'εξουσία' - search in All Authors, Showing 1 to 101 of 101 hits

1Adrianus I, Epistolae, 96, 1219A
Καὶ μάλιστα ἐὰν τῇ παραδόσει τῆς ὀρθοδόξου πίστεως τῆς Ἐκκλησίας τοῦ ἁγίου Πέτρου καὶ Παύλου τῶν κορυφαίων ἀποστόλων ἐξυκολουθήσῃ, καὶ ἐναγκαλίσηται τὸν βικάριον αὐτῶν, καθὼς καὶ οἱ ἐξ ἀρχῆς προηγησάμενοι βασιλεῖς καὶ ἐτίμησαν τὸν βικάριον αὐτῶν, καὶ ἠγάπησαν ἐξ ὅλης τῆς καρδίας αὐτῶν, τιμήσῃ δὲ τὸ ὑμέτερον Θεοδώρητον κράτος τὴν Ῥωμαϊκὴν ἁγιωτάτην Ἐκκλησίαν τῶν κορυφαίων ἀποστόλων, οἷς ἐδόθη ἐξουσία παρ' αὐτοῦ τοῦ Θεοῦ Λόγου λύειν τε καὶ δεσμεῖν ἁμαρτίας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.
2Agatho papa, Epistolae, 87, 1162C
Καὶ μήπως τινὰ τῶν ἀκουόντων ὁ οὕτως εὐσεβὴς διαλάθῃ σκοπὸς, ἢ ἀνθρωπίνη ὑποψία καταπτοήσῃ λόγιζομένων ἐξουσίᾳ ἡμᾶς εἶναι συνωθησθέντας, καὶ οὐχὶ πληρεστάτῃ γαληνότητι πρὸς τὸ ἀπολογήσασθαι περὶ τοῦ κηρύγματος τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς ἡμῶν πίστεως ὑπομνησθέντας, αἱ θειώδεις κεραῖαι πρὸς τὸν τῆς ἀποστολικῆς μνήμης Δῶνον τὸν ἀρχιερέα καὶ προηγησάμενον τὴν ἡμετέραν μετριότητα, πᾶσι τοῖς λαοῖς καὶ ἔθνεσι διὰ τῆς ἡμῶν διακονίας ἐφανεροποίησαν, καὶ πληροφοροῦσιν· ἅστινας κεραίας ἡ χάρις τοῦ ἁγίου Πνεύματος τῷ καλάμῳ τῆς βασιλικῆς γλώττης ἐκ τοῦ καθαροῦ τῆς καρδίας θησαυροῦ ὑπηγόρευσεν, ὑπομιμνησκούσας, καὶ μὴ καταθλιβούσας· ἀπολογουμένας καὶ μὴ καταφοβούσας· μὴ καταπονούσας, ἀλλὰ προτρεπούσας· πρὸς ταῦτα, ἅπερ εἰσὶ τοῦ Θεοῦ, κατὰ Θεὸν προτρεπούσας.
3Aristoteles, Ethica Nicomachea, 8, 12; 22 (auctor 384BC-322BC)
δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων (ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου) , καὶ ἐν αἷς ἀσθενὴς ὁ ἄρχων καὶ ἑκάστῳ ἐξουσία.
4Aristoteles, Ethica Nicomachea, 8, 16; 11 (auctor 384BC-322BC)
οἷς δ' ὀφείλεται, ἐξουσία ἀφεῖναι· καὶ τῷ πατρὶ δή.
5Aristoteles, Magna moralia, 2, 3, 7; 11 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἁπλῶς καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν ἀλλ' εἰ αὑτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι οἶδεν.
6Aristoteles, Politica, 1; 95 (auctor 384BC-322BC)
διὸ ὅσοις ἐξουσία μὴ αὐτοὺς κακοπαθεῖν, ἐπίτροπός τισ λαμβάνει ταύτην τὴν τιμήν, αὐτοὶ δὲ πολιτεύονται ἢ φιλοσοφοῦσιν.
7Aristoteles, Politica, 3; 22 (auctor 384BC-322BC)
τίς μὲν οὖν ἐστιν ὁ πολίτης, ἐκ τούτων φανερόν· ᾧ γὰρ ἐξουσία κοινωνεῖν ἀρχῆς βουλευτικῆς ἢ κριτικῆς, πολίτην ἤδη λέγομεν εἶναι ταύτης τῆς πόλεως, πόλιν δὲ τὸ τῶν τοιούτων πλῆθος ἱκανὸν πρὸς αὐτάρκειαν ζωῆς, ὡς ἁπλῶς εἰπεῖν.
8Aristoteles, Politica, 6; 36 (auctor 384BC-322BC)
τὸ γὰρ ἐπανακρέμασθαι, καὶ μὴ πᾶν ἐξεῖναι ποιεῖν ὅ τι ἂν δόξῃ, συμφέρον ἐστίν· ἡ γὰρ ἐξουσία τοῦ πράττειν ὅ τι ἂν ἐθέλῃ τις οὐ δύναται φυλάττειν τὸ ἐν ἑκάστῳ τῶν ἀνθρώπων φαῦλον.
9Aristoteles, Politica, 7, 1332A; 185 (auctor 384BC-322BC)
ἐπεὶ δὲ δύ' ἐστὶν ἐν οἷς γίγνεται τὸ εὖ πᾶσι, τούτοιν δ' ἐστὶν ἓν μὲν ἐν τῷ τὸν σκοπὸν κεῖσθαι καὶ τὸ τέλος τῶν πράξεων ὀρθῶς, ἓν δὲ τὰς πρὸς τὸ τέλος φερούσας πράξεις εὑρίσκειν (ἐνδέχεται γὰρ ταῦτα καὶ διαφωνεῖν ἀλλήλοις καὶ συμφωνεῖν· ἐνίοτε γὰρ ὁ μὲν σκοπὸς ἔκκειται καλῶς, ἐν δὲ τῷ πράττειν τοῦ τυχεῖν αὐτοῦ διαμαρτάνουσιν, ὁτὲ δὲ τῶν μὲν πρὸς τὸ τέλος πάντων ἐπιτυγχάνουσιν, ἀλλὰ τὸ τέλος ἔθεντο φαῦλον, ὁτὲ δὲ ἑκατέρου διαμαρτάνουσιν, οἷον περὶ ἰατρικήν· οὔτε γὰρ ποῖόν τι δεῖ τὸ ὑγιαῖνον εἶναι σῶμα κρίνουσιν ἐνίοτε καλῶς, οὔτε πρὸς τὸν ὑποκείμενον αὐτοῖς ὅρον τυγχάνουσι τῶν ποιητικῶν· δεῖ δ' ἐν ταῖς τέχναις καὶ ἐπιστήμαις ταῦτα ἀμφότερα κρατεῖσθαι, τὸ τέλος καὶ τὰς εἰς τὸ τέλος πράξεις) , ὅτι μὲν οὖν τοῦ τε εὖ ζῆν καὶ τῆς εὐδαιμονίας ἐφίενται πάντες, φανερόν, ἀλλὰ τούτων τοῖς μὲν ἐξουσία τυγχάνει τοῖς δὲ οὔ, διά τινα τύχην ἢ φύσιν (δεῖται γὰρ καὶ χορηγίας τινὸς τὸ ζῆν καλῶς, τούτου δὲ ἐλάττονος μὲν τοῖς ἄμεινον διακειμένοις, πλείονος δὲ τοῖς χεῖρον) , οἱ δ' εὐθὺς οὐκ ὀρθῶς ζητοῦσι τὴν εὐδαιμονίαν, ἐξουσίας ὑπαρχούσης.
10Aristoteles, Rhetorica, 2, 6, 9; 9 (auctor 384BC-322BC)
καὶ τὸ μὴ ὑπομένειν πόνους οὓς οἱ πρεσβύτεροι ἢ τρυφῶντες ἢ ἐν ἐξουσίᾳ μᾶλλον ὄντες ἢ ὅλως οἱ ἀδυνατώτεροι· πάντα γὰρ μαλακίας σημεῖα.
11Aristoteles, Rhetorica, 2, 17, 4; 2 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ τὰ αὐτὰ ἔχει δύναμις τῷ πλούτῳ τὰ δὲ βελτίω· φιλοτιμότεροι γὰρ καὶ ἀνδρωδέστεροί εἰσιν τὰ ἤθη οἱ δυνάμενοι τῶν πλουσίων διὰ τὸ ἐφίεσθαι ἔργων ὅσα ἐξουσία αὐτοῖς πράττειν διὰ τὴν δύναμιν, καὶ σπουδαστικώτεροι διὰ τὸ ἐν ἐπιμελείᾳ εἶναι, ἀναγκαζόμενοι σκοπεῖν τὰ περὶ τὴν δύναμιν, καὶ σεμνότεροι ἢ βαρύτεροι· ποιεῖ γὰρ σεμνοτέρους τὸ ἀξίωμα, διὸ μετριάζουσιν, ἔστι δὲ ἡ σεμνότης μαλακὴ καὶ εὐσχήμων βαρύτης· κἂν ἀδικῶσιν, οὐ μικραδικηταί εἰσιν ἀλλὰ μεγαλάδικοι.
12Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 3
ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
13Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 4; 34
καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονοσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ’ ἐμὲ ἐπεστράφησαν, καὶ τῷ ὑψίστῳ εὐλόγησα καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν,
14Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 6
ὀπίσω τούτου ἐθεώρουν καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις, καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ.
15Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 14
καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.
16Biblia, Biblia graeca iuxta LXX interpretes, p7, 7; 27
καὶ ἡ βασιλεία καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δουλεύσουσιν καὶ ὑπακούσονται.
17Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 20; 13
καὶ ἐχάρη ἐπ’ αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
18Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 28
καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ;
19Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 4; 40
καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας.
20Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 4; 18
Κύριε κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ισραηλ·
21Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 113; 2
ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ.
22Biblia, Biblia graeca iuxta LXX interpretes, Ecl, 8; 8
οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα· καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρᾳ τοῦ θανάτου, καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν τῷ πολέμῳ, καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ’ αὐτῆς.
23Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 10; 4
ἐν χειρὶ κυρίου ἡ ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ’ αὐτῆς.
24Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 24; 11
ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν, καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου·
25Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 27
κύριος ζῇ ἐν οὐρανῷ, καὶ ἡ ἐξουσία αὐτοῦ ἐπὶ πάσῃ τῇ γῇ· αὐτοῦ δεήθητι περὶ τῶν ἁμαρτιῶν σου καὶ πάσας τὰς ἀδικίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, ἵνα ἐπιείκεια δοθῇ σοι καὶ πολυήμερος γένῃ ἐπὶ τοῦ θρόνου τῆς βασιλείας σου, καὶ μὴ καταφθείρῃ σε. τούτους τοὺς λόγους ἀγάπησον· ἀκριβὴς γάρ μου ὁ λόγος, καὶ πλήρης ὁ χρόνος σου.
26Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 37
a ἀπὸ τοῦ νῦν αὐτῷ λατρεύσω, καὶ ἀπὸ τοῦ φόβου αὐτοῦ τρόμος εἴληφέ με, καὶ πάντας τοὺς ἁγίους αὐτοῦ αἰνῶ· οἱ γὰρ θεοὶ τῶν ἐθνῶν οὐκ ἔχουσιν ἐν ἑαυτοῖς ἰσχὺν ἀποστρέψαι βασιλείαν βασιλέως εἰς ἕτερον βασιλέα καὶ ἀποκτεῖναι καὶ ζῆν ποιῆσαι καὶ ποιῆσαι σημεῖα καὶ θαυμάσια μεγάλα καὶ φοβερὰ καὶ ἀλλοιῶσαι ὑπερμεγέθη πράγματα, καθὼς ἐποίησεν ἐν ἐμοὶ ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ἠλλοίωσεν ἐπ’ ἐμοὶ μεγάλα πράγματα. ἐγὼ πάσας τὰς ἡμέρας τῆς βασιλείας μου περὶ τῆς ψυχῆς μου τῷ ὑψίστῳ θυσίας προσοίσω εἰς ὀσμὴν εὐωδίας τῷ κυρίῳ καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσω, ἐγὼ καὶ ὁ λαός μου, τὸ ἔθνος μου καὶ αἱ χῶραί μου αἱ ἐν τῇ ἐξουσίᾳ μου. καὶ ὅσοι ἐλάλησαν εἰς τὸν θεὸν τοῦ οὐρανοῦ, καὶ ὅσοι ἂν καταληφθῶσι λαλοῦντές τι, τούτους κατακρινῶ θανάτῳ.
27Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 3; 39
Ναβουχοδονοσορ βασιλεὺς πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς χώραις καὶ πᾶσι τοῖς οἰκοῦσιν ἐν αὐταῖς· εἰρήνη ὑμῖν πληθυνθείη ἐν παντὶ καιρῷ. καὶ νῦν ὑποδείξω ὑμῖν τὰς πράξεις, ἃς ἐποίησε μετ’ ἐμοῦ ὁ θεὸς ὁ μέγας· ἔδοξε δέ μοι ἀποδεῖξαι ὑμῖν καὶ τοῖς σοφισταῖς ὑμῶν ὅτι ἔστι θεός, καὶ τὰ θαυμάσια αὐτοῦ μεγάλα, τὸ βασίλειον αὐτοῦ βασίλειον εἰς τὸν αἰῶνα, ἡ ἐξουσία αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. καὶ ἀπέστειλεν ἐπιστολὰς περὶ πάντων τῶν γενηθέντων αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ πᾶσι τοῖς ἔθνεσι τοῖς οὖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ.
28Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 5; 7
καὶ ὁ βασιλεὺς ἐφώνησε φωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ φαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνοὺς ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραφῆς. καὶ εἰσεπορεύοντο ἐπὶ θεωρίαν ἰδεῖν τὴν γραφήν, καὶ τὸ σύγκριμα τῆς γραφῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ. τότε ὁ βασιλεὺς ἐξέθηκε πρόσταγμα λέγων Πᾶς ἀνήρ, ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραφῆς, στολιεῖ αὐτὸν πορφύραν καὶ μανιάκην χρυσοῦν περιθήσει αὐτῷ, καὶ δοθήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας.
29Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 7; 14
καὶ ἐδόθη αὐτῷ ἐξουσία, καὶ πάντα τὰ ἔθνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα αὐτῷ λατρεύουσα· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ μὴ ἀρθῇ, καὶ ἡ βασιλεία αὐτοῦ, ἥτις οὐ μὴ φθαρῇ.
30Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 6; 11
καὶ εἶπα τῇ καρδίᾳ Ἕως τίνος θλίψεως ἦλθα καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου.
31Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 14; 4
Καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος, καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας.
32Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 9; 4
Τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἐν ἔργοις χειρῶν ἡμῶν· καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων.
33Biblia, Novum testamentum graece, Mt, 21; 23
Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
34Biblia, Novum testamentum graece, Mt, 21; 24
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
35Biblia, Novum testamentum graece, Mt, 21; 27
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν, Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
36Biblia, Novum testamentum graece, Mt, 28; 18
καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
37Biblia, Novum testamentum graece, Mc, 11; 28
καὶ ἔλεγον αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
38Biblia, Novum testamentum graece, Mc, 11; 29
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
39Biblia, Novum testamentum graece, Mc, 11; 33
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ λέγουσιν, Οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
40Biblia, Novum testamentum graece, Lc, 4; 32
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
41Biblia, Novum testamentum graece, Lc, 4; 36
καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
42Biblia, Novum testamentum graece, Lc, 20; 2
καὶ εἶπαν λέγοντες πρὸς αὐτόν, Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην.
43Biblia, Novum testamentum graece, Lc, 20; 8
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
44Biblia, Novum testamentum graece, Lc, 20; 20
Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
45Biblia, Novum testamentum graece, Lc, 22; 53
καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
46Biblia, Novum testamentum graece, Act, 1; 7
εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ·
47Biblia, Novum testamentum graece, Act, 5; 4
οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
48Biblia, Novum testamentum graece, Rom, 13; 1
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν·
49Biblia, Novum testamentum graece, Rom, 13; 2
ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
50Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 9
βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν.
51Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 12
εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
52Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 18
τίς οὖν μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
53Biblia, Novum testamentum graece, Iud, 1; 25
μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.
54Biblia, Novum testamentum graece, Apoc, 6; 8
καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω [αὐτοῦ] ὄνομα αὐτῷ [ὁ] Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ’ αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
55Biblia, Novum testamentum graece, Apoc, 9; 3
καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
56Biblia, Novum testamentum graece, Apoc, 9; 10
καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
57Biblia, Novum testamentum graece, Apoc, 9; 19
ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
58Biblia, Novum testamentum graece, Apoc, 12; 10
καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν, Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
59Biblia, Novum testamentum graece, Apoc, 13; 5
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
60Biblia, Novum testamentum graece, Apoc, 13; 7
καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
61Biblia, Novum testamentum graece, Apoc, 22; 14
Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
62Concilia Carthaginensia, Acta, 3, 1098C (auctor fl. 257)
Ἄλλὸς Φίληξ ἀπὸ Τουριτῶν εἶπεν· Ἐγὼ κρίνω ἵνα, ἀκολούθως ταῖς θείαις γραφαῖς, ἄνομοι παρὰ τοῖς αἱρετικοῖς βαπτισθέντες, ἂν πρὸς τὴν Ἐκκλησίαν καταφύγωσι, τῷ τῆς Ἐκκλησίας βαπτίσματι, ἔνθα πᾶσα ἐξουσία παρὰ τοῦ Θεοῦ δέδοται, βαπτισθῶσιν.
63Concilia Carthaginensia, Acta, 3, 1100A (auctor fl. 257)
Κλάριος ἀπὸ Μασκούλης εἶπεν· Πρόδηλός ἐστιν ἡ τοῦ Κύρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπόφασις ἀποστέλλοντος τοὺς ἑαυτοῦ ἀποςτόλους, καὶ αὐτοῖς μόνοις τὴν ἐξουσίαν ἐπιτρέποντος, οἷς ἡμεῖς ἐξακολουθοῦμεν, τῇ αὐτῶν ἐξουσίᾳ τὴν Ἐκκλησίαν Θεοῦ κυβερνῶντες, καὶ τοὺς πιστεύοντας βαπτίζοντες· καὶ διὰ τοῦτο οἱ αἱρετικοὶ οἱ μήτε τὴν ἐξουσίαν ἔχοντες, μήτε τὴν Ἐκκλησίαν, οὐδὲ βαπτίζειν τῷ τῆς Ἐκκλησίας βαπτίσματι δύνανται.
64Constantinus I, Conciones, 8, 0475A (auctor c.272–337)
πᾶν γὰρ τὸ τοῦ προειρημένου βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου, βίᾳ τε τὴν Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας Θεοῦ τὴν μεγάλην πόλιν ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται.
65Constantinus I, Decreta et constitutiones, 8, 0105D (auctor c.272–337)
ἀλλ' ἐπειδὴ πολλαὶ καὶ διάφοροι αἱρέσεις ἐν ἐκείνῃ τῇ ἀντιγραφῇ, ἐν ᾗ τοῖς αὐτοῖς συνεχωρήθη ἡ τοιαύτη ἐξουσία, ἐδόκουν προστεθεῖσθαι σαφῶς, τυχὸν ἴσως τινὲς αὐτῶν μετ' ὀλίγον ἀπὸ τῆς τοιαύτης παραφυλάξεως ἀνεκρούοντο· ὁπότε εὐτυχῶς ἐγὼ Κωνσταντῖνος ὁ Αὔγουστος, κᾀγὼ Λικίννιος ὁ Αὐγουστος, ἐν τῇ Μεδιολάνῳ ἐληλύθειμεν, καὶ πάντα ὅσα πρὸς τὸ λυσιτελὲς καὶ τὸ χρήσιμον τῷ κοινῷ διέφερεν, ἐν ζητήσει ἔσχομεν, ταῦτα μεταξὺ τῶν λοιπῶν ἅτινα ἐδόκει ἐν πολλοῖς ἅπασιν ἐπωφελῆ εἶναι.
66Constantinus I, Decreta et constitutiones, 8, 0107A (auctor c.272–337)
τοίνυν ταύτην τὴν βούληξιν τὴν ἡμετέραν, ὑγιεινῷ καὶ ὀρθοτάτῳ λογισμῶ ἐδογματίσαμεν, ὅπως μηδενὶ παντελῶς ἐξουσία ἀρνητέα ᾖ, τοῦ ἀκολουθεῖν καὶ αἱρεῖσθαι τὴν τῶν χριστιανῶν παραφύλαξιν ἢ θρησκείαν.
67Constantinus I, Decreta et constitutiones, 8, 0107A (auctor c.272–337)
ἑκάστῳ τε ἐξουσία δοθείη τοῦ διδόναι ἑαυτοῦ τὴν διάνοιαν ἐν ἐκείνῃ τῇ θρησκείᾳ, ἣν αὐτὸς ἑαυτῷ ἁρμόζειν νομίζῃ.
68Constantinus I, Decreta et constitutiones, 8, 0270B (auctor c.272–337)
XIX. Ἐπειδὴ οὖν ἀποδείξεσιν ἐναργεστάταις καὶ σαφεστάταις ἐξεφάνη, ἀρετῇ τε τοῦ πάντα δυνατοῦ Θεοῦ, καὶ παραινέσεσιν ἅμα καὶ βοηθείαις ἃς ὑπὲρ ἐμοῦ συχνὰς ἀξιοῖ ποιεῖσθαι, τὴν πρότερον κατέχουσαν πάντα τὰ ἀνθρώπινα δυσχέρειαν ἐκ πάσης ἤδη ἐληλᾶσθαι τῆς ὑφ' ἡλίῳ· οἱ καθένα τε καὶ οἱ σύμπαντες ὁμοῦ ἐσπουδασμέναις καθορᾶται φροντίσι, τίς ἐκείνη καθέστηκεν ἡ ἐξουσία, τίς χάρις, ἢ τῶν μὲν μοχθηροτάτων τό, ὡς εἰπεῖν, σπέρμα ἠφάνισέ τε καὶ διέφθειρε, τῶν δ' ἀγαθῶν τῆν εὐφροσύνην ἀνακληθεῖσαν, ἐπὶ πάσας ἐκτείνει τὰς χώρας ἀφθόνως.
69Constantinus I, Epistolae, 8, 0493 (auctor c.272–337)
ἃ δὴ προσκοπῶν, ἕτερον μὲν ἀποῤῥήτῳ διανοίας ὀφθαλμῷ συνελογιζόμην, ἕτερον, δὲ τῇ τῆς στρατιωτικῆς χειρὸς ἐξουσίᾳ κατορθοῦν ἐπειρώμην· εἰδὼς ὡς εἰ κοινὴν ἅπασι τοῖς τοῦ Θεοῦ θεράπουσιν ἐπ' εὐχαῖς ταῖς ἐμαῖς ὁμόνοιαν καταστήσαιμι, καὶ ἡ τῶν δημοσίων πραγμάτων χρεία σύνδρομον ταῖς ἀπάντων εὐσεβέσι γνώμαις τὴν μεταβολὴν καρπώσεται.
70Desiderius Erasmus, Adagia, Chiliades, 1, 976; 8 (opus 1508)
Quanquam et Plutarchus in vita Ciceronis ostendit fuisse proverbio celebratum dictum loquens hunc in modum: Ὃ δέ δοκεῖ μάλιστα καί λέγεται τρόπον ἀνδρός ἐπιδεικνύναι καί βασανίζειν, ἐξουσία καί ἀρχή πᾶν πάθος κινοῦσα καί πᾶσαν ἀποκαλύπτουσα κακίαν, Δημοσθένει μέν οὐχ ὑπῆρχεν, id est Quod autem videtur ac dicitur maxime mores hominis ostendere atque explorare, nimirum potestas ac magistratus, omnem movens affectum et omnem aperiens malitiam, id Demostheni quidem non adfuit.
71Desiderius Erasmus, Adagia, Chiliades, 3, 2048; 7 (opus 1508)
Diphilus apud Athenaeum libro sexto de poetis: ΟἸς ἐξουσία Ἔστιν λέγειν ἅπαντα καί ποιεῖν μόνοις, id est Quibus licet Et facere solis quidlibet atque dicere.
72Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p1095, p1211; 1 (auctor 1520-1575)
alias ponitur a Versoribus pro Graeco δύναμις : alias pro ἐξουσία .
73Flauius Sosipater Charisius, Ars, p. 460, l. 58 (auctor c.362)
arbitrium μεσιτεία προαίρεσις ἐξουσία.
74Flauius Sosipater Charisius, Ars, p. 462, l. 7 (auctor c.362)
ius ἐξουσία.
75Gregorius I, Prolegomena, 66, 0193 (auctor 540-604)
Τοῦτο οὖν, Πέτρε, τὸ θαῦμα ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ οὐκ ἔσχεν, ἀλλὰ εἰς προσευχὴν ἑαυτὸν ὑποστρώσας ᾐτήσατο, ἵνα δυνηθῇ τοῦτο ποιῆσαι.
76Hormisdas I, Epistolae et decreta, 63, 0421A
Ἄλλη ἐστὶν ἡ τῶν ἀνθρώπων ἐξουσία, ἄλλαι αἱ τῶν ἱερέων ὑπηρεσίαι· παρώξυνε μᾶλλον τὸν Κύριον, ἤπερ ἐξιλεώσατο, ὃς ἀλλότριον πῦρ ἐν τοῖς θείοις ἀδύτοις τὰ ἱερὰ μολύνας ἐπεισήνεγκε.
77Incertus 014, Vita et institutum, 14, 0057B
20. Ταύτην μαθὼν τὴν δακρύων γέμουσαν συμφορὰν ὁ μέγας Ἀμβρόσιος, ἀφικόμενον εἰς τὴν Μεδιολάνων τὸν βασιλέα, καὶ συνήθως εἴσω τοῦ θείου παρελθεῖν βουληθέντα ναοῦ, πόῤῥωθεν προϋπαντήσας, οὐδὲ τῶν ἱερῶν εἴασε πυλῶν ἐπιβῆναι, Οὐκ οἶσθα, λέγων, ὡς ἔοικεν, ὦ βασιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος· οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ λῆξιν, ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν· οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δυναστεία ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ' ἐπιπροσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ χρὴ μέντοι τὴν φύσιν εἰδέναι, καὶ τὸ ταύτης θνητόν τε καὶ διαῤῥέον, καὶ τὸν πρόγονον χοῦν ἐξ οὗ γεγόναμεν, καὶ εἰς ὃν ἀποῤῥέομεν, κα ;ὶ μὴ τῷ ἄνθει τῆς ἀλουγρίδος ἀποβουκολουμένην, ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν· ὁμοφυῶν ἄρχεις, ὦ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων· εἷς γὰρ πάντων δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων δημιουργός· ποίοις τοίνυν ὀφθαλμοῖς ὄψεις τὸν τοῦ κοινοῦ δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ ἔδαφος ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς θερμοῦ ἔτι σταζούσας αἵματος; ἢ πῶς τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ καὶ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσούτων διὰ τὸν θυμὸν παρανόμως αἷμα ἐκχέας; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν ᾧ θεὸς ὁ τῶν ὅλων δεσπότης ἄνωθεν γίνεται σύμψηφος· ἰατρικὸς δὲ οὗτος καὶ ὑγιείας σοι πρόξενος, εἰ μή που ἀθεράπευτα πάσχειν προῃρήσω.
78Iustinianus, Digesta Iustiniani Augusti, 26, 3, 1; 4 (auctor c.482-565)
πατὴρ γὰρ υἱοῖς ἢ ἐκγόνοις, οὓς ἔχει ἐν ἐξουσίᾳ, ὀρθῶς δίδωσιν ἐπίτροπον ἀλλ´ ἐν διαθήκῃ.
79Iustinianus, Digesta Iustiniani Augusti, 26, 3, 1; 5 (auctor c.482-565)
ἐὰν δὲ ᾖ πρόσωπον τοιοῦτον ὃ μὴ δύναται δοῦναι, οἷον μήτηρ ἢ πάτρων ἢ ἀλλότριός τις, ἢ πρόσωπον ᾧ μὴ δύναται δοῦναι, οἷον πατὴρ υἱῷ τῷ μὴ ὄντι ἐν ἐξουσίᾳ ἢ θυγατρί, ἢ ἐὰν εἴπῃ 'παρακαλῶ ἐπιμέλεσθαι τῶν πραγμάτων', ἢ ἐν κωδικίλλοις μὴ βεβαιωθεῖσι δῷ ἐπίτροπον ἢ κουράτορα, τότε τὸ ἐνδέον ἀναπληροῦσθαι ἐκ τῆς τοῦ ὑπατικοῦ ἐξουσίας αἱ διατάξεις συνεχώρησαν καὶ κατὰ τὴν γνώμην βεβαιοῦσθαι τοὺς ἐπιτρόπους.
80Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 2; 6 (auctor c.482-565)
Νομίμους δὲ παῖδας εἶναι δεῖ πάντας, κἂν μὴ ὦσιν ἐν ἐξουσίᾳ.
81Iustinianus, Digesta Iustiniani Augusti, 27, 1, 15; 24 (auctor c.482-565)
Ἐάν τις χειροτονηθῇ ἐπίτροπος ὢν ἐν τῇ τοῦ πατρὸς ἐξουσίᾳ, εἶτα ὁ πατὴρ μὴ βούλοιτο ὑπὲρ αὐτοῦ ἀσφαλίζεσθαι, ἐκέλευσαν οἱ νόμοι καὶ αὐτὸν τὸν πατέρα χειροτονεῖσθαι ἐπίτροπον, ὡς μηδενὶ τρόπῳ διακρουσθῇ τὸ ἐπὶ τῇ ἐπιτροπῇ ἀσφαλές, ὡς δηλοῖ τοῦ θείου Ἀδριανοῦ διάταξις· 'Imperator Hadrianus Uitrasio Pollioni legato Lygdonensi.
82Iustinianus I Augustus, Epistola, 69, 0303C (auctor c.482–565)
Μία γὰρ ἐξουσία οὐκ ἐπὶ διαφόρων φύσεων, ἀλλ' ἐπὶ διαφόρων λέγεται προσώπων, ὅπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦμεν.
83Leo I, Epistolae, 54, 0992B (auctor 440-461)
Μεγάλῃ χάριτι ἐλεημοσύνη Θεοῦ πάσηςτῆς καθολικῆς ἐκκλησίας ἐπολυπλασιάσθη χαρά· ὁπότε ἁγίας καὶ ἐνδοξοτάτης τῆς σῆς φιλανθρωπίας σπουδῇ ὀλεθριωτάτη πλάνη ἐπεσβέσθη, ὥστε τὸν ἡμέτερον κάματον τάχιστα εἰς ἔργον ἐκβῆναι, ᾧτινι τῷ Θεῷ δουλεύων τῇ βασιλικῇ καὶ πίστει καὶ ἐξουσίᾳ ἐβοήθησας.
84Leo I, Epistolae, 54, 1174A (auctor 440-461)
Τί τοιγαροῦν ἔσται λυσιτελέστερον τῇ σῇ σωτηρίᾳ, τί τῇ σῇ ἐξουσίᾳ ἁρμοδιώτερον, ἤπερ ἵνα τῆς εἰρήνης τῶν τοῦ Θεοῦ ἐκκλησιῶν, ταῖς σαῖς διατάξεσιν ποιήσῃς τὴν πρόνοιαν, καὶ ἐν πᾶσι τοῖς σοῖς ὑπηκόοις τὰ τοῦ Θεοῦ δῶρα ἐκδικήσῃς· καὶ μὴ ἀνάσχῃς τρόπῳ τινὶ διὰ τῆς τοῦ διαβόλου βασκανίας χαλεπαίνειν εἰς ὄλεθρόν τινων, τοὺς ὑπηρέτας αὐτοῦ· ἐφ' ᾧτέ σε κατὰ τόνδε τὸν βίον τοῖς προσκαίροις ὑπερέχοντα βασιλείοις, ἀξιωθῆναι καὶ τῆς εἰς αἰῶνα μετὰ τοῦ Χριστοῦ βασιλείας.
85Leo II, Epistolae, 96, 0399D
Τῷ βασιλεῖ τῶν βασιλευόντων, οὗτινος ἐν τῇ ἐξουσίᾳ εἰσὶν αἱ τοῦ κόσμου βασιλεῖαι, αὐτῷ μικροί τε καὶ μεγάλοι εὐχαριστοῦμεν, τῷ οὕτως εἰς ὑμᾶς μεταγαγόντι τὴν ἐπίγειον βασιλείαν, ὅπως τὴν οὐράνιον μᾶλλον φιλοτιμήσεται ὑμᾶς περινοστῆσαι [L., φιλοτιμεῖσθαι ὑμᾶς παραστῆσαι].
86Leo II, Epistolae, 96, 0402A
Τὴν γὰρ δόξαν τοῦ πατρικοῦ διαδήματος ἐπιτικτόμενοι καρποῦσθε τῇ οὐρανίῳ εὐσπλαγχνίᾳ· ἡ γὰρ ὑμῶν εὐσέβεια καρπός ἐστιν οἰκτιρμοῦ, ἡ δὲ ἐξουσία φύλαξ τῆς καταστάσεως.
87Leo III, Epistolae 2, 102, 1049D
Ὁμολογῶ τοίνυν πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν πάντων ποιητὴν καὶ δεσπότην καί κύριον· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀληθινὸν Θεὸν, τὸν προαιώνιον Λόγον, τὸν ἀνάρχως καὶ ἀφράστως ἐξ αὐτοῦ γεννηθέντα, ἀλήπτως καὶ ἀπερινοήτως πάσῃ νοητῇ καὶ αἰσθητῇ κτίσει· καὶ εἰς τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ ζωαρχικὸν καὶ πανάγιον· Τριάδα ὁμοούσιον, ὑπερούσιον, ἀόρατον, ἀκατάληπτον, ἀχώριστον, ἀναλλοίωτον, ἁπλῆν καὶ ἀμερῆ καὶ ἀσύνθετον, ἀδιάστατον, ἀΐδιον, ἀσώματον, ἄποιον, ἄποσον, ὁμότιμον, ὁμόδοξον καὶ ὁμόθεον· ἀναφῆ τε καὶ ἀψηλάφητον, καὶ ἀσχημάτιστον, ἀπειράγαθον, φῶς ἀειλαμπὲς, τριλαμπὲς, ὑπέρφωτον, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχουσαν· πάντων ἐποπτικὴν καὶ τελειωτικὴν δύναμιν, πᾶσι τοῖς λογικοῖς τε καὶ νοεροῖς, νοερῶς καὶ ἀμερῶς τῇ προνοίᾳ [προχύσει] τοῦ θείου φωτὸς ἐπιλάμπουσαν ἀναλόγως ταῖς τῶν φωτιζομένων παραδοχαῖς, καὶ πρὸς τὸ εἶναι [καὶ εὖ εἶναι] διατηροῦσαν ἐν ὑφεστῶσι πράγμασι καὶ οὐ ψιλοῖς ὁνόμασι γνωριζομένην, μιᾷ θεότητι, καὶ ἐξουσίᾳ, καὶ βασιλείᾳ δοξαζομένην, καὶ προσκυνουμένην ὑπὸ πάσης ὁρωμένης καὶ ἀοράτου κτίσεως.
88Leo III, Epistolae 2, 102, 1057B
Θωμᾶ κατὰ τὴν θείαν πλευρὰν ἐπαφῆς, ἀναληφθέντα τε εἰς τοὺς οὐρανοὺς, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοῦ προσλήμματος, μεθ' οὗ αὖθις ἐλεύσεται ἐν δόξῃ θεοπρεπεῖ καὶ ἐξουσίᾳ τῇ κατὰ πάσης κτίσεως, καὶ κριτὴς καθεσθήσεται ἐκάστῳ κατὰ τὸ βεβιωμένον ἀποδιδούς· παντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.
89Markos monachos, Florilegium et opuscula, Florilegium, 30; 1 (auctor fl.1260)
Εἰ καὶ μὴ ἀκτημοσύνην καὶ παρθενίαν Χριστὸς κατ᾿ ἐντολὴν οὐκ ἐνετείλατο, ἀλλ᾿ ἐν τῇ ἐξουσίᾳ ἡμῶν ἐτέθεικε ταῦτα λέγων· εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα {Mt 19,21}· καὶ ὁ χωρῶν χωρείτω καὶ τὰ λοιπά {Mt 19,12}· ἀλλὰ πάντως ἀνύεσθαι ταῦτα βούλεται παρ᾿ ἡμῶν, ὅθεν φησίν· σπουδάσατε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης {Mt 7,13}· καὶ ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν {Mt 5,20} καὶ τὰ ἑξῆς.
90Markos monachos, Florilegium et opuscula, Sermo C, 18; 1 (auctor fl.1260)
Ὀφείλει πᾶσα ψυχὴ ἡ τῷ κυρίῳ ποθοῦσα ἀκολουθῆναι τὸν σταυρὸν αἴρειν {cf. Mt 16,24} μετὰ χαρᾶς, καθὼς γέγραπται, τουτέστιν ἑτοίμως ἔχουσα ὑπομένειν διὰ τὸν κύριον πάντα ἐπερχόμενον αὐτῇ πειρασμόν – ἤτοι κρυπτὸν ἤτοι φανερόν – καὶ εἰς τὸν κύριον ἀποκρέμασθαι τῇ ἐλπίδι πάντοτε, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐστιν καὶ τὸ θλιβῆναι πρὸς τὸ συμφέρον αὐτῆς καὶ πάλιν τὸ ἀπολυτρωθῆναι τῆς θλίψεως διὰ φιλανθρωπίαν.
91Martinus I, Epistolae, 87, 0157A
Ἐπειδὴ οὗν, ὡς οἶδας, ἀγαπητὲ ἀδελφὲ, πρὸς οἰκοδομὴν μᾶλλον ἢ καθαίρεσιν παρὰ τοῦ Κυρίου τὴν ἐξουσίαν ἐλάβομεν, σπούδασον αὐτὸς τὰ τῆς οἰκοδομῆς ἐνεργῆσαι τῇ δεδομήνῃ σοι παρ' αὐτοῦ δι' ἡμῶν τῶν αὐτοῦ μαθητῶν ἀποστολικῇ προστάξει καὶ ἐξουσίᾳ· καὶ τοὺς ἀξίους τῆς χάριτος προβάλλεσθαι μηδαμῶς ἐνδοιάσης πρὸς ἀσφάλειαν τῆς καθολικῆς Ἐκκλησίας προτρεπόμενος, λίαν ἀγαπητικῶς, καὶ τοὺς ἤδη καθαιρεθέντας ἐπιστρέψαι πρὸς Κύριον· δύναται γὰρ αὐτοὺς καὶ πάλιν, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς ἀγαγεῖν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων πρὸς τὸ λυσιτελέστερον.
92Petrus Chrysolanus, Oratio de Spiritu Sancto, 162, 1007C
Ἐὰν δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐκ ἔστιν ἴση ἡ δόξα, οὐδὲ ἡ ἐξουσία ἴση, οὐδὲ ἡ θεότης μία, οὐδὲ ἡ μεγαλειότης.
93Plato, Alcibiades, p1, 134; 31 (auctor c.425BC-347BC)
Σωκράτης ὧι γὰρ ἄν, ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται, νοῦν δὲ μὴ ἔχῃ, τί τὸ εἰκὸς συμβαίνειν, ἰδιώτῃ ἢ καὶ πόλει· οἷον νοσοῦντι ἐξουσίας οὔσης δρᾶν ὃ
94Plato, Alcibiades, p1, 135; 2 (auctor c.425BC-347BC)
Σωκράτης τί δ' ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς συνναύταις· Ἀλκιβιάδης ἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν.
95Plato, Euthydemus, p1, 302; 3 (auctor c.425BC-347BC)
ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἃ ἄν σοι ἐξουσία ᾖ πάντα ταῦτα ποιεῖν ἃ νυνδὴ ἐγὼ ἔλεγον· ὁμολογῶ.
96Plato, Gorgias, p1, 461; 8 (auctor c.425BC-347BC)
Πῶλος τί δέ· οὐκ ἐξέσται μοι λέγειν ὁπόσα ἂν βούλωμαι· Σωκράτης δεινὰ μεντἂν πάθοις, ὦ βέλτιστε, εἰ Ἀθήναζε ἀφικόμενος, οὗ τῆς Ἑλλάδος πλείστη ἐστὶν ἐξουσία τοῦ λέγειν, ἔπειτα σὺ ἐνταῦθα τούτου μόνος ἀτυχήσαις.
97Plato, Gorgias, p1, 526; 1 (auctor c.425BC-347BC)
δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων· χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι.
98Plato, Respublica, 1a, 359; 5 (auctor c.425BC-347BC)
εἴη δ' ἂν ἡ ἐξουσία ἣν λέγω τοιάδε μάλιστα, εἰ αὐτοῖς γένοιτο οἵαν ποτέ φασιν δύναμιν τῷ [Γύγου] τοῦ Λυδοῦ προγόνῳ γενέσθαι.
99Plato, Respublica, 1d, 460; 5 (auctor c.425BC-347BC)
καὶ τοῖς ἀγαθοῖς γέ που τῶν νέων ἐν πολέμῳ ἢ ἄλλοθί που γέρα δοτέον καὶ ἆθλα ἄλλα τε καὶ ἀφθονεστέρα ἡ ἐξουσία τῆς τῶν γυναικῶν συγκοιμήσεως, ἵνα καὶ ἅμα μετὰ προφάσεως ὡς πλεῖστοι τῶν παίδων ἐκ τῶν τοιούτων σπείρωνται.
100Plato, Respublica, 1g, 557; 6 (auctor c.425BC-347BC)
οὐκοῦν πρῶτον μὲν δὴ ἐλεύθεροι, καὶ ἐλευθερίας ἡ πόλις μεστὴ καὶ παρρησίας γίγνεται, καὶ ἐξουσία ἐν αὐτῇ ποιεῖν ὅτι τις βούλεται· λέγεταί γε δή, ἔφη.
101Plato, Respublica, 1g, 557; 7 (auctor c.425BC-347BC)
ὅπου δέ γε ἐξουσία, δῆλον ὅτι ἰδίαν ἕκαστος ἂν κατασκευὴν τοῦ αὑτοῦ βίου κατασκευάζοιτο ἐν αὐτῇ, ἥτις ἕκαστον ἀρέσκοι.