'καλώς' - search in All Authors, Showing 1 to 500 of 1191 hits      Show next 500

1Adrianus I, Epistolae, 96, 1235A
Καὶ εἰ μὴ τὴν ὑμετέραν εἰλικρινῆ καὶ ὀρθόδοξον πίστιν εἰς τὰ προειρημένα συνοδικὰ τοῦ ἱεροῦ συμβόλου κατὰ τόν θεσμὸν τῶν ἁγίων ἓξ οἰκουμενικῶν συνόδων, καὶ περὶ τῶν σεπτῶν εἰκόνων εὕρομεν καλῶς ἔχουσαν, οὐδαμῶς ἂν ἐτολμήσαμεν τῶν τοιούτων ὑπακοῦσαι συνοδικῶν.
2Agapetus I, Epistolae, 66, 0055C
Οὗτος γὰρ καὶ οἱ ὅμοιοι τούτῳ ἐξ αἱρετικῶν Ἀκεφάλων ὄντες πρὸς μικρὸν ὑποκρινάμενοι την ὀρθοδοξίαν ταῖς ἐκκλησίαις εἰσέφρησαν, ὥσπερ τινὲς Αἰγυπτιακαὶ μάστιγες, οἵ τινες, μηδαμῶς ταῖς ἰδίαις ἐκκλησίαις ἐθέλοντες σχολάζειν, τοῦτο μόνον καλῶς φρονοῦντες, ἵνα μὴ τὰς κατακριθείσας αὐτοῖς λυμαίνωνται, τὸ ἕτερον κακῶς ἐφρόνησαν ἐν πλήθει διάγειν τοσούτῳ ἐν τῇ βασιλευούσῃ, ἵνα πολλοὺς συγκατασπάσωσι τῷ ἰδίῳ βαράθρῳ.
3Agapetus I, Epistolae, 66, 0057D
Ἐπειδὴ δὲ οὐ μόνον οὗτος, ἀλλὰ καὶ ἕτεροι ἐπίσκοποί τε, καὶ κληρικοὶ, καὶ ἀρχιμανδρῖται εὐαρίθμητοι, ἐπιβουλαῖς χρώμενοι, κατὰ τῆς τοῦ Θεοῦ ἐκκλησίας, καὶ διὰ τοῦτο καὶ μόνον τῇδε τῇ πόλει ἐνδιατρίβοντες ταραχὰς παρέχειν καὶ ταύτῃ, καὶ ταῖς ἁπανταχοῦ ἐκκλησίαις, κατ' οὐδένα τρόπον παραιτοῦνται, δεόμεθα καὶ τοῦς τοιούτους ἅπαντας, πρὸς ὑμᾶς ἀχθῆναι, καὶ εὐθύνας ὑποσχεῖν τὰς τοῖς κανόσι πρεπούσας, δῆλον ὅτι καὶ ἐπὶ τοῦ προειρημένου Ἀνθίμου, καὶ τούτων δὲ πάντων, γρηγορούσης τῆς δικαιοκρισίας τῶν παρ' ὑμῶν καλῶς φυλαττομένων κανόνων, ἵνα μικρὸν ἀναψύξῃ ἡ τοῦ Θεοῦ ἐκκλησία τούτων ἐλευθερουμένη, καὶ μάθωσιν οἱ τῇ ποιμαντικῇ καὶ τῷ κλήρῳ προσελθεῖν τούτῳ τῷ τρόπῳ βουλόμενοι, ὡς οὐκ εἰς τέλος παρασιωπήσεται κύριος, ἀλλ' ἀπαγρυπνήσει ἐπὶ τοὺς τοιούτους ποιμένας, ἐφ' οὓς κατὰ τὸν προφήτην καὶ παρωξύνθη ὁ θυμὸς αὐτοῦ.
4Agnellus sive Andreas Ravennatensis, Liber Pontificalis, 106, 0592B (auctor c.805–c.846)
Ea Graece ita se habet: Ἐνταῦθα κεῖται ὁ στρατηγήσας καλῶς Ῥώμην φύλαξας ἀβλαβὴ, καὶ τὴν Δύσιν Τοῖς γαλήνοις τρὶς δεσπόταις ἕξ ἐνὶ αὐτοῖς Ἰσαάκιος, τῶν βασιλέων ὁ σύμμαχος.
5Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0605C
Ὁ Θεὸς γινώσκει, καλῶς ποιεῖ παίζων αὐτὰ, ἐὰν οὔκ εἰσιν ἀληθῆ· Μεθ' ὃν ὁ σακελλάριος πάλιν πρὸς αὐτὸν μετ' ὀργῆς εἶπεν· Ἀπλῶς πάντες ψεύδονται καὶ σὺ μόνος ἀληθεύεις; Καὶ ἀποκριθεὶς εἶπεν ὁ τοῦ Θεοῦ δοῦλος, συνδακρύσας τῷ λόγῷ Ἐξουσίαν ἔχετε, συγχωροῦντος τοῦ Θεοῦ, καὶ ζωῶσαι καὶ θανατῶσαι.
6Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0617C
Καὶ λέγει, μὴ δῷ ὁ Θεὸς, ἵνα ὅπερ ἐποίησα καλῶς κατὰ θεσμὸν ἐκκλησιαστικὸν, εἴπω γενέσθαι κακῶς.
7Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621B
Πρὸς οὕς εἶπον· Καθολικὴν Ἐκκλησίαν, τὴν ὀρθὴν καὶ σωτήριον τῆς εἰς αὐτὸν πίστεως ὁμολογίαν, Πέτρον μακαρίσας ἐφ' οἷς αὐτὸν καλῶς ὁμολόγησεν, ὁ τῶν ὅλων εἶναι Θεὸς ἀπεφήνατο.
8Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0621B
Πλὴν μάθω τὴν ὁμολογίαν, ἐφ' ἣν πασῶν τῶν Ἐκκλησιῶν γέγονεν ἡ ἕνωσις, καὶ τοῦ γενομένου καλῶς, οὐκ ἀλλοτριοῦμαι.
9Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0627D
Μὰ τὴν ἀλήθειαν τοῦ Θεοῦ, καλῶς εἶπας· καὶ ὁμολογῶ τὴν ὠφέλειαν, καὶ ἐζήτουν ἀεὶ ἐν τοῖς τοιούτοις συνδιαλέγεσθαι ὑμῖν.
10Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0643D
Μίαν διὰ τὴν ἔνωσιν τοῦ Σωτῆρος ἡμῶν θέλησιν, πάντῃ τε καὶ πάντως ὀφείλομεν λέγειν, καθάπερ Σέργιος καὶ Πύῤῥος, ὡς οἶμαι καλῶς νενοηκότες γεγράφασι.
11Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647B
Οὐκοῦν ὁ λέγων ὑποστατικὴν ἐνέργειαν, αὐτὴν τὴν φύσιν μίαν οὖσαν, ἄπειρον ταῖς ἐνεργείαις εἰσάγει γεγενημένην· καὶ κατὰ τὸ πλῆθος τῶν ὑπ' αὐτὴν ἀγομένων ἀτόμων, ἑαυτῆς διαφέρουσαν· ὅπερ εἰ δοξόμεθα καλῶς ἔχειν, πάσῃ φύσει τὸν ἐπ' αὐτῇ τοῦ πῶς εἶναι λόγον συνδιαφθείρομεν.
12Anastasius bibliothecarius Auctores varii, Collectanea, 129, 0647B
ὁ ὕπατος· Ἰδοὺ γέγονε τὰ πάντα καλῶς· ἄρα καταδέχεται ὁ βασιλεὺς παρακλητικὴν ποιῆσαι κέλευσιν; ΜΑΞ.
13Aristoteles, Physica, 1, 2; 7
ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεω μετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ· οὐ μὴν ἀλλ' ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν δια λεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις.
14Aristoteles, Physica, 2, 4; 9
καίτοι εἰ οὕτως ἔχει, τοῦτ' αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχ θῆναί τι περὶ αὐτοῦ.
15Aristoteles, Physica, 3, 2; 1
Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλ λως αὐτήν.
16Aristoteles, Physica, 4, 9; 9
διό φασίν τινες εἶναι τὸ κενὸν τὴν τοῦ σώματος ὕλην (οἵπερ καὶ τὸν τόπον τὸ αὐτὸ τοῦτο), λέγοντες οὐ καλῶς· ἡ μὲν γὰρ ὕλη οὐ χωριστὴ τῶν πραγμάτων, τὸ δὲ κενὸν ζητοῦσιν ὡς χωριστόν.
17Aristoteles, Physica, 4, 12; 1
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου· πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ.
18Aristoteles, Physica, 8, 13; 23
δῆλον οὖν ἐκ τούτων ὅτι οὐδ' οἱ φυσιολόγοι καλῶς λέγουσιν οἱ πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί· κινεῖσθαι γὰρ ἀνάγκη τούτων τινὰ τῶν κινήσεων, καὶ μάλιστα κατ' ἐκείνους [ἐστὶν] ἀλ λοιοῦσθαι· ῥεῖν γάρ φασιν ἀεὶ καὶ φθίνειν, ἔτι δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν.
19Aristoteles, Physica, 8, 18; 2
περὶ δὲ τῶν φερομένων ἔχει καλῶς διαπορῆσαί τινα ἀπορίαν πρῶτον.
20Aristoteles, Analytica posteriora, 1, I 3; 9 (auctor 384BC-322BC)
Εἰ δ᾿ οὕτως, οὐκ ἂν εἴη τό ἁπλῶς εἰδέναι καλῶς ὡρισμένον, ἀλλά διττόν· ἢ οὐχ ἁπλῶς ἡ ἑτέρα ἀπόδειξις γινομένη ἐκ τῶν ἡμῖν γνωριμωτέρων.
21Aristoteles, Analytica posteriora, 1, I 6; 5 (auctor 384BC-322BC)
Δῆλον δ᾿ ἐκ τούτων καί ὅτι εὐήθεις οἱ λαμβάνειν οἰόμενοι καλῶς τάς ἀρχάς, ἐάν ἔνδοξος ᾖ ἡ πρότασις καί ἀληθής, οἷον οἱ σοφισταί ὅτι τό ἐπίστασθαι τό ἐπιστήμην ἔχειν.
22Aristoteles, Analytica posteriora, 1, I 12; 6 (auctor 384BC-322BC)
Εἰ δέ διαλέξεται γεωμέτρῃ ᾗ γεωμέτρης οὕτως, φανερόν ὅτι καί καλῶς, ἐάν ἐκ τούτων τι δεικνύῃ, εἰ δέ μή, οὐ καλῶς.
23Aristoteles, Analytica posteriora, 2, II 8; 1 (auctor 384BC-322BC)
Πάλιν δέ σκεπτέον τί τούτων λέγεται καλῶς καί τί οὐ καλῶς, καί τί ἐστιν ὁ ὁρισμός, καί τοῦ τί ἐστιν ἆρά πως ἔστιν ἀπόδειξις καί ὁρισμός ἢ οὐδαμῶς.
24Aristoteles, Analytica priora, 1, I 34; 1 (auctor 384BC-322BC)
Πολλάκις δέ διαψεύδεσθαι συμπεσεῖται παρά τό μή καλῶς ἐκτίθεσθαι τούς κατά τήν πρότασιν ὅρους, οἷον εἰ τό μέν Α εἴη ὑγίεια, τό δ᾿ ἐφ᾿ ᾧ Β νόσος, ἐφ᾿ ᾧ δέ Γ ἄνθρωπος.
25Aristoteles, Analytica priora, 1, I 34; 4 (auctor 384BC-322BC)
Τούτου δ᾿ αἴτιον τό μή καλῶς ἐκκεῖσθαι τούς ὅρους κατά τήν λέξιν, ἐπεί μεταληφθέντων τῶν κατά τάς ἕξεις οὐκ ἔσται συλλογισμός, οἷον ἀντί μέν τῆς ὑγιείας εἰ τεθείη τό ὑγιαῖνον, ἀντί δέ τῆς νόσου τό νοσοῦν.
26Aristoteles, Athenaion Politeia, p2, 16, 9; 17 (auctor 384BC-322BC)
τοὺς μὲν γὰρ ταῖς ὁμιλίαις, τοὺς δὲ ταῖς εἰς τὰ ἴδια βοηθείαις προσήγετο, καὶ πρὸς ἀμφοτέρους ἐπεφύκει καλῶς.
27Aristoteles, Athenaion Politeia, p2, 23, 2; 3 (auctor 384BC-322BC)
διὰ ταύτην δὴ τὴν αἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι, καὶ ἐπολιτεύθησαν Ἀθηναῖοι καλῶς καὶ κατὰ τούτους τοὺς καιρούς.
28Aristoteles, Athenaion Politeia, p2, 28, 3; 7 (auctor 384BC-322BC)
τούτων μὲν οὖν ἀμφοτέρων θάνατον κατέγνωσαν ὕστερον· εἴωθεν γὰρ κἂν ἐξαπατηθῇ τὸ πλῆθος ὕστερον μισεῖν τούς τι προαγαγόντας ποιεῖν αὐτοὺς τῶν μὴ καλῶς ἐχόντων.
29Aristoteles, Athenaion Politeia, p2, 33, 2; 5 (auctor 384BC-322BC)
δοκοῦσι δὲ καλῶς πολιτευθῆναι κατὰ τούτους τοὺς καιρούς, πολέμου τε καθεστῶτος καὶ ἐκ τῶν ὅπλων τῆς πολιτείας οὔσης.
30Aristoteles, Athenaion Politeia, p2, 34, 2; 3 (auctor 384BC-322BC)
οὐ χρησάμενοι δὲ καλῶς τότε τοῖς πράγμασι, μετ' οὐ πολὺν χρόνον ἔγνωσαν τὴν ἁμαρτίαν.
31Aristoteles, Athenaion Politeia, p2, 40, 2; 2 (auctor 384BC-322BC)
καὶ δοκεῖ τοῦτό τε πολιτεύσασθαι καλῶς Ἀρχῖνος, καὶ μετὰ ταῦτα γραψάμενος τὸ ψήφισμα τὸ Θρασυβούλου παρανόμων, ἐν ᾧ μετεδίδου τῆς πολιτείας πᾶσι τοῖς ἐκ Πειραιέως συγκατελθοῦσι, ὧν ἔνιοι φανερῶς ἦσαν δοῦλοι, καὶ τρίτον, ἐπεί τις ἤρξατο τῶν κατεληλυθότων μνησικακεῖν, ἀπαγαγὼν τοῦτον ἐπὶ τὴν βουλὴν καὶ πείσας ἄκριτον ἀποκτεῖναι, λέγων ὅτι νῦν δείξουσιν, εἰ βούλονται τὴν δημοκρατίαν σῴζειν καὶ τοῖς ὅρκοις ἐμμένειν· ἀφέντας μὲν γὰρ τοῦτον προτρέψειν καὶ τοὺς ἄλλους, ἐὰν δ' ἀνέλωσιν, παράδειγμα ποιήσειν ἅπασιν.
32Aristoteles, Athenaion Politeia, p2, 43, 4; 9 (auctor 384BC-322BC)
προγράφουσι δὲ καὶ τὰς ἐκκλησίας οὗτοι· μίαν μὲν κυρίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἐπιχειροτονεῖν εἰ δοκοῦσι καλῶς ἄρχειν, καὶ περὶ σίτου καὶ περὶ φυλακῆς τῆς χώρας χρηματίζειν, καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγιγνώσκειν, καὶ τὰς λήξεις τῶν κλήρων καὶ τῶν ἐπικλήρων ἀναγινώσκειν, ὅπως μηδένα λάθῃ μηδὲν ἔρημον γενόμενον.
33Aristoteles, Athenaion Politeia, p2, 61, 2; 3 (auctor 384BC-322BC)
ἐπιχειροτονία δ' αὐτῶν ἐστι κατὰ τὴν πρυτανείαν ἑκάστην, εἰ δοκοῦσιν καλῶς ἄρχειν· κἄν τινα ἀποχειροτονήσωσιν, κρίνουσιν ἐν τῷ δικαστηρίῳ, κἂν μὲν ἁλῷ, τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἂν δ' ἀποφύγῃ, πάλιν ἄρχει.
34Aristoteles, De anima, 1, I 2; 1 (auctor 384BC-322BC)
Ἐπισκοποῦντας δέ περί ψυχῆς ἀναγκαῖον ἅμα διαποροῦντας περί ὧν εὐπορεῖν δεῖ, προελθόντας τάς τῶν προτέρων δόξας συμπαραλαμβάνειν ὅσοι τι περί αὐτῆς ἀπεφήναντο, ὅπως τά μέν καλῶς εἰρημένα λάβωμεν, εἰ δέ τι μή καλῶς, τοῦτ’ εὐλαβηθῶμεν.
35Aristoteles, De anima, 1, I 2; 14 (auctor 384BC-322BC)
Ἐκεῖνος μέν γάρ ἁπλῶς ταὐτόν ψυχήν καί νοῦν· τό γάρ ἀληθές εἶναι τό φαινόμενον· διό καλῶς ποιῆσαι τόν Ὅμηρον ὡς Ἕκτωρ κεῖτ’ ἀλλοφρονέων.
36Aristoteles, De anima, 1, I 2; 16 (auctor 384BC-322BC)
Ἀναξαγόρας δ’ ἦττον διασαφεῖ περί αὐτῶν· πολλαχοῦ μέν γάρ τό αἴτιον τοῦ καλῶς καί ὀρθῶς τόν νοῦν λέγει, ἑτέρωθι δέ τοῦτον εἶναι τήν ψυχήν· ἐν ἅπασι γάρ ὑπάρχειν αὐτόν τοῖς ζῴοις, καί μεγάλοις καί μικροῖς, καί τιμίοις καί ἀτιμοτέροις.
37Aristoteles, De anima, 1, I 3; 31 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν οὐ καλῶς τό λέγειν τήν ψυχήν μέγεθος εἶναι· τήν γάρ τοῦ παντός δῆλον ὅτι τοιαύτην εἶναι βούλεται οἷόν ποτ’ ἐστίν ὁ καλούμενος νοῦς· οὐ γάρ δή οἷόν γ’ ἡ αἰσθητική, οὐδ’ οἷον ἡ ἐπιθυμητική· τούτων γάρ ἡ κίνησις οὐ κυκλοφορία.
38Aristoteles, De anima, 1, I 5; 43 (auctor 384BC-322BC)
Φανερόν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε τό γινώσκειν ὑπάρχει τῇ ψυχῇ διά τό ἐκ τῶν στοιχείων εἷναι, οὔτε τό κινεῖσθαι αὐτήν καλῶς οὐδ’ ἀληθῶς λέγεται.
39Aristoteles, De anima, 2, II 2; 26 (auctor 384BC-322BC)
Καί διά τοῦτο καλῶς ὑπολαμβάνουσιν οἷς δοκεῖ μήτ’ ἄνευ σώματος εἶναι μήτε σῶμά τι ἡ ψυχή· σῶμα μέν γάρ οὐκ ἔστι, σώματος δέ τι, καί διά τοῦτο ἐν σώματι ὑπάρχει, καί ἐν σώματι τοιούτῳ, καί οὐχ ὥσπερ οἱ πρότερον εἰς σῶμα ἐνήρμοζον αὐτήν, οὐθέν προσδιορίζοντες ἐν τίνι καί ποίῳ, καίπερ οὐδέ φαινομένου τοῦ τυχόντος δέχεσθαι τό τυχόν.
40Aristoteles, De anima, 2, II 4; 19 (auctor 384BC-322BC)
Ἐμπεδοκλῆς δ’ οὐ καλῶς εἴρηκε τοῦτο, προστιθείς τήν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μέν συρριζουμένοις διά τό τήν γῆν οὕτω φέρεσθαι κατά φύσιν, ἄνω δέ διά τό πῦρ ὡσαύτως.
41Aristoteles, De anima, 2, II 4; 20 (auctor 384BC-322BC)
Οὔτε γάρ τό ἄνω καί κάτω καλῶς λαμβάνει· οὐ γάρ ταὐτό πᾶσι τό ἄνω καί κάτω καί τῷ παντί, ἀλλ’ ὡς ἡ κεφαλή τῶν ζῴων, οὕτως αἱ ῥίζαι τῶν φυτῶν, εἰ χρή τά ὄργανα λέγειν ἕτερα καί ταὐτά τοῖς ἔργοις.
42Aristoteles, De anima, 2, II 5; 18 (auctor 384BC-322BC)
Διό οὐ καλῶς ἔχει λέγειν τό φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδέ τόν οἰκοδόμον ὅταν οἰκοδομῇ.
43Aristoteles, De anima, 2, II 7; 24 (auctor 384BC-322BC)
Οὐ γάρ καλῶς τοῦτο λέγει Δημόκριτος οἰόμενος, εἰ γένοιτο κενόν τό μεταξύ, ὁρᾶσθαι ἂν ἀκριβῶς καί εἰ μύρμηξ ἐν τῷ οὐρανῷ εἴη· τοῦτο γάρ ἀδύνατόν ἐστιν.
44Aristoteles, De anima, 3, III 2; 18 (auctor 384BC-322BC)
Ἐπεί δέ μία μέν ἐστιν ἐνέργεια ἡ τοῦ αἰσθητοῦ καί ἡ τοῦ αἰσθητικοῦ, τό δ’ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καί σώζεσθαι τήν οὕτω λεγομένην ἀκοήν καί ψόφον, καί χυμόν δή καί γεῦσιν καί τά ἄλλα ὁμοίως· τά δέ κατά δύναμιν λεγόμενα οὐκ ἀνάγκη, ἀλλ’ οἱ πρότερον φυσιολόγοι τοῦτο οὐ καλῶς ἔλεγον, οὐθέν οἰόμενοι οὔτε λευκόν οὔτε μέλαν εἶναι ἄνευ ὄψεως, οὐδέ χυμόν ἄνευ γεύσεως.
45Aristoteles, De arte poetica, 1; 1 (auctor 384BC-322BC)
Περι ποιητικῆς αὐτῆς τε καί τῶν εἰδῶν αὐτῆς, ἥν τινα δύναμιν ἕκαστον ἔχει, καί πῶς δεῖ συνίστασθαι τούς μύθους, εἰ μέλλει καλῶς ἕξειν ἡ ποίησις, ἔτι δέ ἐκ πόσων καί ποίων ἐστί μορίων, ὁμοίως δέ καί περί τῶν ἄλλων ὅσα τῆς αὐτῆς ἐστί μεθόδου, λέγωμεν, ἀρξάμενοι κατά φύσιν πρῶτον ἀπό τῶν πρώτων.
46Aristoteles, De arte poetica, 8; 4 (auctor 384BC-322BC)
Ὁ δ᾿ Ὅμηρος, ὥσπερ καί τά ἄλλα διαφέρει, καί τοῦτ᾿ ἔοικε καλῶς ἰδεῖν, ἤτοι διά τέχνην ἢ διά φύσιν· Ὀδύσσειαν γάρ ποιῶν οὐκ ἐποίησεν ἅπαντα ὅσα αὐτῷ συνέβη, οἶον πληγῆναι μέν ἐν τῷ Παρνασσῷ, μανῆναι δέ προσποιήσασθαι ἐν τῷ ἀγερμῷ, ὧν οὐδέν θατέρου γενομένου ἀναγκαῖον ἦν ἢ εἰκός θάτερον γενέσθαι, ἀλλά περί μίαν πρᾶξιν, οἵαν λέγομεν, τήν Ὀδύσσειαν συνέστησεν, ὁμοίως δέ καί τήν Ἰλιάδα.
47Aristoteles, De arte poetica, 13; 6 (auctor 384BC-322BC)
Ἄνάγκη ἄρα τόν καλῶς ἔχοντα μῦθον ἁπλοῦν εἶναι μᾶλλον ἢ διπλοῦν, ὥσπερ τινές φασιν, καί μεταβάλλειν οὐκ εἰς εὐτυχίαν ἐκ δυστυχίας ἀλλά τοὐναντίον ἐξ εὐτυχίας εἰς δυστυχίαν, μή διά μοχθηρίαν ἀλλά δι᾿ ἁμαρτίαν μεγάλην, ἢ οἵου εἴρηται, ἢ βελτίονος μᾶλλον ἢ χείρονος.
48Aristoteles, De arte poetica, 14; 10 (auctor 384BC-322BC)
Τούς μέν οὖν παρειλημμένους μύθους λύειν οὐκ ἔστιν, λέγω δέ οἷον τήν Κλυταιμνήστραν ἀποθανοῦσαν ὑπό τοῦ Ὀρέστου καί τήν Ἐριφύλην ὑπό τοῦ Ἀλκμαίωνος· αὐτόν δἐ εὑρίσκειν δεῖ, καί τοῖς παραδεδομένοις χρῆσθαι καλῶς.
49Aristoteles, De arte poetica, 14; 11 (auctor 384BC-322BC)
Τό δέ καλῶς τί λέγομεν, εἴπωμεν σαφέστερον.
50Aristoteles, De arte poetica, 24; 3 (auctor 384BC-322BC)
Ἔτι τάς διανοίας καί τήν λέξιν ἔχειν καλῶς.
51Aristoteles, De arte poetica, 25; 18 (auctor 384BC-322BC)
Περί δέ τοῦ καλῶς ἢ μή καλῶς ἢ εἴρηταί τινι ἢ πέπρακται, οὐ μόνον σκεπτέον εἰς αὐτό τό πεπραγμένον ἢ εἰρημένον βλέποντα, εἰ σπουδαῖον ἢ φαῦλον, ἀλλά καί εἰς τόν πράττοντα ἢ λέγοντα πρός ὃν ἢ ὅτε ἢ ὅτῳ ἢ οὗ ἕνεκεν, οἷον ἢ μείζονος ἀγαθοῦ, ἵνα γένηται, ἢ μείζονος κακοῦ, ἵνα ἀπογένηται.
52Aristoteles, De caelo, 1, 1, 2; 8 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὔτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλ´ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
53Aristoteles, De caelo, 1, 2, 8; 17 (auctor 384BC-322BC)
Ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν· ἐξ ἀκινήτων γὰρ ἄρχεται κοσμοποιεῖν.
54Aristoteles, De caelo, 1, 7, 6; 19 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον τὸ μὴ καλῶς λαβεῖν τὰς πρώτας ἀρχάς, ἀλλὰ πάντα βούλεσθαι πρός τινας δόξας ὡρισμένας ἀνάγειν.
55Aristoteles, De caelo, 2, 1, 2; 2 (auctor 384BC-322BC)
Διόπερ καλῶς ἔχει συμπείθειν ἑαυτὸν τοὺς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηθὲν εἶναι πέρας αὐτῆς, ἀλλὰ μᾶλλον ταύτην τῶν ἄλλων πέρας· τό τε γὰρ πέρας τῶν περιεχόντων ἐστί, καὶ αὕτη τέλειος οὖσα περιέχει τὰς ἀτελεῖς καὶ τὰς ἐχούσας πέρας καὶ παῦλαν, αὐτὴ μὲν οὐδεμίαν οὔτ´ ἀρχὴν ἔχουσα οὔτε τελευτήν, ἀλλ´ ἄπαυστος οὖσα τὸν ἄπειρον χρόνον, τῶν δ´ ἄλλων τῶν μὲν αἰτία τῆς ἀρχῆς, τῶν δὲ δεχομένη τὴν παῦλαν.
56Aristoteles, De caelo, 2, 12, 3; 8 (auctor 384BC-322BC)
Περὶ δὴ τούτων ζητεῖν μὲν καλῶς ἔχει καὶ τὴν ἐπὶ πλεῖον σύνεσιν, καίπερ μικρὰς ἔχοντας ἀφορμὰς καὶ τοσαύτην ἀπόστασιν ἀπέχοντας τῶν περὶ αὐτὰ συμβαινόντων· ὅμως δ´ ἐκ τῶν τοιούτων θεωροῦσιν οὐδὲν ἄλογον ἂν δόξειεν εἶναι τὸ νῦν ἀπορούμενον.
57Aristoteles, De caelo, 2, 13, 9; 29 (auctor 384BC-322BC)
Διὸ δεῖ τὸν μέλλοντα καλῶς ζητήσειν ἐνστατικὸν εἶναι διὰ τῶν οἰκείων ἐνστάσεων τῷ γένει, τοῦτο δ´ ἐστὶν ἐκ τοῦ πάσας τεθεωρηκέναι τὰς διαφοράς.
58Aristoteles, De caelo, 2a, 1, 2; 8 (auctor 384BC-322BC)
Οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὔτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλ´ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
59Aristoteles, De caelo, 2a, 2, 8; 17 (auctor 384BC-322BC)
Ἔοικε δὲ τοῦτό γε αὐτὸ καλῶς Ἀναξαγόρας λαβεῖν· ἐξ ἀκινήτων γὰρ ἄρχεται κοσμοποιεῖν.
60Aristoteles, De caelo, 2a, 7, 6; 19 (auctor 384BC-322BC)
Τούτου δ´ αἴτιον τὸ μὴ καλῶς λαβεῖν τὰς πρώτας ἀρχάς, ἀλλὰ πάντα βούλεσθαι πρός τινας δόξας ὡρισμένας ἀνάγειν.
61Aristoteles, De divinatione per somnum, 2; 4 (auctor 384BC-322BC)
Καὶ πολλὰ βουλευθέντα καλῶς τῶν πραχθῆναι δεόντων διελύθη δι’ ἄλλας κυριωτέρας ἀρχάς.
62Aristoteles, De generatione animalium, 1, 18; 16 (auctor 384BC-322BC)
διὸ καὶ Ἐμπεδοκλῆς ἔοικεν, εἴπερ οὕτω λεκτέον, μάλιστα λέγειν ὁμολογούμενα τούτῳ τῷ λόγῳ [τό γε τοσοῦτον, ἀλλ' εἴπερ ἑτέρᾳ πῃ, οὐ καλῶς]· φησὶ γὰρ ἐν τῷ ἄρρενι καὶ τῷ θήλει οἷον σύμβολον ἐνεῖναι, ὅλον δ' ἀπ' οὐδετέρου ἀπιέναι, ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός ... διὰ τί γὰρ τὰ θήλεα οὐ γεννᾷ ἐξ αὑτῶν εἴπερ ἀπὸ παντός τε ἀπέρχεται καὶ ἔχει ὑποδοχήν; ἀλλ' ὡς ἔοικεν ἢ οὐκ ἀπέρχεται ἀπὸ παντὸς ἢ οὕτως ὥσπερ ἐκεῖνος λέγει, οὐ ταὐτὰ ἀφ' ἑκατέρου, διὸ καὶ δέονται τῆς ἀλλήλων συνουσίας.
63Aristoteles, De generatione animalium, 1, 23; 3 (auctor 384BC-322BC)
καὶ τοῦτο καλῶς λέγει Ἐμπεδοκλῆς ποιήσας· οὕτω δ' ᾠοτοκεῖ μακρὰ δένδρεα· πρῶτον ἐλαίας ... τό τε γὰρ ᾠὸν κύημά ἐστι, καὶ ἔκ τινος αὐτοῦ γίγνεται τὸ ζῷον, τὸ δὲ λοιπὸν τροφή, καὶ ἐκ τοῦ σπέρματος ἐκ μέρους γίγνεται τὸ φυόμενον, τὸ δὲ λοιπὸν τροφὴ γίγνεται τῷ βλαστῷ καὶ τῇ ῥίζῃ τῇ πρώτῃ.
64Aristoteles, De generatione animalium, 2, 6; 25 (auctor 384BC-322BC)
Οὐ καλῶς δὲ λέγουσιν οὐδὲ τοῦ διὰ τί τὴν ἀνάγκην ὅσοι λέγουσι ὅτι οὕτως ἀεὶ γίγνεται, καὶ ταύτην εἶναι νομίζουσιν ἀρχὴν ἐν αὐτοῖς, ὥσπερ Δημόκριτος ὁ Ἀβδηρίτης, ὅτι τοῦ μὲν ἀεὶ καὶ ἀπείρου οὐκ ἔστιν ἀρχή, τὸ δὲ διὰ τί ἀρχή, τὸ δ' ἀεὶ ἄπειρον, ὥστε τὸ ἐρωτᾶν τὸ διὰ τί περὶ τῶν τοιούτων τινὸς τὸ ζητεῖν εἶναί φησι τοῦ ἀπείρου ἀρχήν.
65Aristoteles, De generatione animalium, 2, 6; 27 (auctor 384BC-322BC)
τὸ μὲν οὖν μὴ πάντων ἀξιοῦν ζητεῖν ἀρχὴν λέγεται καλῶς, τὸ δὲ τῶν ὄντων ἀεὶ καὶ γιγνομένων πάντων οὐ καλῶς, ἀλλ' ὅσαι τῶν ἀϊδίων ἀρχαὶ τυγχάνουσιν οὖσαι· τῆς γὰρ ἀρχῆς ἄλλη γνῶσις καὶ οὐκ ἀπόδειξις.
66Aristoteles, De generatione animalium, 2, 8; 2 (auctor 384BC-322BC)
περὶ δὲ τῆς αἰτίας, ὡς μὲν λέγουσιν Ἐμπεδοκλῆς καὶ Δημόκριτος-λέγων ὁ μὲν οὐ σαφῶς Δημόκριτος δὲ γνωρίμως μᾶλλον-οὐ καλῶς εἰρήκασιν.
67Aristoteles, De generatione animalium, 3, 10; 35 (auctor 384BC-322BC)
καὶ οὕτω δὴ συνέστηκε τῇ φύσει καλῶς ὥστ' αἰεὶ διαμένειν ὄντα τὰ γένη καὶ μηδὲν ἐλλείπειν, μὴ πάντων γεννώντων.
68Aristoteles, De generatione animalium, 4, 1; 10 (auctor 384BC-322BC)
ὥστε ταύτῃ γε βέλτιον ἂν λέγοι Δημόκριτος· ζητεῖ γὰρ ταύτης τῆς γενέσεως τὴν διαφορὰν καὶ πειρᾶται λέγειν-εἰ δὲ καλῶς ἢ μὴ καλῶς ἕτερος λόγος.
69Aristoteles, De generatione animalium, 4, 8; 26 (auctor 384BC-322BC)
Καλῶς δὲ διώρισται τοῖς χρόνοις καὶ ἡ γένεσις ἡ τῶν ζῴων· ὅταν γὰρ διὰ τὸ μέγεθος μηκέτι ἱκανὴ ᾖ τῷ κυουμένῳ ἡ διὰ τοῦ ὀμφαλοῦ τροφή, ἅμα τὸ γάλα γίγνεται χρήσιμον πρὸς τὴν γιγνομένην τροφήν, καὶ οὐκ εἰσιούσης διὰ τοῦ ὀμφαλοῦ τροφῆς συμπίπτουσιν αὗται αἱ φλέβες περὶ ἃς ὁ καλούμενος ὀμφαλός ἐστι χιτών, καὶ διὰ ταῦτα καὶ τότε συμβαίνει θύραζε ἡ ἔξοδος.
70Aristoteles, De generatione animalium, 5, 1; 38 (auctor 384BC-322BC)
τὸ μὲν οὖν ὑπολαμβάνειν τὰ μὲν γλαυκὰ πυρώδη, καθάπερ Ἐμπεδοκλῆς φησι, τὰ δὲ μέλανα πλεῖον ὕδατος ἔχειν ἢ πυρός, καὶ διὰ τοῦτο τὰ μὲν ἡμέρας οὐκ ὀξὺ βλέπειν, τὰ γλαυκά, δι' ἔνδειαν ὕδατος, θάτερα δὲ νύκτωρ δι' ἔνδειαν πυρός, οὐ λέγεται καλῶς, εἴπερ μὴ πυρὸς τὴν ὄψιν θετέον ἀλλ' ὕδατος πᾶσιν.
71Aristoteles, De generatione animalium, 5, 2; 2 (auctor 384BC-322BC)
τοῦ μὲν οὖν τὰς διαφορὰς κρίνειν καλῶς τὸ αἰσθητήριον αἴτιον, ὥσπερ ἐπὶ τῆς ὄψεως, ἂν ᾖ καθαρὸν αὐτό τε καὶ ἡ περὶ αὐτὸ μῆνιγξ.
72Aristoteles, De generatione animalium, 5, 7; 7 (auctor 384BC-322BC)
φασὶ γάρ τινες τὸ μὲν πολὺ βραδέως κινεῖσθαι τὸ δ' ὀλίγον ταχέως, καὶ ταύτην αἰτίαν εἶναι τοῦ τὰ μὲν βαρύφωνα εἶναι τὰ δ' ὀξύφωνα, λέγοντες μέχρι τινὸς καλῶς, ὅλως δ' οὐ καλῶς.
73Aristoteles, De generatione animalium, 5, 8; 2 (auctor 384BC-322BC)
Εἴρηκε μὲν οὖν περὶ αὐτῶν καὶ Δημόκριτος, οὐ καλῶς δ' εἴρηκεν· οὐ γὰρ ἐπὶ πάντων σκεψάμενος καθόλου λέγει τὴν αἰτίαν.
74Aristoteles, De generatione et corruptione, 1, 8, 20; 59 (auctor 384BC-322BC)
Ἀλλὰ τοῦτο λέγουσιν οὐ καλῶς οἱ πάντα ποτὲ ὁμοῦ φάσκοντες εἶναι καὶ μεμίχθαι· οὐ γὰρ ἅπαν ἅπαντι μικτόν, ἀλλ´ ὑπάρχειν δεῖ χωριστὸν ἑκάτερον τῶν μιχθέντων· τῶν δὲ παθῶν οὐθὲν χωριστόν.
75Aristoteles, De generatione et corruptione, 2, 1, 3; 6 (auctor 384BC-322BC)
[5] Ὅτι μὲν οὖν τὰ πρῶτα ἀρχὰς καὶ στοιχεῖα καλῶς ἔχει λέγειν, ἔστω συνομολογούμενον, ἐξ ὧν μεταβαλλόντων ἢ κατὰ σύγκρισιν καὶ διάκρισιν ἢ κατ´ ἄλλην μεταβολὴν συμβαίνει γένεσιν εἶναι καὶ φθοράν.
76Aristoteles, De generatione et corruptione, 2, 1, 4; 10 (auctor 384BC-322BC)
Καίτοι καὶ τοῦτο οὐ καλῶς λέγεται τοῦτον τὸν τρόπον λεγόμενον, ἀλλ´ ὧν μὲν ἀλλοίωσις, ἐστὶν οὕτως, ὧν δὲ γένεσις καὶ φθορά, ἀδύνατον ἐκεῖνο προσαγορεύεσθαι ἐξ οὗ γέγονεν.
77Aristoteles, De generatione et corruptione, 2, 9, 6; 12 (auctor 384BC-322BC)
Οὐδέτεροι δὲ λέγουσι καλῶς.
78Aristoteles, De generatione et corruptione, 2, 10, 1; 2 (auctor 384BC-322BC)
Ἅμα δὲ δῆλον ὅτι καὶ τὸ πρότερον καλῶς εἴρηται, τὸ πρώτην τῶν μεταβολῶν τὴν φορὰν ἀλλὰ μὴ τὴν γένεσιν εἰπεῖν· πολὺ γὰρ εὐλογώτερον τὸ ὂν τῷ μὴ ὄντι γενέσεως αἴτιον εἶναι ἢ τὸ μὴ ὂν τῷ ὄντι τοῦ εἶναι.
79Aristoteles, De incessu animalium, 5, 5; 9 (auctor 384BC-322BC)
Καλῶς δ' ἔχει καὶ τὸ ἀνάπαλιν λέγειν περὶ αὐτῶν, ὡς διὰ τὸ τὰς ἀρχὰς ἐν τούτοις εἶναι ταῦτα τιμιώτερα τῶν ἀντικειμένων μορίων ἐστίν.
80Aristoteles, De interpretatione, 14; 18 (auctor 384BC-322BC)
Ἔτι δέ, εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχειν, καὶ ταύτῃ ἂν δόξειε καλῶς εἰρῆσθαι· ἢ γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως ἢ οὐδαμοῦ.
81Aristoteles, De motu animalium, 3; 4 (auctor 384BC-322BC)
ἀλλ' ὅτι τοὺς πόλους οἴονταί τινα δύναμιν ἔχειν, οὐθὲν ἔχοντας μέγεθος ἀλλ' ὄντας ἔσχατα καὶ στιγμάς, οὐ καλῶς.
82Aristoteles, De partibus animalium, 1, 1, 1; 1 (auctor 384BC-322BC)
Περὶ πᾶσαν θεωρίαν τε καὶ μέθοδον, ὁμοίως ταπεινοτέραν τε καὶ τιμιωτέραν, δύο φαίνονται τρόποι τῆς ἕξεως εἶναι, ὧν τὴν μὲν ἐπιστήμην τοῦ πράγματος καλῶς ἔχει προσαγορεύειν, τὴν δ´ οἷον παιδείαν τινά.
83Aristoteles, De partibus animalium, 1, 1, 2; 2 (auctor 384BC-322BC)
Πεπαιδευμένου γάρ ἐστι κατὰ τρόπον τὸ δύνασθαι κρῖναι εὐστόχως τί καλῶς ἢ μὴ καλῶς ἀποδίδωσιν ὁ λέγων.
84Aristoteles, De partibus animalium, 1, 1, 17; 35 (auctor 384BC-322BC)
Εἰ δὲ μή, ὅτι ἐγγύτατα τούτου, καὶ ἢ ὅλως (ὅτι ἀδύνατον ἄλλως) ἢ καλῶς γε οὕτως.
85Aristoteles, De partibus animalium, 1, 4, 5; 11 (auctor 384BC-322BC)
Ἴσως μὲν οὖν ὀρθῶς ἔχει τὰ μὲν κατὰ γένη κοινῇ λέγειν, ὅσα λέγεται καλῶς ὡρισμένων τῶν ἀνθρώπων, καὶ ἔχει τε μίαν φύσιν κοινὴν καὶ εἴδη ἐν αὐτῷ μὴ πολὺ διεστῶτα, ὄρνις καὶ ἰχθῦς, καὶ εἴ τι ἄλλο ἐστὶν ἀνώνυμον μέν, τῷ γένει δ´ ὁμοίως περιέχει τὰ ἐν αὐτῷ εἴδη· ὅσα δὲ μὴ τοιαῦτα, καθ´ ἕκαστον, οἷον περὶ ἀνθρώπου καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστιν.
86Aristoteles, De partibus animalium, 2, 2, 5; 10 (auctor 384BC-322BC)
Ἄριστα δὲ τὰ θερμὸν ἔχοντα καὶ λεπτὸν καὶ καθαρόν· ἅμα γὰρ πρός τε ἀνδρείαν τὰ τοιαῦτα καὶ πρὸς φρόνησιν ἔχει καλῶς.
87Aristoteles, De partibus animalium, 2, 9, 5; 9 (auctor 384BC-322BC)
Ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὐτήν, τὰ τούτων ὀστᾶ τῶν ἁρμονιῶν ἐστιν, ᾗ μὲν ἔχει τὰ κῶλα κάμψιν, συνδεδεμένα τε νεύροις, καὶ τῶν ἐσχάτων συναρμοττόντων τοῦ μὲν ὄντος κοίλου τοῦ δὲ περιφεροῦς, ἢ καὶ ἀμφοτέρων κοίλων, ἐν μέσῳ δὲ περιειληφότων, οἷον γόμφον, ἀστράγαλον, ἵνα γίγνηται κάμψις καὶ ἔκτασις· ἄλλως γὰρ ἢ ὅλως ἀδύνατον, ἢ οὐ καλῶς ἂν ἐποίουν τὴν τοιαύτην κίνησιν.
88Aristoteles, De partibus animalium, 2, 10, 11; 24 (auctor 384BC-322BC)
Τέτακται δὲ τὸν τρόπον τοῦτον τὰ αἰσθητήρια τῇ φύσει καλῶς, τὰ μὲν τῆς ἀκοῆς ἐπὶ μέσης τῆς περιφερείας (ἀκούει γὰρ οὐ μόνον κατ´ εὐθυωρίαν ἀλλὰ πάντοθεν), ἡ δ´ ὄψις εἰς τὸ ἔμπροσθεν (ὁρᾷ γὰρ κατ´ εὐθυωρίαν, ἡ δὲ κίνησις εἰς τὸ ἔμπροσθεν, προορᾶν δὲ δεῖ ἐφ´ ὃ ἡ κίνησις).
89Aristoteles, De partibus animalium, 2, 10, 14; 33 (auctor 384BC-322BC)
Καλῶς δὲ καὶ τοῖς ἄλλοις ἔχει ταῦτα τὰ αἰσθητήρια ζῴοις πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ.
90Aristoteles, De partibus animalium, 2, 16, 11; 18 (auctor 384BC-322BC)
Τοῖς μὲν οὖν ἄλλοις ζῴοις πρὸς σωτηρίαν τῶν ὀδόντων ἡ τῶν χειλῶν φύσις ἐστὶ καὶ πρὸς φυλακήν, διόπερ ὡς ἐκείνων μετέχουσι τοῦ ἀκριβῶς καὶ καλῶς ἢ τοὐναντίον, οὕτω καὶ τοῦ διηρθρῶσθαι τοῦτο τὸ μόριον ἔχουσιν· οἱ δ´ ἄνθρωποι μαλακὰ καὶ σαρκώδη καὶ δυνάμενα χωρίζεσθαι, φυλακῆς τε ἕνεκα τῶν ὀδόντων ὥσπερ καὶ τὰ ἄλλα, καὶ μᾶλλον ἔτι διὰ τὸ εὖ· πρὸς γὰρ τὸ χρῆσθαι τῷ λόγῳ καὶ ταῦτα.
91Aristoteles, De partibus animalium, 3, 1, 2; 3 (auctor 384BC-322BC)
Ὁ δ´ ἄνθρωπος πρός τε τὴν κοινὴν χρῆσιν καλῶς ἔχει πεφυκότας, τοὺς μὲν προσθίους ὀξεῖς, ἵνα διαιρῶσι, τοὺς δὲ γομφίους πλατεῖς, ἵνα λεαίνωσιν.
92Aristoteles, De partibus animalium, 3, 3, 9; 24 (auctor 384BC-322BC)
Οὕτω δὲ καλῶς μεμηχάνηται καὶ ἡ ταύτης καὶ ἡ τῆς γλώττης κίνησις, ὥστε τῆς τροφῆς ἐν μὲν τῷ στόματι λεαινομένης, παρ´ αὐτὴν δὲ διιούσης, τὴν μὲν ὀλιγάκις ὑπὸ τοὺς ὀδόντας πίπτειν, εἰς δὲ τὴν ἀρτηρίαν σπάνιόν τι παραρρεῖν.
93Aristoteles, De partibus animalium, 3, 4, 1; 4 (auctor 384BC-322BC)
Δημόκριτος δ´ ἔοικεν οὐ καλῶς διαλαβεῖν περὶ αὐτῶν, εἴπερ ᾠήθη διὰ μικρότητα τῶν ἀναίμων ζῴων ἄδηλα εἶναι ταῦτα.
94Aristoteles, De partibus animalium, 3, 6, 4; 9 (auctor 384BC-322BC)
Τὸ δὲ πρὸς τὴν ἅλσιν εἶναι τὸν πλεύμονα τῆς καρδίας οὐκ εἴρηται καλῶς· ἐν ἀνθρώπῳ τε γὰρ συμβαίνει μόνον ὡς εἰπεῖν τὸ τῆς πηδήσεως διὰ τὸ μόνον ἐν ἐλπίδι γίνεσθαι καὶ προσδοκίᾳ τοῦ μέλλοντος, ἀπέχει τ´ ἐν τοῖς πλείστοις πολὺν τόπον καὶ κεῖται τὴν θέσιν ἀνωτέρω τοῦ πλεύμονος, ὥστε μηδὲν συμβάλλεσθαι τὸν πλεύμονα πρὸς τὴν ἅλσιν τῆς καρδίας.
95Aristoteles, De partibus animalium, 3, 7, 13; 28 (auctor 384BC-322BC)
Οἱ δὲ νεφροὶ τοῖς ἔχουσιν οὐκ ἐξ ἀνάγκης, ἀλλὰ τοῦ εὖ καὶ καλῶς ἕνεκεν ὑπάρχουσιν· τῆς γὰρ περιττώσεως χάριν τῆς εἰς τὴν κύστιν ἀθροιζομένης εἰσὶ κατὰ τὴν ἰδίαν φύσιν, ἐν ὅσοις πλεῖον ὑπόστημα γίνεται τὸ τοιοῦτον, ὅπως βέλτιον ἀποδιδῷ ἡ κύστις τὸ αὑτῆς ἔργον.
96Aristoteles, De partibus animalium, 4, 2, 2; 3 (auctor 384BC-322BC)
Διόπερ οἱ λέγοντες τὴν φύσιν τῆς χολῆς αἰσθήσεώς τινος εἶναι χάριν, οὐ καλῶς λέγουσι.
97Aristoteles, De partibus animalium, 4, 10, 15; 36 (auctor 384BC-322BC)
Ὁ γὰρ φρονιμώτατος πλείστοις ἂν ὀργάνοις ἐχρήσατο καλῶς, ἡ δὲ χεὶρ ἔοικεν εἶναι οὐχ ἓν ὄργανον ἀλλὰ πολλά· ἔστι γὰρ ὡσπερεὶ ὄργανον πρὸ ὀργάνων.
98Aristoteles, De partibus animalium, 4, 10, 16; 38 (auctor 384BC-322BC)
Ἀλλ´ οἱ λέγοντες ὡς συνέστηκεν οὐ καλῶς ὁ ἄνθρωπος ἀλλὰ χείριστα τῶν ζῴων (ἀνυπόδητόν τε γὰρ αὐτὸν εἶναί φασι καὶ γυμνὸν καὶ οὐκ ἔχοντα ὅπλον πρὸς τὴν ἀλκήν) οὐκ ὀρθῶς λέγουσιν.
99Aristoteles, De partibus animalium, 4, 10, 19; 45 (auctor 384BC-322BC)
Καὶ αἱ καμπαὶ τῶν δακτύλων καλῶς ἔχουσι πρὸς τὰς λήψεις καὶ πιέσεις.
100Aristoteles, De sensu et sensibilibus, 1; 35 (auctor 384BC-322BC)
Δημόκριτος δ’ ὅτι μὲν ὕδωρ εἶναί φησι, λέγει καλῶς, ὅτι δ’ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν, οὐ καλῶς· τοῦτο μὲν γὰρ συμβαίνει ὅτι τὸ ὄμμα λεῖον, καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ ἀλλ’ ἐν τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος.
101Aristoteles, De sensu et sensibilibus, 1; 168 (auctor 384BC-322BC)
Εἰ οὖν μηδ’ ἐκείνη καλῶς, οὐδ’ αὕτη καλῶς.
102Aristoteles, De sophisticis elenchis, 12; 6 (auctor 384BC-322BC)
Πρός δέ τό ψευδόμενον δεῖξαι ἴδιος τόπος ὁ σοφιστικός, τό ἄγειν πρός τοιαῦτα πρός ἃ εὐπορεῖ λόγων· ἔσται δέ καί καλῶς καί μή καλῶς τοῦτο ποιεῖν, καθάπερ ἐλέχθη πρότερον.
103Aristoteles, De sophisticis elenchis, 12; 11 (auctor 384BC-322BC)
Οὐ γάρ ταὐτά βούλονταί τε καί φασίν, ἀλλά λέγουσι μέν τούς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δέ τά φαινόμενα λυσιτελεῖν, οἷον τεθνάναι καλῶς μᾶλλον ἢ ζῆν ἡδέως φασί δεῖν καί πένεσθαι δικαίως μᾶλλον ἢ πλουτεῖν αἰσχρῶς, βούλονται δέ τἀναντία.
104Aristoteles, De sophisticis elenchis, 15; 15 (auctor 384BC-322BC)
Ἔτι καθάπερ καί ἐν τοῖς ῥητορικοῖς, καί ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τά ἐναντιώματα θεωρητέον ἢ πρός τά ὑφ᾿ ἑαυτοῦ λεγόμενα, ἢ πρός οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πρός τούς δοκοῦντας τοιούτους ἢ πρός τούς ὁμοίους ἢ πρός τούς πλείστους ἢ πρός πάντας.
105Aristoteles, De sophisticis elenchis, 17; 9 (auctor 384BC-322BC)
Νῦν δέ διά τό μή καλῶς ἐρωτᾶν τούς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τόν ἐρωτώμενον, διορθοῦντα τήν μοχθηρίαν τῆς προτάσεως, ἐπεί διελομένου γε ἱκανῶς ἢ ναί ἢ οὔ ἀνάγκη λέγειν τόν ἀποκρινομενον.
106Aristoteles, De sophisticis elenchis, 17; 33 (auctor 384BC-322BC)
Ἐξειργόμενον δέ τούτων ἐπί τό μή καλῶς δεδεῖχθαι πορευτέον, ἀπαντῶντα κατά τόν εἰρημένον διορισμόν.
107Aristoteles, De sophisticis elenchis, 20; 19 (auctor 384BC-322BC)
Ἀλλά φανερόν ὅτι οὐ καλῶς λύουσιν· τῶν γάρ παρά ταὐτόν λόγων ἡ αὐτή λύσις, αὕτη δ᾿ οὐχ ἁρμόσει ἐπί πάντας οὐδέ πάντως ἐρωτωμένους, ἀλλ᾿ ἔστι πρός τόν ἐρωτῶντα, οὐ πρός τόν λόγον.
108Aristoteles, De sophisticis elenchis, 33; 20 (auctor 384BC-322BC)
Ὅταν μέν γάρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περί οὗ ὁ λόγος καί δι᾿ ὅ, καί μή προσλαβών τοῦτο καί μή συλλογισάμενος εὐήθης ὁ συλλογισμός, ὅταν δέ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ᾿ ὁ μέν λόγος ἐπιεικής, ὁ δ᾿ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς.
109Aristoteles, Ethica Eudemia, 1; 8 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἡ παρουσία διὰ τούτων ἁπάντων ἢ τινῶν ἢ τινὸς ὑπάρχει τοῖς ἀνθρώποις, οὐκ ἄδηλον (ἅπασαι γὰρ αἱ γενέσεις σχεδὸν πίπτουσιν εἰς ταύτας τὰς ἀρχάς· καὶ γὰρ τὰσ ἀπὸ τῆς διανοίας ἁπάσας πρὸς τὰς ἀπὸ ἐπιστήμης ἄν τις συναγάγοι πράξεις) · τὸ δ' εὐδαιμονεῖν καὶ τὸ ζῆν μακαρίως καὶ καλῶς εἴη ἂν ἐν τρισὶ μάλιστα, τοῖς εἶναι δοκοῦσιν αἰρετωτάτοις.
110Aristoteles, Ethica Eudemia, 1; 12 (auctor 384BC-322BC)
περὶ δὴ τούτων ἐπιστήσαντας, ἅπαντα τὸν δυνάμενον ζῆν κατὰ τὴν αὑτοῦ προαίρεσιν θέσθαι τινὰ σκοπὸν τοῦ καλῶς ζῆν, ἤτοι τιμὴν ἢ δόξαν ἢ πλοῦτον ἢ παιδείαν, πρὸς ὃν ἀποβλέπων ποιήσεται πάσας τὰς πράξεις (ὡς τό γε μὴ συντετάχθαι τὸν βίον πρός τι τέλος ἀφροσύνης πολλῆς σημεῖον ἐστίν) , μάλιστα δὴ δεῖ πρῶτον ἐν αὑτῷ διορίσασθαι μήτε προπετῶς μήτε ῥαθύμως, ἐν τίνι τῶν ἡμετέρων τὸ ζῆν εὖ, καὶ τίνων ἄνευ τοῖς ἀνθρώποις οὐκ ἐνδέχεται τοῦθ' ὑπάρχειν.
111Aristoteles, Ethica Eudemia, 1; 13 (auctor 384BC-322BC)
οὐ γὰρ ταὐτόν, ὧν τ' ἄνευ οὐχ οἷόν τε ὑγιαίνειν, καὶ τὸ ὑγιαίνειν· ὁμοίως δ' ἔχει τοῦτο καὶ ἐφ' ἑτέρων πολλῶν, ὥστ' οὐδὲ τὸ ζῆν καλῶς καὶ ὧν ἄνευ οὐ δυνατὸν ζῆν καλῶς (ἔστι δὲ τῶν τοιούτων τὰ μὲν οὐκ ἴδια τῆς ὑγιείας οὐδὲ τῆς ζωῆς ἀλλὰ κοινὰ πάντων ὡς εἰπεῖν, καὶ τῶν ἕξεων καὶ τῶν πράξεων, οἷον ἄνευ τοῦ ἀναπνεῖν ἢ ἐγρηγορέναι ἢ κινήσεως μετέχειν οὐθὲν ἂν ὑπάρξειεν ἡμῖν οὔτ' ἀγαθὸν οὔτε κακόν, τὰ δ' ἴδια μᾶλλον περὶ ἑκάστην φύσιν· ἃ δεῖ μὴ λανθάνειν· οὐ γὰρ ὁμοίως οἰκεῖον πρὸς εὐεξίαν τοῖς εἰρημένοις κρεωφαγία καὶ τῶν περιπάτων οἱ μετὰ δεῖπνον) .
112Aristoteles, Ethica Eudemia, 1; 16 (auctor 384BC-322BC)
ταύτας οὖν καλῶς ἔχει τὰς δόξας ἐξετάζειν· οἱ γὰρ τῶν ἀμφισβητούντων ἔλεγχοι τῶν ἐναντιουμένων αὐτοῖς λόγων ἀποδείξεις εἰσίν.
113Aristoteles, Ethica Eudemia, 1; 17 (auctor 384BC-322BC)
ἔτι δὲ πρὸ ἔργου τὸ τὰ τοιαῦτα μὴ λανθάνειν, μάλιστα πρὸς ἃ δεῖ συντείνειν πᾶσαν σκέψιν, ἐκ τίνων ἐνδέχεται μετασχεῖν τοῦ εὖ καὶ καλῶς ζῆν, εἴ τῳ μακαρίως ἐπιφθονώτερον εἰπεῖν, καὶ πρὸς τὴν ἐλπίδα τὴν περὶ ἕκαστα γενομένην ἂν τῶν ἐπιεικῶν.
114Aristoteles, Ethica Eudemia, 1; 18 (auctor 384BC-322BC)
εἰ μὲν γὰρ ἐν τοῖς διὰ τύχην γινομένοις ἢ τοῖς διὰ φύσιν τὸ καλῶς ζῆν ἐστίν, ἀνέλπιστον ἂν εἴη πολλοῖς (οὐ γάρ ἐστι δι' ἐπιμελείας ἡ κτῆσις [οὐδὲ] ἐπ' αὐτοῖς οὐδὲ τῆς αὐτῶν πραγματείας) · εἰ δ' ἐν τῷ αὐτὸν ποιόν τινα εἶναι καὶ τὰς κατ' αὐτὸν πράξεις, κοινότερον ἂν εἴη τὸ ἀγαθὸν καὶ θειότερον, κοινότερον μὲν τῷ πλείοσιν ἐνδέχεσθαι μετασχεῖν, θειότερον δὲ τῷ κεῖσθαι τὴν εὐδαιμονίαν τοῖς αὑτοὺς παρασκευάζουσι ποιούς τινας καὶ τὰς πράξεις.
115Aristoteles, Ethica Eudemia, 1; 19 (auctor 384BC-322BC)
ἔσται δὲ φανερὰ τὰ πλεῖστα τῶν ἀμφισβητουμένων καὶ διαπορουμένων, ἂν καλῶς ὁρισθῇ τί χρὴ νομίζειν εἶναι τὴν εὐδαιμονίαν, πότερον ἐν τῷ ποιόν τινα μόνον εἶναι τὴν ψυχήν, καθάπερ τινὲς ᾠήθησαν τῶν σοφῶν καὶ πρεσβυτέρων, ἢ δεῖ μὲν καὶ ποιόν τινα ὑπάρχειν αὐτόν, μᾶλλον δὲ δεῖ τὰς πράξεις εἶναι ποιὰς τινάς.
116Aristoteles, Ethica Eudemia, 1; 24 (auctor 384BC-322BC)
περὶ πολλῶν μὲν οὖν καὶ ἑτέρων οὐ ῥᾴδιον τὸ κρῖναι καλῶς, μάλιστα δὲ περὶ οὗ πᾶσι ῥᾷστον εἶναι δοκεῖ, καὶ παντὸς ἀνδρὸς τὸ γνῶναι, τί τῶν ἐν τῷ ζῆν αἱρετόν, καὶ λαβὼν ἄν τις ἔχοι πλήρη τὴν ἐπιθυμίαν.
117Aristoteles, Ethica Eudemia, 1; 38 (auctor 384BC-322BC)
ἐκ μὲν οὖν τῶν εἰρημένων φανερὸν ὅτι πάντες ἐπὶ τρεῖς βίους φέρουσι τὴν εὐδαιμονίαν, πολιτικὸν φιλόσοφον ἀπολαυστικόν· τούτων δ' ἡ μὲν περὶ τὰ σώματα καὶ τὰς ἀπολαύσεις ἡδονή, καὶ τίς καὶ ποία τις γίνεται καὶ διὰ τίνων, οὐκ ἄδηλον, ὥστ' οὐ τίνες εἰσὶ δεῖ ζητεῖν αὐτάς, ἀλλ' εἰ συντείνουσί τι πρὸς εὐδαιμονίαν ἢ μή, καὶ πῶς συντείνουσι, καὶ πότερον εἰ δεῖ προσάπτειν τῷ ζῆν καλῶς ἡδονάς τινας, ταύτας δεῖ προσάπτειν, ἢ τούτων μὲν ἄλλον τινὰ τρόπον ἀνάγκη κοινωνεῖν, ἕτεραι δ' εἰσὶν ἡδοναὶ δι' ἃς εὐλόγως οἴονται τὸν εὐδαίμονα ζῆν ἡδέως καὶ μὴ μόνον ἀλύπως.
118Aristoteles, Ethica Eudemia, 1; 57 (auctor 384BC-322BC)
καλῶς δ' ἔχει καὶ τὸ χωρὶς κρίνειν τὸν τῆς αἰτίας λόγον καὶ τὸ δεικνύμενον, διά τε τὸ ῥηθὲν ἀρτίως, ὅτι προσέχειν οὐ δεῖ πάντα τοῖς διὰ τῶν λόγων, ἀλλὰ πολλάκις μᾶλλον τοῖς φαινομένοις (νῦν δ' ὁπότ' ἂν λύειν μὴ ἔχωσιν, ἀναγκάζονται πιστεύειν τοῖς εἰρημένοις) , καὶ διότι πολλάκις τὸ μὲν ὑπὸ τοῦ λόγου δεδεῖχθαι δοκοῦν ἀληθὲς μὲν ἐστίν, οὐ μέντοι διὰ ταύτην τὴν αἰτίαν δι' ἥν φησιν ὁ λόγος.
119Aristoteles, Ethica Eudemia, 2; 27 (auctor 384BC-322BC)
ὅτι δὲ τὸ γένος καὶ τὸν ὅρον αὐτῆς λέγομεν καλῶς, μαρτύρια τὰ δοκοῦντα πᾶσιν ἡμῖν.
120Aristoteles, Ethica Eudemia, 2; 28 (auctor 384BC-322BC)
τό τε γὰρ εὖ πράττειν καὶ τὸ εὖ ζῆν τὸ αὐτὸ τῷ εὐδαιμονεῖν, ὧν ἕκαστον χρῆσίς ἐστι καὶ ἐνέργεια, καὶ ἡ ζωὴ καὶ ἡ πρᾶξις (καὶ γὰρ ἡ πρακτικὴ χρηστικὴ ἐστίν· ὁ μὲν γὰρ χαλκεὺς ποιεῖ χαλινόν, χρῆται δ' ὁ ἱππικός) καὶ τὸ μήτε μίαν ἡμέραν εἶναι εὐδαίμονα μήτε παῖδα μήθ' ἡλικίαν πᾶσαν (διὸ καὶ τὸ Σόλωνος ἔχει καλῶς, τὸ μὴ ζῶντ' εὐδαιμονίζειν, ἀλλ' ὅταν λάβῃ τέλος· οὐθὲν γὰρ ἀτελὲς εὔδαιμον· οὐ γὰρ ὅλον) · ἔτι δ' οἱ ἔπαινοι τῆς ἀρετῆς διὰ τὰ ἔργα, καὶ τὰ ἐγκώμια τῶν ἔργων· καὶ στεφανοῦνται οἱ νικῶντες, ἀλλ' οὐχ οἱ δυνάμενοι νικᾶν, μὴ νικῶντες δέ· καὶ τὸ κρίνειν ἐκ τῶν ἔργων ὁποῖός τις ἐστίν· ἔτι διὰ τί ἡ εὐδαιμονία οὐκ ἐπαινεῖται· ὅτι διὰ ταύτην τἆλλα, ἢ τῷ εἰς ταύτην ἀναφέρεσθαι ἢ τῷ μόρια εἶναι αὐτῆς.
121Aristoteles, Ethica Eudemia, 2; 83 (auctor 384BC-322BC)
ὀργίλος μὲν γάρ ἐστιν ὁ μᾶλλον ἢ δεῖ ὀργιζόμενος καὶ θᾶττον καὶ πλείοσιν ἢ οἷς δεῖ, ἀνάλγητος δὲ ὁ ἐλλείπων καὶ οἷς καὶ ὅτε καὶ ὥς· καὶ θρασὺς μὲν ὁ μήτε ἃ χρὴ φοβούμενος μήθ' ὅτε μήθ' ὥς, δειλὸς δὲ ὁ καὶ ἃ μὴ δεῖ καὶ ὅτ' οὐ δεῖ καὶ ὡς οὐ δεῖ· ὁμοίως δὲ καὶ [ὁ] ἀκόλαστος καὶ ὁ ἐπιθυμητικὸς καὶ ὁ ὑπερβάλλων πᾶσιν ὅσοις ἐνδέχεται, ἀναίσθητος δὲ ὁ ἐλλείπων καὶ μηδ' ὅσον βέλτιον καὶ κατὰ τὴν φύσιν ἐπιθυμῶν, ἀλλ' ἀπαθὴς ὥσπερ λίθος· κερδαλέος δὲ ὁ πανταχόθεν πλεονεκτικός, ζημιώδης δὲ ὁ μηδαμόθεν, ἀλλ' ὀλιγαχόθεν· ἀλαζὼν δὲ ὁ πλείω τῶν ὑπαρχόντων προσποιούμενος, εἴρων δὲ ὁ ἐλάττω· καὶ κόλαξ μὲν ὁ πλείω συνεπαινῶν ἢ καλῶς ἔχει, ἀπεχθητικὸς δὲ ὁ ἐλάττω· καὶ τὸ μὲν λίαν πρὸς ἡδονὴν ἀρέσκεια, τὸ δ' ὀλίγα καὶ μόγις εὐθάδεια· [ἔτι δ' ὁ μὲν μηδεμίαν ὑπομένων λύπην, μηδ' εἰ βέλτιον, τρυφερός, ὁ δὲ πᾶσαν ὁμοίως ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνώνυμος, μεταφορᾷ δὲ λέγεται σκληρὸς καὶ ταλαίπωρος καὶ κακοπαθητικός·] χαῦνος δ' ὁ μειζόνων ἀξιῶν αὑτόν, μικρόψυχος δ' ὁ ἐλαττόνων· ἔτι δ' ἄσωτος ὁ πρὸς ἅπασαν δαπάνην ὑπερβάλλων, ἀνελεύθερος δὲ ὁ πρὸς ἅπασαν ἐλλείπων· ὁμοίως δὲ καὶ ὁ μικροπρεπὴς καὶ ὁ σαλάκων, ὁ μὲν γὰρ ὑπερβάλλει τὸ πρέπον, ὁ δ' ἐλλείπει τοῦ πρέποντος· [καὶ ὁ μὲν πανοῦργος πάντως καὶ πάντοθεν πλεονεκτικός, ὁ δ' εὐήθης οὐδ' ὅθεν δεῖ·] φθονερὸς δὲ τῷ λυπεῖσθαι ἐπὶ πλείοσιν εὐπραγίαις ἢ δεῖ (καὶ γὰρ οἱ ἄξιοι εὖ πράττειν λυποῦσι τοὺς φθονεροὺς εὖ πράττοντες) , ὁ δ' ἐναντίος ἀνωνυμώτερος, ἔστι δ' ὁ ὑπερβάλλων [ἐπὶ] τῷ μὴ λυπεῖσθαι μηδ' ἐπὶ τοῖς ἀναξίοις εὖ πράττουσιν, ἀλλ' εὐχερὴς ὥσπερ οἱ γαστρίμαργοι πρὸς τροφήν, ὃ δὲ δυσχερὴς κατὰ τὸν φθόνον ἐστίν.
122Aristoteles, Ethica Eudemia, 2; 260 (auctor 384BC-322BC)
ἅμα δ' ἐκ τούτων φανερὸν καὶ ὅτι καλῶς διορίζονται οἳ τῶν παθημάτων τὰ μὲν ἑκούσια τὰ δ' ἀκούσια τὰ δ' ἐκ προνοίας νομοθετοῦσιν· εἰ γὰρ καὶ μὴ διακριβοῦσιν, ἀλλ' ἅπτονταί γέ πῃ τῆς ἀληθείας.
123Aristoteles, Ethica Eudemia, 3; 184 (auctor 384BC-322BC)
ὅταν μὲν γὰρ καλῶς ἀνώμαλοι ὦσιν, οἱ μέσοι γίγνονται· ἐν τῷ μέσῳ γὰρ ἐστί πως τὰ ἄκρα.
124Aristoteles, Ethica Eudemia, 7; 335 (auctor 384BC-322BC)
ὅτι δ' ἐστὶν ἡ ἠθικὴ κατὰ προαίρεσιν, δῆλον, ἐπεὶ κἂν εἰ μεγάλα παθὼν μὴ ἀποδῴη δι' ἀδυναμίαν, ἀλλ' ὡς ἠδύνατο, καλῶς· καὶ ὁ θεὸς ἀνέχεται κατὰ δύναμιν λαμβάνων τὰς θυσίας.
125Aristoteles, Ethica Eudemia, 7; 371 (auctor 384BC-322BC)
περὶ δὲ τῆς ἀπορίας ταύτης σκεπτέον, μή ποτε τὸ μέν τι λέγεται καλῶς, τὸ δὲ λανθάνει διὰ τὴν παραβολήν.
126Aristoteles, Ethica Nicomachea, 1, 1; 1 (auctor 384BC-322BC)
πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεσθαι δοκεῖ· διὸ καλῶς ἀπεφήναντο τἀγαθόν, οὗ πάντ' ἐφίεται.
127Aristoteles, Ethica Nicomachea, 1, 1; 18 (auctor 384BC-322BC)
ἕκαστος δὲ κρίνει καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής.
128Aristoteles, Ethica Nicomachea, 1, 2; 10 (auctor 384BC-322BC)
διὸ δεῖ τοῖς ἔθεσιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ δικαίων καὶ ὅλως τῶν πολιτικῶν ἀκουσόμενον ἱκανῶς.
129Aristoteles, Ethica Nicomachea, 1, 6; 9 (auctor 384BC-322BC)
εἰ δ' ἐστὶν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου, τὸ δ' αὐτό φαμεν ἔργον εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σπουδαίου, ὥσπερ κιθαριστοῦ καὶ σπουδαίου κιθαριστοῦ, καὶ ἁπλῶς δὴ τοῦτ' ἐπὶ πάντων, προστιθεμένης τῆς κατὰ τὴν ἀρετὴν ὑπεροχῆς πρὸς τὸ ἔργον· κιθαριστοῦ μὲν γὰρ κιθαρίζειν, σπουδαίου δὲ τὸ εὖ· εἰ δ' οὕτως, [ἀνθρώπου δὲ τίθεμεν ἔργον ζωήν τινα, ταύτην δὲ ψυχῆς ἐνέργειαν καὶ πράξεις μετὰ λόγου, σπουδαίου δ' ἀνδρὸς εὖ ταῦτα καὶ καλῶς, ἕκαστον δ' εὖ κατὰ τὴν οἰκείαν ἀρετὴν ἀποτελεῖται· εἰ δ' οὕτω,] τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια γίνεται κατ' ἀρετήν, εἰ δὲ πλείους αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην καὶ τελειοτάτην.
130Aristoteles, Ethica Nicomachea, 1, 7; 1 (auctor 384BC-322BC)
περιγεγράφθω μὲν οὖν τἀγαθὸν ταύτῃ· δεῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶθ' ὕστερον ἀναγράψαι. δόξειε δ' ἂν παντὸς εἶναι προαγαγεῖν καὶ διαρθρῶσαι τὰ καλῶς ἔχοντα τῇ περιγραφῇ, καὶ ὁ χρόνος τῶν τοιούτων εὑρετὴς ἢ συνεργὸς ἀγαθὸς εἶναι· ὅθεν καὶ τῶν τεχνῶν γεγόνασιν αἱ ἐπιδόσεις· παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον.
131Aristoteles, Ethica Nicomachea, 1, 7; 5 (auctor 384BC-322BC)
οὐκ ἀπαιτητέον δ' οὐδὲ τὴν αἰτίαν ἐν ἅπασιν ὁμοίως, ἀλλ' ἱκανὸν ἔν τισι τὸ ὅτι δειχθῆναι καλῶς, οἷον καὶ περὶ τὰς ἀρχάς· τὸ δ' ὅτι πρῶτον καὶ ἀρχή.
132Aristoteles, Ethica Nicomachea, 1, 7; 7 (auctor 384BC-322BC)
μετιέναι δὲ πειρατέον ἑκάστας ᾗ πεφύκασιν, καὶ σπουδαστέον ὅπως διορισθῶσι καλῶς· μεγάλην γὰρ ἔχουσι ῥοπὴν πρὸς τὰ ἑπόμενα.
133Aristoteles, Ethica Nicomachea, 1, 8; 3 (auctor 384BC-322BC)
ὥστε καλῶς ἂν λέγοιτο κατά γε ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ τῶν φιλοσοφούντων.
134Aristoteles, Ethica Nicomachea, 1, 9; 14 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· κρίνει δ' ὡς εἴπομεν.
135Aristoteles, Ethica Nicomachea, 1, 12; 6 (auctor 384BC-322BC)
δοκεῖ δὲ καὶ Εὔδοξος καλῶς συνηγορῆσαι περὶ τῶν ἀριστείων τῇ ἡδονῇ· τὸ γὰρ μὴ ἐπαινεῖσθαι τῶν ἀγαθῶν οὖσαν μηνύειν ᾤετο ὅτι κρεῖττόν ἐστι τῶν ἐπαινετῶν, τοιοῦτον δ' εἶναι τὸν θεὸν καὶ τἀγαθόν· πρὸς ταῦτα γὰρ καὶ τἆλλα ἀναφέρεσθαι.
136Aristoteles, Ethica Nicomachea, 3, 3; 2 (auctor 384BC-322BC)
ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶναι τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν.
137Aristoteles, Ethica Nicomachea, 3, 7; 27 (auctor 384BC-322BC)
εἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντασίας οὐ κύριοι, ἀλλ' ὁποῖός ποθ' ἕκαστός ἐστι, τοιοῦτο καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος ἑαυτῷ τῆς ἕξεώς ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος· εἰ δὲ μή, οὐθεὶς αὑτῷ αἴτιος τοῦ κακοποιεῖν, ἀλλὰ δι' ἄγνοιαν τοῦ τέλους ταῦτα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθαι, ἡ δὲ τοῦ τέλους ἔφεσις οὐκ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ᾗ κρινεῖ καλῶς καὶ τὸ κατ' ἀλήθειαν ἀγαθὸν αἱρήσεται, καὶ ἔστιν εὐφυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ' ἑτέρου μὴ οἷόν τε λαβεῖν μηδὲ μαθεῖν, ἀλλ' οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυΐα.
138Aristoteles, Ethica Nicomachea, 4, 2; 22 (auctor 384BC-322BC)
ἐὰν δὲ παρὰ τὸ δέον καὶ τὸ καλῶς ἔχον συμβαίνῃ αὐτῷ ἀναλίσκειν, λυπήσεται, μετρίως δὲ καὶ ὡς δεῖ· τῆς ἀρετῆς γὰρ καὶ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ' οἷς δεῖ καὶ ὡς δεῖ.
139Aristoteles, Ethica Nicomachea, 5, 10; 33 (auctor 384BC-322BC)
διὸ καλῶς τὰ ἐκ θυμοῦ οὐκ ἐκ προνοίας κρίνεται· οὐ γὰρ ἄρχει ὁ θυμῷ ποιῶν, ἀλλ' ὁ ὀργίσας.
140Aristoteles, Ethica Nicomachea, 6, 5; 2 (auctor 384BC-322BC)
δοκεῖ δὴ φρονίμου εἶναι τὸ δύνασθαι καλῶς βουλεύσασθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ κατὰ μέρος, οἷον ποῖα πρὸς ὑγίειαν, πρὸς ἰσχύν, ἀλλὰ ποῖα πρὸς τὸ εὖ ζῆν ὅλως.
141Aristoteles, Ethica Nicomachea, 6, 11; 5 (auctor 384BC-322BC)
ἔστι δ' οὔτε τὸ ἔχειν τὴν φρόνησιν οὔτε τὸ λαμβάνειν ἡ σύνεσις· ἀλλ' ὥσπερ τὸ μανθάνειν λέγεται συνιέναι, ὅταν χρῆται τῇ ἐπιστήμῃ, οὕτως ἐν τῷ χρῆσθαι τῇ δόξῃ ἐπὶ τὸ κρίνειν περὶ τούτων περὶ ὧν ἡ φρόνησίς ἐστιν, ἄλλου λέγοντος, καὶ κρίνειν καλῶς· τὸ γὰρ εὖ τῷ καλῶς τὸ αὐτό.
142Aristoteles, Ethica Nicomachea, 6, 13; 24 (auctor 384BC-322BC)
διόπερ τινές φασι πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι, καὶ Σωκράτης τῇ μὲν ὀρθῶς ἐζήτει τῇ δ' ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι πάσας τὰς ἀρετάς, ἡμάρτανεν, ὅτι δ' οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγεν.
143Aristoteles, Ethica Nicomachea, 7, 13; 7 (auctor 384BC-322BC)
διὸ καὶ οὐ καλῶς ἔχει τὸ αἰσθητὴν γένεσιν φάναι εἶναι τὴν ἡδονήν, ἀλλὰ μᾶλλον λεκτέον ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως, ἀντὶ δὲ τοῦ αἰσθητὴν ἀνεμπόδιστον.
144Aristoteles, Ethica Nicomachea, 8, 9; 7 (auctor 384BC-322BC)
εἰ δὴ καλῶς εἴρηται ὅτι ὁ φίλος τῷ φίλῳ βούλεται τἀγαθὰ ἐκείνου ἕνεκα, μένειν ἂν δέοι οἷός ποτ' ἐστὶν ἐκεῖνος· ἀνθρώπῳ δὴ ὄντι βουλήσεται τὰ μέγιστα ἀγαθά.
145Aristoteles, Ethica Nicomachea, 9, 8; 19 (auctor 384BC-322BC)
ἀληθὲς δὲ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν φίλων ἕνεκα πολλὰ πράττειν καὶ τῆς πατρίδος, κἂν δέῃ ὑπεραποθνήσκειν· προήσεται γὰρ καὶ χρήματα καὶ τιμὰς καὶ ὅλως τὰ περιμάχητα ἀγαθά, περιποιούμενος ἑαυτῷ τὸ καλόν· ὀλίγον γὰρ χρόνον ἡσθῆναι σφόδρα μᾶλλον ἕλοιτ' ἂν ἢ πολὺν ἠρέμα, καὶ βιῶσαι καλῶς ἐνιαυτὸν ἢ πόλλ' ἔτη τυχόντως, καὶ μίαν πρᾶξιν καλὴν καὶ μεγάλην ἢ πολλὰς καὶ μικράς.
146Aristoteles, Ethica Nicomachea, 9, 10; 2 (auctor 384BC-322BC)
οἱ πλείους δὴ τῶν πρὸς τὸν οἰκεῖον βίον ἱκανῶν περίεργοι καὶ ἐμπόδιοι πρὸς τὸ καλῶς ζῆν· οὐθὲν οὖν δεῖ αὐτῶν.
147Aristoteles, Ethica Nicomachea, 9, 13; 7 (auctor 384BC-322BC)
εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς ἂν εἶχεν· εἰ δ' ὃ μὲν τέρψιν ὃ δὲ κέρδος, καὶ ὃ μὲν ἔχει ὃ δὲ μή, οὐκ ἂν εἴη τὰ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου γε χάριν ταῦτα δώσει.
148Aristoteles, Ethica Nicomachea, 10, 1; 5 (auctor 384BC-322BC)
μή ποτε δὲ οὐ καλῶς τοῦτο λέγεται.
149Aristoteles, Ethica Nicomachea, 10, 2; 12 (auctor 384BC-322BC)
οὐκ ἔοικε δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι.
150Aristoteles, Ethica Nicomachea, 10, 2; 22 (auctor 384BC-322BC)
οὐ καλῶς δ' ἐοίκασι λέγειν οὐδ' εἶναι κίνησιν.
151Aristoteles, Ethica Nicomachea, 10, 3; 17 (auctor 384BC-322BC)
ἐκ τούτων δὲ δῆλον καὶ ὅτι οὐ καλῶς λέγουσι κίνησιν ἢ γένεσιν εἶναι τὴν ἡδονήν.
152Aristoteles, Ethica Nicomachea, 10, 5; 29 (auctor 384BC-322BC)
εἰ δὲ τοῦτο καλῶς λέγεται, καθάπερ δοκεῖ, καὶ ἔστιν ἑκάστου μέτρον ἡ ἀρετὴ καὶ ἁγαθός, ᾗ τοιοῦτος, καὶ ἡδοναὶ εἶεν ἂν αἱ τούτῳ φαινόμεναι καὶ ἡδέα οἷς οὗτος χαίρει.
153Aristoteles, Ethica Nicomachea, 10, 9; 3 (auctor 384BC-322BC)
καὶ Σόλων δὲ τοὺς εὐδαίμονας ἴσως ἀπεφαίνετο καλῶς, εἰπὼν μετρίως τοῖς ἐκτὸς κεχορηγημένους, πεπραγότας δὲ τὰ κάλλισθ', ὡς ᾤετο, καὶ βεβιωκότας σωφρόνως· ἐνδέχεται γὰρ μέτρια κεκτημένους πράττειν ἃ δεῖ.
154Aristoteles, Ethica Nicomachea, 10, 9; 9 (auctor 384BC-322BC)
εἰ γάρ τις ἐπιμέλεια τῶν ἀνθρωπίνων ὑπὸ θεῶν γίνεται, ὥσπερ δοκεῖ, καὶ εἴη ἂν εὔλογον χαίρειν τε αὐτοὺς τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ (τοῦτο δ' ἂν εἴη ὁ νοῦς) καὶ τοὺς ἀγαπῶντας μάλιστα τοῦτο καὶ τιμῶντας ἀντευποιεῖν ὡς τῶν φίλων αὐτοῖς ἐπιμελουμένους καὶ ὀρθῶς τε καὶ καλῶς πράττοντας.
155Aristoteles, Ethica Nicomachea, 10, 10; 4 (auctor 384BC-322BC)
τὸ μὲν οὖν τῆς φύσεως δῆλον ὡς οὐκ ἐφ' ἡμῖν ὑπάρχει, ἀλλὰ διά τινας θείας αἰτίας τοῖς ὡς ἀληθῶς εὐτυχέσιν ὑπάρχει· ὁ δὲ λόγος καὶ ἡ διδαχὴ μή ποτ' οὐκ ἐν ἅπασιν ἰσχύει, ἀλλὰ δεῖ προδιειργάσθαι τοῖς ἔθεσι τὴν τοῦ ἀκροατοῦ ψυχὴν πρὸς τὸ καλῶς χαίρειν καὶ μισεῖν, ὥσπερ γῆν τὴν θρέψουσαν τὸ σπέρμα.
156Aristoteles, Ethica Nicomachea, 10, 10; 12 (auctor 384BC-322BC)
εἰ δ' οὖν, καθάπερ εἴρηται, τὸν ἐσόμενον ἀγαθὸν τραφῆναι καλῶς δεῖ καὶ ἐθισθῆναι, εἶθ' οὕτως ἐν ἐπιτηδεύμασιν ἐπιεικέσι ζῆν καὶ μήτ' ἄκοντα μήθ' ἑκόντα πράττειν τὰ φαῦλα, ταῦτα δὲ γίνοιτ' ἂν βιουμένοις κατά τινα νοῦν καὶ τάξιν ὀρθήν, ἔχουσαν ἰσχύν· ἡ μὲν οὖν πατρικὴ πρόσταξις οὐκ ἔχει τὸ ἰσχυρὸν οὐδὲ [δὴ] τὸ ἀναγκαῖον, οὐδὲ δὴ ὅλως ἡ ἑνὸς ἀνδρός, μὴ βασιλέως ὄντος ἤ τινος τοιούτου· ὁ δὲ νόμος ἀναγκαστικὴν ἔχει δύναμιν, λόγος ὢν ἀπό τινος φρονήσεως καὶ νοῦ.
157Aristoteles, Ethica Nicomachea, 10, 10; 21 (auctor 384BC-322BC)
ἀλλ' ἐπιμεληθείη μὲν ἂν ἄριστα καθ' ἓν καὶ ἰατρὸς καὶ γυμναστὴς καὶ πᾶς ἄλλος ὁ καθόλου εἰδώς, τί πᾶσιν ἢ τοῖς τοιοισδί (τοῦ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν) · οὐ μὴν ἀλλ' ἑνός τινος οὐδὲν ἴσως κωλύει καλῶς ἐπιμεληθῆναι καὶ ἀνεπιστήμονα ὄντα, τεθεαμένον δ' ἀκριβῶς τὰ συμβαίνοντα ἐφ' ἑκάστῳ δι' ἐμπειρίαν, καθάπερ καὶ ἰατροὶ ἔνιοι δοκοῦσιν ἑαυτῶν ἄριστοι εἶναι, ἑτέρῳ οὐδὲν ἂν δυνάμενοι ἐπαρκέσαι.
158Aristoteles, Ethica Nicomachea, 10, 10; 24 (auctor 384BC-322BC)
ὅντινα γὰρ οὖν καὶ τὸν προτεθέντα διαθεῖναι καλῶς οὐκ ἔστι τοῦ τυχόντος, ἀλλ' εἴπερ τινός, τοῦ εἰδότος, ὥσπερ ἐπ' ἰατρικῆς καὶ τῶν λοιπῶν ὧν ἔστιν ἐπιμέλειά τις καὶ φρόνησις.
159Aristoteles, Ethica Nicomachea, 10, 10; 34 (auctor 384BC-322BC)
ἴσως οὖν καὶ τῶν νόμων καὶ τῶν πολιτειῶν αἱ συναγωγαὶ τοῖς μὲν δυναμένοις θεωρῆσαι καὶ κρῖναι τί καλῶς ἢ τοὐναντίον καὶ ποῖα ποίοις ἁρμόττει εὔχρηστ' ἂν εἴη· τοῖς δ' ἄνευ ἕξεως τὰ τοιαῦτα διεξιοῦσι τὸ μὲν κρίνειν καλῶς οὐκ ἂν ὑπάρχοι, εἰ μὴ ἄρα αὐτόματον, εὐσυνετώτεροι δ' εἰς ταῦτα τάχ' ἂν γένοιντο.
160Aristoteles, Ethica Nicomachea, 10, 10; 36 (auctor 384BC-322BC)
πρῶτον μὲν οὖν εἴ τι κατὰ μέρος εἴρηται καλῶς ὑπὸ τῶν προγενεστέρων πειραθῶμεν ἐπελθεῖν, εἶτα ἐκ τῶν συνηγμένων πολιτειῶν θεωρῆσαι τὰ ποῖα σῴζει καὶ φθείρει τὰς πόλεις καὶ τὰ ποῖα ἑκάστας τῶν πολιτειῶν, καὶ διὰ τίνας αἰτίας αἳ μὲν καλῶς αἳ δὲ τοὐναντίον πολιτεύονται.
161Aristoteles, Historia animalium, 3, III 2; 2 (auctor 384BC-322BC)
Ἐπεί δ’ ἀρχῇ ἔοικεν ἡ τοῦ αἵματος φύσις καί ἡ τῶν φλεβῶν, πρῶτον περί τούτων λεκτέον, ἄλλως τε ἐπειδή καί τῶν πρότερον εἰρηκότων τινές οὐ καλῶς λέγουσιν.
162Aristoteles, Historia animalium, 3, III 3; 6 (auctor 384BC-322BC)
Τά μέν οὖν ὑπό τῶν ἄλλων εἰρημένα σχεδόν ταῦτ’ ἐστίν· εἰσί δέ καί τῶν περί φύσιν οἳ τοιαύτην μέν οὐκ ἐπραγματεύθησαν ἀκριβολογίαν περί τάς φλέβας, πάντες δ’ ὁμοίως τήν ἀρχήν αὐτῶν ἐκ τῆς κεφαλῆς καί τοῦ ἐγκεφάλου ποιοῦσι, λέγοντες οὐ καλῶς.
163Aristoteles, Historia animalium, 5, V 14; 34 (auctor 384BC-322BC)
Πρόβατον δέ τίκτει μέχρι ἐτῶν ὀκτώ, ἐάν δέ θεραπεύηται καλῶς, καί μέχρι ἕνδεκα· σχεδόν δέ διά βίου συμβαίνει ὀχεύειν καί ὀχεύεσθαι ἀμφοτέροις.
164Aristoteles, Historia animalium, 7, VII 1; 16 (auctor 384BC-322BC)
Ὅσοι μέν γάρ παῖδες ἢ ὅσαι παρθένοι περιττωματικά τά σώματα εἶχον, συναποκρινομένων τῶν τοιούτων τοῖς μέν ἐν τῷ σπέρματι ταῖς δ’ ἐν τοῖς καταμηνίοις ὑγιεινότερα τά σώματα γίνεται καί εὐτραφέστερα, ἐξιόντων τῶν ἐμποδιζόντων τήν ὑγίειαν καί τήν τροφήν· ὅσοι δέ τοὐναντίον, ἰσχνότερα καί νοσερώτερα τά σώματα γίνεται· ἀπό γάρ τῆς φύσεως καί τῶν καλῶς ἐχόντων ἡ ἀπόκρισις γίνεται τοῖς μέν ἐν τῷ σπέρματι ταῖς δ’ ἐν τοῖς καταμηνίοις.
165Aristoteles, Historia animalium, 8, VIII 13; 4 (auctor 384BC-322BC)
Ἔτι δέ καί κεκραμένοι τυγχάνουσι καλῶς τῷ θερμῷ καί τῷ ψυχρῷ οἱ τόποι οἱ πρόσγειοι τῆς θαλάττης· διό καί αἱ σάρκες συνεστᾶσι μᾶλλον τῶν τοιούτων ἰχθύων, τῶν δέ πελαγίων ὑγραί εἰσι καί κεχυμέναι.
166Aristoteles, Historia animalium, 9, IX 18; 2 (auctor 384BC-322BC)
Τῶν δέ λοιπῶν δύο (τρία γάρ γένη ἐστίν αὐτῶν) ὁ μέν λευκός τήν τε χρόαν ἔχει καλήν, καί ὀχεύει ἀσινῶς, καί νεοττεύει καί τίκτει καλῶς ἐπί τῶν δένδρων, νέμεται δ’ ἕλη καί λίμνας καί πεδία καί λειμῶνας.
167Aristoteles, Historia animalium, 10, X 1; 5 (auctor 384BC-322BC)
Λέγεται δέ καί μή καλῶς ἔχουσαν τήν ὑστέραν ὅμως πρός τό ἔργον τό αὑτῆς ἔχειν καλῶς καί ἀλύπως, ἂν μή ταύτης χεῖρον τό ἔργον ἐστίν αὐτῆς ἔχειν, ὥσπερ ὄμμα οὐδέν κωλύει αὐτό ὁρᾶν ἀκριβῶς, μή ἔχοντος τοῦ ὀφθαλμοῦ καλῶς πάντα τά μόρια, ἢ εἰ φῦμά τι ὄν.
168Aristoteles, Historia animalium, 10, X 1; 7 (auctor 384BC-322BC)
Δεῖ δή τήν ἔχουσαν καλῶς ὑστέραν πρῶτον μέν τῷ τόπῳ μή ἐν ἄλλῳ καί ἄλλῳ εἶναι, ἀλλ’ ὁμοίως τῇ θέσει· πλήν γίγνεσθαι τό πορρώτερον ἄνευ πάθους καί λύπης, καί μηδέν ἀναισθητοτέρας εἶναι θιγγανομένας.
169Aristoteles, Historia animalium, 10, X 1; 13 (auctor 384BC-322BC)
Ταῦτά τε οὖν χρή ὑπάρχειν, ὅσαις τε μή ὑπάρχει, αὗται θεραπείας δέονται τινός· καί τά καταμήνια γίνεσθαι καλῶς, τοῦτο δ’ ἐστί δι’ ἴσων χρόνων καί μή πεπλανημένως, ὑγιαίνοντος τοῦ σώματος.
170Aristoteles, Historia animalium, 10, X 1; 14 (auctor 384BC-322BC)
Σημαίνει γάρ οὕτω γινόμενα καλῶς ἔχειν ἀνοίγεσθαι καί δέχεσθαι τήν ἐκ τοῦ σώματος ὑγρότητα, ὅταν τό σῶμα διδῷ.
171Aristoteles, Historia animalium, 10, X 2; 1 (auctor 384BC-322BC)
Καί πρῶτον ταῦτα σκεπτέον, εἰ καλῶς ἔχει, μετά δέ ταῦτα πῶς ἔχει τό στόμα τῶν ὑστερῶν.
172Aristoteles, Historia animalium, 10, X 2; 8 (auctor 384BC-322BC)
Ταῖς δέ μελλούσαις ἐγκύοις ἔσεσθαι δεῖ, καθάπερ εἴρηται, τό στόμα εἰς ὀρθόν εἶναι, καί πρός τούτοις ἀνοίγεσθαι καλῶς.
173Aristoteles, Historia animalium, 10, X 2; 9 (auctor 384BC-322BC)
Λέγω δέ τό καλῶς τοιοῦτον, ὅπως ὅταν ἄρχηται τά γυναικεῖα, θιγγανόμενον ἔσται τό στόμα μαλακώτερον ἢ πρότερον, καί μή διεστομωμένον φανερῶς.
174Aristoteles, Historia animalium, 10, X 2; 13 (auctor 384BC-322BC)
Ταῦτα γάρ σημαίνει οὕτω γιγνόμενα ὅτι καλῶς ἔχουσιν αἱ ὑστέραι καί ποιοῦσι τό αὑτῶν ἔργον, τῷ μέν μή εὐθύς ἀνεστομῶσθαι ἀλλά μαλακόν τό στόμα γίνεσθαι, ὅτι ἅμα τῷ ἄλλῳ σώματι λυομένῳ λύονται, καί οὐκ ἐμποδίζουσι, καί ἀφιᾶσι πρῶτον τά ἀπ’ αὐτοῦ τοῦ στόματος, ὅταν δέ πλείω τό σῶμα προΐηται, ἀναστομοῦνται· ὅπερ ἐστί στόματος ὑγιεινῶς ἔχοντος.
175Aristoteles, Historia animalium, 10, X 2; 15 (auctor 384BC-322BC)
Προσσπαστικαί οὖν οὖσαι σημαίνουσι καλῶς ἔχειν πρός τό συλλαβεῖν πλησιάσαντος, ὅταν οὕτως ἔχωσιν ἄνευ ἄλγους καί μετά ἀναισθησίας.
176Aristoteles, Historia animalium, 10, X 3; 14 (auctor 384BC-322BC)
Πάσχουσι δέ τοῦτο τό πάθος καί αἱ μάλιστα καλῶς πεφυκυῖαι.
177Aristoteles, Historia animalium, 10, X 4; 5 (auctor 384BC-322BC)
Σημεῖον δέ καί τοῦ ταῦτα μή ἔχειν, ἐάν φαίνηται ἀνοιγομένη καλῶς ἡ ὑστέρα καί συμμύουσα, ὅταν γένηται αὐταῖς τά γυναικεῖα καί αἱ πρός τόν ἄνδρα χρήσεις.
178Aristoteles, Magna moralia, 1, 1, 8; 16 (auctor 384BC-322BC)
μέχρι μὲν οὖν τούτου καλῶς μετὰ μέντοι τοῦτο οὐκέτι ὀρθῶς.
179Aristoteles, Magna moralia, 1, 18, 4; 8 (auctor 384BC-322BC)
πῶς οὖν ἡ ἐπιστήμη; πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος καλῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν; ἂν γὰρ τοῦτο καλῶς προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ ἄλλοςτις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος.
180Aristoteles, Magna moralia, 2, 10, 3; 4 (auctor 384BC-322BC)
Ἐπειδὴ γάρ τι τῆς ψυχῆς τὸ μὲν χεῖρον ἔχομεν τὸ δὲ βέλτιον, ἀεὶ δὲ τὸ χεῖρον τοῦ βελτίονος ἕνεκεν ἐστίν, ὥσπερ ἐπὶ σώματος καὶ ψυχῆς τὸ σῶμα τῆς ψυχῆς ἕνεκεν, καὶ τότ' ἐροῦμεν ἔχειν τὸ σῶμα καλῶς, ὅταν οὕτως ἔχῃ ὥστε μὴ κωλύειν, ἀλλὰ καὶ συμβάλλεσθαι καὶ συμπαρορμᾶν πρὸς τὸτὴν ψυχὴν ἐπιτελεῖν τὸ αὑτῆς ἔργον (τὸ γὰρ χεῖρον τοῦ βελτίονος ἕνεκεν, πρὸς τὸ συνεργεῖν τῷ βελτίονι) ὅταν οὖν τὰ πάθη μὴ κωλύωσι τὸν νοῦν τὸ αὑτοῦ ἔργον ἐνεργεῖν, τότ' ἔσται τὸ κατὰ τὸν ὀρθὸν λόγον γινόμενον.
181Aristoteles, Metaphysica, 1, 3; 12 (auctor 384BC-322BC)
τοῦ γὰρ εὖ καὶ καλῶς τὰ μὲν ἔχειν τὰ δὲ γίγνεσθαι τῶν ὄντων ἴσως οὔτε πῦρ οὔτε γῆν οὔτ' ἄλλο τῶν τοιούτων οὐθὲν οὔτ' εἰκὸς αἴτιον εἶναι οὔτ' ἐκείνους οἰηθῆναι· οὐδ' αὖ τῷ αὐτομάτῳ καὶ τύχῃ τοσοῦτον ἐπιτρέψαι πρᾶγμα καλῶς εἶχεν.
182Aristoteles, Metaphysica, 1, 3; 15 (auctor 384BC-322BC)
οἱ μὲν οὖν οὕτως ὑπολαμβάνοντες ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν, καὶ τὴν τοιαύτην ὅθεν ἡ κίνησις ὑπάρχει τοῖς οὖσιν.
183Aristoteles, Metaphysica, 1, 4; 6 (auctor 384BC-322BC)
εἰ γάρ τις ἀκολουθοίη καὶ λαμβάνοι πρὸς τὴν διάνοιαν καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς, εὑρήσει τὴν μὲν φιλίαν αἰτίαν οὖσαν τῶν ἀγαθῶν τὸ δὲ νεῖκος τῶν κακῶν· ὥστ' εἴ τις φαίη τρόπον τινὰ καὶ λέγειν καὶ πρῶτον λέγειν τὸ κακὸν καὶ τὸ ἀγαθὸν ἀρχὰς Ἐμπεδοκλέα, τάχ' ἂν λέγοι καλῶς, εἴπερ τὸ τῶν ἀγαθῶν ἁπάντων αἴτιον αὐτὸ τἀγαθόν ἐστι [καὶ τῶν κακῶν τὸ κακόν].
184Aristoteles, Metaphysica, 1, 5; 11 (auctor 384BC-322BC)
τῶν μὲν οὖν παλαιῶν καὶ πλείω λεγόντων τὰ στοιχεῖα τῆς φύσεως ἐκ τούτων ἱκανόν ἐστι θεωρῆσαι τὴν διάνοιαν· εἰσὶ δέ τινες οἳ περὶ τοῦ παντὸς ὡς μιᾶς οὔσης φύσεως ἀπεφήναντο, τρόπον δὲ οὐ τὸν αὐτὸν πάντες οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ τὴν φύσιν.
185Aristoteles, Metaphysica, 1, 9; 11 (auctor 384BC-322BC)
ἀλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ φθορὰν καὶ κίνησιν οἰκεῖοι τυγχάνουσι μόνον (σχεδὸν γὰρ περὶ τῆς τοιαύτης οὐσίας καὶ τὰς ἀρχὰς καὶ τὰς αἰτίας ζητοῦσι μόνης) · ὅσοι δὲ περὶ μὲν ἁπάντων τῶν ὄντων ποιοῦνται τὴν θεωρίαν, τῶν δ' ὄντων τὰ μὲν αἰσθητὰ τὰ δ' οὐκ αἰσθητὰ τιθέασι, δῆλον ὡς περὶ ἀμφοτέρων τῶν γενῶν ποιοῦνται τὴν ἐπίσκεψιν· διὸ μᾶλλον ἄν τις ἐνδιατρίψειε περὶ αὐτῶν, τί καλῶς ἢ μὴ καλῶς λέγουσιν εἰς τὴν τῶν νῦν ἡμῖν προκειμένων σκέψιν.
186Aristoteles, Metaphysica, 3, 1; 2 (auctor 384BC-322BC)
ἔστι δὲ τοῖς εὐπορῆσαι βουλομένοις προὔργου τὸ διαπορῆσαι καλῶς· ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν πρότερον ἀπορουμένων ἐστί, λύειν δ' οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν, ἀλλ' ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος· ᾗ γὰρ ἀπορεῖ, ταύτῃ παραπλήσιον πέπονθε τοῖς δεδεμένοις· ἀδύνατον γὰρ ἀμφοτέρως προελθεῖν εἰς τὸ πρόσθεν.
187Aristoteles, Metaphysica, 3, 1; 10 (auctor 384BC-322BC)
πρὸς δὲ τούτοις πότερον οἱ ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ, κἂν εἰ οὐσίαι πότερον κεχωρισμέναι τῶν αἰσθητῶν ἢ ἐνυπάρχουσαι ἐν τούτοις· περὶ γὰρ τούτων ἁπάντων οὐ μόνον χαλεπὸν τὸ εὐπορῆσαι τῆς ἀληθείας ἀλλ' οὐδὲ τὸ διαπορῆσαι τῷ λόγῳ ῥᾴδιον καλῶς.
188Aristoteles, Metaphysica, 3, 5; 15 (auctor 384BC-322BC)
καὶ γὰρ εἰ μὴ καλῶς διαρθροῦσιν οἱ λέγοντες, ἀλλ' ἔστι γε τοῦθ' ὃ βούλονται, καὶ ἀνάγκη ταῦτα λέγειν αὐτοῖς, ὅτι τῶν εἰδῶν οὐσία τις ἕκαστόν ἐστι καὶ οὐθὲν κατὰ συμβεβηκός.
189Aristoteles, Metaphysica, 5, 12; 2 (auctor 384BC-322BC)
ἡ μὲν οὖν ὅλως ἀρχὴ μεταβολῆς ἢ κινήσεως λέγεται δύναμις ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, ἡ δ' ὑφ' ἑτέρου ἢ ᾗ ἕτερον (καθ' ἣν γὰρ τὸ πάσχον πάσχει τι, ὁτὲ μὲν ἐὰν ὁτιοῦν, δυνατὸν αὐτό φαμεν εἶναι παθεῖν, ὁτὲ δ' οὐ κατὰ πᾶν πάθος ἀλλ' ἂν ἐπὶ τὸ βέλτιον) · ἔτι ἡ τοῦ καλῶς τοῦτ' ἐπιτελεῖν ἢ κατὰ προαίρεσιν· ἐνίοτε γὰρ τοὺς μόνον ἂν πορευθέντας ἢ εἰπόντας, μὴ καλῶς δὲ ἢ μὴ ὡς προείλοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν.
190Aristoteles, Metaphysica, 5, 12; 5 (auctor 384BC-322BC)
ἔτι δὲ ταῦτα πάντα ἢ τῷ μόνον ἂν συμβῆναι γενέσθαι ἢ μὴ γενέσθαι, ἢ τῷ καλῶς.
191Aristoteles, Metaphysica, 5, 12; 8 (auctor 384BC-322BC)
ἔτι δὲ καθ' ἑκατέραν δύναμιν ἔστιν ἀδυναμία ἀντικειμένη, τῇ τε μόνον κινητικῇ καὶ τῇ καλῶς κινητικῇ.
192Aristoteles, Metaphysica, 5, 14; 5 (auctor 384BC-322BC)
ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, καθ' ἃς ποιοῦσιν ἢ πάσχουσι καλῶς ἢ φαύλως τὰ ἐν κινήσει ὄντα· τὸ μὲν γὰρ ὡδὶ δυνάμενον κινεῖσθαι ἢ ἐνεργεῖν ἀγαθὸν τὸ δ' ὡδὶ καὶ ἐναντίως μοχθηρόν.
193Aristoteles, Metaphysica, 5, 22; 7 (auctor 384BC-322BC)
ἔτι τῷ μὴ ῥᾳδίως ἢ τῷ μὴ καλῶς, οἷον τὸ ἄτμητον οὐ μόνον τῷ μὴ τέμνεσθαι ἀλλὰ καὶ τῷ μὴ ῥᾳδίως ἢ μὴ καλῶς.
194Aristoteles, Metaphysica, 7, 2; 5 (auctor 384BC-322BC)
περὶ δὴ τούτων τί λέγεται καλῶς ἢ μὴ καλῶς, καὶ τίνες εἰσὶν οὐσίαι, καὶ πότερον εἰσί τινες παρὰ τὰς αἰσθητὰς ἢ οὐκ εἰσί, καὶ αὗται πῶς εἰσί, καὶ πότερον ἔστι τις χωριστὴ οὐσία, καὶ διὰ τί καὶ πῶς, ἢ οὐδεμία, παρὰ τὰς αἰσθητάς, σκεπτέον, ὑποτυπωσαμένοις τὴν οὐσίαν πρῶτον τί ἐστιν.
195Aristoteles, Metaphysica, 7, 10; 18 (auctor 384BC-322BC)
ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή (τοῦτο γὰρ οὐσία τοῦ ἐμψύχου) ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι (ἕκαστον γοῦν τὸ μέρος ἐὰν ὁρίζηται καλῶς, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται, ὃ οὐχ ὑπάρξει ἄνευ αἰσθήσεως) , ὥστε τὰ ταύτης μέρη πρότερα ἢ πάντα ἢ ἔνια τοῦ συνόλου ζῴου, καὶ καθ' ἕκαστον δὴ ὁμοίως, τὸ δὲ σῶμα καὶ τὰ τούτου μόρια ὕστερα ταύτης τῆς οὐσίας, καὶ διαιρεῖται εἰς ταῦτα ὡς εἰς ὕλην οὐχ ἡ οὐσία ἀλλὰ τὸ σύνολον, τοῦ μὲν οὖν συνόλου πρότερα ταῦτ' ἔστιν ὥς, ἔστι δ' ὡς οὔ (οὐδὲ γὰρ εἶναι δύναται χωριζόμενα· οὐ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἀλλ' ὁμώνυμος ὁ τεθνεώς) · ἔνια δὲ ἅμα, ὅσα κύρια καὶ ἐν ᾧ πρώτῳ ὁ λόγος καὶ ἡ οὐσία, οἷον εἰ τοῦτο καρδία ἢ ἐγκέφαλος· διαφέρει γὰρ οὐθὲν πότερον τοιοῦτον.
196Aristoteles, Metaphysica, 7, 11; 8 (auctor 384BC-322BC)
καὶ ἡ παραβολὴ ἡ ἐπὶ τοῦ ζῴου, ἣν εἰώθει λέγειν Σωκράτης ὁ νεώτερος, οὐ καλῶς ἔχει· ἀπάγει γὰρ ἀπὸ τοῦ ἀληθοῦς, καὶ ποιεῖ ὑπολαμβάνειν ὡς ἐνδεχόμενον εἶναι τὸν ἄνθρωπον ἄνευ τῶν μερῶν, ὥσπερ ἄνευ τοῦ χαλκοῦ τὸν κύκλον.
197Aristoteles, Metaphysica, 7, 12; 11 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ δεῖ γε διαιρεῖσθαι τῇ τῆς διαφορᾶς διαφορᾷ, οἷον ζῴου διαφορὰ τὸ ὑπόπουν· πάλιν τοῦ ζῴου τοῦ ὑπόποδος τὴν διαφορὰν δεῖ εἶναι ᾗ ὑπόπουν, ὥστ' οὐ λεκτέον τοῦ ὑπόποδος τὸ μὲν πτερωτὸν τὸ δὲ ἄπτερον, ἐάνπερ λέγῃ καλῶς (ἀλλὰ διὰ τὸ ἀδυνατεῖν ποιήσει τοῦτο) , ἀλλ' ἢ τὸ μὲν σχιζόπουν τὸ δ' ἄσχιστον· αὗται γὰρ διαφοραὶ ποδός· ἡ γὰρ σχιζοποδία ποδότης τις.
198Aristoteles, Metaphysica, 9, 1; 6 (auctor 384BC-322BC)
πάλιν δ' αὗται δυνάμεις λέγονται ἢ τοῦ μόνον ποιῆσαι ἢ [τοῦ] παθεῖν ἢ τοῦ καλῶς, ὥστε καὶ ἐν τοῖς τούτων λόγοις ἐνυπάρχουσί πως οἱ τῶν προτέρων δυνάμεων λόγοι.
199Aristoteles, Metaphysica, 10, 3; 17 (auctor 384BC-322BC)
ὅτι δὲ καλῶς τοῦτο ὑποτιθέμεθα, δῆλον ἐκ τῆς ἐπαγωγῆς· πάντα γὰρ διαφέροντα φαίνεται καὶ ταῦτα, οὐ μόνον ἕτερα ὄντα ἀλλὰ τὰ μὲν τὸ γένος ἕτερα τὰ δ' ἐν τῇ αὐτῇ συστοιχίᾳ τῆς κατηγορίας, ὥστ' ἐν ταὐτῷ γένει καὶ ταὐτὰ τῷ γένει.
200Aristoteles, Metaphysica, 11, 9; 13 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι ὅταν ἡ ἐντελέχεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔθ' ὕστερον, δῆλον (ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομητὸν ᾗ οἰκοδομητόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια ᾗ οἰκοδομητὸν οἰκοδόμησίς ἐστιν· ἢ γὰρ τοῦτό ἐστιν, ἡ οἰκοδόμησις, ἡ ἐνέργεια, ἢ οἰκία· ἀλλ' ὅταν οἰκία ᾖ, οὐκέτι οἰκοδομητόν, οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη ἄρα οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι, ἡ δ' οἰκοδόμησις κίνησίς τις, ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων) · ὅτι δὲ καλῶς εἴρηται, δῆλον ἐξ ὧν οἱ ἄλλοι λέγουσι περὶ αὐτῆς, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως αὐτήν.
201Aristoteles, Metaphysica, 12, 6; 20 (auctor 384BC-322BC)
τὸ μὲν δὴ δύναμιν οἴεσθαι ἐνεργείας πρότερον ἔστι μὲν ὡς καλῶς ἔστι δ' ὡς οὔ (εἴρηται δὲ πῶς) · ὅτι δ' ἐνέργεια πρότερον, μαρτυρεῖ Ἀναξαγόρας (ὁ γὰρ νοῦς ἐνέργεια) καὶ Ἐμπεδοκλῆς φιλίαν καὶ τὸ νεῖκος, καὶ οἱ ἀεὶ λέγοντες κίνησιν εἶναι, ὥσπερ Λεύκιππος· ὥστ' οὐκ ἦν ἄπειρον χρόνον χάος ἢ νύξ, ἀλλὰ ταὐτὰ ἀεὶ ἢ περιόδῳ ἢ ἄλλως, εἴπερ πρότερον ἐνέργεια δυνάμεως.
202Aristoteles, Metaphysica, 12, 7; 13 (auctor 384BC-322BC)
ἐξ ἀνάγκης ἄρα ἐστὶν ὄν· καὶ ᾗ ἀνάγκῃ, καλῶς, καὶ οὕτως ἀρχή.
203Aristoteles, Metaphysica, 13, 1; 1 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς τῶν αἰσθητῶν οὐσίας εἴρηται τίς ἐστιν, ἐν μὲν τῇ μεθόδῳ τῇ τῶν φυσικῶν περὶ τῆς ὕλης, ὕστερον δὲ περὶ τῆς κατ' ἐνέργειαν· ἐπεὶ δ' ἡ σκέψις ἐστὶ πότερον ἔστι τις παρὰ τὰς αἰσθητὰς οὐσίας ἀκίνητος καὶ ἀΐδιος ἢ οὐκ ἔστι, καὶ εἰ ἔστι τίς ἐστι, πρῶτον τὰ παρὰ τῶν ἄλλων λεγόμενα θεωρητέον, ὅπως εἴτε τι μὴ καλῶς λέγουσι, μὴ τοῖς αὐτοῖς ἔνοχοι ὦμεν, καὶ εἴ τι δόγμα κοινὸν ἡμῖν κἀκείνοις, τοῦτ' ἰδίᾳ μὴ καθ' ἡμῶν δυσχεραίνωμεν· ἀγαπητὸν γὰρ εἴ τις τὰ μὲν κάλλιον λέγοι τὰ δὲ μὴ χεῖρον.
204Aristoteles, Metaphysica, 13, 6; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ διώρισται περὶ τούτων, καλῶς ἔχει πάλιν θεωρῆσαι τὰ περὶ τοὺς ἀριθμοὺς συμβαίνοντα τοῖς λέγουσιν οὐσίας αὐτοὺς εἶναι χωριστὰς καὶ τῶν ὄντων αἰτίας πρώτας.
205Aristoteles, Metaphysica, 13, 8; 1 (auctor 384BC-322BC)
πάντων δὲ πρῶτον καλῶς ἔχει διορίσασθαι τίς ἀριθμοῦ διαφορά, καὶ μονάδος, εἰ ἔστιν.
206Aristoteles, Metaphysica, 13, 8; 9 (auctor 384BC-322BC)
εἰ δ' ἄρα ἔχει πως ἄλλως, λεκτέον ἐν ἀρχῇ μάλιστα τοῦτο καὶ διοριστέον περὶ μονάδος διαφορᾶς, μάλιστα μὲν καὶ διότι ἀνάγκη ὑπάρχειν· εἰ δὲ μή, τίνα λέγουσιν· ὅτι μὲν οὖν, εἴπερ εἰσὶν ἀριθμοὶ αἱ ἰδέαι, οὔτε συμβλητὰς τὰς μονάδας ἁπάσας ἐνδέχεται εἶναι, φανερόν, οὔτε ἀσυμβλήτους ἀλλήλαις οὐδέτερον τῶν τρόπων· ἀλλὰ μὴν οὐδ' ὡς ἕτεροί τινες λέγουσι περὶ τῶν ἀριθμῶν λέγεται καλῶς.
207Aristoteles, Metaphysica, 13, 9; 24 (auctor 384BC-322BC)
χαλεπὸν δ' ἐκ μὴ καλῶς ἐχόντων λέγειν καλῶς, κατ' Ἐπίχαρμον· ἀρτίως τε γὰρ λέλεκται, καὶ εὐθέως φαίνεται οὐ καλῶς ἔχον.
208Aristoteles, Metaphysica, 14, 1; 7 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃς στοιχεῖα καλοῦσιν οὐ καλῶς ἀποδιδόασιν, οἱ μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγοντες μετὰ τοῦ ἑνός, τρία ταῦτα στοιχεῖα τῶν ἀριθμῶν, τὰ μὲν δύο ὕλην τὸ δ' ἓν τὴν μορφήν, οἱ δὲ τὸ πολὺ καὶ ὀλίγον, ὅτι τὸ μέγα καὶ τὸ μικρὸν μεγέθους οἰκειότερα τὴν φύσιν, οἱ δὲ τὸ καθόλου μᾶλλον ἐπὶ τούτων, τὸ ὑπερέχον καὶ τὸ ὑπερεχόμενον.
209Aristoteles, Meteorologica, 1, I 14; 15 (auctor 384BC-322BC)
Μεταβάλλει δέ τοῦτο καί πάλιν εὐθηνεῖ· ξηραινόμενοι γάρ οἱ τόποι ἔρχονται εἰς τό καλῶς ἔχειν, οἱ δέ πρότερον εὐκραεῖς ὑπερξηραινόμεναι τότε γίγνονται χείρους.
210Aristoteles, Meteorologica, 1, I 14; 16 (auctor 384BC-322BC)
Ὅπερ συμβέβηκε τῆς Ἑλλάδος καί περί τήν Ἀργείων καί Μυκηναίων χώραν· ἐπί μέν γάρ τῶν Τρωϊκῶν ἡ μέν Ἀργεία διά τό ἑλώδης εἶναι ὀλίγους ἐδύνατο τρέφειν, ἡ δέ Μυκηναία καλῶς εἶχεν (διό ἐντιμοτέρα ἦν), νῦν δέ τοὐναντίον διά τήν εἰρημένην αἰτίαν· ἡ μέν γάρ ἀργή γέγονε καί ξηρά πάμπαν, τῆς δέ τά τότε διά τό λιμνάζειν ἀργά νῦν χρήσιμα γέγονεν.
211Aristoteles, Meteorologica, 2, II 2; 21 (auctor 384BC-322BC)
Ὥσπερ οὖν κἀκεῖ, εἴ τις τῆς ποτίμου τροφῆς μή νομίζοι τόπον εἶναι τήν κοιλίαν, ὅτι ταχέως ἀφανίζεται, ἀλλά τοῦ περιττώματος, ὅτι τοῦθ’ ὁρᾷ ὑπομένον, οὐκ ἂν ὑπολαμβάνοι καλῶς, ὁμοίως δέ καί ἐν τούτοις· ἔστι γάρ, ὥσπερ λέγομεν, οὗτος ὁ τόπος ὕδατος.
212Aristoteles, Meteorologica, 3, III 4; 38 (auctor 384BC-322BC)
Ὥστ’ εἰ τά περί τῶν χρωμάτων τῆς φαντασίας εἴρηται καλῶς, ἀνάγκη τρίχρων τε εἶναι αὐτήν καί τούτοις τοῖς χρώμασι κεχρῶσθαι μόνοις.
213Aristoteles, Oeconomica, 1; 2 (auctor 384BC-322BC)
ἔνιαι μὲν οὖν τῶν τεχνῶν διῄρηνται, καὶ οὐ τῆς αὐτῆς ἐστι ποιῆσαι καὶ χρήσασθαι τῷ ποιηθέντι, ὥσπερ λύρᾳ καὶ αὐλοῖς· τῆς δὲ πολιτικῆς ἐστι καὶ πόλιν ἐξ ἀρχῆς συστήσασθαι καὶ ὑπαρχούσῃ χρήσασθαι καλῶς· ὥστε δῆλον ὅτι καὶ τῆς οἰκονομικῆς ἂν εἴη καὶ κτήσασθαι οἶκον καὶ χρήσασθαι αὐτῷ.
214Aristoteles, Oeconomica, 1; 15 (auctor 384BC-322BC)
ὥστε δέοι ἂν τὰ περὶ τὴν τῆς γυναικὸς ὁμιλίαν οἰκονομήσασθαι καλῶς· τοῦτο δέ ἐστι τὸ ποίαν τινὰ δεῖ ταύτην εἶναι παρασκευάσαι.
215Aristoteles, Oeconomica, 1; 63 (auctor 384BC-322BC)
οὐ γὰρ οἷόν τε μὴ καλῶς ὑποδεικνύντος καλῶς μιμεῖσθαι, οὔτ' ἐν τοῖς ἄλλοις, οὔτ' ἐν ἐπιτροπείᾳ, ὡς ἀδύνατον μὴ ἐπιμελῶν δεσποτῶν ἐπιμελεῖς εἶναι τοὺς ἐφεστῶτας.
216Aristoteles, Oeconomica, 2; 43 (auctor 384BC-322BC)
τοῖς δὲ δὴ ἐμπόροις καλῶς εἶχε μὴ κοτυλίζειν, ἀλλ' ἁθρόα τὰ φορτία πεπρᾶσθαι, ἐκεῖνοί τε διδόντες δι' ἄλλην οὐ μισθὸν παρῆγον [ἀλλὰ] τὴν ἀγορὰν ἐν ὁλκάσι, καὶ ἄνδρα ταμίαν ἐπέστησαν ἐφ' ἑκάστῃ τῶν νεῶν.
217Aristoteles, Oeconomica, 2; 77 (auctor 384BC-322BC)
Σηλυβριανοὶ δὲ δεηθέντες χρημάτων, νόμου ὄντος αὐτοῖς σίτου μὴ ἐξάγειν . . . ἐν λιμῷ γενομένοις, ἐκείνοις δὲ ὑπάρχοντος σίτου παλαιοῦ, ἐψηφίσαντο τῇ πόλει παραδοῦναι τοὺς ἰδιώτας τὸν σῖτον τῆς τεταγμένης τιμῆς, ὑπολειπόμενον ἕκαστον ἐνιαυτοῦ τροφήν· εἶτα ἐξαγωγὴν ἔδωκαν τῷ βουλομένῳ, τάξαντες τιμὴν ἣν ἐδόκει καλῶς ἔχειν αὐτοῖς.
218Aristoteles, Physica, 1, 2; 7 (auctor 384BC-322BC)
ἅμα δ' οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ' ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ· οὐ μὴν ἀλλ' ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν διαλεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις.
219Aristoteles, Physica, 2, 4; 9 (auctor 384BC-322BC)
καίτοι εἰ οὕτως ἔχει, τοῦτ' αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχ θῆναί τι περὶ αὐτοῦ.
220Aristoteles, Physica, 3, 2; 1 (auctor 384BC-322BC)
Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως αὐτήν.
221Aristoteles, Physica, 4, 7; 9 (auctor 384BC-322BC)
διό φασίν τινες εἶναι τὸ κενὸν τὴν τοῦ σώματος ὕλην (οἵπερ καὶ τὸν τόπον τὸ αὐτὸ τοῦτο), λέγοντες οὐ καλῶς· ἡ μὲν γὰρ ὕλη οὐ χωριστὴ τῶν πραγμάτων, τὸ δὲ κενὸν ζητοῦσιν ὡς χωριστόν.
222Aristoteles, Physica, 4, 10; 1 (auctor 384BC-322BC)
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου· πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ.
223Aristoteles, Physica, 8, 8; 68 (auctor 384BC-322BC)
δῆλον οὖν ἐκ τούτων ὅτι οὐδ' οἱ φυσιολόγοι καλῶς λέγουσιν οἱ πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί· κινεῖσθαι γὰρ ἀνάγκη τούτων τινὰ τῶν κινήσεων, καὶ μάλιστα κατ' ἐκείνους [ἐστὶν] ἀλλοιοῦσθαι· ῥεῖν γάρ φασιν ἀεὶ καὶ φθίνειν, ἔτι δὲ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν.
224Aristoteles, Physica, 8, 10; 26 (auctor 384BC-322BC)
περὶ δὲ τῶν φερομένων ἔχει καλῶς διαπορῆσαί τινα ἀπορίαν πρῶτον.
225Aristoteles, Politica, 1; 3 (auctor 384BC-322BC)
ὅσοι μὲν οὖν οἴονται πολιτικὸν καὶ βασιλικὸν καὶ οἰκονομικὸν καὶ δεσποτικὸν εἶναι τὸν αὐτὸν οὐ καλῶς λέγουσιν (πλήθει γὰρ καὶ ὀλιγότητι νομίζουσι διαφέρειν ἀλλ' οὐκ εἴδει τούτων ἕκαστον, οἷον ἂν μὲν ὀλίγων, δεσπότην, ἂν δὲ πλειόνων, οἰκονόμον, ἂν δ' ἔτι πλειόνων, πολιτικὸν ἢ βασιλικόν, ὡς οὐδὲν διαφέρουσαν μεγάλην οἰκίαν ἢ μικρὰν πόλιν· καὶ πολιτικὸν δὲ καὶ βασιλικόν, ὅταν μὲν αὐτὸς ἐφεστήκῃ, βασιλικόν, ὅταν δὲ κατὰ τοὺς λόγους τῆς ἐπιστήμης τῆς τοιαύτης κατὰ μέρος ἄρχων καὶ ἀρχόμενος, πολιτικόν· ταῦτα δ' οὐκ ἔστιν ἀληθῆ) · δῆλον δ' ἔσται τὸ λεγόμενον ἐπισκοποῦσι κατὰ τὴν ὑφηγημένην μέθοδον.
226Aristoteles, Politica, 1; 176 (auctor 384BC-322BC)
διὸ καλῶς Ὅμηρος τὸν Δία προσηγόρευσεν εἰπὼν πατὴρ ἀνδρῶν τε θεῶν τε ηομ.
227Aristoteles, Politica, 1, 1260A; 185 (auctor 384BC-322BC)
εἴτε γὰρ ὁ ἄρχων μὴ ἔσται σώφρων καὶ δίκαιος, πῶς ἄρξει καλῶς· εἴθ' ὁ ἀρχόμενος, πῶς ἀρχθήσεται καλῶς· ἀκόλαστος γὰρ ὢν καὶ δειλὸς οὐδὲν ποιήσει τῶν προσηκόντων.
228Aristoteles, Politica, 1; 202 (auctor 384BC-322BC)
διὸ λέγουσιν οὐ καλῶς οἱ λόγου τοὺς δούλους ἀποστεροῦντες καὶ φάσκοντες ἐπιτάξει χρῆσθαι μόνον· νουθετητέον γὰρ μᾶλλον τοὺς δούλους ἢ τοὺς παῖδας.
229Aristoteles, Politica, 1; 203 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τούτων διωρίσθω τὸν τρόπον τοῦτον· περὶ δ' ἀνδρὸς καὶ γυναικός, καὶ τέκνων καὶ πατρός, τῆς τε περὶ ἕκαστον αὐτῶν ἀρετῆς καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμιλίας, τί τὸ καλῶς καὶ μὴ καλῶς ἐστι, καὶ πῶς δεῖ τὸ μὲν εὖ διώκειν τὸ δὲ κακῶς φεύγειν, ἐν τοῖς περὶ τὰς πολιτείας ἀναγκαῖον ἐπελθεῖν.
230Aristoteles, Politica, 2, 1260B; 1 (auctor 384BC-322BC)
ἐπεὶ δὲ προαιρούμεθα θεωρῆσαι περὶ τῆς κοινωνίας τῆς πολιτικῆς, τίς κρατίστη πασῶν τοῖς δυναμένοις ζῆν ὅτι μάλιστα κατ' εὐχήν, δεῖ καὶ τὰς ἄλλας ἐπισκέψασθαι πολιτείας, αἷς τε χρῶνταί τινες τῶν πόλεων τῶν εὐνομεῖσθαι λεγομένων, κἂν εἴ τινες ἕτεραι τυγχάνουσιν ὑπὸ τινῶν εἰρημέναι καὶ δοκοῦσαι καλῶς ἔχειν, ἵνα τό τ' ὀρθῶς ἔχον ὀφθῇ καὶ τὸ χρήσιμον, ἔτι δὲ τὸ ζητεῖν τι παρ' αὐτὰς ἕτερον μὴ δοκῇ πάντως εἶναι σοφίζεσθαι βουλομένων, ἀλλὰ διὰ τὸ μὴ καλῶς ἔχειν ταύτας τὰς νῦν ὑπαρχούσας, διὰ τοῦτο ταύτην δοκῶμεν ἐπιβαλέσθαι τὴν μέθοδον.
231Aristoteles, Politica, 2, 1261A; 4 (auctor 384BC-322BC)
τὸ μὲν οὖν μηδενὸς κοινωνεῖν φανερὸν ὡς ἀδύνατον (ἡ γὰρ πολιτεία κοινωνία τίς ἐστι, καὶ πρῶτον ἀνάγκη τοῦ τόπου κοινωνεῖν· ὁ μὲν γὰρ τόπος εἷς ὁ τῆς μιᾶς πόλεως, οἱ δὲ πολῖται κοινωνοὶ τῆς μιᾶς πόλεως) · ἀλλὰ πότερον ὅσων ἐνδέχεται κοινωνῆσαι, πάντων βέλτιον κοινωνεῖν τὴν μέλλουσαν οἰκήσεσθαι πόλιν καλῶς, ἢ τινῶν μὲν τινῶν δ' οὒ βέλτιον· ἐνδέχεται γὰρ καὶ τέκνων καὶ γυναικῶν καὶ κτημάτων κοινωνεῖν τοὺς πολίτας ἀλλήλοις, ὥσπερ ἐν τῇ Πολιτείᾳ τῇ Πλάτωνος· ἐκεῖ γὰρ ὁ Σωκράτης φησὶ δεῖν κοινὰ τὰ τέκνα καὶ τὰς γυναῖκας εἶναι καὶ τὰς κτήσεις.
232Aristoteles, Politica, 2; 54 (auctor 384BC-322BC)
ἔστι δὲ καὶ νῦν τὸν τρόπον τοῦτον ἐν ἐνίαις πόλεσιν οὕτως ὑπογεγραμμένον, ὡς οὐκ ὂν ἀδύνατον, καὶ μάλιστα ἐν ταῖς καλῶς οἰκουμέναις τὰ μὲν ἔστι τὰ δὲ γένοιτ' ἄν· ἰδίαν γὰρ ἕκαστος τὴν κτῆσιν ἔχων τὰ μὲν χρήσιμα ποιεῖ τοῖς φίλοις, τοῖς δὲ χρῆται κοινοῖς, οἷον καὶ ἐν Λακεδαίμονι τοῖς τε δούλοις χρῶνται τοῖς ἀλλήλων ὡς εἰπεῖν ἰδίοις, ἔτι δ' ἵπποις καὶ κυσίν, κἂν δεηθῶσιν ἐφοδίων ἐν τοῖς ἀγροῖς κατὰ τὴν χώραν.
233Aristoteles, Politica, 2, 1264A; 67 (auctor 384BC-322BC)
δεῖ δὲ μηδὲ τοῦτο αὐτὸ ἀγνοεῖν, ὅτι χρὴ προσέχειν τῷ πολλῷ χρόνῳ καὶ τοῖς πολλοῖς ἔτεσιν, ἐν οἷς οὐκ ἂν ἔλαθεν, εἰ ταῦτα καλῶς εἶχεν· πάντα γὰρ σχεδὸν εὕρηται μέν, ἀλλὰ τὰ μὲν οὐ συνῆκται, τοῖς δ' οὐ χρῶνται γινώσκοντες.
234Aristoteles, Politica, 2; 94 (auctor 384BC-322BC)
τὸ μὲν οὖν περιττὸν ἔχουσι πάντες οἱ τοῦ Σωκράτους λόγοι καὶ τὸ κομψὸν καὶ τὸ καινοτόμον καὶ τὸ ζητητικόν, καλῶς δὲ πάντα ἴσως χαλεπόν, ἐπεὶ καὶ τὸ νῦν εἰρημένον πλῆθος δεῖ μὴ λανθάνειν ὅτι χώρας δεήσει τοῖς τοσούτοις Βαβυλωνίας ἤ τινος ἄλλης ἀπεράντου τὸ πλῆθος, ἐξ ἧς ἀργοὶ πεντακισχίλιοι θρέψονται, καὶ περὶ τούτους γυναικῶν καὶ θεραπόντων ἕτερος ὄχλος πολλαπλάσιος.
235Aristoteles, Politica, 2; 97 (auctor 384BC-322BC)
ἔτι δὲ καλῶς ἔχει προσθεῖναι καὶ πρὸς τοὺς γειτνιῶντας τόπους, πρῶτον μὲν εἰ δεῖ τὴν πόλιν ζῆν βίον πολιτικόν (οὐ γὰρ μόνον ἀναγκαῖόν ἐστιν αὐτὴν τοιούτοις χρῆσθαι πρὸς τὸν πόλεμον ὅπλοις ἃ χρήσιμα κατὰ τὴν οἰκείαν χώραν ἐστίν, ἀλλὰ καὶ πρὸς τοὺς ἔξω τόπους) · εἰ δέ τις μὴ τοιοῦτον ἀποδέχεται βίον, μήτε τὸν ἴδιον μήτε τὸν κοινὸν τῆς πόλεως, ὅμως οὐδὲν ἧττον δεῖ φοβεροὺς εἶναι τοῖς πολεμίοις, μὴ μόνον ἐλθοῦσιν εἰς τὴν χώραν ἀλλὰ καὶ ἀπελθοῦσιν.
236Aristoteles, Politica, 2; 110 (auctor 384BC-322BC)
εἰ μὲν οὖν ὡς κοινοτάτην ταύτην κατασκευάζει ταῖς πόλεσι τῶν ἄλλων πολιτειῶν, καλῶς εἴρηκεν ἴσως· εἰ δ' ὡς ἀρίστην μετὰ τὴν πρώτην πολιτείαν, οὐ καλῶς.
237Aristoteles, Politica, 2; 124 (auctor 384BC-322BC)
δοκεῖ γάρ τισι τὸ περὶ τὰς οὐσίας εἶναι μέγιστον τετάχθαι καλῶς· περὶ γὰρ τούτων ποιεῖσθαί φασι τὰς στάσεις πάντας.
238Aristoteles, Politica, 2; 140 (auctor 384BC-322BC)
ἔτι τὰ πολλὰ βούλεται κατασκευάζειν ἐξ ὧν τὰ πρὸς αὑτοὺς πολιτεύσονται καλῶς, δεῖ δὲ καὶ πρὸς τοὺς γειτνιῶντας καὶ τοὺς ἔξωθεν πάντας.
239Aristoteles, Politica, 2; 151 (auctor 384BC-322BC)
οὐ καλῶς δὲ οὐδὲ τὴν ἰσότητα τῆς οὐσίας εἴρηκεν.
240Aristoteles, Politica, 2; 155 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς Φαλέου πολιτείας σχεδὸν ἐκ τούτων ἄν τις θεωρήσειεν, εἴ τι τυγχάνει καλῶς εἰρηκὼς ἢ μὴ καλῶς.
241Aristoteles, Politica, 2; 160 (auctor 384BC-322BC)
ἐνομοθέτει δὲ καὶ δικαστήριον ἓν τὸ κύριον, εἰς ὃ πάσας ἀνάγεσθαι δεῖν τὰς μὴ καλῶς κεκρίσθαι δοκούσας δίκας· τοῦτο δὲ κατεσκεύαζεν ἐκ τινῶν γερόντων αἱρετῶν.
242Aristoteles, Politica, 2; 162 (auctor 384BC-322BC)
νῦν γὰρ οὐκ ᾤετο νενομοθετῆσθαι καλῶς· ἀναγκάζειν γὰρ ἐπιορκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας.
243Aristoteles, Politica, 2; 170 (auctor 384BC-322BC)
οὐ καλῶς δ' οὐδ' ὁ περὶ τῆς κρίσεως ἔχει νόμος, τὸ κρίνειν ἀξιοῦν διαιροῦντα, τῆς δίκης ἁπλῶς γεγραμμένης, καὶ γίνεσθαι τὸν δικαστὴν διαιτητήν.
244Aristoteles, Politica, 2; 190 (auctor 384BC-322BC)
περὶ δὲ τῆς Λακεδαιμονίων πολιτείας καὶ τῆς Κρητικῆς, σχεδὸν δὲ καὶ περὶ τῶν ἄλλων πολιτειῶν, δύο εἰσὶν αἱ σκέψεις, μία μὲν εἴ τι καλῶς ἢ μὴ καλῶς πρὸς τὴν ἀρίστην νενομοθέτηται τάξιν, ἑτέρα δ' εἴ τι πρὸς τὴν ὑπόθεσιν καὶ τὸν τρόπον ὑπεναντίως τῆς προκειμένης αὐτοῖς πολιτείας.
245Aristoteles, Politica, 2; 191 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν δεῖ τῇ μελλούσῃ καλῶς πολιτεύεσθαι τὴν τῶν ἀναγκαίων ὑπάρχειν σχολήν, ὁμολογούμενόν ἐστιν· τίνα δὲ τρόπον ὑπάρχειν, οὐ ῥᾴδιον λαβεῖν.
246Aristoteles, Politica, 2; 208 (auctor 384BC-322BC)
τὰ δὲ περὶ τὰς γυναῖκας ἔχοντα μὴ καλῶς ἔοικεν, ὥσπερ ἐλέχθη καὶ πρότερον, οὐ μόνον ἀπρέπειάν τινα ποιεῖν τῆς πολιτείας αὐτῆς καθ' αὑτήν, ἀλλὰ συμβάλλεσθαί τι πρὸς τὴν φιλοχρηματίαν.
247Aristoteles, Politica, 2; 227 (auctor 384BC-322BC)
ἔχει δὲ καὶ τὰ περὶ τὴν τῶν γερόντων ἀρχὴν οὐ καλῶς αὐτοῖς.
248Aristoteles, Politica, 2; 237 (auctor 384BC-322BC)
οὐ καλῶς δ' οὐδὲ περὶ τὰ συσσίτια τὰ καλούμενα φιδίτια νενομοθέτηται τῷ καταστήσαντι πρῶτον.
249Aristoteles, Politica, 2; 244 (auctor 384BC-322BC)
τούτου δὲ ἁμάρτημα οὐκ ἔλαττον· νομίζουσι μὲν γὰρ γίνεσθαι τἀγαθὰ τὰ περιμάχητα δι' ἀρετῆς μᾶλλον ἢ κακίας, καὶ τοῦτο μὲν καλῶς, ὅτι μέντοι ταῦτα κρείττω τῆς ἀρετῆς ὑπολαμβάνουσιν, οὐ καλῶς.
250Aristoteles, Politica, 2; 253 (auctor 384BC-322BC)
δοκεῖ δ' ἡ νῆσος καὶ πρὸς τὴν ἀρχὴν τὴν Ἑλληνικὴν πεφυκέναι καὶ κεῖσθαι καλῶς· πάσῃ γὰρ ἐπίκειται τῇ θαλάττῃ, σχεδὸν τῶν Ἑλλήνων ἱδρυμένων περὶ τὴν θάλατταν πάντων· ἀπέχει γὰρ τῇ μὲν τῆς Πελοποννήσου μικρόν, τῇ δὲ τῆς Ἀσίας τοῦ περὶ Τριόπιον τόπου καὶ Ῥόδου.
251Aristoteles, Politica, 2; 264 (auctor 384BC-322BC)
τὸ δ' ἡσυχάζειν μὴ μετέχοντα τὸν δῆμον οὐδὲν σημεῖον τοῦ τετάχθαι καλῶς.
252Aristoteles, Politica, 2; 275 (auctor 384BC-322BC)
πολιτεύεσθαι δὲ δοκοῦσι καὶ Καρχηδόνιοι καλῶς καὶ πολλὰ περιττῶς πρὸς τοὺς ἄλλους, μάλιστα δ' ἔνια παραπλησίως τοῖς Λάκωσιν.
253Aristoteles, Politica, 2; 277 (auctor 384BC-322BC)
καὶ πολλὰ τῶν τεταγμένων ἔχει παρ' αὐτοῖς καλῶς· σημεῖον δὲ πολιτείας συντεταγμένης τὸ τὸν δῆμον ἑκουσίον διαμένειν ἐν τῇ τάξει τῆς πολιτείας, καὶ μήτε στάσιν, ὅ τι καὶ ἄξιον εἰπεῖν, γεγενῆσθαι μήτε τύραννον.
254Aristoteles, Politica, 2; 284 (auctor 384BC-322BC)
παρεκβαίνει δὲ τῆς ἀριστοκρατίας ἡ τάξις τῶν Καρχηδονίων μάλιστα πρὸς τὴν ὀλιγαρχίαν κατά τινα διάνοιαν ἣ συνδοκεῖ τοῖς πολλοῖς· οὐ γὰρ μόνον ἀριστίνδην ἀλλὰ καὶ πλουτίνδην οἴονται δεῖν αἱρεῖσθαι τοὺς ἄρχοντας· ἀδύνατον γὰρ τὸν ἀποροῦντα καλῶς ἄρχειν καὶ σχολάζειν.
255Aristoteles, Politica, 2; 305 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τῆς Λακεδαιμονίων εἴρηται, Σόλωνα δ' ἔνιοι μὲν οἴονται νομοθέτην γενέσθαι σπουδαῖον· ὀλιγαρχίαν τε γὰρ καταλῦσαι λίαν ἄκρατον οὖσαν, καὶ δουλεύοντα τὸν δῆμον παῦσαι, καὶ δημοκρατίαν καταστῆσαι τὴν πάτριον, μείξαντα καλῶς τὴν πολιτείαν· εἶναι γὰρ τὴν μὲν ἐν Ἀρείῳ πάγῳ βουλὴν ὀλιγαρχικόν, τὸ δὲ τὰς ἀρχὰς αἱρετὰς ἀριστοκρατικόν, τὰ δὲ δικαστήρια δημοτικόν.
256Aristoteles, Politica, 3; 56 (auctor 384BC-322BC)
ἀλλὰ μὴν ἐπαινεῖταί γε τὸ δύνασθαι ἄρχειν καὶ ἄρχεσθαι, καὶ πολίτου δοκεῖ που ἡ ἀρετὴ εἶναι τὸ δύνασθαι καὶ ἄρχειν καὶ ἄρχεσθαι καλῶς.
257Aristoteles, Politica, 3; 67 (auctor 384BC-322BC)
διὸ λέγεται καὶ τοῦτο καλῶς, ὡς οὐκ ἔστιν εὖ ἄρξαι μὴ ἀρχθέντα.
258Aristoteles, Politica, 3; 101 (auctor 384BC-322BC)
διὸ καὶ μηδὲν δεόμενοι τῆς παρὰ ἀλλήλων βοηθείας οὐκ ἔλαττον ὀρέγονται τοῦ συζῆν· οὐ μὴν ἀλλὰ καὶ τὸ κοινῇ συμφέρον συνάγει, καθ' ὅσον ἐπιβάλλει μέρος ἑκάστῳ τοῦ ζῆν καλῶς.
259Aristoteles, Politica, 3; 121 (auctor 384BC-322BC)
εἰ γὰρ εἶεν οἱ πλείους, ὄντες εὔποροι, κύριοι τῆς πόλεως, δημοκρατία δ' ἐστὶν ὅταν ᾖ κύριον τὸ πλῆθος – ὁμοίως δὲ πάλιν κἂν εἴ που συμβαίνοι τοὺς ἀπόρους ἐλάττους μὲν εἶναι τῶν εὐπόρων, κρείττους δ' ὄντας κυρίους εἶναι τῆς πολιτείας, ὅπου δ' ὀλίγον κύριον πλῆθος, ὀλιγαρχίαν εἶναί φασιν – οὐκ ἂν καλῶς δόξειεν διωρίσθαι περὶ τῶν πολιτειῶν.
260Aristoteles, Politica, 3, 1281A; 148 (auctor 384BC-322BC)
πόλις δὲ ἡ γενῶν καὶ κωμῶν κοινωνία ζωῆς τελείας καὶ αὐτάρκους, τοῦτο δ' ἐστίν, ὡς φαμέν, τὸ ζῆν εὐδαιμόνως καὶ καλῶς.
261Aristoteles, Politica, 3; 183 (auctor 384BC-322BC)
ἀλλ' ἴσως οὐ πάντα ταῦτα λέγεται καλῶς διά τε τὸν πάλαι λόγον, ἂν ᾖ τὸ πλῆθος μὴ λίαν ἀνδραποδῶδες (ἔσται γὰρ ἕκαστος μὲν χείρων κριτὴς τῶν εἰδότων, ἅπαντες δὲ συνελθόντες ἢ βελτίους ἢ οὐ χείρους) , καὶ ὅτι περὶ ἐνίων οὔτε μόνον ὁ ποιήσας οὔτ' ἄριστ' ἂν κρίνειεν, ὅσων τἆργα γινώσκουσι καὶ οἱ μὴ ἔχοντες τὴν τέχνην, οἷον οἰκίαν οὐ μόνον ἐστὶ γνῶναι τοῦ ποιήσαντος, ἀλλὰ καὶ βέλτιον ὁ χρώμενος αὐτῇ κρινεῖ (χρῆται δ' ὁ οἰκονόμος) , καὶ πηδάλιον κυβερνήτης τέκτονος, καὶ θοίνην ὁ δαιτυμὼν ἀλλ' οὐχ ὁ μάγειρος.
262Aristoteles, Politica, 3; 209 (auctor 384BC-322BC)
δεῖ γὰρ ἐλευθέρους τ' εἶναψ καὶ τίμημα φέροντας, οὐ γὰρ ἂν εἴη πόλις ἐξ ἀπόρων πάντων, ὥσπερ οὐδ' ἐκ δούλων· ἀλλὰ μὴν εἰ δεῖ τούτων, δῆλον ὅτι καὶ δικαιοσύνης καὶ τῆς πολιτικῆς ἀρετῆς, οὐδὲ γὰρ ἄνευ τούτων οἰκεῖσθαι πόλιν δυνατόν· πλὴν ἄνευ μὲν τῶν προτέρων ἀδύνατον εἶναι πόλιν, ἄνευ δὲ τούτων οἰκεῖσθαι καλῶς.
263Aristoteles, Politica, 3; 239 (auctor 384BC-322BC)
ἴσως δὲ καλῶς ἔχει μετὰ τοὺς εἰρημένους λόγους μεταβῆναι καὶ σκέψασθαι περὶ βασιλείας· φαμὲν γὰρ τῶν ὀρθῶν πολιτειῶν μίαν εἶναι ταύτην.
264Aristoteles, Politica, 3; 240 (auctor 384BC-322BC)
σκεπτέον δὲ πότερον συμφέρει τῇ μελλούσῃ καλῶς οἰκήσεσθαι καὶ πόλει καὶ χώρᾳ βασιλεύεσθαι, ἢ οὔ, ἀλλ' ἄλλη τις πολιτεία μᾶλλον, ἢ τισὶ μὲν συμφέρει τισὶ δ' οὐ συμφέρει.
265Aristoteles, Politica, 3; 314 (auctor 384BC-322BC)
κρίνει γὰρ ἕκαστος ἄρχων πεπαιδευμένος ὑπὸ τοῦ νόμου καλῶς, ἄτοπον τ' ἴσως ἂν εἶναι δόξειεν εἰ βέλτιον ἴδοι τις δυοῖν ὄμμασι καὶ δυσὶν ἀκοαῖς κρίνων καὶ πράττων δυσὶ ποσὶ καὶ χερσίν, ἢ πολλοὶ πολλοῖς· ἐπεὶ καὶ νῦν ὀφθαλμοὺς πολλοὺς οἱ μόναρχοι ποιοῦσιν αὑτῶν καὶ ὦτα καὶ χεῖρας καὶ πόδας· τοὺς γὰρ τῇ ἀρχῇ καὶ αὑτοῖς φίλους ποιοῦνται συνάρχους.
266Aristoteles, Politica, 4; 3 (auctor 384BC-322BC)
ὥστε δῆλον ὅτι καὶ πολιτείαν τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὴν ἀρίστην θεωρῆσαι τίς ἐστι καὶ ποία τις ἂν οὖσα μάλιστ' εἴη κατ' εὐχὴν μηδενὸς ἐμποδίζοντος τῶν ἐκτός, καὶ τίς τίσιν ἁρμόττουσα (πολλοῖς γὰρ τῆς ἀρίστης τυχεῖν ἴσως ἀδύνατον, ὥστε τὴν κρατίστην τε ἁπλῶς καὶ τὴν ἐκ τῶν ὑποκειμένων ἀρίστην οὐ δεῖ λεληθέναι τὸν ἀγαθὸν νομοθέτην καὶ τὸν ὡς ἀληθῶς πολιτικόν) , ἔτι δὲ τρίτην τὴν ἐξ ὑποθέσεως (δεῖ γὰρ καὶ τὴν δοθεῖσαν δύνασθαι θεωρεῖν, ἐξ ἀρχῆς τε πῶς ἂν γένοιτο, καὶ γενομένη τίνα τρόπον ἂν σῴζοιτο πλεῖστον χρόνον· λέγω δὲ οἷον εἴ τινι πόλει συμβέβηκε μήτε τὴν ἀρίστην πολιτεύεσθαι πολιτείαν, ἀχορήγητον δὲ εἶναι καὶ τῶν ἀναγκαίων, μήτε τὴν ἐνδεχομένην ἐκ τῶν ὑπαρχόντων, ἀλλά τινα φαυλοτέραν) , παρὰ πάντα δὲ ταῦτα τὴν μάλιστα πάσαις ταῖς πόλεσιν ἁρμόττουσαν δεῖ γνωρίζειν, ὥσθ' οἱ πλεῖστοι τῶν ἀποφαινομένων περὶ πολιτείας, καὶ εἰ τἆλλα λέγουσι καλῶς, τῶν γε χρησίμων διαμαρτάνουσιν.
267Aristoteles, Politica, 4; 16 (auctor 384BC-322BC)
ἐκεῖνος μὲν γὰρ ἔκρινε πασῶν μὲν οὐσῶν ἐπιεικῶν, οἷον ὀλιγαρχίας τε χρηστῆς καὶ τῶν ἄλλων, χειρίστην δημοκρατίαν, φαύλων δὲ ἀρίστην· ἡμεῖς δὲ ὅλως ταύτας ἐξημαρτημένας εἶναί φαμεν, καὶ βελτίω μὲν ὀλιγαρχίαν ἄλλην ἄλλης οὐ καλῶς ἔχειν λέγειν, ἧττον δὲ φαύλην.
268Aristoteles, Politica, 4; 17 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τῆς τοιαύτης κρίσεως ἀφείσθω τὰ νῦν· ἡμῖν δὲ πρῶτον μὲν διαιρετέον πόσαι διαφοραὶ τῶν πολιτειῶν, εἴπερ ἔστιν εἴδη πλείονα τῆς τε δημοκρατίας καὶ τῆς ὀλιγαρχίας, ἔπειτα τίς κοινοτάτη καὶ τίς αἱρετωτάτη μετὰ τὴν ἀρίστην πολιτείαν, κἂν εἴ τις ἄλλη τετύχηκεν ἀριστοκρατικὴ καὶ συνεστῶσα καλῶς, ἀλλ' οὐ ταῖς πλείσταις ἁρμόττουσα πόλεσι, τίς ἐστιν, ἔπειτα καὶ τῶν ἄλλων τίς τίσιν αἱρετή (τάχα γὰρ τοῖς μὲν ἀναγκαία δημοκρατία μᾶλλον ὀλιγαρχίας, τοῖς δ' αὕτη μᾶλλον ἐκείνης) , μετὰ δὲ ταῦτα τίνα τρόπον δεῖ καθιστάναι τὸν βουλόμενον ταύτας τὰς πολιτείας, λέγω δὲ δημοκρατίας τε καθ' ἕκαστον εἶδος καὶ πάλιν ὀλιγαρχίας· τέλος δέ, πάντων τούτων ὅταν ποιησώμεθα συντόμως τὴν ἐνδεχομένην μνείαν, πειρατέον ἐπελθεῖν τίνες φθοραὶ καὶ τίνες σωτηρίαι τῶν πολιτειῶν καὶ κοινῇ καὶ χωρὶς ἑκάστης, καὶ διὰ τίνας αἰτίας ταῦτα μάλιστα γίνεσθαι πέφυκεν.
269Aristoteles, Politica, 4; 28 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν εἰώθασιν οὕτως ὑπολαμβάνειν περὶ τῶν πολιτειῶν· ἀληθέστερον δὲ καὶ βέλτιον ὡς ἡμεῖς διείλομεν, δυοῖν ἢ μιᾶς οὔσης τῆς καλῶς συνεστηκυίας τὰς ἄλλας εἶναι παρεκβάσεις, τὰς μὲν τῆς εὖ κεκραμένης [ἁρμονίας̣] τὰς δὲ τῆς ἀρίστης πολιτείας, ὀλιγαρχικὰς μὲν τὰς συντονωτέρας καὶ δεσποτικωτέρας, τὰς δ' ἀνειμένας καὶ μαλακὰς δημοτικάς.
270Aristoteles, Politica, 4, 1291A; 38 (auctor 384BC-322BC)
ἓν μὲν οὖν ἐστι τὸ περὶ τὴν τροφὴν πλῆθος, οἱ καλούμενοι γεωργοί, δεύτερον δὲ τὸ καλούμενον βάναυσον (ἔστι δὲ τοῦτο τὸ περὶ τὰς τέχνας ὧν ἄνευ πόλιν ἀδύνατον οἰκεῖσθαι· τούτων δὲ τῶν τεχνῶν τὰς μὲν ἐξ ἀνάγκης ὑπάρχειν δεῖ, τὰς δὲ εἰς τρυφὴν ἢ τὸ καλῶς ζῆν) , τρίτον δὲ τὸ ἀγοραῖον (λέγω δ' ἀγοραῖον τὸ περὶ τὰς πράσεις καὶ τὰς ὠνὰς καὶ τὰς ἐμπορίας καὶ καπηλείας διατρῖβον) , τέταρτον δὲ τὸ θητικόν, πέμπτον δὲ γένος τὸ προπολεμῆσον, ὃ τούτων οὐθὲν ἧττόν ἐστιν ἀναγκαῖον ὑπάρχειν, εἰ μέλλουσι μὴ δουλεύσειν τοῖς ἐπιοῦσιν.
271Aristoteles, Politica, 4, 1291B; 51 (auctor 384BC-322BC)
εἴπερ οὖν ταῦτα δεῖ γινέσθαι ταῖς πόλεσι, καὶ καλῶς γενέσθαι καὶ δικαίως, ἀναγκαῖον καὶ μετέχοντας εἶναί τινας ἀρετῆς τῆς τῶν πολιτικῶν.
272Aristoteles, Politica, 4, 1293B; 95 (auctor 384BC-322BC)
ἀριστοκρατίαν μὲν οὖν καλῶς ἔχει καλεῖν περὶ ἧς διήλθομεν ἐν τοῖς πρώτοις λόγοις (τὴν γὰρ ἐκ τῶν ἀρίστων ἁπλῶς κατ' ἀρετὴν πολιτείαν καὶ μὴ πρὸς ὑπόθεσίν τινα ἀγαθῶν ἀνδρῶν μόνην δίκαιον προσαγορεύειν ἀριστοκρατίαν· ἐν μόνῃ γὰρ ἁπλῶς ὁ αὐτὸς ἀνὴρ καὶ πολίτης ἀγαθός ἐστιν, οἱ δ' ἐν ταῖς ἄλλαις ἀγαθοὶ πρὸς τὴν πολιτείαν εἰσὶ τὴν αὑτῶν) · οὐ μὴν ἀλλ' εἰσί τινες αἳ πρός τε τὰς ὀλιγαρχουμένας ἔχουσι διαφορὰς [καὶ καλοῦνται ἀριστοκρατίαι] καὶ πρὸς τὴν καλουμένην πολιτείαν.
273Aristoteles, Politica, 4; 111 (auctor 384BC-322BC)
διὸ μίαν μὲν εὐνομίαν ὑποληπτέον εἶναι τὸ πείθεσθαι τοῖς κειμένοις νόμοις, ἑτέραν δὲ τὸ καλῶς κεῖσθαι τοὺς νόμους οἷς ἐμμένουσιν (ἔστι γὰρ πείθεσθαι καὶ κακῶς κειμένοις) .
274Aristoteles, Politica, 4; 123 (auctor 384BC-322BC)
δῆλον γὰρ ὅτι τοῦτο πάσχουσιν οἱ λέγοντες διὰ τὸ μεμεῖχθαι καλῶς· πέπονθε δὲ τοῦτο καὶ τὸ μέσον, ἐμφαίνεται γὰρ ἑκάτερον ἐν αὐτῷ τῶν ἄκρων· ὅπερ συμβαίνει περὶ τὴν Λακεδαιμονίων πολιτείαν.
275Aristoteles, Politica, 4; 125 (auctor 384BC-322BC)
δεῖ δ' ἐν τῇ πολιτείᾳ τῇ μεμειγμένῃ καλῶς ἀμφότερα δοκεῖν εἶναι καὶ μηδέτερον, καὶ σῴζεσθαι δι' αὑτῆς καὶ μὴ ἔξωθεν, καὶ δι' αὑτῆς μὴ τῷ πλείους ἔξωθεν εἶναι τοὺς βουλομένους (εἴη γὰρ ἂν καὶ πονηρᾷ πολιτείᾳ τοῦθ' ὑπάρχον) ἀλλὰ τῷ μηδ' ἂν βούλεσθαι πολιτείαν ἑτέραν μηθὲν τῶν τῆς πόλεως μορίων ὅλως.
276Aristoteles, Politica, 4; 134 (auctor 384BC-322BC)
εἰ γὰρ καλῶς ἐν τοῖς Ἠθικοῖς εἴρηται τὸ τὸν εὐδαίμονα βίον εἶναι τὸν κατ' ἀρετὴν ἀνεμπόδιστον, μεσότητα δὲ τὴν ἀρετήν, τὸν μέσον ἀναγκαῖον εἶναι βίον βέλτιστον, τὸ τῆς ἑκάστοις ἐνδεχομένης τυχεῖν μεσότητος· τοὺς δὲ αὐτοὺς τούτους ὅρους ἀναγκαῖον εἶναι καὶ πόλεως ἀρετῆς καὶ κακίας καὶ πολιτείας· ἡ γὰρ πολιτεία βίος τίς ἐστι πόλεως.
277Aristoteles, Politica, 4; 146 (auctor 384BC-322BC)
διὰ τοῦτο καλῶς ηὔξατο Φωκυλίδης πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι.
278Aristoteles, Politica, 4; 191 (auctor 384BC-322BC)
ἔστι δὴ τρία μόρια τῶν πολιτειῶν πασῶν, περὶ ὧν δεῖ θεωρεῖν τὸν σπουδαῖον νομοθέτην ἑκάστῃ τὸ συμφέρον· ὧν ἐχόντων καλῶς ἀνάγκη τὴν πολιτείαν ἔχειν καλῶς, καὶ τὰς πολιτείας ἀλλήλων διαφέρειν ἐν τῷ διαφέρειν ἕκαστον τούτων.
279Aristoteles, Politica, 4; 244 (auctor 384BC-322BC)
ἀλλὰ περὶ μὲν τούτων ἀφείσθω καὶ τῶν φονικῶν καὶ τῶν ξενικῶν, περὶ δὲ τῶν πολιτικῶν λέγωμεν, περὶ ὧν μὴ γινομένων καλῶς διαστάσεις γίνονται καὶ τῶν πολιτειῶν αἱ κινήσεις.
280Aristoteles, Politica, 5; 84 (auctor 384BC-322BC)
ὁτὲ μὲν γὰρ ἐξ αὐτῶν τῶν εὐπόρων, οὐ τῶν ὄντων δ' ἐν ταῖς ἀρχαῖς, γίγνεται κατάλυσις, ὅταν ὀλίγοι σφόδρα ὦσιν οἱ ἐν ταῖς τιμαῖς, οἷον ἐν Μασσαλίᾳ καὶ ἐν Ἴστρῳ καὶ ἐν Ἡρακλείᾳ καὶ ἐν ἄλλαις πόλεσι συμβέβηκεν· οἱ γὰρ μὴ μετέχοντες τῶν ἀρχῶν ἐκίνουν, ἕως μετέλαβον οἱ πρεσβύτεροι πρότερον τῶν ἀδελφῶν, ὕστερον δ' οἱ νεώτεροι πάλιν· οὐ γὰρ ἄρχουσιν ἐνιαχοῦ μὲν ἅμα πατήρ τε καὶ υἱός, ἐνιαχοῦ δὲ ὁ πρεσβύτερος καὶ ὁ νεώτερος ἀδελφός· καὶ ἔνθα μὲν πολιτικωτέρα ἐγένετο ἡ ὀλιγαρχία, ἐν Ἴστρῳ δ' εἰς δῆμον ἀπετελεύτησεν, ἐν Ἡρακλείᾳ δ' ἐξ ἐλαττόνων εἰς ἑξακοσίους ἦλθεν· μετέβαλε δὲ καὶ ἐν Κνίδῳ ἡ ὀλιγαρχία στασιασάντων τῶν γνωρίμων αὐτῶν πρὸς αὑτοὺς διὰ τὸ ὀλίγους μετέχειν καί, καθάπερ εἴρηται, εἰ πατήρ, υἱὸν μὴ μετέχειν, μηδ' εἰ πλείους ἀδελφοί, ἀλλ' ἢ τὸν πρεσβύτατον· ἐπιλαβόμενος γὰρ στασιαζόντων ὁ δῆμος, καὶ λαβὼν προστάτην ἐκ τῶν γνωρίμων, ἐπιθέμενος ἐκράτησεν, ἀσθενὲς γὰρ τὸ στασιάζον· καὶ ἐν Ἐρυθραῖς δὲ ἐπὶ τῆς τῶν Βασιλιδῶν ὀλιγαρχίας ἐν τοῖς ἀρχαίοις χρόνοις, καίπερ καλῶς ἐπιμελομένων τῶν ἐν τῇ πολιτείᾳ, ὅμως διὰ τὸ ὑπ' ὀλίγων ἄρχεσθαι ἀγανακτῶν ὁ δῆμος μετέβαλε τὴν πολιτείαν.
281Aristoteles, Politica, 5; 88 (auctor 384BC-322BC)
σημεῖον δὲ ἡ ἐν Φαρσάλῳ πολιτεία· ἐκεῖνοι γὰρ ὀλίγοι ὄντες πολλῶν κύριοί εἰσι διὰ τὸ χρῆσθαι σφίσιν αὐτοῖς καλῶς.
282Aristoteles, Politica, 5; 100 (auctor 384BC-322BC)
ἀρχὴ γὰρ τὸ μὴ μεμεῖχθαι καλῶς ἐν μὲν τῇ πολιτείᾳ δημοκρατίαν καὶ ὀλιγαρχίαν, ἐν δὲ τῇ ἀριστοκρατίᾳ ταῦτά τε καὶ τὴν ἀρετήν, μάλιστα δὲ τὰ δύο· λέγω δὲ τὰ δύο δῆμον καὶ ὀλιγαρχίαν.
283Aristoteles, Politica, 5; 193 (auctor 384BC-322BC)
οἷς ἀκολουθεῖν μὲν δεῖ τὴν Δίωνος ὑπόληψιν, οὐ ῥᾴδιον δ' αὐτὴν ἐγγενέσθαι πολλοῖς· ἐκεῖνος γὰρ μετ' ὀλίγων ἐστράτευσεν ἐπὶ Διονύσιον οὕτως ἔχειν φάσκων ὡς ὅποι περ ἂν δύνηται προελθεῖν, ἱκανὸν αὑτῷ τοσοῦτον μετασχεῖν τῆς πράξεως, οἷον εἰ μικρὸν ἐπιβάντα τῆς γῆς εὐθὺς συμβαίη τελευτῆσαι τοῦτον καλῶς ἔχειν αὑτῷ τὸν θάνατον.
284Aristoteles, Politica, 5, 1312B; 194 (auctor 384BC-322BC)
φθείρεται δὲ τυραννὶς ἕνα μὲν τρόπον, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πολιτειῶν, ἔξωθεν, ἐὰν ἐναντία τις ᾖ πολιτεία κρείττων (τὸ μὲν γὰρ βούλεσθαι δῆλον ὡς ὑπάρξει διὰ τὴν ἐναντιότητα τῆς προαιρέσεως· ἃ δὲ βούλονται, δυνάμενοι πράττουσι πάντες) , ἐναντίαι δ' αἱ πολιτεῖαι, δῆμος μὲν τυραννίδι καθ' Ἡσίοδον ὡς κεραμεὺς κεραμεῖ (καὶ γὰρ ἡ δημοκρατία ἡ τελευταία τυραννίς ἐστιν) , βασιλεία δὲ καὶ ἀριστοκρατία διὰ τὴν ἐναντιότητα τῆς πολιτείας (διὸ Λακεδαιμόνιοι πλείστας κατέλυσαν τυραννίδας καὶ Συρακούσιοι κατὰ τὸν χρόνον ὃν ἐπολιτεύοντο καλῶς) · ἕνα δ' ἐξ αὑτῆς, ὅταν οἱ μετέχοντες στασιάζωσιν, ὥσπερ ἡ τῶν περὶ Γέλωνα καὶ νῦν ἡ τῶν περὶ Διονύσιον, ἡ μὲν Γέλωνος Θρασυβούλου τοῦ Ἱέρωνος ἀδελφοῦ τὸν υἱὸν τοῦ Γέλωνος δημαγωγοῦντος καὶ πρὸς ἡδονὰς ὁρμῶντος, ἵν' αὐτὸς ἄρχῃ, τῶν δὲ οἰκείων συστησάντων ἵνα μὴ ἡ τυραννὶς ὅλως καταλυθῇ ἀλλὰ Θρασύβουλος, οἱ δὲ συστάντες αὐτῶν, ὡς καιρὸν ἔχοντες, ἐξέβαλον ἅπαντας αὐτούς· Διονύσιον δὲ Δίων στρατεύσας, κηδεστὴς ὢν καὶ προσλαβὼν τὸν δῆμον, ἐκεῖνον ἐκβαλὼν διεφθάρη.
285Aristoteles, Politica, 5; 230 (auctor 384BC-322BC)
ἀλλὰ τοῦτο μὲν ὥσπερ ὑπόθεσιν δεῖ μένειν, τὰ δ' ἄλλα τὰ μὲν ποιεῖν τὰ δὲ δοκεῖν ὑποκρινόμενον τὸ βασιλικὸν καλῶς.
286Aristoteles, Politica, 5; 240 (auctor 384BC-322BC)
ἐκ γὰρ τούτων ἀναγκαῖον οὐ μόνον τὴν ἀρχὴν εἶναι καλλίω καὶ ζηλωτοτέραν τῷ βελτιόνων ἄρχειν καὶ μὴ τεταπεινωμένων μηδὲ μισούμενον καὶ φοβούμενον διατελεῖν, ἀλλὰ καὶ τὴν ἀρχὴν εἶναι πολυχρονιωτέραν, ἔτι δ' αὐτὸν διακεῖσθαι κατὰ τὸ ἦθος ἤτοι καλῶς πρὸς ἀρετὴν ἢ ἡμίχρηστον ὄντα, καὶ μὴ πονηρὸν ἀλλ' ἡμιπόνηρον.
287Aristoteles, Politica, 5, 1316A; 254 (auctor 384BC-322BC)
ἐν δὲ τῇ Πολιτείᾳ λέγεται μὲν περὶ τῶν μεταβολῶν ὑπὸ τοῦ Σωκράτους, οὐ μέντοι λέγεται καλῶς.
288Aristoteles, Politica, 6; 35 (auctor 384BC-322BC)
ἀνάγκη δὲ πολιτευομένους οὕτω πολιτεύεσθαί καλῶς (αἱ τε γὰρ ἀρχαὶ ἀεὶ διὰ τῶν βελτίστων ἔσονται, τοῦ δήμου βουλομένου καὶ τοῖς ἐπιεικέσιν οὐ φθονοῦντος) , καὶ τοῖς ἐπιεικέσι καὶ γνωρίμοις ἀρκοῦσαν εἶναι ταύτην τὴν τάξιν· ἄρξονται γὰρ οὐχ ὑπ' ἄλλων χειρόνων, καὶ ἄρξουσι δικαίως διὰ τὸ τῶν εὐθυνῶν εἶναι κυρίους ἑτέρους.
289Aristoteles, Politica, 6; 61 (auctor 384BC-322BC)
καλῶς δ' ἔχει μιμεῖσθαι καὶ τὰ Ταραντίνων.
290Aristoteles, Politica, 6; 70 (auctor 384BC-322BC)
ὥσπερ γὰρ τὰ μὲν εὖ σώματα διακείμενα πρὸς ὑγίειαν καὶ πλοῖα τὰ πρὸς ναυτιλίαν καλῶς ἔχοντα τοῖς πλωτῆρσιν ἐπιδέχεται πλείους ἁμαρτίας ὥστε μὴ φθείρεσθαι δι' αὐτάς, τὰ δὲ νοσερῶς ἔχοντα τῶν σωμάτων καὶ τὰ τῶν πλοίων ἐκλελυμένα καὶ πλωτήρων τετυχηκότα φαύλων οὐδὲ τὰς μικρὰς δύναται φέρειν ἁμαρτίας, οὕτω καὶ τῶν πολιτειῶν αἱ χείρισται πλείστης δέονται φυλακῆς.
291Aristoteles, Politica, 6; 81 (auctor 384BC-322BC)
ἀκόλουθον δὲ τοῖς εἰρημένοις ἐστὶ τὸ διῃρῆσθαι καλῶς τὰ περὶ τὰς ἀρχάς, πόσαι καὶ τίνες καὶ τίνων, καθάπερ εἴρηται καὶ πρότερον.
292Aristoteles, Politica, 6; 82 (auctor 384BC-322BC)
τῶν μὲν γὰρ ἀναγκαίων ἀρχῶν χωρὶς ἀδύνατον εἶναι πόλιν, τῶν δὲ πρὸς εὐταξίαν καὶ κόσμον ἀδύνατον οἰκεῖσθαι καλῶς.
293Aristoteles, Politica, 7; 14 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν ἑκάστῳ τῆς εὐδαιμονίας ἐπιβάλλει τοσοῦτον ὅσον περ ἀρετῆς καὶ φρονήσεως καὶ τοῦ πράττειν κατὰ ταύτας, ἔστω συνωμολογημένον ἡμῖν, μάρτυρι τῷ θεῷ χρωμένοις, ὃς εὐδαίμων μέν ἐστι καὶ μακάριος, δι' οὐθὲν δὲ τῶν ἐξωτερικῶν ἀγαθῶν ἀλλὰ δι' αὑτὸν αὐτὸς καὶ τῷ ποιός τις εἶναι τὴν φύσιν, ἐπεὶ καὶ τὴν εὐτυχίαν τῆς εὐδαιμονίας διὰ ταῦτ' ἀναγκαῖον ἑτέραν εἶναι (τῶν μὲν γὰρ ἐκτὸς ἀγαθῶν τῆς ψυχῆς αἴτιον ταὐτόματον καὶ ἡ τύχη, δίκαιος δ' οὐδεὶς οὐδὲ σώφρων ἀπὸ τύχης οὐδὲ διὰ τὴν τύχην ἐστίν) · ἐχόμενον δ' ἐστὶ καὶ τῶν αὐτῶν λόγων δεόμενον καὶ πόλιν εὐδαίμονα τὴν ἀρίστην εἶναι καὶ πράττουσαν καλῶς.
294Aristoteles, Politica, 7; 15 (auctor 384BC-322BC)
ἀδύνατον δὲ καλῶς πράττειν τοῖς μὴ τὰ καλὰ πράττουσιν· οὐθὲν δὲ καλὸν ἔργον οὔτ' ἀνδρὸς οὔτε πόλεως χωρὶς ἀρετῆς καὶ φρονήσεως· ἀνδρεία δὲ πόλεως καὶ δικαιοσύνη καὶ φρόνησις τὴν αὐτὴν ἔχει δύναμιν καὶ μορφὴν ὧν μετασχὼν ἕκαστος τῶν ἀνθρώπων λέγεται δίκαιος καὶ φρόνιμος καὶ σώφρων.
295Aristoteles, Politica, 7, 1325A; 36 (auctor 384BC-322BC)
ἀλλὰ μὴν εἴη γ' ἂν καὶ καθ' ἑαυτὴν μία πόλις εὐδαίμων, ἣ πολιτεύεται δηλονότι καλῶς, εἴπερ ἐνδέχεται πόλιν οἰκεῖσθαί που καθ' ἑαυτὴν νόμοις χρωμένην σπουδαίοις, ἧς τῆς πολιτείας ἡ σύνταξις οὐ πρὸς πόλεμον οὐδὲ πρὸς τὸ κρατεῖν ἔσται τῶν πολεμίων· μηθὲν γὰρ ὑπαρχέτω τοιοῦτον.
296Aristoteles, Politica, 7; 52 (auctor 384BC-322BC)
ἀλλ' εἰ ταῦτα λέγεται καλῶς καὶ τὴν εὐδαιμονίαν εὐπραγίαν θετέον, καὶ κοινῇ πάσης πόλεως ἂν εἴη καὶ καθ' ἕκαστον ἄριστος βίος ὁ πρακτικός.
297Aristoteles, Politica, 7; 56 (auctor 384BC-322BC)
ὁμοίως δὲ τοῦτο ὑπάρχει καὶ καθ' ἑνὸς ὁτουοῦν τῶν ἀνθρώπων· σχολῇ γὰρ ἂν ὁ θεὸς εἶχε καλῶς καὶ πᾶς ὁ κόσμος, οἷς οὐκ εἰσὶν ἐξωτερικαὶ πράξεις παρὰ τὰς οἰκείας τὰς αὐτῶν.
298Aristoteles, Politica, 7; 67 (auctor 384BC-322BC)
ἀλλὰ μὴν καὶ τοῦτό γε ἐκ τῶν ἔργων φανερόν, ὅτι χαλεπόν, ἴσως δ' ἀδύνατον, εὐνομεῖσθαι τὴν λίαν πολυάνθρωπον· τῶν γοῦν δοκουσῶν πολιτεύεσθαι καλῶς οὐδεμίαν ὁρῶμεν οὖσαν ἀνειμένην πρὸς τὸ πλῆθος.
299Aristoteles, Politica, 7; 79 (auctor 384BC-322BC)
τοῦτον δὲ τὸν ὅρον εἰ καλῶς ἢ μὴ καλῶς λέγομεν, ὕστερον ἐπισκεπτέον ἀκριβέστερον, ὅταν ὅλως περὶ κτήσεως καὶ τῆς περὶ τὴν οὐσίαν εὐπορίας συμβαίνῃ ποιεῖσθαι μνείαν, πῶς δεῖ καὶ τίνα τρόπον ἔχειν πρὸς τὴν χρῆσιν αὐτῆς· πολλαὶ γὰρ περὶ τὴν σκέψιν ταύτην εἰσὶν ἀμφισβητήσεις διὰ τοὺς ἕλκοντας ἐφ' ἑκατέραν τοῦ βίου τὴν ὑπερβολήν, τοὺς μὲν ἐπὶ τὴν γλισχρότητα τοὺς δὲ ἐπὶ τὴν τρυφήν.
300Aristoteles, Politica, 7; 82 (auctor 384BC-322BC)
τῆς δὲ πόλεως τὴν θέσιν εἰ χρὴ ποιεῖν κατ' εὐχήν, πρός τε τὴν θάλατταν προσήκει κεῖσθαι καλῶς πρός τε τὴν χώραν.
301Aristoteles, Politica, 7; 84 (auctor 384BC-322BC)
περὶ δὲ τῆς πρὸς τὴν θάλατταν κοινωνίας, πότερον ὠφέλιμος ταῖς εὐνομουμέναις πόλεσιν ἢ βλαβερά, πολλὰ τυγχάνουσιν ἀμφισβητοῦντες· τό τε γὰρ ἐπιξενοῦσθαί τινας ἐν ἄλλοις τεθραμμένους νόμοις ἀσύμφορον εἶναί φασι πρὸς τὴν εὐνομίαν, καὶ τὴν πολυανθρωπίαν· γίνεσθαι μὲν γὰρ ἐκ τοῦ χρῆσθαι τῇ θαλάττῃ διαπέμποντας καὶ δεχομένους ἐμπόρων πλῆθος, ὑπεναντίαν δ' εἶναι πρὸς τὸ πολιτεύεσθαι καλῶς.
302Aristoteles, Politica, 7; 105 (auctor 384BC-322BC)
οὐ καλῶς δ' ἔχει λέγειν χαλεποὺς εἶναι πρὸς τοὺς ἀγνῶτας· πρὸς οὐθένα γὰρ εἶναι χρὴ τοιοῦτον, οὐδέ εἰσιν οἱ μεγαλόψυχοι τὴν φύσιν ἄγριοι, πλὴν πρὸς τοὺς ἀδικοῦντας.
303Aristoteles, Politica, 7; 157 (auctor 384BC-322BC)
διὸ παρ' ἐνίοις νόμος ἐστὶ τοὺς γειτνιῶντας τοῖς ὁμόροις μὴ συμμετέχειν βουλῆς τῶν πρὸς αὐτοὺς πολέμων, ὡς διὰ τὸ ἴδιον οὐκ ἂν δυναμένους βουλεύσασθαι καλῶς.
304Aristoteles, Politica, 7, 1330B; 160 (auctor 384BC-322BC)
τὴν δὲ πόλιν ὅτι μὲν δεῖ κοινὴν εἶναι τῆς ἠπείρου τε καὶ τῆς θαλάττης καὶ τῆς χώρας ἁπάσης ὁμοίως ἐκ τῶν ἐνδεχομένων, εἴρηται πρότερον· αὐτῆς δὲ προσάντη τὴν θέσιν εὔχεσθαι δεῖ κατατυγχάνειν πρὸς τέτταρα βλέποντας, πρῶτον μὲν ὡς ἀναγκαῖον πρὸς ὑγίειαν (αἵ τε γὰρ πρὸς ἕω τὴν ἔγκλισιν ἔχουσαι καὶ πρὸς τὰ πνεύματα τὰ πνέοντα ἀπὸ τῆς ἀνατολῆς ὑγιεινότεραι, δεύτερον δ' αἱ κατὰ βορέαν· εὐχείμεροι γὰρ αὗται μᾶλλον) · τῶν δὲ λοιπῶν πρὸς τὸ τὰς πολιτικὰς πράξεις καὶ πολεμικὰς καλῶς ἔχει.
305Aristoteles, Politica, 7; 161 (auctor 384BC-322BC)
πρὸς μὲν οὖν τὰς πολεμικὰς αὐτοῖς μὲν εὐέξοδον εἶναι χρή, τοῖς δ' ἐναντίοις δυσπρόσοδον καὶ δυσπερίληπτον, ὑδάτων τε καὶ ναμάτων μάλιστα μὲν ὑπάρχειν πλῆθος οἰκεῖον, εἰ δὲ μή, τοῦτό γε εὕρηται διὰ τοῦ κατασκευάζειν ὑποδοχὰς ὀμβρίοις ὕδασιν ἀφθόνους καὶ μεγάλας, ὥστε μηδέποτε ὑπολείπειν εἰργομένους τῆς χώρας διὰ πόλεμον· ἐπεὶ δὲ δεῖ περὶ ὑγιείας φροντίζειν τῶν ἐνοικούντων, τοῦτο δ' ἐστὶν ἐν τῷ κεῖσθαι τὸν τόπον ἔν τε τοιούτῳ καὶ πρὸς τοιοῦτον καλῶς, δεύτερον δὲ ὕδασιν ὑγιεινοῖς χρῆσθαι, καὶ τούτου τὴν ἐπιμέλειαν ἔχειν μὴ παρέργως.
306Aristoteles, Politica, 7; 166 (auctor 384BC-322BC)
διὸ δεῖ τούτων ἀμφοτέρων μετέχειν (ἐνδέχεται γάρ, ἄν τις οὕτως κατασκευάζῃ καθάπερ ἐν τοῖς γεωργοῖς ἃς καλοῦσί τινες τῶν ἀμπέλων συστάδας) , καὶ τὴν μὲν ὅλην μὴ ποιεῖν πόλιν εὔτομον, κατὰ μέρη δὲ καὶ τόπους· οὕτω γὰρ καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς κόσμον ἕξει καλῶς.
307Aristoteles, Politica, 7; 184 (auctor 384BC-322BC)
περὶ δὲ τῆς πολιτείας αὐτῆς, ἐκ τίνων καὶ ποίων δεῖ συνεστάναι τὴν μέλλουσαν ἔσεσθαι πόλιν μακαρίαν καὶ πολιτεύσεσθαι καλῶς, λεκτέον.
308Aristoteles, Politica, 7, 1332A; 185 (auctor 384BC-322BC)
ἐπεὶ δὲ δύ' ἐστὶν ἐν οἷς γίγνεται τὸ εὖ πᾶσι, τούτοιν δ' ἐστὶν ἓν μὲν ἐν τῷ τὸν σκοπὸν κεῖσθαι καὶ τὸ τέλος τῶν πράξεων ὀρθῶς, ἓν δὲ τὰς πρὸς τὸ τέλος φερούσας πράξεις εὑρίσκειν (ἐνδέχεται γὰρ ταῦτα καὶ διαφωνεῖν ἀλλήλοις καὶ συμφωνεῖν· ἐνίοτε γὰρ ὁ μὲν σκοπὸς ἔκκειται καλῶς, ἐν δὲ τῷ πράττειν τοῦ τυχεῖν αὐτοῦ διαμαρτάνουσιν, ὁτὲ δὲ τῶν μὲν πρὸς τὸ τέλος πάντων ἐπιτυγχάνουσιν, ἀλλὰ τὸ τέλος ἔθεντο φαῦλον, ὁτὲ δὲ ἑκατέρου διαμαρτάνουσιν, οἷον περὶ ἰατρικήν· οὔτε γὰρ ποῖόν τι δεῖ τὸ ὑγιαῖνον εἶναι σῶμα κρίνουσιν ἐνίοτε καλῶς, οὔτε πρὸς τὸν ὑποκείμενον αὐτοῖς ὅρον τυγχάνουσι τῶν ποιητικῶν· δεῖ δ' ἐν ταῖς τέχναις καὶ ἐπιστήμαις ταῦτα ἀμφότερα κρατεῖσθαι, τὸ τέλος καὶ τὰς εἰς τὸ τέλος πράξεις) , ὅτι μὲν οὖν τοῦ τε εὖ ζῆν καὶ τῆς εὐδαιμονίας ἐφίενται πάντες, φανερόν, ἀλλὰ τούτων τοῖς μὲν ἐξουσία τυγχάνει τοῖς δὲ οὔ, διά τινα τύχην ἢ φύσιν (δεῖται γὰρ καὶ χορηγίας τινὸς τὸ ζῆν καλῶς, τούτου δὲ ἐλάττονος μὲν τοῖς ἄμεινον διακειμένοις, πλείονος δὲ τοῖς χεῖρον) , οἱ δ' εὐθὺς οὐκ ὀρθῶς ζητοῦσι τὴν εὐδαιμονίαν, ἐξουσίας ὑπαρχούσης.
309Aristoteles, Politica, 7; 188 (auctor 384BC-322BC)
λέγω δ' ἐξ ὑποθέσεως τἀναγκαῖα, τὸ δ' ἁπλῶς τὸ καλῶς· οἷον τὰ περὶ τὰς δικαίας πράξεις, αἱ δίκαιαι τιμωρίαι καὶ κολάσεις ἀπ' ἀρετῆς μέν εἰσιν, ἀναγκαῖαι δέ, καὶ τὸ καλῶς ἀναγκαίως ἔχουσιν (αἱρετώτερον μὲν γὰρ μηδενὸς δεῖσθαι τῶν τοιούτων μήτε τὸν ἄνδρα μήτε τὴν πόλιν) , αἱ δ' ἐπὶ τὰς τιμὰς καὶ τὰς εὐπορίας ἁπλῶς εἰσι κάλλισται πράξεις.
310Aristoteles, Politica, 7; 190 (auctor 384BC-322BC)
χρήσαιτο δ' ἂν ὁ σπουδαῖος ἀνὴρ καὶ πενίᾳ καὶ νόσῳ καὶ ταῖς ἄλλαις τύχαις ταῖς φαύλαις καλῶς· ἀλλὰ τὸ μακάριον ἐν τοῖς ἐναντίοις ἐστίν (καὶ γὰρ τοῦτο διώρισται κατὰ τοὺς ἠθικοὺς λόγους, ὅτι τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ᾧ διὰ τὴν ἀρετὴν ἀγαθά ἐστι τὰ ἁπλῶς ἀγαθά, δῆλον δ' ὅτι καὶ τὰς χρήσεις ἀναγκαῖον σπουδαίας καὶ καλὰς εἶναι ταύτας ἁπλῶς) · διὸ καὶ νομίζουσιν ἄνθρωποι τῆς εὐδαιμονίας αἴτια τὰ ἐκτὸς εἶναι τῶν ἀγαθῶν, ὥσπερ εἰ τοῦ κιθαρίζειν λαμπρὸν καὶ καλῶς αἰτιῷντο τὴν λύραν μᾶλλον τῆς τέχνης.
311Aristoteles, Politica, 7; 214 (auctor 384BC-322BC)
τὸν [τε] γὰρ μέλλοντα καλῶς ἄρχειν ἀρχθῆναί φασι δεῖν πρῶτον.
312Aristoteles, Politica, 7; 231 (auctor 384BC-322BC)
ἔστι δὲ τοῦτο γελοῖον, εἰ μένοντες ἐν τοῖς νόμοις αὐτοῦ, καὶ μηδενὸς ἐμποδίζοντος πρὸς τὸ χρῆσθαι τοῖς νόμοις, ἀποβεβλήκασι τὸ ζῆν καλῶς.
313Aristoteles, Politica, 7; 265 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τοῦ πότε δεῖ ποιεῖσθαι τὴν σύζευξιν εἴρηται, τοῖς δὲ περὶ τὴν ὥραν χρόνοις δεῖ χρῆσθαι οἷς οἱ πολλοὶ χρῶνται, καλῶς καὶ νῦν ὁρίσαντες χειμῶνος τὴν συναυλίαν ποιεῖσθαι ταύτην.
314Aristoteles, Politica, 7; 287 (auctor 384BC-322BC)
περὶ μὲν οὖν τὴν πρώτην συμφέρει ποιεῖσθαι τὴν ἐπιμέλειαν τοιαύτην τε καὶ τὴν ταύτῃ παραπλησίαν· τὴν δ' ἐχομένην ταύτης ἡλικίαν μέχρι πέντε ἐτῶν, ἣν οὔτε πω πρὸς μάθησιν καλῶς ἔχει προσάγειν οὐδεμίαν οὔτε πρὸς ἀναγκαίους πόνους, ὅπως μὴ τὴν αὔξησιν ἐμποδίζωσιν, δεῖ τοσαύτης τυγχάνειν κινήσεως ὥστε διαφεύγειν τὴν ἀργίαν τῶν σωμάτων· ἣν χρὴ παρασκευάζειν καὶ δι' ἄλλων πράξεων καὶ διὰ τῆς παιδιᾶς.
315Aristoteles, Politica, 8; 15 (auctor 384BC-322BC)
νῦν μὲν γὰρ ὡς ἡδονῆς χάριν οἱ πλεῖστοι μετέχουσιν αὐτῆς· οἱ δ' ἐξ ἀρχῆς ἔταξαν ἐν παιδείᾳ διὰ τὸ τὴν φύσιν αὐτὴν ζητεῖν, ὅπερ πολλάκις εἴρηται, μὴ μόνον ἀσχολεῖν ὀρθῶς ἀλλὰ καὶ σχολάζειν δύνασθαι καλῶς.
316Aristoteles, Politica, 8; 44 (auctor 384BC-322BC)
περὶ δὲ μουσικῆς ἔνια μὲν διηπορήκαμεν τῷ λόγῳ καὶ πρότερον, καλῶς δ' ἔχει καὶ νῦν ἀναλαβόντας αὐτὰ προαγαγεῖν, ἵνα ὥσπερ ἐνδόσιμον γένηται τοῖς λόγοις οὓς ἄν τις εἴπειεν ἀποφαινόμενος περὶ αὐτῆς.
317Aristoteles, Politica, 8; 65 (auctor 384BC-322BC)
ταῦτα γὰρ καλῶς λέγουσιν οἱ περὶ τὴν παιδείαν ταύτην πεφιλοσοφηκότες· λαμβάνουσι γὰρ τὰ μαρτύρια τῶν λόγων ἐξ αὐτῶν τῶν ἔργων) .
318Aristoteles, Politica, 8; 71 (auctor 384BC-322BC)
ἅμα δὲ καὶ δεῖ τοὺς παῖδας ἔχειν τινὰ διατριβήν, καὶ τὴν Ἀρχύτου πλαταγὴν οἴεσθαι γενέσθαι καλῶς, ἣν διδόασι τοῖς παιδίοις, ὅπως χρώμενοι ταύτῃ μηδὲν καταγνύωσι τῶν κατὰ τὴν οἰκίαν· οὐ γὰρ δύναται τὸ νέον ἡσυχάζειν.
319Aristoteles, Politica, 8; 81 (auctor 384BC-322BC)
διὸ καλῶς ἀπεδοκίμασαν αὐτοῦ οἱ πρότερον τὴν χρῆσιν ἐκ τῶν νέων καὶ τῶν ἐλευθέρων, καίπερ χρησάμενοι τὸ πρῶτον αὐτῷ.
320Aristoteles, Politica, 8; 90 (auctor 384BC-322BC)
ἐπεὶ δὴ τὴν μὲν μουσικὴν ὁρῶμεν διὰ μελοποιίας καὶ ῥυθμῶν οὖσαν, τούτων δ' ἑκάτερον οὐ δεῖ λεληθέναι τίνα δύναμιν ἔχει πρὸς παιδείαν, καὶ πότερον προαιρετέον μᾶλλον τὴν εὐμελῆ μουσικὴν ἢ τὴν εὔρυθμον, νομίσαντες οὖν πολλὰ καλῶς λέγειν περὶ τούτων τῶν τε νῦν μουσικῶν ἐνίους καὶ τῶν ἐκ φιλοσοφίας ὅσοι τυγχάνουσιν ἐμπείρως ἔχοντες τῆς περὶ τὴν μουσικὴν παιδείας, τὴν μὲν καθ' ἕκαστον ἀκριβολογίαν ἀποδώσομεν ζητεῖν τοῖς βουλομένοις παρ' ἐκείνων, νῦν δὲ νομικῶς διέλωμεν, τοὺς τύπους μόνον εἰπόντες περὶ αὐτῶν.
321Aristoteles, Politica, 8; 96 (auctor 384BC-322BC)
ὁ δ' ἐν τῇ Πολιτείᾳ Σωκράτης οὐ καλῶς τὴν φρυγιστὶ μόνην καταλείπει μετὰ τῆς δωριστί, καὶ ταῦτα ἀποδοκιμάσας τῶν ὀργάνων τὸν αὐλόν.
322Aristoteles, Politica, 8; 105 (auctor 384BC-322BC)
διὸ καλῶς ἐπιτιμῶσι καὶ τοῦτο Σωκράτει τῶν περὶ τὴν μουσικήν τινες, ὅτι τὰς ἀνειμένας ἁρμονίας ἀποδοκιμάσειεν εἰς τὴν παιδίαν, ὡς μεθυστικὰς λαμβάνων αὐτάς, οὐ κατὰ τὴν τῆς μέθης δύναμιν, βακχευτικὸν γὰρ ἥ γε μέθη ποιεῖ μᾶλλον, ἀλλ' ἀπειρηκυίας.
323Aristoteles, Problemata, 1, 13; 2 (auctor 384BC-322BC)
Ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὐτῷ συμβαίνει διατελεῖν καὶ ἀποδημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι.
324Aristoteles, Problemata, 5, 7; 6 (auctor 384BC-322BC)
Κοπῶδες δ´ ἐστὶν ὁ ἔμετος οὐ τῇ τῆς γινομένης ἐν αὐτῷ κινήσεως ὑπερβολῇ, ἀλλ´ ὅταν συμβῇ μὴ καλῶς ἐξεμέσαι· λειφθέντων γὰρ πολλῶν σιτίων, καὶ περιττωμάτων τούτοις ἐνόντων, τὸν τοῦ ἐμέτου κόπον γίνεσθαι συμβαίνει, καθάπερ ἐπὶ τῶν πεπληρωμένων εἴρηται.
325Aristoteles, Problemata, 10; 50 (auctor 384BC-322BC)
τῶν μὲν οὖν ἄλλων ἢ διὰ τὸ ἀποψύχεσθαι τὸ ὑγρὸν ἀποπίπτουσιν, ἢ πέττειν τροφὴν οὐ δυναμένης τῆς οἰκείας θερμότητος, ἢ διὰ τὸ μηδὲν πάσχειν τὴν ὑγρότητα τὴν ἐν αὐτῇ, διὰ τὸ πέττεσθαι καλῶς τὴν τροφήν, οὐκ ἀποβάλλει τὰς τρίχας.
326Aristoteles, Problemata, 29; 58 (auctor 384BC-322BC)
καὶ καλῶς· οἴεται γὰρ τότε οὐ μόνον εἰς τὸν ἄρχοντα ἐξαμαρτάνειν τὸν κακηγοροῦντα, ἀλλὰ καὶ εἰς τὴν πόλιν ὑβρίζειν.
327Aristoteles, Problemata, 30; 73 (auctor 384BC-322BC)
ἐπεὶ δ' ἔστι καὶ εὔκρατον εἶναι τὴν ἀνωμαλίαν καὶ καλῶς πως ἔχειν, καὶ ὅπου δεῖ θερμοτέραν εἶναι τὴν διάθεσιν καὶ πάλιν ψυχράν, ἢ τοὐναντίον διὰ τὸ ὑπερβολὴν ἔχειν, περιττοὶ μέν εἰσι πάντες οἱ μελαγχολικοί, οὐ διὰ νόσον, ἀλλὰ διὰ φύσιν.
328Aristoteles, Rhetorica, 1, 1, 7; 5 (auctor 384BC-322BC)
μάλιστα μὲν οὖν προσήκει τοὺς ὀρθῶς κειμένους νόμους, ὅσα ἐνδέχεται, πάντα διορίζειν αὐτούς, καὶ ὅτι ἐλάχιστα καταλείπειν ἐπὶ τοῖς κρίνουσι, πρῶτον μὲν ὅτι ἕνα λαβεῖν καὶ ὀλίγους ῥᾷον ἢ πολλοὺς εὖ φρονοῦντας καὶ δυναμένους νομοθετεῖν καὶ δικάζειν· ἔπειθ' αἱ μὲν νομοθεσίαι ἐκ πολλοῦ χρόνου σκεψαμένων γίνονται, αἱ δὲ κρίσεις ἐξ ὑπογυίου, ὥστε χαλεπὸν ἀποδιδόναι τὸ δίκαιον καὶ τὸ συμφέρον καλῶς τοὺς κρίνοντας.
329Aristoteles, Rhetorica, 1, 1, 14; 20 (auctor 384BC-322BC)
ὅτι μὲν οὖν οὐκ ἔστιν οὐθενός τινος γένους ἀφωρισμένου ἡ ῥητορική, ἀλλὰ καθάπερ ἡ διαλεκτική, καὶ ὅτι χρήσιμος, φανερόν, καὶ ὅτι οὐ τὸ πεῖσαι ἔργον αὐτῆς, ἀλλὰ τὸ ἰδεῖν τὰ ὑπάρχοντα πιθανὰ περὶ ἕκαστον, καθάπερ καὶ ἐν ταῖς ἄλλαις τέχναις πάσαις (οὐδὲ γὰρ ἰατρικῆς τὸ ὑγιᾶ ποιῆσαι, ἀλλὰ μέχρι οὗ ἐνδέχεται, μέχρι τούτου προαγαγεῖν· ἔστιν γὰρ καὶ τοὺς ἀδυνάτους μεταλαβεῖν ὑγιείας ὅμως θεραπεῦσαι καλῶς) · πρὸς δὲ τούτοις ὅτι τῆς αὐτῆς τό τε πιθανὸν καὶ τὸ φαινόμενον ἰδεῖν πιθανόν, ὥσπερ καὶ ἐπὶ τῆς διαλεκτικῆς συλλογισμόν τε καὶ φαινόμενον συλλογισμόν· ἡ γὰρ σοφιστικὴ οὐκ ἐν τῇ δυνάμει ἀλλ' ἐν τῇ προαιρέσει· πλὴν ἐνταῦθα μὲν ἔσται ὁ μὲν κατὰ τὴν ἐπιστήμην ὁ δὲ κατὰ τὴν προαίρεσιν ῥήτωρ, ἐκεῖ δὲ σοφιστὴς μὲν κατὰ τὴν προαίρεσιν, διαλεκτικὸς δὲ οὐ κατὰ τὴν προαίρεσιν ἀλλὰ κατὰ τὴν δύναμιν.
330Aristoteles, Rhetorica, 1, 8, 1; 1 (auctor 384BC-322BC)
μέγιστον δὲ καὶ κυριώτατον ἁπάντων πρὸς τὸ δύνασθαι πείθειν καὶ καλῶς συμβουλεύειν τὸ τὰς πολιτείας ἁπάσας λαβεῖν καὶ τὰ ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διελεῖν.
331Aristoteles, Rhetorica, 2, 2, 2; 3 (auctor 384BC-322BC)
διὸ καλῶς εἴρηται περὶ θυμοῦ· ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται· ηομ.
332Aristoteles, Rhetorica, 2, 5, 21; 28 (auctor 384BC-322BC)
καὶ ἐὰν μὴ ἠδικηκότες ὦσιν μηδένα ἢ μὴ πολλοὺς ἢ μὴ τούτους παρ' ὧν φοβοῦνται, καὶ ὅλως ἂν τὰ πρὸς τοὺς θεοὺς αὐτοῖς καλῶς ἔχῃ, τά τε ἄλλα καὶ τὰ ἀπὸ σημείων καὶ λογίων· θαρραλέον γὰρ ἡ ὀργή, τὸ δὲ μὴ ἀδικεῖν ἀλλ' ἀδικεῖσθαι ὀργῆς ποιητικόν, τὸ δὲ θεῖον ὑπολαμβάνεται βοηθεῖν τοῖς ἀδικουμένοις.
333Aristoteles, Rhetorica, 2, 14, 3; 1 (auctor 384BC-322BC)
οἱ δ' ἀκμάζοντες φανερὸν ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσονται ἑκατέρων, ἀφαιροῦντες τὴν ὑπερβολήν, καὶ οὔτε σφόδρα θαρροῦντες (θρασύτης γὰρ τὸ τοιοῦτον) οὔτε λίαν φοβούμενοι, καλῶς δὲ πρὸς ἄμφω ἔχοντες, οὔτε πᾶσι πιστεύοντες οὔτε πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον, καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον οὔτε πρὸς τὸ συμφέρον ἀλλὰ πρὸς ἄμφω, καὶ οὔτε πρὸς φειδὼ οὔτε πρὸς ἀσωτίαν ἀλλὰ πρὸς τὸ ἁρμόττον, ὁμοίως δὲ καὶ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίαν, καὶ σώφρονες μετ' ἀνδρείας καὶ ἀνδρεῖοι μετὰ σωφροσύνης.
334Aristoteles, Rhetorica, 2, 23, 3; 8 (auctor 384BC-322BC)
ἄλλος ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ τὸ κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς ὁ τελώνης Διομέδων περὶ τῶν τελῶν, « εἰ γὰρ μηδ' ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ' ἡμῖν τὸ ὠνεῖσθαι » .
335Aristoteles, Rhetorica, 2, 23, 3; 9 (auctor 384BC-322BC)
καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς ἢ δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι.
336Aristoteles, Rhetorica, 2, 23, 12; 35 (auctor 384BC-322BC)
ἄλλος ἐκ κρίσεως περὶ τοῦ αὐτοῦ ἢ ὁμοίου ἢ ἐναντίου, μάλιστα μὲν εἰ πάντες καὶ ἀεί, εἰ δὲ μή, ἀλλ' οἵ γε πλεῖστοι, ἢ σοφοὶ ἢ πάντες ἢ οἱ πλεῖστοι, ἢ ἀγαθοί, ἢ εἰ αὐτοὶ οἱ κρίνοντες, ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες, ἢ οἷς μὴ οἷόν τε ἐναντίον κρίνειν, οἷον τοῖς κυρίοις, ἢ οἷς μὴ καλὸν ἐναντίον κρίνειν, οἷον θεοῖς ἢ πατρὶ ἢ διδασκάλοις, ὥσπερ ὃ εἰς Μιξιδημίδην εἶπεν Αὐτοκλῆς, [εἰ] ταῖς μὲν σεμναῖς θεαῖς καλῶς εἶχεν ἐν Ἀρείῳ πάγῳ δοῦναι τὰ δίκαια, Μιξιδημίδῃ δ' οὔ.
337Aristoteles, Rhetorica, 3, 1, 5; 8 (auctor 384BC-322BC)
οὔπω δὲ σύγκειται τέχνη περὶ αὐτῶν, ἐπεὶ καὶ τὸ περὶ τὴν λέξιν ὀψὲ προῆλθεν· καὶ δοκεῖ φορτικὸν εἶναι, καλῶς ὑπολαμβανόμενον.
338Aristoteles, Topica, 1, I 2; 4 (auctor 384BC-322BC)
Πρός δέ τάς ἐντεύξεις, διότι τάς τῶν πολλῶν κατηριθμημένοι δόξας οὐκ ἐκ τῶν ἀλλοτρίων ἀλλ᾿ ἐκ τῶν οἰκείων δογμάτων ὁμιλήσομεν πρός αὐτούς, μεταβιβάζοντες ὅ τι ἂν μή καλῶς φαίνωνται λέγειν ἡμῖν.
339Aristoteles, Topica, 5, V 1; 17 (auctor 384BC-322BC)
Τό δέ καθ᾿ αὑτό καί τό ἀεί πρός πολλά ἔστιν ἐπιχειρεῖν ἢ πρός πλείους χρόνους παρατηρεῖν, τό μέν καθ᾿ αὑτό πρός πολλά· πρός ἕκαστον γάρ τῶν ὄντων δεῖ ὑπάρχειν αὐτῷ τό ἴδιον, ὥστ᾿ εἰ μή πρός ἅπαντα χωρίζεται, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τό ἴδον.
340Aristoteles, Topica, 5, V 2; 1 (auctor 384BC-322BC)
Πρῶτον μέν εἰ μή καλῶς ἀποδέδοται τό ἴδιον ἢ καλῶς.
341Aristoteles, Topica, 5, V 2; 2 (auctor 384BC-322BC)
Τοῦ δέ μή καλῶς ἢ καλῶς ἐστίν ἓν μέν, εἰ μή διά γνωριμωτέρων ἢ γνωριμωτέρων κεῖται τό ἴδιον, ἀνασκευάζοντα μέν εἰ μή διά γνωριμωτέρων, κατασκευάζοντα δέ εἰ διά γνωριμωτέρων.
342Aristoteles, Topica, 5, V 2; 3 (auctor 384BC-322BC)
Τοῦ δέ μή διά γνωριμωτέρων ἐστί τό μέν, εἰ ὅλως ἀγνωστότερόν ἐστι τό ἴδιον ὃ ἀποδίδωσι τούτου οὗ τό ἴδιον εἴρηκεν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
343Aristoteles, Topica, 5, V 2; 5 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς πυρός ἴδιον εἶναι τό ὁμοιότατον ψυχῇ ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρός τῇ ψυχῇ (μᾶλλον γάρ ἴσμεν τί ἐστι πῦρ ἢ ψυχή), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός τό ὁμοιότατον ψυχῇ.
344Aristoteles, Topica, 5, V 2; 9 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς πυρός ἴδιον τό ἐν ᾧ πρώτῳ ψυχή πέφυκεν εἶναι ἀγνωστοτέρῳ κέχρηται τοῦ πυρός τῷ εἰ ἐν τούτῳ ὑπάρχει ψυχή καί εἰ ἐν πρώτῳ ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός τό ἐν ᾧ πρώτῳ ψυχή πέφυκεν εἶναι.
345Aristoteles, Topica, 5, V 2; 11 (auctor 384BC-322BC)
Ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον· τῶν γάρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μέν κατά τοῦτο μόνον οἱ δ᾿ ἁπλῶς δείξουσιν ὅτι καλῶς.
346Aristoteles, Topica, 5, V 2; 12 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον τό αἴσθησιν ἔχειν διά γνωριμωτέρων καί γνωριμώτερον ἀποδέδωκε τό ἴδιον καθ᾿ ἑκάτερον τῶν τρόπων, εἴη ἂν καλῶς ἀποδεδομένον κατά τοῦτο τοῦ ζῴου ἴδιον τό αἴσθησιν ἔχειν.
347Aristoteles, Topica, 5, V 2; 13 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἴ τι τῶν ὀνομάτων τῶν ἐν τῷ ἰδίῳ ἀποδεδομένων πλεοναχῶς λέγεται ἢ καί ὅλος ὁ λόγος πλείω σημαίνει· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
348Aristoteles, Topica, 5, V 2; 14 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό αἰσθάνεσθαι πλείω σημαίνει, ἓν μέν τό αἴσθησιν ἔχειν ἓν δέ τό αἰσθήσει χρῆσθαι, οὐκ ἂν εἴη τοῦ ζῴου ἴδιον καλῶς κείμενον τό αἰσθάνεσθαι πεφυκός.
349Aristoteles, Topica, 5, V 2; 17 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή πλείω σημαίνει μήτε τῶν ὀνομάτων μηδέν μήθ᾿ ὅλος ὁ λόγος· ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον.
350Aristoteles, Topica, 5, V 2; 18 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὔτε τό σῶμα πολλά δηλοῖ οὔτε τό εὐκινητότατον εἰς τόν ἄνω τόπον οὔτε τό σύνολον τό ἐκ τούτων συντιθέμενον, εἴη ἂν καλῶς κείμενον κατά τοῦτο πυρός ἴδιον σῶμα τό εὐκινητότατον εἰς τόν ἄνω τόπον.
351Aristoteles, Topica, 5, V 2; 19 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ πλεοναχῶς λέγεται τοῦτο οὗ τό ἴδιον ἀποδίδωσι, μή διώρισται δέ τό τίνος αὐτῶν ἴδιον τίθησιν· οὐ γάρ ἔσται καλῶς ἀποδεδομένον τό ἴδιον.
352Aristoteles, Topica, 5, V 2; 21 (auctor 384BC-322BC)
Οἷον ἐπεί τό ἐπίστασθαι τοῦτο πολλά σημαίνει (τό μέν γάρ ἐπιστήμην ἔχειν αὐτό, τό δ᾿ ἐπιστήμῃ χρῆσθαι αὐτό, τό δ᾿ ἐπιστήμην εἶναι αὐτοῦ, τό δ᾿ ἐπιστήμῃ χρῆσθαι αὐτοῦ), οὐκ ἂν εἴη τοῦ ἐπίστασθαι τοῦτο καλῶς ἴδιον ἀποδεδομένον μή διορισθέντος τοῦ τίνος τίθησιν αὐτῶν τό ἴδιον.
353Aristoteles, Topica, 5, V 2; 22 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή λέγεται πολλαχῶς τοῦτο οὗ τό ἴδιον τίθησιν, ἀλλ᾿ ἔστιν ἓν καί ἁπλοῦν· ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον.
354Aristoteles, Topica, 5, V 2; 23 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ ἄνθρωπος λέγεται ἕν, εἴη ἂν καλῶς κείμενον κατά τοῦ ἀνθρώπου ἴδιον τό ζῷον ἥμερον φύσει.
355Aristoteles, Topica, 5, V 2; 26 (auctor 384BC-322BC)
Οὐκ ἔσται δέ καλῶς κείμενον τό τοῦτο πεπονθός ἴδιον· ταράττει γάρ τόν ἀκούοντα πλεονάκις λεχθέν· ἀσαφές οὖν ἀναγκαῖόν ἐστι γίνεσθαι, καί πρός τούτοις ἀδολεσχεῖν δοκοῦσιν.
356Aristoteles, Topica, 5, V 2; 28 (auctor 384BC-322BC)
Ἔσται γάρ οὗτος τό οὐσία πλεονάκις εἰρηκώς, ὥστ᾿ οὐδέτερον ἂν εἴη καλῶς κείμενον τῶν ἰδίων.
357Aristoteles, Topica, 5, V 2; 29 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μηδενί χρῆται πλεονάκις ὀνόματι τῷ αὐτῷ· ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
358Aristoteles, Topica, 5, V 2; 30 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικόν οὐ κέχρηται τῷ αὐτῷ πολλάκις ὀνόματι, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τοῦ ἀνθρώπου τό ἴδον.
359Aristoteles, Topica, 5, V 2; 32 (auctor 384BC-322BC)
Ἀχρεῖον γάρ ἔσται τό μή χωρίζον ἀπό τινων, τό δ᾿ ἐν τοῖς ἰδίοις λεγόμενον χωρίζειν δεῖ, καθάπερ καί τά ἐν τοῖς ὅροις· οὔκουν ἔσται καλῶς κείμενον τό ἴδιον.
360Aristoteles, Topica, 5, V 2; 33 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἐπιστήμης ἴδιον ὑπόληψιν ἀμετάπειστον ὑπό λόγου, ἓν ὄν, τοιούτῳ τινί κέχρηται ἐν τῷ ἰδίῳ τῷ ἑνί ὃ πᾶσιν ὑπάρχει, οὐκ ἂν εἴη καλῶς κείμενον τό τῆς ἐπιστήμης ἴδιον.
361Aristoteles, Topica, 5, V 2; 34 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μηδενί κέχρηται κοινῷ, ἀλλ᾿ ἀπό τινος χωρίζοντι· ἔσται γάρ καλῶς κείμενον κατά τοῦτο τό ἴδιον.
362Aristoteles, Topica, 5, V 2; 35 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον τό ψυχήν ἔχειν οὐδενί κέχρηται κοινῷ, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον ζῴου ἴδιον τό ψυχήν ἔχειν.
363Aristoteles, Topica, 5, V 2; 36 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ πλείω ἴδια ἀποδίδωσι τοῦ αὐτοῦ, μή διορίσας ὅτι πλείω τίθησιν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
364Aristoteles, Topica, 5, V 2; 38 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἴδιον πυρός σῶμα τό λεπτότατον καί κουφότατον πλείω ἀποδέδωκεν ἴδια (ἑκάτερον γάρ κατά μόνου τοῦ πυρός ἀληθές ἐστιν εἰπεῖν), οὐκ ἂν εἴη καλῶς κείμενον ἴδιον πυρός σῶμα τό λεπτότατον καί κουφότατον.
365Aristoteles, Topica, 5, V 2; 39 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ μή πλείω τοῦ αὐτοῦ τά ἴδια ἀποδέδωκεν, ἀλλ᾿ ἕν· ἔσται γάρ κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
366Aristoteles, Topica, 5, V 2; 40 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ὑγροῦ ἴδιον σῶμα τό εἰς ἅπαν σχῆμα ἀγόμενον ἓν ἀποδέδωκε τό ἴδιον ἀλλ᾿ οὐ πλείω, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό τοῦ ὑγροῦ ἴδιον.
367Aristoteles, Topica, 5, V 3; 1 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ αὐτῷ προσκέχρηται οὗ τό ἴδιον ἀποδίδωσιν, ἢ τῶν αὐτοῦ τινί· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
368Aristoteles, Topica, 5, V 3; 4 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον οὐσίαν ἧς εἶδός ἐστιν ἄνθρωπος τινί προσκέχρηται τῶν τούτου, οὐκ ἂν εἴη καλῶς κείμενον τό ἴδιον.
369Aristoteles, Topica, 5, V 3; 6 (auctor 384BC-322BC)
Ἔσται γάρ καλῶς κατά τοῦτο κείμενον τό ἴδιον.
370Aristoteles, Topica, 5, V 3; 7 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ζῴου ἴδιον τό ἐκ ψυχῆς καί σώματος συγκείμενον οὔτε αὐτῷ οὔτε τῶν αὐτοῦ οὐδενί προσκέχρηται, εἴη ἂν καλῶς κατά τοῦτο ἀποδεδομένον τό τοῦ ζῴου ἴδιον.
371Aristoteles, Topica, 5, V 3; 8 (auctor 384BC-322BC)
Τόν αὐτόν δέ τρόπον καί ἐπί τῶν ἄλλων σκεπτέον ἐστί τῶν μή ποιούντων ἢ ποιούντων γνωριμώτερον, ἀνασκευάζοντα μέν εἴ τινι προσκέχρηται ἢ ἀντικειμένῳ ἢ ὅλως ἅμα τῇ φύσει ἢ ὑστέρῳ τινί· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
372Aristoteles, Topica, 5, V 3; 10 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀγαθοῦ ἴδιον ὃ κακῷ μάλιστ᾿ ἀντίκειται, τῷ ἀντικειμένῳ προσκέχρηται τοῦ ἀγαθοῦ, οὐκ ἂν εἴη τοῦ ἀγαθοῦ καλῶς ἀποδεδομένον τό ἴδιον.
373Aristoteles, Topica, 5, V 3; 11 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μηδενί προσκέχρηται μήτ᾿ ἀντικειμένῳ μήτε ὅλως ἅμα τῇ φύσει μήθ᾿ ὑστέρῳ· ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
374Aristoteles, Topica, 5, V 3; 12 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἐπιστήμης ἴδιον ὑπόληψιν τήν πιστοτάτην οὐδενί προσκέχρηται οὔτ᾿ ἀντικειμένῳ οὔθ᾿ ἅμα τῇ φύσει οὔθ᾿ ὑστέρῳ, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό τῆς ἐπιστήμης ἴδιον.
375Aristoteles, Topica, 5, V 3; 13 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τό μή ἀεί παρεπόμενον ἴδιον ἀποδέδωκεν, ἀλλά τοῦτο ὃ γίνεταί ποτε μή ἴδιον· οὐ γάρ ἔσται καλῶς εἰρημένον τό ἴδιον.
376Aristoteles, Topica, 5, V 3; 17 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ζῴου ἴδιον τό κινεῖσθαί ποτε καί ἑστάναι τοιοῦτον ἀποδέδωκε τό ἴδιον ὃ οὐ γίνεταί ποτε ἴδιον, οὐκ ἂν εἴη καλῶς κείμενον τό ἴδιον.
377Aristoteles, Topica, 5, V 3; 18 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ τό ἐξ ἀνάγκης ἀεί ὂν ἴδιον ἀποδέδωκεν· ἔσται γάρ καλῶς κείμενον τό ἴδιον κατά τοῦτο.
378Aristoteles, Topica, 5, V 3; 19 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀρετῆς ἴδιον ὃ τόν ἔχοντα ποιεῖ σπουδαῖον τό ἀεί παρεπόμενον ἴδιον ἀποδέδωκεν, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τό τῆς ἀρετῆς ἴδιον.
379Aristoteles, Topica, 5, V 3; 20 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τό νῦν ἴδιον ἀποδιδούς μή διωρίσατο ὅτι τό νῦν ἴδιον ἀποδίδωσιν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
380Aristoteles, Topica, 5, V 3; 23 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θέμενος τοῦ τινός ἀνθρώπου ἴδιον τό καθῆσθαι μετά τινος τό νῦν ἴδιον τίθησιν, οὐκ ἂν εἴη καλῶς τό ἴδιον ἀποδεδωκώς, εἴπερ μή διορισάμενος εἶπεν.
381Aristoteles, Topica, 5, V 3; 24 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τό νῦν ἴδιον ἀποδιδούς διορισάμενος ἔθηκεν ὅτι τό νῦν ἴδιον τίθησιν· ἔσται γάρ καλῶς κείμενον κατά τοῦτο τό ἴδιον.
382Aristoteles, Topica, 5, V 3; 25 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας τοῦ τινός ἀνθρώπου ἴδιον τό περιπατεῖν νῦν διαστειλάμενος ἔθηκε τοῦτο, καλῶς ἂν εἴη κείμενον τό ἴδιον.
383Aristoteles, Topica, 5, V 3; 26 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τοιοῦτο ἀποδέδωκε τό ἴδιον, ὃ φανερόν μή ἐστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
384Aristoteles, Topica, 5, V 3; 29 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θέμενος ἡλίου ἴδιον ἄστρον φερόμενον ὑπέρ γῆς τό λαμπρότατον τοιούτῳ κέχρηται ἐν τῷ ἰδίῳ τῷ ὑπέρ γῆς φέρεσθαι, ὃ τῇ αἰσθήσει γνωρίζεται, οὐκ ἂν εἴη καλῶς τό τοῦ ἡλίου ἀποδεδομένον ἴδιον· ἄδηλον γάρ ἔσται, ὅταν δύῃ ὁ ἥλιος, εἰ φέρεται ὑπέρ γῆς, διά τό τήν αἴσθησιν τότε ἀπολείπειν ἡμᾶς.
385Aristoteles, Topica, 5, V 3; 30 (auctor 384BC-322BC)
Κατασκευάζοντα δ᾿ εἰ τοιοῦτον ἀποδέδωκε τό ἴδιον, ὃ μή τῇ αἰσθήσει φανερόν ἐστιν ἢ ὃ αἰσθητόν ὂν ἐξ ἀνάγκης ὑπάρχον δῆλόν ἐστιν· ἔσται γάρ κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
386Aristoteles, Topica, 5, V 3; 31 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θέμενος ἐπιφανείας ἴδιον ὃ πρῶτον κέχρωσται αἰσθητῷ μέν τινι προσκέχρηται τῷ κεχρῶσθαι, τοιούτῳ δ᾿ ὃ φανερόν ἐστιν ὑπάρχον ἀεί, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τό τῆς ἐπιφανείας ἴδιον.
387Aristoteles, Topica, 5, V 3; 32 (auctor 384BC-322BC)
Ἔπειτ᾿ ἀνασκευάζοντα μέν εἰ τόν ὅρον ὡς ἴδιον ἀποδέδωκεν· οὐ γάρ ἔσται καλῶς κείμενον τό ἴδιον.
388Aristoteles, Topica, 5, V 3; 34 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ἀνθρώπου ἴδιον ζῷον πεζόν δίπουν τό τί ἦν εἶναι σημαῖνον ἀποδέδωκε τοῦ ἀνθρώπου ἴδιον, οὐκ ἂν εἴη τό τοῦ ἀνθρώπου ἴδιον καλῶς ἀποδεδομένον.
389Aristoteles, Topica, 5, V 3; 36 (auctor 384BC-322BC)
Ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
390Aristoteles, Topica, 5, V 3; 37 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει ἀντικατηγορούμενον μέν ἀποδέδωκε τό ἴδιον, οὐ τό τί ἦν εἶναι δέ δηλοῦν, εἴη ἂν κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον τοῦ ἀνθρώπου.
391Aristoteles, Topica, 5, V 3; 40 (auctor 384BC-322BC)
Ὥστε τό μή τοῦτον τόν τρόπον κείμενον ἴδιον οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον.
392Aristoteles, Topica, 5, V 3; 41 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ εἴπας ζῴου ἴδιον τό ψυχήν ἔχειν οὐκ ἔθηκεν εἰς τό τί ἐστι τό ζῷον, οὐκ ἂν εἴη καλῶς κείμενον τό τοῦ ζῴου ἴδιον.
393Aristoteles, Topica, 5, V 3; 42 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἴ τις εἰς τό τί ἐστι θείς οὗ τό ἴδιον ἀποδίδωσι, τά λοιπά προσάπτει· ἔσται γάρ κατά τοῦτο καλῶς ἀποδεδομένον τό ἴδιον.
394Aristoteles, Topica, 5, V 3; 43 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀνθρώπου ἴδιον ζῷον ἐπιστήμης δεκτικόν εἰς τό τί ἐστι θείς ἀπέδωκε τό ἴδιον, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό ἴδιον τοῦ ἀνθρώπου.
395Aristoteles, Topica, 5, V 4; 1 (auctor 384BC-322BC)
Πότερον μέν οὗν καλῶς ἢ οὐ καλῶς ἀποδέδοται τό ἴδιον, διά τῶνδε σκεπτέον.
396Aristoteles, Topica, 5, V 4; 3 (auctor 384BC-322BC)
Οἱ γάρ ἁπλῶς κατασκευάζοντες τό ἴδιον ὅτι καλῶς κεῖται τόποι οἱ αὐτοί ἔσονται τοῖς ἴδιον ὅλως ποιοῦσιν· ἐν ἐκείνοις οὖν ῥηθήσονται.
397Aristoteles, Topica, 5, V 7; 2 (auctor 384BC-322BC)
Οἷον ἐπεί οὐκ ἔστι τοῦ δικαίως ἴδιον τό καλῶς, οὐδ᾿ ἂν τοῦ δικαίου εἴη ἴδιον τό καλόν.
398Aristoteles, Topica, 5, V 9; 9 (auctor 384BC-322BC)
Κατασκευάζοντα δέ εἰ μή ὑπερβολῇ τέθεικε τό ἴδιον· ἔσται γάρ κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
399Aristoteles, Topica, 5, V 9; 10 (auctor 384BC-322BC)
Οἷον ἐπεί ὁ θείς ἀνθρώπου ἴδιον ζῷον ἥμερον φύσει οὐχ ὑπερβολῇ ἀποδέδωκε τό ἴδιον, εἴη ἂν κατά τοῦτο καλῶς κείμενον τό ἴδιον.
400Aristoteles, Topica, 6, VI 1; 3 (auctor 384BC-322BC)
Λοιπόν δέ παρά τά εἰρημένα, εἰ ὥρισται μέν, μή καλῶς δ᾿ ὥρισται.
401Aristoteles, Topica, 6, VI 1; 7 (auctor 384BC-322BC)
Λοιπόν δ᾿, εἰ μή ὥρισται ἢ εἰ μή καλῶς ὥρισται, πῶς μετιτέον, εἰπεῖν.
402Aristoteles, Topica, 6, VI 1; 8 (auctor 384BC-322BC)
Πρῶτον μέν οὖν ἐπισκεπτέον εἰ μή καλῶς ὥρισται.
403Aristoteles, Topica, 6, VI 1; 9 (auctor 384BC-322BC)
Ῥᾷον γάρ ὁτιοῦν ποιῆσαι ἢ καλῶς ποιῆσαι.
404Aristoteles, Topica, 6, VI 1; 11 (auctor 384BC-322BC)
Ἔστι δέ τοῦ μή καλῶς μέρη δύο, ἓν μέν τό ἀσαφεῖ τῇ ἑρμηνείᾳ κεχρῆσθαι (δεῖ γάρ τόν ὁριζόμενον ὡς ἐνδέχεται σαφεστάτῃ τῇ ἑρμηνείᾳ κεχρῆσθαι, ἐπειδή τοῦ γνωρίσαι χάριν ἀποδίδοται ὁ ὁρισμός), δεύτερον δ᾿, εἰ ἐπί πλεῖον εἴρηκε τόν λόγον τοῦ δέοντος· πᾶν γάρ τό προσκείμενον ἐν τῷ ὁρισμῷ περίεργον.
405Aristoteles, Topica, 6, VI 2; 14 (auctor 384BC-322BC)
Ἔτι εἰ μή δῆλος ὁ τοῦ ἐναντίου λόγος ἐκ τοῦ λεχθέντος· οἱ γάρ καλῶς ἀποδεδομένοι καί τούς ἐναντίους προσσημαίνουσιν.
406Aristoteles, Topica, 6, VI 4; 1 (auctor 384BC-322BC)
Πότερον μέν οὖν καλῶς ἢ οὐ καλῶς, διά τούτων καί τῶν τοιούτων ἐπισκεπτέον· πότερον δ᾿ εἴρηκε καί ὥρισται τό τί ἦν εἶναι ἢ οὐχί, ἐκ τῶνδε.
407Aristoteles, Topica, 6, VI 4; 17 (auctor 384BC-322BC)
Οὐ δεῖ δέ λανθάνειν ὅτι τούς οὕτως ὁριζομένους οὐκ ἐνδέχεται τό τί ἦν εἶναι τῷ ὁριζομένῳ δηλοῦν, ἐάν μή τυγχάνῃ ταὐτόν ἡμῖν τε γνωριμώτερον καί ἁπλῶς γνωριμώτερον, εἴπερ δεῖ μέν διά τοῦ γένους καί τῶν διαφορῶν ὁρίζεσθαι τόν καλῶς ὁριζόμενον, ταῦτα δέ τῶν ἁπλῶς γνωριμωτέρων καί προτέρων τοῦ εἴδους ἐστίν.
408Aristoteles, Topica, 6, VI 9; 19 (auctor 384BC-322BC)
Ὁμοίως δέ καί εἰ τήν τυφλότητα μή ὄψεως στέρησιν ἐν ὀφθαλμῷ εἶπεν· δεῖ γάρ τόν καλῶς ἀποδιδόντα τό τί ἐστι, καί τίνος ἐστίν ἡ στέρησις ἀποδοῦναι καί τί ἐστι τό ἐστερημένον.
409Aristoteles, Topica, 6, VI 14; 7 (auctor 384BC-322BC)
Δεῖ δέ καί ἐάν μή πρός ὅλον ἔχῃ τις ἐπιχειρεῖν τόν ὁρισμόν διά τό μή γνώριμον εἶναι τό ὅλον, πρός τῶν μερῶν τι ἐπιχειρεῖν, ἐάν ᾖ γνώριμον καί μή καλῶς ἀποδεδομένον φαίνηται· τοῦ γάρ μέρους ἀναιρεθέντος καί ὁ πᾶς ὁρισμός ἀναιρεῖται.
410Aristoteles, Topica, 6, VI 14; 10 (auctor 384BC-322BC)
Πρός ἅπαντας δέ τούς ὁρισμούς οὐκ ἐλάχιστον στοιχεῖον τό πρός ἑαυτόν εὐστόχως ὁρίσασθαι τό προκείμενον ἢ καλῶς εἰρημένον ὅρον ἀναλαβεῖν· ἀνάγκη γάρ, ὥσπερ πρός παράδειγμα θεώμενον, τό τ᾿ ἐλλεῖπον ὧν προσῆκεν ἔχειν τόν ὁρισμόν καί τό προσκείμενον περιέργως καθορᾶν, ὥστε μᾶλλον ἐπιχειρημάτων εὐπορεῖν.
411Aristoteles, Topica, 7, VII 5; 25 (auctor 384BC-322BC)
Δῆλον οὖν ὅτι ῥᾷστον πάντων ὅρον ἀναιρεῖν, κατασκευάζειν δέ χαλεπώτατον· ἐκεῖνά τε γάρ δεῖ πάντα συλλογίσασθαι (καί γάρ ὅτι ὑπάρχει τά εἰρημένα καί ὅτι γένος τό ἀποδοθέν καί ὅτι ἴδιος ὁ λόγος), καί ἔτι παρά ταῦτα, ὅτι δηλοί τό τί ἦν εἶναι ὁ λόγος, καί τοῦτο καλῶς δεῖ πεποιηκέναι.
412Aristoteles, Topica, 8, VIII 3; 10 (auctor 384BC-322BC)
Πολλαῖς τε τῶν θέσεων μή καλῶς ἀποδιδομένου τοῦ ὁρισμοῦ οὐ ῥᾴδιον διαλέγεσθαι καί ἐπιχειρεῖν, οἷον πότερον ἓν ἑνί ἐναντίον ἢ πλείω· ὁρισθέντων δέ τῶν ἐναντίων κατά τρόπον ῥᾴδιον συμβιβάσαι πότερον ἐνδέχεται πλείω τῷ αὐτῷ εἶναι ἐναντία ἢ οὔ.
413Aristoteles, Topica, 8, VIII 4; 1 (auctor 384BC-322BC)
Πῶς μέν οὖν ἐρωτηματίζειν καί τάττειν δεῖ, σχεδόν ἱκανά τά εἰρημένα· περί δ᾿ ἀποκρίσεως πρῶτον μέν διοριστέον τί ἐστιν ἔργον τοῦ καλῶς ἀποκρινομένου, καθάπερ τοῦ καλῶς ἐρωτῶντος.
414Aristoteles, Topica, 8, VIII 5; 3 (auctor 384BC-322BC)
Ἐν δέ ταῖς διαλεκτικαῖς συνόδοις τοῖς μή ἀγῶνος χάριν ἀλλά πείρας καί σκέψεως τούς λόγους ποιουμένοις οὐ διήρθρωταί πω τίνος δεῖ στοχάζεσθαι τόν ἀποκρινόμενον καί ὁποῖα διδόναι καί ποῖα μή πρός τό καλῶς ἢ μή καλῶς φυλάττειν τήν θέσιν.
415Aristoteles, Topica, 8, VIII 5; 6 (auctor 384BC-322BC)
Διαφέρει δ᾿ οὐδέν ὁπωσοῦν ἐνδόξου ἢ ἀδόξου οὔσης· ὁ γάρ αὐτός τρόπος ἔσται τοῦ καλῶς ἀποκρίνεσθαι, καί δοῦναι ἢ μή δοῦναι τό ἐρωτηθέν.
416Aristoteles, Topica, 8, VIII 5; 9 (auctor 384BC-322BC)
Ἐπεί δ᾿ ὁ καλῶς συλλογιζόμενος ἐξ ἐνδοξοτέρων καί γνωριμωτέρων τό προβληθέν ἀποδείκνυσι, φανερόν ὡς ἀδόξου μέν ὄντος ἁπλῶς τοῦ κειμένου οὐ δοτέον τῷ ἀποκρινομένῳ οὔθ᾿ ὃ μή δοκεῖ ἁπλῶς, οὔθ᾿ ὃ δοκεῖ μέν ἧττον δέ τοῦ συμπεράσματος δοκεῖ.
417Aristoteles, Topica, 8, VIII 6; 7 (auctor 384BC-322BC)
Ὅσοι δ᾿ ἐξ ἀδοξοτέρων τοῦ συμπεράσματος ἐπιχειροῦσι συλλογίζεσθαι, δῆλον ὡς οὐ καλῶς συλλογίζονται· διό τοῖς ἐρωτῶσιν οὐ θετέον.
418Aristoteles, Topica, 8, VIII 11; 1 (auctor 384BC-322BC)
Ἐπιτίμησις δέ λόγου κατ᾿ αὐτόν τε τόν λόγον, καί ὅταν ἐρωτᾶται, οὐχ ἡ αὐτή· πολλάκις γάρ τοῦ μή καλῶς διειλέχθαι τόν λόγον ὁ ἐρωτώμενος αἴτιος διά τό μή συγχωρεῖν ἐξ ὧν ἦν διαλεχθῆναι καλῶς πρός τήν θέσιν· οὐ γάρ ἔστιν ἐπί θατέρῳ μόνον τό καλῶς ἐπιτελεσθῆναι τό κοινόν ἔργον.
419Aristoteles, Topica, 8, VIII 11; 7 (auctor 384BC-322BC)
Δεῖ δέ τόν καλῶς μεταβιβάζοντα διαλεκτικῶς καί μή ἐριστικῶς μεταβιβάζειν, καθάπερ τόν γεωμέτρην γεωμετρικῶς, ἄν τε ψεῦδος ἄν τ᾿ ἀληθές ᾖ τό συμπεραινόμενον· ποῖοι δέ διαλεκτικοί συλλογισμοί, πρότερον εἴρηται.
420Aristoteles, Topica, 8, VIII 11; 22 (auctor 384BC-322BC)
Οὐ δεῖ δέ πάντων τῶν προβλημάτων ὁμοίως ἀξιοῦν τούς συλλογισμούς ἐνδόξους εἶναι καί πιθανούς· φύσει γάρ εὐθύς ὑπάρχει τά μέν ῥᾴω τά δέ χαλεπώτερα τῶν ζητουμένων, ὥστε ἂν ἐξ ὧν ἐνδέχεται μάλιστα ἐνδόξων συμβιβάσῃ, διείλεκται καλῶς.
421Aristoteles, Topica, 8, VIII 14; 8 (auctor 384BC-322BC)
Δεῖ δέ πρός τό τοιοῦτο ὑπάρχειν εὐφυᾶ· καί τοῦτ᾿ ἔστιν ἡ κατ᾿ ἀλήθειαν εὐφυΐα, τό δύνασθαι καλῶς ἑλέσθαι τἀληθές καί φυγεῖν τό ψεῦδος· ὅπερ οἱ πεφυκότες εὖ δύνανται ποιεῖν· εὖ γάρ φιλοῦντες καί μισοῦντες τό προσφερόμενον εὖ κρίνουσι τό βέλτιστον.
422Auctores varii 013, Epistolae et decreta, 13, 0570D
τοιγαροῦν τοὺς ἐπισκόπους ἐκελεύσαμεν ἐν τῇ Ἀδριάνου πόλει, ἐκδέξασθαι τὴν ἡμετέραν ἐπάνοδον· ἵν' ἐπειδὰν πάντα καλῶς διατεθῇ τὰ δημόσια, τότε λοιπὸν ὅπερ ὑποβάλλουσιν ἀκοῦσαι, καὶ δοκιμάσαι δυνηθῶμεν· τῇ μέντοι στεῤῥότητι ὑμῶν μὴ βαρὺ φανέσθω, ὥστε ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον· ἵν' ἐπειδὰν ἐπανέλθωσι κωμίζοντες ὑμῖν τὰς ἡμετέρας ἀποκρίσεις, δυνηθῆτε εἰς πέρας ἀγαγεῖν τὰ πρὸς τὴν λυσιτέλειαν ἀνήκοντα τῇ καθολικῇ ἐκκλησίᾳ.
423Augustinus Hipponensis, De magistro, 32, 1203 (auctor 354-430)
Quis enim non videat, si quaeras quid Graeci nominent quod nos nominamus, Quis, responderi, τίς· quid Graeci nominent quod nos nominamus, Volo, responderi, θέλω· quid Graeci nominent quod nos nominamus, Bene, responderi, καλῶς· quid Graeci nominent quod nos nominamus, Scriptum, responderi, τὸ γεγραμμένον· quid Graeci nominent quod nos nominamus, Et, responderi, καὶ· quid Graeci nominent quod nos nominamus, Ab, responderi, ἀπὸ· quid Graeci nominent quod nos nominamus, Heu, responderi, οἴ· atque in his omnibus partibus orationis, quas nunc enumeravi, recte loqui eum qui sic interroget: quod, nisi nomina essent, fieri non posset?
424Aulus Gellius, Noctes Atticae, 17, 20, 3; 5 (auctor c.125–c.180)
οὐκ ἔστι τούτων αὐτό καθ' αὑτό καλόν αὐδέν, ἀλλ' ἐν τῇ πράξει, ὡς ἂν πραχθῇ, τοιοῦτον ἀπέβη· καλῶς μέν γάρ πραττόμενον καί ὀρθῶς καλόν γίγνεται, μή ὀρθῶς δέ αἰσχρόν· οὕτω δή καί τό ἐρᾶ, καί ὁ ἐρως οὐ πᾶς ἐστίν καλός οὐδέ ἄξιος ἐγκωμιάζεσθαι, ἀλλ' ὁ καλῶς προτρέπων ἐρᾶν.
425Aurelius Victor Ps, Epitome de Caesaribus, 13; 11
In quis praecipuum cornicem e fastigio Capitolii Atticis sermonibus effatam esse: καλῶς ἔσται.
426Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 26; 29
μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν, καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης· καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου.
427Biblia, Biblia graeca iuxta LXX interpretes, Gen, 32; 13
σὺ δὲ εἶπας Καλῶς εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.
428Biblia, Biblia graeca iuxta LXX interpretes, Lev, 5; 4
ἢ ψυχή, ἡ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσιν κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ’ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἕν τι τούτων,
429Biblia, Biblia graeca iuxta LXX interpretes, Idc, 9; 16
καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
430Biblia, Biblia graeca iuxta LXX interpretes, 2Rg, 3; 13
καὶ εἶπεν Δαυιδ Ἐγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων Οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχολ θυγατέρα Σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.
431Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 2; 18
καὶ εἶπεν Βηρσαβεε Καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
432Biblia, Biblia graeca iuxta LXX interpretes, 3Rg, 8; 18
καὶ εἶπεν κύριος πρὸς Δαυιδ τὸν πατέρα μου Ἀνθ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου·
433Biblia, Biblia graeca iuxta LXX interpretes, 4Rg, 25; 24
καὶ ὤμοσεν Γοδολιας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν.
434Biblia, Biblia graeca iuxta LXX interpretes, 2Par, 6; 8
καὶ εἶπεν κύριος πρὸς Δαυιδ πατέρα μου Διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου·
435Biblia, Biblia graeca iuxta LXX interpretes, Esd, 2; 16
καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις·
436Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 4; 3
καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτόν· καὶ εἶπεν αὐτῷ Θάψον με καλῶς· καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς καὶ ποίει τὸ ἀρεστὸν ἐνώπιον αὐτῆς καὶ μὴ λυπήσῃς τὸ πνεῦμα αὐτῆς ἐν παντὶ πράγματι.
437Biblia, Biblia graeca iuxta LXX interpretes, Tob, 7; 1
Καὶ ὅτε εἰσῆλθεν εἰς Ἐκβάτανα, λέγει αὐτῷ Αζαρια ἄδελφε, ἀπάγαγέ με εὐθεῖαν πρὸς Ραγουηλ τὸν ἀδελφὸν ἡμῶν. καὶ ἀπήγαγεν αὐτὸν εἰς τὸν οἶκον Ραγουήλου, καὶ εὗρον αὐτὸν καθήμενον παρὰ τὴν θύραν τῆς αὐλῆς καὶ ἐχαιρέτισαν αὐτὸν πρῶτοι, καὶ εἶπεν αὐτοῖς Χαίρετε πολλά, ἀδελφοί, καὶ καλῶς ἤλθατε ὑγιαίνοντες. καὶ ἤγαγεν αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ.
438Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 2; 9
καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον καὶ εὗρεν χάριν ἐνώπιον αὐτοῦ, καὶ ἔσπευσεν αὐτῇ δοῦναι τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ἀποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι·
439Biblia, Biblia graeca iuxta LXX interpretes, Est, 8; 19
καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ Αμαν Αμαδαθου ἀποσταλεῖσι γράμμασιν διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς Σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ, τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν,
440Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 32; 3
ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
441Biblia, Biblia graeca iuxta LXX interpretes, Ps, 127; 2
τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
442Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 23; 24
καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ·
443Biblia, Biblia graeca iuxta LXX interpretes, Prv, 30; 29
τρία δέ ἐστιν, ἃ εὐόδως πορεύεται, καὶ τὸ τέταρτον, ὃ καλῶς διαβαίνει·
444Biblia, Biblia graeca iuxta LXX interpretes, Is, 23; 16
Λαβὲ κιθάραν, ῥέμβευσον πόλεις, πόρνη ἐπιλελησμένη· καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.
445Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 1; 12
καὶ εἶπεν κύριος πρός με Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. –
446Biblia, Biblia graeca iuxta LXX interpretes, Ier, 4; 22
διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄφρονές εἰσιν καὶ οὐ συνετοί· σοφοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
447Biblia, Biblia graeca iuxta LXX interpretes, Os, 2; 9
καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν.
448Biblia, Biblia graeca iuxta LXX interpretes, Mich, 1; 11
κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
449Biblia, Biblia graeca iuxta LXX interpretes, Soph, 3; 20
καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει κύριος.
450Biblia, Biblia graeca iuxta LXX interpretes, Zach, 8; 15
οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα· θαρσεῖτε.
451Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 8; 23
Καλῶς γένοιτο Ῥωμαίοις καὶ τῷ ἔθνει Ιουδαίων ἐν τῇ θαλάσσῃ καὶ ἐπὶ τῆς ξηρᾶς εἰς τὸν αἰῶνα, καὶ ῥομφαία καὶ ἐχθρὸς μακρυνθείη ἀπ’ αὐτῶν.
452Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 12; 18
καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα.
453Biblia, Biblia graeca iuxta LXX interpretes, 1Mac, 12; 22
καὶ νῦν ἀφ’ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν,
454Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 2; 16
Μέλλοντες οὖν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν· καλώς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας.
455Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 12; 43
ποιησάμενός τε κατ’ ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος·
456Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 14; 37
Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος.
457Biblia, Biblia graeca iuxta LXX interpretes, 2Mac, 15; 38
καὶ εἰ μὲν καλῶς εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι.
458Biblia, Biblia graeca iuxta LXX interpretes, 3Mac, 3; 24
διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους
459Biblia, Biblia graeca iuxta LXX interpretes, 4Mac, 3; 20
Ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι,
460Biblia, Novum testamentum graece, Mt, 12; 12
πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
461Biblia, Novum testamentum graece, Mt, 15; 7
ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων,
462Biblia, Novum testamentum graece, Mc, 7; 6
ὁ δὲ εἶπεν αὐτοῖς, Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ὅτι Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·
463Biblia, Novum testamentum graece, Mc, 7; 9
Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν στήσητε.
464Biblia, Novum testamentum graece, Mc, 7; 37
καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ [τοὺς] ἀλάλους λαλεῖν.
465Biblia, Novum testamentum graece, Mc, 12; 28
Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;
466Biblia, Novum testamentum graece, Mc, 12; 32
καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
467Biblia, Novum testamentum graece, Mc, 16; 18
[καὶ ἐν ταῖς χερσὶν] ὄφεις ἀροῦσιν, κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.
468Biblia, Novum testamentum graece, Lc, 6; 26
οὐαὶ ὅταν ὑμᾶς καλῶς εἴπωσιν πάντες οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
469Biblia, Novum testamentum graece, Lc, 6; 27
Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
470Biblia, Novum testamentum graece, Lc, 6; 48
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν.
471Biblia, Novum testamentum graece, Lc, 20; 39
ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν, Διδάσκαλε, καλῶς εἶπας·
472Biblia, Novum testamentum graece, Io, 4; 17
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ, Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπες ὅτι Ἄνδρα οὐκ ἔχω·
473Biblia, Novum testamentum graece, Io, 8; 48
Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
474Biblia, Novum testamentum graece, Io, 13; 13
ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
475Biblia, Novum testamentum graece, Io, 18; 23
ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
476Biblia, Novum testamentum graece, Act, 10; 33
ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ κυρίου.
477Biblia, Novum testamentum graece, Act, 28; 25
ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
478Biblia, Novum testamentum graece, Rom, 11; 20
καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ·
479Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 37
ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει·
480Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 38
ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει.
481Biblia, Novum testamentum graece, 1Cor, 1Cor; 17
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
482Biblia, Novum testamentum graece, 2Cor, 2Cor; 4
εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.
483Biblia, Novum testamentum graece, Gal, 4; 17
ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
484Biblia, Novum testamentum graece, Gal, 5; 7
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν [τῇ] ἀληθείᾳ μὴ πείθεσθαι;
485Biblia, Novum testamentum graece, Phil, 4; 14
πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
486Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 4
τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος·
487Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 12
διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων·
488Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 13
οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
489Biblia, Novum testamentum graece, 1Tim, 1Tim; 17
Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
490Biblia, Novum testamentum graece, Hebr, 13; 18
Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
491Biblia, Novum testamentum graece, Iac, 2; 3
ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου,
492Biblia, Novum testamentum graece, Iac, 2; 8
εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
493Biblia, Novum testamentum graece, Iac, 2; 19
σὺ πιστεύεις ὅτι εἷς θεός ἐστιν; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
494Biblia, Novum testamentum graece, 2Petr, 2Petr; 19
καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·
495Biblia, Novum testamentum graece, 3Io, 3Io; 6
οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ·
496Boyer Carolus, Cursus philosophiae, theol. nat., 1, 3, 2; 108 (opus 1952)
Le Premier Moteur est donc un etre necessaire, et, en tant que nicessaire, il est le Bien, et ainsi il est le principe du mouvement [έξ' ανάγκης άρα έστιν δν και 'ί ανάγκη, καλώς, καΐ οΰτως άρχή], On sait que le necessaire presente les sens suivants: il y a necessite qui resulte de la contrainte, en ce qu'elle force notre inclination naturelle; puis celle qui est la condition du Bien; enfin le necessaire, c'est ce qui n'est pas susceptible d'etre autrement, et qui existe seulement d'une seule maniere.
497Cicero, Epistolae ad Familiares, 15, 19, 2; 13 (auctor 106BC–43BC)
esse; ἡδονὴν vero et ἀταραξίαν virtute, iustitia, τῷ καλῷ parari et verum et probabile est; ipse enim Epicurus, a quo omnes Catii et Amafinii, mali verborum interpretes, proficiscuntur, dicit: οὐκ ἔστιν ἡδέως ἄνευ τοῦ καλῶς καὶ δικαίως ζῆν .
498Coelestinus I, Epistolae et decreta, 50, 0482A
Ἀνέγνωμεν ὅπως καλῶς πιστευεις περὶ τῆς κατὰ γένεσιν ἁμαρτίας, καὶ ὅπως αὐτὴν τὴν φύσιν δεικνύεις εἶναι καταχρέω, καὶ τοῦτον δικαίως ἀποδοῦναι τὸ χρέος, ὃς ἀπὸ τοῦ γένους τοῦ χρεώστου κατάγεται.
499Coelestinus I, Epistolae et decreta, 50, 0490B
Οὐδεὶς γὰρ καλῶς τῇ θρησκείᾳ ἐκδεδομένος, ἄλλως περὶ τοῦ Χριστοῦ ἐφρόνησεν, ἢ αὐτὸς περί ἑαυτοῦ φρονεῖσθαι ἠθέλησεν.
500Concilia varia Dionysius Exiguus, Codex canonum ecclesiae universae, 67, 0041A (auctor c.470–c.544)
Ἐπειδὴ πολλὰ ἤτοι ὑπὸ ἀνάγκης ἢ ἄλλως ἐπειγομένων τῶν ἀνθρώπων ἐγένετο παρὰ τὸν κανόνα τὸν ἐκκλησιαστικὸν, ὥστε ἀνθρώπους ἀπὸ ἐθνικοῦ βίου ἄρτι προσελθόντας τῇ πίστει, καὶ ἐν ὀλίγῳ χρόνῳ κατηχηθέντας, εὐθὺς ἐπὶ τὸ πνευματικὸν λουτρὸν ἄγειν, καὶ ἅμα τῷ βαπτισθῆναι προσάγειν εἰς ἐπισκοπὴν, ἢ εἰς πρεσβυτερεῖον· καλῶς ἔδοξεν ἔχειν τοῦ λοιποῦ μηδὲν τοιοῦτον γίνεσθαι.