'ιατρός' - search in All Authors, Showing 1 to 116 of 116 hits

1Aristoteles, Physica, 1, 8; 5
οἰκοδομεῖ μὲν οὖν ὁ ἰατρὸς οὐχ ᾗ ἰατρὸς ἀλλ' ᾗ οἰκοδόμος, καὶ λευκὸς γίγνεται οὐχ ᾗ ἰατρὸς ἀλλ' ᾗ μέλας· ἰατρεύει δὲ καὶ ἀνίατρος γίγνεται ᾗ ἰατρός.
2Aristoteles, Physica, 1, 8; 6
ἐπεὶ δὲ μάλιστα λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ, ἐὰν ᾗ ἰατρὸς ταῦτα πάσχῃ ἢ ποιῇ ἢ γίγνηται, δῆλον ὅτι καὶ τὸ ἐκ μὴ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν.
3Aristoteles, Physica, 2, 1; 2
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μετα βολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γέ νοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέ βηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρί ζεταί ποτ' ἀπ' ἀλλήλων).
4Aristoteles, Physica, 2, 3; 14
λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοει δῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθ μός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθ' ἕκαστον.
5Aristoteles, Physica, 2, 8; 19
ἁμαρτία δὲ γίγνεται καὶ ἐν τοῖς κατὰ τέχνην (ἔγραψε γὰρ οὐκ ὀρθῶς ὁ γραμματικός, καὶ ἐπότισεν [οὐκ ὀρθῶς] ὁ ἰατρὸς τὸ φάρμακον), ὥστε δῆλον ὅτι ἐνδέχεται καὶ ἐν τοῖς κατὰ φύσιν.
6Aristoteles, Physica, 5, 1; 3
ἔστι δὲ καὶ ἐπὶ τοῦ κινοῦντος ὡσαύτως· τὸ μὲν γὰρ κατὰ συμ βεβηκὸς κινεῖ, τὸ δὲ κατὰ μέρος τῷ τῶν τούτου τι, τὸ δὲ καθ' αὑτὸ πρῶτον, οἷον ὁ μὲν ἰατρὸς ἰᾶται, ἡ δὲ χεὶρ πλήτ τει.
7Aristoteles, Analytica posteriora, 2, II 13; 56 (auctor 384BC-322BC)
Αἰεί δ᾿ ἐστί πᾶς ὅρος καθόλου· οὐ γάρ τινι ὀφθαλμῷ λέγει τό ὑγιεινόν ὁ ἰατρός, ἀλλ᾿ ἢ παντί ἢ εἴδει ἀφορίσας.
8Aristoteles, De anima, 1, I 1; 30 (auctor 384BC-322BC)
Τίς οὖν ὁ φυσικός τούτων; Πότερον ὁ περί τήν ὕλην, τόν δέ λόγον ἀγνοῶν, ἢ ὁ περί τόν λόγον μόνον; Ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν; Ἐκείνων δέ δή τίς ἑκάτερος; Ἢ οὐκ ἔστι τις ὁ περί τά πάθη τῆς ὕλης τά μή χωριστά, μηδ’ ᾗ χωριστά, ἀλλ’ ὁ φυσικός περί ἅπανθ’ ὅσα τοῦ τοιουδί σώματος καί τῆς τοιαύτης ὕλης ἔργα καί πάθη· ὁπόσα δέ μή ᾖ τοιαῦτα, ἄλλος, καί περί τινῶν μέν τεχνίτης, ἐάν τύχῃ, οἷον τέκτων ἢ ἰατρός, τῶν δέ μή χωριστῶν μέν, ᾗ δέ μή τοιούτου σώματος πάθη καί ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός, ᾗ δέ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος.
9Aristoteles, De generatione et corruptione, 2, 9, 6; 13 (auctor 384BC-322BC)
Εἰ μὲν γάρ ἐστιν αἴτια τὰ εἴδη, διὰ τί οὐκ ἀεὶ γεννᾷ συνεχῶς, ἀλλὰ ποτὲ μὲν ποτὲ δ´ οὔ, ὄντων καὶ τῶν εἰδῶν ἀεὶ καὶ τῶν μεθεκτικῶν; ἔτι δ´ ἐπ´ ἐνίων θεωροῦμεν ἄλλο τὸ αἴτιον ὄν· ὑγίειαν γὰρ ὁ ἰατρὸς ἐμποιεῖ καὶ ἐπιστήμην ὁ ἐπιστήμων, οὔσης καὶ ὑγιείας αὐτῆς καὶ ἐπιστήμης καὶ τῶν μεθεκτικῶν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ δύναμιν πραττομένων.
10Aristoteles, De iuventute et senectute De vita et morte, 3; 10 (auctor 384BC-322BC)
Ὥστ’ ἀνάγκη καὶ τῆς αἰσθητικῆς καὶ τῆς θρεπτικῆς ψυχῆς ἐν τῇ καρδίᾳ τὴν ἀρχὴν εἶναι τοῖς ἐναίμοις· τὰ γὰρ τῶν ἄλλων μορίων ἔργα περὶ τὴν τροφὴν τοῦ ταύτης ἔργου χάριν ἐστί· δεῖ γὰρ τὸ κύριον πρὸς τὸ οὗ ἕνεκα διατελεῖν, ἀλλ’ οὐκ ἐν τοῖς τούτου ἕνεκα, οἷον ἰατρὸς πρὸς τὴν ὑγίειαν.
11Aristoteles, De partibus animalium, 1, 1, 8; 14 (auctor 384BC-322BC)
Ἢ γὰρ τῇ διανοίᾳ ἢ τῇ αἰσθήσει ὁρισάμενος ὁ μὲν ἰατρὸς τὴν ὑγίειαν, ὁ δ´ οἰκοδόμος τὴν οἰκίαν, ἀποδιδόασι τοὺς λόγους καὶ τὰς αἰτίας οὗ ποιοῦσιν ἑκάστου, καὶ διότι ποιητέον οὕτως.
12Aristoteles, De partibus animalium, 1, 1, 22; 52 (auctor 384BC-322BC)
Οὐ γὰρ δυνήσεται ποιεῖν τὸ ἑαυτῆς ἔργον, ὥσπερ οὐδ´ αὐλοὶ λίθινοι τὸ ἑαυτῶν ἔργον, οὐδ´ ὁ γεγραμμένος ἰατρός.
13Aristoteles, Ethica Eudemia, 1; 109 (auctor 384BC-322BC)
ἔτι οὐδὲ δείκνυσιν οὐθεὶς ὅτι ἀγαθὸν ἡ ὑγίεια, ἂν μὴ σοφιστὴς ᾖ καὶ μὴ ἰατρός (οὗτοι γὰρ τοῖς ἀλλοτρίοις λόγοις σοφίζονται) , ὥσπερ οὐδ' ἄλλην ἀρχὴν οὐδεμίαν.
14Aristoteles, Ethica Eudemia, 2; 265 (auctor 384BC-322BC)
τὸ δὲ τέλος ἐστὶ φύσει μὲν ἀεὶ ἀγαθόν, καὶ περὶ οὗ κατὰ μέρος βουλεύονται, οἷον ἰατρὸς βουλεύσαιτο ἂν εἰ δῴη φάρμακον, καὶ στρατηγὸς ποῦ στρατοπεδεύσηται, οἷς ἀγαθὸν τὸ τέλος τὸ ἁπλῶς ἄριστον ἐστίν· παρὰ φύσιν δὲ καὶ διαστροφὴν οὐ τὸ ἀγαθόν, ἀλλὰ τὸ φαινόμενον ἀγαθόν.
15Aristoteles, Ethica Eudemia, 2; 285 (auctor 384BC-322BC)
οὔτε γὰρ ἰατρὸς σκοπεῖ εἰ δεῖ ὑγιαίνειν ἢ μή, ἀλλ' εἰ περιπατεῖν ἢ μή, οὔτε ὁ γυμναστικὸς εἰ δεῖ εὖ ἔχειν ἢ μή, ἀλλ' εἰ παλαῖσαι ἢ μή.
16Aristoteles, Ethica Eudemia, 7; 59 (auctor 384BC-322BC)
οἷον ὄργανον ἰατρικὸν, ᾧ ἂν ὁ ἰατρὸς χρήσαιτο· ἐν δὲ τῷ τοῦ ἰατροῦ λόγῳ οὐκ ἔστιν ὁ τοῦ ὀργάνου.
17Aristoteles, Ethica Eudemia, 7; 339 (auctor 384BC-322BC)
ὃ μὲν γὰρ διώκει ὡς [τὸν] ἡδὺν ἐπὶ τὸ συζῆν, ὃ δ' ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον· ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητής (ἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται) , καὶ ὡς Ἡρόδικος ὁ ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς ὁ κιθαρῳδὸς καὶ ὁ βασιλεύς.
18Aristoteles, Ethica Nicomachea, 1, 4; 26 (auctor 384BC-322BC)
φαίνεται μὲν γὰρ οὐδὲ τὴν ὑγίειαν οὕτως ἐπισκοπεῖν ὁ ἰατρός, ἀλλὰ τὴν ἀνθρώπου, μᾶλλον δ' ἴσως τὴν τοῦδε· καθ' ἕκαστον γὰρ ἰατρεύει.
19Aristoteles, Ethica Nicomachea, 3, 5; 15 (auctor 384BC-322BC)
οὔτε γὰρ ἰατρὸς βουλεύεται εἰ ὑγιάσει, οὔτε ῥήτωρ εἰ πείσει, οὔτε πολιτικὸς εἰ εὐνομίαν ποιήσει, οὐδὲ τῶν λοιπῶν οὐδεὶς περὶ τοῦ τέλους· ἀλλὰ θέμενοι τὸ τέλος τὸ πῶς καὶ διὰ τίνων ἔσται σκοποῦσι· καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα ἐπισκοποῦσι, δι' ἑνὸς δ' ἐπιτελουμένου πῶς διὰ τούτου ἔσται κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωσιν ἐπὶ τὸ πρῶτον αἴτιον, ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν.
20Aristoteles, Ethica Nicomachea, 10, 4; 4 (auctor 384BC-322BC)
οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ τελειοῖ καὶ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις, σπουδαῖα ὄντα, ὥσπερ οὐδ' ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἰτία ἐστὶ τοῦ ὑγιαίνειν.
21Aristoteles, Ethica Nicomachea, 10, 10; 21 (auctor 384BC-322BC)
ἀλλ' ἐπιμεληθείη μὲν ἂν ἄριστα καθ' ἓν καὶ ἰατρὸς καὶ γυμναστὴς καὶ πᾶς ἄλλος ὁ καθόλου εἰδώς, τί πᾶσιν ἢ τοῖς τοιοισδί (τοῦ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν) · οὐ μὴν ἀλλ' ἑνός τινος οὐδὲν ἴσως κωλύει καλῶς ἐπιμεληθῆναι καὶ ἀνεπιστήμονα ὄντα, τεθεαμένον δ' ἀκριβῶς τὰ συμβαίνοντα ἐφ' ἑκάστῳ δι' ἐμπειρίαν, καθάπερ καὶ ἰατροὶ ἔνιοι δοκοῦσιν ἑαυτῶν ἄριστοι εἶναι, ἑτέρῳ οὐδὲν ἂν δυνάμενοι ἐπαρκέσαι.
22Aristoteles, Historia animalium, 3, III 2; 5 (auctor 384BC-322BC)
Ὥσθ’ οἱ μέν ἐν τεθνεῶσι καί διῃρημένοις τοῖς ζῴοις θεωροῦντες τάς μεγίστας ἀρχάς οὐκ ἐθεώρουν, οἱ δ’ ἐν τοῖς λελεπτυσμένοις σφόδρα ἀνθρώποις ἐκ τῶν τότε ἔξωθεν φαινομένων τάς ἀρχάς τῶν φλεβῶν διώρισαν, Συέννεσις μέν ὁ Κύπριος ἰατρός τόνδε τόν τρόπον.
23Aristoteles, Magna moralia, 1, 1, 15; 31 (auctor 384BC-322BC)
Ὁ δὲ ὅρος λέγει ὅτι ἀγαθόν, ἐπιστήμη δέ γε οὐδὲ δύναμις οὐδεμία λέγει ὑπὲρ τοῦ τέλους τοῦ αὑτῆς ὅτι ἀγαθόν, ἀλλὰ τοῦτο μὲν ἄλλης δυνάμεώς ἐστι θεωρῆσαι (οὔτε γὰρ ὁ ἰατρὸς οὔτε ὁ οἰκοδόμος λέγει ὅτι ἀγαθὸν ἡ ὑγίεια οὐδὲ ἡ οἰκία, ἀλλ' ὅτι ὃ μὲν ὑγίειαν ποιεῖ, καὶ ὡς ποιεῖ, ὃ δ' οἰκίαν) δῆλον τοίνυν ὅτι οὐδὲ τῇ πολιτικῇ ὑπὲρ τοῦ ἀγαθοῦ λεκτέον τοῦ κοινοῦ.
24Aristoteles, Magna moralia, 1, 1, 19; 38 (auctor 384BC-322BC)
ἀλλὰ μὴν τὸ πότε ἀγαθὸν ἐν μὲν ἰατρικῇ ὁ ἰατρὸς οἶδεν, ἐν δὲ κυβερνητικῇ ὁ κυβερνήτης, ἐν ἑκάστῃ δ' ἕκαστος.
25Aristoteles, Magna moralia, 1, 1, 19; 39 (auctor 384BC-322BC)
πότε μὲν γὰρ δεῖ τεμεῖν ὁ ἰατρὸς οἶδεν, πότε δὲ δεῖ πλεῖν ὁ κυβερνήτης.
26Aristoteles, Magna moralia, 1, 1, 19; 40 (auctor 384BC-322BC)
ἐν ἑκάστῃ δὲ τὸ πότε ἀγαθὸν ἕκαστος τὸ καθ' ἑαυτὸν εἰδήσει οὔτε γὰρ ὁ ἰατρὸς τὸ ἐν τῇ κυβερνητικῇ ἀγαθὸν πότε εἰδήσει, οὔτε ὁ κυβερνήτης τὸ ἐν ἰατρικῇ.
27Aristoteles, Magna moralia, 1, 1, 27; 58 (auctor 384BC-322BC)
διὰ τί; ὅτι ἐπὶ τῶν ἐπιστημῶν συμβαίνει ἅμα εἰδέναι τὴν ἐπιστήμην τί ἐστι καὶ εἶναι ἐπιστήμονα (εἰ γὰρ ἰατρικήν τις οἶδεν τί ἐστίν, καὶ ἰατρὸς οὗτος εὐθέως ἐστίν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἐπιστημῶν) ἀλλ' οὐκ ἐπὶ τῶν ἀρετῶν τοῦτο συμβαίνει.
28Aristoteles, Magna moralia, 2, 3, 6; 8 (auctor 384BC-322BC)
τῆς δὲ φρονήσεως τοῦτό ἐστι, τὸ ὀρθῶς δύνασθαι ταῦτα θεωρεῖν, ὁμοίως ὥσπερ ἐπὶ τῶν κατ' ἰατρικὴν τὸ μὲν ἁπλῶς ὑγιεινὸν καὶ τὸ ὑγιείας ποιητικὸν οἴδαμεν ἅπαντες, ὅτι ἐλλέβορος καὶ τὸ ἐλατήριον καὶ αἱ τομαὶ καὶ αἱ καύσεις ὑγιεινά εἰσιν καὶ ὑγιείας ποιητικά, ἀλλ' ὅμως οὐκ ἔχομεν τὴν ἰατρικὴν ἐπιστήμην οὐ γὰρ ἔτι οἴδαμεν τὸ καθ' ἕκαστον ἀγαθόν, ὥσπερ ὁ ἰατρὸς οἶδεν τίνι ἐστὶ τοῦτ' ἀγαθὸν καὶ πότε καὶ πῶς διακειμένῳ ἐν τούτῳ γὰρ ἤδη ἡ ἰατρικὴ ἐπιστήμη.
29Aristoteles, Magna moralia, 2, 10, 4; 7 (auctor 384BC-322BC)
οὐδὲ γὰρ ὁ ἰατρός ἀλλ' ὅταν εἴπῃ τῷ πυρέττοντι πτισάνην προσφέρεσθαι, τοῦ δὲ πυρέττειν πῶς αἰσθάνομαι; ὅταν, φησίν, ὁρᾷς ὠχρὸν ὄντα τὸ δ' ὠχρὸν πῶς εἰδήσω; ἐνταῦθα δὴ συνιέτω ὁ ἰατρός εἰ γὰρ μὴ ἔχεις παρὰ σαυτῷ, φησί, τῶν γε τοιούτων αἴσθησιν, οὐκ ἔτι.
30Aristoteles, Metaphysica, 5, 2; 12 (auctor 384BC-322BC)
τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως.
31Aristoteles, Metaphysica, 5, 2; 15 (auctor 384BC-322BC)
λέγονται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθμός, καὶ ἀεὶ τὰ περιέχοντα ὁτιοῦν τῶν καθ' ἕκαστα.
32Aristoteles, Metaphysica, 5, 16; 1 (auctor 384BC-322BC)
τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν μηδὲ ἓν μόριον (οἷον χρόνος τέλειος ἑκάστου οὗτος οὗ μὴ ἔστιν ἔξω λαβεῖν χρόνον τινὰ ὃς τούτου μέρος ἐστὶ τοῦ χρόνου) , καὶ τὸ κατ' ἀρετὴν καὶ τὸ εὖ μὴ ἔχον ὑπερβολὴν πρὸς τὸ γένος, οἷον τέλειος ἰατρὸς καὶ τέλειος αὐλητὴς ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηθὲν ἐλλείπωσιν (οὕτω δὲ μεταφέροντες καὶ ἐπὶ τῶν κακῶν λέγομεν συκοφάντην τέλειον καὶ κλέπτην τέλειον, ἐπειδὴ καὶ ἀγαθοὺς λέγομεν αὐτούς, οἷον κλέπτην ἀγαθὸν καὶ συκοφάντην ἀγαθόν· καὶ ἡ ἀρετὴ τελείωσίς τις· ἕκαστον γὰρ τότε τέλειον καὶ οὐσία πᾶσα τότε τελεία, ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπῃ μόριον τοῦ κατὰ φύσιν μεγέθους) · ἔτι οἷς ὑπάρχει τὸ τέλος, σπουδαῖον ὄν, ταῦτα λέγεται τέλεια· κατὰ γὰρ τὸ ἔχειν τὸ τέλος τέλεια, ὥστ' ἐπεὶ τὸ τέλος τῶν ἐσχάτων τί ἐστι, καὶ ἐπὶ τὰ φαῦλα μεταφέροντες λέγομεν τελείως ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν μηδὲν ἐλλείπῃ τῆς φθορᾶς καὶ τοῦ κακοῦ ἀλλ' ἐπὶ τῷ ἐσχάτῳ ᾖ· διὸ καὶ ἡ τελευτὴ κατὰ μεταφορὰν λέγεται τέλος, ὅτι ἄμφω ἔσχατα· τέλος δὲ καὶ τὸ οὗ ἕνεκα ἔσχατον.
33Aristoteles, Metaphysica, 6, 2; 12 (auctor 384BC-322BC)
καὶ τὸ ὑγιάζειν δὲ τὸν οἰκοδόμον συμβεβηκός, ὅτι οὐ πέφυκε τοῦτο ποιεῖν οἰκοδόμος ἀλλὰ ἰατρός, ἀλλὰ συνέβη ἰατρὸν εἶναι τὸν οἰκοδόμον.
34Aristoteles, Physica, 1, 8; 5 (auctor 384BC-322BC)
οἰκοδομεῖ μὲν οὖν ὁ ἰατρὸς οὐχ ᾗ ἰατρὸς ἀλλ' ᾗ οἰκοδόμος, καὶ λευκὸς γίγνεται οὐχ ᾗ ἰατρὸς ἀλλ' ᾗ μέλας· ἰατρεύει δὲ καὶ ἀνίατρος γίγνεται ᾗ ἰατρός.
35Aristoteles, Physica, 1, 8; 6 (auctor 384BC-322BC)
ἐπεὶ δὲ μάλιστα λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ, ἐὰν ᾗ ἰατρὸς ταῦτα πάσχῃ ἢ ποιῇ ἢ γίγνηται, δῆλον ὅτι καὶ τὸ ἐκ μὴ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν.
36Aristoteles, Physica, 2, 1; 2 (auctor 384BC-322BC)
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ' αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ' ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθ' ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μεταβολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ' αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γένοιτ' ἂν αὐτὸς αὑτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλ' ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέβηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρίζεταί ποτ' ἀπ' ἀλλήλων).
37Aristoteles, Physica, 2, 3; 11 (auctor 384BC-322BC)
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος· τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως [ἢ κινήσεως]· τὰ δ' ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰπεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
38Aristoteles, Physica, 2, 3; 13 (auctor 384BC-322BC)
λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθμός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθ' ἕκαστον.
39Aristoteles, Physica, 2, 8; 20 (auctor 384BC-322BC)
ἁμαρτία δὲ γίγνεται καὶ ἐν τοῖς κατὰ τέχνην (ἔγραψε γὰρ οὐκ ὀρθῶς ὁ γραμματικός, καὶ ἐπότισεν [οὐκ ὀρθῶς] ὁ ἰατρὸς τὸ φάρμακον), ὥστε δῆλον ὅτι ἐνδέχεται καὶ ἐν τοῖς κατὰ φύσιν.
40Aristoteles, Physica, 5, 1; 3 (auctor 384BC-322BC)
ἔστι δὲ καὶ ἐπὶ τοῦ κινοῦντος ὡσαύτως· τὸ μὲν γὰρ κατὰ συμβεβηκὸς κινεῖ, τὸ δὲ κατὰ μέρος τῷ τῶν τούτου τι, τὸ δὲ καθ' αὑτὸ πρῶτον, οἷον ὁ μὲν ἰατρὸς ἰᾶται, ἡ δὲ χεὶρ πλήττει.
41Aristoteles, Politica, 3; 175 (auctor 384BC-322BC)
ἔχει δ' ἡ τάξις αὕτη τῆς πολιτείας ἀπορίαν πρώτην μὲν ὅτι δόξειεν ἂν τοῦ αὐτοῦ εἶναι τὸ κρῖναι τίς ὀρθῶς ἰάτρευκεν, οὗπερ καὶ τὸ ἰατρεῦσαι καὶ ποιῆσαι ὑγιᾶ τὸν κάμνοντα τῆς νόσου τῆς παρούσης· οὗτος δ' ἐστὶν ὁ ἰατρός.
42Aristoteles, Politica, 3; 178 (auctor 384BC-322BC)
ἰατρὸς δ' ὅ τε δημιουργὰς καὶ ὁ ἀρχιτεκτονικὸς καὶ τρίτος ὁ πεπαιδευμένος περὶ τὴν τέχνην (εἰσὶ γάρ τινες τοιοῦτοι καὶ περὶ πάσας ὡς εἰπεῖν τὰς τέχνας) · ἀποδίδομεν δὲ τὸ κρίνειν οὐδὲν ἧττον τοῖς πεπαιδευμένοις ἢ τοῖς εἰδόσιν.
43Aristoteles, Topica, 1, I 10; 13 (auctor 384BC-322BC)
Δῆλον δ᾿ ὅτι καί ὅσαι δόξαι κατά τέχνας εἰσί, διαλεκτικαί προτάσεις εἰσί· θείη γάρ ἄν τις τά δοκοῦντα τοῖς ὑπέρ τούτων ἐπεσκεμμένοις, οἷον περί μέν τῶν ἐν ἰατρικῇ ὡς ὁ ἰατρός, περί δέ τῶν ἐν γεωμετρίᾳ ὡς ὁ γεωμέτρης· ὁμοίως δέ καί ἐπί τῶν ἄλλων.
44Aristoteles, Topica, 2, II 2; 22 (auctor 384BC-322BC)
Οἷον ὑγιεινόν μέν ῥητέον τό ποιητικόν ὑγιείας, ὡς οἱ πολλοί λέγουσιν· πότερον δέ τό προκείμενον ποιητικόν ὑγιείας ἢ οὔ, οὐκέτι ὡς οἱ πολλοί κλητέον ἀλλ᾿ ὡς ὁ ἰατρός.
45Aristoteles, Topica, 5, V 7; 10 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἔχει ὁ οἰκοδόμος πρός τό ποιεῖν οἰκίαν καί ὁ ἰατρός πρός τό ποιεῖν ὑγίειαν, οὐκ ἔστι δέ ἰατροῦ ἴδιον τό ποιεῖν ὑγίειαν, οὐκ ἂν εἴη οἰκοδόμου ἴδιον τό ποιεῖν οἰκίαν.
46Aristoteles, Topica, 5, V 7; 12 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁμοίως ἔχει ἰατρός τε πρός τό ποιητικός ὑγιείας εἶναι καί γυμναστής πρός τό ποιητικός εὐεξίας, ἔστι δ᾿ ἴδιον γυμναστοῦ τό ποιητικόν εἶναι εὐεξίας, εἴη ἂν ἴδιον ἰατροῦ τό ποιητικόν εἶναι ὑγιείας.
47Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 14; 30
πραύθυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική.
48Biblia, Biblia graeca iuxta LXX interpretes, Sir, 10; 10
μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
49Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 8; 22
μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;
50Biblia, Novum testamentum graece, Col, 4; 14
ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
51Constantinus I, Conciones, 8, 0434A (auctor c.272–337)
αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι ἣν ὁ προτοῦ βίος ἀνθροπίνων ἠθῶν ἐκβηβλήκει, τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἂν τῶν τοσούτων κακῶν, καὶ τῆς ἐπικρατησάσης κατ' ἐκεῖνον τὸν βίον ἀδικίας, ἰατρὸς ἀξιόχρεως εὑρέθῇ.
52Desiderius Erasmus, Adagia, Chiliades, 2, 1213; 7 (opus 1508)
Item illud ex Antiphane apud Stobaeum: Ὁ δέ πλοῦτος ἡμᾶς, καθάπερ ἰατρός κακός, Συφλούς, βλέποντας παραλαβών, πάντας ποιεῖ, id est, Opes enim nos, sicuti medicus malus, Ubi ceperint, reddunt videntes ilico Caecos.
53Desiderius Erasmus, Adagia, Chiliades, 2, 1405; 9 (opus 1508)
Citatur ex Iphiclo: Λύπης δέ πάσης ἐστίν ἰατρός χρόνος, id est Tempus molestiis medetur omnibus.
54Desiderius Erasmus, Adagia, Chiliades, 2, 1405; 10 (opus 1508)
Euripides: Μέλλοντ’ ἰατρός τῆ νόσῳ διδούς χρόνον Ἰάσατ’ ἤδη μᾶλλον ἥ τεμών χρόα, id est Medicus, dedit qui temporis morbo moram, Is plus remedii, quam cutis sector, dedit.
55Desiderius Erasmus, Adagia, Chiliades, 2, 1438; 1 (opus 1508)
Plutarchus in commentario, cui titulus Quo pacto quis ab inimico iuvari possit, hunc senarium ex tragoedia quapiam allegat: Ἄλλων ἰατρός, αὐτός ἕλκεσι βρύων, id est Aliis medens, at ipsus ulceribus scatens.
56Desiderius Erasmus, Adagia, Chiliades, 3, 2100; 13 (opus 1508)
Et Ὁ λόγος ἰατρος τοῦ κατά ψυχήν πάθους, id est Animo laboranti medicus oratio est.
57Desiderius Erasmus, Adagia, Chiliades, 4, 3332; 1 (opus 1508)
Manet hoc dictum his quoque saeculis celebratissimum, quod refertur a Plutarcho – in commentario De dignoscendo assentatore ab amico – e poeta quopiam: Ἄλλων ἰατρός, αὐτός ἕλκεσι βρύων, id est Aliis medetur, ipsus ulceribus scatens.
58Dositheus, Hermeneumata Leidensia, II, 30; 1 (auctor c.350)
τεχνῖται artifices γραφεύς scriptor κολλητής glutinator κοπεύς malleator / incisor διφθεράριος membranarius ζωγράφος pictor ἰατρός medicus χρυσοχόος aurifex σκυτεύς lorarius τέκτων faber βαφεύς tinctor ποικιλτής plumarius ῥάπτης sartor κουρεύς tonsor μάγειρος cocus κρεοπώλης lanio στεφανοπλόκος coronarius ἰξευτής auceps ἰχνευτής vestigator ἁλιεύς piscator θηρευτής venator τραπεζίτης nummularius ἱπποιατρός mulomedicus ἀκονητής cotiarius / samiator σημειογράφος notarius
59Dositheus, Hermeneumata Leidensia, II, 37; 1 (auctor c.350)
ἰατρός medicus κλινικός clinicus ὀφθαλμικός ocularius βοτανικός herbarius μαῖα obstetrix ἄρρωστος aeger πυρετὸς καθημερινός febris cottidiana αὐχμοῦν squalidum σύντονον validum / non remissum τριταῖον tertiana τεταρταῖον quartana ἴκτερος aurugo πόνος dolor οἴδημα tumor ex aqua φλεγμονή tumor κεφαλαλγία capitis dolor ἕλκος ulcus τραῦμα vulnus ψυγμός perstrictio ἐσφιγμένος constipatus ἀκόνη cotis σπόγγος spungia φάρμακον medicamentum καλόν bonum ὑγεινόν salubre
60Dositheus, Hermeneumata Leidensia, III, 2; 62 (auctor c.350)
Ἀσθενής τις ἀπὸ ἀτέχνου ἰατροῦ ἀπελπισθεὶς ἐσώθη, καὶ συναντήσας αὐτῷ ὁ ἰατρὸς διὰ χρόνου ἐξήταζεν, εἰ αὐτὸς εἴη, ὃν ἀπηλπίκει˙ ὁ δὲ ἀπεκρίθη τοῦ Χάροντος χάριν αὐτὸν ἀναπεπέμφθαι ἐξ Ἅιδου, παρεκτὸς δὲ Χάροντα ἑστακέναι πάντας τοὺς ἰατροὺς ἐντὸς ὀλίγων ἡμερῶν παρ’ ἑαυτὸν ἄγειν, ἵνα αὐτοὺς βασανίσῃ, ἐπειδὴ τούτων ἀμελείᾳ πολλοὶ ἀπέθνησκον˙ „Ἀλλὰ σὺ μὴ φοβηθῆς ἐγὼ γὰρ εἶπον αὐτῷ σὲ ἰατρὸν μηδέποτε γεγονέναι˙ πρῶτα γὰρ σὲ ἀποσπάσαι σεσημειώκει.
61Hieronymus Stridonensis, De viris illustribus, 23, 0620B (auctor 340-420)
Λουκᾶς ἰατρὸς Ἀντιοχεὺς καθὼς τὰ συγγράμματα αὐτοῦ δηλοῖ, τοῦ ἑλληνικοῦ οὐκ ἄπειρος, σπουδαστὴς Παύλου Ἀποστόλου, καὶ πάσης αὐτοῦ τῆς ἀλλοδαπῆς ἀκόλουθος, συνέταξεν Εὐαγγέλιον, περὶ οὗ αὐτὸς Παῦλος· Ἀπεστείλαμεν, φησὶ, σὺν αὐτῷ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ κατὰ πάσας τὰς ἐκκλησίας.
62Hieronymus Stridonensis, De viris illustribus, 23, 0620B (auctor 340-420)
Καὶ πρὸς τοὺς Κολοσσαεῖς· Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός.
63Hieronymus Stridonensis, De viris illustribus, 23, 0694C (auctor 340-420)
Βασίλειος, Ἀγκυρανὸς ἐπίσκοπος (ἰατρὸς τὴν τέχνην) ἔγραψε κατὰ Μαμκέλλου, καὶ περὶ Παρθενίας λόγον καὶ οὐκ ὀλίγα ἄλλα, καὶ βασιλεύοντος Κωνσταντίου, Μακεδονιακῆς θρησκείας ἅμα Εὐσταθίῳ Σεβαστηνῷ ἦρξεν.
64Markos monachos, Florilegium et opuscula, Sermo B, 10; 4 (auctor fl.1260)
Ὁ γὰρ ἰατρός, κἂν ὀδύνας προσάγει τῷ κάμνοντι, κἂν θάλπῃ, κἂν ἄλλο τι ποιεῖ, κηδεμονικῶς πάντα καὶ κατ' ἐπιστήμην ποιεῖ.
65Markos monachos, Florilegium et opuscula, Sermo A, 12; 4 (auctor fl.1260)
Ὁ γὰρ ἰατρός, κἂν ὀδύνας προσάγει τῷ κάμνοντι, κἂν θάλπει, κἂν ἄλλο τι ποιεῖ, κηδεμονικῶς πάντα ποιεῖ.
66Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 3; 39 (auctor 1606-1681)
Α)́λλων ἰατρὸς, αὐτὸς ἔλκεσι βρύων.
67Origenes Hieronymus Stridonensis Incertus, Lexici aliud exemplar, 23, 1268A
Ῥαφαὴλ, πνεῦμα θεοῦ, ἢ ἰατρὸς θεοῦ.
68Plato, Alcibiades, p1, 108; 20 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν «τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη·» περὶ μὲν τούτων ἔχειν εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ οὗ
69Plato, Alcibiades, p1, 131; 4 (auctor c.425BC-347BC)
Σωκράτης οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθ' ὅσον ἰατρός, οὐδὲ τῶν παιδοτριβῶν, καθ' ὅσον παιδοτρίβης.
70Plato, Amatores, p1, 138; 21 (auctor c.425BC-347BC)
πότερον οὖν τῷ φιλοσόφῳ, ὅταν μὲν ἰατρὸς περὶ τῶν καμνόντων τι λέγῃ, αἰσχρὸν μήθ' ἕπεσθαι τοῖς λεγομένοις δύνασθαι μήτε συμβάλλεσθαι μηδὲν περὶ τῶν λεγομένων ἢ πραττομένων, καὶ ὁπόταν ἄλλος τις τῶν δημιουργῶν, ὡσαύτως· ὅταν δὲ δικαστὴς ἢ βασιλεὺς ἢ ἄλλος τις ὧν νυνδὴ διεληλύθαμεν, οὐκ αἰσχρὸν περὶ τούτων μήτε ἕπεσθαι δύνασθαι μήτε συμβάλλεσθαι περὶ αὐτῶν· πῶς δ' οὐκ αἰσχρόν, ὦ Σώκρατες, περί γε τοσούτων πραγμάτων μηδὲν ἔχειν συμβάλλεσθαι· πότερον οὖν καὶ περὶ ταῦτα λέγωμεν, ἔφην, πένταθλον αὐτὸν δεῖν εἶναι καὶ ὕπακρον, καὶ ταύτης μὲν τὰ δευτερεῖα ἔχοντα πάντων τὸν φιλόσοφον, καὶ ἀχρεῖον εἶναι ἕως ἂν τούτων τις ᾖ, ἢ πρῶτον μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ ἄλλῳ ἐπιτρεπτέον οὐδὲ τὰ δευτερεῖα ἐν τούτῳ ἑκτέον, ἀλλ' αὐτὸν κολαστέον δικάζοντα ὀρθῶς, εἰ μέλλει εὖ οἰκεῖσθαι αὐτοῦ ἡ οἰκία· συνεχώρει δή μοι.
71Plato, Charmides, p1, 164; 3 (auctor c.425BC-347BC)
οὐκ ὀλίγον πρότερον, ἔφην ἐγώ, ἐλέγετο ὑπὸ σοῦ ὅτι τοὺς δημιουργοὺς οὐδὲν κωλύει καὶ αὖ τὰ τῶν ἄλλων ποιοῦντας σωφρονεῖν· ἐλέγετο γάρ, ἔφη· ἀλλὰ τί τοῦτο· οὐδέν· ἀλλὰ λέγε εἰ δοκεῖ τίς σοι ἰατρός, ὑγιᾶ τινα ποιῶν, ὠφέλιμα καὶ ἑαυτῷ ποιεῖν καὶ ἐκείνῳ ὃν ἰῷτο· ἔμοιγε.
72Plato, Charmides, p1, 164; 7 (auctor c.425BC-347BC)
ἐνίοτε ἄρα, ἦν δ' ἐγώ, ὠφελίμως πράξας ἢ βλαβερῶς ὁ ἰατρὸς οὐ γιγνώσκει ἑαυτὸν ὡς ἔπραξεν· καίτοι ὠφελίμως πράξας, ὡς ὁ σὸς λόγος, σωφρόνως ἔπραξεν.
73Plato, Charmides, p1, 170; 17 (auctor c.425BC-347BC)
σκεψώμεθα δὲ ἐκ τῶνδε· εἰ μέλλει ὁ σώφρων ἢ ὁστισοῦν ἄλλος τὸν ὡς ἀληθῶς ἰατρὸν διαγνώσεσθαι καὶ τὸν μή, ἆρ' οὐχ ὧδε ποιήσει· περὶ μὲν ἰατρικῆς δήπου αὐτῷ οὐ διαλέξεται – οὐδὲν γὰρ ἐπαΐει, ὡς ἔφαμεν, ὁ ἰατρὸς ἀλλ' ἢ τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες – ἢ οὔ· ναί, οὕτως.
74Plato, Charmides, p1, 171; 11 (auctor c.425BC-347BC)
οὐδέ γε ἄλλος οὐδείς, ὡς ἔοικεν, πλὴν ἰατρός, οὔτε δὴ ὁ σώφρων· ἰατρὸς γὰρ ἂν εἴη πρὸς τῇ σωφροσύνῃ.
75Plato, Charmides, p1, 173; 7 (auctor c.425BC-347BC)
εἰ γὰρ ὅτι μάλιστα ἡμῶν ἄρχοι ἡ σωφροσύνη, οὖσα οἵαν νῦν ὁριζόμεθα, ἄλλο τι κατὰ τὰς ἐπιστήμας πάντ' ἂν πράττοιτο, καὶ οὔτε τις κυβερνήτης φάσκων εἶναι, ὢν δὲ οὔ, ἐξαπατῷ ἂν ἡμᾶς, οὔτε ἰατρὸς οὔτε στρατηγὸς οὔτ' ἄλλος οὐδείς, προσποιούμενός τι εἰδέναι ὃ μὴ οἶδεν, λανθάνοι ἄν· ἐκ δὴ τούτων οὕτως ἐχόντων ἄλλο ἂν ἡμῖν τι συμβαίνοι ἢ ὑγιέσιν τε τὰ σώματα εἶναι μᾶλλον ἢ νῦν, καὶ ἐν τῇ θαλάττῃ κινδυνεύοντας καὶ ἐν πολέμῳ σῴζεσθαι, καὶ τὰ σκεύη καὶ τὴν ἀμπεχόνην καὶ ὑπόδεσιν πᾶσαν καὶ τὰ χρήματα πάντα τεχνικῶς ἡμῖν εἰργασμένα εἶναι καὶ ἄλλα πολλὰ διὰ τὸ ἀληθινοῖς δημιουργοῖς χρῆσθαι· εἰ δὲ βούλοιό γε, καὶ τὴν μαντικὴν εἶναι συγχωρήσωμεν ἐπιστήμην τοῦ μέλλοντος ἔσεσθαι, καὶ τὴν σωφροσύνην, αὐτῆς ἐπιστατοῦσαν, τοὺς μὲν ἀλαζόνας ἀποτρέπειν, τοὺς δὲ ὡς ἀληθῶς μάντεις καθιστάναι ἡμῖν προφήτας τῶν μελλόντων.
76Plato, Convivium, p1, 189; 10 (auctor c.425BC-347BC)
ἔστι γὰρ θεῶν φιλανθρωπότατος, ἐπίκουρός τε ὢν τῶν ἀνθρώπων καὶ ἰατρὸς τούτων ὧν ἰαθέντων μεγίστη εὐδαιμονία ἂν τῷ ἀνθρωπείῳ γένει εἴη.
77Plato, Cratylos, p1, 405; 6 (auctor c.425BC-347BC)
Σωκράτης κατὰ μὲν τοίνυν τὰς ἀπολύσεις τε καὶ ἀπολούσεις, ὡς ἰατρὸς ὢν τῶν τοιούτων, «Ἀπολούων» ἂν ὀρθῶς καλοῖτο· κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθές τε καὶ τὸ ἁπλοῦν – ταὐτὸν γάρ ἐστιν – ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατ' ἂν καλοῖτο· «Ἄπλουν» γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν.
78Plato, Crito, p1, 47; 3 (auctor c.425BC-347BC)
Σωκράτης χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων· Κρίτων πῶς δ' οὔ· Σωκράτης φέρε δή, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο· γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν· Κρίτων ἑνὸς μόνου.
79Plato, Gorgias, p1, 452; 1 (auctor c.425BC-347BC)
Σωκράτης ὅτι εἴ σοι αὐτίκα παρασταῖεν οἱ δημιουργοὶ τούτων ὧν ἐπῄνεσεν ὁ τὸ σκολιὸν ποιήσας, ἰατρός τε καὶ παιδοτρίβης καὶ χρηματιστής, καὶ εἴποι πρῶτον μὲν ὁ ἰατρὸς ὅτι «ὦ Σώκρατες, ἐξαπατᾷ σε Γοργίας· οὐ γάρ ἐστιν ἡ τούτου τέχνη περὶ τὸ μέγιστον ἀγαθὸν τοῖς ἀνθρώποις, ἀλλ' ἡ ἐμή» – εἰ οὖν αὐτὸν ἐγὼ ἐροίμην· σὺ δὲ τίς ὢν ταῦτα λέγεις· εἴποι ἂν ἴσως ὅτι ἰατρός.
80Plato, Gorgias, p1, 459; 7 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἰατρός γε ὤν· ἦ γάρ· Γοργίας ναί.
81Plato, Gorgias, p1, 459; 8 (auctor c.425BC-347BC)
Σωκράτης ὁ δὲ μὴ ἰατρός γε δήπου ἀνεπιστήμων ὧν ὁ ἰατρὸς ἐπιστήμων.
82Plato, Gorgias, p1, 464; 3 (auctor c.425BC-347BC)
Σωκράτης τί δέ· δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ' οὔ· οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὅτι οὐκ εὖ ἔχουσιν, ἀλλ' ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις.
83Plato, Gorgias, p1, 464; 11 (auctor c.425BC-347BC)
ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκεν, καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστ' εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρόν, ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιός, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν.
84Plato, Gorgias, p1, 490; 5 (auctor c.425BC-347BC)
τί ποτε αὖ νῦν λέγεις· ἐὰν ἐν τῷ αὐτῷ ὦμεν, ὥσπερ νῦν, πολλοὶ ἁθρόοι, καὶ ἡμῖν ᾖ ἐν κοινῷ πολλὰ σιτία καὶ ποτά, ὦμεν δὲ παντοδαποί, οἱ μὲν ἰσχυροί, οἱ δ' ἀσθενεῖς, εἷς δὲ ἡμῶν ᾖ φρονιμώτερος περὶ ταῦτα, ἰατρὸς ὤν, ᾖ δέ, οἷον εἰκός, τῶν μὲν ἰσχυρότερος, τῶν δὲ ἀσθενέστερος, ἄλλο τι ἢ οὗτος, φρονιμώτερος ἡμῶν ὤν, βελτίων καὶ κρείττων ἔσται εἰς ταῦτα· Καλλίκλης πάνυ γε.
85Plato, Gorgias, p1, 521; 12 (auctor c.425BC-347BC)
ὁ αὐτὸς δέ μοι ἥκει λόγος ὅνπερ πρὸς Πῶλον ἔλεγον· κρινοῦμαι γὰρ ὡς ἐν παιδίοις ἰατρὸς ἂν κρίνοιτο κατηγοροῦντος ὀψοποιοῦ.
86Plato, Ion, p1, 531; 16 (auctor c.425BC-347BC)
Σωκράτης τίς οὗτος· τί ὄνομα αὐτῷ· Ἴων ἰατρός.
87Plato, Ion, p1, 537; 9 (auctor c.425BC-347BC)
ταῦτα δή, ὦ Ἴων, τὰ ἔπη εἴτε ὀρθῶς λέγει Ὅμηρος εἴτε μή, πότερος ἂν γνοίη ἄμεινον, ἰατρὸς ἢ ἡνίοχος· Ἴων Ἡνίοχος δήπου.
88Plato, Ion, p1, 540; 7 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλ' ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός· Ἴων οὐδὲ τοῦτο.
89Plato, Laches, p1, 192; 18 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλ' οἷον εἴ τις ἰατρὸς ὤν, περιπλευμονίᾳ τοῦ ὑέος ἐχομένου ἢ ἄλλου τινὸς καὶ δεομένου πιεῖν ἢ φαγεῖν
90Plato, Laches, p1, 196; 9 (auctor c.425BC-347BC)
Σωκράτης τοῦτο δὲ οὐ παντὸς δὴ εἶναι ἀνδρὸς γνῶναι, ὁπότε γε μήτε ἰατρὸς μήτε μάντις αὐτὸ γνώσεται μηδὲ ἀνδρεῖος ἔσται, ἐὰν μὴ αὐτὴν ταύτην τὴν ἐπιστήμην προσλάβῃ· οὐχ οὕτως ἔλεγες· Νικίας οὕτω μὲν οὖν.
91Plato, Leges, 1c, 720; 1 (auctor c.425BC-347BC)
ἄλλον τρέπηται νόμον, παραμυθίας δὲ καὶ πειθοῦς τοῖς νομοθετουμένοις μηδὲ ἓν προσδιδῷ· καθάπερ ἰατρὸς δέ τις, ὁ μὲν οὕτως, ὁ δ' ἐκείνως ἡμᾶς εἴωθεν ἑκάστοτε θεραπεύειν – ἀναμιμνῃσκώμεθα δὲ τὸν τρόπον ἑκάτερον, ἵνα τοῦ νομοθέτου δεώμεθα, καθάπερ ἰατροῦ δέοιντο ἂν παῖδες τὸν πρᾳότατον αὐτὸν θεραπεύειν τρόπον ἑαυτούς.
92Plato, Leges, 1c, 720; 5 (auctor c.425BC-347BC)
θείης ἂν ταῦτα δύο γένη τῶν καλουμένων ἰατρῶν· Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος ἆρ' οὖν καὶ συννοεῖς ὅτι, δούλων καὶ ἐλευθέρων ὄντων τῶν καμνόντων ἐν ταῖς πόλεσι, τοὺς μὲν δούλους σχεδόν τι οἱ δοῦλοι τὰ πολλὰ ἰατρεύουσιν περιτρέχοντες καὶ ἐν τοῖς ἰατρείοις περιμένοντες, καὶ οὔτε τινὰ λόγον ἑκάστου πέρι νοσήματος ἑκάστου τῶν οἰκετῶν οὐδεὶς τῶν τοιούτων ἰατρῶν δίδωσιν οὐδ' ἀποδέχεται, προστάξας δ' αὐτῷ τὰ δόξαντα ἐξ ἐμπειρίας, ὡς ἀκριβῶς εἰδώς, καθάπερ τύραννος αὐθαδῶς, οἴχεται ἀποπηδήσας πρὸς ἄλλον κάμνοντα οἰκέτην, καὶ ῥᾳστώνην οὕτω τῷ δεσπότῃ παρασκευάζει τῶν καμνόντων τῆς ἐπιμελείας· ὁ δὲ ἐλεύθερος ὡς ἐπὶ τὸ πλεῖστον τὰ τῶν ἐλευθέρων νοσήματα θεραπεύει τε καὶ ἐπισκοπεῖ, καὶ ταῦτα ἐξετάζων ἀπ' ἀρχῆς καὶ κατὰ φύσιν, τῷ κάμνοντι κοινούμενος αὐτῷ τε καὶ τοῖς φίλοις, ἅμα μὲν αὐτὸς μανθάνει τι παρὰ τῶν νοσούντων, ἅμα δὲ καὶ καθ' ὅσον οἷός τέ ἐστιν, διδάσκει τὸν ἀσθενοῦντα αὐτόν, καὶ οὐ πρότερον ἐπέταξεν πρὶν ἄν πῃ συμπείσῃ, τότε δὲ μετὰ πειθοῦς ἡμερούμενον ἀεὶ παρασκευάζων τὸν κάμνοντα, εἰς τὴν ὑγίειαν ἄγων, ἀποτελεῖν πειρᾶται· πότερον οὕτως ἢ ἐκείνως ἰατρός τε ἰώμενος ἀμείνων καὶ γυμναστὴς γυμνάζων· διχῇ τὴν μίαν ἀποτελῶν δύναμιν, ἢ μοναχῇ καὶ κατὰ τὸ χεῖρον τοῖν δυοῖν καὶ ἀγριώτερον ἀπεργαζόμενος· Κλεινίας πολύ που διαφέρον, ὦ ξένε, τὸ διπλῇ.
93Plato, Leges, 1h, 857; 6 (auctor c.425BC-347BC)
εὖ γὰρ ἐπίστασθαι δεῖ τὸ τοιόνδε, ὡς εἰ καταλάβοι ποτέ τις ἰατρὸς τῶν ταῖς ἐμπειρίαις ἄνευ λόγου τὴν ἰατρικὴν μεταχειριζομένων ἐλεύθερον ἐλευθέρῳ νοσοῦντι διαλεγόμενον ἰατρόν, καὶ τοῦ φιλοσοφεῖν ἐγγὺς χρώμενον μὲν τοῖς λόγοις, ἐξ ἀρχῆς τε ἁπτόμενον τοῦ νοσήματος, περὶ φύσεως πάσης ἐπανιόντα τῆς τῶν σωμάτων, ταχὺ καὶ σφόδρα γελάσειεν ἂν καὶ οὐκ ἂν ἄλλους εἴποι λόγους ἢ τοὺς περὶ τὰ τοιαῦτ' ἀεὶ προχείρους ὄντας τοῖς πλείστοις λεγομένοις ἰατροῖς· φαίη γὰρ ἂν «ὦ μῶρε, οὐκ ἰατρεύεις τὸν νοσοῦντα ἀλλὰ σχεδὸν παιδεύεις, ὡς ἰατρὸν ἀλλ' οὐχ ὑγιῆ δεόμενον γίγνεσθαι» .
94Plato, Leges, 1i, 903; 8 (auctor c.425BC-347BC)
πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται, πρὸς τὸ κοινῇ συντεῖνον βέλτιστον μέρος μὴν ἕνεκα ὅλου καὶ οὐχ ὅλον μέρους ἕνεκα ἀπεργάζεται· σὺ δὲ ἀγανακτεῖς, ἀγνοῶν ὅπῃ τὸ περὶ σὲ ἄριστον τῷ παντὶ συμβαίνει καὶ σοὶ κατὰ δύναμιν τὴν τῆς κοινῆς γενέσεως.
95Plato, Leges, 1j, 933; 4 (auctor c.425BC-347BC)
λεγέσθω δὴ λόγος ὅδε νόμος περὶ φαρμακείας· ὃς ἂν φαρμακεύῃ τινὰ ἐπὶ βλάβῃ μὴ θανασίμῳ μήτε αὐτοῦ μήτε ἀνθρώπων ἐκείνου, βοσκημάτων δὲ ἢ σμηνῶν εἴτ' ἄλλῃ βλάβῃ εἴτ' οὖν θανασίμῳ, ἐὰν μὲν ἰατρὸς ὢν τυγχάνῃ καὶ ὄφλῃ δίκην φαρμάκων, θανάτῳ ζημιούσθω, ἐὰν δὲ ἰδιώτης, ὅτι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τιμάτω περὶ αὐτοῦ τὸ δικαστήριον.
96Plato, Leges, 1k, 962; 2 (auctor c.425BC-347BC)
ἆρ' οὐχ ἡ μὲν νίκην καὶ κράτος πολεμίων, ἡ δὲ ἰατρῶν τε καὶ ὑπηρετῶν ὑγιείας σώματι παρασκευήν· Κλεινίας πῶς γὰρ οὔ· Ἀθηναῖος ἰατρὸς δὴ τὸ περὶ σῶμα ἀγνοῶν, ὃ προσείπομεν ὑγίειαν νῦν, ἢ νίκην στρατηγὸς ἢ τῶν ἄλλων ὅσα δὴ διήλθομεν, ἔσθ' ὅπως ἂν νοῦν περί τι τούτων ἂν ἔχων φαίνοιτο· Κλεινίας καὶ πῶς· Ἀθηναῖος τί δὲ δὴ περὶ πόλιν· εἴ τις τὸν σκοπὸν οἷ βλέπειν δεῖ τὸν πολιτικὸν φαίνοιτο ἀγνοῶν, ἆρα ἄρχων μὲν πρῶτον δικαίως ἂν προσαγορεύοιτο, εἶτα σῴζειν ἂν δυνατὸς εἴη τοῦτο οὗ τὸν σκοπὸν τὸ παράπαν μηδ' εἰδείη· Κλεινίας καὶ πῶς· Ἀθηναῖος δεῖ δὴ καὶ τὰ νῦν, ὡς ἔοικεν, εἴπερ μέλλει τέλος ὁ κατοικισμὸς τῆς χώρας ἡμῖν ἕξειν, εἶναί τι τὸ γιγνῶσκον ἐν αὐτῷ πρῶτον μὲν τοῦτο ὃ λέγομεν, τὸν σκοπόν, ὅστις ποτὲ ὁ πολιτικὸς ὢν ἡμῖν τυγχάνει, ἔπειτα ὅντινα τρόπον δεῖ μετασχεῖν τούτου καὶ τίς αὐτῷ καλῶς ἢ μὴ συμβουλεύει, τῶν νόμων αὐτῶν πρῶτον, ἔπειτα ἀνθρώπων· εἰ δ' ἔσται τοῦ τοιούτου κενή τις πόλις, οὐδὲν θαυμαστὸν ἄνους οὖσα καὶ ἀναίσθητος εἰ πράξει τὸ προστυχὸν ἑκάστοτε ἐν ἑκάσταις τῶν πράξεων.
97Plato, Phaedrus, p1, 268; 6 (auctor c.425BC-347BC)
Σωκράτης εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι «ἐγὼ ἐπίσταμαι τοιαῦτ' ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν τ' ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δ' αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ,» τί ἂν οἴει ἀκούσαντας εἰπεῖν· Φαῖδρος τί δ' ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου· Σωκράτης εἰ οὖν εἴποι ὅτι «οὐδαμῶς· ἀλλ' ἀξιῶ τὸν ταῦτα παρ' ἐμοῦ μαθόντα αὐτὸν οἷόν τ' εἶναι [ποιεῖν] ἃ ἐρωτᾷς·» Φαῖδρος εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.
98Plato, Politicus, p1, 268; 2 (auctor c.425BC-347BC)
καὶ τοῦτο μὲν ἐπισκεψόμεθα, τόδε δὲ ἴσμεν, ὅτι βουκόλῳ γε οὐδεὶς ἀμφισβητήσει περὶ τούτων οὐδενός, ἀλλ' αὐτὸς τῆς ἀγέλης τροφὸς ὁ βουφορβός, αὐτὸς ἰατρός, αὐτὸς οἷον νυμφευτὴς καὶ περὶ τοὺς τῶν γιγνομένων τόκους καὶ λοχείας μόνος ἐπιστήμων τῆς μαιευτικῆς.
99Plato, Protagoras, p1, 311; 5 (auctor c.425BC-347BC)
«ὡς τίς γενησόμενος·» ὡς ἰατρός, ἔφη.
100Plato, Protagoras, p1, 313; 5 (auctor c.425BC-347BC)
καὶ γὰρ οὗτοί που ὧν ἄγουσιν ἀγωγίμων οὔτε αὐτοὶ ἴσασιν ὅτι χρηστὸν ἢ πονηρὸν περὶ τὸ σῶμα, ἐπαινοῦσιν δὲ πάντα πωλοῦντες, οὔτε οἱ ὠνούμενοι παρ' αὐτῶν, ἐὰν μή τις τύχῃ γυμναστικὸς ἢ ἰατρὸς ὤν.
101Plato, Protagoras, p1, 340; 18 (auctor c.425BC-347BC)
καὶ ἐγὼ εἶπον· κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὦ Πρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός· ἰώμενος μεῖζον τὸ νόσημα ποιῶ.
102Plato, Protagoras, p1, 345; 3 (auctor c.425BC-347BC)
κακὸς δὲ κακῶς · τίς οὖν ἂν κακὸς ἰατρὸς γένοιτο· δῆλον ὅτι ᾧ πρῶτον μὲν ὑπάρχει ἰατρῷ εἶναι, ἔπειτα ἀγαθῷ ἰατρῷ – οὗτος γὰρ ἂν καὶ κακὸς γένοιτο – ἡμεῖς δὲ οἱ ἰατρικῆς ἰδιῶται οὐκ ἄν ποτε γενοίμεθα κακῶς πράξαντες οὔτε ἰατροὶ οὔτε τέκτονες οὔτε ἄλλο οὐδὲν τῶν τοιούτων· ὅστις δὲ μὴ ἰατρὸς ἂν γένοιτο κακῶς πράξας, δῆλον ὅτι οὐδὲ κακὸς ἰατρός.
103Plato, Protagoras, p1, 357; 9 (auctor c.425BC-347BC)
ὥστε τοῦτ' ἐστὶν τὸ ἡδονῆς ἥττω εἶναι, ἀμαθία ἡ μεγίστη, ἧς Πρωταγόρας ὅδε φησὶν ἰατρὸς εἶναι καὶ Πρόδικος καὶ Ἱππίας· ὑμεῖς δὲ διὰ τὸ οἴεσθαι ἄλλο τι ἢ ἀμαθίαν εἶναι οὔτε αὐτοὶ οὔτε τοὺς ὑμετέρους παῖδας παρὰ τοὺς τούτων διδασκάλους τούσδε τοὺς σοφιστὰς πέμπετε, ὡς οὐ διδακτοῦ ὄντος, ἀλλὰ κηδόμενοι τοῦ ἀργυρίου καὶ οὐ διδόντες τούτοις κακῶς πράττετε καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
104Plato, Respublica, 1, 332; 15 (auctor c.425BC-347BC)
τίς οὖν δυνατώτατος κάμνοντας φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς κακῶς πρὸς νόσον καὶ ὑγίειαν· ἰατρός.
105Plato, Respublica, 1, 332; 18 (auctor c.425BC-347BC)
εἶεν· μὴ κάμνουσί γε μήν, ὦ φίλε Πολέμαρχε, ἰατρὸς ἄχρηστος.
106Plato, Respublica, 1, 340; 12 (auctor c.425BC-347BC)
συκοφάντης γὰρ εἶ, ἔφη, ὦ Σώκρατες, ἐν τοῖς λόγοις· ἐπεὶ αὐτίκα ἰατρὸν καλεῖς σὺ τὸν ἐξαμαρτάνοντα περὶ τοὺς κάμνοντας κατ' αὐτὸ τοῦτο ὃ ἐξαμαρτάνει· ἢ λογιστικόν, ὃς ἂν ἐν λογισμῷ ἁμαρτάνῃ, τότε ὅταν ἁμαρτάνῃ, κατὰ ταύτην τὴν ἁμαρτίαν· ἀλλ' οἶμαι λέγομεν τῷ ῥήματι οὕτως, ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν καὶ ὁ λογιστὴς ἐξήμαρτεν καὶ ὁ γραμματιστής· τὸ δ' οἶμαι ἕκαστος τούτων, καθ' ὅσον τοῦτ' ἔστιν ὃ προσαγορεύομεν αὐτόν, οὐδέποτε ἁμαρτάνει· ὥστε κατὰ τὸν ἀκριβῆ λόγον, ἐπειδὴ καὶ σὺ ἀκριβολογῇ, οὐδεὶς τῶν δημιουργῶν ἁμαρτάνει.
107Plato, Respublica, 1, 340; 13 (auctor c.425BC-347BC)
ἐπιλειπούσης γὰρ ἐπιστήμης ὁ ἁμαρτάνων ἁμαρτάνει, ἐν ᾧ οὐκ ἔστι δημιουργός· ὥστε δημιουργὸς ἢ σοφὸς ἢ ἄρχων οὐδεὶς ἁμαρτάνει τότε ὅταν ἄρχων ᾖ, ἀλλὰ πᾶς γ' ἂν εἴποι ὅτι ὁ ἰατρὸς ἥμαρτεν καὶ ὁ ἄρχων ἥμαρτεν.
108Plato, Respublica, 1, 341; 12 (auctor c.425BC-347BC)
ἀλλ' εἰπέ μοι· ὁ τῷ ἀκριβεῖ λόγῳ ἰατρός, ὃν ἄρτι ἔλεγες, πότερον χρηματιστής ἐστιν ἢ τῶν καμνόντων θεραπευτής· καὶ λέγε τὸν τῷ ὄντι ἰατρὸν ὄντα.
109Plato, Respublica, 1, 342; 9 (auctor c.425BC-347BC)
συνωμολόγησε μὲν καὶ ταῦτα τελευτῶν, ἐπεχείρει δὲ περὶ αὐτὰ μάχεσθαι· ἐπειδὴ δὲ ὡμολόγησεν, ἄλλο τι οὖν, ἦν δ' ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθ' ὅσον ἰατρός, τὸ τῷ ἰατρῷ συμφέρον σκοπεῖ οὐδ' ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι· ὡμολόγηται γὰρ ὁ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων ἀλλ' οὐ χρηματιστής.
110Plato, Respublica, 1a, 360; 11 (auctor c.425BC-347BC)
πρῶτον μὲν οὖν ὁ ἄδικος ὥσπερ οἱ δεινοὶ δημιουργοὶ ποιείτω – οἷον κυβερνήτης ἄκρος ἢ ἰατρὸς τά τε ἀδύνατα ἐν τῇ τέχνῃ καὶ τὰ δυνατὰ διαισθάνεται,
111Plato, Theaetetus, p1, 167; 2 (auctor c.425BC-347BC)
οὕτω δὲ καὶ ἐν τῇ παιδείᾳ ἀπὸ ἑτέρας ἕξεως ἐπὶ τὴν ἀμείνω μεταβλητέον· ἀλλ' ὁ μὲν ἰατρὸς φαρμάκοις μεταβάλλει, ὁ δὲ σοφιστὴς λόγοις.
112Plato, Theaetetus, p1, 178; 8 (auctor c.425BC-347BC)
Σωκράτης ἦ καὶ τῶν μελλόντων ἔσεσθαι, φήσομεν, ὦ Πρωταγόρα, ἔχει τὸ κριτήριον ἐν αὑτῷ, καὶ οἷα ἂν οἰηθῇ ἔσεσθαι, ταῦτα καὶ γίγνεται ἐκείνῳ τῷ οἰηθέντι· οἷον θερμή· ἆρ' ὅταν τις οἰηθῇ ἰδιώτης αὑτὸν πυρετὸν λήψεσθαι καὶ ἔσεσθαι ταύτην τὴν θερμότητα, καὶ ἕτερος, ἰατρὸς δέ, ἀντοιηθῇ, κατὰ τὴν ποτέρου δόξαν φῶμεν τὸ μέλλον ἀποβήσεσθαι, ἢ κατὰ τὴν ἀμφοτέρων, καὶ τῷ μὲν ἰατρῷ οὐ θερμὸς οὐδὲ πυρέττων γενήσεται, ἑαυτῷ δὲ ἀμφότερα· Θεόδωρος γελοῖον μεντἂν εἴη.
113Plotinus, Enneades, 3, 1, 1; 8 (auctor c.205-270)
Καὶ τὰ μὲν ἐπὶ τὰς τέχνας ἀνάγειν· τοῦ ὑγιάσαι ἡ ἰατρικὴ καὶ ὁ ἰατρός.
114Plotinus, Enneades, 3, 3, 5; 11 (auctor c.205-270)
Τοῦτο γὰρ καὶ ὁ ἰατρὸς παρὰ τῆς τέχνης ἐδίδου εἴς τε τὸ ὑγιαῖνον εἴς τε τὸ κάμνον.
115Plotinus, Enneades, 4, 4, 11; 1 (auctor c.205-270)
Ἔστι γὰρ ὥσπερ ἐφ᾽ ἑνὸς ζώιου ἡ διοίκησις, ἡ μέν τις ἀπὸ τῶν ἔξωθεν καὶ μερῶν, ἡ δέ τις ἀπὸ τῶν ἔνδον καὶ τῆς ἀρχῆς, καθάπερ ἰατρὸς μὲν ἔξωθεν ἀρχόμενος καὶ κατὰ μέρος ἄπορος πολλαχῇ καὶ βουλεύεται, ἡ δὲ φύσις ἀπὸ τῆς ἀρχῆς ἀπροσδεὴς βουλεύσεως.
116Plotinus, Enneades, 6, 8, 5; 4 (auctor c.205-270)
Καὶ γὰρ εἴ τις αἵρεσιν αὐτῇ δοίη τῇ ἀρετῇ, πότερα βούλεται, ἵν᾽ ἔχοι ἐνεργεῖν, εἶναι πολέμους, ἵνα ἀνδρίζοιτο, καὶ εἶναι ἀδικίαν, ἵνα τὰ δίκαια ὁρίζῃ καὶ κατακοσμῇ, καὶ πενίαν, ἵνα τὸ ἐλευθέριον ἐνδεικνύοιτο, ἢ πάντων εὖ ἐχόντων ἡσυχίαν ἄγειν, ἕλοιτο ἂν τὴν ἡσυχίαν τῶν πράξεων οὐδενὸς θεραπείας δεομένου τῆς παρ᾽ αὐτῆς, ὥσπερ ἂν εἴ τις ἰατρός, οἷον Ἱπποκράτης, μηδένα δεῖσθαι τῆς παρ᾽ αὐτοῦ τέχνης.