ μή ἐστιν αὐτὸ καθ᾿ αὑτὸ λαβεῖν ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, πῶς ἂν φαίη τις τούτῳ τι ἐναντίον; ἔτι δὲ εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται τὸ αὐτὸ ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι καὶ αὐτὰ ἑαυτοῖς εἶναι ἐναντία.
67Aristoteles, Categoriae, 6; 40 (auctor 384BC-322BC)
Εἰ γάρ ἐστι τὸ μέγα τῷ μικρῷ ἐναντίον, τὸ δ᾿ αὐτό ἐστιν ἅμα μέγα καὶ μικρόν, αὐτὸ ἑαυτῷ εἴη ἂν ἐναντίον.
68Aristoteles, Categoriae, 6; 41 (auctor 384BC-322BC)
Ἀλλὰ τῶν ἀδυνάτων ἐστὶν αὐτὸ ἑαυτῷ εἶναί τι ἐναντίον.
69Aristoteles, Categoriae, 6; 42 (auctor 384BC-322BC)
Οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον, οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ.
70Aristoteles, Categoriae, 6; 43 (auctor 384BC-322BC)
Ὥστε εἰ καὶ μὴ τῶν πρός τι ταῦτά τις ἐρεῖ ἀλλὰ τοῦ ποσοῦ, οὐδὲν ἐναντίον ἕξει.
71Aristoteles, Categoriae, 6; 45 (auctor 384BC-322BC)
Τὸ γὰρ ἄνω τῷ κάτω ἐναντίον τιθέασι, τὴν πρὸς τὸ μέσον χώραν κάτω λέγοντες διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὰ πέρατα τοῦ κόσμου εἶναι.
72Aristoteles, Categoriae, 7; 8 (auctor 384BC-322BC)
Ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον, ἑκάτερον ὂν τῶν πρός τι, καὶ ἐπιστήμη ἀγνοίᾳ.
73Aristoteles, Categoriae, 7; 9 (auctor 384BC-322BC)
Οὐ πᾶσι δὲ τοῖς πρός τι ὑπάρχει τὸ ἐναντίον· τῷ γὰρ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ τριπλασίῳ, οὐδὲ τῶν τοιούτων οὐδενί.
74Aristoteles, Categoriae, 8; 43 (auctor 384BC-322BC)
Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον καὶ λευκότης μελανίᾳ καὶ τἆλλα δὲ ὡσαύτως, καὶ τὰ κατ᾿ αὐτὰς ποιὰ λεγόμενα, οἷον τὸ ἄδικον τῷ δικαίῳ καὶ τὸ λευκὸν τῷ μέλανι.
75Aristoteles, Categoriae, 8; 44 (auctor 384BC-322BC)
Οὐκ ἐπὶ πάντων δὲ τὸ τοιοῦτο· τῷ γὰρ πυῤῥῷ ἢ ὠχρῷ ἢ ταῖς τοιαύταις χροιαῖς οὐδὲν ἐναντίον ποιοῖς οὖσιν.
76Aristoteles, Categoriae, 8; 46 (auctor 384BC-322BC)
Τοῦτο δὲ δῆλον προχειριζομένῳ τὰς ἄλλας κατηγορίας, οἷον εἰ ἔστιν ἡ δικαιοσύνη τῇ ἀδικίᾳ ἐναντίον, ποιὸν δὲ ἡ δικαιοσύνη, ποιὸν ἄρα καὶ ἡ ἀδικία· οὐδεμία γὰρ τῶν ἄλλων κατηγοριῶν ἐφαρμόσει τῇ ἀδικίᾳ· οὔτε γὰρ τὸ ποσὸν οὔτε τὸ πρός τι οὔτε ποῦ οὔθ᾿ ὅλως τι τῶν τοιούτων οὐδέν, ἀλλ᾿ ἢ ποιόν.
77Aristoteles, Categoriae, 9; 1 (auctor 384BC-322BC)
Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον· τὸ γὰρ θερμαίνειν τῷ ψύχειν ἐναντίον καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι καὶ τὸ ἥδεσθαι τῷ λυπεῖσθαι, ὥστε ἐπιδέχεται ἐναντιότητα.
78Aristoteles, Categoriae, 10; 8 (auctor 384BC-322BC)
Τὰ δὲ ὡς τὰ ἐναντία, αὐτὰ μὲν ἅπερ ἐστὶν οὐδαμῶς πρὸς ἄλληλα λέγεται, ἐναντία μέντοι ἀλλήλων λέγεται· οὔτε γὰρ τὸ ἀγαθὸν τοῦ κακοῦ λέγεται ἀγαθόν, ἀλλ᾿ ἐναντίον, οὔτε τὸ λευκὸν τοῦ μέλανος λευκόν, ἀλλ᾿ ἐναντίον.
79Aristoteles, Categoriae, 10; 57 (auctor 384BC-322BC)
Οὐ μὴν ἀλλὰ μάλιστα ἂν δόξειε τὸ τοιοῦτο συμβαίνειν ἐπὶ τῶν κατὰ συμπλοκὴν ἐναντίων λεγομένων· τὸ γὰρ ὑγιαίνειν Σωκράτην τῷ νοσεῖν Σωκράτην ἐναντίον ἐστίν.
80Aristoteles, Categoriae, 11; 1 (auctor 384BC-322BC)
Ἐναντίον δέ ἐστιν ἐξ ἀνάγκης ἀγαθῷ μὲν κακόν· τοῦτο δὲ δῆλον τῇ καθ᾿ ἕκαστον ἐπαγωγῇ, οἷον ὑγιείᾳ νόσος καὶ ἀνδρείᾳ δειλία, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
81Aristoteles, Categoriae, 11; 2 (auctor 384BC-322BC)
Κακῷ δὲ ὁτὲ μὲν ἀγαθὸν ἐναντίον, ὁτὲ δὲ κακόν· τῇ γὰρ ἐνδείᾳ κακῷ ὄντι ἡ ὑπερβολὴ ἐναντίον κακὸν ὄν· ὁμοίως δὲ καὶ ἡ μεσότης ἐναντία ἑκατέρῳ, οὖσα ἀγαθόν.
82Aristoteles, Categoriae, 11; 3 (auctor 384BC-322BC)
Ἐπ᾿ ὀλίγων δ᾿ ἂν τὸ τοιοῦτον ἴδοι τις, ἐπὶ δὲ τῶν πλείστων ἀεὶ τῷ κακῷ τὸ ἀγαθὸν ἐναντίον ἐστίν.
83Aristoteles, Categoriae, 11; 6 (auctor 384BC-322BC)
Ἔτι εἰ τὸ Σωκράτην ὑγιαίνειν τῷ Σωκράτην νοσεῖν ἐναντίον ἐστί, μὴ ἐνδέχεται δὲ ἅμα ἀμφότερα τῷ αὐτῷ ὑπάρχειν, οὐκ ἂν ἐνδέχοιτο τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ λοιπὸν εἶναι· ὄντος γὰρ τοῦ Σωκράτην ὑγιαίνειν οὐκ ἂν εἴη τὸ νοσεῖν Σωκράτην.
84Aristoteles, Categoriae, 14; 7 (auctor 384BC-322BC)
Μάλιστα δ᾿ ἔοικεν ἀντικεῖσθαι ἡ πρὸς τὸν ἐναντίον τόπον μεταβολή, οἷον τῇ κάτωθεν ἡ ἄνω, τῇ δὲ ἄνωθεν ἡ κάτω.
85Aristoteles, Categoriae, 14; 8 (auctor 384BC-322BC)
Τῇ δὲ λοιπῇ τῶν ἀποδοθεισῶν κινήσεων οὐ ῥᾴδιον ἀποδοῦναι τί ποτέ ἐστιν ἐναντίον, ἔοικε δὲ οὐδὲν εἶναι αὐτῇ ἐναντίον, εἰ μή τις καὶ ἐπὶ ταύτης τὴν κατὰ τὸ ποιὸν ἠρεμίαν ἀντιτιθείη ἢ τὴν εἰς τὸ ἐναντίον τοῦ ποιοῦ μεταβολήν, καθάπερ καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς τὴν κατὰ τόπον ἠρεμίαν ἢ τὴν εἰς τὸν ἐναντίον τόπον μεταβολήν· ἔστι γὰρ ἡ ἀλλοίωσις μεταβολὴ κατὰ τὸ ποιόν.
86Aristoteles, Categoriae, 14; 9 (auctor 384BC-322BC)
Ὥστε ἀντικείσεται τῇ κατὰ τὸ ποιὸν κινήσει ἡ κατὰ τὸ ποιὸν ἠρεμία ἢ ἡ εἰς τὸ ἐναντίον τοῦ ποιοῦ μεταβολή, οἷον τὸ λευκὸν γίνεσθαι τῷ μέλαν γίνεσθαι· ἀλλοιοῦται γὰρ εἰς τὰ ἐναντία τοῦ ποιοῦ μεταβολῆς γινομένης.
87Aristoteles, De anima, 2, II 4; 26 (auctor 384BC-322BC)
Δοκεῖ δ’ εἶναι ἡ τροφή τό ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν δέ παντί, ἀλλ’ ὅσα τῶν ἐναντίων μή μόνον γένεσιν ἐξ ἀλλήλων ἔχουσιν ἀλλά καί αὔξησιν· γίνεται γάρ πολλά ἐξ ἀλλήλων, ἀλλ’ οὐ πάντα ποσά, οἷον ὑγιές ἐκ κάμνοντος.
88Aristoteles, De anima, 2, II 4; 29 (auctor 384BC-322BC)
Ἀπορίαν δ’ ἔχει· φασί γάρ οἱ μέν τό ὅμοιον τῷ ὁμοίῳ τρέφεσθαι, καθάπερ καί αὐξάνεσθαι, τοῖς δ’ ὥσπερ εἴπομεν τοὔμπαλιν δοκεῖ, τό ἐναντίον τῷ ἐναντίῳ, ὡς ἀπαθοῦς ὄντος τοῦ ὁμοίου ὑπό τοῦ ὁμοίου, τήν δέ τροφήν μεταβάλλειν καί πέττεσθαι· ἡ δέ μεταβολή πᾶσιν εἰς τό ἀντικείμενον ἢ τό μεταξύ.
89Aristoteles, De anima, 2, II 4; 32 (auctor 384BC-322BC)
Εἰ δ’ ἄμφω, ἀλλ’ ἡ μέν ἄπεπτος ἡ δέ πεπεμμένη, ἀμφοτέρως ἂν ἐνδέχοιτο τήν τροφήν λέγειν· ᾗ μέν γάρ ἄπεπτος, τό ἐναντίον τῷ ἐναντίῳ τρέφεται, ᾗ δέ πεπεμμένη, τό ὅμοιον τῷ ὁμοίῳ.
90Aristoteles, De anima, 2, II 7; 15 (auctor 384BC-322BC)
Δοκεῖ δέ τό φῶς ἐναντίον εἶναι τῷ σκότει· ἔστι δέ τό σκότος στέρησις τῆς τοιαύτης ἕξεως ἐκ διαφανοῦς, ὥστε δῆλον ὅτι καί ἡ τούτου παρουσία τό φῶς ἐστίν.
91Aristoteles, De anima, 3, III 3; 5 (auctor 384BC-322BC)
Διό ἀνάγκη ἤτοι ὥσπερ ἔνιοι λέγουσι, πάντα τά φαινόμενα εἶναι ἀληθῆ, ἢ τήν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι· τοῦτο γάρ ἐναντίον τῷ τῷ ὁμοίῳ τό ὅμοιον γνωρίζειν· δοκεῖ δέ καί ἡ ἀπάτη καί ἡ ἐπιστήμη τῶν ἐναντίων ἡ αὐτή εἶναι.
92Aristoteles, De anima, 3, III 6; 17 (auctor 384BC-322BC)
Εἰ δέ τινι μή ἐστιν ἐναντίον τῶν αἰτίων, αὐτό ἑαυτό γινώσκει καί ἐνεργείᾳ ἐστί καί χωριστόν.
93Aristoteles, De arte poetica, 11; 1 (auctor 384BC-322BC)
Ἔστι δέ περιπέτεια μέν ἡ εἰς τό ἐναντίον τῶν πραττομένων μεταβολή, καθάπερ εἴρηται· καί τοῦτο δέ, ὥσπερ λέγομεν, κατά τό εἰκός ἢ ἀναγκαῖον, ὥσπερ ἐν τῷ Οἰδίποδι ἐλθών ὡς εὐφρανῶν τόν Οἰδίπουν καί ἀπαλλάξων τοῦ πρός τήν μητέρα φόβου, δηλώσας ὃς ἦν, τοὐναντίον ἐποίησεν.
94Aristoteles, De caelo, 1, 8, 11; 24 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις, ἐπεὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία τῇ δυνάμει, ἀδύνατον ἀποδοῦναι τῷ ψυχρῷ σχῆμά τι· δεῖ γὰρ ἐναντίον εἶναι τὸ ἀποδιδόμενον, οὐθὲν δ´ ἐναντίον ἐστὶ σχῆμα σχήματι.
95Aristoteles, De caelo, 2, 3, 2; 13 (auctor 384BC-322BC)
Ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· τῶν γὰρ ἐναντίων εἰ θάτερον φύσει, ἀνάγκη καὶ θάτερον εἶναι φύσει, ἐάν περ ᾖ ἐναντίον, καὶ εἶναί τινα αὐτοῦ φύσιν· ἡ γὰρ αὐτὴ ὕλη τῶν ἐναντίων, καὶ τῆς στερήσεως πρότερον ἡ κατάφασις (λέγω δ´ οἷον τὸ θερμὸν τοῦ ψυχροῦ), ἡ δ´ ἠρεμία καὶ τὸ βαρὺ λέγεται κατὰ στέρησιν κουφότητος καὶ κινήσεως.
96Aristoteles, De caelo, 2, 6, 3; 13 (auctor 384BC-322BC)
Εἰ οὖν ἐν τοῖς πρώτοις μή ἐστι τὸ παρὰ φύσιν (ἁπλᾶ γὰρ καὶ ἄμικτα καὶ ἐν τῇ οἰκείᾳ χώρᾳ, καὶ οὐθὲν αὐτοῖς ἐναντίον), οὐδ´ ἂν ἀδυναμία εἴη, ὥστ´ οὐδ´ ἄνεσις οὐδ´ ἐπίτασις· εἰ γὰρ ἐπίτασις, καὶ ἄνεσις.
97Aristoteles, De caelo, 2, 13, 19; 52 (auctor 384BC-322BC)
Οἱ μὲν οὖν πλεῖστοι περὶ τὰς αἰτίας ταύτας διατρίβουσιν· εἰσὶ δέ τινες οἳ διὰ τὴν ὁμοιότητά φασιν αὐτὴν μένειν, ὥσπερ τῶν ἀρχαίων Ἀναξίμανδρος· μᾶλλον μὲν γὰρ οὐθὲν ἄνω ἢ κάτω ἢ εἰς τὰ πλάγια φέρεσθαι προσήκει τὸ ἐπὶ τοῦ μέσου ἱδρυμένον καὶ ὁμοίως πρὸς τὰ ἔσχατα ἔχον· ἅμα δ´ ἀδύνατον εἰς τὸ ἐναντίον ποιεῖσθαι τὴν κίνησιν· ὥστ´ ἐξ ἀνάγκης μένειν.
98Aristoteles, De caelo, 2a, 8, 11; 24 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις, ἐπεὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναντία τῇ δυνάμει, ἀδύνατον ἀποδοῦναι τῷ ψυχρῷ σχῆμά τι· δεῖ γὰρ ἐναντίον εἶναι τὸ ἀποδιδόμενον, οὐθὲν δ´ ἐναντίον ἐστὶ σχῆμα σχήματι.
99Aristoteles, De caelo, 4, 4, 9; 25 (auctor 384BC-322BC)
(Τοῦτο δὲ πότερον συμβαίνει πρὸς τὸ τῆς γῆς μέσον ἢ πρὸς τὸ τοῦ παντός, ἐπεὶ ταὐτὸν αὐτῶν ἐστιν, ἄλλος λόγος.) Ἐπεὶ δὲ τὸ πᾶσιν ὑφιστάμενον φέρεται πρὸς τὸ μέσον, ἀνάγκη τὸ πᾶσιν ἐπιπολάζον φέρεσθαι πρὸς τὸ ἔσχατον τῆς χώρας, ἐν ᾗ ποιοῦνται τὴν κίνησιν· ἐναντίον γὰρ τὸ μὲν μέσον τῷ ἐσχάτῳ, τὸ δὲ ὑφιστάμενον ἀεὶ τῷ ἐπιπολάζοντι.
100Aristoteles, De generatione animalium, 1, 18; 52 (auctor 384BC-322BC)
ἕτερον δὲ τρόπον ὡς ἐκ μουσικοῦ ἄμουσος καὶ ὡς ἐξ ὑγιοῦς κάμνων καὶ ὅλως ὡς τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου.
101Aristoteles, De generatione animalium, 1, 18; 56 (auctor 384BC-322BC)
οὐ γὰρ δὴ ὡς τόδε μετὰ τόδε οἷον ἐκ τῶν Παναθηναίων ὁ πλοῦς, οὐδ' ὡς ἐξ ἐναντίου· φθειρομένου τε γὰρ γίγνεται τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου, καὶ ἕτερόν τι δεῖ ὑποκεῖσθαι ἐξ οὗ ἔσται πρώτου ἐνυπάρχοντος.
102Aristoteles, De generatione animalium, 4, 1; 49 (auctor 384BC-322BC)
ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ καὶ ταύτῃ ᾗ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ.
103Aristoteles, De generatione animalium, 4, 1; 60 (auctor 384BC-322BC)
ἐναντίον δὲ τῷ ἄρρενι τὸ θῆλυ, θῆλυ δὲ τῇ ἀπεψίᾳ καὶ τῇ ψυχρότητι τῆς αἱματικῆς τροφῆς.
104Aristoteles, De generatione animalium, 4, 8; 23 (auctor 384BC-322BC)
σαπρότης γὰρ καὶ πέψις ἐναντίον, τὸ δὲ πύον σαπρότης τίς ἐστιν, τὸ δὲ γάλα τῶν πεπεμμένων.
105Aristoteles, De generatione et corruptione, 1, 2, 4; 6 (auctor 384BC-322BC)
Ἐπεὶ δ´ ᾤοντο τἀληθὲς ἐν τῷ φαίνεσθαι, ἐναντία δὲ καὶ ἄπειρα τὰ φαινόμενα, τὰ σχήματα ἄπειρα ἐποίησαν, ὥστε ταῖς μεταβολαῖς τοῦ συγκειμένου τὸ αὐτὸ ἐναντίον δοκεῖν ἄλλῳ καὶ ἄλλῳ, καὶ μετακινεῖσθαι μικροῦ ἐμμιγνυμένου καὶ ὅλως ἕτερον φαίνεσθαι ἑνὸς μετακινηθέντος· ἐκ τῶν αὐτῶν γὰρ τραγῳδία καὶ κωμῳδία γίνεται γραμμάτων.
106Aristoteles, De generatione et corruptione, 1, 5, 12; 45 (auctor 384BC-322BC)
Μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν τινος, ὃ καλεῖται τροφὴ καὶ ἐναντίον, μεταβάλλοντος δὲ εἰς τὸ αὐτὸ εἶδος, οἷον εἰ ξηρῷ προσίοι ὑγρόν, προσελθὸν δὲ μεταβάλοι καὶ γένοιτο ξηρόν· ἔστι μὲν γὰρ ὡς τὸ ὅμοιον ὁμοίῳ αὐξάνεται, ἔστι δ´ ὡς ἀνομοίῳ.
107Aristoteles, De generatione et corruptione, 1, 7, 1; 3 (auctor 384BC-322BC)
Καὶ γὰρ ὅταν τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος φθείρηται, διὰ τὴν ἐναντίωσιν τοῦτό φασι πάσχειν· ἐναντίον γὰρ εἶναι τὸ πολὺ τῷ ὀλίγῳ.
108Aristoteles, De generatione et corruptione, 1, 7, 5; 7 (auctor 384BC-322BC)
Ἀλλ´ ἐπεὶ οὐ τὸ τυχὸν πέφυκε πάσχειν καὶ ποιεῖν, ἀλλ´ ὅσα ἢ ἐναντία ἐστὶν ἢ ἐναντίωσιν ἔχει, ἀνάγκη καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον τῷ γένει μὲν ὅμοιον εἶναι καὶ ταὐτό, τῷ δ´ εἴδει ἀνόμοιον καὶ ἐναντίον· πέφυκε γὰρ σῶμα μὲν ὑπὸ σώματος, χυμὸς δ´ ὑπὸ χυμοῦ, χρῶμα δ´ ὑπὸ χρώματος πάσχειν, ὅλως δὲ τὸ ὁμογενὲς ὑπὸ τοῦ ὁμογενοῦς.
109Aristoteles, De generatione et corruptione, 2, 3, 6; 17 (auctor 384BC-322BC)
Καὶ ἑκάτερα ἑκατέροις ἐναντία· πυρὶ μὲν γὰρ ἐναντίον ὕδωρ, ἀέρι δὲ γῆ· ταῦτα γὰρ ἐκ τῶν ἐναντίων παθημάτων συνέστηκεν.
110Aristoteles, De generatione et corruptione, 2, 4, 9; 17 (auctor 384BC-322BC)
Ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις· ἐν ἅπασι γὰρ τοῖς ἐφεξῆς ἐνυπάρχει τὸ μὲν ταὐτὸ τὸ δ´ ἐναντίον.
111Aristoteles, De generatione et corruptione, 2, 6, 9; 23 (auctor 384BC-322BC)
Ἔτι δ´ ἐπεὶ φαίνεται καὶ βίᾳ καὶ παρὰ φύσιν κινούμενα τὰ σώματα καὶ κατὰ φύσιν, οἷον τὸ πῦρ ἄνω μὲν οὐ βίᾳ, κάτω δὲ βίᾳ, τῷ δὲ βίᾳ τὸ κατὰ φύσιν ἐναντίον, ἔστι δὲ τὸ βίᾳ, ἔστιν ἄρα καὶ τὸ κατὰ φύσιν κινεῖσθαι.
112Aristoteles, De generatione et corruptione, 2, 8, 2; 3 (auctor 384BC-322BC)
Γῆ μὲν οὖν καὶ ὕδωρ διὰ ταύτας ἐνυπάρχει τὰς αἰτίας, ἀὴρ δὲ καὶ πῦρ, ὅτι ἐναντία ἐστὶ γῇ καὶ ὕδατι· [5] γῆ μὲν γὰρ ἀέρι, ὕδωρ δὲ πυρὶ ἐναντίον ἐστίν, ὡς ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι.
113Aristoteles, De interpretatione, 14; 3 (auctor 384BC-322BC)
Ὥστε σκεπτέον ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναντία, πότερον ἡ τῆς ἀποφάσεως ἢ ἡ τὸ ἐναντίον εἶναι δοξάζουσα.
114Aristoteles, De iuventute et senectute De vita et morte, 5; 4 (auctor 384BC-322BC)
Τὸ μὲν γὰρ ἐναντίον παῦον τὴν πέψιν κωλύει τρέφεσθαι· ὁτὲ δὲ μαραίνεσθαι συμβαίνει, πλείονος ἀθροιζομένου θερμοῦ διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ καταψύχεσθαι· ταχὺ γὰρ καὶ οὕτω καταναλίσκει τὴν τροφὴν πολὺ συναθροιζόμενον τὸ θερμόν, καὶ φθάνει καταναλίσκον πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν.
115Aristoteles, De iuventute et senectute De vita et morte, 5; 10 (auctor 384BC-322BC)
Ἀλλὰ περὶ μὲν τῆς αἰτίας ταύτης, ὅτι τὸ ἐναντίον συμβαίνει τῷ ἐγκρυπτομένῳ καὶ καταπνιγομένῳ πυρί (τὸ μὲν γὰρ μαραίνεται, τὸ δὲ διαμένει πλείω χρόνον), εἴρηται ἐν τοῖς προβλήμασιν.
116Aristoteles, De longitudine et brevitate vitae, 3; 1 (auctor 384BC-322BC)
Ἴσως δ’ ἄν τις ἀπορήσειεν εὐλόγως, ἆρ’ ἔστιν οὖ ἄφθαρτον ἔσται τὸ φθαρτόν, οἷον τὸ πῦρ ἄνω, οὗ μή ἐστι τὸ ἐναντίον.
117Aristoteles, De longitudine et brevitate vitae, 3; 3 (auctor 384BC-322BC)
Ὥσθ’ ᾧ μή ἐστιν ἐναντίον καὶ ὅπου μή ἐστιν, ἀδύνατον ἂν εἴη φθαρῆναι· τί γὰρ ἔσται τὸ φθεροῦν, εἴπερ ὑπ’ ἐναντίων μὲν φθείρεσθαι συμβαίνει μόνων, τοῦτο δὲ μὴ ὑπάρχει, ἢ ὅλως ἢ ἐνταῦθα; Ἢ τοῦτο τῇ μὲν ἀληθές ἐστι τῇ δ’ οὔ· ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πως τὸ ἐναντίον.
118Aristoteles, De longitudine et brevitate vitae, 3; 6 (auctor 384BC-322BC)
Ἔτι καὶ εἰ ἀνάγκη περίττωμα ποιεῖν, τὸ δὲ περίττωμα ἐναντίον· ἐξ ἐναντίου γὰρ ἀεὶ ἡ μεταβολή, τὸ δὲ περίττωμα ὑπόλειμμα τοῦ προτέρου.
119Aristoteles, De longitudine et brevitate vitae, 3; 7 (auctor 384BC-322BC)
Εἰ δὲ πᾶν ἐξελαύνει τὸ ἐνεργείᾳ ἐναντίον, κἂν ἐνταῦθ’ ἄφθαρτον ἂν εἴη.
120Aristoteles, De longitudine et brevitate vitae, 3; 9 (auctor 384BC-322BC)
Εἰ μὲν οὖν ἱκανόν, ἐκ τῶν εἰρημένων· εἰ δὲ μή, ὑποθέσθαι δεῖ ὅτι ἔνεστί τι ἐνεργείᾳ ἐναντίον, καὶ περίττωμα γίνεται.
121Aristoteles, De longitudine et brevitate vitae, 3; 13 (auctor 384BC-322BC)
Καὶ διὰ τοῦτο μετατιθέμενα πολυχρονιώτερα μὲν γίνεται καὶ ὀλιγοχρονιώτερα τῆς φύσεως, ἀΐδια δ’ οὐδαμοῦ, ὅσοις ἐναντία ἐστίν· εὐθὺς γὰρ ἡ ὕλη τὸ ἐναντίον ἔχει.
122Aristoteles, De partibus animalium, 2, 2, 13; 25 (auctor 384BC-322BC)
Πρὸς δὲ τούτοις δυοῖν τὸ μὴ ταχέως ψυχόμενον ἀλλὰ βραδέως θερμότερον, καὶ τὸ θᾶττον θερμαινόμενον τοῦ θερμαινομένου βραδέως θερμότερον εἶναι τὴν φύσιν φαμέν, ὡς τὸ μὲν ἐναντίον, ὅτι πόρρω, τὸ δ´ ὅμοιον, ὅτι ἐγγύς.
123Aristoteles, De partibus animalium, 2, 13, 8; 21 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν πεζοῖς ὁ ἀὴρ εὐδίοπτος· ἐκείνοις δ´ ἐπεὶ τὸ ὕδωρ πρὸς μὲν τὸ ὀξὺ βλέπειν ἐναντίον, οὐκ ἔχει δὲ πολλὰ τὰ προσκρούσματα πρὸς τὴν ὄψιν ὥσπερ ὁ ἀήρ, διὰ μὲν τοῦτ´ οὐκ ἔχει βλέφαρον (οὐδὲν γὰρ ἡ φύσις ποιεῖ μάτην), πρὸς δὲ τὴν παχύτητα τοῦ ὕδατος ὑγρόφθαλμοί εἰσιν.
124Aristoteles, De partibus animalium, 3, 7, 12; 27 (auctor 384BC-322BC)
Διῄρηται γὰρ τῶν ἐναντίων ἕκαστον πρὸς τὴν συγγενῆ συστοιχίαν, οἷον δεξιὸν ἐναντίον ἀριστερῷ καὶ θερμὸν ἐναντίον ψυχρῷ· καὶ σύστοιχα γὰρ ἀλλήλοις εἰσὶ τὸν εἰρημένον τρόπον.
125Aristoteles, De partibus animalium, 4, 2, 6; 20 (auctor 384BC-322BC)
Ἐναντίον τε γὰρ τῇ τροφῇ τὸ περίττωμα βούλεται εἶναι καὶ τῷ γλυκεῖ τὸ πικρόν, καὶ τὸ αἷμα γλυκὺ τὸ ὑγιαῖνον.
126Aristoteles, De partibus animalium, 4, 13, 2; 7 (auctor 384BC-322BC)
Ἐπὶ δὲ τῶν βατράχων τὸ ἐναντίον συμβέβηκεν· διὰ γὰρ τὸ μὴ σαρκῶδες εἶναι τὸ πλάτος αὐτῶν τὸ ἐμπρόσθιον, ὅσον ἀφῄρηται σαρκῶδες, πρὸς τὸ ὄπισθεν αὐτὸ ἔθηκεν ἡ φύσις καὶ τὴν οὐράν.
127Aristoteles, De sensu et sensibilibus, 1; 121 (auctor 384BC-322BC)
Πάσχειν γὰρ πέφυκε τὸ ὑγρόν, ὥσπερ καὶ τἆλλα, ὑπὸ τοῦ ἐναντίου· ἐναντίον δὲ τὸ ξηρόν.
128Aristoteles, De sensu et sensibilibus, 1; 149 (auctor 384BC-322BC)
Ἔτι τὰ μὲν αἰσθητὰ πάντα ἔχει ἐναντίωσιν, οἷον ἐν χρώματι τῷ μέλανι τὸ λευκὸν καὶ ἐν χυμοῖς τῷ γλυκεῖ τὸ πικρόν· σχῆμα δὲ σχήματι οὐ δοκεῖ εἶναι ἐναντίον· τίνι γὰρ τῶν πολυγώνων περιφερὲς ἐναντίον; Ἔτι ἀπείρων ὄντων τῶν σχημάτων ἀναγκαῖον καὶ τοὺς χυμοὺς εἶναι ἀπείρους· διὰ τί γὰρ ὁ μὲν ἂν ποιήσειεν αἴσθησιν, ὁ δ’ οὐκ ἂν ποιήσειεν; Καὶ περὶ μὲν τοῦ γευστοῦ καὶ χυμοῦ εἴρηται· τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν οἰκείαν ἔχει τὴν σκέψιν ἐν τῇ φυσιολογίᾳ τῇ περὶ τῶν φυτῶν.
129Aristoteles, De somno et vigilia, 1; 12 (auctor 384BC-322BC)
Εἰ τοίνυν τὸ ἐγρηγορέναι ὥρισται τῷ λελύσθαι τὴν αἴσθησιν, τῶν δ’ ἐναντίων τὸ μὲν ἀνάγκη παρεῖναι τὸ δ’ οὔ, τὸ δ’ ἐγρηγορέναι τῷ καθεύδειν ἐναντίον, καὶ ἀναγκαῖον παντὶ θάτερον ὑπάρχειν, ἀναγκαῖον ἂν εἴη καθεύδειν.
130Aristoteles, De sophisticis elenchis, 5; 33 (auctor 384BC-322BC)
Ἐάν οὖν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρός τό συμβαῖνον ἀδύνατον, δόξει παρά τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος, οἷον ὅτι οὐκ ἔστι ψυχή καί ζωή ταὐτόν· εἰ γάρ φθορᾷ γένεσις ἐναντίον, καί τῇ τινί φθορᾷ ἔσται τις γένεσις ἐναντίον· ὁ δέ θάνατος φθορά τις καί ἐναντίον ζωῇ, ὥστε γένεσις ἡ ζωή καί τό ζῆν γίνεσθαι· τοῦτο δ᾿ ἀδύνατον· οὐκ ἄρα ταὐτόν ἡ ψυχή καί ἡ ζωή.
131Aristoteles, De sophisticis elenchis, 5; 34 (auctor 384BC-322BC)
Οὐ δή συλλελόγισται· συμβαίνει γάρ, κἂν μή τις ταὐτό φῇ τήν ζωήν τῇ ψυχῇ, τό ἀδύνατον, ἀλλά μόνον ἐναντίον ζωήν μέν θανάτῳ ὄντι φθορᾷ, φθορᾷ δέ γένεσιν.
132Aristoteles, De sophisticis elenchis, 17; 42 (auctor 384BC-322BC)
Ἐάν δ᾿ ἐπιχειρῇ ὅτι τῷ μέν ἐστιν ἐναντίον τῷ δ᾿ οὐκ ἔστιν, ἂν ὁ λόγος ἀληθής ᾖ, ἐναντίον φάναι, ὄνομα δέ μή κεῖσθαι τοῦ ἑτέρου.
133Aristoteles, Ethica Eudemia, 2; 213 (auctor 384BC-322BC)
δοκεῖ δὴ ἐναντίον εἶναι τὸ ἑκούσιον τῷ ἀκουσίῳ, καὶ τὸ εἰδότα ἢ ὃν ἢ ᾧ ἢ οὗ ἕνεκα (ἐνίοτε γὰρ οἶδε μὲν ὅτι πατήρ, ἀλλ' οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα σώσῃ, ὥσπερ αἱ Πελιάδες, ἤτοι ὡς τοδὶ μὲν πόμα, ἀλλ' ὡς φίλτρον καὶ οἶνον, τὸ δ' ἦν κώνειον) τῷ ἀγνοοῦντα καὶ ὃν καὶ ᾧ καὶ ὃ δι' ἄγνοιαν, μὴ κατὰ συμβεβηκός· τὸ δὲ δι' ἄγνοιαν, καὶ ὃ καὶ ᾧ καὶ ὅν, ἀκούσιον· τὸ ἐναντίον ἄρ' ἑκούσιον.
134Aristoteles, Ethica Eudemia, 3; 7 (auctor 384BC-322BC)
δοκεῖ δ' ὁ ἀνδρεῖος ἄφοβος εἶναι ὡς ἐπὶ τὸ πολύ, ὁ δὲ δειλὸς φοβητικός, καὶ ὃ μὲν καὶ πολλὰ καὶ ὀλίγα καὶ μεγάλα καὶ μικρὰ φοβεῖσθαι, καὶ σφόδρα καὶ ταχύ, ὃ δὲ τὸ ἐναντίον ἢ οὐ φοβεῖσθαι ἢ ἠρέμα καὶ μόλις καὶ ὀλιγάκις καὶ μεγάλα, καὶ ὃ μὲν ὑπομένει τὰ φοβερὰ σφόδρα, ὃ δὲ οὐδὲ τὰ ἠρέμα.
135Aristoteles, Ethica Eudemia, 3; 52 (auctor 384BC-322BC)
οἱ μὲν οὖν δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις· τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δ' ἀνδρείῳ τἀληθῆ μάλιστα.
136Aristoteles, Ethica Eudemia, 3; 152 (auctor 384BC-322BC)
καίτοι δόξειεν ἂν ἐναντίον εἶναι τῷ μεγάλων ἀξίῳ ὄντι μεγάλων τὸ μικρῶν ὄντα ἄξιον μικρῶν ἀξιοῦν ἑαυτόν.
137Aristoteles, Ethica Eudemia, 3; 186 (auctor 384BC-322BC)
αἴτια δὲ τά τε πρῶτα ῥηθέντα δύο, ὀλιγότης τε, οἷον τῶν πρὸς τὰ ἡδέα ἀναισθήτων, καὶ ὅτι ἐφ' ὃ ἁμαρτάνομεν μᾶλλον, τοῦτο ἐναντιώτερον εἶναι δοκεῖ· τὸ δὲ τρίτον, ὅτι τὸ ὁμοιότερον ἧττον ἐναντίον φαίνεται, οἷον πέπονθε τὸ θράσος πρὸς τὸ θάρσος καὶ ἀσωτία πρὸς ἐλευθεριότητα.
138Aristoteles, Ethica Eudemia, 7; 11 (auctor 384BC-322BC)
οἳ μὲν οὖν οὕτω τὸ φίλον λέγουσιν· οἳ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ φασὶν εἶναι φίλον.
139Aristoteles, Ethica Eudemia, 7; 19 (auctor 384BC-322BC)
αἳ μὲν γὰρ τὸ ὅμοιον φίλον, τὸ δ' ἐναντίον πολέμιον, τῷ πλέονι δ' αἰεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θ' ἡμέρας κατάρχεται, ευρ.
140Aristoteles, Ethica Eudemia, 7; 29 (auctor 384BC-322BC)
τό τε γὰρ ὅμοιον ἄχρηστον τῷ ὁμοίῳ, καὶ ἐναντιότης ὁμοιότητος ἀπέχει πλεῖστον, καὶ τὸ ἐναντίον ἀχρηστότατον τῷ ἐναντίῳ· φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον.
141Aristoteles, Ethica Eudemia, 7; 184 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν πλείονες τρόποι φιλίας, καὶ πόσοι τρόποι, ὅτι τρεῖς, καὶ ὅτι τὸ φιλεῖσθαι καὶ ἀντιφιλεῖσθαι καὶ οἱ φί λοι διαφέρουσιν, οἵ τε κατ' ἰσότητα καὶ οἱ καθ' ὑπεροχήν, εἴρηται· ἐπεὶ δὲ τὸ φίλον λέγεται καὶ καθόλου μᾶλλον, ὥσπερ καὶ κατ' ἀρχὰς ἐλέχθη, ὑπὸ τῶν ἔξωθεν συμπαραλαμβανόντων (οἳ μὲν γὰρ τὸ ὅμοιόν φασιν εἶναι φίλον, οἳ δὲ τὸ ἐναντίον) , λεκτέον καὶ περὶ τούτων πῶς εἰσι πρὸς τὰς εἰρημένας φιλίας.
142Aristoteles, Ethica Eudemia, 7; 191 (auctor 384BC-322BC)
” τὸ δ' ἐναντίον τῷ ἐναντίῳ φίλον ὡς τὸ χρήσιμον· αὐτὸ γὰρ αὑτῷ τὸ ὅμοιον ἄχρηστον.
143Aristoteles, Ethica Eudemia, 7; 192 (auctor 384BC-322BC)
διὸ δεσπότης δούλου δεῖται καὶ δοῦλος δεσπότου, καὶ γυνὴ καὶ ἀνὴρ ἀλλήλων, καὶ ἡδὺ καὶ ἐπιθυμητὸν τὸ ἐναντίον ὡς χρήσιμον, καὶ οὐχ ὡς ἐν τέλει ἀλλ' ὡς πρὸς τὸ τέλος.
144Aristoteles, Ethica Nicomachea, 1, 11; 19 (auctor 384BC-322BC)
τὰς δὲ τῶν ἀπογόνων τύχας καὶ τῶν φίλων ἁπάντων τὸ μὲν μηδοτιοῦν συμβάλλεσθαι λίαν ἄφιλον φαίνεται καὶ ταῖς δόξαις ἐναντίον· πολλῶν δὲ καὶ παντοίας ἐχόντων διαφορὰς τῶν συμβαινόντων, καὶ τῶν μὲν μᾶλλον συνικνουμένων τῶν δ' ἧττον, καθ' ἕκαστον μὲν διαιρεῖν μακρὸν καὶ ἀπέραντον φαίνεται, καθόλου δὲ λεχθὲν καὶ τύπῳ τάχ' ἂν ἱκανῶς ἔχοι.
145Aristoteles, Ethica Nicomachea, 4, 3; 28 (auctor 384BC-322BC)
εἰκότως δὲ τῇ ἐλευθεριότητι ἀνελευθερία ἐναντίον λέγεται· μεῖζόν τε γάρ ἐστι κακὸν τῆς ἀσωτίας, καὶ μᾶλλον ἐπὶ ταύτην ἁμαρτάνουσιν ἢ κατὰ τὴν λεχθεῖσαν ἀσωτίαν.
146Aristoteles, Ethica Nicomachea, 5, 7; 15 (auctor 384BC-322BC)
ὥστε τοῦ μὲν πλείονος καὶ ἐλάττονος τὸ ἴσον μέσον, τὸ δὲ κέρδος καὶ ἡ ζημία τὸ μὲν πλέον τὸ δ' ἔλαττον ἐναντίως, τὸ μὲν τοῦ ἀγαθοῦ πλέον τοῦ κακοῦ δ' ἔλαττον κέρδος, τὸ δ' ἐναντίον ζημία· ὧν ἦν μέσον τὸ ἴσον, ὃ λέγομεν εἶναι δίκαιον· ὥστε τὸ ἐπανορθωτικὸν δίκαιον ἂν εἴη τὸ μέσον ζημίας καὶ κέρδους.
147Aristoteles, Ethica Nicomachea, 6, 2; 13 (auctor 384BC-322BC)
διὸ οὔτ' ἄνευ νοῦ καὶ διανοίας οὔτ' ἄνευ ἠθικῆς ἐστὶν ἕξεως ἡ προαίρεσις· εὐπραξία γὰρ καὶ τὸ ἐναντίον ἐν πράξει ἄνευ διανοίας καὶ ἤθους οὐκ ἔστιν.
148Aristoteles, Ethica Nicomachea, 7, 11; 2 (auctor 384BC-322BC)
δεῖ δέ, εἴπερ ἡ ἐγκράτεια σπουδαῖον, ἀμφοτέρας τὰς ἐναντίας ἕξεις φαύλας εἶναι, ὥσπερ καὶ φαίνονται· ἀλλὰ διὰ τὸ τὴν ἑτέραν ἐν ὀλίγοις καὶ ὀλιγάκις εἶναι φανεράν, ὥσπερ ἡ σωφροσύνη τῇ ἀκολασίᾳ δοκεῖ ἐναντίον εἶναι μόνον, οὕτω καὶ ἡ ἐγκράτεια τῇ ἀκρασίᾳ.
149Aristoteles, Ethica Nicomachea, 7, 14; 2 (auctor 384BC-322BC)
τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τι καὶ κακόν, ἀγαθόν.
150Aristoteles, Ethica Nicomachea, 7, 14; 4 (auctor 384BC-322BC)
ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις, ὥσπερ τὸ μεῖζον τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν.
151Aristoteles, Ethica Nicomachea, 7, 14; 16 (auctor 384BC-322BC)
διὰ τί οὖν αἱ ἐναντίαι λῦπαι μοχθηραί· κακῷ γὰρ ἀγαθὸν ἐναντίον.
152Aristoteles, Ethica Nicomachea, 7, 15; 3 (auctor 384BC-322BC)
σφοδραὶ δὲ γίνονται αἱ ἰατρεῖαι, διὸ καὶ διώκονται, διὰ τὸ παρὰ τὸ ἐναντίον φαίνεσθαι.
153Aristoteles, Ethica Nicomachea, 8, 10; 9 (auctor 384BC-322BC)
ἴσως δὲ οὐδ' ἐφίεται τὸ ἐναντίον τοῦ ἐναντίου καθ' αὑτό, ἀλλὰ κατὰ συμβεβηκός, ἡ δ' ὄρεξις τοῦ μέσου ἐστίν· τοῦτο γὰρ ἀγαθόν, οἷον τῷ ξηρῷ οὐχ ὑγρῷ γενέσθαι ἀλλ' ἐπὶ τὸ μέσον ἐλθεῖν, καὶ τῷ θερμῷ καὶ τοῖς ἄλλοις ὁμοίως.
154Aristoteles, Ethica Nicomachea, 8, 12; 7 (auctor 384BC-322BC)
καὶ φανερώτερον ἐπὶ ταύτης ὅτι χειρίστη· κάκιστον δὲ τὸ ἐναντίον τῷ βελτίστῳ.
155Aristoteles, Magna moralia, 1, 9, 1; 2 (auctor 384BC-322BC)
ἐνίαις μὲν γὰρ μεσότησιν ἔνδεια ἐναντίον, ἐνίαις δὲ ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ οὖσα, ἀλλ' ἡ δειλία ἔνδεια οὖσα, τῇ δὲ σωφροσύνῃ μεσότητι οὔσῃ ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ ἡδονὰς οὐ δοκεῖ ἐναντίον εἶναι ἡ ἀναισθησία ἔνδεια οὖσα, ἀλλ' ἡ ἀκολασία οὖσα ὑπερβολή.
156Aristoteles, Magna moralia, 1, 9, 6; 12 (auctor 384BC-322BC)
γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλον μὲν γράψαι παντὸς ἐστί, τὸ δὲ μέσον τὸ ἐν αὐτῷ ἤδη λαβεῖν χαλεπόν, ὁμοίως δὲ καὶ ὀργισθῆναι μὲν ῥᾴδιον, καὶ τὸ ἐναντίον δὲ τούτῳ, τὸ δὲ μέσως ἔχειν χαλεπόν ἁπλῶς δὲ ἐν ἑκάστῳ τῶν παθῶν ἔστιν ἰδεῖν ὅτι τὸ ἐμπεριέχον τὸ μέσον ῥᾴδιον ἐστί, τὸ δὲ μέσον χαλεπόν, καθ' ὃ ἐπαινούμεθα διὸ καὶ σπάνιον τὸ σπουδαῖον).
157Aristoteles, Magna moralia, 2, 11, 3; 6 (auctor 384BC-322BC)
"ἐρᾷ μὲν" γάρ, φασίν, "ὄμβρου γαῖα, ὅταν ξηρὸν πέδον" τὸ δὴ ἐναντίον, φασίν, τῷ ἐναντίῳ βούλεσθαι φίλον εἶναι.
158Aristoteles, Metaphysica, 3, 1; 7 (auctor 384BC-322BC)
περί τε τούτων οὖν, καθάπερ φαμέν, ἐπισκεπτέον, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ' αὑτὰ ταῖς οὐσίαις, πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντιότητος, καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων ἁπάντων τῶν τοιούτων περὶ ὅσων οἱ διαλεκτικοὶ πειρῶνται σκοπεῖν ἐκ τῶν ἐνδόξων μόνων ποιούμενοι τὴν σκέψιν, τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων· ἔτι δὲ τούτοις αὐτοῖς ὅσα καθ' αὑτὰ συμβέβηκεν, καὶ μὴ μόνον τί ἐστι τούτων ἕκαστον ἀλλὰ καὶ ἆρα ἓν ἑνὶ ἐναντίον· καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα τὰ γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον· καὶ εἰ τὰ γένη, πότερον ὅσα ἐπὶ τοῖς ἀτόμοις λέγεται τελευταῖα ἢ τὰ πρῶτα, οἷον πότερον ζῷον ἢ ἄνθρωπος ἀρχή τε καὶ μᾶλλον ἔστι παρὰ τὸ καθ' ἕκαστον.
159Aristoteles, Metaphysica, 4, 2; 17 (auctor 384BC-322BC)
εἰ γὰρ μὴ τοῦ φιλοσόφου, τίς ἔσται ὁ ἐπισκεψόμενος εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος, ἢ εἰ ἓν ἑνὶ ἐναντίον, ἢ τί ἐστι τὸ ἐναντίον ἢ ποσαχῶς λέγεται· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων.
160Aristoteles, Metaphysica, 4, 2; 28 (auctor 384BC-322BC)
καὶ διὰ τοῦτο οὐ τοῦ γεωμέτρου θεωρῆσαι τί τὸ ἐναντίον ἢ τέλειον ἢ ἓν ἢ ὂν ἢ ταὐτὸν ἢ ἕτερον, ἀλλ' ἢ ἐξ ὑποθέσεως.
161Aristoteles, Metaphysica, 4, 5; 63 (auctor 384BC-322BC)
ἔτι ἐν ὅσοις γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει, καὶ ἐν τούτοις ἔσται, οἷον ἐν ἀριθμοῖς οὔτε περιττὸς οὔτε οὐ περιττὸς ἀριθμός· ἀλλ' ἀδύνατον· ἐκ τοῦ ὁρισμοῦ δὲ δῆλον.
162Aristoteles, Metaphysica, 4, 5; 79 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων καὶ τὸν ἐναντίον αὑτοῦ λόγον ἀληθῆ ποιεῖ, ὥστε τὸν ἑαυτοῦ οὐκ ἀληθῆ (ὁ γὰρ ἐναντίος οὔ φησιν αὐτὸν ἀληθῆ) , ὁ δὲ πάντα ψευδῆ καὶ αὐτὸς αὑτόν.
163Aristoteles, Metaphysica, 4, 5; 80 (auctor 384BC-322BC)
ἐὰν δ' ἐξαιρῶνται ὁ μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος ἐστίν, ὁ δὲ τὸν αὑτοῦ ὡς οὐ ψευδής, οὐδὲν ἧττον ἀπείρους συμβαίνει αὐτοῖς αἰτεῖσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς· ὁ γὰρ λέγων τὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής, τοῦτο δ' εἰς ἄπειρον βαδιεῖται.
164Aristoteles, Metaphysica, 5, 5; 2 (auctor 384BC-322BC)
ἔτι τὸ βίαιον καὶ ἡ βία· τοῦτο δ' ἐστὶ τὸ παρὰ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν ἐμποδίζον καὶ κωλυτικόν, τὸ γὰρ βίαιον ἀναγκαῖον λέγεται, διὸ καὶ λυπηρόν (ὥσπερ καὶ Εὔηνός φησι "πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ' ἀνιαρὸν ἔφυ") , καὶ ἡ βία ἀνάγκη τις (ὥσπερ καὶ Σοφοκλῆς λέγει "ἀλλ' ἡ βία με ταῦτ' ἀναγκάζει ποιεῖν") , καὶ δοκεῖ ἡ ἀνάγκη ἀμετάπειστόν τι εἶναι, ὀρθῶς· ἐναντίον γὰρ τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ κατὰ τὸν λογισμόν.
165Aristoteles, Metaphysica, 5, 10; 5 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται, ἀκολουθεῖν ἀνάγκη καὶ τἆλλα ὅσα κατὰ ταῦτα λέγεται, ὥστε καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἐναντίον, ὥστ' εἶναι ἕτερον καθ' ἑκάστην κατηγορίαν.
166Aristoteles, Metaphysica, 5, 12; 9 (auctor 384BC-322BC)
καὶ ἀδύνατα δὴ τὰ μὲν κατὰ τὴν ἀδυναμίαν ταύτην λέγεται, τὰ δὲ ἄλλον τρόπον, οἷον δυνατόν τε καὶ ἀδύνατον, ἀδύνατον μὲν οὗ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές (οἷον τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἀδύνατον ὅτι ψεῦδος τὸ τοιοῦτον οὗ τὸ ἐναντίον οὐ μόνον ἀληθὲς ἀλλὰ καὶ ἀνάγκη [ἀσύμμετρον εἶναι]· τὸ ἄρα σύμμετρον οὐ μόνον ψεῦδος ἀλλὰ καὶ ἐξ ἀνάγκης ψεῦδος) · τὸ δ' ἐναντίον τούτῳ, τὸ δυνατόν, ὅταν μὴ ἀναγκαῖον ᾖ τὸ ἐναντίον ψεῦδος εἶναι, οἷον τὸ καθῆσθαι ἄνθρωπον δυνατόν· οὐ γὰρ ἐξ ἀνάγκης τὸ μὴ καθῆσθαι ψεῦδος.
167Aristoteles, Metaphysica, 8, 5; 3 (auctor 384BC-322BC)
οἷον εἰ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἐναντίον δὲ νόσος ὑγιείᾳ, ἆρα ἄμφω δυνάμει· καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· ἢ τοῦ μὲν καθ' ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τοῦ δὲ κατὰ στέρησιν καὶ φθορὰν τὴν παρὰ φύσιν· ἀπορία δέ τις ἔστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους οὐδὲ δυνάμει ὄξος (καίτοι γίγνεται ἐξ αὐτοῦ ὄξος) καὶ ὁ ζῶν δυνάμει νεκρός.
168Aristoteles, Metaphysica, 9, 2; 3 (auctor 384BC-322BC)
αἴτιον δὲ ὅτι λόγος ἐστὶν ἡ ἐπιστήμη, ὁ δὲ λόγος ὁ αὐτὸς δηλοῖ τὸ πρᾶγμα καὶ τὴν στέρησιν, πλὴν οὐχ ὡσαύτως, καὶ ἔστιν ὡς ἀμφοῖν ἔστι δ' ὡς τοῦ ὑπάρχοντος μᾶλλον, ὥστ' ἀνάγκη καὶ τὰς τοιαύτας ἐπιστήμας εἶναι μὲν τῶν ἐναντίων, εἶναι δὲ τοῦ μὲν καθ' αὑτὰς τοῦ δὲ μὴ καθ' αὑτάς· καὶ γὰρ ὁ λόγος τοῦ μὲν καθ' αὑτὸ τοῦ δὲ τρόπον τινὰ κατὰ συμβεβηκός· ἀποφάσει γὰρ καὶ ἀποφορᾷ δηλοῖ τὸ ἐναντίον· ἡ γὰρ στέρησις ἡ πρώτη τὸ ἐναντίον, αὕτη δὲ ἀποφορὰ θατέρου.
169Aristoteles, Metaphysica, 10, 5; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ἓν ἑνὶ ἐναντίον, ἀπορήσειεν ἄν τις πῶς ἀντίκειται τὸ ἓν καὶ τὰ πολλά, καὶ τὸ ἴσον τῷ μεγάλῳ καὶ τῷ μικρῷ.
170Aristoteles, Metaphysica, 10, 5; 2 (auctor 384BC-322BC)
εἰ γὰρ τὸ πότερον ἀεὶ ἐν ἀντιθέσει λέγομεν, οἷον πότερον λευκὸν ἢ μέλαν, καὶ πότερον λευκὸν ἢ οὐ λευκόν (πότερον δὲ ἄνθρωπος ἢ λευκὸν οὐ λέγομεν, ἐὰν μὴ ἐξ ὑποθέσεως καὶ ζητοῦντες οἷον πότερον ἦλθε Κλέων ἢ Σωκράτης – ἀλλ' οὐκ ἀνάγκη ἐν οὐδενὶ γένει τοῦτο· ἀλλὰ καὶ τοῦτο ἐκεῖθεν ἐλήλυθεν· τὰ γὰρ ἀντικείμενα μόνα οὐκ ἐνδέχεται ἅμα ὑπάρχειν, ᾧ καὶ ἐνταῦθα χρῆται ἐν τῷ πότερος ἦλθεν· εἰ γὰρ ἅμα ἐνεδέχετο, γελοῖον τὸ ἐρώτημα· εἰ δέ, καὶ οὕτως ὁμοίως ἐμπίπτει εἰς ἀντίθεσιν, εἰς τὸ ἓν ἢ πολλά, οἷον πότερον ἀμφότεροι ἦλθον ἢ ἅτερος) · εἰ δὴ ἐν τοῖς ἀντικειμένοις ἀεὶ τοῦ ποτέρου ἡ ζήτησις, λέγεται δὲ πότερον μεῖζον ἢ ἔλαττον ἢ ἴσον, τίς ἐστιν ἡ ἀντίθεσις πρὸς ταῦτα τοῦ ἴσου· οὔτε γὰρ θατέρῳ μόνῳ ἐναντίον οὔτ' ἀμφοῖν· τί γὰρ μᾶλλον τῷ μείζονι ἢ τῷ ἐλάττονι· ἔτι τῷ ἀνίσῳ ἐναντίον τὸ ἴσον, ὥστε πλείοσιν ἔσται ἢ ἑνί.
171Aristoteles, Metaphysica, 10, 5; 3 (auctor 384BC-322BC)
εἰ δὲ τὸ ἄνισον σημαίνει τὸ αὐτὸ ἅμα ἀμφοῖν, εἴη μὲν ἂν ἀντικείμενον ἀμφοῖν (καὶ ἡ ἀπορία βοηθεῖ τοῖς φάσκουσι τὸ ἄνισον δυάδα εἶναι) , ἀλλὰ συμβαίνει ἓν δυοῖν ἐναντίον· ὅπερ ἀδύνατον.
172Aristoteles, Metaphysica, 10, 6; 15 (auctor 384BC-322BC)
τὸ δὲ πλῆθος οἷον γένος ἐστὶ τοῦ ἀριθμοῦ· ἔστι γὰρ ἀριθμὸς πλῆθος ἑνὶ μετρητόν, καὶ ἀντίκειταί πως τὸ ἓν καὶ ἀριθμός, οὐχ ὡς ἐναντίον ἀλλ' ὥσπερ εἴρηται τῶν πρός τι ἔνια· ᾗ γὰρ μέτρον τὸ δὲ μετρητόν, ταύτῃ ἀντίκειται, διὸ οὐ πᾶν ὃ ἂν ᾖ ἓν ἀριθμός ἐστιν, οἷον εἴ τι ἀδιαίρετόν ἐστιν.
173Aristoteles, Metaphysica, 10, 6; 18 (auctor 384BC-322BC)
τὸ δὲ πλῆθος οὔτε τῷ ὀλίγῳ ἐναντίον – ἀλλὰ τούτῳ μὲν τὸ πολὺ ὡς ὑπερέχον πλῆθος ὑπερεχομένῳ πλήθει – οὔτε τῷ ἑνὶ πάντως· ἀλλὰ τὸ μὲν ὥσπερ εἴρηται, ὅτι διαιρετὸν τὸ δ' ἀδιαίρετον, τὸ δ' ὡς πρός τι ὥσπερ ἡ ἐπιστήμη ἐπιστητῷ, ἐὰν ᾖ ἀριθμὸς τὸ δ' ἓν μέτρον.
174Aristoteles, Metaphysica, 10, 10; 2 (auctor 384BC-322BC)
νῦν μὲν οὖν ἐπ' αὐτῶν εἰρήκαμεν τῶν καθόλου ὀνομάτων, ὥστε δόξειεν ἂν οὐκ ἀναγκαῖον εἶναι ὁτιοῦν ἄφθαρτον καὶ φθαρτὸν ἕτερα εἶναι τῷ εἴδει, ὥσπερ οὐδὲ λευκὸν καὶ μέλαν (τὸ γὰρ αὐτὸ ἐνδέχεται εἶναι, καὶ ἅμα, ἐὰν ᾖ τῶν καθόλου, ὥσπερ ὁ ἄνθρωπος εἴη ἂν καὶ λευκὸς καὶ μέλας, καὶ τῶν καθ' ἕκαστον· εἴη γὰρ ἄν, μὴ ἅμα, ὁ αὐτὸς λευκὸς καὶ μέλας· καίτοι ἐναντίον τὸ λευκὸν τῷ μέλανι) · ἀλλὰ τῶν ἐναντίων τὰ μὲν κατὰ συμβεβηκὸς ὑπάρχει ἐνίοις, οἷον καὶ τὰ νῦν εἰρημένα καὶ ἄλλα πολλά, τὰ δὲ ἀδύνατον, ὧν ἐστὶ καὶ τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον· οὐδὲν γάρ ἐστι φθαρτὸν κατὰ συμβεβηκός· τὸ μὲν γὰρ συμβεβηκὸς ἐνδέχεται μὴ ὑπάρχειν, τὸ δὲ φθαρτὸν τῶν ἐξ ἀνάγκης ὑπαρχόντων ἐστὶν οἷς ὑπάρχει· ἢ ἔσται τὸ αὐτὸ καὶ ἓν φθαρτὸν καὶ ἄφθαρτον, εἰ ἐνδέχεται μὴ ὑπάρχειν αὐτῷ τὸ φθαρτόν.
175Aristoteles, Metaphysica, 11, 11; 9 (auctor 384BC-322BC)
οὐδὲ δὴ ἡ φθορὰ κίνησις· ἐναντίον γὰρ κινήσει κίνησις ἢ ἠρεμία, φθορὰ δὲ γενέσει.
176Aristoteles, Metaphysica, 11, 11; 11 (auctor 384BC-322BC)
τὰ δ' ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον) , καὶ δηλοῦται καταφάσει, οἷον τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
177Aristoteles, Metaphysica, 11, 12; 1 (auctor 384BC-322BC)
εἰ οὖν αἱ κατηγορίαι διῄρηνται οὐσίᾳ, ποιότητι, τόπῳ, τῷ ποιεῖν ἢ πάσχειν, τῷ πρός τι, τῷ ποσῷ, ἀνάγκη τρεῖς εἶναι κινήσεις, ποιοῦ ποσοῦ τόπου· κατ' οὐσίαν δ' οὔ, διὰ τὸ μηθὲν εἶναι οὐσίᾳ ἐναντίον, οὐδὲ τοῦ πρός τι (ἔστι γὰρ θατέρου μεταβάλλοντος μὴ ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον, ὥστε κατὰ συμβεβηκὸς ἡ κίνησις αὐτῶν) , οὐδὲ ποιοῦντος καὶ πάσχοντος, ἢ κινοῦντος καὶ κινουμένου, ὅτι οὐκ ἔστι κινήσεως κίνησις οὐδὲ γενέσεως γένεσις, οὐδ' ὅλως μεταβολῆς μεταβολή.
178Aristoteles, Metaphysica, 11, 12; 17 (auctor 384BC-322BC)
τὸ δὲ ἀκίνητον τό τε ὅλως ἀδύνατον κινηθῆναι καὶ τὸ μόλις ἐν χρόνῳ πολλῷ ἢ βραδέως ἀρχόμενον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον μὴ κινούμενον δὲ ὅτε πέφυκε καὶ οὗ καὶ ὥς· ὃ καλῶ ἠρεμεῖν τῶν ἀκινήτων μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
179Aristoteles, Metaphysica, 11, 12; 19 (auctor 384BC-322BC)
ἐναντίον κατὰ τόπον τὸ κατ' εὐθεῖαν ἀπέχον πλεῖστον· ἑξῆς δὲ οὗ μετὰ τὴν ἀρχὴν ὄντος, θέσει ἢ εἴδει ἢ ἄλλως πως ἀφορισθέντος, μηθὲν μεταξύ ἐστι τῶν ἐν ταὐτῷ γένει καὶ οὗ ἐφεξῆς ἐστίν, οἷον γραμμαὶ γραμμῆς ἢ μονάδες μονάδος ἢ οἰκίας οἰκία (ἄλλο δ' οὐθὲν κωλύει μεταξὺ εἶναι) .
180Aristoteles, Metaphysica, 12, 2; 1 (auctor 384BC-322BC)
ἔτι τὸ μὲν ὑπομένει, τὸ δ' ἐναντίον οὐχ ὑπομένει· ἔστιν ἄρα τι τρίτον παρὰ τὰ ἐναντία, ἡ ὕλη.
181Aristoteles, Metaphysica, 12, 4; 14 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ κινοῦν ἐν μὲν τοῖς φυσικοῖς ἀνθρώπῳ ἄνθρωπος, ἐν δὲ τοῖς ἀπὸ διανοίας τὸ εἶδος ἢ τὸ ἐναντίον, τρόπον τινὰ τρία αἴτια ἂν εἴη, ὡδὶ δὲ τέτταρα.
182Aristoteles, Metaphysica, 12, 10; 11 (auctor 384BC-322BC)
λύεται δὲ καὶ τοῦτο τὸν αὐτὸν τρόπον· ἡ γὰρ ὕλη ἡ μία οὐδενὶ ἐναντίον.
183Aristoteles, Metaphysica, 12, 10; 20 (auctor 384BC-322BC)
ἄτοπον δὲ καὶ τὸ ἐναντίον μὴ ποιῆσαι τῷ ἀγαθῷ καὶ τῷ νῷ.
184Aristoteles, Metaphysica, 12, 10; 25 (auctor 384BC-322BC)
καὶ τοῖς δύο ἀρχὰς ποιοῦσιν ἄλλην ἀνάγκη ἀρχὴν κυριωτέραν εἶναι, καὶ τοῖς τὰ εἴδη ἔτι ἄλλη ἀρχὴ κυριωτέρα· διὰ τί γὰρ μετέσχεν ἢ μετέχει· καὶ τοῖς μὲν ἄλλοις ἀνάγκη τῇ σοφίᾳ καὶ τῇ τιμιωτάτῃ ἐπιστήμῃ εἶναί τι ἐναντίον, ἡμῖν δ' οὔ.
185Aristoteles, Metaphysica, 12, 10; 26 (auctor 384BC-322BC)
οὐ γάρ ἐστιν ἐναντίον τῷ πρώτῳ οὐδέν· πάντα γὰρ τὰ ἐναντία ὕλην ἔχει, καὶ δυνάμει ταῦτα ἔστιν· ἡ δὲ ἐναντία ἄγνοια εἰς τὸ ἐναντίον, τῷ δὲ πρώτῳ ἐναντίον οὐδέν.
186Aristoteles, Metaphysica, 13, 8; 22 (auctor 384BC-322BC)
ἔτι πότερον ἑκάστη μονὰς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἰσασθέντων ἐστίν, ἢ ἡ μὲν ἐκ τοῦ μικροῦ ἡ δ' ἐκ τοῦ μεγάλου· εἰ μὲν δὴ οὕτως, οὔτε ἐκ πάντων τῶν στοιχείων ἕκαστον οὔτε ἀδιάφοροι αἱ μονάδες (ἐν τῇ μὲν γὰρ τὸ μέγα ἐν τῇ δὲ τὸ μικρὸν ὑπάρχει, ἐναντίον τῇ φύσει ὄν) · ἔτι αἱ ἐν τῇ τριάδι αὐτῇ πῶς· μία γὰρ περιττή· ἀλλὰ διὰ τοῦτο ἴσως αὐτὸ τὸ ἓν ποιοῦσιν ἐν τῷ περιττῷ μέσον.
187Aristoteles, Metaphysica, 14, 1; 4 (auctor 384BC-322BC)
ἀεὶ ἄρα πάντα τὰ ἐναντία καθ' ὑποκειμένου καὶ οὐθὲν χωριστόν, ἀλλ' ὥσπερ καὶ φαίνεται οὐθὲν οὐσίᾳ ἐναντίον, καὶ ὁ λόγος μαρτυρεῖ.
188Aristoteles, Metaphysica, 14, 1; 12 (auctor 384BC-322BC)
εἰ δέ ἐστιν, ὥσπερ βούλονται, τὰ ὄντα ἐξ ἐναντίων, τῷ δὲ ἑνὶ ἢ οὐθὲν ἐναντίον ἢ εἴπερ ἄρα μέλλει, τὸ πλῆθος, τὸ δ' ἄνισον τῷ ἴσῳ καὶ τὸ ἕτερον τῷ ταὐτῷ καὶ τὸ ἄλλο αὐτῷ, μάλιστα μὲν οἱ τὸ ἓν τῷ πλήθει ἀντιτιθέντες ἔχονταί τινος δόξης, οὐ μὴν οὐδ' οὗτοι ἱκανῶς· ἔσται γὰρ τὸ ἓν ὀλίγον· πλῆθος μὲν γὰρ ὀλιγότητι τὸ δὲ πολὺ τῷ ὀλίγῳ ἀντίκειται.
189Aristoteles, Metaphysica, 14, 2; 16 (auctor 384BC-322BC)
αὕτη γὰρ ἡ παρέκβασις αἰτία καὶ τοῦ τὸ ἀντικείμενον ζητοῦντας τῷ ὄντι καὶ τῷ ἑνί, ἐξ οὗ καὶ τούτων τὰ ὄντα, τὸ πρός τι καὶ τὸ ἄνισον ὑποθεῖναι, ὃ οὔτ' ἐναντίον οὔτ' ἀπόφασις ἐκείνων, μία τε φύσις τῶν ὄντων ὥσπερ καὶ τὸ τί καὶ τὸ ποῖον.
190Aristoteles, Metaphysica, 14, 4; 10 (auctor 384BC-322BC)
ταῦτά τε δὴ συμβαίνει ἄτοπα, καὶ τὸ ἐναντίον στοιχεῖον, εἴτε πλῆθος ὂν εἴτε τὸ ἄνισον καὶ μέγα καὶ μικρόν, τὸ κακὸν αὐτό (διόπερ ὁ μὲν ἔφευγε τὸ ἀγαθὸν προσάπτειν τῷ ἑνὶ ὡς ἀναγκαῖον ὄν, ἐπειδὴ ἐξ ἐναντίων ἡ γένεσις, τὸ κακὸν τὴν τοῦ πλήθους φύσιν εἶναι· οἱ δὲ λέγουσι τὸ ἄνισον τὴν τοῦ κακοῦ φύσιν) · συμβαίνει δὴ πάντα τὰ ὄντα μετέχειν τοῦ κακοῦ ἔξω ἑνὸς αὐτοῦ τοῦ ἑνός, καὶ μᾶλλον ἀκράτου μετέχειν τοὺς ἀριθμοὺς ἢ τὰ μεγέθη, καὶ τὸ κακὸν τοῦ ἀγαθοῦ χώραν εἶναι, καὶ μετέχειν καὶ ὀρέγεσθαι τοῦ φθαρτικοῦ· φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον.
191Aristoteles, Metaphysica, 14, 5; 12 (auctor 384BC-322BC)
ἐπεὶ τοίνυν τὸ ἓν ὁ μὲν τῷ πλήθει ὡς ἐναντίον τίθησιν, ὁ δὲ τῷ ἀνίσῳ, ὡς ἴσῳ τῷ ἑνὶ χρώμενος, ὡς ἐξ ἐναντίων εἴη ἂν ὁ ἀριθμός· ἔστιν ἄρα τι ἕτερον ἐξ οὗ ὑπομένοντος καὶ θατέρου ἐστὶν ἢ γέγονεν.
192Aristoteles, Metaphysica, 14, 5; 14 (auctor 384BC-322BC)
καίτοι καὶ ἐνυπάρχον καὶ μὴ ἐνυπάρχον φθείρει τὸ ἐναντίον, οἷον τὸ νεῖκος τὸ μῖγμα (καίτοι γε οὐκ ἔδει· οὐ γὰρ ἐκείνῳ γε ἐναντίον) .
193Aristoteles, Meteorologica, 2, II 4; 22 (auctor 384BC-322BC)
Ἔτι δέ τοῦ γίνεσθαι μάλιστα πνεύματα ἀπ’ αὐτῆς τε τῆς ἄρκτου καί μεσημβρίας τό αὐτό αἴτιον· πλεῖστοι γάρ βορέαι καί νότοι γίγνονται τῶν ἀνέμων· ὁ γάρ ἥλιος τούτους μόνους οὐκ ἐπέρχεται τούς τόπους, ἀλλά πρός τούτους καί ἀπό τούτων, ἐπί δυσμάς δέ καί ἐπ’ ἀνατολάς ἀεί φέρεται· διό τά νέφη συνίσταται ἐν τοῖς πλαγίοις, καί γίνεται προσιόντος μέν ἡ ἀναθυμίασις τοῦ ὑγροῦ, ἀπιόντος δέ πρός τόν ἐναντίον τόπον ὕδατα καί χειμῶνες.
194Aristoteles, Meteorologica, 2, II 6; 8 (auctor 384BC-322BC)
Ἄλλη δέ διάμετρος ταύτην πρός ὀρθήν τέμνουσα, ἧς τό ἐφ’ οὗ Η, ἔστω ἄρκτος· τούτῳ δ’ ἐναντίον ἐξ ἐναντίας, τό ἐφ’ οὗ Θ, μεσημβρία· τό δ’ ἐφ’ οὗ Ζ ἀνατολή θερινή, τό δ’ ἐφ’ οὗ Ε δυσμή θερινή, τό δ’ ἐφ’ οὗ Δ ἀνατολή χειμερινή, τό δ’ ἐφ’ οὗ Γ δυσμή χειμερινή.
195Aristoteles, Meteorologica, 2, II 6; 14 (auctor 384BC-322BC)
Ἐναντίος δέ τούτῳ νότος ἀπό τοῦ Θ· μεσημβρία τε γάρ αὕτη ἀφ’ ἧς πνεῖ, καί τό Θ τῷ Η ἐναντίον· κατά διάμετρον γάρ.
196Aristoteles, Meteorologica, 2, II 6; 38 (auctor 384BC-322BC)
Οἱ ἐναντίοι δ’ ἢ ταὐτό ποιοῦσιν ἢ ἐναντίον, οἷον ὑγροί λίψ καί καικίας, ὃν ἑλλησποντίαν ἔνιοι καλοῦσι, καί εὖρος, ὃν ἀπηλιώτην.
197Aristoteles, Meteorologica, 4, IV 1; 8 (auctor 384BC-322BC)
Τῇ δ’ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινόν σῆψις· πᾶσα γάρ ἡ κατά φύσιν φθορά εἰς τοῦθ’ ὁδός ἐστιν, οἷον γῆρας καί αὔανσις.
198Aristoteles, Meteorologica, 4, IV 3; 7 (auctor 384BC-322BC)
Πέπανσις μέν οὖν εἴρηται τί ἐστιν, ὠμότης δ’ ἐστί τό ἐναντίον· ἐναντίον δέ πεπάνσει ἀπεψία τῆς ἐν τῷ περικαρπίῳ τροφῆς· αὕτη δ’ ἐστίν ἡ ἀόριστος ὑγρότης.
199Aristoteles, Meteorologica, 4, IV 3; 41 (auctor 384BC-322BC)
Ἡ μέν οὖν μόλυνσις τῇ ἑψήσει ἐναντίον· τῇ δέ ὡς ὀπτήσει λεγομένῃ πέψει ἔστι μέν τι ἀντικείμενον ὁμοίως, ἀνωνυμώτερον δέ.
200Aristoteles, Meteorologica, 4, IV 6; 24 (auctor 384BC-322BC)
Τῷ γάρ ξηρῷ θερμῷ ἐναντίον ψυχρόν ὑγρόν.
201Aristoteles, Physica, 1, 7; 23 (auctor 384BC-322BC)
λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον· τοῦτο γὰρ οὐκ ἐναντίον.
202Aristoteles, Physica, 1, 7; 29 (auctor 384BC-322BC)
μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ οὕτως ὂν ὡς τὸ τόδε τι, μία δὲ ἧς ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ, ἡ στέρησις.
203Aristoteles, Physica, 1, 9; 8 (auctor 384BC-322BC)
ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ, τὸ μὲν ἐναντίον αὐτῷ φαμεν εἶναι, τὸ δὲ ὃ πέφυκεν ἐφίεσθαι καὶ ὀρέγεσθαι αὐτοῦ κατὰ τὴν αὑτοῦ φύσιν.
204Aristoteles, Physica, 1, 9; 9 (auctor 384BC-322BC)
τοῖς δὲ συμβαίνει τὸ ἐναντίον ὀρέγεσθαι τῆς αὑτοῦ φθορᾶς.
205Aristoteles, Physica, 1, 9; 10 (auctor 384BC-322BC)
καίτοι οὔτε αὐτὸ αὑτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτ' ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθ' αὑτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
206Aristoteles, Physica, 2, 1; 26 (auctor 384BC-322BC)
εἰ δ' ἔστιν στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἁπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον.
207Aristoteles, Physica, 3, 5; 20 (auctor 384BC-322BC)
ὅλως γὰρ καὶ χωρὶς τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν ᾖ πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡράκλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ (ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί)· πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.
208Aristoteles, Physica, 4, 12; 37 (auctor 384BC-322BC)
οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον· διὸ αἰεὶ οὐκ ἔστιν, ὅτι ἐναντίον τῷ αἰεὶ ὄντι.
209Aristoteles, Physica, 4, 12; 38 (auctor 384BC-322BC)
ὅσων δὲ τὸ ἐναντίον μὴ αἰεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μή, καὶ ἔστιν γένεσις καὶ φθορὰ αὐτῶν.
210Aristoteles, Physica, 5, 1; 21 (auctor 384BC-322BC)
οὐδὲ δὴ ἡ φθορὰ κίνησις· ἐναντίον μὲν γὰρ κινήσει ἢ κίνησις ἢ ἠρεμία, ἡ δὲ φθορὰ γενέσει ἐναντίον.
211Aristoteles, Physica, 5, 1; 23 (auctor 384BC-322BC)
τὰ δ' ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον), καὶ δηλοῦται καταφάσει, τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
212Aristoteles, Physica, 5, 2; 1 (auctor 384BC-322BC)
Κατ' οὐσίαν δ' οὐκ ἔστιν κίνησις διὰ τὸ μηδὲν εἶναι οὐσίᾳ τῶν ὄντων ἐναντίον.
213Aristoteles, Physica, 5, 2; 22 (auctor 384BC-322BC)
ἡ δ' ἐν τῷ αὐτῷ εἴδει μεταβολὴ ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἀλλοίωσίς ἐστιν· ἢ γὰρ ἐξ ἐναντίου ἢ εἰς ἐναντίον κίνησίς ἐστιν, ἢ ἁπλῶς ἢ πῄ· ἐπὶ μὲν γὰρ τὸ ἧττον ἰοῦσα εἰς τοὐναντίον λεχθήσεται μεταβάλλειν, ἐπὶ δὲ τὸ μᾶλλον ὡς ἐκ τοὐναντίου εἰς αὐτό.
214Aristoteles, Physica, 5, 2; 24 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν αὗται τρεῖς μόναι κινήσεις εἰσίν, ἐκ τούτων δῆλον· ἀκίνητον δ' ἐστὶ τό τε ὅλως ἀδύνατον κινηθῆναι, ὥσπερ ὁ ψόφος ἀόρατος, καὶ τὸ ἐν πολλῷ χρόνῳ μόλις κινούμενον ἢ τὸ βραδέως ἀρχόμενον, ὃ λέγεται δυσκίνητον, καὶ τὸ πεφυκὸς μὲν κινεῖσθαι καὶ δυνάμενον, μὴ κινούμενον δὲ τότε ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ὅπερ ἠρεμεῖν καλῶ τῶν ἀκινήτων μόνον· ἐναντίον γὰρ ἠρεμία κινήσει, ὥστε στέρησις ἂν εἴη τοῦ δεκτικοῦ.
215Aristoteles, Physica, 5, 3; 4 (auctor 384BC-322BC)
[ἐν ἐλαχίστοις δ' ἐστι τὸ μεταξὺ τρισίν· ἔσχατον μὲν γάρ ἐστι τῆς μεταβολῆς τὸ εναντιον.] συνεχῶς δὲ κινεῖται τὸ μηθὲν ἢ ὅτι ὀλίγιστον διαλεῖπον τοῦ πράγματος—μὴ τοῦ χρόνου (οὐδὲν γὰρ κωλύει διαλείποντα, καὶ εὐθὺς δὲ μετὰ τὴν ὑπάτην φθέγξασθαι τὴν νεάτην) ἀλλὰ τοῦ πράγματος ἐν ᾧ κινεῖται.
216Aristoteles, Physica, 5, 3; 5 (auctor 384BC-322BC)
[ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, τὰ δ' ἀντικείμενα τά τε ἐναντία καὶ τὰ κατὰ ἀντίφασιν, ἀντιφάσεως δ' οὐδὲν ἀνὰ μέσον, φανερὸν ὅτι ἐν τοῖς ἐναντίοις ἔσται τὸ μεταξύ. [226c] ἐν ἐλαχίστοις δ' ἐστὶ τὸ μεταξὺ τρισίν· ἔσχατον μὲν γάρ ἐστι τῆς μεταβολῆς τὸ ἐναντίον,] τοῦτο δὲ ἔν τε ταῖς κατὰ τόπον καὶ ἐν ταῖς ἄλλαις μεταβολαῖς φανερόν.
217Aristoteles, Physica, 5, 3; 6 (auctor 384BC-322BC)
ἐναντίον δὲ κατὰ τόπον τὸ κατ' εὐθεῖαν ἀπέχον πλεῖστον· ἡ γὰρ ἐλαχίστη πεπέρανται, μέτρον δὲ τὸ πεπερασμένον.
218Aristoteles, Physica, 5, 5; 2 (auctor 384BC-322BC)
διαιρετέον δὲ πρῶτον πότερον ἐναντία κίνησις ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό (οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς ὑγίειαν), οἷον καὶ γένεσις καὶ φθορὰ δοκεῖ, ἢ ἡ ἐξ ἐναντίων (οἷον ἡ ἐξ ὑγιείας τῇ ἐκ νόσου), ἢ ἡ εἰς ἐναντία (οἷον ἡ εἰς ὑγίειαν τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου τῇ εἰς ἐναντίον (οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον (οἷον ἡ ἐξ ὑγιείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγίειαν).
219Aristoteles, Physica, 5, 5; 4 (auctor 384BC-322BC)
ἔστι δ' ἡ μὲν ἐξ ἐναντίου τῇ εἰς ἐναντίον οὐκ ἐναντία, οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς νόσον· ἡ αὐτὴ γὰρ καὶ μία.
220Aristoteles, Physica, 5, 5; 6 (auctor 384BC-322BC)
οὐδ' ἡ ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου· ἅμα μὲν γὰρ συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ μεταξύ—ἀλλὰ περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, ἀλλὰ μᾶλλον τὸ εἰς ἐναντίον μεταβάλλειν δόξειεν ἂν εἶναι αἴτιον τῆς ἐναντιώσεως ἢ τὸ ἐξ ἐναντίου· ἡ μὲν γὰρ ἀπαλλαγὴ ἐναντιότητος, ἡ δὲ λῆψις.
221Aristoteles, Physica, 5, 5; 10 (auctor 384BC-322BC)
ἐπεὶ δὲ διαφέρει μεταβολὴ κινήσεως (ἡ ἔκ τινος γὰρ ὑποκειμένου εἴς τι ὑποκείμενον μεταβολὴ κίνησίς ἐστιν), ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον κίνησις ἐναντία, οἷον ἡ ἐξ ὑγιείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγίειαν.
222Aristoteles, Physica, 5, 5; 12 (auctor 384BC-322BC)
ἡ δ' εἰς ἐναντίον μόνον οὐ κίνησις ἀλλὰ μεταβολή, οἷον τὸ γίγνεσθαι λευκὸν μὴ ἔκ τινος.
223Aristoteles, Physica, 5, 5; 15 (auctor 384BC-322BC)
κίνησις μὲν δὴ κινήσει ἐναντία οὕτως ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον.
224Aristoteles, Physica, 5, 6; 2 (auctor 384BC-322BC)
ἁπλῶς μὲν γὰρ ἐναντίον κίνησις κινήσει, ἀντίκειται δὲ καὶ ἠρεμία (στέρησις γάρ, ἔστι δ' ὡς καὶ ἡ στέρησις ἐναντία λέγεται), ποιᾷ δὲ ποιά, οἷον τῇ κατὰ τόπον ἡ κατὰ τόπον.
225Aristoteles, Physica, 5, 6; 3 (auctor 384BC-322BC)
ἀλλὰ τοῦτο νῦν λέγεται ἁπλῶς· πότερον γὰρ τῇ ἐνταῦθα μονῇ ἡ ἐκ τούτου ἢ ἡ εἰς τοῦτο κίνησις ἀντίκειται; δῆλον δὴ ὅτι, ἐπεὶ ἐν δυσὶν ἡ κίνησις ὑποκειμένοις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἡ ἐν τούτῳ μονή, τῇ δ' ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ.
226Aristoteles, Physica, 5, 6; 28 (auctor 384BC-322BC)
ἢ πῂ ἠρεμεῖ, εἰ ἔτι μένει, ὅλως δὲ τοῦ κινουμένου τὸ μὲν ἐκεῖ, τὸ δ' εἰς ὃ μεταβάλλει; διὸ καὶ μᾶλλον κίνησις κινήσει ἐναντίον ἢ ἠρέμησις.
227Aristoteles, Physica, 8, 7; 4 (auctor 384BC-322BC)
ἀδύνατον γὰρ αὔξησιν εἶναι ἀλλοιώσεως μὴ προϋπαρχούσης· τὸ γὰρ αὐξανόμενον ἔστιν μὲν ὡς ὁμοίῳ αὐξάνεται, ἔστιν δ' ὡς ἀνομοίῳ· τροφὴ γὰρ λέγεται τῷ ἐναντίῳ τὸ ἐναντίον.
228Aristoteles, Physica, 8, 7; 38 (auctor 384BC-322BC)
οὐδὲν γὰρ διαφέρει ἐναντίας ἢ μὴ ἐναντίας εἶναι τὰς κατ' ἀντίφασιν μεταβολάς, εἰ μόνον ἀδύνατον ἅμα τῷ αὐτῷ παρεῖναι (τοῦτο γὰρ τῷ λόγῳ οὐδὲν χρήσιμον), οὐδ' εἰ μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, μηδ' ἐστὶν μεταβολὴ ἠρεμίᾳ ἐναντίον (οὐ γὰρ ἴσως ἠρεμεῖ τὸ μὴ ὄν, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὄν), ἀλλ' εἰ μόνον μεταξὺ γίγνεται χρόνος· οὕτω γὰρ οὐκ ἔστιν ἡ μεταβολὴ συνεχής· οὐδὲ γὰρ ἐν τοῖς πρότερον ἡ ἐναντίωσις χρήσιμον, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν.
229Aristoteles, Physica, 8, 7; 39 (auctor 384BC-322BC)
οὐ δεῖ δὲ ταράττεσθαι ὅτι τὸ αὐτὸ πλείοσιν ἔσται ἐναντίον, οἷον ἡ κίνησις καὶ στάσει καὶ κινήσει τῇ εἰς τοὐναντίον, ἀλλὰ μόνον τοῦτο λαμβάνειν, ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία, καθάπερ τὸ ἴσον καὶ τὸ μέτριον τῷ ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρχειν.
230Aristoteles, Politica, 4; 202 (auctor 384BC-322BC)
διῄρηται μὲν οὖν τὸ βουλευόμενον πρὸς τὰς πολιτείας τοῦτον τὸν τρόπον, καὶ διοικεῖ ἑκάστη πολιτεία κατὰ τὸν εἰρημένον διορισμόν· συμφέρει δὲ δημοκρατίᾳ τῇ μάλιστ' εἶναι δοκούσῃ δημοκρατίᾳ νῦν (λέγω δὲ τοιαύτην ἐν ᾗ κύριος ὁ δῆμος καὶ τῶν νόμων ἐστίν) πρὸς τὸ βουλεύεσθαι βέλτιον τὸ αὐτὸ ποιεῖν ὅπερ ἐπὶ τῶν δικαστηρίων ἐν ταῖς ὀλιγαρχίαις (τάττουσι γὰρ ζημίαν τούτοις οὓς βούλονται δικάζειν, ἵνα δικάζωσιν, οἱ δὲ δημοτικοὶ μισθὸν τοῖς ἀπόροις) , τοῦτο δὴ καὶ περὶ τὰς ἐκκλησίας ποιεῖν (βουλεύσονται γὰρ βέλτιον κοινῇ βουλευόμενοι πάντες, ὁ μὲν δῆμος μετὰ τῶν γνωρίμων, οὗτοι δὲ μετὰ τοῦ πλήθους) , συμφέρει δὲ καὶ τὸ αἱρετοὺς εἶναι τοὺς βουλευομένους, ἢ κληρωτοὺς ἴσους ἐκ τῶν μορίων, συμφέρει δέ, κἂν ὑπερβάλλωσι πολὺ κατὰ τὸ πλῆθος οἱ δημοτικοὶ τῶν πολιτικῶν ἢ μὴ πᾶσι διδόναι μισθόν, ἀλλ' ὅσοι σύμμετροι πρὸς τὸ τῶν γνωρίμων πλῆθος, ἢ ἀποκληροῦν τοὺς πλείους· ἐν δὲ ταῖς ὀλιγαρχίαις ἢ προσαιρεῖσθαί τινας ἐκ τοῦ πλήθους, ἢ κατασκευάσαντας ἀρχεῖον οἷον ἐν ἐνίαις πολιτείαις ἐστὶν οὓς καλοῦσι προβούλους καὶ νομοφύλακας, περὶ τούτων χρηματίζειν περὶ ὧν ἂν οὗτοι προβουλεύσωσιν (οὕτω γὰρ μεθέξει ὁ δῆμος τοῦ βουλεύεσθαι, καὶ λύειν οὐθὲν δυνήσεται τῶν περὶ τὴν πολιτείαν) , ἔτι ἢ ταὐτὰ ψηφίζεσθαι τὸν δῆμον ἢ μηθὲν ἐναντίον τοῖς εἰσφερομένοις, ἢ τῆς συμβουλῆς μὲν μεταδιδόναι πᾶσι, βουλεύεσθαι δὲ τοὺς ἄρχοντας.
231Aristoteles, Politica, 5; 114 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν δῆλον ὅτι, εἴπερ ἔχομεν δι' ὧν φθείρονται αἱ πολιτεῖαι, ἔχομεν καὶ δι' ὧν σῴζονται· τῶν γὰρ ἐναντίων τἀναντία ποιητικά, φθορὰ δὲ σωτηρίᾳ ἐναντίον.
232Aristoteles, Politica, 8; 80 (auctor 384BC-322BC)
προσθῶμεν δὲ ὅτι συμβέβηκεν ἐναντίον αὐτῷ πρὸς παιδείαν καὶ τὸ κωλύειν τῷ λόγῳ χρῆσθαι τὴν αὔλησιν.
233Aristoteles, Problemata, 1, 10 (auctor 384BC-322BC)
10. Διὰ τί, ἐὰν μὲν τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἐναντίον, ὑγρὸν καὶ νότιον, ἐν τῷ χειμῶνι κεφαλαλγίαι τε γίνονται καὶ βράγχοι καὶ βῆχες, καὶ τελευτῶσιν εἰς φθίσεις;
234Aristoteles, Problemata, 1, 42; 7 (auctor 384BC-322BC)
Στρυφνότης δὲ καὶ πικρότης συμβέβηκε τοῖς φαρμάκοις καὶ δυσωδία τῷ ἐναντίον εἶναι τῇ τροφῇ τὸ φάρμακον.
235Aristoteles, Problemata, 6, 7; 2 (auctor 384BC-322BC)
Ἢ διότι ἐγρηγόραμεν κατακείμενοι ἐπὶ τοῖς ἀριστεροῖς, καὶ αἱ χρήσεις ἡμῖν οὕτω πρόχειροι, ὥστε πρὸς τὸ ἐναντίον σχῆμα πρὸ ἔργου; Παρακαλεῖ δὲ ἕκαστον πρὸς τὸ ἔργον τὸ σχῆμα μᾶλλον.
236Aristoteles, Problemata, 8, 18; 2 (auctor 384BC-322BC)
Εἰ οὖν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές, τὸ δὲ θερμὸν τοῦ ῥιγῶντος εἴσω συνίσταται καὶ συνέρχεται, τὸ δὲ ὑγρὸν καταλείπεται καὶ τὸ ψυχρόν, τὸ δὲ ἐναντίον τοῦ ἐναντίου φθαρτικόν· ὥστε ἐὰν μὲν χλιαίνῃ, κατὰ μικρὸν ἐξέρχεται τὸ θερμὸν καὶ ἧττον πονεῖ, ἐὰν δὲ μὴ ἀναχλιάνῃ, προσάγει μᾶλλον.
237Aristoteles, Problemata, 8, 20; 1 (auctor 384BC-322BC)
Ἢ ὅτι ἡ ὀργὴ τῇ δειλίᾳ ἐναντίον καὶ ὁ θυμός; ἔστι δὲ ἡ μὲν ὀργὴ ἀπὸ τοῦ πυρός· πολὺ γὰρ τὸ πῦρ κατέχοντες εἴσω χλιαίνονται.
238Aristoteles, Problemata, 14; 23 (auctor 384BC-322BC)
ἢ οὐδὲ ἔστι ξηρότερος ὁ ἀὴρ ἐν τοῖς τόποις τοῖς τοιούτοις, ἀλλὰ φαίνεται παρὰ τὸ ἐναντίον, ὥσπερ ὁ ἐκ νεφέλης ἥλιος παρὰ τὸ ἐκ τῆς σκιᾶς θιγγάνεσθαι.
239Aristoteles, Problemata, 16; 50 (auctor 384BC-322BC)
ὥσπερ οὖν ἐν τοῖς κατόπτροις τὸ ἄκρον τῆς εὐθείας οὗ ξυνέπεσεν ἡ ὄψις φαίνεται, καὶ ἐν τοῖς φερομένοις οὕτω τὸ ἐναντίον γίνεται· τοσαύτην γὰρ γωνίαν ἀπέωσται ὅση γίνεται ἡ κατὰ κορυφήν.
240Aristoteles, Problemata, 20; 69 (auctor 384BC-322BC)
Διὰ τί τὰ τῷ ψυχρῷ ὕδατι ἀρδόμενα γλυκύτερα ἢ τὰ τῷ θερμῷ; πότερον ὅτι ἐγκατακλειόμενον τὸ θερμὸν ἁλμυρώτερον, ὥσπερ καὶ τὸ ἁλμυρώτερον θερμότερον, τὸ δὲ γλυκὺ ἐναντίον, ὥσπερ ψυχρόν.
241Aristoteles, Problemata, 22; 30 (auctor 384BC-322BC)
Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνεται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων; πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν.
242Aristoteles, Problemata, 23; 64 (auctor 384BC-322BC)
Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ ψυχρὸν μὲν οὐ πότιμον, θερμαινόμενον δὲ μᾶλλον γίνεται πότιμον, καὶ θερμὸν δὲ ὂν καὶ ἀποψυχόμενον; ἢ διότι εἰς τὸ ἐναντίον ἀπὸ τοῦ ἐναντίου πέφυκε μεταβάλλειν; ἔστι δὲ τὸ πότιμον τῷ ἁλμυρῷ ἀντικείμενον· καὶ θερμαινομένου μὲν ἀφέψεται τὸ ἁλμυρόν, ψυχομένου δὲ ὑφίσταται.
243Aristoteles, Problemata, 25; 32 (auctor 384BC-322BC)
ὅταν γὰρ ἐπιπάττηται ἡ τέφρα, καθ' ὃν ἂν τόπον ἐπιπάττηται, εἰς τοῦτον συρρεῖ τὸ ἄλλο ὕδωρ· ἔδει δὲ τὸ ἐναντίον, εἴπερ ἦν τὸ ὕδωρ τὸ δεχόμενον.
244Aristoteles, Problemata, 25; 46 (auctor 384BC-322BC)
Διὰ τί τὸ ἀφ' ἕω ψυχρότερον ἢ τὸ ἀφ' ἑσπέρας; ἢ ὅτι τὸ μὲν ἐγγύτερον μέσων νυκτῶν, τὸ δὲ μεσημβρίας; ἔστι δὲ ἡ μεσημβρία θερμότατον διὰ τὸ εἶναι ἐγγύτατον ἡλίου, αἱ δὲ μέσαι νύκτες ψυχρότεραι διὰ τὸ ἐναντίον.
245Aristoteles, Problemata, 26; 10 (auctor 384BC-322BC)
Διὰ τί νότος πνεῖ μετὰ πάχνην; ἢ διότι ἡ μὲν πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται; ἐναντίον δὲ τῷ βορρᾷ νότος ἐστίν.
246Aristoteles, Problemata, 26; 15 (auctor 384BC-322BC)
Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν; ἢ ὅτι ἡ θάλαττα πλησίον; ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τροπαία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας.
247Aristoteles, Problemata, 26; 112 (auctor 384BC-322BC)
καὶ ὁ βορέας καὶ ὁ νότος διὰ τοῦτο πλειστάκις πνέουσιν, ὅτι τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου κρατούμενον κατ' εὐθυωρίαν ἥκιστα δύναται διαμένειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ πλαγίου.
248Aristoteles, Problemata, 26; 164 (auctor 384BC-322BC)
Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα; ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ; Διὰ τί τὸν μὲν χειμῶνα πρωῒ ἀπὸ τῆς ἕω τὰ πνεύματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου; ἢ ὅτι ἃ ἡμῖν συμβαίνει τοῦ θέρους, ταῦτα τοῦ χειμῶνος τοῖς τὸ ἐναντίον τῆς γῆς ἡμισφαίριον οἰκοῦσιν, ἡμῖν δὲ τοῦ χειμῶνος πρωῒ καὶ ἀφ' ἕω τὰ πνεύματα πνεῖ διὰ τὸ τὸν ἀέρα κάθυγρον ἐν τῇ νυκτὶ διακρίνεσθαι καὶ κινεῖσθαι τὸ πρωῒ ὑπὸ τοῦ ἡλίου, καὶ πρῶτον τὸν ἔγγιστα τοῦ ἡλίου.
249Aristoteles, Problemata, 28; 12 (auctor 384BC-322BC)
τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον.
250Aristoteles, Problemata, 30; 100 (auctor 384BC-322BC)
ὥστε οὐδὲ ἄλλη, οὔτε αὐτὴ ποιήσει ἐξ ὑγείας ἄλλο τι· οὐθὲν γὰρ ἐγίνετο ἢ τὸ ἐναντίον τούτου, εἴπερ ἡ αὐτὴ ἐπιστήμη.
251Aristoteles, Problemata, 33; 37 (auctor 384BC-322BC)
πρὸς δείλης δὲ καὶ ἐπὶ μέσας νύκτας οἷον τελευτή τις καὶ ἐναντίον ἐκείνῳ, ὥστε ἐν τῷ ἐναντίῳ ταὐτὸν αἱρετέον.
252Aristoteles, Rhetorica, 1, 6, 18; 21 (auctor 384BC-322BC)
ᾧ τὸ ἐναντίον κακόν, τοῦτ' ἀγαθόν.
253Aristoteles, Rhetorica, 1, 6, 19; 22 (auctor 384BC-322BC)
καὶ οὗ τὸ ἐναντίον τοῖς ἐχθροῖς συμφέρει· οἷον εἰ τὸ δειλοὺς εἶναι μάλιστα συμφέρει τοῖς ἐχθροῖς, δῆλον ὅτι ἀνδρεία μάλιστα ὠφέλιμον τοῖς πολίταις.
254Aristoteles, Rhetorica, 1, 7, 16; 23 (auctor 384BC-322BC)
καὶ ᾧ τὸ ἐναντίον μεῖζον, καὶ οὗ ἡ στέρησις μείζων.
255Aristoteles, Rhetorica, 1, 15, 23; 35 (auctor 384BC-322BC)
ἂν δ' ἐναντία ᾖ, καὶ μετὰ τῶν ἀμφισβητούντων, πρῶτον μέν, ἅπερ ἄν τις πρὸς νόμον ἐναντίον μαχέσαιτο, ταῦτα ἁρμόττει· ἄτοπον γὰρ εἰ τοῖς μὲν νόμοις, ἂν μὴ ὀρθῶς κείμενοι ὦσιν ἀλλ' ἐξαμάρτωσιν οἱ τιθέμενοι, οὐκ οἰόμεθα δεῖν πείθεσθαι, ταῖς δὲ συνθήκαις ἀναγκαῖον.
256Aristoteles, Rhetorica, 2, 3, 1; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ τὸ ὀργίζεσθαι ἐναντίον τῷ πραΰνεσθαι καὶ ὀργὴ πραότητι, ληπτέον πῶς ἔχοντες πρᾶοί εἰσι καὶ πρὸς τίνας πράως ἔχουσι καὶ διὰ τίνων πραΰνονται.
257Aristoteles, Rhetorica, 2, 5, 16; 23 (auctor 384BC-322BC)
ἐπεὶ δὲ περὶ φόβου φανερὸν τί ἐστιν, καὶ τῶν φοβερῶν, καὶ ὡς ἕκαστοι ἔχοντες δεδίασι, φανερὸν ἐκ τούτων καὶ τὸ θαρρεῖν τί ἐστι, καὶ περὶ ποῖα θαρραλέοι εἰσὶ καὶ πῶς διακείμενοι θαρραλέοι εἰσίν· τό τε γὰρ θάρσος τὸ ἐναντίον τῷ φόβῳ, καὶ τὸ θαρραλέον τῷ φοβερῷ, ὥστε μετὰ φαντασίας ἡ ἐλπὶς τῶν σωτηρίων ὡς ἐγγὺς ὄντων, τῶν δὲ φοβερῶν ὡσ ἢ μὴ ὄντων ἢ πόρρω ὄντων.
258Aristoteles, Rhetorica, 2, 11, 7; 9 (auctor 384BC-322BC)
καταφρονοῦσιν δὲ τῶν ἐναντίων· ἐναντίον γὰρ ζήλῳ καταφρόνησίς ἐστι, καὶ τῷ ζηλοῦν τὸ καταφρονεῖν.
259Aristoteles, Rhetorica, 2, 13, 15; 18 (auctor 384BC-322BC)
ἐλεητικοὶ δὲ καὶ οἱ γέροντές εἰσιν, ἀλλ' οὐ διὰ ταὐτὰ τοῖς νέοις· οἱ μὲν γὰρ διὰ φιλανθρωπίαν, οἱ δὲ δι' ἀσθένειαν· πάντα γὰρ οἴονται ἐγγὺς εἶναι αὑτοῖς παθεῖν, τοῦτο δ' ἦν ἐλεητικόν· ὅθεν ὀδυρτικοί εἰσι, καὶ οὐκ εὐτράπελοι οὐδὲ φιλογέλοιοι· ἐναντίον γὰρ τὸ ὀδυρτικὸν τῷ φιλογέλωτι.
260Aristoteles, Rhetorica, 2, 19, 1; 2 (auctor 384BC-322BC)
ἂν δὴ τὸ ἐναντίον ᾖ δυνατὸν ἢ εἶναι ἢ γενέσθαι, καὶ τὸ ἐναντίον δόξειεν ἂν εἶναι δυνατόν, οἷον εἰ δυνατὸν ἄνθρωπον ὑγιασθῆναι, καὶ νοσῆσαι· ἡ γὰρ αὐτὴ δύναμις τῶν ἐναντίων ᾗ ἐναντία.
261Aristoteles, Rhetorica, 2, 21, 2; 2 (auctor 384BC-322BC)
ἔστι δὴ γνώμη ἀπόφανσις, οὐ μέντοι οὔτε περὶ τῶν καθ' ἕκαστον, οἷον ποῖός τις Ἰφικράτης, ἀλλὰ καθόλου, οὔτε περὶ πάντων, οἷον ὅτι τὸ εὐθὺ τῷ καμπύλῳ ἐναντίον, ἀλλὰ περὶ ὅσων αἱ πράξεις εἰσί, καὶ ἃ αἱρετὰ ἢ φευκτά ἐστι πρὸς τὸ πράττειν, ὥστ' ἐπεὶ τὸ ἐνθύμημα ὁ περὶ τοιούτων συλλογισμός ἐστιν, σχεδὸν τὰ συμπεράσματα τῶν ἐνθυμημάτων καὶ αἱ ἀρχαὶ ἀφαιρεθέντος τοῦ συλλογισμοῦ γνῶμαί εἰσιν, οἷον χρὴ δ' οὔ ποθ' ὅστις ἀρτίφρων πέφυκ' ἀνήρ παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς.
262Aristoteles, Rhetorica, 2, 23, 1; 1 (auctor 384BC-322BC)
ἔστι δὲ εἷς μὲν τόπος τῶν δεικτικῶν ἐκ τῶν ἐναντίων· δεῖ γὰρ σκοπεῖν εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, ἀναιροῦντα μὲν εἰ μὴ ὑπάρχει, κατασκευάζοντα δὲ εἰ ὑπάρχει, οἷον ὅτι τὸ σωφρονεῖν ἀγαθόν· τὸ γὰρ ἀκολασταίνειν βλαβερόν.
263Aristoteles, Rhetorica, 2, 23, 12; 35 (auctor 384BC-322BC)
ἄλλος ἐκ κρίσεως περὶ τοῦ αὐτοῦ ἢ ὁμοίου ἢ ἐναντίου, μάλιστα μὲν εἰ πάντες καὶ ἀεί, εἰ δὲ μή, ἀλλ' οἵ γε πλεῖστοι, ἢ σοφοὶ ἢ πάντες ἢ οἱ πλεῖστοι, ἢ ἀγαθοί, ἢ εἰ αὐτοὶ οἱ κρίνοντες, ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες, ἢ οἷς μὴ οἷόν τε ἐναντίον κρίνειν, οἷον τοῖς κυρίοις, ἢ οἷς μὴ καλὸν ἐναντίον κρίνειν, οἷον θεοῖς ἢ πατρὶ ἢ διδασκάλοις, ὥσπερ ὃ εἰς Μιξιδημίδην εἶπεν Αὐτοκλῆς, [εἰ] ταῖς μὲν σεμναῖς θεαῖς καλῶς εἶχεν ἐν Ἀρείῳ πάγῳ δοῦναι τὰ δίκαια, Μιξιδημίδῃ δ' οὔ.
264Aristoteles, Rhetorica, 2, 23, 27; 64 (auctor 384BC-322BC)
ἄλλος, ὅταν τι ἐναντίον μέλλῃ πράττεσθαι τοῖς πεπραγμένοις, ἅμα σκοπεῖν, οἷον Ξενοφάνης Ἐλεάταις ἐρωτῶσιν εἰ θύωσι τῇ Λευκοθέᾳ καὶ θρηνῶσιν ἢ μή, συνεβούλευεν, εἰ μὲν θεὸν ὑπολαμβάνουσιν, μὴ θρηνεῖν, εἰ δ' ἄνθρωπον, μὴ θύειν.
265Aristoteles, Rhetorica, 3, 6, 1; 1 (auctor 384BC-322BC)
εἰς ὄγκον δὲ τῆς λέξεως συμβάλλεται τάδε, τὸ λόγῳ χρῆσθαι ἀντ' ὀνόματος, οἷον μὴ κύκλον, ἀλλ' ἐπίπεδον τὸ ἐκ τοῦ μέσου ἴσον· εἰς δὲ συντομίαν τὸ ἐναντίον, ἀντὶ τοῦ λόγου ὄνομα.
266Aristoteles, Rhetorica, 3, 9, 7; 16 (auctor 384BC-322BC)
τῆς δὲ ἐν κώλοις λέξεως ἡ μὲν διῃρημένη ἐστὶν ἡ δὲ ἀντικειμένη, διῃρημένη μὲν, οἷον « πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων » , ἀντικειμένη δέ, ἐν ᾗ ἑκατέρῳ τῷ κώλῳ ἢ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ἢ ταὐτὸ ἐπέζευκται τοῖς ἐναντίοις, οἷον « ἀμφοτέρους δ' ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας· τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο, τοῖς δ' ἱκανὴν τὴν οἴκοι κατέλιπον » · ἐναντία ὑπομονὴ ἀκολούθησις, ἱκανὸν πλεῖον.
267Aristoteles, Rhetorica, 3, 17, 15; 25 (auctor 384BC-322BC)
ὕστερον δὲ λέγοντα πρῶτον πρὸς τὸν ἐναντίον λόγον λεκτέον, λύοντα καὶ ἀντισυλλογιζόμενον, καὶ μάλιστα ἂν εὐδοκιμηκότα ᾖ· ὥσπερ γὰρ ἄνθρωπον προδιαβεβλημένον οὐ δέχεται ἡ ψυχή, τὸν αὐτὸν τρόπον οὐδὲ λόγον, ἐὰν ὁ ἐναντίος εὖ δοκῇ εἰρηκέναι.
268Aristoteles, Rhetorica, 3, 19, 1; 1 (auctor 384BC-322BC)
ὁ δ' ἐπίλογος σύγκειται ἐκ τεττάρων, ἔκ τε τοῦ πρὸς ἑαυτὸν κατασκευάσαι εὖ τὸν ἀκροατὴν καὶ τὸν ἐναντίον φαύλως, καὶ ἐκ τοῦ αὐξῆσαι καὶ ταπεινῶσαι, καὶ ἐκ τοῦ εἰς τὰ πάθη τὸν ἀκροατὴν καταστῆσαι, καὶ ἐξ ἀναμνήσεως.
269Aristoteles, Rhetorica, 3, 19, 1; 2 (auctor 384BC-322BC)
πέφυκε γάρ, μετὰ τὸ ἀποδεῖξαι αὐτὸν μὲν ἀληθῆ τὸν δὲ ἐναντίον ψευδῆ, οὕτω τὸ ἐπαινεῖν καὶ ψέγειν καὶ ἐπιχαλκεύειν.
270Aristoteles, Topica, 1, I 10; 3 (auctor 384BC-322BC)
Ἔστι δέ πρότασις διαλεκτική ἐρώτησις ἔνδοξος ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καί τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις, μή παράδοξος· θείη γάρ ἄν τις τό δοκοῦν τοῖς σοφοῖς, ἐάν μή ἐναντίον ταῖς τῶν πολλῶν δόξαις ᾖ.
271Aristoteles, Topica, 1, I 10; 7 (auctor 384BC-322BC)
Ἔστι δ᾿ ἐναντίον μέν ὅτι δεῖ κακῶς ποιεῖν τούς φίλους, κατ᾿ ἀντίφασιν δέ ὅτι οὐ δεῖ κακῶς ποιεῖν.
272Aristoteles, Topica, 1, I 10; 9 (auctor 384BC-322BC)
Ἔστι δέ καί τοῦτο κατ᾿ ἀντίφασιν τῶν ἐναντίων· τό γάρ ἐναντίον ἐστίν ὅτι δεῖ τούς ἐχθρούς εὖ ποιεῖν.
273Aristoteles, Topica, 1, I 10; 11 (auctor 384BC-322BC)
Ἔνδοξον δ᾿ ἐν παραβολῇ φανεῖται καί τό ἐναντίον περί τοῦ ἐναντίου, οἷον εἰ τούς φίλους δεῖ εὖ ποιεῖν, καί τούς ἐχθρούς δεῖ κακῶς.
274Aristoteles, Topica, 1, I 10; 12 (auctor 384BC-322BC)
Φανείη δ᾿ ἂν καί ἐναντίον τό τούς φίλους εὖ ποιεῖν τῷ τούς ἐχθρούς κακῶς· πότερον δέ καί κατ᾿ ἀλήθειαν οὕτως ἔχει ἢ οὔ, ἐν τοῖς ὑπέρ τῶν ἐναντίων λεγομένοις ῥηθήσεται.
275Aristoteles, Topica, 1, I 11; 5 (auctor 384BC-322BC)
Ἣ περί ὧν λόγον ἔχομεν ἐναντίον ταῖς δόξαις, οἷον ὅτι οὐ πᾶν τό ὂν ἤτοι γενόμενόν ἐστιν ἢ ἀΐδιον, καθάπερ οἱ σοφισταί φασιν· μουσικόν γάρ ὄντα γραμματικόν εἶναι οὔτε γενόμενον οὔτε ἀΐδιον ὄντα.
276Aristoteles, Topica, 1, I 15; 5 (auctor 384BC-322BC)
Ἔνια γάρ εὐθύς καί τοῖς ὀνόμασιν ἕτερά ἐστιν, οἷον τῷ ὀξεῖ ἐν φωνῇ μέν ἐναντίον τό βαρύ, ἐν ὄγκῳ δέ τό ἀμβλύ.
277Aristoteles, Topica, 1, I 15; 6 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι τό ἐναντίον τῷ ὀξεῖ πολλαχῶς λέγεται.
278Aristoteles, Topica, 1, I 15; 7 (auctor 384BC-322BC)
Εἰ δέ τοῦτο, καί τό ὀξύ· καθ᾿ ἑκάτερον γάρ ἐκείνων ἕτερον ἔσται τό ἐναντίον.
279Aristoteles, Topica, 1, I 15; 8 (auctor 384BC-322BC)
Οὐ γάρ τό αὐτό ὀξύ ἔσται τῷ ἀμβλεῖ καί τῷ βαρεῖ ἐναντίον, ἑκατέρῳ δέ τό ὀξύ ἐναντίον.
280Aristoteles, Topica, 1, I 15; 9 (auctor 384BC-322BC)
Πάλιν τῷ βαρεῖ ἐν φωνῇ μέν τό ὀξύ ἐναντίον, ἐν ὄγκῳ δέ τό κοῦφον, ὥστε πολλαχῶς τό βαρύ λέγεται, ἐπειδή καί τό ἐναντίον.
281Aristoteles, Topica, 1, I 15; 16 (auctor 384BC-322BC)
Οὐδέ γάρ ταῦτα διαφωνεῖ τοῖς ὀνόμασιν, οὔτ᾿ ἐπ᾿ αὐτῶν οὔτ᾿ ἐπί τῶν ἐναντίων· ἀμβλύ γάρ καί τό ἐναντίον ἑκατέρῳ.
282Aristoteles, Topica, 1, I 15; 17 (auctor 384BC-322BC)
Ἔτι εἰ τῷ μέν ἐστί τι ἐναντίον τῷ δ᾿ ἁπλῶς μηδέν, οἷον τῇ μέν ἀπό τοῦ πίνειν ἡδονῇ ἡ ἀπό τοῦ διψῆν λύπη ἐναντίον, τῇ δ᾿ ἀπό τοῦ θεωρεῖν ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρος οὐδέν, ὥστε πλεοναχῶς ἡ ἡδονή λέγεται.
283Aristoteles, Topica, 1, I 15; 18 (auctor 384BC-322BC)
Καί τῷ μέν κατά τήν διάνοιαν φιλεῖν τό μισεῖν ἐναντίον, τῷ δέ κατά τήν σωματικήν ἐνέργειαν οὐδέν· δῆλον οὖν ὅτι τό φιλεῖν ὁμώνυμον.
284Aristoteles, Topica, 1, I 15; 44 (auctor 384BC-322BC)
Σκοπεῖν δέ μή μόνον εἰ τοῦ προκειμένου ἕτερα τά γένη καί μή ὑπ᾿ ἄλληλα, ἀλλά καί ἐπί τοῦ ἐναντίου· εἰ γάρ τό ἐναντίον πολλαχῶς λέγεται, δῆλον ὅτι καί τό προκείμενον.
285Aristoteles, Topica, 2, II 6; 5 (auctor 384BC-322BC)
Ἐπεί δέ τῶν πραγμάτων τά μέν ἐξ ἀνάγκης ἐστί, τά δ᾿ ὡς ἐπί τό πολύ, τά δ᾿ ὁπότερ᾿ ἔτυχεν, ἐάν τό ἐξ ἀνάγκης ὡς ἐπί τό πολύ τεθῇ ἢ τό ὡς ἐπί τό πολύ ἐξ ἀνάγκης, ἢ αὐτό ἢ τό ἐναντίον τῷ ὡς ἐπί τό πολύ, ἀεί δίδωσι τόπον ἐπιχειρήματος.
286Aristoteles, Topica, 2, II 6; 7 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ τό ἐναντίον τῷ ὡς ἐπί τό πολύ ἐξ ἀνάγκης εἴρηκεν· ἀεί γάρ ἐπ᾿ ἔλαττον λέγεται τό ἐναντίον τῷ ὡς ἐπί τό πολύ, οἷον εἰ ὡς ἐπί τό πολύ φαῦλοι οἱ ἄνθρωποι, ἀγαθοί ἐπ᾿ ἔλαττον, ὥστ᾿ ἔτι μᾶλλον ἡμάρτηκεν, εἰ ἀγαθούς ἐξ ἀνάγκης εἴρηκεν.
287Aristoteles, Topica, 2, II 7; 5 (auctor 384BC-322BC)
Αἱ μέν οὖν πρῶται δύο ῥηθεῖσαι συμπλοκαί οὐ ποιοῦσιν ἐναντίωσιν· τό γάρ τούς φίλους εὖ ποιεῖν τῷ τούς ἐχθρούς κακῶς οὐκ ἔστιν ἐναντίον· ἀμφότερα γάρ αἱρετά καί τοῦ αὐτοῦ ἤθους.
288Aristoteles, Topica, 2, II 7; 7 (auctor 384BC-322BC)
Οὐ δοκεῖ δέ φευκτόν φευκτῷ ἐναντίον εἶναι, ἐάν μή τό μέν καθ᾿ ὑπερβολήν τό δέ κατ᾿ ἔνδειαν λεγόμενον ᾖ· ἥ τε γάρ ὑπερβολή τῶν φευκτῶν δοκεῖ εἶναι, ὁμοίως δέ καί ἡ ἔνδεια.
289Aristoteles, Topica, 2, II 7; 9 (auctor 384BC-322BC)
Τό γάρ τούς φίλους εὖ ποιεῖν τῷ τούς φίλους κακῶς ἐναντίον· ἀπό τε γάρ ἐναντίου ἤθους ἐστί, καί τό μέν αἱρετόν τό δέ φευκτόν.
290Aristoteles, Topica, 2, II 7; 12 (auctor 384BC-322BC)
Τῷ γάρ τούς φίλους εὖ ποιεῖν καί τό τούς ἐχθρούς εὖ ποιεῖν ἐναντίον καί τό τούς φίλους κακῶς.
291Aristoteles, Topica, 2, II 7; 15 (auctor 384BC-322BC)
Ἔτι εἰ ἔστι τι ἐναντίον τῷ συμβεβηκότι, σκοπεῖν εἰ ὑπάρχει ᾧπερ τό συμβεβηκός εἴρηται ὑπάρχειν· εἰ γάρ τοῦτο ὑπάρχει, ἐκεῖνο οὐκ ἂν ὑπάρχοι· ἀδύνατον γάρ τἀναντία ἅμα τῷ αὐτῷ ὑπάρχειν.
292Aristoteles, Topica, 2, II 7; 20 (auctor 384BC-322BC)
Πάλιν εἰ κεῖται συμβεβηκός ᾧ ἐστί τι ἐναντίον, σκοπεῖν εἰ καί τοῦ ἐναντίου δεκτικόν, ὅπερ καί τοῦ συμβεβηκότος· τό γάρ αὐτό τῶν ἐναντίων δεκτικόν, οἷον εἰ τό μῖσος ἕπεσθαι ὀργῇ ἔφησεν, εἴη ἂν τό μῖσος ἐν τῷ θυμοειδεῖ· ἐκεῖ γάρ ἡ ὀργή.
293Aristoteles, Topica, 2, II 7; 21 (auctor 384BC-322BC)
Σκεπτέον οὖν εἰ καί τό ἐναντίον ἐν τῷ θυμοειδεῖ, ἡ φιλία· εἰ γάρ μή, ἀλλ᾿ ἐν τῷ ἐπιθυμητικῷ ἐστίν ἡ φιλία, οὐκ ἂν ἕποιτο μῖσος ὀργῇ.
294Aristoteles, Topica, 2, II 7; 25 (auctor 384BC-322BC)
Δείξαντες μέν γάρ ὅτι οὐ δεκτικόν τοῦ ἐναντίου, δεδειχότες ἐσόμεθα ὅτι οὔτε ὑπάρχει τό συμβεβηκός οὔτ᾿ ἐνδέχεται ὑπάρξαι· ἐάν δέ δείξωμεν ὅτι ὑπάρχει τό ἐναντίον ἢ ὅτι δεκτικόν τοῦ ἐναντίου ἐστίν, οὐδέπω δεδειχότες ἐσόμεθα ὅτι καί τό συμβεβηκός ὑπάρχει, ἀλλ᾿ ὅτι ἐνδέχεται ὑπάρχειν, ἐπί τοσοῦτον μόνον δεδειγμένον ἔσται.
295Aristoteles, Topica, 2, II 8; 7 (auctor 384BC-322BC)
Ἐπί δέ τῶν ἐναντίων σκοπεῖν εἰ τῷ ἐναντίῳ τό ἐναντίον ἕπεται, ἢ ἐπί ταὐτά ἢ ἀνάπαλιν, καί ἀναιροῦντι καί κατασκευάζοντι· λαμβάνειν δέ καί τά τοιαῦτα ἐξ ἐπαγωγῆς, ἐφ᾿ ὅσον χρήσιμον.
296Aristoteles, Topica, 2, II 8; 9 (auctor 384BC-322BC)
Ἐπί ταὐτά οὖν καί ἡ τούτων ἀκολούθησις· ἐναντίον γάρ τό αἱρετόν τῷ φευκτῷ.
297Aristoteles, Topica, 2, II 8; 14 (auctor 384BC-322BC)
Εἰ οὖν μήτ᾿ ἐπί ταὐτά τῷ ἐναντίῳ τό ἐναντίον ἀκολουθεῖ μήτε ἀνάπαλιν, δῆλον ὅτι οὐδ᾿ ἐπί τῶν ῥηθέντων ἀκολουθεῖ τό ἕτερον τῷ ἑτέρῳ.
298Aristoteles, Topica, 2, II 9; 10 (auctor 384BC-322BC)
Σκοπεῖν δέ μή μόνον ἐπ᾿ αὐτοῦ τοῦ εἰρημένου, ἀλλά καί ἐπί τοῦ ἐναντίου τό ἐναντίον, οἷον ὅτι τό ἀγαθόν οὐκ ἐξ ἀνάγκης ἡδύ· οὐδέ γάρ τό κακόν λυπηρόν· ἢ εἰ τοῦτο, κἀκεῖνο.
299Aristoteles, Topica, 2, II 9; 13 (auctor 384BC-322BC)
Οὗτος δ᾿ ὁ τόπος εἴρηται πρότερον ἐν ταῖς τῶν ἐναντίων ἀκολουθήσεσιν· οὐδέν γάρ ἄλλο νῦν ἀξιοῦμεν ἢ τό ἐναντίον τῷ ἐναντίῳ ἀκολουθεῖν.
300Aristoteles, Topica, 2, II 11; 20 (auctor 384BC-322BC)
Τό δ᾿ ἁπλῶς ἐστίν ὃ μηδενός προστεθέντος ἐρεῖς ὅτι καλόν ἐστιν ἢ τό ἐναντίον.
301Aristoteles, Topica, 3, III 2; 19 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί ἐπί τῶν ἀποβολῶν καί τῶν ἐναντίων· οὗ γάρ ἡ ἀποβολή ἢ τό ἐναντίον φευκτότερον, αὐτό αἱρετώτερον.
302Aristoteles, Topica, 4, IV 2; 46 (auctor 384BC-322BC)
Ἔτι εἰ πρότερον φύσει τό εἶδος καί συναναιρεῖ τό γένος· δοκεῖ γάρ τό ἐναντίον.
303Aristoteles, Topica, 4, IV 3; 7 (auctor 384BC-322BC)
Ἔτι ἂν ᾖ ἐναντίον τι τῷ εἴδει, σκοπεῖν.
304Aristoteles, Topica, 4, IV 3; 8 (auctor 384BC-322BC)
Ἔστι δέ πλεοναχῶς ἡ σκέψις, πρῶτον μέν εἰ ἐν τῷ αὐτῷ γένει καί τό ἐναντίον, μή ὄντος ἐναντίου τῷ γένει· δεῖ γάρ τά ἐναντία ἐν τῷ αὐτῷ γένει εἶναι, ἂν μηδέν ἐναντίον τῷ γένει ᾖ.
305Aristoteles, Topica, 4, IV 3; 9 (auctor 384BC-322BC)
Ὄντος δ᾿ ἐναντίου τῷ γένει, σκοπεῖν εἰ τό ἐναντίον ἐν τῷ ἐναντίῳ· ἀνάγκη γάρ τό ἐναντίον ἐν τῷ ἐναντίῳ εἶναι, ἄνπερ ᾖ ἐναντίον τι τῷ γένει.
306Aristoteles, Topica, 4, IV 3; 11 (auctor 384BC-322BC)
Πάλιν εἰ ὅλως ἐν μηδενί γένει τό τῷ εἴδει ἐναντίον, ἀλλ᾿ αὐτό γένος, οἷον τἀγαθόν· εἰ γάρ τοῦτο μή ἐν γένει, οὐδέ τό ἐναντίον τούτου ἐν γένει ἔσται, ἀλλ᾿ αὐτό γένος, καθάπερ ἐπί τοῦ ἀγαθοῦ καί τοῦ κακοῦ συμβαίνει· οὐδέτερον γάρ τούτων ἐν γένει, ἀλλ᾿ ἑκάτερον αὐτῶν γένος.
307Aristoteles, Topica, 4, IV 3; 12 (auctor 384BC-322BC)
Ἔτι εἰ ἐναντίον τινί καί τό γένος καί τό εἶδος, καί τῶν μέν ἔστι τι μεταξύ, τῶν δέ μή.
308Aristoteles, Topica, 4, IV 3; 17 (auctor 384BC-322BC)
Ἔτι ὅταν μή ᾖ ἐναντίον τῷ γένει, σκοπεῖν μή μόνον εἰ τό ἐναντίον ἐν τῷ αὐτῷ γένει, ἀλλά καί τό ἀνά μέσον· ἐν ᾧ γάρ τά ἄκρα, καί τά ἀνά μέσον, οἷον ἐπί λευκοῦ καί μέλανος· τό γάρ χρῶμα γένος τούτων τε καί τῶν ἀνά μέσον χρωμάτων ἁπάντων.
309Aristoteles, Topica, 4, IV 3; 19 (auctor 384BC-322BC)
Σκοπεῖν δέ καί εἰ τό μέν γένος ἐναντίον τινί, τό δέ εἶδος μηδενί.
310Aristoteles, Topica, 4, IV 3; 20 (auctor 384BC-322BC)
Εἰ γάρ τό γένος ἐναντίον τινί, καί τό εἶδος, καθάπερ ἀρετή κακίᾳ καί δικαιοσύνη ἀδικίᾳ.
311Aristoteles, Topica, 4, IV 3; 22 (auctor 384BC-322BC)
Ἔνστασις ἐπί τῆς ὑγιείας καί νόσου· ἁπλῶς μέν γάρ πᾶσα ὑγίεια νόσῳ ἐναντίον, ἡ δέ τις νόσος εἶδος ὂν νόσου οὐδενί ἐναντίον, οἷον ὁ πυρετός καί ἡ ὀφθαλμία καί τῶν ἄλλων ἕκαστον.
312Aristoteles, Topica, 4, IV 3; 23 (auctor 384BC-322BC)
Ἀναιροῦντι μέν οὖν τοσαυταχῶς ἐπισκεπτέον· εἰ γάρ μή ὑπάρχει τά εἰρημένα, δῆλον ὅτι οὐ γένος τό ἀποδοθέν· κατασκευάζοντι δέ τριχῶς, πρῶτον μέν εἰ τό ἐναντίον τῷ εἴδει ἐν τῷ εἰρημένῳ γένει, μή ὄντος ἐναντίου τῷ γένει· εἰ γάρ τό ἐναντίον ἐν τούτῳ, δῆλον ὅτι καί τό προκείμενον.
313Aristoteles, Topica, 4, IV 3; 25 (auctor 384BC-322BC)
Πάλιν ἂν ᾖ ἐναντίον τι τῷ γένει, σκοπεῖν εἰ καί τό ἐναντίον ἐν τῷ ἐναντίῳ· ἂν γάρ ᾖ, δῆλον ὅτι καί τό προκείμενον ἐν τῷ προκειμένῳ.
314Aristoteles, Topica, 4, IV 4; 25 (auctor 384BC-322BC)
Ἔνστασις ὅτι ἐνιαχοῦ οὐχ οὕτως· τό μέν γάρ διάφορον καί τό ἐναντίον τινί, τό δ᾿ ἕτερον, γένος ὂν τούτων, οὐ τινί ἀλλά τινός· ἕτερον γάρ τινος λέγεται.
315Aristoteles, Topica, 4, IV 4; 42 (auctor 384BC-322BC)
τά εἰρημένα ἢ ἐν ἐκείνοις πρός ἃ λέγεται), τά δ᾿ οὐκ ἀνάγκη μέν ἐν ἐκείνοις ὑπάρχειν πρός ἅ ποτε λέγεται, ἐνδέχεται δέ (οἷον εἰ ἐπιστητόν ἡ ψυχή· οὐδέν γάρ κωλύει τήν αὑτῆς ἐπιστήμην ἔχειν τήν ψυχήν, οὐκ ἀναγκαῖον δέ· δυνατόν γάρ καί ἐν ἄλλῳ ὑπάρχειν τήν αὐτήν ταύτην), τά δ᾿ ἁπλῶς οὐκ ἐνδέχεται ἐν ἐκείνοις ὑπάρχειν πρός ἅ ποτε τυγχάνει λεγόμενα, οἷον τό ἐναντίον ἐν τῷ ἐναντίῳ οὐδέ τήν ἐπιστήμην ἐν τῷ ἐπιστητῷ, ἐάν μή τυγχάνῃ τό ἐπιστητόν ψυχή ἢ ἄνθρωπος ὄν, σκοπεῖν οὖν χρή ἐάν τις εἰς γένος θῇ τό τοιοῦτον εἰς τό μή τοιοῦτον, οἷον εἰ τήν μνήμην μονήν ἐπιστήμης εἶπεν.
316Aristoteles, Topica, 5, V 6; 1 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἐκ τῶν ἀντικειμένων σκεπτέον ἐστί πρῶτον μέν ἐκ τῶν ἐναντίων ἀνασκευάζοντα μέν εἰ τοῦ ἐναντίου μή ἐστι τό ἐναντίον ἴδιον· οὐδέ γάρ τοῦ ἐναντίου ἔσται τό ἐναντίον ἴδιον.
317Aristoteles, Topica, 5, V 6; 2 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἐναντίον ἐστί δικαιοσύνῃ μέν ἀδικία, τῷ βελτίστῳ δέ τό χείριστον, οὐκ ἔστι δέ τῆς δικαιοσύνης ἴδιον τό βέλτιστον, οὐκ ἂν εἴη τῆς ἀδικίας ἴδιον τό χείριστον.
318Aristoteles, Topica, 5, V 6; 3 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τοῦ ἐναντίου τό ἐναντίον ἴδιόν ἐστιν· καί γάρ τοῦ ἐναντίου τό ἐναντίον ἴδιον ἔσται.
319Aristoteles, Topica, 5, V 6; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί ἐναντίον ἐστίν ἀγαθῷ μέν κακόν, αἱρετῷ δέ φευκτόν, ἔστι δέ τοῦ ἀγαθοῦ ἴδιον τό αἱρετόν, εἴη ἂν κακοῦ ἴδιον τό φευκτόν.
320Aristoteles, Topica, 6, VI 9; 8 (auctor 384BC-322BC)
Ὁ γάρ ἐναντίος τοῦ ἐναντίου λόγος ἔσται κατά μίαν τινά συμπλοκήν τῶν ἐναντίων, οἷον εἰ ὠφέλιμον τό ποιητικόν ἀγαθοῦ, βλαβερόν τό ποιητικόν κακοῦ ἢ τό φθαρτικόν ἀγαθοῦ· θάτερον γάρ τούτων ἀναγκαῖον ἐναντίον εἶναι τῷ ἐξ ἀρχῆς ῥηθέντι.
321Aristoteles, Topica, 6, VI 9; 9 (auctor 384BC-322BC)
Εἰ οὖν μηδέτερον ἐναντίον τῷ ἐξ ἀρχῆς ῥηθέντι, δῆλον ὅτι οὐδέτερος ἂν εἴη τῶν ὕστερον ἀποδοθέντων τοῦ ἐναντίου λόγος, ὥστ᾿ οὐδ᾿ ὁ ἐξ ἀρχῆς ἀποδοθείς ὀρθῶς ἀποδέδοται.
322Aristoteles, Topica, 6, VI 9; 10 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ἔνια τῶν ἐναντίων στερήσει θατέρου λέγεται, οἷον ἡ ἀνισότης στέρησις ἰσότητος δοκεῖ εἶναι (ἄνισα γάρ τά μή ἴσα λέγεται), δῆλον ὅτι τό μέν κατά στέρησιν λεγόμενον ἐναντίον ἀναγκαῖον ὁρίζεσθαι διά θατέρου, τό δέ λοιπόν οὐκέτι διά τοῦ κατά στέρησιν λεγομένου· συμβαίνοι γάρ ἂν ἑκάτερον δι᾿ ἑκατέρου γνωρίζεσθαι.
323Aristoteles, Topica, 6, VI 9; 11 (auctor 384BC-322BC)
Ἐπισκεπτέον οὖν ἐν τοῖς ἐναντίοις τήν τοιαύτην ἁμαρτίαν, οἷον εἴ τις ὁρίσαιτο τήν ἰσότητα εἶναι τό ἐναντίον ἀνισότητι· διά γάρ τοῦ κατά στέρησιν λεγομένου ὁρίζεται.
324Aristoteles, Topica, 6, VI 9; 13 (auctor 384BC-322BC)
Δῆλον δέ τοῦτο, ἐάν μεταληφθῇ ἀντί τοῦ ὀνόματος ὁ λόγος· εἰπεῖν γάρ ἢ ἀνισότητα οὐδέν διαφέρει ἢ στέρησιν ἰσότητος, ἔσται οὖν ἡ ἰσότης τό ἐναντίον στερήσει ἰσότητος, ὥστ᾿ αὐτῷ ἂν εἴη κεχρημένος.
325Aristoteles, Topica, 6, VI 9; 14 (auctor 384BC-322BC)
Ἂν δέ μηδέτερον τῶν ἐναντίων κατά στέρησιν λέγηται, ἀποδοθῇ δ᾿ ὁ λόγος ὁμοίως, οἷον ἀγαθόν τό ἐναντίον κακῷ, δῆλον ὅτι κακόν τό ἐναντίον ἀγαθῷ ἔσται· τῶν γάρ οὕτως ἐναντίων ὁμοίως ὁ λόγος ἀποδοτέος.
326Aristoteles, Topica, 6, VI 9; 16 (auctor 384BC-322BC)
Ὥστ᾿ εἰ ἀγαθόν ἐστι τό κακῷ ἐναντίον, τό δέ κακόν οὐδέν διαφέρει ἢ τό τῷ ἀγαθῷ ἐναντίον, ἔσται ἀγαθόν τό ἐναντίον τῷ τοῦ ἀγαθοῦ ἐναντίῳ.
327Aristoteles, Topica, 6, VI 14; 3 (auctor 384BC-322BC)
Ἔοικε δ᾿ οὐδ᾿ εἶναι τό παράπαν συνθέσει ταὐτόν οὐδέτερον τῶν εἰρημένων· συνθέσει μέν γάρ πάσῃ διάλυσις ἐναντίον, τῶν δ᾿ εἰρημένων οὐδετέρῳ οὐδέν.
328Aristoteles, Topica, 7, VII 3; 8 (auctor 384BC-322BC)
Εἰ γάρ τό ἐναντίον ἐν τῷ ἐναντίῳ, τό δέ προκείμενον μή ἐστιν ἐν τῷ αὐτῷ, δῆλον ὅτι ἐν τῷ ἐναντίῳ ἂν εἴη, ἐπειδή ἀνάγκη τά ἐναντία ἐν τῷ αὐτῷ ἢ ἐν τοῖς ἐναντίοις γένεσιν εἶναι.
329Aristoteles, Topica, 7, VII 3; 16 (auctor 384BC-322BC)
Ἐπεί γάρ τό ἐναντίον ἐν τῷ αὐτῷ γένει ἢ ἐν τῷ ἐναντίῳ, ὁμοίως δέ καί αἱ διαφοραί ἢ ἐναντίαι τῶν ἐναντίων ἢ αἱ αὐταί κατηγοροῦνται, δῆλον ὅτι τοῦ προκειμένου ἤτοι τό αὐτό γένος ἂν κατηγοροῖτο ὅπερ καί τοῦ ἐναντίου, αἱ δέ διαφοραί ἐναντίαι, ἢ ἅπασαι ἢ τινές, αἱ δέ λοιπαί αἱ αὐταί· ἢ ἀνάπαλιν αἱ μέν διαφοραί αἱ αὐταί τά δέ γένη ἐναντία· ἢ ἄμφω ἐναντία, καί τά γένη καί αἱ διαφοραί.
330Aristoteles, Topica, 8, VIII 3; 10 (auctor 384BC-322BC)
Πολλαῖς τε τῶν θέσεων μή καλῶς ἀποδιδομένου τοῦ ὁρισμοῦ οὐ ῥᾴδιον διαλέγεσθαι καί ἐπιχειρεῖν, οἷον πότερον ἓν ἑνί ἐναντίον ἢ πλείω· ὁρισθέντων δέ τῶν ἐναντίων κατά τρόπον ῥᾴδιον συμβιβάσαι πότερον ἐνδέχεται πλείω τῷ αὐτῷ εἶναι ἐναντία ἢ οὔ.
331Aristoteles, Topica, 8, VIII 13; 11 (auctor 384BC-322BC)
Πάλιν ἐάν τις αἰτήσῃ τό ἐναντίον τῷ ἐξ ἀνάγκης συμβαίνοντι διά τῶν κειμένων, κἂν εἴ τις αὐτά μέν μή λάβοι τἀντικείμενα, τοιαῦτα δ᾿ αἰτήσαιτο δύο ἐξ ὧν ἔσται ἡ ἀντικειμένη ἀντίφασις.
332Augustinus Hipponensis, Locutiones in Heptateuchum [CSEL], 1, 30; 2 (auctor 354-430)
incertum est, utrum possit accipi "coram domino deo", quia sic solet intellegi, quod graece dicitur ἐναντίον.
333Augustinus Hipponensis, De civitate Dei, 41, 0483 (auctor 354-430)
Tutam veramque in coelum viam molitur humilitas, sursum levans cor ad Dominum, non contra Dominum: sicut dictus est gigas iste venator contra Dominum (Gen. X, 9) . Quod non intelligentes nonnulli, ambiguo graeco decepti sunt, ut non interpretarentur contra Dominum, sed ante Dominum: ἐναντιον quippe et ante et contra significat.
334Augustinus Hipponensis, Locutiones in Heptateuchum, 34, 0489 (auctor 354-430)
[Ib. X, 9.] Hic erat gigas venator contra Dominum Deum; incertum est utrum possit accipi, coram Domino Deo; quia et sic solet intelligi quod graece dicitur, ἐναντίον.
335Augustinus Hipponensis, Quaestiones in Heptateuchum, 34, 0618 (auctor 354-430)
[Ib. XVIII, 12.] Venit autem et Aaron et omnes seniores Israel manducare panem cum socero Moysi ante Deum, vel, sicut alii codices habent, coram Deo; quod graece scriptum est ἐναντίον τοῦ Θεοῦ.
336Biblia, Biblia graeca iuxta LXX interpretes, p1, 3; 7
Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
337Biblia, Biblia graeca iuxta LXX interpretes, p5, 1; 1
Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων.
338Biblia, Biblia graeca iuxta LXX interpretes, p5, 1; 31
ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ.
339Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 1; 18
καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονοσορ.
340Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 3; 38
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος·
341Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 2
τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησεν μετ’ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν
342Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 6; 11
καὶ Δανιηλ, ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ αἱ θυρίδες ἀνεῳγμέναι αὐτῷ ἐν τοῖς ὑπερῴοις αὐτοῦ κατέναντι Ιερουσαλημ, καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν.
343Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 9; 20
καὶ ἔτι ἐμοῦ λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ισραηλ καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ μου
344Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 10; 12
καὶ εἶπεν πρός με Μὴ φοβοῦ, Δανιηλ· ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου.
345Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 10; 16
καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον ἐμοῦ Κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν·
346Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 6; 8
Νωε δὲ εὗρεν χάριν ἐναντίον κυρίου τοῦ θεοῦ.
347Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 6; 11
ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
348Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 6; 13
καὶ εἶπεν ὁ θεὸς πρὸς Νωε Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.
349Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 7; 1
Καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νωε Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ.
350Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 10; 9
οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ· διὰ τοῦτο ἐροῦσιν Ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου.
351Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 12; 19
ἵνα τί εἶπας ὅτι Ἀδελφή μού ἐστιν; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα. καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε.
352Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 13; 9
οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σού ἐστιν; διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά.
353Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 13; 13
οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ θεοῦ σφόδρα.
354Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 16; 4
καὶ εἰσῆλθεν πρὸς Αγαρ, καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
355Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 16; 5
εἶπεν δὲ Σαρα πρὸς Αβραμ Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
356Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 17; 1
Ἐγένετο δὲ Αβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Αβραμ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος,
357Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 17; 18
εἶπεν δὲ Αβρααμ πρὸς τὸν θεόν Ισμαηλ οὗτος ζήτω ἐναντίον σου.
358Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 18; 3
καὶ εἶπεν Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·
359Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 18; 22
καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σοδομα, Αβρααμ δὲ ἦν ἑστηκὼς ἐναντίον κυρίου.
360Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 13
ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἐναντίον κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς κύριος ἐκτρῖψαι αὐτήν.
361Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 14
ἐξῆλθεν δὲ Λωτ καὶ ἐλάλησεν πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν Ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει κύριος τὴν πόλιν. ἔδοξεν δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ.
362Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 19
ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ’ ἐμέ, τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω,
363Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 19; 27
Ὤρθρισεν δὲ Αβρααμ τὸ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον κυρίου,
364Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 20; 15
καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
365Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 21; 11
σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Αβρααμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
366Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 21; 12
εἶπεν δὲ ὁ θεὸς τῷ Αβρααμ Μὴ σκληρὸν ἔστω τὸ ῥῆμα ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα, ὅσα ἐὰν εἴπῃ σοι Σαρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ισαακ κληθήσεταί σοι σπέρμα.
367Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 23; 11
Παρ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοι δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.
368Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 23; 12
καὶ προσεκύνησεν Αβρααμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
369Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 23; 18
τῷ Αβρααμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χετ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
370Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 24; 12
καὶ εἶπεν Κύριε ὁ θεὸς τοῦ κυρίου μου Αβρααμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Αβρααμ.
371Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 24; 40
καὶ εἶπέν μοι Κύριος, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
372Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 7
Ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
373Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 12
μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ’ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
374Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 27; 20
εἶπεν δὲ Ισαακ τῷ υἱῷ αὐτοῦ Τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν Ὃ παρέδωκεν κύριος ὁ θεός σου ἐναντίον μου.
375Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 28; 8
καὶ εἶδεν Ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χανααν ἐναντίον Ισαακ τοῦ πατρὸς αὐτοῦ,
376Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 29; 20
καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν. –
377Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 30; 27
εἶπεν δὲ αὐτῷ Λαβαν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ.
378Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 30; 30
μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
379Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 30; 40
τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν.
380Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 30; 41
ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους·
381Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 31; 32
ἐπίγνωθι, τί ἐστιν τῶν σῶν παρ’ ἐμοί, καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ’ αὐτῷ οὐθέν. καὶ εἶπεν αὐτῷ Ιακωβ Παρ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
382Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 31; 37
καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
383Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 6
καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ησαυ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.
384Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 8
καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
385Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 10
εἶπεν δὲ Ιακωβ Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με·
386Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 14
προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηιρ.
387Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 33; 15
εἶπεν δὲ Ησαυ Καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ’ ἐμοῦ. ὁ δὲ εἶπεν Ἵνα τί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.
388Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 34; 10
καὶ ἐν ἡμῖν κατοικεῖτε, καὶ ἡ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ’ αὐτῆς καὶ ἐγκτήσασθε ἐν αὐτῇ.
389Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 34; 11
εἶπεν δὲ Συχεμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς Εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν.
390Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 34; 18
καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Εμμωρ καὶ ἐναντίον Συχεμ τοῦ υἱοῦ Εμμωρ.
391Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 34; 21
Οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσιν μεθ’ ἡμῶν· οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν, ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν. τὰς θυγατέρας αὐτῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς.
392Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 35; 22
Ἐγένετο δὲ ἡνίκα κατῴκησεν Ισραηλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβην καὶ ἐκοιμήθη μετὰ Βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ισραηλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Ἦσαν δὲ οἱ υἱοὶ Ιακωβ δώδεκα.
393Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 38; 7
ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός.
394Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 38; 10
πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐθανάτωσεν καὶ τοῦτον.
395Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 39; 4
καὶ εὗρεν Ιωσηφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, εὐηρέστει δὲ αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ, ἔδωκεν διὰ χειρὸς Ιωσηφ.
396Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 39; 9
καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐθὲν ἐμοῦ οὐδὲ ὑπεξῄρηται ἀπ’ ἐμοῦ οὐδὲν πλὴν σοῦ διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ;
397Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 39; 21
Καὶ ἦν κύριος μετὰ Ιωσηφ καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος,
398Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 40; 9
καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ιωσηφ καὶ εἶπεν Ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου·
399Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 41; 37
Ἤρεσεν δὲ τὰ ῥήματα ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ,
400Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 41; 46
Ιωσηφ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραω βασιλέως Αἰγύπτου. Ἐξῆλθεν δὲ Ιωσηφ ἐκ προσώπου Φαραω καὶ διῆλθεν πᾶσαν γῆν Αἰγύπτου.
401Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 42; 24
ἀποστραφεὶς δὲ ἀπ’ αὐτῶν ἔκλαυσεν Ιωσηφ. – καὶ πάλιν προσῆλθεν πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς καὶ ἔλαβεν τὸν Συμεων ἀπ’ αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.
402Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 43; 9
ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας.
403Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 43; 14
ὁ δὲ θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν· ἐγὼ μὲν γάρ, καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι.
404Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 43; 15
Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηφ.
405Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 43; 33
ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
406Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 14
Εἰσῆλθεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ιωσηφ ἔτι αὐτοῦ ὄντος ἐκεῖ καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν.
407Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 18
Ἐγγίσας δὲ αὐτῷ Ιουδας εἶπεν Δέομαι, κύριε, λαλησάτω ὁ παῖς σου ῥῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραω.
408Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 44; 32
ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδίον παρὰ τοῦ πατρὸς λέγων Ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς τὸν πατέρα πάσας τὰς ἡμέρας.
409Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 2
ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραω.
410Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 6
ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σού ἐστιν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου.
411Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 7
εἰσήγαγεν δὲ Ιωσηφ Ιακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραω, καὶ εὐλόγησεν Ιακωβ τὸν Φαραω.
412Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 15
καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανααν. ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηφ λέγοντες Δὸς ἡμῖν ἄρτους, καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου; ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν.
413Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 18
ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν· εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ’ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.
414Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 19
ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες Φαραω· δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται.
415Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 25
καὶ εἶπαν Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες Φαραω.
416Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 47; 29
ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηφ καὶ εἶπεν αὐτῷ Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ,
417Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 48; 15
καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν Ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Αβρααμ καὶ Ισαακ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
418Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 50; 4
Ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ιωσηφ πρὸς τοὺς δυνάστας Φαραω λέγων Εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραω λέγοντες
419Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 3; 21
καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·
420Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 4; 21
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα, ἃ ἔδωκα ἐν ταῖς χερσίν σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραω· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν.
421Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 4; 30
καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ.
422Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 5; 21
καὶ εἶπαν αὐτοῖς Ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς.
423Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 6; 30
καὶ εἶπεν Μωϋσῆς ἐναντίον κυρίου Ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραω;
424Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 7; 9
Καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων Δότε ἡμῖν σημεῖον ἢ τέρας, καὶ ἐρεῖς Ααρων τῷ ἀδελφῷ σου Λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων.
425Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 7; 10
εἰσῆλθεν δὲ Μωϋσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων.
426Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 7; 20
καὶ ἐποίησαν οὕτως Μωϋσῆς καὶ Ααρων, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα.
427Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 8; 16
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ὄρθρισον τὸ πρωῒ καὶ στῆθι ἐναντίον Φαραω· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ·
428Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 8; 22
καὶ εἶπεν Μωϋσῆς Οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα.
429Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 8
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων Λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωϋσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ,
430Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 10
καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωϋσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν.
431Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 11
καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτου.
432Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 9; 13
Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ὄρθρισον τὸ πρωῒ καὶ στῆθι ἐναντίον Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι.
433Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 3
εἰσῆλθεν δὲ Μωϋσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσίν μοι.
434Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 10; 16
κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων Ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς·
435Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 3
κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνθρωπος Μωϋσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ.
436Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 11; 10
Μωϋσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω· ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
437Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 12; 36
καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.
438Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 13; 22
οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.
439Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 15; 26
καὶ εἶπεν Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε.
440Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 16; 9
εἶπεν δὲ Μωϋσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν.
441Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 16; 33
καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων Λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.
442Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 16; 34
ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.
443Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 17; 6
ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρηβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός μου. ἐποίησεν δὲ Μωϋσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ισραηλ.
444Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 18; 12
καὶ ἔλαβεν Ιοθορ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ θεῷ· παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ θεοῦ.
445Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 19; 11
καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐναντίον παντὸς τοῦ λαοῦ.
446Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 24; 17
τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ.
447Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 25; 30
καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παντός.
448Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 27; 21
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ’ ἑσπέρας ἕως πρωῒ ἐναντίον κυρίου· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ισραηλ.
449Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 28; 30
καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ααρων, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου· καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήθους ἐναντίον κυρίου διὰ παντός.
450Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 28; 35
καὶ ἔσται Ααρων ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι, ἵνα μὴ ἀποθάνῃ.
451Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 13
εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο.
452Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 33; 19
καὶ εἶπεν Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.
453Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 34; 24
ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ.
454Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 34; 28
καὶ ἦν ἐκεῖ Μωϋσῆς ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν· καὶ ἔγραψεν τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους.
455Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 40; 5
καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
456Biblia, Biblia graeca iuxta LXX interpretes, Ex, 40; 38
νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ισραηλ ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.
457Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 1; 3
ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον κυρίου.
458Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 3; 1
Ἐὰν δὲ θυσία σωτηρίου τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ, ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτοῦ προσαγάγῃ, ἐάν τε ἄρσεν ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου.
459Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 4; 7
καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου τοῦ θυμιάματος τῆς συνθέσεως τοῦ ἐναντίον κυρίου, ὅ ἐστιν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· καὶ πᾶν τὸ αἷμα τοῦ μόσχου ἐκχεεῖ παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων, ὅ ἐστιν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
460Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 13; 5
καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τῷ δέρματι, καὶ ἀφοριεῖ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον.
461Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 25; 23
καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν, ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου·
462Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 26; 7
καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ·
463Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 26; 8
καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ.
464Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 26; 17
καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ’ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς οἱ μισοῦντες ὑμᾶς, καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμᾶς.
465Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 26; 40
καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι,
466Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 27; 8
ἐὰν δὲ ταπεινὸς ᾖ τῇ τιμῇ, στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς· καθάπερ ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου, τιμήσεται αὐτὸν ὁ ἱερεύς.
467Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 1; 53
οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ. καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου.
468Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 3; 6
Λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ
469Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 7; 3
καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας, ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου, καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς.
470Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 9; 6
Καὶ παρεγένοντο οἱ ἄνδρες, οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πασχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ααρων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
471Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 11; 11
καὶ εἶπεν Μωϋσῆς πρὸς κύριον Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ’ ἐμέ;
472Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 11; 20
ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες Ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;
473Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 5
καὶ ἔπεσεν Μωϋσῆς καὶ Ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ισραηλ.
474Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 14; 27
Ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ, τὴν γόγγυσιν τῶν υἱῶν Ισραηλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.
475Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 19; 5
καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται.
476Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 20; 12
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ισραηλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.
477Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 20; 27
καὶ ἐποίησεν Μωϋσῆς καθὰ συνέταξεν κύριος, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.
478Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 22; 32
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου.
479Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 25; 6
Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
480Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 27; 19
καὶ στήσεις αὐτὸν ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν
481Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 27; 22
καὶ ἐποίησεν Μωϋσῆς καθὰ ἐνετείλατο αὐτῷ κύριος, καὶ λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς
482Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 33; 3
ἀπῆραν ἐκ Ραμεσση τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πασχα ἐξῆλθον οἱ υἱοὶ Ισραηλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων,
483Biblia, Biblia graeca iuxta LXX interpretes, Num, 36; 6
τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος ταῖς θυγατράσιν Σαλπααδ λέγων Οὗ ἀρέσκει ἐναντίον αὐτῶν, ἔστωσαν γυναῖκες, πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔστωσαν γυναῖκες,
484Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 1; 23
καὶ ἤρεσεν ἐναντίον μου τὸ ῥῆμα, καὶ ἔλαβον ἐξ ὑμῶν δώδεκα ἄνδρας, ἄνδρα ἕνα κατὰ φυλήν.
485Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 6
καὶ φυλάξεσθε καὶ ποιήσετε, ὅτι αὕτη ἡ σοφία ὑμῶν καὶ ἡ σύνεσις ἐναντίον πάντων τῶν ἐθνῶν, ὅσοι ἐὰν ἀκούσωσιν πάντα τὰ δικαιώματα ταῦτα καὶ ἐροῦσιν Ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο.
486Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 10
ἡμέραν, ἣν ἔστητε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ἐν Χωρηβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε εἶπεν κύριος πρός με Ἐκκλησίασον πρός με τὸν λαόν, καὶ ἀκουσάτωσαν τὰ ῥήματά μου, ὅπως μάθωσιν φοβεῖσθαί με πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, καὶ τοὺς υἱοὺς αὐτῶν διδάξωσιν.
487Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 4; 25
Ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν,
488Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 6; 18
καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, ἵνα εὖ σοι γένηται καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν
489Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 6; 25
καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον κυρίου τοῦ θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν κύριος.
490Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 9; 16
καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο ὑμῖν κύριος,
491Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 9; 17
καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν.
492Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 9; 18
καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας – ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον – περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροξῦναι αὐτόν.
493Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 9; 25
καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήθην – εἶπεν γὰρ κύριος ἐξολεθρεῦσαι ὑμᾶς –
494Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 10; 11
καὶ εἶπεν κύριος πρός με Βάδιζε ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου, καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς.
495Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 12; 7
καὶ φάγεσθε ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε, ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέν σε κύριος ὁ θεός σου.
496Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 12; 12
καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ’ ὑμῶν.
497Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 12; 18
ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὰ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.
498Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 12; 25
οὐ φάγῃ αὐτό, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.
499Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 12; 28
φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους, οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι’ αἰῶνος, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου.
500Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 13; 17
καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου, καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηθήσεται ἔτι.