'κέρδος' - search in All Authors, Showing 1 to 86 of 86 hits

1Agapetus I, Epistolae, 66, 0053B
μακαριώτατοι, μὴ χρήσασθαι τῇ συνήθει παῤῥηίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ, ἀλλ' ὥσπερ τὸ πρότερον ἐπὶ Ἀνθίμῳ διανέστητε, καὶ τὸν διὰ δορᾶς προβάτου περικαλύψαι τὸν λύκον ἐπιχειρήσαντα, καὶ ὑπερβῆναι τὴν θύραν τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ κανόνων, καὶ λῃστρικῶς ἐπιβάντα τῆς τῶν προβάτων μάνδρας ἀπογυμνώσαντες τῆς δορᾶς ἐφ' ἑαυτὸν ἐπεδείξατε, πόῤῥω που τῆς μάνδρας ἀπελάσαντες· οὕτω καὶ νῦν ἐπαγρυπνήσατε, καὶ διδάξατε τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ὅτι οὐδὲν κέρδος αὐτῷ, καθά φησιν ὁ θεῖος Γρηγόριος, τῆς λοιπῆς αὐτοῦ περὶ τὰς ἐκκλησίας σπουδῆς, εἰ τὸ τοιοῦτον κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως, διὰ τῆς παῤῥησίας αὐτῶν κατισχύσοι, καὶ συγχωρηθεῖεν ἔτι οὗτοι πρὸς διαφθορὰν τῆς ἐκκλησίας ἐμφωλεύειν τοῖς δεσποτικοῖς καὶ ἰδιωτικοῖς οἴκοις, καὶ τὰ ἄθεσμα ἐν τούτοις πράττειν.
2Agatho papa, Epistolae, 87, 1219C
Καὶ μόνη ἐστὶν ἡμετέρα ὑπόστασις ἡ πίστις ἡμῶν, μεθ' ἧς τὸ ζῇν ἄκρα ἐστὶ δόξα, δι' ἣν τὸ ἀποθανεῖν κέρδος αἰώνιόν ἐστιν.
3Aristoteles, Ethica Eudemia, 2; 74 (auctor 384BC-322BC)
κέρδος ζημία δίκαιον.
4Aristoteles, Ethica Eudemia, 7; 301 (auctor 384BC-322BC)
δεῖ δὲ ἰσασθῆναι τὸ κέρδος πρὸς τὴν τιμήν.
5Aristoteles, Ethica Nicomachea, 5, 7; 14 (auctor 384BC-322BC)
λέγεται γὰρ ὡς ἁπλῶς εἰπεῖν ἐπὶ τοῖς τοιούτοις, κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη, τὸ κέρδος, οἷον τῷ πατάξαντι, καὶ ἡ ζημία τῷ παθόντι· ἀλλ' ὅταν γε μετρηθῇ τὸ πάθος, καλεῖται τὸ μὲν ζημία τὸ δὲ κέρδος.
6Aristoteles, Ethica Nicomachea, 5, 7; 15 (auctor 384BC-322BC)
ὥστε τοῦ μὲν πλείονος καὶ ἐλάττονος τὸ ἴσον μέσον, τὸ δὲ κέρδος καὶ ἡ ζημία τὸ μὲν πλέον τὸ δ' ἔλαττον ἐναντίως, τὸ μὲν τοῦ ἀγαθοῦ πλέον τοῦ κακοῦ δ' ἔλαττον κέρδος, τὸ δ' ἐναντίον ζημία· ὧν ἦν μέσον τὸ ἴσον, ὃ λέγομεν εἶναι δίκαιον· ὥστε τὸ ἐπανορθωτικὸν δίκαιον ἂν εἴη τὸ μέσον ζημίας καὶ κέρδους.
7Aristoteles, Ethica Nicomachea, 5, 7; 27 (auctor 384BC-322BC)
] ἐλήλυθε δὲ τὰ ὀνόματα ταῦτα, ἥ τε ζημία καὶ τὸ κέρδος, ἐκ τῆς ἑκουσίου ἀλλαγῆς· τὸ μὲν γὰρ πλέον ἔχειν ἢ τὰ αὑτοῦ κερδαίνειν λέγεται, τὸ δ' ἔλαττον τῶν ἐξ ἀρχῆς ζημιοῦσθαι, οἷον ἐν τῷ ὠνεῖσθαι καὶ πωλεῖν καὶ ἐν ὅσοις ἄλλοις ἄδειαν δέδωκεν ὁ νόμος· ὅταν δὲ μήτε πλέον μήτ' ἔλαττον ἀλλ' αὐτὰ τὰ δι' αὐτῶν γένηται, τὰ αὑτῶν φασὶν ἔχειν καὶ οὔτε ζημιοῦσθαι οὔτε κερδαίνειν.
8Aristoteles, Ethica Nicomachea, 7, 6; 8 (auctor 384BC-322BC)
διὸ μᾶλλον ἀκόλαστον ἂν εἴποιμεν ὅστις μὴ ἐπιθυμῶν ἢ ἠρέμα διώκει τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας, ἢ τοῦτον ὅστις διὰ τὸ ἐπιθυμεῖν σφόδρα· τί γὰρ ἂν ἐκεῖνος ποιήσειεν, εἰ προσγένοιτο ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων ἐνδείας λύπη ἰσχυρά· ἐπεὶ δὲ τῶν ἐπιθυμιῶν καὶ τῶν ἡδονῶν αἳ μέν εἰσι τῶν τῷ γένει καλῶν καὶ σπουδαίων (τῶν γὰρ ἡδέων ἔνια φύσει αἱρετά) , τὰ δ' ἐναντία τούτων, τὰ δὲ μεταξύ, καθάπερ διείλομεν πρότερον, οἷον χρήματα καὶ κέρδος καὶ νίκη καὶ τιμή· πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα καὶ τὰ μεταξὺ οὐ τῷ πάσχειν καὶ ἐπιθυμεῖν καὶ φιλεῖν ψέγονται, ἀλλὰ τῷ πῶς καὶ ὑπερβάλλειν (διὸ ὅσοι μὲν παρὰ τὸν λόγον ἢ κρατοῦνται ἢ διώκουσι τῶν φύσει τι καλῶν καὶ ἀγαθῶν, οἷον οἱ περὶ τιμὴν μᾶλλον ἢ δεῖ σπουδάζοντες ἢ περὶ τέκνα καὶ γονεῖς· καὶ γὰρ ταῦτα τῶν ἀγαθῶν, καὶ ἐπαινοῦνται οἱ περὶ ταῦτα σπουδάζοντες· ἀλλ' ὅμως ἔστι τις ὑπερβολὴ καὶ ἐν τούτοις, εἴ τις ὥσπερ ἡ Νιόβη μάχοιτο καὶ πρὸς τοὺς θεούς, ἢ ὥσπερ Σάτυρος ὁ φιλοπάτωρ ἐπικαλούμενος περὶ τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν) · μοχθηρία μὲν οὖν οὐδεμία περὶ ταῦτ' ἐστὶ διὰ τὸ εἰρημένον, ὅτι φύσει τῶν αἱρετῶν ἕκαστόν ἐστι δι' αὑτό, φαῦλαι δὲ καὶ φευκταὶ αὐτῶν εἰσὶν αἱ ὑπερβολαί.
9Aristoteles, Ethica Nicomachea, 8, 16; 4 (auctor 384BC-322BC)
ὁ δ' ἐνδεὴς καὶ ὁ χείρων ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσιν· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν· ἔοικε δ' οὖν ἑκάτερος ὀρθῶς ἀξιοῦν, καὶ δεῖν ἑκατέρῳ πλέον νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερέχοντι τιμῆς τῷ δ' ἐνδεεῖ κέρδους· τῆς μὲν γὰρ ἀρετῆς καὶ τῆς εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δ' ἐνδείας ἐπικουρία τὸ κέρδος.
10Aristoteles, Ethica Nicomachea, 9, 13; 7 (auctor 384BC-322BC)
εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς ἂν εἶχεν· εἰ δ' ὃ μὲν τέρψιν ὃ δὲ κέρδος, καὶ ὃ μὲν ἔχει ὃ δὲ μή, οὐκ ἂν εἴη τὰ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου γε χάριν ταῦτα δώσει.
11Aristoteles, Politica, 1, 1257B; 129 (auctor 384BC-322BC)
πορισθέντος οὖν ἤδη νομίσματος ἐκ τῆς ἀναγκαίας ἀλλαγῆς θάτερον εἶδος τῆς χρηματιστικῆς ἐγένετο, τὸ καπηλικόν, τὸ μὲν πρῶτον ἁπλῶς ἴσως γινόμενον, εἶτα δι' ἐμπειρίας ἤδη τεχνικώτερον, πόθεν καὶ πῶς μεταβαλλόμενον πλεῖστον ποιήσει κέρδος.
12Aristoteles, Politica, 3; 302 (auctor 384BC-322BC)
οἱ μὲν γὰρ οὐδὲν διὰ φιλίαν παρὰ τὸν λόγον ποιοῦσιν, ἀλλ' ἄρνυνται τὸν μισθὸν τοὺς κάμνοντας ὑγιάσαντες· οἱ δ' ἐν ταῖς πολιτικαῖς ἀρχαῖς πολλὰ πρὸς ἐπήρειαν καὶ χάριν εἰώθασι πράττειν, ἐπεὶ καὶ τοὺς ἰατροὺς ὅταν ὑποπτεύωσι πιστευθέντας τοῖς ἐχθροῖς διαφθείρειν διὰ κέρδος, τότε τὴν ἐκ τῶν γραμμάτων θεραπείαν ζητήσαιεν ἂν μᾶλλον.
13Aristoteles, Politica, 5; 26 (auctor 384BC-322BC)
πῶς μὲν οὖν ἔχοντες στασιάζουσιν, εἴρηται· περὶ ὧν δὲ στασιάζουσιν ἐστὶ κέρδος καὶ τιμὴ καὶ τἀναντία τούτοις.
14Aristoteles, Politica, 5, 1302B; 29 (auctor 384BC-322BC)
ὧν δύο μέν ἐστι ταὐτὰ τοῖς εἰρημένοις, ἀλλ' οὐχ ὡσαύτως· διὰ κέρδος γὰρ καὶ διὰ τιμὴν καὶ παροξύνονται πρὸς ἀλλήλους οὐχ ἵνα κτήσωνται σφίσιν αὐτοῖς, ὥσπερ εἴρηται πρότερον, ἀλλ' ἑτέρους ὁρῶντες τοὺς μὲν δικαίως τοὺς δ' ἀδίκως πλεονεκτοῦντας τούτων· ἔτι διὰ ὕβριν, διὰ φόβον, διὰ ὑπεροχήν, διὰ καταφρόνησιν, διὰ αὔξησιν τὴν παρὰ τὸ ἀνάλογον· ἔτι δὲ ἄλλον τρόπον δι' ἐριθείαν, δι' ὀλιγωρίαν, διὰ μικρότητα, διὰ ἀνομοιότητα.
15Aristoteles, Politica, 5; 30 (auctor 384BC-322BC)
Τούτων δὲ ὕβρις μὲν καὶ κέρδος τίνα ἔχουσι δύναμιν καὶ πῶς αἴτια, σχεδόν ἐστι φανερόν· ὑβριζόντων τε γὰρ τῶν ἐν ταῖς ἀρχαῖς καὶ πλεονεκτούντων στασιάζουσι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὰς πολιτείας τὰς διδούσας τὴν ἐξουσίαν· ἡ δὲ πλεονεξία γίνεται ὁτὲ μὲν ἀπὸ τῶν ἰδίων ὁτὲ δὲ ἀπὸ τῶν κοινῶν.
16Aristoteles, Politica, 5; 118 (auctor 384BC-322BC)
ἔτι δ' ὁρᾶν ὅτι ἔνιαι μένουσιν οὐ μόνον ἀριστοκρατίαι ἀλλὰ καὶ ὀλιγαρχίαι οὐ διὰ τὸ ἀσφαλεῖς εἶναι τὰς πολιτείας, ἀλλὰ διὰ τὸ εὖ χρῆσθαι τοὺς ἐν ταῖς ἀρχαῖς γινομένους καὶ τοῖς ἔξω τῆς πολιτείας καὶ τοῖς ἐν τῷ πολιτεύματι, τοὺς μὲν μὴ μετέχοντας τῷ μὴ ἀδικεῖν καὶ τῷ τοὺς ἡγεμονικοὺς αὐτῶν εἰσάγειν εἰς τὴν πολιτείαν καὶ τοὺς μὲν φιλοτίμους μὴ ἀδικεῖν εἰς ἀτιμίαν τοὺς δὲ πολλοὺς εἰς κέρδος, πρὸς αὑτοὺς δὲ καὶ τοὺς μετέχοντας τῷ χρῆσθαι ἀλλήλοις δημοτικῶς.
17Aristoteles, Politica, 5; 189 (auctor 384BC-322BC)
οἱ δὲ καὶ διὰ πλείω τούτων ἐπιτίθενται, οἷον καὶ καταφρονοῦντες καὶ διὰ κέρδος, ὥσπερ Ἀριοβαρζάνῃ Μιθριδάτης μάλιστα δὲ διὰ ταύτην τὴν αἰτίαν ἐγχειροῦσιν οἱ τὴν φύσιν μὲν θρασεῖς, τιμὴν δ' ἔχοντες πολεμικὴν παρὰ τοῖς μονάρχοις· ἀνδρεία γὰρ δύναμιν ἔχουσα θράσος ἐστίν, δι' ἃς ἀμφοτέρας, ὡς ῥᾳδίως κρατήσοντες, ποιοῦνται τὰς ἐπιθέσεις.
18Aristoteles, Problemata, 29; 7 (auctor 384BC-322BC)
ἔτι τῶν μὲν ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφελείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θηρεύομεν, οἷον οἱ ἁλιεῖς τὰ δελέατα· προφανὴς γὰρ ὁ κίνδυνος.
19Aristoteles, Rhetorica, 1, 12, 12; 18 (auctor 384BC-322BC)
καὶ οἷς ἂν παραχρῆμα ᾖ τὸ ἡδύ, τὸ δὲ λυπηρὸν ὕστερον, ἢ τὸ κέρδος, ἡ δὲ ζημία ὕστερον· οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, ἔστιν δὲ ἀκρασία περὶ πάντα ὅσων ὀρέγονται.
20Aristoteles, Rhetorica, 2, 13, 13; 15 (auctor 384BC-322BC)
καὶ οἱ θυμοὶ ὀξεῖς μὲν ἀσθενεῖς δέ εἰσιν, καὶ αἱ ἐπιθυμίαι αἱ μὲν ἐκλελοίπασιν αἱ δὲ ἀσθενεῖς εἰσιν, ὥστε οὔτ' ἐπιθυμητικοὶ οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας, ἀλλὰ κατὰ τὸ κέρδος· διὸ σωφρονικοὶ φαίνονται οἱ τηλικοῦτοι· αἵ τε γὰρ ἐπιθυμίαι ἀνείκασι καὶ δουλεύουσι τῷ κέρδει.
21Aristoteles, Rhetorica, 3, 17, 9; 14 (auctor 384BC-322BC)
γνώμαις δὲ χρηστέον καὶ ἐν διηγήσει καὶ ἐν πίστει· ἠθικὸν γὰρ « καὶ ἐγὼ δέδωκα, καὶ ταῦτ' εἰδὼς ὡς οὐ δεῖ πιστεύειν » · ἐὰν δὲ παθητικῶς, « καὶ οὐ μεταμέλει μοι καίπερ ἠδικημένῳ· τούτῳ μὲν γὰρ περίεστιν τὸ κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον.
22Biblia, Novum testamentum graece, Phil, 1; 21
ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
23Coelestinus I, Epistolae et decreta, 50, 0474C
Εἰ δὲ ὡς ἐγνωσμένων καταφρονεῖς, νόει ὅτι ἀναπολόγητά σοι ἔσται, ὅταν ἀπὸ σοῦ τοῦ ἐπιτραπέντος σοι ταλάντου τὸν λόγον ἐκεῖνος ἐπιζητήσῃ, ὃς δι' ἡμῶν ἀπὸ τούτου τοῦ ἁγίου δανείσματος ἑαυτῷ κέρδος ἀεὶ ἐκδέχεται.
24Constantinus I, Epistolae, 8, 0534C (auctor c.272–337)
ὡς δυσχερῶς ἂν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, εἰ μὴ τὴν πρὸς κέρδος ὑπηρεσίαν ἀρνήσαιο· καὶ ἔμοιγε δοκεῖ αὐτῆς τῆς νίκης περιγενέσθαι, ὁ τῆς εἰρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ἂν ὁ μὴ τερπόμενος εὑρεθείη· ἀξιῶ τοίνυν ἀδελφοὶ, τοῦ χάριν οὕτω διαγινώσκομεν, ὥς θ' ἑτέροις ὕβριν δι' ὧν αἱρούμεθα προστρίψασθαι; τοῦ χάριν ταῦτ' ἐπισπώμεθα, ἃ τὴν πίστιν τῆς ὑπολήψεως ἡμῶν καθαιρήσει; ἐγὼ μὲν οὖν ἐπαινῶ τὸν ἄνδρα, ὃς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται· οὐ μὴν οὕτω γ' ἐξησθενηκέναι τὸ παρ' ἑκάστοις κύριόν τε καὶ βέβαιον ὀφεῖλον μένειν χρὴ, ὡς μὲ ταῖς ἰδίαις γνώμαις ἕκαστος ἀρκεῖσθαι, καὶ τῶν οἰκείων πάντας ἀπολαύειν.
25Constantinus I, Epistolae, 8, 0559C (auctor c.272–337)
οὕτοι γοῦν μολιβδίνας τινὰς ὀργὰς περιφέρονται, ὡς ἑαυτοὺς μὲν κατ' ἀντίδοσιν πλήττειν, ἡμᾶς δὲ πρὸς κέρδος τῆς οἰκείας κολάσεως ἀπάγειν, καὶ ὁ μὲν καλῶς διδάξας, πολέμιος κρίνεται, ὁ δὲ τὴν φθόνου κακίαν προβεβλημένος ἐκεῖνος τὴν τοῦ λαοῦ ἡμερότητα, οὐδὲ ὄντος καταλαμβάνει, πορθεῖ, καταναλίσκει, καὶ ἑαυτὸν κακοθελεῖ, ἐγκωμίῳ κοσμεῖ καὶ συντίθησι, τὴν δὲ ἀληθειαν ἀνατρέπει καὶ τὴν πίστιν ἀπατᾷ μέχρις οὗ τῷ οἰκείῳ συνειδότι, φωλεὸν καὶ κρυπτηρίαν ἐκιζητήσας εὔρῃ αὔτη γοῦν αὐτοὺς ἡ σκαιότης ἀθλίους ποιεῖ, ὅταν προπετῶς, ἑαυτοὺς ἀναξίους ὅντας ἀποδέχωνται, λέγοντες, φεῦ τῶν κακῶν, Ἐκεῖνος πρεσβύτερός ἐστι, καὶ ἐκεῖνος παῖς; ἐμοῦ ἅπτεται ἡ τιμὴ, ἐμοὶ ὀφείλεται, ἐκείνου περιαιρεθῇ, ἐπεὶ αὐτὸς μαυτῷ ἀφαρπάσας ἃπαντας, ἐπ' ἐξουσίας ἀπολέσσι πειράσομαι.
26Desiderius Erasmus, Adagia, Chiliades, 2, 1249; 29 (opus 1508)
Ἐν δ’ ἀγροῖς φύσιος χάρις, ἐν δέ θαλάσσῃ Κέρδος.
27Desiderius Erasmus, Adagia, Chiliades, 2, 1794; 7 (opus 1508)
Congruit huic illud Pindari ex Pythiis hymno octavo: Κέρδος δέ φίλτατόν γ’, ἑκόντος εἴ τις ἐκ δόμων φέροι, id est Lucrum autem gratissimum, si quis ex volentis aedibus ferat.
28Desiderius Erasmus, Adagia, Chiliades, 3, 2051; 7 (opus 1508)
Carmen sic habet: Ἀλλ᾽ εἴ τίς μοι ἀνήρ ἅμ’ ἕποιτο καί ἄλλος, Μᾶλλον θαλπωρή καί θαρσαλεώτερον ἔσται, Σύν τε δύ’ ἐρχομένω καί, τε πρό ὁ τοῦ ἐνόησεν, Ὅππως κέρδος ἔῃ· μοῦνος δ’ εἴ πέρ τε νοήσῃ, Ἀλλά τέ οἱ βράσσων δε νόος, λεπτή δέ τε μῆτις, id est At mihi si qui alius veniat comes, ille futurus Solamen, fueritque simul fiducia maior, Si duo coniuncti veniant.
29Desiderius Erasmus, Adagia, Chiliades, 3, 2252; 6 (opus 1508)
Feruntur in eamdem sententiam aliquot senarii proverbiales: Κέρδος πονηρόν ζημίαν ἀεί φέρει, id est Dispendio usque est fraude quaesitum lucrum.
30Desiderius Erasmus, Adagia, Chiliades, 3, 2614; 1 (opus 1508)
Κέρδος αἰσχύνης ἄμεινον, id est Lucrum pudori praestat.
31Desiderius Erasmus, Adagia, Chiliades, 3, 2614; 11 (opus 1508)
Refert et hunc ex Sophocle: Σό κέρδος ἡδύ, κἄν ἀπό ψευδῶν ἔῃ, id est Dulce est lucrum profectum et a mendaciis.
32Desiderius Erasmus, Adagia, Chiliades, 4, 4096; 1 (opus 1508)
Tiresia in eodem sermone: Εὖ σοι φρονήσας εὖ λεγω· τό μανθάνειν Δʹ ἥδιστον  εὖ λέγοντος͵  εἰ κέρδος λέγει, id est Tibi benevolus bene loquor; suavissimum est A bene loquente, lucra si fert, discere.
33Dositheus, Hermeneumata Leidensia, I; 1 (auctor c.350)
ἔτι πλέον aut amplius καὶ μεῖζον et maius καὶ ἐλευθεριώτερον et liberius καὶ πληρέστερον et plenius καὶ ὑπέρμεστον et cumulatius δαψιλέστερον γάρ largius enim καὶ προηλκυσμένως et prolixius ἄλλως aliter εὐθέως statim / mox ἐξαῦτις continuo παραχρῆμα protinus πάραυτα confestim ἐσπουδασμένως properantius ὡρίμως mature θίξει tactu στιγμή punctus ταχύτερον celerius ταχύ cito πάλιν iterum ἄνωθεν denuo εὐκοσμία decor Ἀφροδίσια Veneralia πυνθάνεται interrogat πλούσιος dives πένης pauper ἀποδώσω οὖν reddam ergo τὰ λοιπά cetera κατὰ στοιχεῖον per litteras πράσσω ago πράσσεις ages πράσσει aget πρᾶξον age ἔπρασσον agebam ἔπρασσες agebas ἔπρασσεν agebat ἔπρασσον agebant πράξω agam πράξῃς agas πράξῃ agat πράξωσιν agant ἐπράξαμεν agebamus ἐπράσσετε agebatis ἔπρασσον agebam ἐπράσσομεν agebamus πράσσετε agetis πράσσουσιν agunt πράξωμεν agamus πράξατε agite πραξάτωσαν agant κατηγορήσω accusabo κατηγορήσεις accusabis κατηγορήσει accusabit πίνω bibo πίνεις bibes πίνει bibet πίνωσιν bibant πίετε bibete ἔπινον bibebam ἔπινες bibebas ἔπινεν bibebat ἐπίνομεν bibebamus πεπώκειν biberam πεπώκεις biberas πεπώκει biberat πεπώκεσαν bibebant πίωμεν bibamus πίετε bibetis πίονται bibent ᾄδω canto ᾄδεις cantas ᾄδει cantat ᾄδουσιν cantant ᾆσον canta ᾖδον cantabam ᾔδες cantabas ᾔδεν cantabat ᾔσαν cantabant ᾔσαμεν cantavimus ᾔσατε cantastis ᾔσαν cantarunt χαρίζομαι dono χαρίζῃ donas χαρίζεται donat χαρίζονται donant χάρισαι dona ἐχαριζόμην donabam ἐχαρίζου donabas εὐκόπως facile ἐραστής amator ἐπιθυμεῖ concupiscit / desiderat ἐπιμέλως diligenter ἐπιθές inpone εἰκών imago εὐκόπως facile ζημία damnum ζυγόν iugum ζεύγη paria ζεῦξον iunge ζήτημα quaestio ζωγραφία pictura ζῶσιν vivent ζωμός ius ζώνη semicinctium ζηλότυπος zelotypus ζητεῖται quaeritur σβέσον extingue ἠγόρασα emi ἠθέλησα volui ἠθέλησεν voluit ἡτοίμασα paravi ἠγέρθην surrexi ἦρα sustuli ἡμέτερον nostrum ἤδη iam ᾔτησεν poposcit ἦλθεν venit ἤνεγκεν attulit ἥρπασεν rapuit ἠσπάσατο salutavit ἤκουσεν audiit ἥψατο tetigit θέλεις vis θιγγάνει tangit θορυβεῖται turbatur θεωρεῖ spectat θεραπεύει curat θερμαίνει calfacit θεός deus θόρυβος tumultus θῶμεν ponamus θυρωρός ostiarius θυμαντικός animosus θάλλουσιν florent θηλυκόν femininum θαυμάζω miror ἵνα τί ut quid ἱκανοδότης satisdator ἰξευτής aucupator ἰχνευτής vestigator ἰξός viscum ἴχνος vestigium ἱδρώς sudor ἱκεσία supplicatio / praefatio ἱδεῖν videre ἴσος aequalis ἱδέ vide ἴδιον suum / proprium καλῶς bene κακῶς male κρατεῖ tenet κράζει clamat κλαίει plorat κλάννει frangit κνήθει scalpit κλείει claudit κωλύει vetat κλέπτης fur κοιμᾶται dormit κέρδος lucrum κυβευτής stlactarius κερδαίνει lucratur κατέλειψεν reliquit καινόν novum λαλῶ loquor λαμβάνω accipio λάχωμεν micemus λουώμεθα lavemus λῦσον solve λέγει dicit λόγος verbum λοιδορεῖ maledicit λίαν valde λαμπρόν limpidum / clarum λῃσταί latrones λίθος lapis μανθάνει discet μέλλει incipet / futurum est μολύνει inquinat μένει habitat / manet μαίνεται insanit μισεῖ odet μῦθος fabula μήνυσον nuntia μένομεν manemus μνημεῖον monumentum μάγειρος cocus νύξ nox νικῶ vinco νικᾷ vincit νοεῖ intellexit ναυαγός naufragus νεκρός mortuus νωθρός infirmus νουνεχής sensatus νόμος lex ξένος hospes ξενίζεται hospitatur ξενία hospitium ξύλα ligna ξῦσον rade ξένοι hospites ξαίνει carminat ξυλοκοπεῖ defustat οὐκ οἶδα nescio οὐδέν nihil οὐδέποτε numquam ὀφείλω debeo ὀρθόν rectum ὄνομα nomen οὐκοῦν ergo οὐδέπω necdum ὁμοῦ pariter οὐκ ἀκούω non audio ὁλόκληρον integrum οὐκ ἔξεστιν non licet περιπατεῖ ambulat πράσσει agit ποιεῖ facit παλαίει luctatur παίζει ludet πλύνει lavat πειράζει temptat πίσσα pix πισσοῖ picat πρωί mane πιστός fidelis πόλις civitas πατεῖ calcat προάγει antecedet πολλά multa πρόνοια providentia προβλέπει providet ῥίπτω proicio ῥιγῶ algeo ῥαίνω spargo ῥήσσω adlido ῥάπτω cuso ῥυφῶ sorbeo ῥοῖζος ictus ῥέγχω sterto ῥύομαι exuo ῥῆμα verbum σιῶπα tace σῆσον cerne σεῖσον move σύρισον sibila στρῶσον sterne σῦρον trahe σφῖγξον stringe συνδοῦλος conservus συνελεύθερος conlibertus σύγκλητος senatus συμφωνεῖ convenit σύγκοινος communis victor σποδός cinis συνστρατιώτης conmilito σιγή silentium συκοφάντης calumniator τηρεῖ servat τρυπᾷ pertundit τρίβει fricat τύπτει ferit τορύνη tudicula τρέφει pascit τρώγει manducat τίκτει parit τροφή cibus τοιουτότροπον hocmodis τοῦτο μέντοι hoc tamen τοσούτῳ tanto τί ἐστιν quid est τότε tunc ταῦτα ista τεθήτω ponatur ὕπαγε duc te ὑγιής integer ὑγιαίνει valet ὑλακτεῖ latrat ὑφαίνουσιν texent ὑπηρετοῦσιν ministrant ὑπόδησον calcia ὑπόλυσον exculcia ὑπὲρ τὸ δέον superfluum ὑμεῖς vos ὑποκάθισον subsede ὑπέστρεψεν redivit ὑπήκοος dicto obaudiens ὑποκάτω subter ὑποτεθῇ supponatur ὑψηλόν altum ὑποφέρω suffero φρόνιμος sapiens φρονεῖ sapit φίλος amicus φίλη amica φιλεῖ amat φίλησον basia φθονεῖ invidet φροντίζει curat φροντιστής curator φεύγει fugit φοβεῖται timet φυσᾷ sufflat φθειρίζει peduculat φρίσσει horret φείδεται parcet φήμη fama φιλοπονία studium χαίρει gaudet χωλαίνει clodicat χρᾶται utitur χρηννύει commodat χρονίζει tardat χυλός sucus χυτόν fusile χῶμα rudera Χάριτες Gratiae χρηστός suavis χρήσιμον utile χωρεῖ capet χρῆσον commoda ψῆφοι calculi ψηφιστής calculator ψηφίζει computat ψευστής mendax ψεύδεται mentitur ψοφεῖ crepat ψέγει vituperat ψάλλει nablizat ψύλλος pulix ψυλλίζει pulicat ψυχή anima ψωμός buccilla ψῖχες micae ὧραι horae ὧδε hic ὡς θερμόν ἐστιν dum calidum est ὡφελεῖ prodest ὡς ἄρτι δύναμαι quomodo modo possum ὡς δοκεῖ quomodo putat ὡς ἂν καθίσῃ quomodo sederit ὡπλισμένος armatus ὠμόν crudum ὤμοσεν iuravit ἕως ὧδε usque hic ὠλίσθησεν lapsus est ὠδίνει parturit ὠργίσθη indignatus est ὠνήσατο emit ὡσαύτως identidem ὥπλισεν armavit ὠνομάσθη nominatus est ὤμοσαν iuraverunt ἐπληρώθη τὸ α' impletum est primum μετὰ τῶν ἑρμηνειῶν interpretamentorum
34Fronto, Epistulae, add., 8; 31 (auctor c.95-165)
7 Ἀχρεῖοι δὲ ἦ οἱ ἐρασταὶ τοῖς ὄντως καλοῖς οὐδὲν ἧττον ἢ τοῖς δικαίως ἐπαινουμένοις οἱ κόλακες· ἀρετῇ δὲ καὶ δόξα καὶ τιμὴ καὶ κέρδος.
35Gregorius I, Dialogi, 77, 0231A (auctor 540-604)
Τοῦτο δὲ ὁ πονηρὸς δαίμων ὁ τῶν λοιπῶν πνευμάτων προεστὼς ἀκούσας, πάνυ ἡδέως ἐδέξατο, καὶ μέγα κέρδος αὐτῷ προσενεχθῆναι ὡμολόγησεν, ὅτι ἁγίου ἀνδρὸς ψυχὴν ἐν σφάλματι ἀπωλείας ἐπέκλινεν.
36Gregorius I, Dialogi, 77, 0206C (auctor 540-604)
Ὁ ἀνακραθεὶς νοερῶς τῇ τῶν ἀγγέλων συνοδίᾳ, καὶ πλὴν ὅμως οὐ παραιτεῖται μεριμνῆσαι καὶ διοικῆσαι τὰ ἔργα τῶν σαρκικῶν· ὁ ἐν ταῖς βασάνοις χαίρων, καὶ ἐν ταῖς ἀσθενείαις ἐγκαυχώμενος· αὐτῷ γὰρ τὸ ζῇν, Χριστός ἐστι, καὶ τὸ ἀποθανεῖν, κέρδος.
37Gregorius I, Dialogi, 77, 0427B (auctor 540-604)
Ἀλλὰ σπουδαστέον ἡμῖν ἐστιν, ἵνα ἐν ὅσῳ καὶ μετὰ τὸν τῆς εὐχῆς καιρὸν, τοῦ Θεοῦ παρέ χοντος δύναμιν τὰς ψυχὰς Μ ἡμῶν ἐν τῇ αὐτοῦ δυνάμει καὶ ἀκμῇ φυλάξωμεν, μὴ ἐῶντες ὑπὸ λογισμοῦ χαυνοῦσθαι, ὡς τοῦτον διαλυθῆναι, εἰ μὴ ἡ ματαία τοῦ νοὸς εὐφροσύνη διασύρουσα, καὶ ἡ ψυχὴ ἀπολῇ τὸ κέρδος τῆς κατανύξεως διὰ τὴν περιεργείαν τῆς ῥεούσης μερίμνης.
38Herodotus, Historiae, 3, 72, 4; 8 (auctor c.484BC-425BC)
οἳ μέν γε ψεύδονται τότε ἐπεάν τι μέλλωσι τοῖσι ψεύδεσι πείσαντες κερδήσεσθαι, οἳ δ' ἀληθίζονται ἵνα τῇ ἀληθείῃ ἐπισπάσωνται κέρδος καί τι μᾶλλόν σφι ἐπιτράπηται.
39Herodotus, Historiae, 7, 10, 2; 17 (auctor c.484BC-425BC)
τὸ γὰρ εὖ βουλεύεσθαι κέρδος μέγιστον εὑρίσκω ἐόν· εἰ γὰρ καὶ ἐναντιωθῆναί τι θέλει, βεβούλευται μὲν οὐδὲν ἧσσον εὖ, ἕσσωται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα· ὁ δὲ βουλευσάμενος αἰσχρῶς, εἴ οἱ ἡ τύχη ἐπίσποιτο, εὕρημα εὕρηκε, ἧσσον δὲ οὐδέν οἱ κακῶς βεβούλευται.
40Herodotus, Historiae, 7, 51, 3; 5 (auctor c.484BC-425BC)
ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδος μέγα ἡμῖν προσβάλλουσι, δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήσασθαι μεγάλως τὴν σὴν στρατιὴν γίνονται.
41Herodotus, Historiae, 7, 235, 2; 2 (auctor c.484BC-425BC)
ἔστι δὲ ἐπ' αὐτῇ νῆσος ἐπικειμένη τῇ οὔνομα ἐστὶ Κύθηρα, τὴν Χίλων ἀνὴρ παρ' ἡμῖν σοφώτατος γενόμενος κέρδος μέζον ἂν ἔφη εἶναι Σπαρτιήτῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ἢ ὑπερέχειν, αἰεί τι προσδοκῶν ἀπ' αὐτῆς τοιοῦτο ἔσεσθαι οἷόν τοι ἐγὼ ἐξηγέομαι, οὔτι τὸν σὸν στόλον προειδώς, ἀλλὰ πάντα ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον.
42Herodotus, Historiae, 9, 38, 1; 1 (auctor c.484BC-425BC)
ὁ μέντοι θάνατος ὁ Ἡγησιστράτου ὕστερον ἐγένετο τῶν Πλαταιικῶν, τότε δὲ ἐπὶ τῷ Ἀσωπῷ Μαρδονίῳ μεμισθωμένος οὐκ ὀλίγου ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος τὸ Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος.
43Hesiodus, Opera et dies, 320; 2 (auctor fl.c.700BC)
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, ἢ ὅ γ' ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ γίγνεται, εὖτ' ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ ἀνθρώπων, αἰδῶ δέ τ' ἀναιδείη κατοπάζῃ· ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον ἀνέρι τῷ, παῦρον δέ τ' ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
44Hesiodus, Opera et dies, 609; 6 (auctor fl.c.700BC)
αὐτὸς δ' ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ· καὶ τότε νῆα θοὴν ἅλαδ' ἑλκέμεν, ἐν δέ τε φόρτον ἄρμενον ἐντύνασθαι, ἵν' οἴκαδε κέρδος ἄρηαι, ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ, πλωίζεσκ' ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ· ὅς ποτε καὶ τῇδ' ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ· οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον, ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν· νάσσατο δ' ἄγχ' Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ' ἐσθλῇ.
45Hesiodus, Opera et dies, 641; 3 (auctor fl.c.700BC)
μείζων μὲν φόρτος, μεῖζον δ' ἐπὶ κέρδεϊ κέρδος ἔσσεται, εἴ κ' ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
46Hieronymus Stridonensis, Commentaria in Michaeam, 25, 1195A (auctor 340-420)
Denique et Achor, qui de anathemate Iericho aliquid est furatus, conturbavit populum, et ex peccato valli nomen impositum est, EMEC ACHOR ( ), id est, vallis tumultus, sive turbarum (Iosue VII) . Ut autem scias iuxta LXX interpretes, qui dixerunt: Consecrabis Domino multitudinem eorum, et robur eorum Domino universae terrae, in bonam partem debere accipi consecrationem: Theodotio pro multitudine, munera transtulit: Quinta editio, emolumentum, id est, ὠφέλειαν: Symmachus, lucrum, id est, τὸ κέρδος αὐτῶν.
47Homerus, Ilias, 10, 218; 3 (auctor fl.700BC)
σύν τε δύ' ἐρχομένω καί τε πρό ὃ τοῦ ἐνόησεν ὅππως κέρδος ἔῃ· μοῦνος δ' εἴ πέρ τε νοήσῃ ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτή δέ τε μῆτις.
48Homerus, Odyssea, 16, 308; 1 (auctor fl.700BC)
τόν δ' ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός " ὦ πάτερ, ἦ τοι ἐμόν θυμόν καί ἔπειτά γ', ὀΐω, γνώσεαι· οὐ μέν γάρ τι χαλιφροσύναι γέ μ' ἔχουσιν· ἀλλ' οὔ τοι τόδε κέρδος ἐγών ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι· σέ δέ φράζεσθαι ἄνωγα.
49Homerus, Odyssea, 23, 129; 2 (auctor fl.700BC)
πρῶτα μέν ἂρ λούσασθε καί ἀμφιέσασθε χιτῶνας, δμῳάς δ' ἐν μεγάροισιν ἀνώγετε εἵμαθ' ἑλέσθαι· αὐτάρ θεῖος ἀοιδός ἔχων φόρμιγγα λίγειαν ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο, ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτός ἀκούων, ἢ ἀν' ὁδόν στείχων, ἢ οἳ περιναιετάουσι· μή πρόσθε κλέος εὐρύ φόνου κατά ἄστυ γένηται ἀνδρῶν μνηστήρων, πρίν γ' ἡμέας ἐλθέμεν ἔξω ἀγρόν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ' ἔπειτα φρασσόμεθ' ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
50Markos monachos, Florilegium et opuscula, Sermo C, 10; 6 (auctor fl.1260)
Καὶ πάλιν λέγει· ἄριστος τραπεζίτης καθεσπέραν τὸ τῆς ἡμέρας κέρδος ἢ ζημίαν πάντως ψηφίζει.
51Masenius Iacobus, Palaestra Styli Romani, 3, 3, 164; 15 (auctor 1606-1681)
Κέρδος αἰσχύνης ἄμεινον : lucrum pudore melius Canis circum intestina: quibus avide inhiat.
52Photius, Praeludia, 73, 0852C
Τὸ δεύτερον δὲ, τὸ ἀπὸ τῆς ἡσυχίας δείκνυσι κέρδος.
53Plato, Apologia, p1, 40; 10 (auctor c.425BC-347BC)
καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλ' οἷον ὕπνος ἐπειδάν τις καθεύδων μηδ' ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη ὁ θάνατος – ἐγὼ γὰρ ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν ᾗ οὕτω κατέδαρθεν ὥστε μηδὲ ὄναρ ἰδεῖν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν μὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους ἂν εὑρεῖν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας καὶ νύκτας – εἰ οὖν τοιοῦτον ὁ θάνατός ἐστιν, κέρδος ἔγωγε λέγω· καὶ γὰρ οὐδὲν πλείων ὁ πᾶς χρόνος φαίνεται οὕτω δὴ εἶναι ἢ μία νύξ.
54Plato, Convivium, p1, 189; 5 (auctor c.425BC-347BC)
ἀλλὰ μή με φύλαττε, ὡς ἐγὼ φοβοῦμαι περὶ τῶν μελλόντων ῥηθήσεσθαι, οὔ τι μὴ γελοῖα εἴπω – τοῦτο μὲν γὰρ ἂν κέρδος εἴη καὶ τῆς ἡμετέρας μούσης ἐπιχώριον – ἀλλὰ μὴ καταγέλαστα.
55Plato, Cratylos, p1, 417; 4 (auctor c.425BC-347BC)
«κέρδος» δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται· τὸ γὰρ ἀγαθὸν κατ' ἄλλον τρόπον ὀνομάζει.
56Plato, Cratylos, p1, 417; 5 (auctor c.425BC-347BC)
ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα· δέλτα δ' ἐνθεὶς ἀντὶ τοῦ νῦ «κέρδος» ἐφθέγξατο.
57Plato, Gorgias, p1, 461; 1 (auctor c.425BC-347BC)
τῇ ῥητορικῇ κἂν ἀδίκως χρῷτο, οὕτω θαυμάσας καὶ ἡγησάμενος οὐ συνᾴδειν τὰ λεγόμενα ἐκείνους εἶπον τοὺς λόγους, ὅτι εἰ μὲν κέρδος ἡγοῖο εἶναι τὸ ἐλέγχεσθαι ὥσπερ ἐγώ, ἄξιον εἴη διαλέγεσθαι, εἰ δὲ μή, ἐᾶν χαίρειν.
58Plato, Hipparchus, p1, 226; 16 (auctor c.425BC-347BC)
Σωκράτης ἄλλο τι οὖν οἵ γε φιλοκερδεῖς φιλοῦσι τὸ κέρδος· Ἑταῖρος ναί.
59Plato, Hipparchus, p1, 226; 17 (auctor c.425BC-347BC)
Σωκράτης κέρδος δὲ λέγεις ἐναντίον τῇ ζημίᾳ·
60Plato, Hipparchus, p1, 227; 8 (auctor c.425BC-347BC)
Σωκράτης ἐναντίον δὲ τῇ ζημίᾳ τὸ κέρδος.
61Plato, Hipparchus, p1, 227; 10 (auctor c.425BC-347BC)
Σωκράτης ἀγαθὸν ἄρα τὸ κέρδος.
62Plato, Hipparchus, p1, 227; 21 (auctor c.425BC-347BC)
Σωκράτης τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν· Ἑταῖρος ναί.
63Plato, Hipparchus, p1, 228; 1 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν ὡμολογήσαμεν ὀλίγον πρότερον τὸ κέρδος τῇ ζημίᾳ κακῷ ὄντι ἐναντίον εἶναι· Ἑταῖρος φημί.
64Plato, Hipparchus, p1, 229; 10 (auctor c.425BC-347BC)
Σωκράτης ἀλλ' ὡς οὐ τῇ ζημίᾳ καὶ τῷ ζημιοῦσθαι τὸ κέρδος καὶ τὸ κερδαίνειν ἐναντίον·
65Plato, Hipparchus, p1, 230; 5 (auctor c.425BC-347BC)
Σωκράτης ἀνατίθεμαι τοίνυν σοὶ τοῦτο· ἔστω γὰρ δὴ κέρδος τι ἀγαθὸν καὶ ἕτερον κέρδος τι κακόν.
66Plato, Hipparchus, p1, 230; 6 (auctor c.425BC-347BC)
κέρδος δέ γε οὐδὲν μᾶλλόν ἐστιν αὐτῶν τὸ ἀγαθὸν ἢ τὸ κακόν· ἦ γάρ· Ἑταῖρος πῶς με ἐρωτᾷς· Σωκράτης ἐγὼ φράσω.
67Plato, Hipparchus, p1, 230; 13 (auctor c.425BC-347BC)
Σωκράτης οὐκοῦν οὕτω καὶ περὶ τοῦ κέρδους διανοώμεθα, ὡς κέρδος γε ὁμοίως ἐστὶ καὶ τὸ πονηρὸν καὶ τὸ χρηστόν· Ἑταῖρος ἀνάγκη.
68Plato, Hipparchus, p1, 230; 14 (auctor c.425BC-347BC)
Σωκράτης οὐδὲν ἄρα μᾶλλον κερδαίνει ὁ τὸ χρηστὸν κέρδος ἔχων ἢ τὸ πονηρόν· οὔκουν μᾶλλόν γε κέρδος φαίνεται οὐδέτερον ὄν, ὡς ὁμολογοῦμεν.
69Plato, Hipparchus, p1, 230; 19 (auctor c.425BC-347BC)
Σωκράτης ἐπειδὴ τοίνυν κέρδη μὲν ὁμοίως ἐστὶν ἀμφότερα καὶ κερδαλέα, τουτὶ δὴ δεῖ ἡμᾶς ἐπισκέψασθαι, διὰ τί ποτε ἀμφότερα αὐτὰ κέρδος καλεῖς, τί ταὐτὸν ἐν ἀμφοτέροις ὁρῶν· ὥσπερ ἂν εἰ [ἃ] σύ με ἠρώτας τὰ νυνδή, διὰ τί ποτε καὶ τὸ ἀγαθὸν σιτίον καὶ τὸ κακὸν σιτίον ὁμοίως ἀμφότερα σιτία καλῶ, εἶπον ἄν σοι διότι ἀμφότερα ξηρὰ τροφὴ σώματός ἐστιν, διὰ τοῦτο ἔγωγε· τοῦτο γὰρ εἶναι σιτίον κἂν σύ που ἡμῖν ὁμολογοῖς.
70Plato, Hipparchus, p1, 231; 3 (auctor c.425BC-347BC)
τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν· εἰ δ' αὖ μὴ αὐτὸς ἔχεις ἀποκρίνασθαι, ἀλλ' ἐμοῦ λέγοντος σκόπει· ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ· Ἑταῖρος ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος.
71Plato, Hipparchus, p1, 231; 5 (auctor c.425BC-347BC)
Σωκράτης Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν· Ἑταῖρος κέρδος.
72Plato, Hipparchus, p1, 231; 6 (auctor c.425BC-347BC)
Σωκράτης οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι.
73Plato, Hipparchus, p1, 231; 8 (auctor c.425BC-347BC)
Σωκράτης πότερον οὔκ, ἐὰν κακόν· ἢ οὐδ' ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται· Ἑταῖρος φαίνεται, ἐάν γε ἀγαθόν.
74Plato, Hipparchus, p1, 231; 10 (auctor c.425BC-347BC)
Σωκράτης ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό· τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν.
75Plato, Hipparchus, p1, 231; 13 (auctor c.425BC-347BC)
ἔτι γὰρ καὶ τόδε ἀπόκριναι· ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι· Ἑταῖρος οὔτι κακόν γε λέγω, ἀλλ' ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.
76Plato, Hipparchus, p1, 231; 15 (auctor c.425BC-347BC)
φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν· Ἑταῖρος ζημίαν δήπου, ὦ Σώκρατες· ἀντὶ δωδεκαστασίου γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον.
77Plato, Leges, 1c, 721; 6 (auctor c.425BC-347BC)
πειθόμενος μὲν οὖν τῷ νόμῳ ἀζήμιος ἀπαλλάττοιτο ἄν, μὴ πειθόμενος δὲ αὖ, μηδὲ γαμῶν ἔτη τριάκοντα γεγονὼς καὶ πέντε, ζημιούσθω μὲν κατ' ἐνιαυτὸν τόσῳ καὶ τόσῳ, ἵνα μὴ δοκῇ τὴν μοναυλίαν οἱ κέρδος καὶ ῥᾳστώνην φέρειν, καὶ μὴ μετεχέτω δὲ τιμῶν ὧν ἂν οἱ νεώτεροι ἐν τῇ πόλει τοὺς πρεσβυτέρους αὑτῶν τιμῶσιν ἑκάστοτε.
78Plato, Leges, 1e, 754; 10 (auctor c.425BC-347BC)
ἐὰν δέ τις ἕτερον φαίνηταί τι παρὰ τὰ γεγραμμένα κεκτημένος, δημόσιον μὲν ἔστω τὸ τοιοῦτον ἅπαν, πρὸς τούτῳ δὲ δίκην ὑπεχέτω τῷ βουλομένῳ μετιέναι μὴ καλὴν μηδ' εὐώνυμον ἀλλ' αἰσχράν, ἐὰν ἁλίσκηται διὰ τὸ κέρδος τῶν νόμων καταφρονῶν.
79Plato, Leges, 1g, 835; 3 (auctor c.425BC-347BC)
ταῦτα μὲν οὖν καὶ ἄλλα τοιαῦτα οὔτε χαλεπὸν γνῶναι τίνα τρόπον χρὴ τάξεως ἐννόμου λαγχάνειν, οὐδ' αὖ μετατιθέμενα ἔνθα ἢ ἔνθα μέγα τῇ πόλει κέρδος ἢ ζημίαν ἂν φέροι· ἃ δὲ μὴ σμικρὸν διαφέρει, πείθειν τε χαλεπόν, θεοῦ μὲν μάλιστα ἔργον, εἴ πως οἷόν τε ἦν ἐπιτάξεις αὐτὰς παρ' ἐκείνου γίγνεσθαι, νῦν δὲ ἀνθρώπου τολμηροῦ κινδυνεύει δεῖσθαί τινος, ὃς παρρησίαν διαφερόντως τιμῶν ἐρεῖ τὰ δοκοῦντα ἄριστ' εἶναι πόλει καὶ πολίταις, ἐν ψυχαῖς διεφθαρμέναις τὸ πρέπον καὶ ἑπόμενον πάσῃ τῇ πολιτείᾳ τάττων, ἐναντία λέγων ταῖς μεγίσταισιν ἐπιθυμίαις καὶ οὐκ ἔχων βοηθὸν ἄνθρωπον οὐδένα, λόγῳ ἑπόμενος μόνῳ μόνος.
80Plato, Leges, 1g, 846; 1 (auctor c.425BC-347BC)
βουλομένῳ τὸ ἑαυτοῦ διὰ παντὸς τόπου κομίζεσθαι, ὅπῃπερ ἂν ἢ μηδὲν μηδένα ζημιοῖ ἢ τριπλάσιον αὐτὸς κέρδος τῆς τοῦ γείτονος ζημίας κερδαίνῃ, τούτων δὲ ἐπιγνώμονας τοὺς ἄρχοντας γίγνεσθαι, καὶ τῶν ἄλλων ἁπάντων ὅσα τις ἂν ἑκὼν ἄκοντα βλάπτῃ βίᾳ ἢ λάθρᾳ, αὐτὸν ἢ τῶν αὐτοῦ τι, διὰ τῶν αὑτοῦ κτημάτων, πάντα τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἐπιδεικνὺς τιμωρείσθω, μέχρι τριῶν μνῶν ὄντος τοῦ βλάβους· ἐὰν δ' ἔγκλημά τῳ μεῖζον ἄλλῳ πρὸς ἄλλον γίγνηται, πρὸς τὰ κοινὰ δικαστήρια φέρων τὴν δίκην τιμωρείσθω τὸν ἀδικοῦντα.
81Plato, Leges, 1j, 920; 3 (auctor c.425BC-347BC)
ταύτῃ δὴ τὰ περὶ τὴν καπηλείαν πολλὴν οὖσαν καὶ πολλὰ ἐπιτηδεύματα τοιαῦτα κεκτημένην, ὅσαπερ ἂν αὐτῶν λειφθῇ δόξαντα ἐκ πολλῆς ἀνάγκης ἐν τῇ πόλει δεῖν εἶναι, συνελθεῖν αὖ χρεὼν περὶ ταῦτα τοὺς νομοφύλακας μετὰ τῶν ἐμπείρων ἑκάστης καπηλείας, καθάπερ ἔμπροσθεν ἐπετάξαμεν τῆς κιβδηλείας πέρι, συγγενοῦς τούτῳ πράγματος, συνελθόντας δὲ ἰδεῖν λῆμμά τε καὶ ἀνάλωμα τί ποτε τῷ καπήλῳ κέρδος ποιεῖ τὸ μέτριον, γράψαντας δὲ θεῖναι τὸ γιγνόμενον ἀνάλωμα καὶ λῆμμα καὶ φυλάττειν, τὰ μὲν ἀγορανόμους, τὰ δὲ ἀστυνόμους, τὰ δὲ ἀγρονόμους· καὶ σχεδὸν οὕτως ἂν καπηλεία τὰ μὲν ὠφελοῖ ἑκάστους, σμικρότατα δὲ ἂν βλάπτοι τοὺς ἐν ταῖς πόλεσι χρωμένους.
82Plato, Leges, 1j, 921; 4 (auctor c.425BC-347BC)
ἐὰν δέ τις ἐκδοὺς αὖ δημιουργῷ μὴ ἀποδῷ τοὺς μισθοὺς ὀρθῶς κατὰ τὴν ἔννομον ὁμολογίαν γενομένην, Δία δὲ πολιοῦχον καὶ Ἀθηνᾶν κοινωνοὺς πολιτείας ἀτιμάζων, βραχὺ κέρδος ἀγαπῶν, λύῃ μεγάλας κοινωνίας, νόμος ὁ βοηθῶν ἔστω τῷ τῆς πόλεως συνδέσμῳ μετὰ θεῶν· ὃς γὰρ ἂν προαμειψάμενος ἔργον μισθοὺς μὴ ἀποδιδῷ ἐν χρόνοις τοῖς ὁμολογηθεῖσιν, διπλοῦν πραττέσθω· ἐὰν δὲ ἐνιαυτὸς ἐξέλθῃ, τῶν ἄλλων ἀτόκων ὄντων χρημάτων, ὁπόσα δανεισμῷ συμβάλλει τις, οὗτος τῇ δραχμῇ ἑκάστου μηνὸς ἐπωβελίαν κατατιθέτω, δίκας δὲ εἶναι τούτων ἐν τοῖς κατὰ φυλὰς δικαστηρίοις.
83Plato, Leges, 1k, 949; 1 (auctor c.425BC-347BC)
δι' ὅρκων ἢ διὰ φορᾶς ψήφων ἀφ' ἱερῶν φέροντα δρᾶν ἀεὶ τὸ τοιοῦτον, καὶ κριτὴν αὖ χορῶν καὶ πάσης μουσικῆς καὶ γυμνικῶν τε καὶ ἱππικῶν ἄθλων ἐπιστάτας καὶ βραβέας καὶ ἁπάντων ὁπόσα μὴ φέρει κέρδος κατὰ τὴν ἀνθρωπίνην δόξαν τῷ ἐπιορκοῦντι· τῶν δὲ ὁπόσα ἐξαρνηθέντι καὶ ἐξομοσαμένῳ κέρδος μέγα φανερὸν εἶναι δοκεῖ, ταῦτα δὲ διὰ δικῶν ὅρκων χωρὶς κρίνεσθαι σύμπαντας τοὺς ἐπικαλοῦντας ἀλλήλοις.
84Plotinus, Enneades, 1, 4, 8; 6 (auctor c.205-270)
Καὶ τοῦτο μαρτυρεῖ, ὅταν λανθάνειν ἡμᾶς κέρδος ἡγώμεθα καὶ ἀποθανόντων ἡμῶν, εἰ γίγνοιτο, κέρδος εἶναι τιθεμένων καὶ οὐ τὸ ἐκείνων ἔτι σκοπουμένων, ἀλλὰ τὸ αὐτῶν, ὅπως μὴ λυποίμεθα.
85Plotinus, Enneades, 4, 3, 1; 1 (auctor c.205-270)
Περὶ ψυχῆς, ὅσα ἀπορήσαντας δεῖ εἰς εὐπορίαν καταστῆναι, ἢ καὶ ἐν αὐταῖς ταῖς ἀπορίαις στάντας τοῦτο γοῦν κέρδος ἔχειν, εἰδέναι τὸ ἐν τούτοις ἄπορον, ὀρθῶς ἂν ἔχοι τὴν πραγματείαν ποιήσασθαι.
86Plotinus, Enneades, 5, 8, 11; 1 (auctor c.205-270)
Εἰ δέ τις ἡμῶν ἀδυνατῶν ἑαυτὸν ὁρᾶν, ὑπ᾽ ἐκείνου τοῦ θεοῦ ἐπὰν καταληφθεὶς εἰς τὸ ἰδεῖν προφέρῃ τὸ θέαμα, ἑαυτὸν προφέρει καὶ εἰκόνα αὐτοῦ καλλωπισθεῖσαν βλέπει, ἀφεὶς δὲ τὴν εἰκόνα καίπερ καλὴν οὖσαν εἰς ἓν αὑτῷ ἐλθὼν καὶ μηκέτι σχίσας ἓν ὁμοῦ πάντα ἐστὶ μετ᾽ ἐκείνου τοῦ θεοῦ ἀψοφητὶ παρόντος, καὶ ἔστι μετ᾽ αὐτοῦ ὅσον δύναται καὶ θέλει, εἰ δ᾽ ἐπιστραφείη εἰς δύο, καθαρὸς μένων ἐφεξῆς ἐστιν αὐτῷ, ὥστε αὐτῷ παρεῖναι ἐκείνως πάλιν, εἰ πάλιν ἐπ᾽ αὐτὸν στρέφοι, ἐν δὲ τῇ ἐπιστροφῇ κέρδος τοῦτ᾽ ἔχει· ἀρχόμενος αἰσθάνεται αὑτοῦ, ἕως ἕτερός ἐστι· δραμὼν δὲ εἰς τὸ εἴσω ἔχει πᾶν, καὶ ἀφεὶς τὴν αἴσθησιν εἰς τοὐπίσω τοῦ ἕτερος εἶναι φόβῳ εἷς ἐστιν ἐκεῖ· κἂν ἐπιθυμήσῃ ὡς ἕτερον ὂν ἰδεῖν, ἔξω αὑτὸν ποιεῖ.