'θάλαμος' - search in All Authors, Showing 1 to 4 of 4 hits

1Herodotus, Historiae, 3, 78, 3; 6 (auctor c.484BC-425BC)
τῶν μὲν δὴ Μάγων οὕτερος τρωματίζει τούτους· ὁ δὲ ἕτερος, ἐπείτε οἱ τὰ τόξα οὐδὲν χρηστὰ ἐγίνετο, ἦν γὰρ δὴ θάλαμος ἐσέχων ἐς τὸν ἀνδρεῶνα, ἐς τοῦτον καταφεύγει, θέλων αὐτοῦ προσθεῖναι τὰς θύρας, καί οἱ συνεσπίπτουσι τῶν ἑπτὰ δύο, Δαρεῖός τε καὶ Γοβρύης.
2Homerus, Ilias, 9, 581; 1 (auctor fl.700BC)
πολλά δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεύς οὐδοῦ ἐπεμβεβαώς ὑψηρεφέος θαλάμοιο σείων κολλητάς σανίδας γουνούμενος υἱόν· πολλά δέ τόν γε κασίγνηται καί πότνια μήτηρ ἐλλίσσονθ'· ὃ δέ μᾶλλον ἀναίνετο· πολλά δ' ἑταῖροι, οἵ οἱ κεδνότατοι καί φίλτατοι ἦσαν ἁπάντων· ἀλλ' οὐδ' ὧς τοῦ θυμόν ἐνί στήθεσσιν ἔπειθον, πρίν γ' ὅτε δή θάλαμος πύκ' ἐβάλλετο, τοί δ' ἐπί πύργων βαῖνον Κουρῆτες καί ἐνέπρηθον μέγα ἄστυ.
3Homerus, Ilias, 14, 312; 5 (auctor fl.700BC)
ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱός ἔτευξεν Ἥφαιστος, πυκινάς δέ θύρας σταθμοῖσιν ἐπῆρσεν· ἔνθ' ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
4Homerus, Odyssea, 1, 421; 3 (auctor fl.700BC)
Τηλέμαχος δ', ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς ὑψηλός δέδμητο περισκέπτῳ ἐνί χώρῳ, ἔνθ' ἔβη εἰς εὐνήν πολλά φρεσί μερμηρίζων.