'επιθυμία' - search in All Authors, Showing 1 to 184 of 184 hits

1Ambrosius Mediolanensis, Explanatio super Psalmos XII [CSEL], 37, 38, 3; 2 (auctor 340-397)
iuxta hos ergo uersiculos concupiscentiam possumus accipere magis quam desiderium; ἐπιθυμίαν enim Graecus posuit, concupiscentia autem et desiderium ἐπιθυμία dicitur, sed concupiscentia et de bono et de malo dicitur: concupiuit et defecit anima mea in atria domini pro bono, in lege autem aliter: nam concupiscentiam nesciebam, nisi lex diceret:
2Ambrosius Mediolanensis, Enarrationes in XII psalmos Davidicos, 14, 1028B (auctor 340-397)
Iuxta hos ergo versiculos concupiscentiam possumus accipere magis, quam desiderium; ἐπιθυμίαν enim Graecus posuit: concupiscentia autem et desiderium ἐπιθυμία dicitur.
3Aristoteles, De anima, 2, II 2; 16 (auctor 384BC-322BC)
Ὥσπερ γάρ ἐπί τῶν φυτῶν ἔνια διαιρούμενα φαίνεται ζῶντα καί χωριζόμενα ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν τούτοις ψυχῆς ἐντελεχείᾳ μέν μιᾶς ἐν ἑκάστῳ φυτῷ, δυνάμει δέ πλειόνων, οὕτως ὁρῶμεν καί περί ἑτέρας διαφοράς τῆς ψυχῆς συμβαῖνον ἐπί τῶν ἐντόμων ἐν τοῖς διατεμνομένοις· καί γάρ αἴσθησιν ἑκάτερον τῶν μερῶν ἔχει καί κίνησιν τήν κατά τόπον, εἰ δ’ αἴσθησιν, καί φαντασίαν καί ὄρεξιν· ὅπου μέν γάρ αἴσθησις, καί λύπη τε καί ἡδονή, ὅπου δέ ταῦτα, ἐξ ἀνάγκης καί ἐπιθυμία.
4Aristoteles, De anima, 2, II 3; 4 (auctor 384BC-322BC)
Εἰ δέ τό αἰσθητικόν, καί τό ὀρεκτικόν· ὄρεξις μέν γάρ ἐπιθυμία καί θυμός καί βούλησις, τά δέ ζῷα πάντ’ ἔχουσι μίαν γε τῶν αἰσθήσεων, τήν ἁφήν· ᾧ δ’ αἴσθησις ὑπάρχει, τούτῳ ἡδονή τε καί λύπη καί τό ἡδύ τε καί λυπηρόν, οἷς δέ ταῦτα, καί ἡ ἐπιθυμία· τοῦ γάρ ἡδέος ὄρεξις αὕτη.
5Aristoteles, De anima, 2, II 3; 7 (auctor 384BC-322BC)
Πεῖνα δέ καί δίψα ἐπιθυμία, καί ἡ μέν πεῖνα ξηροῦ καί θερμοῦ, ἡ δέ δίψα ψυχροῦ καί ὑγροῦ· ὁ δέ χυμός οἷον ἥδυσμά τι τούτων ἐστίν.
6Aristoteles, De anima, 3, III 9; 6 (auctor 384BC-322BC)
Καί ἄτοπον δή τοῦτο διασπᾶν· ἔν τε τῷ λογιστικῷ γάρ ἡ βούλησις γίνεται, καί ἐν τῷ ἀλόγῳ ἡ ἐπιθυμία καί ὁ θυμός· εἰ δέ τρία ἡ ψυχή, ἐν ἑκάστῳ ἔσται ὄρεξις.
7Aristoteles, De anima, 3, III 10; 10 (auctor 384BC-322BC)
Ἡ δ’ ὄρεξις κινεῖ παρά τόν λογισμόν· ἡ γάρ ἐπιθυμία ὄρεξίς τις ἐστίν.
8Aristoteles, De anima, 3, III 10; 17 (auctor 384BC-322BC)
Ἐπεί δ’ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις, τοῦτο δέ συμβαίνει ὅταν ὁ λόγος καί ἡ ἐπιθυμία ἐναντίαι ὦσι, γίνεται δ’ ἐν τοῖς χρόνου αἴσθησιν ἔχουσιν (ὁ μέν γάρ νοῦς διά τό μέλλον ἀνθέλκειν κελεύει, ἡ δ’ ἐπιθυμία διά τό ἤδη· φαίνεται γάρ τό ἤδη ἡδύ καί ἁπλῶς ἡδύ καί ἀγαθόν ἁπλῶς, διά τό μή ὁρᾶν τό μέλλον), εἴδει μέν ἓν ἂν εἴη τό κινοῦν τό ὀρεκτικόν, ᾗ ὀρεκτικόν, πρῶτον δέ πάντων τό ὀρεκτόν (τοῦτο γάρ κινεῖ οὐ κινούμενον τῷ νοηθῆναι ἢ φαντασθῆναι), ἀριθμῷ δέ πλείω τά κινοῦντα.
9Aristoteles, De motu animalium, 6; 9 (auctor 384BC-322BC)
βούλησις δὲ καὶ θυμὸς καὶ ἐπιθυμία πάντα ὄρεξις, ἡ δὲ προαίρεσις κοινὸν διανοίας καὶ ὀρέξεως· ὥστε κινεῖ πρῶτον τὸ ὀρεκτὸν καὶ τὸ διανοητόν.
10Aristoteles, De motu animalium, 7; 13 (auctor 384BC-322BC)
ποτέον μοι, ἡ ἐπιθυμία λέγει· τοδὶ δὲ ποτόν, ἡ αἴσθησις εἶπεν ἢ ἡ φαντασία ἢ ὁ νοῦς· εὐθὺς πίνει.
11Aristoteles, De partibus animalium, 2, 17, 12; 23 (auctor 384BC-322BC)
Ἐπιθυμίαν δ´ ἔχει τροφῆς τὰ ζῷα πάντα ὡς ἔχοντα αἴσθησιν τῆς ἡδονῆς τῆς γινομένης ἐκ τῆς τροφῆς· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος ἐστίν.
12Aristoteles, De sensu et sensibilibus, 1; 3 (auctor 384BC-322BC)
Φαίνεται δὲ τὰ μέγιστα, καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων, κοινὰ τῆς ψυχῆς ὄντα καὶ τοῦ σώματος, οἷον αἴσθησις καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις, καὶ πρὸς τούτοις ἡδονή τε καὶ λύπη· καὶ γὰρ ταῦτα σχεδὸν ὑπάρχει πᾶσι τοῖς ζῴοις.
13Aristoteles, De somno et vigilia, 1; 21 (auctor 384BC-322BC)
Ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ ὑπάρχει οὔθ’ ὕπνος οὔτ’ ἐγρήγορσις· οἷς δ’ αἴσθησις ὑπάρχει, καὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν· οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία.
14Aristoteles, De sophisticis elenchis, 13; 4 (auctor 384BC-322BC)
Καί ἆρά ἐστιν ἡ ἐπιθυμία ἡδέος; τοῦτο δ᾿ ἐστίν ὄρεξις ἡδέος· ἔστιν ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος.
15Aristoteles, De sophisticis elenchis, 13; 6 (auctor 384BC-322BC)
Οἷον ἥ τε ὄρεξις τινός ὄρεξις καί ἡ ἐπιθυμία τινός ἐπιθυμία, καί τό διπλάσιον τινός διπλάσιον καί διπλάσιον ἡμίσεος.
16Aristoteles, Ethica Eudemia, 2; 145 (auctor 384BC-322BC)
τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν πᾶν λυπηρόν (ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος) , ὥστε βίαιον καὶ ἀκούσιον.
17Aristoteles, Ethica Eudemia, 2; 184 (auctor 384BC-322BC)
ἧττον δὲ δοκεῖ λυπεῖσθαι· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος, ᾗ ἀκολουθεῖ χαίρων, ὥστε ὁ ἀκρατὴς μᾶλλον ἑκὼν καὶ οὐ βίᾳ, ὅτι οὐ λυπηρῶς.
18Aristoteles, Ethica Eudemia, 2; 187 (auctor 384BC-322BC)
ἡ δὲ ἐπιθυμία οὐ πείσασα ἄγει· οὐ γὰρ μετέχει λόγου.
19Aristoteles, Ethica Eudemia, 2; 196 (auctor 384BC-322BC)
καὶ γὰρ ὁ λόγος φύσει ὑπάρχει, ὅτι ἐωμένης τῆς γενέσεως καὶ μὴ πηρωθείσης ἐνέσται, καὶ ἡ ἐπιθυμία, ὅτι εὐθὺς ἐκ γενετῆς ἀκολουθεῖ καὶ ἔνεστιν.
20Aristoteles, Ethica Eudemia, 2; 222 (auctor 384BC-322BC)
ἢ γὰρ βούλησις ἂν εἴη ἢ ἐπιθυμία ἢ θυμός· οὐθεὶς γὰρ ὀρέγεται μηθὲν πεπονθὼς τούτων.
21Aristoteles, Ethica Eudemia, 2; 223 (auctor 384BC-322BC)
θυμὸς μὲν οὖν καὶ ἐπιθυμία καὶ τοῖς θηρίοις ὑπάρχει, προαίρεσις δ' οὔ.
22Aristoteles, Ethica Eudemia, 2; 225 (auctor 384BC-322BC)
ἔτι ἐπιθυμία μὲν καὶ θυμὸς ἀεὶ μετὰ λύπης, προαιρούμεθα δὲ πολλὰ καὶ ἄνευ λύπης.
23Aristoteles, Ethica Eudemia, 7; 35 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ φιλοῦμεν οὗ ἐπιθυμοῦμεν, καὶ μάλιστα ὁ ἔρως τοιοῦτον (οὐθεὶς γὰρ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ, ευρ. τρο. 1051 ) ἡ δὲ ἐπιθυμία τοῦ ἡδέος, ταύτῃ μὲν τὸ φιλούμενον τὸ ἡδὺ, εἰ δὲ ὃ βουλόμεθα, τὸ ἀγαθόν· ἔστι δ' ἕτερον τὸ ἡδὺ καὶ τὸ ἀγαθόν.
24Aristoteles, Ethica Eudemia, 7; 199 (auctor 384BC-322BC)
εἰ δὲ μή, ἀεὶ ἐν ἐπιθυμίᾳ, οὐκ ἐν τοῖς μέσοις.
25Aristoteles, Ethica Eudemia, 8; 11 (auctor 384BC-322BC)
τίς οὖν ἐστίν· ἢ ὥσπερ λέγεται ἀκρασία κακία τοῦ ἀλόγου τῆς ψυχῆς, καὶ ὡς ἀκόλαστος ὁ ἀκρατὴς ἔχων νοῦν· ἀλλ' εἰ δή, ἂν ἰσχυρὰ ᾖ ἡ ἐπιθυμία, στρέψει καὶ λογιεῖται τἀναντία ἡ σφι, δῆλον ὅτι, κἂν ἐν μὲν τούτῳ ἀρετή, ἐν δὲ τῷ λόγῳ ἄγνοια ᾖ, ἕτεραι μεταποιοῦνται.
26Aristoteles, Ethica Eudemia, 8; 49 (auctor 384BC-322BC)
οὐ γὰρ δὴ πάμπαν ἀλόγιστον τοῦτο, οὐδὲ φυσική ἐστιν ἡ ἐπιθυμία, ἀλλὰ διαφθείρεται ὑπὸ τινός.
27Aristoteles, Ethica Nicomachea, 3, 4; 4 (auctor 384BC-322BC)
οὐ γὰρ κοινὸν ἡ προαίρεσις καὶ τῶν ἀλόγων, ἐπιθυμία δὲ καὶ θυμός.
28Aristoteles, Ethica Nicomachea, 3, 4; 6 (auctor 384BC-322BC)
καὶ προαιρέσει μὲν ἐπιθυμία ἐναντιοῦται, ἐπιθυμία δ' ἐπιθυμίᾳ οὔ.
29Aristoteles, Ethica Nicomachea, 3, 4; 7 (auctor 384BC-322BC)
καὶ ἡ μὲν ἐπιθυμία ἡδέος καὶ ἐπιλύπου, ἡ προαίρεσις δ' οὔτε λυπηροῦ οὔθ' ἡδέος.
30Aristoteles, Ethica Nicomachea, 3, 13; 21 (auctor 384BC-322BC)
ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ ἐφ' ἕν, ἐπὶ τὸ πλεῖον· τὸ γὰρ ἐσθίειν τὰ τυχόντα ἢ πίνειν ἕως ἂν ὑπερπλησθῇ, ὑπερβάλλειν ἐστὶ τὸ κατὰ φύσιν τῷ πλήθει· ἀναπλήρωσις γὰρ τῆς ἐνδείας ἡ φυσικὴ ἐπιθυμία.
31Aristoteles, Ethica Nicomachea, 3, 14; 1 (auctor 384BC-322BC)
ὁ μὲν οὖν ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων ἢ τῶν μάλιστα, καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας ὥστε ἀντὶ τῶν ἄλλων ταῦθ' αἱρεῖσθαι· διὸ καὶ λυπεῖται καὶ ἀποτυγχάνων καὶ ἐπιθυμῶν· μετὰ λύπης γὰρ ἡ ἐπιθυμία· ἀτόπῳ δ' ἔοικε τὸ δι' ἡδονὴν λυπεῖσθαι.
32Aristoteles, Ethica Nicomachea, 3, 15; 9 (auctor 384BC-322BC)
οὐ κακῶς δ' ἔοικε μετενηνέχθαι· κεκολάσθαι γὰρ δεῖ τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν αὔξησιν ἔχον, τοιοῦτον δὲ μάλιστα ἡ ἐπιθυμία καὶ ὁ παῖς· κατ' ἐπιθυμίαν γὰρ ζῶσι καὶ τὰ παιδία, καὶ μάλιστα ἐν τούτοις ἡ τοῦ ἡδέος ὄρεξις.
33Aristoteles, Ethica Nicomachea, 7, 5; 12 (auctor 384BC-322BC)
ὅταν οὖν ἡ μὲν καθόλου ἐνῇ κωλύουσα γεύεσθαι, ἣ δέ, ὅτι πᾶν γλυκὺ ἡδύ, τουτὶ δὲ γλυκύ (αὕτη δὲ ἐνεργεῖ) , τύχῃ δ' ἐπιθυμία ἐνοῦσα, ἣ μὲν οὖν λέγει φεύγειν τοῦτο, ἡ δ' ἐπιθυμία ἄγει· κινεῖν γὰρ ἕκαστον δύναται τῶν μορίων· ὥστε συμβαίνει ὑπὸ λόγου πως καὶ δόξης ἀκρατεύεσθαι, οὐκ ἐναντίας δὲ καθ' αὑτήν, ἀλλὰ κατὰ συμβεβηκός – ἡ γὰρ ἐπιθυμία ἐναντία, ἀλλ' οὐχ ἡ δόξα – τῷ ὀρθῷ λόγῳ· ὥστε καὶ διὰ τοῦτο τὰ θηρία οὐκ ἀκρατῆ, ὅτι οὐκ ἔχει καθόλου ὑπόληψιν ἀλλὰ τῶν καθ' ἕκαστα φαντασίαν καὶ μνήμην.
34Aristoteles, Ethica Nicomachea, 7, 6; 8 (auctor 384BC-322BC)
διὸ μᾶλλον ἀκόλαστον ἂν εἴποιμεν ὅστις μὴ ἐπιθυμῶν ἢ ἠρέμα διώκει τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας, ἢ τοῦτον ὅστις διὰ τὸ ἐπιθυμεῖν σφόδρα· τί γὰρ ἂν ἐκεῖνος ποιήσειεν, εἰ προσγένοιτο ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων ἐνδείας λύπη ἰσχυρά· ἐπεὶ δὲ τῶν ἐπιθυμιῶν καὶ τῶν ἡδονῶν αἳ μέν εἰσι τῶν τῷ γένει καλῶν καὶ σπουδαίων (τῶν γὰρ ἡδέων ἔνια φύσει αἱρετά) , τὰ δ' ἐναντία τούτων, τὰ δὲ μεταξύ, καθάπερ διείλομεν πρότερον, οἷον χρήματα καὶ κέρδος καὶ νίκη καὶ τιμή· πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα καὶ τὰ μεταξὺ οὐ τῷ πάσχειν καὶ ἐπιθυμεῖν καὶ φιλεῖν ψέγονται, ἀλλὰ τῷ πῶς καὶ ὑπερβάλλειν (διὸ ὅσοι μὲν παρὰ τὸν λόγον ἢ κρατοῦνται ἢ διώκουσι τῶν φύσει τι καλῶν καὶ ἀγαθῶν, οἷον οἱ περὶ τιμὴν μᾶλλον ἢ δεῖ σπουδάζοντες ἢ περὶ τέκνα καὶ γονεῖς· καὶ γὰρ ταῦτα τῶν ἀγαθῶν, καὶ ἐπαινοῦνται οἱ περὶ ταῦτα σπουδάζοντες· ἀλλ' ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις, εἴ τις ὥσπερ ἡ Νιόβη μάχοιτο καὶ πρὸς τοὺς θεούς, ἢ ὥσπερ Σάτυρος ὁ φιλοπάτωρ ἐπικαλούμενος περὶ τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν) · μοχθηρία μὲν οὖν οὐδεμία περὶ ταῦτ' ἐστὶ διὰ τὸ εἰρημένον, ὅτι φύσει τῶν αἱρετῶν ἕκαστόν ἐστι δι' αὑτό, φαῦλαι δὲ καὶ φευκταὶ αὐτῶν εἰσὶν αἱ ὑπερβολαί.
35Aristoteles, Ethica Nicomachea, 7, 7; 4 (auctor 384BC-322BC)
ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία ὅτι ὕβρις ἢ ὀλιγωρία ἐδήλωσεν, ὃ δ' ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοιούτῳ πολεμεῖν χαλεπαίνει δὴ εὐθύς· ἡ δ' ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ὅτι ἡδὺ ὁ λόγος ἢ ἡ αἴσθησις, ὁρμᾷ πρὸς τὴν ἀπόλαυσιν.
36Aristoteles, Ethica Nicomachea, 7, 7; 5 (auctor 384BC-322BC)
ὥσθ' ὁ μὲν θυμὸς ἀκολουθεῖ τῷ λόγῳ πως, ἡ δ' ἐπιθυμία οὔ.
37Aristoteles, Ethica Nicomachea, 7, 7; 9 (auctor 384BC-322BC)
ὁ μὲν οὖν θυμώδης οὐκ ἐπίβουλος, οὐδ' ὁ θυμός, ἀλλὰ φανερός· ἡ δ' ἐπιθυμία, καθάπερ τὴν Ἀφροδίτην φασίν· δολοπλόκου γὰρ κυπρογενοῦς· καὶ τὸν κεστὸν ἱμάντα Ὅμηρος· πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονέοντος.
38Aristoteles, Magna moralia, 1, 12, 2; 3 (auctor 384BC-322BC)
Ἔστιν οὖν καθ' ὃ πράττομεν ὄρεξις ὀρέξεως δ' ἐστὶν εἴδη τρία, ἐπιθυμία θυμὸς βούλησις.
39Aristoteles, Magna moralia, 1, 12, 4; 10 (auctor 384BC-322BC)
καὶ γὰρ εἰ κατ' ἐπιθυμίαν, οὐκ ἐξ ἀνάγκης τῇ γὰρ ἐπιθυμίᾳ ἡδονὴ ἀκολουθεῖ, τὰ δὲ δι' ἡδονὴν οὐκ ἐξ ἀνάγκης.
40Aristoteles, Magna moralia, 2, 6, 8; 15 (auctor 384BC-322BC)
ἔστω γάρ τις, φησίν, διημαρτηκὼς τῷ λογισμῷ, καὶ δοκείτω αὐτῷ λογιζομένῳ τὰ καλὰ εἶναι φαῦλα, ἡ δ' ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά οὐκοῦν ὁ μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ὁ ἀκρατής) πράξει ἄρα τὰ καλά, ἡ γὰρ ἐπιθυμία ἐπὶ ταῦτα ἀγέτω (ὁ δὲ λόγος κωλύσει διαμαρτανέτω γὰρ τῷ λογισμῷ τῶν καλῶν) οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται, ἐπαινετὸς μέντοι ᾗ γὰρ πράττει τὰ καλά, ἐπαινετός.
41Aristoteles, Magna moralia, 2, 6, 9; 17 (auctor 384BC-322BC)
Πάλιν δ' αὖ διαμαρτανέτω τῷ λόγῳ, καὶ τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, ἡ δ' ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά ἐγκρατὴς δέ γέ ἐστιν ὁ ἐπιθυμῶν μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον οὐκοῦν ὁ διαμαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ ἐπιθυμία ἤγαγεν) ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός ὁ ἄρα ἐγκρατὴς ἔσται ποτὲ ψεκτός.
42Aristoteles, Magna moralia, 2, 6, 29; 67 (auctor 384BC-322BC)
Ἔστιν αὖ πάλιν τις καλούμενος ἀκόλαστος πότερον οὖν ὁ ἀκόλαστος [ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; ἢ οὔ; ὁ μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὑτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὑτῷ φαινομένοις ἡδέσιν ὁ δὲ ἀκρατὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφ' ἃ ἡ ἐπιθυμία ἄγει.
43Aristoteles, Politica, 3; 299 (auctor 384BC-322BC)
ὁ μὲν οὖν τὸν νόμον κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τὸν νοῦν μόνους, ὁ δ' ἄνθρωπον κελεύων προστίθησι καὶ θηρίον· ἥ τε γὰρ ἐπιθυμία τοιοῦτον, καὶ ὁ θυμὸς ἄρχοντας διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρας.
44Aristoteles, Politica, 7; 254 (auctor 384BC-322BC)
φανερὸν δὲ καὶ τοῦτο· θυμὸς γὰρ καὶ βούλησις, ἔτι δὲ ἐπιθυμία, καὶ γενομένοις εὐθὺς ὑπάρχει τοῖς παιδίοις, ὁ δὲ λογισμὸς καὶ ὁ νοῦς προϊοῦσιν ἐγγίγνεσθαι πέφυκεν.
45Aristoteles, Problemata, 3, 7; 2 (auctor 384BC-322BC)
Ἡ δὲ φιλοποσία ἐστὶν ἐπιθυμία ὑγροῦ τινός.
46Aristoteles, Problemata, 3, 7; 3 (auctor 384BC-322BC)
Ἡ οὖν ὑγρότης κωλύει διψητικοὺς εἶναι τοὺς παῖδας· ἔνδεια γάρ τις ἐστὶν ἡ ἐπιθυμία.
47Aristoteles, Problemata, 3, 9; 6 (auctor 384BC-322BC)
Ἔστι δὲ ἡ μὲν πόρρω ἐπιθυμία σφοδρά, ἡ δὲ κύκλῳ ἐν ᾧ τοὔνομα σημαίνει σχήματι.
48Aristoteles, Problemata, 4, 27; 5 (auctor 384BC-322BC)
Ἐὰν οὖν ὑπερβάλλῃ τις τῇ λαγνείᾳ, τούτοις ἐνταῦθα συνέρχεται, ὥστε ὅταν ἡ ἐπιθυμία γένηται, τοῦτ´ ἐπιθυμεῖ τῆς τρίψεως εἰς ὃ συλλέγεται.
49Aristoteles, Problemata, 4, 27; 6 (auctor 384BC-322BC)
Ἡ δ´ ἐπιθυμία καὶ ἀπὸ σιτίων καὶ ἀπὸ διανοίας γίνεται.
50Aristoteles, Problemata, 10; 149 (auctor 384BC-322BC)
Διὰ τί τῶν ζῴων ἄνθρωπος μάλιστα καπνίζεται; ἢ ὅτι μάλιστα δακρύει, ἡ δὲ κάπνισις μετὰ δακρύου; Διὰ τί ἵππος ἵππῳ χαίρει καὶ ἐπιθυμεῖ, ἄνθρωπος δὲ ἀνθρώπῳ, καὶ ὅλως δὲ τὰ συγγενῆ τοῖς συγγενέσι καὶ ὁμοίοις; οὐ γὰρ δὴ ὁμοίως ὅτι πᾶν ζῷον καλόν, ἡ δὲ ἐπιθυμία τοῦ καλοῦ.
51Aristoteles, Problemata, 21; 39 (auctor 384BC-322BC)
ἢ ὅτι τὸ μὲν ἔθος ἕξιν δεκτικήν τινος ἐν ἡμῖν ποιεῖ, οὐ πλήρωσιν, τὸ δὲ συνεχῶς προσφέρεσθαί τι πληροῖ τὴν ἐπιθυμίαν, καὶ καθάπερ αἴτιον; ἔστι γάρ τι καὶ ἡ ἐπιθυμία.
52Aristoteles, Problemata, 22; 9 (auctor 384BC-322BC)
Διὰ τί θᾶττον πληρούμεθα ἀπὸ τῶν γλυκέων ἢ ἀπὸ τῶν δριμέων; ἢ ὅτι θᾶττον παυόμεθα ἐπιθυμοῦντες τῶν γλυκέων; ἢ ὡς μὲν ἡ κοιλία πληροῦται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν γλυκέων; οὐχ ὁμολογεῖται· ὅτι δὲ ἡ ἐπιθυμία θᾶττον ὑπ' αὐτῶν πληροῦται, τοῦτ' ἂν εἴη λεκτέον.
53Aristoteles, Problemata, 22; 10 (auctor 384BC-322BC)
ἢ ὅτι ἡ μὲν ἐπιθυμία ὡς ἁπλῶς εἰπεῖν ἔστι μὲν ἔνδεια, καὶ ὅταν μηκέτι ἔχωμεν τροφὴν ἢ ὀλίγην; τὰ μὲν οὖν δριμέα οὐκ ἔστι τρόφιμα, ἀλλὰ τροφὴν μὲν ὀλίγην ἔχει, τὸ δὲ περίττωμα πολύ.
54Aristoteles, Problemata, 27; 21 (auctor 384BC-322BC)
ἥ τε γὰρ τοῦ ποτοῦ ἐπιθυμία διὰ τὴν τούτου τοῦ μορίου θερμότητά ἐστιν (εἴρηται δὲ περὶ αὐτοῦ ἐν ἄλλοις) καὶ τοῦ παυστικοῦ ἡ ἐπιθυμία.
55Aristoteles, Problemata, 28; 13 (auctor 384BC-322BC)
ἢ διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ ἢ τὸ ξηρὸν ᾧ ζῶμεν; ἢ ὅτι δυοῖν ἡ δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, ἡ δὲ πεῖνα ἑνὸς μόνου, τροφῆς; Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες ἢ πεινῶντες; ἢ διότι λυπούμεθα μᾶλλον; σημεῖον δὲ τῆς λύπης ἡ ἡδονὴ σφοδροτέρα.
56Aristoteles, Problemata, 30; 110 (auctor 384BC-322BC)
ἐπὶ μὲν γὰρ τῶν γυμνικῶν ἀθλημάτων τὸ ἆθλον αἱρετώτερον καὶ βέλτιον τῆς ἀγωνίας· σοφίας δὲ τί ἂν ἆθλον βέλτιον γένοιτο; Διὰ τί ἄλλο νοεῖ καὶ ποιεῖ ἄνθρωπος μάλιστα; ἢ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη; ἢ ὅτι ὁ μὲν νοῦς πολλῶν ἐστίν, ἡ δὲ ὄρεξις ἑνός; ὁ μὲν οὖν ἄνθρωπος τῷ νῷ τὰ πλεῖστα ζῇ, τὰ δὲ θηρία ὀρέξει καὶ θυμῷ καὶ ἐπιθυμίᾳ.
57Aristoteles, Rhetorica, 1, 10, 8; 13 (auctor 384BC-322BC)
ὅσα δὲ δι' αὑτούς, καὶ ὧν αὐτοὶ αἴτιοι, τὰ μὲν δι' ἔθος τὰ δὲ δι' ὄρεξιν, τὰ μὲν διὰ λογιστικὴν ὄρεξιν τὰ δὲ δι' ἄλογον· ἔστιν δ' ἡ μὲν βούλησις ἀγαθοῦ ὄρεξις (οὐδεὶς γὰρ βούλεται ἀλλ' ἢ ὅταν οἰηθῇ εἶναι ἀγαθόν) , ἄλογοι δ' ὀρέξεις ὀργὴ καὶ ἐπιθυμία· ὥστε πάντα ὅσα πράττουσιν ἀνάγκη πράττειν δι' αἰτίας ἑπτά, διὰ τύχην, διὰ φύσιν, διὰ βίαν, δι' ἔθος, διὰ λογισμόν, διὰ θυμόν, δι' ἐπιθυμίαν.
58Aristoteles, Rhetorica, 1, 11, 5; 6 (auctor 384BC-322BC)
καὶ οὗ ἂν ἡ ἐπιθυμία ἐνῇ, ἅπαν ἡδύ· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος ἐστὶν ὄρεξις.
59Aristoteles, Rhetorica, 2, 19, 7; 7 (auctor 384BC-322BC)
καὶ ὧν ἢ ἔρως ἢ ἐπιθυμία φύσει ἐστίν· οὐδεὶς γὰρ ἀδυνάτων ἐρᾷ οὐδὲ ἐπιθυμεῖ ὡς ἐπὶ τὸ πολύ.
60Aristoteles, Rhetorica, 2, 19, 23; 26 (auctor 384BC-322BC)
καὶ περὶ τοῦ ἐσομένου ἐκ τῶν αὐτῶν δῆλον· τό τε γὰρ ἐν δυνάμει καὶ ἐν βουλήσει ὂν ἔσται, καὶ τὰ ἐν ἐπιθυμίᾳ καὶ ὀργῇ καὶ λογισμῷ μετὰ δυνάμεως ὄντα, ταῦτα καὶ ἐν ὁρμῇ τοῦ ποιεῖν ἢ μελλήσει ἔσται· ὡς γὰρ ἐπὶ τὸ πολὺ γίγνεται μᾶλλον τὰ μέλλοντα ἢ τὰ μὴ μέλλοντα.
61Aristoteles, Topica, 2, II 3; 21 (auctor 384BC-322BC)
Ἔστι γάρ ἡ ἐπιθυμία τούτου ἢ ὡς τέλους, οἷον ὑγιείας, ἢ ὡς τῶν πρός τό τέλος, οἷον τοῦ φαρμακευθῆναι, ἢ ὡς τοῦ κατά συμβεβηκός, καθάπερ ἐπί τοῦ οἴνου ὁ φιλόγλυκυς οὐχ ὅτι οἶνος ἀλλ᾿ ὅτι γλυκύς ἐστιν.
62Aristoteles, Topica, 6, VI 3; 18 (auctor 384BC-322BC)
Πάλιν εἰ ταὐτόν πλεονάκις εἴρηκεν, οἷον τήν ἐπιθυμίαν ὄρεξιν ἡδέος εἰπών· πᾶσα γάρ ἐπιθυμία ἡδέος ἐστίν, ὥστε καί τό ταὐτόν τῇ ἐπιθυμίᾳ ἡδέος ἔσται.
63Aristoteles, Topica, 6, VI 7; 5 (auctor 384BC-322BC)
Ἔτι εἰ δέχεται μέν ἀμφότερα τό μᾶλλον, μή ἅμα δέ τήν ἐπίδοσιν ἀμφότερα λαμβάνει, οἷον εἰ ὁ ἔρως ἐπιθυμία συνουσίας ἐστίν· ὁ γάρ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ τῆς συνουσίας, ὥστ᾿ οὐχ ἅμα ἀμφότερα τό μᾶλλον ἐπιδέχεται· ἔδει δέ γε, εἴπερ ταὐτόν ἦν.
64Aristoteles, Topica, 6, VI 8; 15 (auctor 384BC-322BC)
Ἔτι ἐπί τῶν ὀρέξεων εἰ μή πρόσκειται τό φαινόμενον, καί ἐφ᾿ ὅσων ἄλλων ἁρμόττει, οἷον ὅτι ἡ βούλησις ὄρεξις ἀγαθοῦ, ἡ δ᾿ ἐπιθυμία ὄρεξις ἡδέος, ἀλλά μή φαινομένου ἀγαθοῦ ἢ ἡδέος.
65Aristoteles, Topica, 6, VI 8; 18 (auctor 384BC-322BC)
Ἐάν δέ καί ἀποδῷ τό εἰρημένον, ἐπί τά εἴδη ἀκτέον τόν τιθέμενον ἰδέας εἶναι· οὐ γάρ ἐστιν ἰδέα φαινομένου οὐδενός, τό δ᾿ εἶδος πρός τό εἶδος δοκεῖ λέγεσθαι, οἷον αὐτή ἐπιθυμία αὐτοῦ ἡδέος καί αὐτή βούλησις αὐτοῦ ἀγαθοῦ.
66Aristoteles, Topica, 7, VII 1; 24 (auctor 384BC-322BC)
Ἔτι ἐκ τοῦ μᾶλλον, εἰ τό μέν δέχεται τό μᾶλλον τό δέ μή, ἢ εἰ ἄμφω μέν δέχεται, μή ἅμα δέ, καθάπερ ὁ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ τῆς συνουσίας, ὥστ᾿ οὐ ταὐτόν ἔρως καί ἐπιθυμία συνουσίας.
67Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 8
καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ’ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς.
68Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 20
καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ’ ἡμῶν·
69Biblia, Biblia graeca iuxta LXX interpretes, p6; 56
καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανααν καὶ οὐκ Ιουδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου·
70Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 31; 30
νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἵνα τί ἔκλεψας τοὺς θεούς μου;
71Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 49; 6
εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον.
72Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 12; 15
ἀλλ’ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου, ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον·
73Biblia, Biblia graeca iuxta LXX interpretes, Dtn, 12; 20
Ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου, καθάπερ ἐλάλησέν σοι, καὶ ἐρεῖς Φάγομαι κρέα, ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα.
74Biblia, Biblia graeca iuxta LXX interpretes, Iob, 20; 20
οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται.
75Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 37; 10
κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη.
76Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 111; 10
ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.
77Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 6; 25
μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων·
78Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 10; 24
ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή.
79Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 11; 23
ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
80Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 13; 12
κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
81Biblia, Biblia graeca iuxta LXX interpretes, Ct, 5; 16
φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου, καὶ οὗτος πλησίον μου, θυγατέρες Ιερουσαλημ.
82Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 6; 17
ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία, φροντὶς δὲ παιδείας ἀγάπη,
83Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 6; 20
ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.
84Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 16; 21
ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεφάνιζεν γλυκύτητα, τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο.
85Biblia, Biblia graeca iuxta LXX interpretes, Sap, 19; 11
ἐφ’ ὑστέρῳ δὲ εἶδον καὶ γένεσιν νέαν ὀρνέων, ὅτε ἐπιθυμίᾳ προαχθέντες ᾐτήσαντο ἐδέσματα τρυφῆς·
86Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 3; 29
καρδία συνετοῦ διανοηθήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.
87Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 6; 37
διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι.
88Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 20; 4
ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα.
89Biblia, Biblia graeca iuxta LXX interpretes, Dan, 11; 37
καὶ ἐπὶ τοὺς θεοὺς τῶν πατέρων αὐτοῦ οὐ μὴ προνοηθῇ καὶ ἐν ἐπιθυμίᾳ γυναικὸς οὐ μὴ προνοηθῇ, ὅτι ἐν παντὶ ὑψωθήσεται, καὶ ὑποταγήσεται αὐτῷ ἔθνη ἰσχυρά·
90Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 1; 22
πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία, μετὰ δὲ τὴν ἡδονὴν χαρά.
91Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 3; 2
οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι.
92Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 3; 11
ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγεν καὶ λύουσα κατέφλεγεν.
93Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 3; 12
ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας
94Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 3; 16
ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισεν τὸ πόμα τῷ θεῷ.
95Biblia, Biblia graeca iuxta LXX interpretes, Sus; 56
καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ιουδα; τὸ κάλλος σε ἠπάτησεν, ἡ μιαρὰ ἐπιθυμία·
96Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 2; 24
ὅτι οὐκ ἐν ζήλει ἐποίησαν, ἀλλ’ ἐν ἐπιθυμίᾳ ψυχῆς ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι.
97Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 4; 20
ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομένων, ὅτι ἠρήμωσαν οἴκους πολλοὺς ἀνθρώπων ἐν ἀτιμίᾳ καὶ ἐσκόρπισαν ἐν ἐπιθυμίᾳ
98Biblia, Biblia graeca iuxta LXX interpretes, PsSal, 14; 7
ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν, καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ.
99Biblia, Novum testamentum graece, Lc, 22; 15
καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·
100Biblia, Novum testamentum graece, 1Thess, 1Thess; 17
Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
101Biblia, Novum testamentum graece, Iac, 1; 15
εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
102Biblia, Novum testamentum graece, 2Petr, 2Petr; 4
δι’ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
103Biblia, Novum testamentum graece, 2Petr, 2Petr; 10
μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες,
104Biblia, Novum testamentum graece, 1Io, 1Io; 16
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν.
105Biblia, Novum testamentum graece, 1Io, 1Io; 17
καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
106Cicero, Academica, p5, 46; 172 (opus 45BC)
92, 3 cumana Ciceronis et Varronis 1, 1 ss; Catuli 66, 9 cupiditas ( ἐπιθυμία ) pars animi 16, 20 89, 22 cf.
107Cicero, Tusculanae disputationes, 6, 2, 121; 52 (opus 45BC)
ἐπιθυμία cupiditas gloriae ( φιλοδοξία 373 6 401 11 314 4 culpa 336 1 344 8 354 8 402 9 Declamitare, declamatio 220 23 declinatio (e)/kklisis) 367 25 decorum (= honestum) 295 17 dedecus 286 20 287 22 294 9 – 17 305 12 delectatio ( κήλησις) 370 23 demntia 320 24 321 7 386 27 depravari ( διαστρέφεσθαι) 316 16 desiderium (= πόθος) 371 12 275 15 al.
108Cicero, Tusculanae disputationes, 6, 2, 121; 74 (opus 45BC)
notio ἐνδελέχεια (rectius ἐντελέχεια) 229 1 * ἐπιθυμία a) Epicuri cupiditatum genera 446 15 – 24 b) cupiditas ap.
109Constantinus I, Conciones, 8, 0466A (auctor c.272–337)
πῶς γὰρ ἂν τοῦτον οἱ γονεῖς ἐμειδίασαν· ὁ μὲν γὰρ αὐτῶν Θεὸς, ἄποιός ἐστι δύναμις· καὶ ἀσχιμάτιστος μὲν, ἐν περιγραφῇ δὲ ἄλλων, οὐκ ἀνθρωπίνου δὲ σώματος· λεκτρῶν δὲ ἄπειρον, τίς οὐκ οἶδεν ὂν τὸ ἅγιον πνεῦμα; ποία δὲ ἐπιθυμία, ἔφεσίς τε ἐν τῇ τοῦ ἀγαθοῦ διαθέσει, οὗ πάντα ἐφίενται; τὶ δ' ὅλως κοινὸν σοφίᾳ τε καὶ ἡδονῇ; ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ (εἰσάγουσι γέννησιν·) οἱ δὲ, τὴν ψυχὴν αὐτῶν καθαρεύειν ἀπὸ παντὸς κακοῦ γε καὶ ῥήματος παρασκευάζουσιν.
110Desiderius Erasmus, Adagia, Chiliades, 1, 561; 12 (opus 1508)
Plutarchus in libello De auscultando: Ἐπιθυμία κινοῦσα χορδάς τάς ἀκινήτους, id est Cupiditas chordas movens non movendas.
111Flacius Illyricus Matthias, Clavis scripturae sacrae pars prima, p1095, p1141; 144 (auctor 1520-1575)
Ἐπιθυμία , concupiscentia. 1. Ioan. 2, Omne quod est in mundo, veluti concupiscentia carnis. 1. Pet. 2, Concupiscentiae, quae militant contra animam. 2. Pet. 1, Si refugeritis a corruptione, quae est in mundo per concupiscentiam.
112Gregorius I, Dialogi, 77, 0167D (auctor 540-604)
Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκ τοῦ αὐτοῦ μοναστηρίου τῶν παρθένων, μονάστριά τις εἰς τὸν κῆπον εἰσελθοῦσα, καὶ θεασαμένη μαροῦλιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ γέγονε.
113Gregorius I, Dialogi, 77, 0227A (auctor 540-604)
Τούτου εὐλαβεστάτου ἀνδρὸς ἐν τῷ παρεκταθῆναι τὴν ζωὴν, καὶ εἰς μακρὸν γῆρας ἐληλακέναι, ὁ τούτου ἀρχιδιάκονος τῇ ἐπιθυμίᾳ τῆς ἐπισκοπῆς ἐκκαιόμενος, διὰ ποτοῦ δηλητηρίου θανατῶσαι αὐτὸν ἠθέλησε.
114Gregorius I, Dialogi, 77, 0282B (auctor 540-604)
Ἔν τινι δέ καιρῷ κτήτωρ τις Καρτέριος ὀνόματι, ἀκαθάρτῳ ἐπιθυμίᾳ νικηθεὶς, καθιερωμένην τινὰ θήλειαν ἔκλεψε, καὶ ἀναρμόστῳ συνοικεσίῳ ἑαυτῷ συνέζευξε.
115Gregorius I, Dialogi, 77, 0290D (auctor 540-604)
Ἤρξατο οὖν ὁ αὐτὸς Ἐρμιγίλδος ὁ ῥὴξ, καίτοι νέαν ἄγων τὴν ἡλικίαν τὴν ἐπίγειον βασιλείαν πάνυ βδελύττεσθαι, καὶ πάσῃ ἐπιθυμίᾳ τὴν οὐράνιον ἐπιζητεῖν.
116Gregorius I, Dialogi, 77, 0339B (auctor 540-604)
Ταύτην δὲ ἡ ἀκμὴ τῆς νεότητος, καὶ ἡ τοῦ κόσμου ἐπιθυμία, καὶ τοῦ πλούτου ἡ ἀπάτη, πρὸς τὸ δευτέροις προσομιλῆσαι γάμοις ἐξεκαλεῖτο.
117Gregorius I, Dialogi, 77, 0370B (auctor 540-604)
Ἐν ἀρχῇ τῶν χρόνων ἐν οἷς τὴν ἰδιάζουσαν ζωὴν ἐπιθυμίᾳ πολλῇ ὠρεγόμην, γέρων τις πάνυ εὐκατάστατος ὑπάρχων, Δεουσδέδιτ ὀνόματι, καθ' ἑκάστην μοι ἐν ταῖς φιλίαις προσεκολλᾶτο.
118Gregorius I, Dialogi, 77, 0387D (auctor 540-604)
Ὅτι δέ τινα τῶν οἰκημάτων ἡ δυσωδία καὶ ἡ ὁμίχλη καθήπτετο, τινῶν δὲ καθάψασθαι οὐκ ἠδύνατο, πολλοί εἰσιν ἔργα ποιοῦντες καλὰ, πλὴν ὅμως ἔτι τῶν σαρκικῶν παθῶν ἡ ἐπιθυμία τῆς διανοίας αὐτῶν καθάπτεται.
119Leo I, Epistolae, 54, 0938A (auctor 440-461)
ἀμφιβάλλειν μὴ δύνασθαι, ποία τίς ἐπιθυμία ἡμῖν καθέστηκεν.
120Leo I, Epistolae, 54, 1002C (auctor 440-461)
Ἀλλ' ἔφθασεν ἡ τοῦ Θεοῦ ἐλεημοσύνη, εἰς τοῦτό σε φέρουσα καὶ βεβαιοῦσα, ὡς ἂν ταῖς μὲν κακαῖς ἀρχαῖς καλῶς χρήσασθαι, καὶ μὴ ἁνθρώπων κρίσει, ἀλλὰ Θεοῦ ἀγαθότητι χειροτονηθῆναι ὀφθείης· ὅπερ ἀληθῶς οὕτως ἐστὶ δεκτέον, εἰ ταύτην τῆς θείας δωρεᾶς τὴν χάριν ἑτέρᾳ μὴ ἀπολέσειας προσκρούσει· τὸν γὰρ καθολικὸν ἄνδρα, καὶ μάλιστα τὸν τοῦ δεσπότου ἱερέα, ὥσπερ οὐδεμιᾷ πλάνῃ προσπλέκεσθαι, οὕτως οὔτε τινι ἐπιθυμίᾳ φθείρεσθαι χρή.
121Markos monachos, Florilegium et opuscula, Florilegium, 1; 20 (auctor fl.1260)
Καὶ ἐπιφέρει· μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ – ἡ ἐπιθυμία τῆς σαρκός, ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου – οὐκ ἔστι ταῦτα ἐκ τοῦ πατρός, ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστίν.
122Markos monachos, Florilegium et opuscula, Florilegium, 1; 21 (auctor fl.1260)
Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα {I Io 2,15-17}.
123Markos monachos, Florilegium et opuscula, Florilegium, 6; 12 (auctor fl.1260)
Ὅλην κένωσον πρὸς θεὸν τοῦ φίλτρου τὴν δύναμιν – μὴ δύο σοι εἴη τὰ ποθούμενα, τὸ ῥέον καὶ τὸ μένον, τὸ ὁρώμενον καὶ τὸ ἀόρατον – ὅπως τρωθῇς τῷ ἐκλεκτῷ βέλει {Is 49,2} τοῦ ὄντως ὡραίου νυμφίου καὶ τὸ κάλλος αὐτοῦ καταμάθῃς, ἵνα δυνηθῇς λέγειν μετὰ τὴν τοῦ ᾄσματος νύμφην, ὅτι ὅλως γλυκασμὸς εἶ, καὶ ὅλως ἐπιθυμία {Ct 5,16}.
124Markos monachos, Florilegium et opuscula, Florilegium, 29; 16 (auctor fl.1260)
῞Ορα τὰ ψυχικὰ πάθη Καὶ τὰ μὲν ψυχικὰ πάθη ἀπαριθμοῦνται οὕτως· πρῶτον ὑπερηφάνεια, φθόνος ὁμοῦ καὶ μῖσος, θυμός, ὀργὴ παράλογος, καὶ σὺν αὐτοῖς ὁ κότος, ἐπιθυμία ἄτοπος, ἀπρεπεῖς λογισμοί τε, λοιδορία, κατάκρισις, ζῆλος, πλεονεξία.
125Markos monachos, Florilegium et opuscula, Sermo C, 20; 1 (auctor fl.1260)
῞Ορα, μὴ δῷς τῷ δαίμονι τῆς γαστριμαργίας χώραν ἐν σοί· οὐκ ἐν πλήθει γὰρ βρωμάτων μόνον ὑποχειρίους ἡμᾶς αὐτοὺϚ δείκνυσιν, ἀλλὰ καὶ ἐπιθυμίᾳ βραχείας τινὸς γεύσεως ἐν οὐ καιρῷ τῷ προσήκοντι.
126Markos monachos, Florilegium et opuscula, Sermo C, 21; 7 (auctor fl.1260)
Ὅλην κένωσον πρὸς θεὸν τοῦ φίλτρου τὴν δύναμιν, ὅπως τρωθῇς ἐκλέκτῳ βέλει {cf. Ier 49,2} καὶ τοῦ νυμφίου τὸ κάλλος καταμάθῃς, ἵνα δυνηθῇς λέγειν μετὰ τοῦ ᾄσματος, ὅτι γλυκασμὸς εἶ καὶ ὅλως ἐπιθυμία {Ct 5,16}.
127Markos monachos, Florilegium et opuscula, Appendix, 43; 5 (auctor fl.1260)
Τοῦ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματα Ἡ γαστριμαργία, ἡ πορνεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία καὶ ἡ τῆς κενῆς δόξης ἐπιθυμία.
128Markos monachos, Florilegium et opuscula, Appendix, 43; 6 (auctor fl.1260)
Τούτων ἡ θεραπεία Ἡ ἐγκράτεια, ἡ νηστεία, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη καὶ τῆς βασιλείας τοῦ θεοῦ ὄρεξις καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.
129Markos monachos, Florilegium et opuscula, Appendix, 43; 7 (auctor fl.1260)
Ἐπιθυμία πρὸς τρία τὴν κίνησιν ἔχει· ἢ πρὸς ἡδονὴν σαρκὸς ἢ πρὸς δόξαν κενὴν ἢ πρὸς ἀπάτην χρημάτων.
130Markos monachos, Florilegium et opuscula, Appendix, 46; 1 (auctor fl.1260)
Τρεῖς ἦσαν θυγατέραι τῇ βδέλλῃ πάνυ ἠγαπημέναι {cf. Prv 30,15} τῇ ἁμαρτίᾳ – ὁ φθόνος, ἡ πορνεία καὶ εἰδωλολατρεία –, ἡ δὲ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν, ἤγουν ἡ πονηρὰ ἐπιθυμία.
131Martinus I, Epistolae, 87, 0130C
Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
132Plato, Charmides, p1, 167; 13 (auctor c.425BC-347BC)
ἀλλ' ἐπιθυμία δοκεῖ τίς σοι εἶναι, ἥτις ἡδονῆς μὲν οὐδεμιᾶς ἐστὶν ἐπιθυμία, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιθυμιῶν· οὐ δῆτα.
133Plato, Convivium, p1, 192; 10 (auctor c.425BC-347BC)
τοῦτο γάρ ἐστι τὸ αἴτιον, ὅτι ἡ ἀρχαία φύσις ἡμῶν ἦν αὕτη καὶ ἦμεν ὅλοι· τοῦ ὅλου οὖν τῇ ἐπιθυμίᾳ
134Plato, Convivium, p1, 200; 11 (auctor c.425BC-347BC)
καὶ οὗτος ἄρα καὶ ἄλλος πᾶς ὁ ἐπιθυμῶν τοῦ μὴ ἑτοίμου ἐπιθυμεῖ καὶ τοῦ μὴ παρόντος, καὶ ὃ μὴ ἔχει καὶ ὃ μὴ ἔστιν αὐτὸς καὶ οὗ ἐνδεής ἐστι, τοιαῦτ' ἄττα ἐστὶν ὧν ἡ ἐπιθυμία τε καὶ ὁ ἔρως ἐστίν· πάνυ γ', εἰπεῖν.
135Plato, Convivium, p1, 205; 14 (auctor c.425BC-347BC)
τὸ μὲν κεφάλαιόν ἐστι πᾶσα ἡ τῶν ἀγαθῶν ἐπιθυμία καὶ τοῦ εὐδαιμονεῖν ὁ μέγιστός τε καὶ δολερὸς ἔρως παντί· ἀλλ' οἱ μὲν ἄλλῃ τρεπόμενοι πολλαχῇ ἐπ' αὐτόν, ἢ κατὰ χρηματισμὸν ἢ κατὰ φιλογυμναστίαν ἢ κατὰ φιλοσοφίαν, οὔτε ἐρᾶν καλοῦνται οὔτε ἐρασταί, οἱ δὲ κατὰ ἕν τι εἶδος ἰόντες τε καὶ ἐσπουδακότες τὸ τοῦ ὅλου ὄνομα ἴσχουσιν, ἔρωτά τε καὶ ἐρᾶν καὶ ἐρασταί.
136Plato, Cratylos, p1, 403; 7 (auctor c.425BC-347BC)
εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἢ ἐπιθυμία· Ἑρμογένης πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ ἐπιθυμία.
137Plato, Cratylos, p1, 403; 9 (auctor c.425BC-347BC)
Σωκράτης ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.
138Plato, Cratylos, p1, 403; 12 (auctor c.425BC-347BC)
Σωκράτης τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ κατέχειν.
139Plato, Cratylos, p1, 403; 14 (auctor c.425BC-347BC)
Σωκράτης ἔστιν οὖν τις μείζων ἐπιθυμία ἢ ὅταν τίς τῳ συνὼν οἴηται δι' ἐκεῖνον ἔσεσθαι ἀμείνων ἀνήρ· Ἑρμογένης μὰ Δί' οὐδ' ὁπωστιοῦν, ὦ Σώκρατες.
140Plato, Cratylos, p1, 404; 1 (auctor c.425BC-347BC)
ἐπειδὰν ἡ ψυχὴ καθαρὰ ᾖ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδ' ἂν ὁ Κρόνος δύναιτο ὁ πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις· Ἑρμογένης κινδυνεύεις τὶ λέγειν, ὦ Σώκρατες.
141Plato, Cratylos, p1, 419; 4 (auctor c.425BC-347BC)
» Ἑρμογένης τί δὲ δὴ «ἡδονὴ» καὶ «λύπη» καὶ «ἐπιθυμία» καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες· Σωκράτης οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες.
142Plato, Cratylos, p1, 419; 13 (auctor c.425BC-347BC)
» οὐδ' «ἐπιθυμία» χαλεπόν· τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα.
143Plato, Crito, p1, 52; 4 (auctor c.425BC-347BC)
φαῖεν γὰρ ἂν ὅτι «ὦ Σώκρατες, μεγάλα ἡμῖν τούτων τεκμήριά ἐστιν, ὅτι σοι καὶ ἡμεῖς ἠρέσκομεν καὶ ἡ πόλις· οὐ γὰρ ἄν ποτε τῶν ἄλλων Ἀθηναίων ἁπάντων διαφερόντως ἐν αὐτῇ ἐπεδήμεις εἰ μή σοι διαφερόντως ἤρεσκεν, καὶ οὔτ' ἐπὶ θεωρίαν πώποτ' ἐκ τῆς πόλεως ἐξῆλθες, ὅτι μὴ ἅπαξ εἰς Ἰσθμόν, οὔτε ἄλλοσε οὐδαμόσε, εἰ μή ποι στρατευσόμενος, οὔτε ἄλλην ἀποδημίαν ἐποιήσω πώποτε ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, οὐδ' ἐπιθυμία σε ἄλλης πόλεως οὐδὲ ἄλλων νόμων ἔλαβεν εἰδέναι, ἀλλὰ ἡμεῖς σοι ἱκανοὶ ἦμεν καὶ ἡ ἡμετέρα πόλις· οὕτω σφόδρα ἡμᾶς ᾑροῦ καὶ ὡμολόγεις καθ' ἡμᾶς πολιτεύσεσθαι, τά τε ἄλλα καὶ παῖδας ἐν αὐτῇ ἐποιήσω, ὡς ἀρεσκούσης σοι τῆς πόλεως.
144Plato, Epistolae, 1f, 324; 3 (auctor c.425BC-347BC)
τίς δ' ἦν ἡ ἐκείνου διάνοια καὶ ἐπιθυμία, σχεδὸν οὐκ εἰκάζων ἀλλ' ὡς εἰδὼς σαφῶς εἴποιμ' ἄν.
145Plato, Epistolae, 1f, 325; 2 (auctor c.425BC-347BC)
χρόνῳ δὲ οὐ πολλῷ μετέπεσε τὰ τῶν τριάκοντά τε καὶ πᾶσα ἡ τότε πολιτεία· πάλιν δὲ βραδύτερον μέν, εἷλκεν δέ με ὅμως ἡ περὶ τὸ πράττειν τὰ κοινὰ καὶ πολιτικὰ ἐπιθυμία.
146Plato, Epistolae, 1f, 338; 4 (auctor c.425BC-347BC)
δίων μὲν οὖν ἐκέλευέ τέ με πλεῖν καὶ ἐδεῖτο· καὶ γὰρ δὴ λόγος ἐχώρει πολὺς ἐκ Σικελίας ὡς Διονύσιος θαυμαστῶς φιλοσοφίας ἐν ἐπιθυμίᾳ πάλιν εἴη γεγονὼς τὰ νῦν· ὅθεν ὁ δίων συντεταμένως ἐδεῖτο ἡμῶν τῇ μεταπέμψει μὴ ἀπειθεῖν.
147Plato, Gorgias, p1, 492; 1 (auctor c.425BC-347BC)
ταύταις δὲ ὡς μεγίσταις οὔσαις ἱκανὸν εἶναι ὑπηρετεῖν δι' ἀνδρείαν καὶ φρόνησιν, καὶ ἀποπιμπλάναι ὧν ἂν ἀεὶ ἡ ἐπιθυμία γίγνηται.
148Plato, Leges, 1c, 721; 4 (auctor c.425BC-347BC)
ὁ μὲν ἁπλοῦς ἔστω τις τοιοῦτος περὶ γάμων, ὁ δὲ διπλοῦς ὅδε – γαμεῖν δέ, ἐπειδὰν ἐτῶν ᾖ τις τριάκοντα, μέχρι τῶν πέντε καὶ τριάκοντα, διανοηθέντα ὡς ἔστιν ᾗ τὸ ἀνθρώπινον γένος φύσει τινὶ μετείληφεν ἀθανασίας, οὗ καὶ πέφυκεν ἐπιθυμίαν ἴσχειν πᾶς πᾶσαν· τὸ γὰρ γενέσθαι κλεινὸν καὶ μὴ ἀνώνυμον κεῖσθαι τετελευτηκότα τοῦ τοιούτου ἐστὶν ἐπιθυμία.
149Plato, Leges, 1f, 823; 9 (auctor c.425BC-347BC)
λέγωμεν τοίνυν τὸ μετὰ τοῦτο ἑξῆς προσαγορεύοντες δι' εὐχῆς τοὺς νέους· ὦ φίλοι, εἴθ' ὑμᾶς μήτε τις ἐπιθυμία μήτ' ἔρως τῆς περὶ θάλατταν θήρας ποτὲ λάβοι μηδὲ ἀγκιστρείας μηδ' ὅλως τῆς τῶν ἐνύδρων ζῴων, μήτε ἐγρηγορόσιν μήτε εὕδουσιν κύρτοις ἀργὸν θήραν διαπονουμένοις.
150Plato, Leges, 1g, 838; 4 (auctor c.425BC-347BC)
καὶ περὶ ὑέος ἢ θυγατρὸς ὁ αὐτὸς νόμος ἄγραφος ὢν ὡς οἷόν τε ἱκανώτατα φυλάττει μήτε φανερῶς μήτε λάθρᾳ συγκαθεύδοντα ἤ πως ἄλλως ἀσπαζόμενον ἅπτεσθαι τούτων· ἀλλ' οὐδ' ἐπιθυμία ταύτης τῆς συνουσίας τὸ παράπαν εἰσέρχεται τοὺς πολλούς.
151Plato, Leges, 1g, 841; 6 (auctor c.425BC-347BC)
Κλεινίας ποῖα δή· Ἀθηναῖος τό τε θεοσεβὲς ἅμα καὶ φιλότιμον καὶ τὸ μὴ τῶν σωμάτων ἀλλὰ τῶν τρόπων τῆς ψυχῆς ὄντων καλῶν γεγονὸς ἐν ἐπιθυμίᾳ.
152Plato, Leges, 1h, 854; 3 (auctor c.425BC-347BC)
λέγοι δή τις ἂν ἐκείνῳ διαλεγόμενος ἅμα καὶ παραμυθούμενος, ὃν ἐπιθυμία κακὴ παρακαλοῦσα μεθ' ἡμέραν τε καὶ ἐπεγείρουσα νύκτωρ ἐπί τι τῶν ἱερῶν ἄγει συλήσοντα, τάδε· ὦ θαυμάσιε, οὐκ ἀνθρώπινόν σε κακὸν οὐδὲ θεῖον κινεῖ τὸ νῦν ἐπὶ τὴν ἱεροσυλίαν προτρέπον ἰέναι, οἶστρος δέ σέ τις ἐμφυόμενος ἐκ παλαιῶν καὶ ἀκαθάρτων τοῖς ἀνθρώποις ἀδικημάτων, περιφερόμενος ἀλιτηριώδης, ὃν εὐλαβεῖσθαι χρεὼν παντὶ σθένει· τίς δ' ἐστὶν εὐλάβεια, μαθέ.
153Plato, Leges, 1h, 870; 2 (auctor c.425BC-347BC)
τὸ μὲν δὴ μέγιστον ἐπιθυμία κρατοῦσα ψυχῆς ἐξηγριωμένης ὑπὸ πόθων· τοῦτο δ' ἐστὶν μάλιστα ἐνταῦθα οὗ πλεῖστός τε καὶ ἰσχυρότατος ἵμερος ὢν τυγχάνει τοῖς πολλοῖς, ἡ τῶν χρημάτων τῆς ἀπλήστου καὶ ἀπείρου κτήσεως ἔρωτας μυρίους ἐντίκτουσα δύναμις διὰ φύσιν τε καὶ ἀπαιδευσίαν τὴν κακήν.
154Plato, Lysis, p1, 221; 16 (auctor c.425BC-347BC)
ἆρ' οὖν τῷ ὄντι, ὥσπερ ἄρτι ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ ποίημα μακρὸν συγκείμενον· κινδυνεύει, ἔφη.
155Plato, Lysis, p1, 221; 21 (auctor c.425BC-347BC)
πῶς δ' οὔ· τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα, ὡς φαίνεται, ὦ Μενέξενέ τε καὶ Λύσι.
156Plato, Phaedo, p1, 81; 8 (auctor c.425BC-347BC)
καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ συνεπακολουθοῦντος, τοῦ σωματοειδοῦς, ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα· ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τοιαῦτα ἤθη ὁποῖ' ἄττ' ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν τῷ βίῳ.
157Plato, Phaedrus, p1, 237; 11 (auctor c.425BC-347BC)
ὅτι μὲν οὖν δὴ ἐπιθυμία τις ὁ ἔρως, ἅπαντι δῆλον· ὅτι δ' αὖ καὶ μὴ ἐρῶντες ἐπιθυμοῦσι τῶν καλῶν, ἴσμεν.
158Plato, Phaedrus, p1, 237; 12 (auctor c.425BC-347BC)
τῷ δὴ τὸν ἐρῶντά τε καὶ μὴ κρινοῦμεν· δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἐστον ἰδέα ἄρχοντε καὶ ἄγοντε, οἷν ἑπόμεθα ᾗ ἂν ἄγητον, ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπίκτητος δόξα, ἐφιεμένη τοῦ ἀρίστου.
159Plato, Phaedrus, p1, 238; 3 (auctor c.425BC-347BC)
περὶ μὲν γὰρ ἐδωδὴν κρατοῦσα τοῦ λόγου τε τοῦ ἀρίστου καὶ τῶν ἄλλων ἐπιθυμιῶν ἐπιθυμία γαστριμαργία τε καὶ τὸν ἔχοντα ταὐτὸν τοῦτο κεκλημένον παρέξεται· περὶ δ' αὖ μέθας τυραννεύσασα, τὸν κεκτημένον ταύτῃ ἄγουσα, δῆλον οὗ τεύξεται προσρήματος· καὶ τἆλλα δὴ τὰ τούτων ἀδελφὰ καὶ ἀδελφῶν ἐπιθυμιῶν ὀνόματα τῆς ἀεὶ δυναστευούσης ᾗ προσήκει καλεῖσθαι πρόδηλον.
160Plato, Phaedrus, p1, 238; 4 (auctor c.425BC-347BC)
ἧς δ' ἕνεκα πάντα τὰ πρόσθεν εἴρηται, σχεδὸν μὲν ἤδη φανερόν, λεχθὲν δὲ ἢ μὴ λεχθὲν πάντως σαφέστερον· ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τὸ ὀρθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία πρὸς ἡδονὴν ἀχθεῖσα κάλλους, καὶ ὑπὸ αὖ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγῇ, ἀπ' αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη.
161Plato, Phaedrus, p1, 258; 8 (auctor c.425BC-347BC)
Σωκράτης οἴει τινὰ οὖν τῶν τοιούτων, ὅστις καὶ ὁπωστιοῦν δύσνους Λυσίᾳ, ὀνειδίζειν αὐτὸ τοῦτο ὅτι συγγράφει· Φαῖδρος οὔκουν εἰκός γε ἐξ ὧν σὺ λέγεις· καὶ γὰρ ἂν τῇ ἑαυτοῦ ἐπιθυμίᾳ, ὡς ἔοικεν, ὀνειδίζοι.
162Plato, Philebus, p1, 34; 23 (auctor c.425BC-347BC)
Πρώταρχος πόθεν δή· Σωκράτης διψῇ γέ που λέγομεν ἑκάστοτέ τι· Πρώταρχος πῶς δ' οὔ· Σωκράτης τοῦτο δέ γ' ἐστὶ κενοῦται· Πρώταρχος τί μήν· Σωκράτης ἆρ' οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία· Πρώταρχος ναί, πώματός γε.
163Plato, Politicus, p1, 272; 7 (auctor c.425BC-347BC)
ἐπειδὴ γὰρ πάντων τούτων χρόνος ἐτελεώθη καὶ μεταβολὴν ἔδει γίγνεσθαι καὶ δὴ καὶ τὸ γήινον ἤδη πᾶν ἀνήλωτο γένος, πάσας ἑκάστης τῆς ψυχῆς τὰς γενέσεις ἀποδεδωκυίας, ὅσα ἦν ἑκάστῃ προσταχθὲν τοσαῦτα εἰς γῆν σπέρματα πεσούσης, τότε δὴ τοῦ παντὸς ὁ μὲν κυβερνήτης, οἷον πηδαλίων οἴακος ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ δὴ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ σύμφυτος ἐπιθυμία.
164Plato, Politicus, p1, 301; 9 (auctor c.425BC-347BC)
Ξένος τί δ' ὅταν μήτε κατὰ νόμους μήτε κατὰ ἔθη πράττῃ τις εἷς ἄρχων, προσποιῆται δὲ ὥσπερ ὁ ἐπιστήμων ὡς ἄρα παρὰ τὰ γεγραμμένα τό γε βέλτιστον ποιητέον, ᾖ δέ τις ἐπιθυμία καὶ ἄγνοια τούτου τοῦ μιμήματος ἡγουμένη, μῶν οὐ τότε τὸν τοιοῦτον ἕκαστον τύραννον κλητέον· Νεώτερος Σωκράτης τί μήν· Ξένος οὕτω δὴ τύραννός τε γέγονε, φαμέν, καὶ βασιλεὺς καὶ ὀλιγαρχία καὶ ἀριστοκρατία καὶ δημοκρατία, δυσχερανάντων τῶν ἀνθρώπων τὸν ἕνα ἐκεῖνον μόναρχον, καὶ ἀπιστησάντων μηδένα τῆς τοιαύτης ἀρχῆς ἄξιον ἂν γενέσθαι ποτέ, ὥστε ἐθέλειν καὶ δυνατὸν εἶναι μετ' ἀρετῆς καὶ ἐπιστήμης ἄρχοντα τὰ δίκαια καὶ ὅσια διανέμειν ὀρθῶς πᾶσιν, λωβᾶσθαι δὲ καὶ ἀποκτεινύναι καὶ κακοῦν ὃν ἂν βουληθῇ ἑκάστοτε ἡμῶν· ἐπεὶ γενόμενόν γ' ἂν οἷον λέγομεν ἀγαπᾶσθαί τε ἂν καὶ οἰκεῖν διακυβερνῶντα εὐδαιμόνως ὀρθὴν ἀκριβῶς μόνον πολιτείαν.
165Plato, Protagoras, p1, 318; 2 (auctor c.425BC-347BC)
Ἱπποκράτης γὰρ ὅδε τυγχάνει ἐν ἐπιθυμίᾳ ὢν τῆς σῆς συνουσίας· ὅτι οὖν αὐτῷ ἀποβήσεται, ἐάν σοι συνῇ, ἡδέως ἄν φησι πυθέσθαι.
166Plato, Respublica, 1a, 359; 3 (auctor c.425BC-347BC)
ὡς δὲ καὶ οἱ ἐπιτηδεύοντες ἀδυναμίᾳ τοῦ ἀδικεῖν ἄκοντες αὐτὸ ἐπιτηδεύουσι, μάλιστ' ἂν αἰσθοίμεθα, εἰ τοιόνδε ποιήσαιμεν τῇ διανοίᾳ· δόντες ἐξουσίαν ἑκατέρῳ ποιεῖν ὅτι ἂν βούληται, τῷ τε δικαίῳ καὶ τῷ ἀδίκῳ, εἶτ' ἐπακολουθήσαιμεν θεώμενοι ποῖ ἡ ἐπιθυμία ἑκάτερον ἄξει.
167Plato, Respublica, 1c, 430; 1 (auctor c.425BC-347BC)
ἐπαιδεύομεν μουσικῇ καὶ γυμναστικῇ· μηδὲν οἴου ἄλλο μηχανᾶσθαι ἢ ὅπως ἡμῖν ὅτι κάλλιστα τοὺς νόμους πεισθέντες δέξοιντο ὥσπερ βαφήν, ἵνα δευσοποιὸς αὐτῶν ἡ δόξα γίγνοιτο καὶ περὶ δεινῶν καὶ περὶ τῶν ἄλλων διὰ τὸ τήν τε φύσιν καὶ τὴν τροφὴν ἐπιτηδείαν ἐσχηκέναι, καὶ μὴ αὐτῶν ἐκπλύναι τὴν βαφὴν τὰ ῥύμματα ταῦτα, δεινὰ ὄντα ἐκκλύζειν, ἥ τε ἡδονή, παντὸς χαλεστραίου δεινοτέρα οὖσα τοῦτο δρᾶν καὶ κονίας, λύπη τε καὶ φόβος καὶ ἐπιθυμία, παντὸς ἄλλου ῥύμματος.
168Plato, Respublica, 1c, 437; 10 (auctor c.425BC-347BC)
ἆρ' οὖν, καθ' ὅσον δίψα ἐστί, πλέονος ἄν τινος ἢ οὗ λέγομεν ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη, οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ, ἢ πολλοῦ ἢ ὀλίγου, ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος· ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ ψυχροῦ ἐπιθυμίαν προσπαρέχοιτ' ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ θερμοῦ· ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου· αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος· οὕτως, ἔφη, αὐτή γε ἡ ἐπιθυμία ἑκάστη αὐτοῦ μόνον ἑκάστου οὗ πέφυκεν, τοῦ δὲ τοίου ἢ τοίου τὰ προσγιγνόμενα.
169Plato, Respublica, 1c, 438; 2 (auctor c.425BC-347BC)
πάντες γὰρ ἄρα τῶν ἀγαθῶν ἐπιθυμοῦσιν· εἰ οὖν ἡ δίψα ἐπιθυμία ἐστί, χρηστοῦ ἂν εἴη εἴτε πώματος εἴτε ἄλλου ὅτου ἐστὶν ἐπιθυμία, καὶ αἱ ἄλλαι οὕτω.
170Plato, Respublica, 1g, 559; 9 (auctor c.425BC-347BC)
τί δὲ ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων ἢ τοιούτων ἐπιθυμία, δυνατὴ δὲ κολαζομένη ἐκ νέων καὶ παιδευομένη ἐκ τῶν πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ τὸ σωφρονεῖν· ἆρά γε ὀρθῶς οὐκ ἀναγκαία ἂν καλοῖτο· ὀρθότατα μὲν οὖν.
171Plato, Respublica, 1g, 561; 7 (auctor c.425BC-347BC)
οὐκοῦν, ἦν δ' ἐγώ, καὶ διαζῇ τὸ καθ' ἡμέραν οὕτω χαριζόμενος τῇ προσπιπτούσῃ ἐπιθυμίᾳ, τοτὲ μὲν μεθύων καὶ καταυλούμενος, αὖθις δὲ ὑδροποτῶν καὶ κατισχναινόμενος, τοτὲ δ' αὖ γυμναζόμενος, ἔστιν δ' ὅτε ἀργῶν καὶ πάντων ἀμελῶν, τοτὲ δ' ὡς ἐν φιλοσοφίᾳ διατρίβων.
172Plato, Theaetetus, p1, 143; 17 (auctor c.425BC-347BC)
καὶ εἰ μὲν ἦν καλός, ἐφοβούμην ἂν σφόδρα λέγειν, μὴ καί τῳ δόξω ἐν ἐπιθυμίᾳ αὐτοῦ εἶναι.
173Plato, Theages, p1, 121; 10 (auctor c.425BC-347BC)
τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ – ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ – ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς φησι, σοφὸς γενέσθαι.
174Plato, Timaeus, p1, 91; 3 (auctor c.425BC-347BC)
διὸ δὴ τῶν μὲν ἀνδρῶν τὸ περὶ τὴν τῶν αἰδοίων φύσιν ἀπειθές τε καὶ αὐτοκρατὲς γεγονός, οἷον ζῷον ἀνυπήκοον τοῦ λόγου, πάντων δι' ἐπιθυμίας οἰστρώδεις ἐπιχειρεῖ κρατεῖν· αἱ δ' ἐν ταῖς γυναιξὶν αὖ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι διὰ τὰ αὐτὰ ταῦτα, ζῷον ἐπιθυμητικὸν ἐνὸν τῆς παιδοποιίας, ὅταν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν γίγνηται, χαλεπῶς ἀγανακτοῦν φέρει, καὶ πλανώμενον πάντῃ κατὰ τὸ σῶμα, τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον, ἀναπνεῖν οὐκ ἐῶν εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει, μέχριπερ ἂν ἑκατέρων ἡ ἐπιθυμία καὶ ὁ ἔρως συναγαγόντες, οἷον ἀπὸ δένδρων καρπὸν καταδρέψαντες, ὡς εἰς ἄρουραν τὴν μήτραν ἀόρατα ὑπὸ σμικρότητος καὶ ἀδιάπλαστα ζῷα κατασπείραντες καὶ πάλιν διακρίναντες μεγάλα ἐντὸς ἐκθρέψωνται καὶ μετὰ τοῦτο εἰς φῶς ἀγαγόντες ζῴων ἀποτελέσωσι γένεσιν.
175Plotinus, Enneades, 1, 1, 5; 5 (auctor c.205-270)
Πῶς οὖν κοινὰ ταῦτα; Ἤ, ὅτι καὶ ἡ ἐπιθυμία τοῦ ἐπιθυμητικοῦ καὶ ὁ θυμὸς τοῦ θυμικοῦ καὶ ὅλως τοῦ ὀρεκτικοῦ ἡ ἐπί τι ἔκστασις.
176Plotinus, Enneades, 1, 2, 1; 5 (auctor c.205-270)
Ἢ πρῶτον μὲν ἀμφισβητήσιμον, εἰ καὶ τούτῳ ὑπάρχουσι πᾶσαι· οἷον σώφρονι ἀνδρείῳ εἶναι, ὧι μήτε τι δεινόν ἐστιν· οὐδὲν γὰρ ἔξωθεν· μήτε προσιὸν ἡδὺ οὗ καὶ ἐπιθυμία ἂν γένοιτο μὴ παρόντος, ἵν᾽ ἔχῃ ἢ ἕλῃ.
177Plotinus, Enneades, 3, 2, 4; 12 (auctor c.205-270)
Τὴν δὲ πρὸς τὰ χείρω ῥοπὴν παρά του ζητεῖν ἴσως οὐκ ἄξιον· ὀλίγη γὰρ ῥοπὴ κατ᾽ ἀρχὰς γενομένη προιοῦσα ταύτῃ πλέον καὶ μεῖζον τὸ ἁμαρτανόμενον ἀεὶ ποιεῖ· καὶ σῶμα δὲ σύνεστι καὶ ἐξ ἀνάγκης ἐπιθυμία· καὶ παροφθὲν τὸ πρῶτον καὶ τὸ ἐξαίφνης καὶ μὴ ἀναληφθὲν αὐτίκα καὶ αἵρεσιν εἰς ὅ τις ἐξέπεσεν εἰργάσατο.
178Plotinus, Enneades, 3, 5, 1; 13 (auctor c.205-270)
Καὶ ὅτῳ μὲν καθαρὸς ὁ τοῦ καλοῦ ἔρως, ἀγαπητὸν τὸ κάλλος μόνον εἴτε ἀναμνησθέντι εἴτε καὶ μή, ὅτῳ δὲ μέμικται καὶ ἄλλη τοῦ ἀθάνατον εἶναι ὡς ἐν θνητῷ ἐπιθυμία, οὗτος ἐν τῷ ἀειγενεῖ καὶ ἀιδίῳ τὸ καλὸν ζητεῖ καὶ κατὰ φύσιν μὲν ἰὼν σπείρει καὶ γεννᾷ ἐν καλῷ, σπείρων μὲν εἰς τὸ ἀεί, ἐν καλῷ δὲ διὰ συγγένειαν τοῦ καλοῦ.
179Plotinus, Enneades, 4, 3, 19; 6 (auctor c.205-270)
Καὶ δὴ καὶ τὸ φυτικὸν αὐτῆς καὶ τὸ αὐξητικὸν ὡσαύτως· καὶ εἰ περὶ τὸ ἧπαρ ἡ ἐπιθυμία, τὸ δὲ περὶ τὴν καρδίαν ὁ θυμός, ὁ αὐτὸς λόγος καὶ ἐπὶ τούτων.
180Plotinus, Enneades, 4, 4, 35; 7 (auctor c.205-270)
Ἐπιθυμία μὲν γὰρ ἄλλου πρὸς ἄλλο τῶν ἐν αὐτῷ· λαβεῖν γάρ τι τῶν ἑτέρων ἐθέλει μέρος τὸ ἄλλο μέρος ἐνδεὲς ὂν αὐτό· καὶ θυμὸς πρὸς ἕτερον, ὅταν τι παραλυπῇ, καὶ ἡ αὔξησις παρ᾽ ἄλλου καὶ ἡ γένεσις εἰς ἄλλο τῶν μερῶν.
181Plotinus, Enneades, 4, 8, 8; 2 (auctor c.205-270)
Τότε γὰρ ἔρχεται εἰς ἡμᾶς τὸ νοηθέν, ὅταν εἰς αἴσθησιν ἥκῃ καταβαῖνον· οὐ γὰρ πᾶν, ὃ γίγνεται περὶ ὁτιοῦν μέρος ψυχῆς, γινώσκομεν, πρὶν ἂν εἰς ὅλην τὴν ψυχὴν ἥκῃ· οἷον καὶ ἐπιθυμία ἐν τῷ ἐπιθυμητικῷ μένουσα [οὐ] γιγνώσκεται ἡμῖν, ἀλλ᾽ ὅταν τῇ αἰσθητικῇ τῇ ἔνδον δυνάμει ἢ καὶ διανοητικῇ ἀντιλαβώμεθα ἢ ἄμφω.
182Plotinus, Enneades, 6, 1, 21; 6 (auctor c.205-270)
Ἡ οὖν ἐπιθυμία τί καὶ πᾶσα ὄρεξις, εἰ ἡ ὄρεξις κινεῖται ἀπὸ τοῦ ὀρεκτοῦ; Εἰ μή τις μὴ προσποιοῖτο ἀφ᾽ οὗ κεκίνηται, ὅτι δὲ μετ᾽ ἐκεῖνο ἐγήγερται.
183Plotinus, Enneades, 6, 9, 11; 2 (auctor c.205-270)
Ἐπεὶ τοίνυν δύο οὐκ ἦν, ἀλλ᾽ ἓν ἦν αὐτὸς ὁ ἰδὼν πρὸς τὸ ἑωραμένον, ὡς ἂν μὴ ἑωραμένον, ἀλλ᾽ ἡνωμένον, ὃς ἐγένετο ὅτε ἐκείνῳ ἐμίγνυτο εἰ μεμνῷτο, ἔχοι ἂν παρ᾽ ἑαυτῷ ἐκείνου εἰκόνα· Ἦν δὲ ἓν καὶ αὐτὸς διαφορὰν ἐν αὑτῷ οὐδεμίαν πρὸς ἑαυτὸν ἔχων οὔτε κατὰ ἄλλα – οὐ γάρ τι ἐκινεῖτο παρ᾽ αὐτῷ, οὐ θυμός, οὐκ ἐπιθυμία ἄλλου παρῆν αὐτῷ ἀναβεβηκότι – ἀλλ᾽ οὐδὲ λόγος οὐδέ τις νόησις οὐδ᾽ ὅλως αὐτός, εἰ δεῖ καὶ τοῦτο λέγειν.
184Seneca maior, Controversiae, 1, 8, 16; 119 (auctor 54BC–39)
DORION dixit rem paulo quidem elatiorem quam pressa et ciuilis oratio recipit, sed qua egregie attonitos patris adfectus exprimeret: τίς ἐπιθυμία, τέκνον, ᾑμαγμένα πιεῖν, ᾑμαγμένα φαγεῖν, φοβοῦμαι μή που παράταξις, μή που δεσμὸς, μή που παρασκευή.